Lexicon of the Ten Orators, Letter f
Harpocration
- Letter a
- Letter b
- Letter c
- Letter d
- Letter e
- Letter f
- Letter g
- Letter h
- Letter i
- Letter k
- Letter l
- Letter m
- Letter n
- Letter o
- Letter p
- Letter q
- Letter r
- Letter s
- Letter t
- Letter u
- Letter y
- Letter z
Ὑπερείδης ἐν τῷ κατ’Ἀρισταγόρας β ὅτι τῶν δακετῶν τι ζῷόν ἐστι τὸ φαλάγγιον. δῆλον δὲ ποιεῖ καὶ Ξενοφῶν ἐν α τῶν Ἀπομνημονευμάτων. Λυσίας ἐν τῷ κατὰ Λυσιθέου. Φάληρον δῆμος τῆς Ἀντιοχίδος, ἀφ’οὗ ὁ δημότης Φαληρεύς. ὄνομα κύριον, τῶν ἐστρατηγηκότων τις. Δημοσθένης κατ’Ἀνδροτίωνος. Ἀπολλόδωρος ἐν τῷ περὶ τῶν Ἀθήνησιν ἑταιρῶν ταύτην φησὶν ἐπονομάζεσθαι Φθειροπύλην, ἐπειδὴ ἐπὶ τῆς θύρας ἑστῶσα ἐφθειρίζετο. Λυσίας ἐν τῷ κατ’Ἀνδοκίδου ἀσεβείας, εἰ γνήσιος. δύο ἄνδρας Ἀθήνησιν ἐξῆγον καθάρσια ἐσομένους τῆς πόλεως ἐν τοῖς Θαργηλίοις, ἕνα μὲν ὑπὲρ τῶν ἀνδρῶν, ἕνα δὲ ὑπὲρ τῶν γυναικῶν. ὅτι δὲ ὄνομα κύριόν ἐστιν ὁ Φαρμακὸς, ἱερὰς δὲ φιάλας τοῦ Ἀπόλλωνος κλέψας ἁλοὺς ὑπὸ τῶν περὶ τὸν Ἀχιλλέα κατελεύσθη, καὶ τὰ τοῖς Θαργηλίοις ἀγόμενα τούτων ἀπομιμήματά ἐστιν, Ἴστρος ἐν α τῶν Ἀπόλλωνος ἐπιφανειῶν εἴρηκεν. Δημοσθένους δ’ἐν τῷ κατ’Ἀριστογείτονος λέγοντος “οὗτος οὖν αὐτὸν ἐξαιρήσεται ὁ φαρμακός” Δίδυμος προπερισπᾶν ἀξιοῖ το- τοὔνομα · ἀλλ’ἡμεῖς οὐχ εὕρομεν οὕτω που τὴν χρῆσιν. Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. ἔστι δὲ φαρμακῶν ὁ ὑπὸ φαρμάκων βεβλαμμένος, ὡς καὶ Θεόφραστος ἐν ιε Νόμων ὑποσημαίνει. λέγεται μὲν καὶ ἐπὶ δημοσίου ἐγκλήματος, ὅταν τις ἀποφαίνῃ τῶν δημοσίων ἔχοντα τινὰ μὴ πριάμενον, λέγεται δὲ καὶ ἐπὶ τῶν ὀρφανικῶν οἴκων. ὅτε γὰρ μὴ ἐκμισθώσαιεν οἱ ἐπίτροποι τὸν οἶκον τῶν ἐπιτροπευομένων, ἔφαινεν αὐτὸν ὁ βουλόμενος πρὸς τὸν ἄρχοντα, ἵνα μισθωθῇ · ἔφαινε δὲ καὶ εἰ ἐλάττονος ἢ κατὰ τὴν ἀξίαν μεμίσθωτο. τοῦ μὲν οὖν προτέρου τὰ μαρτύρια ἔνεστιν εὑρεῖν παράτε Δεινάρχῳ καὶ Δημοσθένει, τῆς δὲ περὶ τῶν ὀρφανικῶν οἴκων φάσεως παρὰ Λυσίᾳ πρὸς τὴν φάσιν τοῦ ὀρφανικοῦ οἴκου. πήρα τις οὕτως ἐκαλεῖτο παρ’αὐτοῖς · Ἰσαῖος καὶ Λυσίας ἐν τῷ πρὸς Δίωνα, Ἀριστοφάνης Θεσμοφοριαζούσαις. Δημοσθένης ἐν τῷ κατ’Ἀριστοκράτους. Ὀνόμαρχος ἦν Φωκέων τύραννος · τούτῳ δὲ ζῶντι συνῆρχεν ὁ ἀδελφὸς Φάϋλλος. Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου. τὰ πετρώδη καὶ αἰγίβοτα χωρία φελλέας ἐκάλουν · Κρατῖνος Ὥραις, Ἀριστοφάνης Νεφέλαις. Λυσίας ἐν τῷ περὶ τῶν ἰδίων εὐεργεσιῶν. Φηγαιῆς δῆμος τῆς Αἰαντίδος, ὥς φησι Διόδωρος. Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας ἐξαπάτας · φηλοῦν γὰρ τὸ ἐξαπατᾶν. Λυσίας ἐν τῷ ὑπὲρ τοῦ Βατράχου φόνου. Φηγοῦς δῆμος τῆς Ἐρεχθηΐδος. Δημοσθένης ἐν τῷ περὶ τῶν Λυκούργου παίδων καὶ Ἰσοκράτης Αἰγινητικῷ. τὴν νῦν φθίσιν λεγομένην φθόην ἔλεγον. Δημοσθένης ὑπὲρ Κτησιφῶντος Φιλάμμωνα τὸν Ἀθηναῖον Πύκτην. Δημοσθένης κατὰ Τιμοκράτους · Φιλεψίου μνημονεύουσιν οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ ἐπὶ τῷ μεταξὺ τῶν δημηγοριῶν μύθους λέγειν · κεκωμῴδηται δὲ καὶ εἰς πανουργίαν. Δημοσθένης. ὄνομα κύριον. ἀντὶ τοῦ πονεῖσθαι καὶ ἀσκεῖν Ἰσοκράτης περὶ τῆς εἰρήνης. Μένανδρος Θρασυλέοντι “φιλοσοφεῖ δὲ τοῦθ’ὅπως καταπράξεται τὸν γάμον”. Δημοσθένης ἐν τῷ κατ’Αἰσχίνου · ἡ κύλιξ ἣν κατὰ φιλίαν τοῖς φίλοις προὔπινον φιλοτησία ἐκαλεῖτο, ὡς Ὑπερείδης φησὶ καὶ Ἄλεξις. Αἰσχίνης κατὰ Τιμάρχου “καὶ φιμοὺς καὶ κυβευτικὰ ἕτερα ὄργανα”. φιμὸς δ’ἐστὶν ὁ καλούμενος κημὸς, εἰς ὃν ἐνεβάλλοντο, καθά φασιν οἱ γλωσσογράφοι. Δίφιλος Συνωρίδι ἕλκ’ἐς μέσον τὸν φιμὸν, ὡς ἂν ἐμβάλῃ. Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου. Φλυεῖς δῆμος τῆς Κεκροπίδος. ἐκ τούτου δὲ τοῦ δήμου ἦν Εὐριπίδης ὁ τῆς τραγῳδίας ποιητής. Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους. ὅτι τὸ Ἀθήνησι Φορβαντεῖον ὠνομάσθη ἀπὸ Φόρβαντος βασιλεύσαντος Κουρήτων καὶ ὑπ’Ἐρεχθέως ἀναιρεθέντος δεδήλωκεν Ἄνδρων ἐν η τῶν Συγγενειῶν · ἦν δὲ Ποσειδῶνος υἱὸς ὁ Φόρβας, καθά φησιν Ἑλλάνικος ἐν α Ἀτθίδος. Ἀντιφῶν Ἀληθείας β. ὅτι καὶ ἐπ’ἀνθρωπείου δέρματος ἐλέγετο ἡ φορίνη καὶ Ἀριστομένης ἐν Γόησι δῆλον ποιεῖ. Δημοσθένης περὶ τοῦ ὀνόματος. φρατρία ἐστὶ τὸ τρίτον μέρος τῆς φυλῆς, φρατέρες δὲ οἱ τῆς αὐτῆς φρατρίας μετέχοντες, καὶ φρατρίζειν τὸ τῆς αὐτῆς φρατρίας μετέχειν · φρατρίαρχος δ’ἐστὶν ὁ τῆς φρατρίας ἄρχων. Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἔστι δὲ δῆμος τῆς Λεοντίδος. Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Ἡρώδου φόνου ἀντὶ τοῦ ἐκποδών. παρὰ πολλοῖς δὲ το- τοὔνομα ἐστίν. φρυκτωρεῖν ἐστι κυρίως τὸ διὰ πυρσῶν ἀνατεινομένων σημαίνειν ὁτιοῦν · Δείναρχος ἐν τῇ Αἰσχίνῃ συνηγορίᾳ κατὰ Δεινίου. Αἰσχίνης κατὰ Κτησιφῶντος. ἦν δὲ Ἀθηναίοις περιβόητος ἐπὶ πονηρίᾳ, οὐδὲν ἧττον Εὐρυβάτου. Δημοσθένης κατ’Αἰσχίνου. οὗτος τῶν ι πρέσβεων εἷς ἦν τῶν μετ’Αἰσχίνου καὶ Δημοσθένους. Δημοσθένης Φιλιππικοῖς. φύλαρχός ἐστιν ὁ κατὰ φυλὴν ἑκάστην τοῦ ἱππικοῦ ἄρχων, ὑποτεταγμένος δὲ τῷ ἱππάρχῳ, ὡς Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ φησί. Ἰσοκράτης ἐν τῷ περὶ τῆς εἰρήνης. δῆμός ἐστι Φυλὴ τῆς Οἰνηΐδος · Μένανδρος Δυσκόλῳ τῆς Ἀττικῆς νομίζετ’εἶναι τὸν τόπον Φυλὴν, τὸ Νυμφαῖον δ’ὅθεν προέρχομαι Φυλασίων. Φιλόχορος δ’ἐν ζ Ἀτθίδος φρούριον αὐτό φησιν εἶναι. χ. Δημοσθένης τὸ χαράκωμα ὃ περιεβάλλοντό τινες στρατοπέδῳ ἐπὶ σωτηρίᾳ. Μένανδρος Ἀσπίδι πολλοὶ γὰρ ἐκλελοιπότες τὸν χάρακα τὰς κώμας ἐπόρθουν. Ὑπερείδης ἐν τῷ κατὰ Δημέου ξενίας. τὰ Χαλκεῖα ἑορτὴ παρ’Ἀθηναίοις τῇ Ἀθηνᾷ ἀγομένης Πυανεψιῶνος ἕνῃ καὶ νέᾳ, χειρώναξι κοινὴ, μάλιστα δὲ χαλκεῦσιν, ὥς φησιν Ἀπολλώνιος ὁ Ἀχαρνεύς. Φανόδημος δὲ οὐκ Ἀθηνᾷ φησιν ἄγεσθαι τὴν ἑορτὴν ἀλλ’Ἡφαίστῳ. γέγραπται δὲ καὶ Μενάνδρῳ δρᾶμα Χαλκεῖα. εἷς τῶν λ · Λυσίας. Δημοσθένης ἐν τῷ κατ’Ἀνδροτίωνος “καὶ χερνίβων καὶ κανῶν ἁψόμενον”. εἴη δ’ἂν ἀπ’ὀρθῆς τῆς χέρνιψ γενικὴ πληθυντικὴ χερνίβων · τῆς γὰρ χέρνιβος μέμνηνται καὶ οἱ κωμικοὶ ὡς παραλαμβανομένης εἰς τὰς θυσίας. ὁ γοῦν Ἀριστοφάνης ἐν Ὄρνισί φησι παῖ παῖ, τὸ κανοῦν αἴρεσθε καὶ τὴν χέρνιβα. Ἰσαῖος ἐν τῷ πρὸς Ἰσχόμαχόν φησιν “οὐδεὶς Λυσίδης ἐστὶ τῶν διακοσίων καὶ χιλίων”. οἱ πλουσιώτατοι Ἀθηναίων χίλιοι καὶ διακόσιοι ἦσαν, οἳ καὶ ἐλειτούργουν. μνημονεύουσι δ’αὐτῶν καὶ ἄλλοι ῥήτορες καὶ Φιλόχορος ἐν τῇ ς. Λυσίας δ’ἐν τῷ πρὸς Κλεινίαν καὶ Ἰσαῖος ἐν τῇ ὑπὲρ Νικίου συνηγορίᾳ τῷ ἀπηρτισμένῳ ἀριθμῷ ἐχρήσαντο χιλίους εἰπόντες. Λυκοῦργος ἐν τῷ κατ’Ἀριστογείτονος ἀντὶ τοῦ χιλίας ὀφλόντα. ὁ δ’αὐτὸς ῥήτωρ καὶ ἐν τῷ κατὰ Κηφισοδότου φησὶ κεχιλιῶσθαι. ὄνομα κύριον · Αἰσχίνης. Δημοσθένης ἐν τῷ πρὸς Καλλικλέα περὶ χωρίου βλάβης “ἔπειτα δὲ τὸν χλῆδον ἐκβαλὼν εἰς τὴν ὁδὸν, ἐξ ὧν ὑψηλοτέραν καὶ στενωτέραν τὴν αὐτὴν ὁδὸν πεποιῆσθαι συμβέβηκεν”. πᾶν πλῆθος χλῆδος λέγεται, καὶ ἐστὶν οἷον σωρός τις, μάλιστα δὲ τὸ τῶν ἀποκαθαρμάτωντε καὶ ἀποψημάτων, καὶ ἡ τῶν ποταμῶν πρόσχωσις, καὶ πολὺ μᾶλλον τῶν χειμάρρων, ὃ καὶ χέραδος καλεῖται. νῦν δὲ ἔοικεν ὁ ῥήτωρ λέγειν ὅτι χοῦν καὶ φρυγανώδη τινὰ ἐκ τοῦ χωρίου σωρὸν ὁ Καλλικλῆς εἰς τὴν ὁδὸν ἐμβέβληκεν, ὡς καὶ αὐτὸς ἐν τοῖς ἑξῆς ὑποσημαίνει. κέχρηνται δὲ τῷ ὀνόματι πολλοί. Αἰσχύλος Ἀργείοις καὶ παλτὰ κα- κἀγκυλητὰ καὶ χλῆδον βαλών. Δημοσθένης ἐν τῷ περὶ τοῦ ὀνόματος. ἑορτή τις ἦν παρ’Ἀθηναίοις ἀγομένη Ἀνθεστηριῶνος δωδεκάτῃ. φησὶ δὲ Ἀπολλόδωρος Ἀνθεστήρια μὲν καλεῖσθαι κοινῶς τὴν ὅλην ἑορτὴν Διονύσῳ ἀγομένην, κατὰ μέρος δὲ Πιθοίγια, Χόας, Χύτρους. Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου. Χολαργία δῆμος τῆς Ἀκαμαντίδος. Λυσίας. δῆμος τῆς Λεοντίδος. δύο σημαίνει το- τοὔνομα τα- τἀναντία · καὶ γὰρ τοὺς δανειστὰς, ὡς παρ’Ἰσαίῳ ἐν τῷ πρὸς Καλυδῶνα καὶ παρ’Ἀριστοφάνει ἐν Νεφέλαις · φησὶ γὰρ ὑπὸ γὰρ τόκων χρήστωντε δυσκολωτάτων ἄγομαι, φέρομαι, τὰ χρήματ’ἐνεχυράζομαι. ἐπὶ δὲ τοῦ δανειζομένου κέχρηνται τῷ ὀνόματι ἄλλοιτε καὶ Δημοσθένης ἐν τῇ ὑπὲρ Φορμίωνος παραγραφῇ. καὶ ἐν τῇ πρὸς Ζηνόθεμιν παραγραφῇ φησιν “οἱ δὲ δανεισταὶ τὸ ἐξ ἀρχῆς ἠπατημένοι, ὁρῶντες ἑαυτοῖς ἀντὶ τῶν χρημάτων ἄνθρωπον πονηρὸν χρήστην, ἄλλο δ’οὐδέν”. ἡ φιάλη · Δημοσθένης ἐν τῷ κατ’Ἀνδροτίωνος, Ἀριστοφάνης Εἰρήνῃ. Δείναρχος ἐν τῷ κατὰ Πυθέου “πάλιν γὰρ Αἰσχίνου ἀποφοιτήσας παρὰ τούτῳ δῆλον ὅτι χρυσοχοεῖν ἐμανθανεν, ἀλλ’οὐ τὸ προκείμενον αὐτῷ πράττειν ἢ πάσχειν”. κέχρηται δὲ τῇ παροιμίᾳ καὶ Πλάτων ἐν ε Πολιτείας λέγων “τί δέ; ἦ δ’ὃς ὁ Θρασύμαχος, χρυσοχοήσοντας οἴει τούσδε νῦν ἐνθάδε ἀφῖχθαι, ἀλλ’οὐ λόγων ἀκουσομένους”; ἄρξασθαι δέ φασι τὴν παροιμίαν ἐντεῦθεν. ἔπεσέ τις φήμη ποτὲ εἰς τὸ πλῆθος τὸ Ἀθηναίων ὡς ἐν Ὑμηττῷ χρυσοῦ ψῆγμα πολὺ φανείη καὶ φυλάττοιτο ὑπὸ τῶν μαχίμων μυρμήκων. οἱ δ’ἀναλαβόντες ὅπλα ἐξέθεον ἐπ’αὐτούς. ἄπρακτοι δ’ὑποστρέψαντες καὶ μάτην κεκακοπαθηκότες ἔσκωπτον ἀλλήλους, λέγοντες “σὺ δὲ ᾤου χρυσοχοήσειν,” ὅπερ δηλοῖ, σὺ δὲ ᾤου ψῆγμα πολὺ συλλέξας καὶ χρυσοχοήσας πλουτήσειν. ἐχλευάζοντο δὲ καὶ ὑπὸ τῶν κωμικῶν · Εὔβουλος γοῦν ἐν Γλαύκῳ φησὶν ἡμεῖς ποτ’ἄνδρας Κεκροπίδας ἐπείσαμεν λαβόντας εἰς Ὑμηττὸν ἐξελθεῖν ὅπλα καὶ σιτί’ἐπὶ μύρμηκας ἡμερῶν τριῶν, ὡς χρυσοτεύκτου ψήγματος πεφηνότος. Λυσίας ἐν τῷ κατ’Αἰσχίνου περὶ τῆς δημεύσεως τῶν Ἀριστοφάνους χρημάτων “ἐπειδὴ τοίνυν τοὺς Χύτρους ὁ Δημάρατος ἑάλω προδιδούς”. πόλις ἐστὶν ἐν Κύπρῳ οὕτω καλουμένη, καθά φησι Ξεναγόρας ἐν ταῖς Νήσοις. ἔστι δὲ καὶ Ἀττική τις ἑορτὴ Χύτροι, ἧς μνημονεύει Δείναρχος ἐν τῷ κατὰ Πυθέου. ἤγετο δὲ ἡ ἑορτὴ Ἀνθεστηριῶνος τρίτῃ ἐπὶ δέκα, ὥς φησι Φιλόχορος ἐν τῷ περὶ ἑορτῶν.