Lexicon of the Ten Orators, Letter l

Harpocration

  1. Letter a
  2. Letter b
  3. Letter c
  4. Letter d
  5. Letter e
  6. Letter f
  7. Letter g
  8. Letter h
  9. Letter i
  10. Letter k
  11. Letter l
  12. Letter m
  13. Letter n
  14. Letter o
  15. Letter p
  16. Letter q
  17. Letter r
  18. Letter s
  19. Letter t
  20. Letter u
  21. Letter y
  22. Letter z
Λυσίας ἐν τῷ πρὸς Λαΐδα, εἰ γνήσιος. Λαγίσκας τῆς ἑταίρας μνημονεύει καὶ Στράττις κωμικὸς οὕτω Λαγίσκαν τὴν Ἰσοκράτους παλλακὴν ἰδεῖν με συκάζουσαν εὐναίαν ἔτι τόντ’αὐλοτρύπην αὐτόν. ἣν νῦν ἡμεῖς λαμπάδα καλοῦμεν, οὕτως ὠνόμαζον · Δείναρχος ἐν τῷ κατὰ Πυθέου καὶ Πλάτων ἐν α τῆς Πολιτείας. Λυσίας ἐν τῷ κατ’Εὐφήμου. τρεῖς ἄγουσιν Ἀθηναῖοι ἑορτὰς λαμπάδος, Παναθηναίοις καὶ Ἡφαιστίοις καὶ Προμηθείοις, ὡς Πολέμων φησὶν ἐν τῷ περὶ τῶν ἐν τοῖς προπυλαίοις πινάκων. Ἴστρος δ’ἐν α τῶν Ἀτθίδων, εἰπὼν ὡς ἐν τῇ τῶν Ἀπατουρίων ἑορτῇ Ἀθηναίων οἱ καλλίστας στολὰς ἐνδεδυκότες, λαβόντες ἡμμένας λαμπάδας ἀπὸ τῆς ἑστίας, ὑμνοῦσι τὸν Ἥφαιστον θέοντες, ὑπόμνημα τοῦ κατανοήσαντα τὴν χρείαν τοῦ πυρὸς διδάξαι τοὺς ἄλλους. Δημοσθένης ἐν τῷ πρὸς Κάλλιππον. Λαμπτραὶ δῆμος τῆς Ἐρεχθηΐδος, ὡς Διόδωρός φησι. δύο δ’εἰσὶ Λαμπτραὶ, αἱ μὲν παράλιαι, αἱ δὲ καθύπερθεν · Ἀριστοφάνης Ἀμφιάρεῳ Λαμπτρεὺς ἔγωγε τῶν κάτω. Λυσίας ἐν τῷ πρὸς Καλλιππίδην. λάρκος ἐστὶ φορμὸς εἰς ὃν ἄνθρακας ἐνέβαλλον. κέχρηνται τῷ ὀνόματι ἄλλοιτε καὶ Ἀριστοφάνης Ἀχαρνεῦσιν. τὸ πλατύνειν τὴν φωνὴν καὶ μὴ κατὰ φύσιν φθέγγεσθαι, ἀλλ’ἐπιτηδεύειν περιεργότερον τῷ λάρυγγι χρῆσθαι οὕτως ἐλέγετο · Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. Λυκοῦργος ἐν τῷ κατὰ Λυσικλέους. πόλις ἐστὶ τῆς Βοιωτίας. Δημοσθένης ἐν τῷ πρὸς Ζηνόθεμιν. εἶδος νεὼς λέμβος · πολλάκις δὲ εἴρηται ἐν τῇ κωμῳδίᾳ. Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. λέσχας ἔλεγον δημοσίους τινὰς τόπους, ἐν οἷς σχολὴν ἄγοντες ἐκαθέζοντο πολλοί. Ὅμηρος οὐ δ’ἐθέλεις εὕδειν χαλκήῖον ἐς δόμον ἐλθὼν ἠέ που ἐς λέσχην. Κλεάνθης ἐν τῷ περὶ θεῶν ἀπονενεμῆσθαι τῷ Ἀπόλλωνι τὰς λέσχας φησὶν, ἐξέδραις δὲ ὁμοίας γίνεσθαι αὐτὰς, καὶ παρ’ἐνίοις τὸν θεὸν λεσχηνόριον ἐπικαλεῖσθαι. Δημοσθένης ἐν θ Φιλιππικῶν. νῆσός ἐστι πρὸ τῆς Ἠπείρου κειμένη. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος ἐστεφανωμένους τῷ μαράθῳ καὶ τῇ λεύκῃ. οἱ τὰ Βακχικὰ τελούμενοι τῇ λεύκῃ στέφονται διὰ τὸ χθόνιον μὲν εἶναι τὸ φυτὸν, χθόνιον δὲ καὶ τὸν τῆς Περσεφόνης Διόνυσον. τὴν δὲ λεύκην πεφυκέναι φασὶ πρὸς τῷ Ἀχέροντι, ὅθεν καὶ ἀχερωΐδα καλεῖσθαι παρ’Ὁμήρῳ · ἤριπε δ’ὡς ὅτε τις δρῦς ἤριπεν ἀχερωῒς ἠὲ πίτυς βλωθρή. Λυσίας ἐν τῷ πρὸς Ἀλκιβιάδην. πλειόνων οὐσῶν Λευκῶν, ὡς Δημήτριος Μάγνης δηλοῖ, ἔοικε, τῆς ἐν Προποντίδι μνημονεύειν ῥήτωρ νῦν. Δημοσθένης ἐν τῷ κατ’Ἀφόβου. Λευκόνοιον δῆμος τῆς Λεοντίδος, ὡς Διόδωρός φησιν. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἔστι δὲ χωρίον Βοιώτιον περὶ Θεσπιάς. ἐν τῇ πρὸς τὴν Μιξιδήμου γραφὴν ἀπολογίᾳ φησὶ Λυσίας ὅτι τὸ Λέχαιον ἑάλω Μνασίππου ἄρχοντος. ἔστι δὲ τὸ Λέχαιον ἐπίνειον Κορινθίων. Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. τὸ δὲ Λεωκόρειον εἶναί φησι Φανόδημος ἐν θ Ἀτθίδος ἐν μέσῳ τῷ Κεραμεικῷ. Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου, εἰς ἐνεγράφοντο οἱ τελεωθέντες τῶν παίδων, οἷς ἐξῆν ἤδη τὰ πατρῷα οἰκονομεῖν, παρ’ καὶ τοὔνομα γεγονέναι, διὰ τὸ τῶν λήξεων ἄρχειν · λήξεις δ’εἰσὶν οἵτε κλῆροι καὶ αἱ οὐσίαι, ὡς καὶ Δείναρχος ἐν τῇ α καθ’Ἡγελόχου συνηγορίᾳ ὑπὲρ ἐπικλήρου. τὸ ἔγκλημα, καθ’ὃν λόγον φαμὲν καὶ λαχεῖν δίκην · Ἰσαῖος ἐν τῇ πρὸς Βοιωτὸν ἐφέσει. Ὑπερείδης κατὰ Δημάδου. Λητὴ πόλις ἐστὶ τῆς Μακεδονίας, μνημονεύει δὲ αὐτῆς πολλάκις Μαρσύας νεώτερος ἐν ς Μακεδονικῶν. Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος τῶντε παρόντων καθ’ἕνα ἡμῖν οὑτωσὶ καὶ πρὸς τὸν λίθον ἄγοντες καὶ ἐξορκοῦντες. ἐοίκασι δ’Ἀθηναῖοι πρός τινι λίθῳ τοὺς ὅρκους ποιεῖσθαι, ὡς Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ καὶ Φιλόχορος ἐν τῷ γ ὑποσημαίνουσιν. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. τὸ λίκνον πρὸς πᾶσαν τελετὴν καὶ θυσίαν ἐπιτήδειόν ἐστιν · τοῦτο οὖν φέρων λικνοφόρος λέγοιτ’ἄν. Δείναρχος Τυρρηνικῷ. μία τῶν καλουμένων Αἰόλου νήσων περὶ τὴν Σικελίαν Λιπάρα, ὡς Εὔδοξος ζ περιόδου. λογιστικὴ τέχνη · Ἰσοκράτης Βουσίριδι. λογισταὶ καὶ λογιστήρια · ἀρχή τις παρ’Ἀθηναίοις οὕτω καλουμένη · εἰσὶ δὲ τὸν ἀριθμὸν δέκα, οἳ τὰς εὐθύνας τῶν διῳκημένων ἐκλογίζονται ἐν ἡμέραις τριάκοντα, ὅταν τὰς ἀρχὰς ἀποθῶνται οἱ ἄρχοντες · Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. διείλεκται περὶ τούτων Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ, ἔνθα δείκνυται ὅτι διαφέρουσι τῶν εὐθύνων. μέμνηνται τῆς ἀρχῆς καὶ οἱ κωμικοί · Εὔπολις Πόλεσιν ἄνδρες λογισταὶ τῶν ὑπευθύνων χορῶν. λογιστήρια δ’ἐστὶ τὰ τῶν λογιστῶν ἀρχεῖα, ὡς Δείναρχος ἐν τῷ κατὰ Τιμοκράτους καὶ Ἀνδοκίδης ἐν τῷ περὶ τῶν μυστηρίων δηλοῦσιν. ὑφ’ἡμῶν ἱστορικὸς λεγόμενος · Ἰσοκράτης Βουσίριδι καὶ Ἡρόδοτος ἐν τῷ β. ἀντὶ τοῦ ἐπαίνου Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ὅτι Μακεδονίας ἐστὶ ποταμὸς ἄλλοιτε ἱστοροῦσι καὶ Ἑκαταῖος ἐν περιόδῳ Εὐρώπης. λουτροφόρος καὶ λουτροφόρειν · ἔθος ἦν τοῖς γαμοῦσι λουτρὰ μεταπέμπεσθαι ἑαυτοῖς κατὰ τὴν τοῦ γάμον ἡμέραν, ἔπεμπον δ’ἐπὶ ταῦτα τὸν ἐγγύτατα γένους παῖδα ἄρρενα, καὶ οὗτοι ἐλουτροφόρουν. ἔθος δὲ ἦν καὶ τῶν ἀγάμων ἀποθανόντων λουτροφόρον ἐπὶ τὸ μνῆμα ἐφίστασθαι · τοῦτο δὲ ἦν παῖς ὑδρίαν ἔχων. λέγει περὶ τούτων Δείναρχος ἔντε τῷ κατὰ Θεοδότου καὶ ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. ὅτι δὲ τὰ λουτρὰ ἐκόμιζον ἐκ τῆς νῦν μὲν Ἐννεακρούνου καλουμένης κρήνης, πρότερον δὲ Καλλιρρόης, Φιλοστέφανος ἐν τῷ περὶ κρηνῶν φησί. μέμνηνται δὲ τοῦ ἔθους οἱ κωμικοί. Ὑπερείδης ἐν τῷ πρὸς τὴν Δημέου γραφήν. δῆμός ἐστι τῆς Οἰνηΐδος Λουσιὰ, ἀφ’ἧς δημότης Λουσιεὺς, ὡς Διόδωρός φησιν. Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. ἓν τῶν παρ’Ἀθηναίοις γυμνασίων ἐστὶ τὸ Λύκειον, Θεόπομπος μὲν ἐν τῇ κά Πεισίστρατον ποιῆσαι, Φιλόχορος δ’ἐν τῇ δ Περικλέους φησὶν ἐπιστατοῦντος αὐτὸ γενέσθαι. Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον. Δίδυμός φησι τὰς ὑπὸ Λυκίου κατεσκευασμένας φιάλας, τοῦ Μύρωνος υἱοῦ, οὕτως εἰρῆσθαι. ἀγνοεῖν δὲ ἔοικεν γραμματικὸς ὅτι τὸν τοιοῦτον σχηματισμὸν ἀπὸ κυρίων ὀνομάτων οὐκ ἄν τις εὕροι γινόμενον, μᾶλλον δὲ ἀπὸ πόλεων καὶ ἐθνῶν · κλίνη Μιλησιουργής Κριτίας φησὶν ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ. μήποτ’οὖν γραπτέον καὶ παρ’Ἡροδότῳ ἐν τῇ ζ, ἀντὶ τοῦ προβόλους δύο Λυκοεργέας, Λυκιεργέας, ἵνα ὥσπερ παρὰ τῷ Δημοσθένει οὕτως ὀνομάζηται τὰ ἐν Λυκίᾳ εἰργασμένα. εἷς τῶν δέκα ῥητόρων, οὗ πάππος Λυκοῦργος νομοθέτης. ὄνομα κύριον, Λακεδαιμονίων ναύαρχος. Δημοσθένης ἐν τῷ περὶ τῶν ἀτελειῶν. ἦν δὲ Ἀριστείδου υἱὸς τοῦ δικαίου ἐπικληθέντος. ἕτερος δ’ἐστὶ Λυσίμαχος οὗ μνημονεύει Λυκοῦργος ἐν τῷ περὶ τῆς διοικήσεως ὡς εὐτελοῦς μελοποιοῦ.