Lexicon of the Ten Orators, Letter o

Harpocration

  1. Letter a
  2. Letter b
  3. Letter c
  4. Letter d
  5. Letter e
  6. Letter f
  7. Letter g
  8. Letter h
  9. Letter i
  10. Letter k
  11. Letter l
  12. Letter m
  13. Letter n
  14. Letter o
  15. Letter p
  16. Letter q
  17. Letter r
  18. Letter s
  19. Letter t
  20. Letter u
  21. Letter y
  22. Letter z
ἀντὶ τοῦ δανείζοι Λυσίας ἐν τῷ κατὰ Νικίδου, εἰ γνήσιος. ἐν δὲ τῷ πρὸς Λακράτην διασαφῶν φησὶν οὐ δ’ἂν εἰ πολὺ ἐλάττονα τόκον λογίσαιτό τις ὅσον οὗτοι οἱ ὀβολοστατοῦντες τοὺς ἄλλους πράττονται. ὀβολοστάτας δ’ἔλεγον τοὺς δανειστὰς, ὡς παράτε Ὑπερείδῃ ἐν τῷ κατὰ Πολυεύκτου καὶ πολλάκις ἐν τῇ κωμῳδίᾳ. Δημοσθένης ἐν τῷ κατ’Ἀριστοκράτους φησὶν ἐν ὁδῷ καθελών ἀντὶ τοῦ ἐν λόχῳ καὶ ἐνέδρᾳ. τοιοῦτον δὲ εἶναι καὶ τὸ Ὁμηρικόν φασιν ὁδὸν ἐλθέμεναι. εἰ δὲ ψιλωθείη προτέρα, σημαίνει τὸν βαθμὸν, ὡς παρὰ Λυσίᾳ ἐν τῷ κατὰ φιλίππου, εἰ γνήσιος λόγος. Ἰσαῖος ἐν τῷ κατὰ Στρατοκλέους ἀντὶ τοῦ ἀλλότριος, ὡς καὶ παρὰ Πλάτωνι ἐν α Νόμων. Ἰσαῖος ἐν τῷ κατ’Ἐλπαγόρου. δῆμος τῆς Πανδιονίδος Οἴη, ὡς Διόδωρος · Οἴηθεν δὲ ἀπὸ τόπου ἐπίρρημα. Φιλόχορος δ’ἐν τῇ γ τὴν Οἴην Κεφάλου μὲν θυγατέρα, Χάροπος δὲ γυναῖκα ἱστορεῖ. Λυσίας ἐν τῷ κατὰ Θεομνήστου ὥσπερ ἐξηγούμενος τοὔνομα φησὶ τὸ δὲ οἰκέως θεράποντος. ἀντὶ τοῦ δεσμωτήριον Δείναρχος ἐν Τυρρηνικῷ καὶ ἐν τῷ κατὰ Ποσειδίππου, ἀντὶ δὲ τοῦ πορνεῖον Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. ἀντὶ τοῦ μικρῷ τινι οἴκῳ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἐκάλουν δὲ οἱ Ἀττικοὶ τὸ ὑφ’ἡμῶν λεγόμενον ὀρνιθοτροφεῖον οἰκίσκον · Ἀριστοφάνης Πελαργοῖς, Μεταγένης Αὔραις. ἐκ τούτων δ’ἔοικε πλανώμενος Δίδυμος καὶ τὸ Δημοσθενικὸν ἐξηγεῖσθαι. Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονα. μία τῶν δέκα φυλῶν παρ’Ἀθηναίοις. Οἰνόη καὶ Οἰναῖος · Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονα καὶ ἔφασαν ἐν Οἰνόῃ ἀκοῦσαι ὅτι μάχη εἴη γεγονυῖα. Οἰνόη δῆμος τῆς Ἱπποθωντίδος πρὸς Ἐλευθέραις, δὲ τῆς Αἰαντίδος πρὸς Μαραθῶνι · ἀφ’ἑκατέρου δὲ τῶν δήμων δημότης Οἰναῖος καλεῖται. μνημονεύοι δ’ἂν νῦν ῥήτωρ τοῦ πρὸς Ἐλευθέραις, οὗ καὶ Θουκυδίδης ἐν τῇ β. Ἰσαῖος ἐν τῷ περὶ τῆς ποιήσεως. δῆμοί εἰσιν ἐν τῇ Ἀττικῇ διττοὶ οὐδετέρως λεγόμενοι, καλοῦνται δὲ Οἶον. κεκλῆσθαι δέ φησιν οὕτω Φιλόχορος ἐν τῇ γ διὰ τὸ μηδαμῶς οἰκητὸν τόπον ἔχειν, ἀλλὰ μεμονῶσθαι · τὸ γὰρ μόνον οἶον ἐκάλουν οἱ ἀρχαῖοι. ἔστι δὲ τὸ μὲν Κεραμεικὸν Οἶον τῆς Λεοντίδος φυλῆς, τὸ δὲ Δεκελεικὸν τῆς Ἱπποθωντίδος, ὡς Διόδωρος. οἱ δὲ δημόται ἑκατέρωθεν ἐλέγοντο ἐξ Οἴου. ἄλλοι δ’ἦσαν οἱ λεγόμενοι Οἴηθεν, ὡς προείρηται. οἷος εἶ καὶ οἷόςτε εἶ · τὸ μὲν χωρὶς τοῦτέ σημαίνει τὸ βούλει καὶ προῄρησαι, τὸ δὲ σὺν τῷτέ τὸ δύνασαι. ἀμφοτέροις ἐχρήσατο Λυσίας ἐν τῷ κατὰ Λυσιθέου, εἰ γνήσιος. Ἀντιφῶν ἐν τῷ κατὰ Λαισποδίου. πόλις ἐστὶ τῆς Θρᾴκης, καθά φασιν ἄλλοιτε καὶ Ἔφορος ἐν δ. ὅτι διαμαρτάνει Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας λέγων Πλαταιέας γεγράφθαι ἐν τῇ Ποικίλῃ στοᾷ · οὐδεὶς γὰρ τοῦτο εἴρηκεν, ὥσπερ οὐ δὲ Κρατερὸς ἐν τῇ τῶν ψηφισμάτων συναγωγῇ. κάτωθεν νόμος · Δημοσθένης ἐν τῷ κατ’Ἀριστοκράτους. Δίδυμος ἤτοι φησὶ τὴν ἡλιαίαν λέγει ῥήτωρ διὰ τὸ τῶν δικαστηρίων τὰ μὲν ἄνω, τὰ δὲ κάτω ὀνομάζεσθαι, διὰ τὸ σχῆμα τῆς ἐν τοῖς ἄξοσι γραφῆς βουστροφηδὸν γεγραμμένης τὸν ἀπὸ τῶν εὐωνύμων ἀρχόμενον νόμον κάτωθεν ὀνομάζει Δημοσθένης · ὅτι γάρ φησι βουστροφηδὸν ἦσαν οἱ ἄξονες καὶ οἱ κύρβεις γεγραμμένοι δεδήλωκεν Εὐφορίων ἐν τῷ Ἀπολλοδώρῳ. ἐπεί φησι τοὺς ἄξονας καὶ τοὺς κύρβεις ἄνωθεν ἐκ τῆς ἀκροπόλεως εἰς τὸ βουλευτήριον καὶ τὴν ἀγορὰν μετέστησεν Ἐφιάλτης, ὥς φησιν Ἀναξιμένης ἐν Φιλιππικοῖς. ὅτι ἑξακισχίλια ἦν τάλαντα τὸ τίμημα τῆς Ἀττικῆς. Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν φησὶν οὕτως ἡμῖν δὲ τὸ τῆς χώρας τίμημα ὑπάρχειν ἀφορμὴν ὀκτακισχίλια τάλαντα ἀκούσεται. ἤτοι οὖν γραφικὸν ἁμάρτημά ἐστιν, ἴσως ῥήτωρ συναρπάζει, ἵνα δοκῇ πλείω τὴν ἀφορμὴν ἔχειν πόλις εἰς τὸν πρὸς βασιλέα πόλεμον. ὅτι γὰρ ἑξακισχίλια τάλαντα ἦν τὸ τίμημα τῆς Ἀττικῆς καὶ λυθέντος ἐν τοῖς ἑξῆς τοῦ λόγου φησὶν, λογισμὸν αὐτῶν διδοὺς ποικίλως, καὶ Φιλόχορος ἐν ι Ἀτθίδος. ἀντὶ τοῦ ἀμελήσετε Δημοσθένης Φιλιππικοῖς. ὀλιγωρεῖν γὰρ λέγεται τὸ ὀλίγην ὤραν ἔχειν · ἔστι δὲ τὸ ὀλίγην ἀντὶ τοῦ οὐ δὲ ὀλίγην, ὡς ἐν τῷ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς, ὤρα δ’ἐστὶν φροντίς. Αἰσχίνης ἐν τῷ περὶ πρεσβείας. Θεόφραστος δ’ἐν δ περὶ φυτῶν, εἰπὼν τοῦ σχοίνου τρία εἴδη εἶναι, φησὶν ὡς τρίτος μεγέθει καὶ εὐσαρκίᾳ διαφέρων ὁλόσχοινος καλεῖται. Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ἐπὶ τῶν ἀναπεμφθέντων Λακεδαιμονίων Ἀλεξάνδρῳ. Κλείταρχος δέ φησιν ἐν τῇ ε ν εἶναι τοὺς δοθέντας παρὰ τῶν Λακεδαιμονίων ὁμήρους. ὅμηροι δέ εἰσιν οἱ ἐπὶ συμβάσει διδόμενοι · ὁμηρῆσαι γὰρ τὸ συμβαλεῖν · Ὅμηρος ὡμήρησε δέ μοι παρ’ἑταίρων ἄγγελος ἐλθών. Θεόπομπος δὲ ὁμηρεῖν φησὶ παρὰ τοῖς ἀρχαίοις λέγεσθαι τὸ ἀκολουθεῖν · τοὺς οὖν ἐπ’ἀκολουθίᾳ τῶν ὁμολογουμένων διδομένους ἐντεῦθεν ὁμήρους φησὶ λέγεσθαι. Ἰσοκράτης Ἑλένῃ. Ὁμηρίδαι γένος ἐν Χίῳ, ὅπερ Ἀκουσίλαος ἐν γ, Ἑλλάνικος ἐν τῇ Ἀτλαντιάδι ἀπὸ τοῦ ποιητοῦ φησιν ὠνομάσθαι. Σέλευκος δὲ ἐν β περὶ βίων ἁμαρτάνειν φησὶ Κράτητα νομίζοντα ἐν ταῖς Ἱεροποιίαις Ὁμηρίδας ἀπογόνους εἶναι τοῦ ποιητοῦ · ὠνομάσθησαν γὰρ ἀπὸ τῶν ὁμήρων, ἐπεὶ αἱ γυναῖκές ποτε τῶν Χίων ἐν Διονυσίοις παραφρονήσασαι εἰς μάχην ἦλθον τοῖς ἀνδράσι, καὶ δόντες ἀλλήλοις ὅμηρα νυμφίους καὶ νύμφας ἐπαύσαντο, ὧν τοὺς ἀπογόνους Ὁμηρίδας λέγουσιν. Δείναρχος ἐν τῷ πρὸς τὴν Καλλίππου παραγραφὴν ἀντὶ τοῦ ὑφ’ἓν ἕρκος, τουτέστιν ὑπὸ τὸν αὐτὸν περίβολον. Ὑπερείδης ἐν τῷ κατ’Ἀθηνογένους φησὶν ἀλλὰ ὁμόσε βούλομαι τῷ λόγῳ τούτῳ ἐλθεῖν ἀντὶ τοῦ παραβαλέσθαι. λέγεται δὲ ἐκ μεταφορᾶς τοῦ ὁμόσε ταῖς λόγχαις ἰέναι, ἀντὶ τοῦ ἐξ ἐναντίας εἰς τὸ αὐτὸ ἔρχεσθαι καὶ μὴ στρέφεσθαι μη δὲ φεύγειν. Δημοσθένης ἐν τῷ κατ’Ἀριστογείτονός φησιν εἰσὶν ὁμοῦ δισμύριοι πάντες Ἀθηναῖοι ἀντὶ τοῦ ἐγγύς. ἔστι δὲ πολὺ παρ’Ἀττικοῖς. καὶ Μένανδρός που ἤδη γάρ ἐστι τοῦ τίκτειν ὁμοῦ . Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. πρὸς τοῦτον ἂν εἶεν οἱ γεγραμμένοι Δημοσθένει περὶ τῆς ἐξούλης λόγοι. ὅτι δὲ τῶν χορηγησάντων ἦν Ἡλιόδωρος περὶ τῶν Ἀθήνησι τριπόδων. ἀντὶ τοῦ φράζων, ἑρμηνείᾳ χρώμενος, Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου φησὶ περὶ οὗ πολλῷ ἂν δικαιότερον ἐν τοῖς ὀξυθυμίοις στήλη σταθείη ἐν τοῖς ἡμετέροις ἱεροῖς. ἔνιοι μὲν, ὧν ἐστι καὶ Ἀρίσταρχος, ὀξυθύμια λέγεσθαί φασι τὰ ξύλα ἀφ’ὧν ἀπάγχονταί τινες, ἀπὸ τοῦ ὀξέως τῷ θυμῷ χρῆσθαι · ταῦτα δ’ἐκκόπτοντες ἐξορίζουσι καὶ καίουσι. Δίδυμος δὲ Αὐτοκλείδου λέξιν παραγράψας ἐκ τῶν ἐξηγητικῶν φησιν, ὀξυθύμια τὰ καθάρματα λέγεται καὶ ἀπολύματα · ταῦτα γὰρ ἀποφέρεσθαι εἰς τὰς τριόδους, ὅταν τὰς οἰκίας καθαίρωσιν. ἐν δὲ τῷ ὑπομνήματι τῷ κατὰ Δημάδου τὰ ἐν ταῖς τριόδοις φησὶν Ἑκαταῖα, ὅπου τὰ καθάρσια ἔφερόν τινες, ὀξυθύμια καλεῖται. Εὔπολις Δήμοις ὃν χρῆν ἔντε ταῖς τριόδοις κἀν τοῖς ὀξυθυμίοις προστρόπαιον τῆς πόλεως κάεσθαι τετριγότα. ἔστι τοὔνομα καὶ παρὰ Πυθέᾳ ἐν τῷ κατὰ Ἀδειμάντου. Δημοσθένης ἐν τῷ περὶ συντάξεως ἀνέῳξαν δήπου πρώην τινὲς τὸν ὀπισθόδομον. οἶκος ὄπισθεν τοῦ νεὼ τῆς Ἀθηνᾶς οὕτω καλεῖται, ἐν ἀπετίθεντο τὰ χρήματα. Δημοσθένης ἐν τῷ περὶ συντάξεως. ὀργὰς καλεῖται τὰ λοχμώδη καὶ ὀρεινὰ χωρία καὶ οὐκ ἐπεργαζόμενα, ὅθεν καὶ Μεγαρικὴ ὀργὰς προσωνομάσθη τοιαύτη τις οὖσα, περὶ ἧς ἐπολέμησαν Ἀθηναῖοι Μεγαρεῦσιν. Ἰσαίου λόγος ἐστὶ πρὸς ὀργεῶνας, ὀργεῶνες δ’εἰσὶν οἱ ἐπὶ τιμῇ θεῶν ἡρώων συνιόντες · ὀργιάζειν γάρ ἐστι τὸ θύειν καὶ τὰ νομιζόμενα δρᾶν, ἤτοι παρὰ τὸ ὀρέγειν τὼ χεῖρε, παρὰ τὰ ὄργια, διὰ τὸ ἐν ταῖς ὀργάσι καὶ τοῖς ἄλσεσι τὰ ἱερὰ δρᾶν. οἱ μέντοι ποιηταὶ ἔταττον τοὔνομα ἁπλῶς ἐπὶ τῶν ἱερέων, ὡς Ἀντίμαχόςτέ που καὶ Αἰσχύλος ἐν Μυσοῖς. μήποτε δὲ ὕστερον νενόμισται τὸ ἐπὶ τιμῇ τινὰς τῶν ἀποθανόντων συνιέναι καὶ ὀργεῶνας ὁμοίως ὠνομάσθαι, ὡς ἔστι συνιδεῖν ἐκ τῶν Θεοφράστου διαθηκῶν. ἀντὶ τοῦ ὀργεώνων Λυσίας ἐν τῷ περὶ τοῦ Θεοπόμπου κλήρου. τὰ τῶν ὀρέων, τουτέστι τῶν ἡμιόνων, Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας · ὅτι γὰρ ὀρέας ἐκάλουν τὰς ἡμιόνους καὶ Ὅμηρος καὶ Ἀριστοφάνης ἐν Βατράχοις δηλοῖ. ἀντὶ τοῦ ἐπιθυμῆσαι Ἀντιφῶν Ἀληθείας α. Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος β. μήποτε φραγμὸς, τουτέστι τὸ περίφραγμα καὶ αἱμασιὰ, οὕτω καλεῖται, παρὰ τὸ ἐρύκειν παρὰ τὸ ἕρκος εἶναι. Ὅμηρος αἱμασιὰς λέξαντες ἀλωῆς ἔμμεναι ἕρκος. ὀρνιθοθήρας · Δείναρχος κατὰ Προξένου, Πλάτων Κάνθαρος Συμμαχίᾳ. ἔστι δὲ καὶ ἐν τῇ νέᾳ κωμῳδίᾳ δρᾶμα Ὀρνιθευτὴς Νικοστράτου. οὕτως ἐκάλουν οἱ Ἀττικοὶ τὰ ἐπόντα ταῖς ὑποκειμέναις οἰκίαις καὶ χωρίοις γράμματα, δηλοῦντα ὅτι ὑπόκεινται δανειστῇ · Δημοσθένης ἐν τῷ πρὸς Σπουδίαν καὶ Μένανδρος Παρακαταθήκῃ. σκεῦός τι γεωργικὸν, ὡς Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους ὑποσημαίνει. μήποτε μέντοι τὸ ὄρον παράτε Αἰσχύλῳ ἐν Κερκύονι καὶ παρὰ Μενάνδρῳ ἐν β Ἐπικλήρῳ σημαίνει ξύλον τι, τὴν πεπατημένην σταφυλὴν πιέζουσιν. ἀντὶ τοῦ φοβεῖσθαι Ἀνδοκίδης ἐν τῷ περὶ τῆς ἀδείας. πολὺ δ’ἐστὶ τοὔνομα παρ’αὐτοῖς. ὀρρωδία δὲ τὸ δέος · Δημοσθένης ἐν δημηγορικοῖς προοιμίοις. ἰδίως οὕτως ἐκαλεῖτο ἐφ’οὗ οἱ κακοῦργοι ἐκολάζοντο Ἀθήνησι · Λυκοῦργος κατ’Ἀριστογείτονος. Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονά φησι καὶ τὰ χρήματα τάτε ἱερὰ καὶ τὰ ὅσια, τε Ἰσοκράτης Ἀρεοπαγιτικῷ καὶ τοῖς ἱεροῖς καὶ τοῖς ὁσίοις. ὅτι δὲ τὰ ὅσια τὰ δημόσια δηλοῖ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους σαφῶς διδάσκει περὶ τούτων · καὶ τὰ μὲν ἱερὰ, τὰς δεκάτας τῆς θεοῦ καὶ τὰς πεντηκοστὰς τῶν ἄλλων θεῶν, σεσυληκότες καὶ μετ’ὀλίγα τὰ δὲ ὅσια ἐγίνετο ἡμέτερα κεκλοφότες. Δίδυμος δὲ διχῶς φησὶν ἔλεγον τὸ ὅσιον, τότε ἱερὸν καὶ τὸ ἰδιωτικόν. Ὑπερείδης ἐν τῷ κατὰ Δημέου, εἰ γνήσιος. περὶ τῶν ὀσχοφόρων ἄλλοιτε εἰρήκασι καὶ Φιλόχορος ἐν τῇ β. δὲ Ἴστρος ἐν τῇ ιγ περὶ Θησέως λέγων γράφει οὕτως, ἕνεκα τῆς κοινῆς σωτηρίας νομίσαι τοὺς καλουμένους ὀσχοφόρους καταλέγειν δύο τῶν γένει καὶ πλούτῳ προυχόντων. δὲ ὄσχη κλῆμά ἐστι βότρυς ἐξηρτημένους ἔχον · ταύτην δὲ ὀρεσχάδα ἔνιοι καλοῦσιν. ὅτι νόμος ἐστὶν ὑπὲρ μ ἔτη γενόμενον χορηγεῖν παισὶν Αἰσχίνηςτε ἐν τῷ κατὰ Τιμάρχου φησὶ καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. ὅτι ξένους τινὰς ἑαυτοῦ αἰχμαλώτους σκάπτοντας ἐν τῷ Φιλίππου ἀμπελουργείῳ καὶ δεδεμένους παρὰ πότον ἐξῃτήσατο παρὰ Φιλίππου Σάτυρος Αἰσχίνης μὲν ἐν τῷ περὶ τῆς πρεσβείας φησὶ, Δημοσθένης δ’ἐν τῷ κατ’Αἰσχίνου φησὶν ὅτι Ἀπολλοφάνους θυγατέρας ἐξῃτήσατο, καὶ ἔοικε μᾶλλον ἀληθεύειν · καὶ γὰρ Ἀριστοτέλης ἔν τινι τῶν πρὸς Φίλιππον ἐπιστολῶν λέγει ὡς Σατύρῳ τῷ ὑποκριτῇ τὰς Ἀπολλοφάνους θυγατέρας ἀφῆκεν. ὅτι οἱ ἁλόντες ἐπ’ἀκουσίῳ φόνῳ ἐξουσίαν εἶχον εἰς διοίκησιν τῶν ἰδίων, Δημοσθένης ἐν τῷ κατ’Ἀριστοκράτους ὑποσημαίνει καὶ Θεόφραστος ἐν τῷ ιγ τῶν Νόμων δηλοῖ. ὅτι οἱ ποιητοὶ παῖδες ἐπανελθεῖν εἰς τὸν πατρῷον οἶκον οὐκ ἦσαν κύριοι, εἰ μὴ παῖδας γνησίους καταλίποιεν ἐν τῷ οἴκῳ τοῦ ποιησαμένου, Ἀντιφῶν ἐπιτροπικῷ κατὰ Καλλιστράτου καὶ Σόλων ἐν κα Νόμων. ὅτι τὰ ἐπικηρυττόμενά τισι χρήματα ἐπὶ τῶν βωμῶν ἐτίθετο εἴρηκεν Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην τὸν Σωκρατικὸν, εἰ γνήσιος λόγος. ὅτι πρὸς τὴν φυλὴν τοῦ κεκτημένου αἱ πρὸς τοὺς δούλους λαγχάνονται δίκαι Ἰσαῖος ἐν ἀπολογίᾳ ἀποστασίου πρὸς Ἀπολλόδωρον δηλοῖ. ὅτι παιδὶ καὶ γυναικὶ οὐκ ἐξῆν συμβάλλειν πέρα μεδίμνου κριθῶν Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἀριστάρχου κλήρου φησίν. ὅτι χιλίας ἐζημιοῦντο αἱ κατὰ τὰς ὁδοὺς ἀκοσμοῦσαι γυναῖκες Ὑπερείδης ἐν τῷ κατ’Ἀρισταγόρας β εἴρηκεν. Κρώβυλος δὲ κωμικός φησι τοῦ Φιλιππίδου τὸν νόμον εἶναι τὸν περὶ τούτων κείμενον. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. παροιμία ἐστὶν ἐλλιπῶς λεγομένη · προσυπακουστέον οὖν ἔξωθεν τὸ ἀγκύρας. οἱ δικαζόμενοι περὶ χωρίων οἰκιῶν πρὸς τοὺς ἔχοντας οὐσίας ἐδικάζοντο τὴν δευτέραν δίκην · δὲ προτέρα ἦν τῶν μὲν οἰκιῶν ἐνοικίου, τῶν δὲ χωρίων καρποῦ, τρίτη δὲ ἐπὶ τούτοις ἐξούλης. καὶ ἐξῆν τοῖς ἑλοῦσι κρατεῖν τῶν κτημάτων καὶ εἰ τὴν δίκην τὴν τοῦ καρποῦ τοῦ ἐνοικίου καὶ εἰ τὴν δευτέραν ἡττηθεῖεν τὴν τῆς οὐσίας · εἰ δὲ καὶ ἐξούλης ἁλοῖεν, οὐκέτι ἐξῆν ἐπικρατεῖν, ἀλλ’ἐξίστασθαι ἔδει ἤδη τῶν κτημάτων τοῖς καταδικασαμένοις. ταῦτα δὲ ἔστι μὲν καὶ παρ’ἄλλοις ῥήτορσιν, ἀκριβέστατα δὲ εἴρηται Ἰσαίῳ ἔντε τῷ πρὸς Τιμωνίδην περὶ χωρίου καὶ ἐν τῷ πρὸς Δωρόθεον ἐξούλης. διείλεκται δὲ περὶ τῆς δίκης καὶ Θεόφραστος ἐν ιη περὶ νόμων. Δημοσθένης ἐν τῷ πρὸς Ἀπατούριον. πόλις ἐστὶ τῆς Τρῳάδος, ὡς δηλοῖ Ἀνδροτίων ἐν γ Ἀτθίδος. ἀντὶ μὲν τοῦ ὄχημα Δείναρχος ἐν ἀπολογίᾳ πρὸς Ἀντιφάνην περὶ τοῦ ἵππου, ἀντὶ δὲ τοῦ εἰς ὀχείαν ἀποδεδειγμένον αὐτὸς ἐν τῷ αὐτῷ λόγῳ · φησὶ γὰρ ὠνοῦνταί μοι τὸν ἵππον ὀχεῖον. Λυκοῦργος δ’ἐν τῷ περὶ διοικήσεως γείτονας τοῦ ὀχείου φησί · μήποτε δὲ ἐπὶ τόπου τινὸς, ἐν ὀχεῖαι γίνονται κτηνῶν ὀχήματα μισθοῦται.