Lexicon of the Ten Orators, Letter a

Harpocration

  1. Letter a
  2. Letter b
  3. Letter c
  4. Letter d
  5. Letter e
  6. Letter f
  7. Letter g
  8. Letter h
  9. Letter i
  10. Letter k
  11. Letter l
  12. Letter m
  13. Letter n
  14. Letter o
  15. Letter p
  16. Letter q
  17. Letter r
  18. Letter s
  19. Letter t
  20. Letter u
  21. Letter y
  22. Letter z
ὄνομα κύριον. λοιμοῦ δέ φασι κατὰ πᾶσαν τὴν οἰκουμένην γεγονότος ἀνεῖλεν Ἀπόλλων μαντευομένοις Ἕλλησίτε καὶ βαρβάροις τὸν Ἀθηναίων δῆμον ὑπὲρ πάντων εὐχὰς ποιήσασθαι. πρεσβευομένων δὲ πολλῶν ἐθνῶν πρὸς αὐτοὺς καὶ Ἄβαριν ἐξ Ὑπερβορέων πρεσβευτὴν ἀφικέσθαι λέγουσιν. δὲ χρόνος ἐν παραγέγονε διαφωνεῖται · Ἱππόστρατος μὲν γὰρ κατὰ τὴν νγ αὐτὸν Ὀλυμπιάδα λέγει παραγενέσθαι, δὲ Πίνδαρος κατὰ Κροῖσον τὸν Λυδῶν βασιλέα, ἄλλοι δὲ κατὰ τὴν κα Ὀλυμπιάδα. τὸν ἄβιον Ἀντιφῶν ἐπὶ τοῦ πολὺν τὸν βίον κεκτημένου ἔταξεν, ὡς Ὄμηρος ἄξυλον ὕλην λέγει τὴν πολύξυλον. οὗτος σατράπης ἦν Ἀρταξέρξουτοῦ Περσῶν βασιλέως. τούτου μνημονεύει Δημοσθένης, ἦν δὲ ζωγράφος ἐπιφανὴς, Εὐδήμου υἱὸς, τὸ δὲ γένος Σάμιος. τούτου μνημονεύει Λυκοῦργος ἐν τῷ περὶ διοικήσεως καὶ ἕτεροι. περὶ Ἀγασικλέους Ὑπερείδης λέγει. γέγραπται καὶ Δεινάρχῳ λόγος κατ’αὐτοῦ, ἐν δεδήλωται ὅτι Ἁλιμουσίους συνεδέκασε καὶ διὰ τοῦτο ξένος ὢν τῇ πολιτείᾳ ἐνεγράφη. τοῦτο πολλὰ σημαίνει. Ἰσαῖος δὲ ἀντὶ τοῦ φέρειν καὶ ἐνάγειν καὶ ἕλκειν ἔλαβεν ἐν τῷ οὕτως ἐπιγραφομένῳ ὑπὲρ Εὐμάθους εἰς ἐλευθερίαν ἀφαίρεσις, λέγων οὕτως ἔβλαψέ με Ξενοκλῆς ἀφελόμενος Εὐμάθην εἰς ἐλευθερίαν, ἄγοντος ἐμοῦ εἰς δουλείαν κατὰ τὸ ἐμὸν μέρος. καὶ πολλάκις ἐν τῷ λόγῳ ἐχρήσατο τῷ ὀνόματι ἐπὶ τῆς αὐτῆς ἐννοίας. Ἀντιφῶν δ’ἐν τῷ περὶ ἀληθείας φησὶ τοὺς νόμους μεγάλους ἄγοι ἀντὶ τοῦ ἡγοῖτο. τούτου πολλὴ χρῆσις. Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ, ὡς ἂν εἰ ἔλεγε τῶν πολλῶν σοφιστῶν καὶ πλανητῶν. μεταφορὰ ἀπὸ τῶν ἀγελαίων ζῴων, βόσκεται εἰς τύχοι χωρία, ἀπὸ τῶν ἰχθύων, οὓς διαβόσκεσθαί φασι ῥύδην καὶ ἀγεληδόν. ἀντὶ τοῦ ἄπαις παρ’Ἰσαίῳ ἐν τῷ ὑπὲρ Μενεκλέους κλήρου. οὗτος ἦν, ὡς Ξενοφῶν δηλοῖ, βασιλεὺς Λακεδαιμονίων ἐπιφανὴς καὶ γενναῖος, καὶ πολλὰ τῆς Ἀσίας κατεστρέψατο τοῖς Κύρῳ συναναβᾶσι χρησάμενος στρατιώταις. θυγάτηρ Κέκροπος. ἔστι δὲ καὶ ἐπώνυμον Ἀθηνᾶς. Ἀντιφῶν ἐν τῷ β ἀντὶ τοῦ ἁγνίζετε. Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην περὶ χωρίου. τοῦτον καὶ τοὺς συμπρεσβευτὰς αὐτοῦ φησὶν Ἀνδροτίων ἐν ε τῆς Ἀτθίδος καὶ Φιλόχορος ὡς ἑάλωσάντε καὶ ἀπέθανον ὑπὸ Λακεδαιμονίων. δῆμος τῆς Ἀκαμαντίδος φυλῆς · δημότης Ἀγνούσιος. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἀντὶ τοῦ ἀλογίστως καὶ ἀβούλως Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς. Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου περὶ τοῦ διαγράμματος οὗτοι πολλάκις ἀγορὰς ποιοῦνται. μήποτε ἀντὶ τοῦ συνόδους νῦν. σημαίνει δὲ καὶ ἕτερα τοὔνομα. οἱ τὰ κατὰ τὴν ἀγορὰν ὤνια διοικοῦντες ἄρχοντες · Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. Ἀριστοτέλης δ’ἐν Ἀθηναίων πολιτείᾳ κληροῦσθαί φησι ε μὲν εἰς Πειραιᾶ, ε δὲ εἰς ἄστυ. ἀντὶ τοῦ ὠνήσασθαι Ὑπερείδης ἐν τῷ Δηλιακῷ. εἶδός τι δίκης οὕτω καλουμένης κατὰ τῶν ὀφειλόντων μὲν τῷ δημοσίῳ καὶ διὰ τοῦτο ἐγγραφέντων, εἶτα πρὶν ἐκτῖσαι ἐξαλειφθέντων. διδάσκουσι δὲ τοῦθ’οὕτως ἔχειν Δημοσθένηςτε Δείναρχος ἐν τῷ κατὰ Θεοκρίνου καὶ Λυκοῦργος ἐν τῷ κατ’Ἀριστογείτονος, ἔτιτε Πυθέας ἐν τῇ πρὸς τὴν ἔνδειξιν ἀπολογίᾳ. Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου τοὺς σφόδρα ἐπτοημένους περὶ τὰ παιδικὰ καὶ χαλεποὺς παιδεραστάς φησι. καὶ ἄγριον κυβευτὴν Μένανδρος λέγει τὸν σφόδρα κυβεύειν ἐσπουδακότα. δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς, καὶ δημότης Ἀγρυλεύς, ἐπίρρημα δὲ τοπικὸν Ἀγρυλῆθεν. Δημοσθένης ἐν τῷ κατὰ Μειδίου χοροὺς ἱστάναι κατὰ τὰ πάτρια καὶ κνισᾶν ἀγυιᾶς. ἔνιοι μὲν ὀξύνουσι θηλυκῶς χρώμενοι, οἷον τὰς ὁδούς · βέλτιον δὲ περισπᾶν ὡς ἀπὸ τοῦ ἀγυιεύς. ἀγυιεὺς δέ ἐστι κίων εἰς ὀξὺ λήγων, ὃν ἱστᾶσι πρὸ τῶν θυρῶν, ὡς σαφὲς ποιοῦσιν Ἀριστοφάνηςτε ἐν Σφηξὶ καὶ Εὔπολις. ἰδίους δὲ εἶναι φασιν αὐτοὺς Ἀπόλλωνος, οἱ δὲ Διονύσου, οἱ δὲ ἀμφοῖν. ἔστιν οὖν τὸ ὁλόκληρον ἀγυιέας, καὶ κατὰ τὴν Ἀττικῶν διάλεκτον ἀγυιᾶς, καθὰ καὶ Στειριᾶς καὶ Μηλιᾶς καὶ τὰ παραπλήσια λέγουσιν ἐν συναλοιφῇ. Ἀριστοφάνης ἐν Ὄρνισι μηλοσφαγεῖντε βουθύτοις ἐπ’ἐσχάραις κνισᾶντ’ἀγυιᾶς. φασὶ δ’αὐτὸ ἴδιον εἶναι Δωριέων, ὡς δῆλον ποιεῖ Διευχίδας ἐν τῇ γ τῶν Μεγαρικῶν. εἶεν δ’ἂν οἱ παρὰ τοῖς Ἀττικοῖς λεγόμενοι ἀγυιεῖς οἱ πρὸ τῶν οἰκιῶν βωμοὶ, ὥς φασι Κρατῖνος καὶ Μένανδρος. καὶ Σοφοκλῆς ἐν τῷ Λαοκόωντι, μετάγων τὰ Ἀθηναίων ἔθη εἰς Τροίαν, φησὶ λάμπει δ’ἀγυιεὺς βωμὸς ἀτμίζων πυρὶ σμύρνης σταλαγμοὺς, βαρβάρων εὐοσμίας. δημαγωγὸς οὗτος οὐκ ἀφανής · Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. τὸ ἀγωνίζεσθαι Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. ἀντὶ τοῦ ἀγωνιζόμενοι παρὰ τῷ αὐτῷ ἐν τῷ Πανηγυρικῷ. ἀντὶ τοῦ ἀνενδεής παρ’Ἀντιφῶντι Ἀληθείας α. ἀντὶ τοῦ ἀδελφὸν καλεῖν παρ’Ἰσοκράτει ἐν Αἰγινητικῷ καὶ Ἑκαταίῳ τῷ Μιλησίῳ ἐν β Γενεαλογιῶν καὶ Στράττιδι καὶ Ἀπολλοφάνει ἐν Ἰφιγέροντι. ἀπορούσης. Λυσίας λέγει ἐν τῇ ὑπὲρ Εὐκρίτου διαμαρτυρίᾳ, εἰ γνήσιος λόγος, καὶ ἀδηφάγον πεντηκόντορον Φίλιστος · λέγοιεν δ’ἂν τὰς ἐντελομίσθους καὶ πολλὰ ἀναλισκούσας. ἔοικε δὲ ἐκ μεταφορᾶς τῶν ἵππων τῶν τελείων καὶ ἀγωνιστῶν λέγεσθαι, οἵτινες εἰώθασιν ἔδμεναι ἄδδην κατὰ τὸν ποιητήν. Ἀλκαῖος δὲ ἐν τῇ κωμῳδοτραγῳδίᾳ τοὺς πότας λύχνους ἀδηφάγους εἶπεν. τὸ μήπω διεστηκὸς μη δὲ διακεκριμένον Ἀντιφῶν εἶπεν. οἷον ἀδικήματος. ἔστι δὲ ὄνομα δίκης. ἀποτίνυται δὲ τοῦτο ἁπλοῦν, ἐὰν πρὸ τῆς θ πρυτανείας ἀποδοθῇ · εἰ δὲ μὴ, διπλοῦν καταβάλλεται. δοκιμασθῆναι τὸ εἰς ἄνδρας ἐγγραφῆναι, καὶ ἀδοκίμαστος μήπω ἐγγεγραμμένος παρὰ Λυσίᾳ ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς, εἰ γνήσιος. οἱ μὲν τὴν αὐτὴν λέγουσι τῇ Νεμέσει, λαβεῖντε τοὔνομα ἀπὸ Ἀδράστου τοῦ Ταλαοῦ νεμεσηθέντος ἐφ’οἷς τῶν Θηβαίων κατηλαζονεύσατο, εἶτα ἔκ τινων μαντειῶν ἱδρυσαμένου ἱερὸν Νεμέσεως, προσαγορευθῆναι μετὰ ταῦτα Ἀδραστείας, ὡς Ἀντίμαχος ἐν τούτοις δηλοῖ · ἔστι δέ τις Νέμεσις μεγάλη θεὸς, τάδε πάντα πρὸς μακάρων ἔλαχεν. βωμὸν δέ οἱ εἵσατο πρῶτος Ἄδρηστος ποταμοῖο παρὰ ῥόον Αἰσήποιο, ἔνθα τετίμηταίτε καὶ Ἀδρήστεια καλεῖται. ἔνιοι μέντοι ὡς διαφέρουσαν συγκαταλέγουσιν αὐτὴν τῇ Νεμέσει, ὡς Μένανδρος καὶ Νικόστρατος. Δημήτριος δὲ Σκήψιος Ἄρτεμίν φησιν εἶναι τὴν Ἀδράστειαν, ὑπὸ Ἀδράστου τινὸς ἱδρυμένην. Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. οἱ ἐντὸς τριῶν μνῶν κεκτημένοι, τὸ δὲ σῶμα πεπηρωμένοι. ἐλάμβανον δὲ οὗτοι δοκιμασθέντες ὑπὸ τῆς βουλῆς β ὀβολοὺς τῆς ἡμέρας ἑκάστης, ὀβολὸν, ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ, ὡς δὲ Φιλόχορός φησιν, θ δραχμὰς κατὰ μῆνα. ἔστι δὲ καὶ λόγος τις, ὡς λέγεται, Λυσίου περὶ τοῦ ἀδυνάτου, ἐν ὡς ὀβολὸν λαμβάνοντος μέμνηται. ἀντὶ τοῦ ἕως παρ’Ἀντιφῶντι Σαμοθρᾳκικῷ. πολλὴ δὲ χρῆσις αὐτοῦ. καὶ Θουκυδίδης ἐν τῷ προοιμίῳ οὕτως ἤρξατο οὕτω μὲν οὖν μοι δεῦρ’ἀεὶ τείνει λόγους. ἀνεπιστήμων. τὸ ἀεὶ λόγον καὶ εὐθύνας ὑπέχειν. οὕτω Δημοσθένης καὶ Ἰσαῖος. Ἀντιφῶν τὴν ἀϊδιότητα καὶ τὸ ἐπὶ τῶν αὐτῶν ἀεὶ ἑστάναι, ὥσπερ καὶ εὐεστὼ εὐδαιμονία καλεῖται. ἀντὶ τοῦ ἄφρακτον καὶ πανταχόθεν καθορώμενον Λυσίας. τῶν οἰκοδομημάτων τὸ κατὰ τὸν ὄροφον, τινες ἀέτωμα καλοῦσιν. Ἀριστοφάνης Ὄρνισι τὰς γὰρ ὑμῶν οἰκίας ἐρέψομεν πρὸς ἀετόν. Ἀζηνία δῆμός ἐστι φυλῆς τῆς Ἱπποθωντίδος, καὶ δημότης Ἀζηνιεύς · Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. τὸ ζήτησιν καὶ κατηγορίαν ἔχειν κεκωλυμένον παρ’Αἰσχίνῃ ἐν τῷ κατὰ Κτησιφῶντος. ἀντὶ τοῦ ἀθέατος παρ’Ἀντιφῶντι ἐν τῷ περὶ ὁμονοίας. Ἀθηναῖος τῷ γένει, στρατιώτης · Δημοσθένης ἐν τῷ κατ’Ἀριστοκράτους. Ἀθμονία δῆμός ἐστι φυλῆς τῆς Κεκροπίδος, ἀφ’οὗ δημότης Ἀθμονεύς. Αἰγέως ἡρῷον ἐν Ἀθήναις · Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου. Δημοσθένης ἐν τῷ ἐπιταφίῳ, εἰ γνήσιος. Αἰγηῒς φυλὴ ὠνομάσθη ἀπὸ Αἰγέως τοῦ Πανδίονος, ἔνθεν οἱ φυλέται Αἰγεῖδαι. αἰγίδας ἐκάλουν τὰ ἐκ τῶν στεμμάτων δίκτυα · Λυκοῦργος ἐν τῷ περὶ τῆς διοικήσεως καὶ Νυμφοδωρος. Ἡρόδοτος δ’ἐν δ ταύτας φησὶν ὑπὸ Λιβύων αἰγέας καλεῖσθαι. Ὑπερείδης. Αἰγιλία δῆμός ἐστι φυλῆς Ἀντιοχίδος, ἔνθεν δημότης Αἰγιλιεύς. ἀντὶ τοῦ μεταπεισθῆναι Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς, εἰ γνήσιος, καὶ Δημοσθένης ἐν τῇ πρὸς Ναυσίμαχον καὶ Ξενοπείθην. ἐν δὲ τῷ κατ’Ἀριστοκράτους οὗτος ἀντὶ τοῦ ἐξιλάσασθαι καὶ πεῖσαι. δῆμός ἐστιν Αἰθαλίδαι τῆς Λεοντίδος φυλῆς, ἧς δημότης Αἰθαλίδης. ὄνομα χωρίου ἐν Εὐβοίᾳ. εἶδος δίκης ἐστὶν ἰδιωτικῆς ἐπὶ πληγαῖς λαγχανομένης, ἧς τὸ τίμημα ἐν τοῖς νόμοις οὐκ ἔστιν ὡρισμένον, ἀλλ’ μὲν κατήγορος τίμημα ἐπιγράφεται ὁπόσου δοκεῖ ἄξιον εἶναι τὸ ἀδίκημα, οἱ δὲ δικασταὶ ἐπικρίνουσιν. Δημοσθένης ἐν τῷ κατ’Ἀριστοκράτους. Αἶνος πόλις τῆς Θρᾴκης. Ὅμηρος ὃς ἂρ Αἰνόθεν εἰληλούθει. Ἔφορος δ’ἐν τῇ δ περὶ Θρᾳκίων πολισμάτων λέγων φησὶν ἐχομένη δὲ τούτων Αἶνος πόλις, ἣν Ἕλληνες τὰ πρῶτα Ἀλωπεκοννήσιοι κατῴκισαν, ὕστερον δ’ἐκ Μυτιλήνης ἐπηγάγοντο καὶ Κύμης ἐποίκους. Ἰσαῖος ἐν τῷ πρὸς Μέδοντα περὶ χωρίου. Αἰξωνῆς δῆμος φυλῆς τῆς Κεκροπίδος. ἐκωμῳδοῦντο δὲ ὡς βλάσφημοι, ἀφ’οὗ καὶ τὸ κακῶς λέγειν αἰξωνεύεσθαι ἔλεγον · Μένανδρος ἐν Κανηφόρῳ. Πλάτων δ’ἐν τῷ περὶ ἀνδρείας φησὶν οὐδὲν ἐρῶ πρὸς ταῦτά γ’ἔχων εἰπεῖν, μή με εἴπῃς Αἰξωνέα εἶναι. τρία ὑπῆρχον γυμνάσια, Λύκειον, Κυνόσαργες, Ἀκαδήμεια. ἐκλήθη δὲ ἀπὸ τοῦ καθιερώσαντος αὐτὸ Ἀκαδήμου. Δημοσθένης ἐν τῷ πρὸς Βοιωτὸν περὶ τοῦ ὀνόματος ἐν Ἀκαμαντίδι φυλῇ γεγονώς. μία αὕτη τῶν ι φυλῶν, ἀπὸ Ἀκάμαντος τοῦ Θησέως. ἀντὶ τοῦ μικρὸν οὐδὲν παρ’Ἀντιφῶντι. Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. Περσικὸν ξίφος ἐστί. καὶ Ἀναξιμένης ἐν α τῶν περὶ Ἀλέξανδρον. πόλις αὕτη ἐν Φοινίκῃ · Δημοσθένης ἐν τῷ πρὸς Κάλλιππον. ἣν Νικάνωρ περὶ μετονομασιῶν γεγραφὼς καὶ Καλλίμαχος ἐν τοῖς ὑπομνήμασι τὴν νῦν Πτολεμαΐδα καλουμένην φασὶν εἶναι · Δημήτριος δὲ ἰδίως τὴν ἀκρόπολιν τῆς Πτολεμαΐδος πρότερον Ἄκην ὠνομάσθαι φησίν. ἀντὶ τοῦ τὰ τῶν νέων πράττεις Ὑπερείδης ἐν τῷ κατὰ Μαντιθέου, Λυσίας ἐν τῷ πρὸς Νίκαρχον τὸν αὐλητὴν, εἰ γνήσιος. ἀντὶ τοῦ ἀδιάκριτος Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἀντὶ τοῦ ὑπακούειν Ἀντιφῶν ἐν τῷ κατὰ Φιλίνου. ἰδίως ἐπιθαλαττίδιός τις μοῖρα τῆς Ἀττικῆς · Ὑπερείδης ἐν τῷ περὶ τοῦ ταρίχους · ὅθεν καὶ Ἀκτίτης λίθος. ἐκάλουν δὲ οὕτω καὶ τὴν Ἀττικὴν οἱ μὲν ἀπό τινος Ἀκταίωνος βασιλέως, οἱ δὲ διὰ τὸ τὴν πλείω τῆς χώρας ἐπιθαλάττιον εἶναι. Ὑπερείδης ἐν τῷ περὶ τοῦ Πολύευκτον στρατηγεῖν. Ἄκτια ἀγὼν παλαιὸς ἦν, ὡς δῆλον ποιεῖ Καλλίμαχος ἐν τῷ περὶ ἀγώνων. αἱ θῆκαι τῶν ἀλαβάστων, ἃς ἐν τῇ συνηθείᾳ μυροθήκας καλοῦσι · Δημοσθένης ἐν τῷ παραπρεσβείας. ἀλάβαστοι δ’εἰσὶ λήκυθοι ὧν οὐκ ἔστι λαβέσθαι διὰ λειότητα. ὄνομα δήμου. οὗ μηδέποτ’ἄν τις ἐπιλάθοιτο · Δημοσθένης ὑπὲρ Κτησιφῶντος. πολὺ δὲ τοὔνομα ἐν τῇ τραγῳδίᾳ. ἉλΕΑΣ · Δημοσθένης ἐν τῷ παραπρεσβείας. ἔστι δὲ πόλις Θεσσαλική. οἱ δὲ πολῖται Ἁλεῖς. Δημοσθένης ἐν ς Φιλιππικῶν Φησὶν ἡνίκα ἦλθεν Ἀλέξανδρος τούτων πρόγονος περὶ τούτων κῆρυξ. οὗτός ἐστιν ἐπικαλούμενος Φιλέλλην, υἱὸς μὲν Ἀμύντου, πατὴρ δὲ Περδίκκου, ἐστρατεύετο δὲ ὑπὸ Μαρδονίῳ, ἀφ’οὗ καὶ ἐπέμφθη ἐπὶ γῆς καὶ ὕδατος αἴτησιν πρὸς Ἀθηναίους · οἱ δὲ οὐχ ὅπως αὐτῷ προσέσχον τὸν νοῦν, ἀλλὰ καὶ σφόδρα ἀπειλήσαντες ἀπέπεμψαν. ἕτερος δ’ἐστὶν Ἀλέξανδρος καὶ αὐτὸς Μακεδόνων βασιλεὺς, ἀδελφὸς Φιλίππου πρεσβύτερος, περὶ οὗ Δημοσθένης ἐν τῷ παραπρεσβείας φησὶ καίτοι τῶν ἀποκτεινάντων Ἀλέξανδρον ἦν τὸν ἀδελφὸν τοῦ Φιλίππου οὗτος Ἀπολλοφάνης. ἄλλος δ’ἐστὶν Ἀλέξανδρος Θετταλὸς, περὶ οὗ πάλιν Δημοσθένης ἐν τῷ κατ’Ἀριστοκράτους τί δ’Ἀλέξανδρον ἐκεῖνον τὸν Θετταλόν; οὗτος δὲ Φεραῖος μέν ἐστι, συνεμάχησαν δ’αὐτῷ Ἀθηναῖοι κατὰ Θηβαίων, ὅτε δέσμιος ἦν παρ’αὐτῷ Πελοπίδας. ἄλλος δὲ Ἀλέξανδρος Μολοττὸς, ἀδελφὸς Ὀλυμπιάδος τῆς Φιλίππου γυναικὸς, οὗ πάλιν Δημοσθένης μνημονεύει ἐν ζ Φιλιππικῶν, εἰ γνήσιος λόγος. ἁλίπεδον τινες τὸν Πειραιᾶ φασίν. ἔστι δὲ καὶ κοινῶς τόπος ὃς πάλαι μὲν ἦν θάλασσα, αὖθις δὲ πεδίον ἐγένετο. διὸ καὶ δασύνεται πρώτη · ἔστι γὰρ οἷον ἁλὸς πεδίον. ἤτοι ὁμαλὸν πεδίον καὶ τετριμμένον καὶ οἷον ἀληλεσμένον, ὡς Ἀριστοφάνης Δαιταλεῦσιν διὰ ψιλοῦ ἐν ἀλιπέδῳ. ἔνιοι δὲ φασιν ὅτι τὸ παραθαλάσσιον πεδίον οὕτω λέγεται. τινὲς δέ φασι παρὰ τὸ ἀλινδεῖσθαι ἵππους ἐν αὐτῷ δύνασθαι, ἐστι κονίσασθαι, οὕτως ὀνομασθῆναι. Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει. Ἁλιμοῦς δῆμος τῆς Λεοντίδος φυλῆς, καὶ οἱ δημόται Ἁλιμούσιοι. ὄνομα κύριον, υἱὸς Ποσειδῶνος · Δημοσθένης ἐν τῷ κατ’Ἀριστοκράτους. Μολοττῶν βασιλεύς · Ἰσαῖος ἐν τῷ περὶ τῶν ἐν Μακεδονίᾳ ῥηθέντων. ἀλλὰ καὶ ὑποστράτηγος ἄλλος Ἀλεξάνδρου. Κλεινίου. ἦν δὲ καὶ ἕτερος, πρόπαππος τοῦ προειρημένου, ὅν φησι Λυσίας ἐν τῷ κατ’Ἀλκιβιάδου λιποταξίου, εἰ γνήσιος λόγος, αὐτόντε καὶ τὸν πατρὸς πρὸς μητρὸς πάππον δὶς ἐξοστρακισθῆναι. ἄλλος δέ ἐστιν Ἀλκιβιάδης οὗ μνημονεύει Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ · μνημονεύουσι δ’αὐτοῦ καὶ τῶν ἄλλων ῥητόρων τινὲς καὶ οἱ κωμικοί. ἔστι δὲ Φηγούσιος, Ἀλκιβιάδου ξένος. Δημοσθένης ἐν τῷ κατ’Εὐέργου καὶ Μνησιβούλου. στρατηγὸς οὗτός ἐστιν, Ἀναγυράσιος τῶν δήμων, στρατηγήσας ἐν τῷ πρὸς Φίλιππον πολέμῳ. ἕτερος δέ ἐστιν Ἀλκίμαχος Μακεδὼν, οὗ μνημονεύει Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου οὕτως Ἀλκίμαχον καὶ Ἀντίπατρον Ἀθηναίους καὶ προξένους ἐποιησάμεθα. Ἀναξιμένης δὲ ἐν τῇ β τῶν περὶ Ἀλέξανδρον ἀνέγραψεν αὐτοῦ δημηγορίαν, πρὸς ἣν ἀντειπεῖν φησὶ Δημοσθένην. γένος ἐπιφανὲς Ἀθήνησιν ἀπὸ Ἀλκμαίωνος. τὸ μηδένα ἔχειν λόγον, ἀλλ’ἀλογιστὶ πράττειν Δημοσθένης ἐν τῷ κατ’Ἀριστοκράτους καὶ Πλάτων. μήποτε οἱ μήπω ἐξειλεχότες τὸ ἐπιβάλλον ἑαυτοῖς κατὰ τὴν ἐκ τῆς περιόδου τάξιν τῶν ὀνομάτων τῶν εἰς τὸν ἔρανον ἐκφερομένων. Δείναρχος ἐν τῷ κατὰ τῶν Πατροκλέους παίδων ἐρανικῷ. νησύδριον ἐν τῷ Αἰγαίῳ πελάγει · Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος, ὡς καὶ Ἀρχέμαχος ἐν δ τῶν Εὐβοϊκῶν. μνημονεύει δὲ τῆς ἀμφισβητήσεως τῆς περὶ Ἁλοννήσου καὶ Θεόπομπος ἐν δ καὶ Ἀναξιμένης ἐν δ Φιλιππικῶν. Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. Κερκυόνος θυγάτηρ, ἐξ ἧς καὶ Ποσειδῶνος Ἱπποθῶν τῆς Ἱπποθωντίδος φυλῆς ἐπώνυμος, ὡς Ἑλλάνικόςτε ἐν β Ἀτθίδος καὶ Εὐριπίδης ἐν τῷ ὁμωνύμῳ δράματι καὶ Δείναρχος ἐν τῇ διαδικασίᾳ Φαληρέων. πορφυροπωλικὴ ὑφ’ἡμῶν λεγομένη · Ἰσαῖος ἐν τῷ κατ’Ἐλπαγόρου καὶ Δημοφάνους. Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας. ἑορτή ἐστιν Ἀττικὴ τὰ Ἁλῶα, ἥν φησι Φιλόχορος ὀνομασθῆναι ἀπὸ τοῦ τότε τοὺς ἀνθρώπους τὰς διατριβὰς ποιεῖσθαι περὶ τὰς ἅλως. ἄγεσθαι δὲ αὐτήν φησιν ἐν τῷ περὶ ἑορτῶν Ποσειδεῶνος μηνός. δῆμος τῆς Ἀντιοχίδος · δὲ δημότης Ἀλωπεκεύς καὶ Ἀλωπεκῆθεν. πόθεν δὲ ὠνομάσθησαν Φιλόχορος ἐν γ δηλοῖ. πόλις τῶν ἐν Χερρονήσῳ. Ἰσοκράτης Φιλίππῳ. δύο γεγόνασιν οὗτοι, πατὴρ καὶ υἱὸς, ὃς καὶ Φιλίππῳ συμμαχήσων ἦλθεν εἰς τὸν πρὸς Κερσοβλέπτην πόλεμον. ἀμφοτέρων μέμνηται Θεόπομπος ἐν τῇ ια τῶν Φιλιππικῶν. Ἰσαῖος ἐν τῷ πρὸς Διοκλέα. περὶ τῆς Ἀμαζόνων ἀφιερώσεως Ἀθήνησιν Ἀμμώνιος διείλεκται ἐν τῷ περὶ βωμῶν καὶ θυσιῶν. ἔστι δὲ ἱερὸν Ἀμαζόνες ἱδρύσαντο. δῆμος τῆς Ἱπποθωντίδος φυλῆς. δημότης Ἁμαξαντεύς. τὸ ἀμβλωθὲν βρέφος. πόλις ἐν τῷ Ἀμβρακικῷ κόλπῳ, ἄποικος Κορινθίων. Ἰσαῖος Τεμενικῷ. οἱ σὺν ἵπποις στρατευόμενοι. ἔνιοι δέ φασιν ὅτι ζεύγνυνταί τινες πρὸς ἀλλήλους ἵπποι κέλητες, δ’ἐλαύνων αὐτοὺς τὸν ἕτερον μὲν παρέλκεται, ἐπὶ δὲ τοῦ ἑτέρου ὀχεῖται. οὗτοι ἅμιπποι λέγονται. τοῦτ’ἔστι τὸ παρ’Ὁμήρῳ θρώσκων ἄλλοτ’ἐπ’ἄλλον. πεζοὶ δ’εἰσὶν οἱ ἅμιπποι, ὡς δῆλόν ἐστιν ἐκ τῶν Θουκυδίδου καὶ Ξενοφῶντος ἐν τῇ ζ τῶν Ἑλληνικῶν. καὶ μήποτε πρόδρομοί τινές εἰσιν οἱ ἅμα τοῖς ἱππεῦσι τεταγμένοι · Φιλόχορος γοῦν ἐν τῇ ις φησὶ καὶ προδρόμους. τοῦ Ἄμμωνος ἱερὰ τριήρης · Δείναρχος ἐν τῷ κατὰ Ἱμεραίου. Πισσούθνου νόθος υἱός ἐστιν. ἔστι παραπλήσιόν τι βύσσῳ · Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. μνημονεύουσι δὲ οἱ κωμικοὶ πολλάκις τῶν ἀμοργίνων, ὡς καὶ Ἀριστοφάνης Λυσιστράτῃ καὶ Εὔπολις Πόλεσιν. ἀντὶ τοῦ ἀγνοεῖν ἐνδοιάζειν περὶ τῆς γνώσεως, ὡς καὶ Λυσίας ἐν τῷ πρὸς Αἰσίωνα περὶ τῆς τῶν βιβλίων κλοπῆς, εἰ γνήσιος λόγος. εἰσὶ περισκελίδες τινές · Ἀριστοφάνης Θεσμοφοριαζούσαις. ἰδίως δὲ Λυσίας ἐν τῷ κατ’Εὐθυδίκου φησὶν οὐ δυνάμενος δ’ἐκβαλεῖν διὰ τὸ ἀμφιδέαις δεδέσθαι τὰς θύρας. Λυσίας ἐν τῷ περὶ τῆς ἀμβλώσεως, εἰ γνήσιος λόγος. ἡμέρα τις ἤγετο ἐπὶ τοῖς νεογνοῖς παιδίοις, ἐν τὸ βρέφος περὶ τὴν ἑστίαν ἔφερον τρέχοντες, καὶ ὑπὸ τῶν οἰκείων καὶ φίλων πουλύποδας καὶ σηπίας ἐλάμβανον. συνέδριόν ἐστιν Ἑλληνικὸν, συναγόμενον ἐν Θερμοπύλαις. ὠνομάσθη δὲ ἤτοι ἀπὸ Ἀμφικτύονος τοῦ Δευκαλίωνος, ὅτι αὐτὸς συνήγαγε τὰ ἔθνη βασιλεύων, ὥς φησι Θεόπομπος ἐν η ταῦτα δ’ἦν ιβ, Ἴωνες Δωριεῖς Περραιβοὶ Βοιωτοὶ Μάγνητες Ἀχαιοὶ Φθιῶται Μηλιεῖς Δόλοπες Αἰνιᾶνες Δελφοὶ Φωκεῖς, ἀπὸ τοῦ περιοίκους εἶναι τῶν Δελφῶν τοὺς συναχθέντας, ὡς Ἀναξιμένης ἐν α Ἑλληνικῶν. Ἀντιφῶν περὶ τοῦ Λινδίων φόρου. πόλις αὕτη τῆς Θρᾴκης. πρότερον δὲ Ἐννέα ὁδοὶ ἐκαλεῖτο, ὡς Ἀνδροτίων ἐν ιβ Ἀτθίδος. Μαρσύας δ’ἐν Μακεδονικοῖς διὰ τὸ περιοικεῖσθαι τὸν τόπον Ἀμφίπολιν ὠνομάσθαι, πρότερον Ἄκραν καλουμένην · οἱ δὲ Ἄρεος πόλις. ἀμφισβητεῖν καὶ παρακαταβάλλειν · οἱ τῶν κλήρων ἐπιδικαζόμενοι ἀμφισβητεῖν παρακαταβάλλειν λέγονται, οἱ μὲν οὐ φάσκοντες ἐπίδικον εἶναι τὸν κλῆρον ὡς ὄντος παιδὸς τῷ τετελευτηκότι γόνῳ ποιήσει, οἱ δὲ ὡς ἄπαιδος τελευτήσαντος δικαιότερον λέγοντες ἔχειν αὐτοὺς τὸν κλῆρον τοῦ λαχόντος, συγγενεῖς ὄντες κατὰ διαθήκας κληρονόμοι. οὕτω Δημοσθένης καὶ Ὑπερείδης περὶ τοῦ παρακαταβάλλειν διεσάφησαν. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. πόλις τῆς Λοκρίδος. Ἀριστοτέλης ἐν τῇ Ὀπουντίων πολιτείᾳ οὕτω λέγει Ἀνδραίμων δὲ ἦν οἰκιστὴς, Ἄμφισσαν δ’ὠνόμασαν διὰ τὸ περιέχεσθαι τὸν τόπον ὄρεσιν. Δημοσθένης ἐν τῷ κατὰ Διονυσοδώρου. ὅταν τις ναυτικὸν δανείσῃ δάνειον ἐπὶ τῷ καὶ ἐνθένδε πλεῦσαί ποι κἀκεῖθεν ἐνθάδε, τοῦτο ἀμφοτερόπλουν καλεῖται. ἀντὶ τοῦ ἑνί γέ τῳ τρόπῳ Λυσίας ἐν τῷ κατ’Ἀρισταγόρου ἐνδείξεως, εἰ γνήσιος. ἀντὶ τοῦ εἰς ἀναβολὰς καθίστησι καὶ οἱονεὶ ἀναβάλλεται Δημοσθένης Φιλιππικοῖς. τὸ μηνύειν τὸν πεπρακότα καὶ ἐπ’ἐκεῖνον ἰέναι Λυσίας ἐν τῷ πρὸς Βοίωνα, εἰ γνήσιος, καὶ Δείναρχος. Αἰσχίνης κατὰ Κτησιφῶντος. διὰ μὲν τοῦ α τοὺς ἀνάγνους · ἐὰν δὲ ἐναγεῖς, τοὺς ἐν τῷ ἄγει, τουτέστιν ἐν τῷ μιάσματι. ἀντὶ τοῦ ἀναπειθόμενος Ἀντιφῶν, Ἰσαῖος, Ηρόδοτος ἐν α. ἀντὶ τοῦ δεσμωτήριον Ἰσαῖος ἐν τῷ πρὸς Ἕρμωνα καὶ Ξενοφῶν Ἑλληνικαῖς. Καλλισθένης δὲ ἀνώγεων εἶπεν, δεῖ μᾶλλον λέγεσθαι. Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. δῆμός ἐστιν Ἀναγυροῦς τῆς Ἐρεχθηΐδος φυλῆς, ἔνθεν δημότης Ἀναγυράσιος. τὸ ἄνωθεν δικάσασθαι · οὕτως Ἰσαῖος. ἐντεῦθεν καὶ τὸ ἀνάδικοι κρίσεις, αἱ ἄνωθεν δικαζόμεναι, ὅταν ἁλῶσιν οἱ μάρτυρες ψευδομαρτυριῶν. Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας ἀναθέσθαι δὲ ὥσπερ πεττὸν τὸν βίον οὐκ ἔστιν ἀντὶ τοῦ ἄνωθεν βιῶναι μετανοήσαντας ἐπὶ τῷ προτέρῳ βίῳ. εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν πεττευομένων · Πλάτων ἐν Ἱππάρχῳ φιλοκερδεῖ. ἀντὶ τοῦ ἀναληφθεὶς καὶ τραφεὶς παρ’Ἰσοκράτει Φιλίππῳ. κοινῶς μὲν τὸ ἀρνεῖσθαι, ἰδίως δὲ ἐπὶ τῶν κατὰ τοὺς γάμους καὶ τὰ ἀφροδίσια λέγεται · Δημοσθένης ἐν τῇ ὑπὲρ Φιρμίωνος παραγραφῇ, Πλάτων Φάωνι, Μένανδρος Σικυωνίῳ. Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους. δῆμος φυλῆς Ἱπποθωντίδος Ἀνάκαια. δῶρα διδόμενα ταῖς νύμφαις παράτε τοῦ ἀνδρὸς καὶ τῶν οἰκείων καὶ φίλων, ὅταν τὸ πρῶτον ἀνακαλύπτωνται ὥστε ὁραθῆναι τοῖς ἀνδράσι. καλεῖται δὲ τὰ αὐτὰ καὶ ἐπαύλια. ταῦτα δ’εἰσὶ τὰ παρ’ἡμῖν θεώρετρα. Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. ἱερὸν τῶν Διοσκούρων. ἐξέτασις ὑφ’ἑκάστης ἀρχῆς γινομένη πρὸ τῶν δικῶν περὶ τῶν συντεινόντων εἰς τὸν ἀγῶνα. ἐξετάζουσι δὲ καὶ εἰ ὅλως εἰσάγειν χρή. πολλάκις δέ ἐστι παρὰ τοῖς ῥήτορσιν, ὥσπερ καὶ Λυσίας ἐν τῷ πρὸς Ἀριστόδημον. ἄνακτες καὶ ἄνασσαι · Ἰσοκράτης Εὐαγόρᾳ. ἔοικε δ’ ῥήτωρ ἔθους τινὸς ἐν Κύπρῳ μνημονεύειν. Ἀριστοτέλης γοῦν ἐν τῇ Κυπρίων πολιτείᾳ φησὶ καλοῦνται δὲ υἱοὶ μὲν καὶ ἀδελφοὶ τοῦ βασιλέως ἄνακτες, αἱ δὲ ἀδελφαὶ καὶ γυναῖκες ἄνασσαι. σοφιστὴς, Ἡγησιβούλου υἱὸς Κλαζομένιος, Ἀναξιμένους μαθητὴς Μιλησίου. νοῦς δ’ἐπεκαλεῖτο, ἐπεὶ ὕληντε καὶ νοῦν πάντων φρουρὸν εἶπεν. οὗτός ἐστιν τὸν ἥλιον μύδρον εἰπὼν διάπυρον. Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου. Λακεδαιμονίων δὲ ἦν στρατηγός. ἀντὶ τοῦ ἐξεταζόμενα, ἀντὶ τοῦ ἄνωθεν τὰ αὐτὰ πολλάκις λεγόμενα πραττόμενα Ἀντιφῶν Ἀληθείας α. ἀπειλησάμενος · Δημοσθένης κατ’Ἀριστογείτονος. ἀντὶ τοῦ ἄνωθεν συντάξας Ὑπερείδης κατὰ Πολυεύκτου. ἀντὶ τοῦ ἄνευ ἄτης, ἄνευ κακοῦ Ἰσαῖος ἐν τῷ πρὸς Ἀπολλόδωρον. Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Ἀνάφλυστος δῆμος τῆς Ἀντιοχίδος. ἔνιοι δὲ ὡς πόλεως τῆς Ἀναφλύστου μνημονεύουσιν. τὸ ἀναφέρειν τὴν αἰτίαν τῶν ἁμαρτηθέντων ἐπ’ἄλλους Δημοσθένης ὑπὲρ Κτησιφῶντος. Ὑπερείδης ἐν τῷ κατὰ Κόνωνος. τὰ χείλη τῶν ποταμῶν ἄνδηρα λέγουσι διὰ τὸ ἀεὶ ἔνικμα καὶ διερὰ εἶναι. οἱ δὲ τὰ χώματα διὰ τὸ ἄνω καὶ καθύπερθε τῶν διερῶν εἶναι · ὧν καὶ Ὑπερείδης. Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου ἔπειτα τὸν Ἑρμῆν τὸν Ἀνδοκίδου καλούμενον οὐκ Ἀνδοκίδου, ἀλλ’Αἰγηΐδος φυλῆς εἶναι ἀνάθημα. καὶ αὐτὸς Ἀνδοκίδης ἐν τῷ περὶ τῶν μυστηρίων ὅτι τῆς Αἰγηΐδος εἴη τὸ ἀνάθημα εἴρηκεν, ὥστε Δοῦρις αὐτοσχεδιάζει Ἀνδοκίδου αὐτὸ εἶναι λέγων. νῦν λεγόμενος σωματέμπορος, παρὰ τὸ καπηλεύειν τὰ ἀνδράποδα, ἐστι πιπράσκειν · Ἰσαῖος ἐν τῷ πρὸς Ἔρμωνα. Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος θαυμάζω δ’ἐγὼ εἰ τοὺς ἀνδραποδιστὰς, τῶν οἰκετῶν ἡμᾶς ἀποστεροῦντα μόνον, θανάτῳ ζημιοῦμεν. τῶν ἀνδρῶν ἡλικία · Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. τὸ ἁρπάζειν ἄνδρας ἔκ τινος πόλεως · ἠνεχύραζον γὰρ τὴν ἔχουσαν πόλιν τὸν ἀνδροφόνον καὶ μὴ προϊεμένην αὐτὸν εἰς τιμωρίαν. Δημοσθένης κατ’Ἀριστοκράτους. λέγει δὲ καὶ οὐδετέρως τὸ ἀνδρολήψιον ἐν τούτῳ. Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ. Ἄνδρωνά φησιν εἶναι Κρατερὸς ἐν ε τῶν Ψηφισμάτων τὸν γράψαντα τὸ ψήφισμα τὸ περὶ Ἀντιφῶντος τοῦ ῥήτορος. ἦν δὲ εἷς τῶν υὁ Ἄνδρων. Δημοσθένης ἐν τῷ κατ’Ἀνδροτίωνος φησὶν, ἀσαφῶς δ’αὐτοῦ ἔχοντος καὶ ἐλλιπῶς ἄλλοι ἄλλως ἐξηγοῦνται. ἐν δὲ τοῖς Ἀττικιανοῖς διττὴ ἦν γραφὴ, μὲν οὕτως ἀνελοῦσα γὰρ τὸν νόμον τοῦτον ἐχειροτόνησεν αὐτήν ἀντὶ τοῦ παραβᾶσα γὰρ τοῦτον τὸν νόμον διαχειροτονίαν περὶ αὐτῆς ἔδωκεν, εἰ χρὴ στεφανοῦν αὐτὴν, δ’ἄλλη ἀνελοῦσα γὰρ τὸν νόμον τοῦτον ἐχειροτόνησε λαβοῦσα ἐκεῖνον αὐτῇ. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. οὗτος τὸ γένος Θηβαῖος. Ὑπερείδης ἐν τῷ ὑπὲρ Φρύνης. μὴ ἐποπτεύσας. τί δὲ τὸ ἐποπτεῦσαι, δηλοῖ Φιλόχορος ἐν τῇ ι · τὰ ἱερὰ οὗτος ἀδικεῖ πάντα, τάτε μυστικὰ καὶ τὰ ἐποπτικά, καὶ πάλιν Δημητρίῳ μὲν οὖν ἴδιόν τι ἐγένετο παρὰ τοὺς ἄλλους τὸ μόνον μυηθῆναίτε ἅμα καὶ ἐποπτεῦσαι καὶ τοὺς χρόνους τῆς τελετῆς τοὺς πατρίους μετακινηθῆναι. τὸ λεγόμενον ἐν τῷ βίῳ ἀναστατωθῆναι, τουτέστι τὸ ἀνασκευάσασθαι καὶ οἷον ἀπείπασθαι. ἀντὶ τοῦ ἱερὸν καὶ ἀνειμένον θεῷ τινὶ Ὑπερείδης Δηλιακῷ. Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς ἀντὶ τοῦ ἀνέκοψεν ἀνέτρεψεν, ἐκ μεταφορᾶς τῶν ἵππων. παρ’Ἀντιφῶντι Ἀληθείας α ἀντὶ ἁπλοῦ τοῦ ἥκει, οἷον ἀνεβιβάσθη καὶ προελήλυθεν. ὅτι μὲν ἑταίρα δῆλον · μήποτε δὲ Ἄντεια γραπτέον διὰ τοῦ τ, ἐπεὶ οὕτως εὕρομεν παρὰ Λυσίᾳ. Ἰσαῖος ἐν τῷ πρὸς Καλυδῶνα τοτε βαλανεῖον τὸ παρ’Ἀνθεμοκρίτου ἀνδριάντα, τουτέστι πρὸς ταῖς Θριασίαις πύλαις. οὗτος ἦν Ἀθηναίων μὲν κῆρυξ, ὑπὸ Μεγαρέων δ’ἀπεσφάγη ἀπαγορεύων αὐτοῖς τὴν ἱερὰν ταῖν θεαῖν ὀργάδα μὴ ἐπεργάζεσθαι. πόλις Μακεδονικὴ, καὶ οἱ ἀπ’αὐτῆς Ἀνθεμούντιοι. ὄγδοος μὴν οὗτος παρ’Ἀθηναίοις, ἱερὸς Διονύσου. Ἴστρος δὲ ἐν τοῖς τῆς συναγωγῆς κεκλῆσθαί φησιν αὐτὸν διὰ τὸ πλεῖστα τῶν ἐκ γῆς ἀνθεῖν τότε. Λυσίας ἐν τῇ πρὸς τὴν Ἀριστοδήμου γραφὴν, εἰ γνήσιος. πόλις τῆς Λακωνικῆς. ἀντὶ τοῦ ὑπεῖπον τῇ ὑπωμοσίᾳ Δημοσθένης κατ’Ὀλυμπιοδώρου. ἀντὶ τοῦ ἀνεξίλαστος Δημοσθένης ἐν τῷ κατ’Ἀριστογείτονος. ἀντὶ τοῦ ἀοίκητος Λυκοῦργος κατὰ Λυκόφρονος. ἀντὶ τοῦ ἀντεπιστέλλει Ἰσαῖος ἐν τῷ πρὸς Καλλιππίδην. τοῖς ἀπὸ Ἀντίου πόλεως, ἥτις ἀπέχει Ῥώμης τ σταδίους. ἀντὶ τοῦ ὑπαγορευθέντος Δείναρχος ἐν τῇ κατὰ Πυθέου εἰσαγγελίᾳ. Λυσίας ἐν τῷ πρὸς Νίκαρχον τὸν αὐλητὴν, εἰ γνήσιος, υἱὸς οὗτος ἦν Διονυσίου, ἐνδοξότατος αὐλητής. καθιστάμενος ἐπὶ τῶν καταβαλλόντων τινὰ τῇ πόλει χρήματα, ὥστε ἀντιγράφεσθαι ταῦτα · Δημοσθένης ἐν τῷ κατ’Ἀνδροτίωνος καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. διττοὶ δὲ ἦσαν ἀντιγραφεῖς, μὲν τῆς διοικήσεως, ὥς φησι Φιλόχορος, δὲ τῆς βουλῆς, ὡς Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ἰδίως μὲν ἐπὶ ταῖς τῶν κλήρων διαδικασίαις ἀντιγραφὴ καλεῖται, ὅταν τις ὡς ἄπαιδος ὄντος τοῦ τετελευτηκότος ἑαυτῷ φάσκῃ προσήκειν τὸν κλῆρον κατὰ γένος δόσιν. κοινῶς δ’ἐν ταῖς δίκαις ταῖς δημοσίαις καὶ ταῖς ἰδίαις τὰ τῶν δικαζομένων γράμματα, ἐδίδοσαν περὶ τοῦ πράγματος, καὶ τὰ τοῦ διώκοντος καὶ τὰ τοῦ φεύγοντος, ἀντιγραφὴ, καὶ τὰ μαρτύρια · Δημοσθένης κατὰ Στεφάνου καὶ Ὑπερείδης. Πλάτων δὲ ἐν τῇ Σωκράτους ἀπολογίᾳ τὸ αὐτὸ καλεῖ ἀντωμοσίαν καὶ ἀντιγραφήν. Ἰσοκράτης Παναθηναϊκῷ. σχῆμα λέξεώς ἐστιν ἀντίθεσις, καθ’ἣν ἀντιτιθέασιν ἀλλήλοις τὰ ἐναντία ἤτοι κατὰ μέρος ἀθρόα. καὶ κατὰ μέρος μὲν, ὡς Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος ἐδίδασκες γράμματα, ἐγὼ δ’ἐφοίτων καὶ τὰ ἑξῆς. ἀθρόως δὲ πάντων πρὸς πάντα, ὡς αὐτὸς Δημοσθένης ἐν τῷ κατὰ Μειδίου ἀπὸ τοῦ μέν γε ὑπὸ φίλου ἕως τοῦ βαδίζειν χορηγοῦντι. λέγεται δὲ καὶ ἀντίθετον τὸ αὐτὸ σχῆμα, ὡς Αἰσχίνης ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ. Λυσίας ἐν τῷ πρὸς Μέδοντα. μήποτ’ἐπώνυμόν ἐστιν. Ἀντιφάνης ἐν τῷ περὶ ἑταιρῶν φησὶν Ἀντίκυραν δ’ἐκάλεσαν ὅτι συνέπινε παρακινοῦσι καὶ μεμηνόσιν. οἱ δὲ ὅτι ἰατρὸς αὐτῇ Νικόστρατος κατέλιπεν ἀποθνήσκων πολὺν ἐλλέβορον. ὄνομα φυλῆς. εἷς τῶν ι ῥητόρων, Σωφίλου μὲν υἱὸς, ἀπὸ τοῦ δήμου δὲ Ῥαμνούσιος. Ἰολάου παῖς. Δημοσθένης ἐν τῷ κατ’Ἀριστοκράτους. μία πόλις τῶν ἐν Λέσβῳ. πόλις ἐν Θετταλίᾳ · Δημοσθένης Φιλιππικῷ. γράμματά τινα γράψαντες ἀποφέρουσι πρὸς τὴν ἀρχὴν οἵτε κατηγοροῦντες καὶ οἱ κατηγορούμενοι, περὶ ὧν ἂν δίκη. καλεῖται δὲ οὕτως, ἐπειδὴ ἀντώμνυον οἱ διώκοντες καὶ οἱ φεύγοντες, οἱ μὲν ἀληθῆ κατηγορήσειν, οἱ δὲ ἀληθῆ ἀπολογήσεσθαι. Ἀνδοκίδης. ἀντὶ τοῦ ὄρθιον βοῶντες ἔλεγον. Ὅμηρος ἔνθα στᾶσ’ἤῦσε θεὰ μέγατε δεινόντε ὄρθι’Ἀχαιοῖσιν, μέγα δὲ σθένος ἔμβαλ’ἑκάστῳ καρδίῃ, ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. ἀντὶ τοῦ νομίζει Ἀντιφῶν ὑπὲρ τῆς εἰς τὸν ἐλεύθερον παῖδα ὕβρεως καὶ Λυσίας. Αἰσχίνῃ τῷ Σωκρατικῷ διάλογος ἐγράφη Ἀξίοχος καλούμενος. οἱ Σόλωνος νόμοι ἐν ξυλίνοις ἦσαν ἄξοσι γεγραμμένοι · Δημοσθένης ἐν τῷ κατ’Ἀριστοκράτους ὡς ἐν τῷ ἄξονι εἴρηται. ἦσαν δὲ, ὥς φησι Πολέμων ἐν τοῖς πρὸς Ἐρατοσθένην, τετράγωνοι τὸ σχῆμα, διασώζονται δὲ ἐν τῷ πρυτανείῳ, γεγραμμένοι κατὰ πάντα τὰ μέρη. ποιοῦσι δ’ἐνίοτε φαντασίαν τρίγωνον, ὅταν ἐπὶ τὸ στενὸν κλιθῶσι τῆς γωνίας. ἀντὶ τοῦ ἀόρατα καὶ οὐκ ὀφθέντα, ἀλλὰ δόξαντα ὁρᾶσθαι Ἀντιφῶν Ἀληθείας α. ἀντὶ τοῦ ἀπαγωγῇ χρῶ · ἀπαγωγὴ δὲ εἶδός ἐστι δίκης · Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. ὠνόμασται δὲ ἀπὸ τοῦ ἀπάγειν, ἀπάγεσθαι δ’ἐπὶ τῶν κακούργων. ἀπήγοντο δὲ πρὸς τοὺς ἕνδεκα. ἀντὶ τοῦ κάμνειν καὶ ἀδυνάτως ἔχειν Λυσίας ἐρωτικῷ. ἀντὶ τοῦ τὰ μὴ ὡς ἀληθῶς γεγονότα πάθη Ἀντιφῶν Ἀληθείας α. ἀντὶ τοῦ ἀποπληρῶν ἀριθμὸν Ἰσοκράτης. Φιλίππῳ. Λυσίας ἐν τῷ πρὸς Ἀρέσανδρον καὶ Ἡρόδοτος ἀντὶ τοῦ ἀπηρτισμένος καὶ πλήρης ἀριθμός. Δημοσθένης ἐν τῷ πρὸς Βοιωτόν. ἑορτή ἐστι παρ’Ἀθηναίοις, ἣν ἄγουσι Πυανεψιῶνι ἐφ’ἡμέρας δ, ὥς φασιν οἱ τὰ περὶ ἑορτῶν γράψαντες. πόθεν δ’ἐκλήθη ἄλλοιτε πολλοὶ εἰρήκασι καὶ Ἔφορος ἐν β, ὡς διὰ τὴν ὑπὲρ τῶν ὁρίων ἀπάτην γενομένην, ὅτι Ἀθηναίων πολεμούντων πρὸς Βοιωτοὺς ὑπὲρ τῆς Μελανίας χώρας Μέλανθος τῶν Ἀθηναίων βασιλεὺς Ξάνθον τὸν Θηβαίων μονομαχῶν ἀπατήσας ἀπέκτεινεν. ἀπειπεῖν ἀντὶ τοῦ ἀποκαμεῖν καὶ ἀδυνατῆσαι Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λινδίων φόρου. καὶ ἀντὶ τοῦ ἀπαρνήσασθαι παρὰ τῷ αὐτῷ. ἀντὶ τοῦ ἀποδοὺς ἐκ τῶν ἔργων ὧν εἰργάσατο Ἰσαῖος ἐν τῷ πρὸς Ἀπολλόδωρον. Δημοσθένης ἐν τῷ κατ’Ἀριστογείτονος α ἀντὶ τοῦ ἀποκεκλεισμένος · ὅταν γὰρ βουλὴ περισχοινίσηται, ὡς αὐτός φησι, τότε οἱ ἄλλοι πάντες εἰσὶν ἀπεσχοινισμένοι. ἀπὸ τῆς ἅλω συγκεκομισμένος μετὰ τὸ ἀλοηθῆναι, ἐστι πατηθῆναι · Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον. ἀντὶ τοῦ ἀπέχθεια Λυσίας πρὸς Μέδοντα καὶ Δείναρχος κατὰ Κηφισοκλέους. Λυσίας ἐν τῇ κατὰ Θεομνήστου, εἰ γνήσιος, ἀποκλείειν νομίζεται. ἀντὶ τοῦ ἀπειθεῖν Ἀντιφῶν κατὰ Λαισποδίου, Ἰσοκράτης ἐν τῇ ἐπιστολῇ τῇ πρὸς Φίλιππον. λέγουσι δὲ καὶ ἀπιστίαν τὴν ἀπείθειαν, ὡς Δημοσθένης ἐν θ Φιλιππικῶν καὶ ἄλλοι πολλοί. Δημοσθένης κατὰ Κόνωνος. Καλλίστρατός φησι τὰ μονόπελμα τῶν ὑποδημάτων οὕτω καλεῖσθαι. Στράττις Λημνομέδᾳ ὑποδήματα σαυτῷ πρίασθαι τῶν ἁπλῶν. ἀποβάτης καὶ ἀποβαίνειν καὶ ἀποβατικοὶ τροχοί · Δείναρχος κατὰ Φορμισίου καὶ ἐν τῇ πρὸς Ἀντιφάνην ἀπολογίᾳ, Λυκοῦργόςτε ἐν τῇ πρὸς Δημάδην ἀπολογίᾳ. ἀποβάτης ἱππικόν τι ἀγώνισμα, καὶ ἀποβῆναι τὸ ἀγωνίσασθαι τὸν ἀποβάτην, καὶ ἀποβατικοὶ τροχοὶ οἱ ἀπὸ τούτου τοῦ ἀγωνίσματος. τὰ δ’ἐν αὐτῷ γινόμενα δηλοῖ Θεόφραστος ἐν τῷ κ τῶν Νόμων. χρῶνται δὲ, φησὶ, τούτῳ μόνοι τῶν Ἑλλήνων Ἀθηναῖοι καὶ Βοιωτοί. ὅταν τις λέγῃ τινὰ ἔχειν τι τῶν τῆς πόλεως, ἀπογραφὴν ποιεῖται ἐναγόμενος, δηλῶν πόθεν ἔχει τὰ χρήματα καὶ πόσα ταῦτα εἴη. μήποτε δὲ καὶ εἶδός τι δίκης ἐστὶν ἀπογραφή · εἰ γὰρ ἀρνοῖτό τις μὴ ἔχειν, ἀπογραφῆς ἐκρίνετο ὡς οὐκ ὀρθῶς γεγενημένης τῆς ἀπογραφῆς · Δημοσθένης κατ’Ἀνδροτίωνος. τί δὲ ἦν τὸ κινδύνευμα τῷ τὴν ἀπογραφὴν ποιουμένῳ, ἐν τῷ Δημοσθένους πρὸς Νικόστρατον περὶ τῶν Ἀρεθουσίου ἀνδραπόδων, εἰ γνήσιος, δῆλον γίνεται. ἀρχή τίς ἐστι παρ’Ἀθηναίοις οἱ ἀποδέκται, ἧς πολλάκις μνημονεύουσιν οἱ ῥήτορος καὶ οἱ κωμικοί. Ἀριστοτέλης δ’ἐν τῇ Ἀθηναίων πολιτείᾳ δεδήλωκεν ὡς δέκατε εἴησαν, καὶ ὡς παραλαβόντες τὰ γραμματεῖα ἀπαλείφουσι τὰ καταβαλλόμενα χρήματα τῆς βουλῆς ἐναντίον ἐν τῷ βουλευτηρίῳ, καὶ πάλιν ἀποδιδόασι τὰ γραμματεῖα τῷ δημοσίῳ · καὶ ἁπλῶς πράττουσι διασαφεῖ. ὅτι δὲ ἀντὶ τῶν κωλακρετῶν οἱ ἀποδέκται ὑπὸ Κλεισθένους ἀπεδείχθησαν, Ἀνδροτίων β. Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Σαμοθρᾳκῶν φόρου ἀντὶ τοῦ ἀποδιδόντες. ἑξῆς δέ φησιν ἀποδιδόμεθα ἤτοι ἀντὶ τοῦ ἀποδίδομεν ἀντὶ τοῦ πιπράσκομεν. ἰδίως τὰ γράμματα καθ’ ἀποικοῦσί τινες οὕτως ὠνόμασαν · Ὑπερείδης Δηλιακῷ. ἀντὶ τοῦ ἀποφράττεις ἀπολαβών τινα οἰκοδομήματι Δημοσθένης ἐν τῷ πρὸς Καλλικλέα. ἀντὶ τοῦ πιπράσκοντες Δημοσθένης κατ’Ἀριστοκράτους. Πλάτων Πρέσβεσι σκευάρια δὴ κλέψας ἀπεκήρυξ’ἐκφέρων, ἐπώλησεν. ἀπολογία · Λυσίας. καὶ Δημοσθένης κατ’Αἰσχίνου ἀπόκριναι γὰρ δεῦρο παρελθών μοι. Εὔπολις Πόλεσιν ὡς ὑμῖν πάντως ἐγὼ ἀποκρινοῦμαι πρὸς τὰ κατηγορούμενα. ἀντὶ ἁπλοῦ τοῦ λαχεῖν Ἀντιφῶν ἐν τῷ κατὰ Φιλίνου, Λυσίας κατὰ Ποσειδίππου. Ἀριστοφάνης Ταγηνισταῖς οὐ μὴν γε σὸς ἀδελφὸς οὑ ἀπελάγχανεν. ἀντὶ τοῦ νενικηκότες. μεταφορὰ ἀπὸ τῶν δρομέων · οἱ γὰρ νικῶντες ἀπολείπουσι τοὺς ἡττωμένους. Ἰσοκράτης Παναθηναϊκῷ καὶ Πανηγυρικῷ. εἷς τῶν ισυγγραφέων, ὃν Πλάτων κωμῳδεῖ ἐν Σοφισταῖς. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. οἱ μὲν ἁπλοϊκώτερον ἀκούουσιν ἀντὶ τοῦ ἀποψῶν καὶ ἀπολυμαινόμενος, ἄλλοι δὲ περιεργότερον, οἷον περιπλάττων τὸν πηλὸν καὶ τὰ πίτυρα τοῖς τελουμένοις, ὡς λέγομεν ἀπομάττεσθαι τὸν ἀνδριάντα πηλῷ · ἤλειφον γὰρ τῷ πηλῷ καὶ τῷ πιτύρῳ τοὺς μυουμένους, ἐκμιμούμενοι τὰ μυθολογούμενα παρ’ἐνίοις, ὡς ἄρα οἱ Τιτᾶνες τὸν Διόνυσον ἐλυμήναντο γύψῳ καταπλασάμενοι ἐπὶ τῷ μὴ γνώριμοι γενέσθαι. τοῦτο μὲν οὖν τὸ ἔθος ἐκλιπεῖν, πηλῷ δὲ ὕστερον καταπλάττεσθαι νομίμου χάριν. Σοφοκλῆς ἐν Αἰχμαλωτίσι στρατοῦ καθαρτὴς κἀπομαγμάτων ἴδρις, καὶ πάλιν δεινότατος ἀπομάκτηςτε μεγάλων συμφορῶν. Ἀπόλλων πατρῷος Πύθιος · προσηγορία τίς ἐστι τοῦ θεοῦ πολλῶν καὶ ἄλλων οὐσῶν. τὸν δὲ Ἀπόλλωνα κοινῶς πατρῷον τιμῶσιν Ἀθηναῖοι ἀπὸ Ἴωνος · τούτου γὰρ οἰκίσαντος τὴν Ἀττικὴν, ὡς Ἀριστοτέλης φησὶ, τοὺς Ἀθηναίους Ἴωνας κληθῆναι καὶ Ἀπόλλωνα πατρῷον αὐτοῖς ὀνομασθῆναι. οἱ μισθὸν μὴ λαμβάνοντες · Δημοσθένης Φιλιππικοῖς καὶ ἐν τῷ κατ’Ἀριστοκράτους. Δίδυμός φησιν γραμματικὸς ἀντὶ τοῦ ἐκ τῶν τεμενικῶν προσόδων. ἑκάστῳ γὰρ θεῷ πλέθρα γῆς ἀπένεμον, ἐξ ὧν μισθουμένων αἱ εἰς τὰς θυσίας ἐγίνοντο δαπάναι · οὐ γὰρ κατ’εὐσέβειαν ἔθυον τὰ ἱερεῖα, ἀλλὰ μισθούμενοι. ἀπόμοιρα, ὡς μέρος τι τῶν περιγιγνομένων ἐκ τῶν μετάλλων λαμβανούσης τῆς πόλεως, ὡς διαιρουμένων εἰς πλείους μισθωτὰς, ἵν’ἕκαστος λάβῃ τι μέρος · Δείναρχος ἐν τῷ πρὸς τοὺς Λυκούργου παῖδας πολλάκις. ἀντὶ τοῦ ἀποδεδειγμένον καὶ πεφανερωμένον. οὕτω Δείναρχος καὶ Λυσίας καὶ Δημοσθένης κατὰ Νεαίρας ἀποπεφασμένως πωλοῦνται ἀντὶ τοῦ φανερῶς. Ἰσοκράτης Φιλίππῳ. ἀποπομπαῖοί τινες ἐκαλοῦντο θεοὶ, περὶ ὧν Ἀπολλόδωρος ἐν ἕκτῳ περὶ θεῶν διείλεκται. ἀπομερίσαντες, ἀπόμοιράν τινα δόντες · Ἰσαῖος ἐν τῇ ὑπὲρ Νικίου συνηγορίᾳ · ἔστι δὲ κἀν τῇ κωμῳδίᾳ. τὰ ἀπειρημένα ἐν τοῖς νόμοις · Δημοσθένης ὑπὲρ Κτησιφῶντος. τίνα δὲ ἦν ἅπερ ἀπείρηται λέγειν εἰς ἀλλήλους δεδήλωκε Λυσίας ἐν τῷ κατὰ Θεομνήστου, εἰ γνήσιος λόγος. ἀντὶ τοῦ πρὸς ὃν οὐδένα πόρον ἔστιν εὑρεῖν Ἰσαῖος ἐν τῷ ὑπὲρ τῆς Μνησαίου θυγατρός. Δείναρχος ἀντὶ τοῦ φράξαντα τὸ τρῆμα καὶ ἀποπληρώσαντα. δίκη τίς ἐστι κατὰ τῶν ἀπελευθερωθέντων δεδομένη τοῖς ἀπελευθερώσασιν, ἐὰν ἀφιστῶνταίτε ἀπ’αὐτῶν ἕτερον ἐπιγράφωνται προστάτην, καὶ κελεύουσιν οἱ νόμοι μὴ ποιῶσιν. καὶ τοὺς μὲν ἁλόντας δεῖ δούλους εἶναι, τοὺς δὲ νικήσαντας τελέως ἤδη ἐλευθέρους. πολλάκις δ’ἐστὶ παρὰ τοῖς ῥήτορσι, παρὰ τῷ Λυσίᾳ ἐν τῷ πρὸς Ἀριστόδημου καὶ Ὑπερείδῃ ἐν τῷ κατὰ Δημητρίας ἀποστασίου. Ἀριστοτέλης δ’ἐν Ἀθηναίων πολιτείᾳ περὶ τοῦ πολεμάρχου γράφει ταυτί · οὗτος δὲ εἰσάγει δίκας τάςτε τοῦ ἀποστασίου καὶ ἀπροστασίον καὶ κλήρων καὶ ἐπικλήρων. ἀντὶ τοῦ πρὸς σταθμὸν παραλαβόντα Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον. οἱ ἐπὶ τῆς ἐκπομπῆς τῶν τριήρων ἀποδεδειγμένοι · Δημοσθένης ὑπὲρ Κτησιφῶντος καὶ Φιλόχορος ἐν ζ. ἈΠΟΣΤΟΛΟΙ δ’εἰσὶν αἱ τῶν νεῶν ἐκπομπαί · αὐτὸς ῥήτωρ ἐν α Φιλιππικῶν. ἀντὶ τοῦ καταφυγὴν Δημοσθένης Φιλιππικοῖς. τὸ χωρὶς τετάχθαι τοὺς πρότερον ἀλλήλοις συντεταγμένους εἰς τὸ ὑποτελεῖν τὸν ὡρισμένον φόρον · Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Σαμοθρᾳκῶν φόρου. ἀποτιμῆται καὶ ἀποτίμημα καὶ ἀποτιμᾶν καὶ τὰ ἀπ’αὐτῶν. οἱ μισθούμενοι τοὺς τῶν ὀρφανῶν οἴκους παρὰ τοῦ ἄρχοντος ἐνέχυρα τῆς μισθώσεως παρείχοντο · ἔδει δὲ τὸν ἄρχοντα ἐπιπέμπειν τινὰς ἀποτιμησομένους τὰ ἐνέχυρα. τὰ μὲν οὖν ἐνέχυρα τὰ ἀποτιμώμενα ἐλέγοντο ἀποτιμήματα, οἱ δὲ πεμπόμενοι ἐπὶ τῷ ἀποτιμήσασθαι ἀποτιμηταὶ, τὸ δὲ πρᾶγμα ἀποτιμᾶν. εἰώθεσαν δὲ καὶ οἱ τότε, εἰ γυναικὶ γαμουμένῃ προῖκα διδοῖεν οἱ προσήκοντες, αἰτεῖν παρὰ τοῦ ἀνδρὸς ὥσπερ ἐνέχυρόν τι τῆς προικὸς ἄξιον, οἷον οἰκίαν χωρίον. ἐλέγετο δὲ μὲν δοὺς τὸ ἀποτίμημα ἐνεργητικῶς ἀποτιμᾶν, δὲ λαβὼν ἀποτιμᾶσθαι. δ’αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων ὀφλημάτων · Δημοσθένης ἐν τῷ κατ’Ὀνήτορος β καὶ Λυσίας ἐν τῷ πρὸς Διογένην ὑπὲρ μισθώσεως οἴκου, εἰ γνήσιος. ἀντὶ τοῦ ἀπεστερημένος τῶν προγονικῶν τάφων Δείναρχος ἐν τῇ κατ’Ἀγασικλέους εἰσαγγελίᾳ. τὸ ἀπολαβεῖν τείχει καὶ ἀποκλεῖσαι τῆς ἐξόδου, ἀποτειχισμένος δὲ ἀπειλημμένος καὶ ἀποκεκλεισμένος τῷ τείχει · Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ καὶ Θουκυδίδης. ἀντὶ τοῦ ἄπωθεν Δημοσθένης κατ’Ἀνδροτίωνος. τὸ ἀποφαίνειν διὰ γραμμάτων κατὰ μέρος ὁπόσην οὐσίαν ἔχει, ὅπερ ἐν ταῖς ἀντιδόσεσι μάλιστα γίνεται · Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον πολλάκις. ἅπαξ μόνον ἀπογραφὴν τὸ αὐτὸ τοῦτο κέκληκεν. ἀντὶ τοῦ ἀπενεγκεῖν καὶ διάστημα ποιῆσαι μεταξὺ Ἰσαῖος ἐν τῷ πρὸς ὀργεῶνας, ἐν φησὶν οὕτως εἴπερ γοῦν ὥριζον ταῖς ἀποφοραῖς ταύταις τῶν ποδῶν ἀλλότριον εἶναι τὸ χωρίον. ἀντὶ τοῦ καταδικάζουσιν αὐτὸν μὴ εἶναι πολίτην Δείναρχος ἐν τῷ κατ’Ἀρχεστράτου. καὶ ἀποψήφισιν δὲ τὸ πρᾶγμα λέγει Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει. τὸ μὴ πρότερον εἰς τὴν βουλὴν, ἀλλ’εὐθὺς εἰς τὸν δῆμον εἰσφερόμενον ψήφισμα. ἐν τῷ κατ’Ἀνδροτίωνος νόμος παράκειται ταῦτα δηλῶν. τὴν οὐ προσκεκλημένην Ὑπερείδης ἐν τῷ κατ’Ἀθηνογένους β. εἶδος δίκης κατὰ τῶν προστάτην μὴ νεμόντων μετοίκων · ᾑρεῖτο γὰρ ἕκαστος ἑαυτῷ τῶν πολιτῶν τινὰ προστησόμενον περὶ πάντων τῶν ἰδίων καὶ τῶν κοινῶν. Ὑπερείδης ἐν τῷ κατ’Ἀρισταγόρας ἀπροστασίου β. Δείναρχος ἐν τῷ κατὰ Πυθέου ἐμπεπηδηκότων τῶν ῥητόρων ὥσπερ ἀπρότων εἰς τὸ ἐμπόριον. μήποτε γραφικὸν ἁμάρτημα, καὶ δεῖ γράφειν ὥσπερ λῃστῶν. ἐν τισὶ δὲ γέγραπται ὥσπερ παρνόπων · εἰσὶ δ’οἱ πάρνοπες εἶδος ἀκρίδος. Ἰσαῖος ἐν τῷ κατ’Ἐλπαγόρου καὶ Δημοφάνους. δῆμός ἐστι φυλῆς τῆς Αἰγηΐδος. Αἰσχίνης περὶ τῆς ἀποδόσεως. πιθανώτερόν ἐστι λέγειν ὅτι Δωριεῖς, μάλιστα δ’Ἀργεῖοι, τὸν ὄφιν ἀργᾶν ἐκάλουν, ὡς Ἀχαιὸς ἐν Ἀδράστῳ. Τιμαχίδας δὲ Ῥόδιος οὐ κατὰ γλῶτταν καλεῖσθαι τὸν ὄφιν ἀργᾶν φησὶν, ἀλλὰ γένος τι εἶναι ὄφεως τοὺς ἀργᾶς · λέγεσθαι οὖν εἰκὸς τὸν Δημοσθένην, ἐπιτροπῆς τοῖς ἐπιτρόποις δίκας λαγχάνοντα, ὄφιν διὰ τὸ θηριῶδες. καὶ αὐτὸς τοὺς τοιούτους ὄφεσιν εἰκάζει ἐν τῷ κατ’Ἀριστογείτονος. ἐν μέντοι τοῖς Ἀττικιανοῖς ἐγέγραπτο ἅρπαξ. ἔνιοι δὲ τοῦ δράκοντος εἶναί φασι τὸ ἀργᾶν ἐπίθετον. Δημοσθένης κατὰ Μειδίου. ἔστι δὲ πόλις τῆς Εὐβοίας ἐν τῇ Χαλκιδικῇ κειμένη, ὡς Ἀριστοτέλης Χαλκιδεὺς ἐν τῷ περὶ Εὐβοίας. Δείναρχος ἐν τῷ κατὰ Προξένου βλάβης. διττὰ ἦν γραμματείδια οἷς ἐχρῶντο Ἀθηναῖοι, τὰ μὲν ὥστε γράφειν μόνον τι ἐν αὐτοῖς, τὰ δὲ ὥστε καὶ ἀργυρίδιον κατατίθεσθαι, ἅπερ καὶ κιβώτια ἐκάλουν, τὰ δ’ἄλλα καὶ δίθυρα. ἀργυρῖτις γῆ καὶ χρυσῖτις · ἐργαζομένη χρυσὸν καὶ ἄργυρον. Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. ὅπου κόπτεται τὸ νόμισμα · νῦν σημαντήριόν τινες καλοῦσιν. νῆσοι κείμεναι ἔναντι τῆς Λέσβου, ἀπὸ Ἀργίνου τινός. Ξέρξου, ὃς αἰχμάλωτος ἐπεκαλεῖτο, ἐφ’οὗ καθεζόμενος ἐθεώρει τὴν ναυμαχίαν. ἀνέκειτο δὲ εἰς τὸν παρθενῶνα τῆς Ἀθηνᾶς. Δημοσθένης ἐν τῷ κατ’Ἀριστοκράτους. περὶ τούτου καὶ Θεόπομπος ἐν τῷ α τῶν Φιλιππικῶν λέγει τὸν Ἀρχέλαον καλοῦσι καὶ Ἀργαῖον καὶ Παυσανίαν. σατράπης Φρυγίας ἀποδειχθεὶς οὗτος παρὰ Ἀρταξέρξου ἀπέστη, ὃς καὶ ἀποστείλας λαὸν τοὺς πολεμήσοντας αὐτῷ καὶ χειρωσάμενος ἐσταύρωσεν. Λυσίας ἐν τῷ πρὸς Ἐλπίνην. τόπος Ἀθήνησιν ὑπὲρ τὸ στάδιον τὸ Παναθηναϊκὸν, πρὸς τῷ δήμῳ τῷ ὑπένερθεν Ἀγρυλέων. ἐν τούτῳ, φασὶ, δημοσίᾳ πάντες ὤμνυον Ἀθηναῖοι τὸν ὅρκον τὸν ἡλιαστικόν. ὠνομάσθη δὲ ἀπὸ Ἀρδήττου ἥρωος ἀρχαίου, ὃς Ἀθηναίους πρῶτος ἐξώρκισεν. Θεόφραστος δ’ἐν τοῖς περὶ νόμων δηλοῖ ὡς κατελέλυτο τὸ ἔθος τοῦτο. ἀντὶ τοῦ εὐδοξία Ἀνδοκίδης καὶ Θουκυδίδης ἐν α. ὄνομα κύριον, δοῦλός τινος βασιλέως. ὄνομα καὶ τοῦτο κύριον. Ἀριστογείτονος ἦν ἀδελφή. Ὑπερείδης κατὰ Δημοσθένους. οὗτος Σάμιος μέν ἐστιν Πλαταιεὺς, ὡς Δίυλλός φησιν, ἐκ μειρακυλλίου δ’ἑταῖρος Δημοσθένους, ἐπέμφθη δ’ὑπ’αὐτοῦ πρὸς Ἡφαιστίωνα ἕνεκα διαλλαγῶν, ὥς φησι Μαρσύας ἐν ε τῶν περὶ Ἀλέξανδρον. Λυσίας ἐν τῷ ὑπὲρ Φρυνίχου θυγατρὸς, εἰ γνήσιος, τὸ καθιερωθῆναι πρὸ γάμων τὰς παρθένους τῇ Ἀρτέμιδι τῇ Μουνυχίᾳ τῇ Βραυρωνίᾳ τὰ δὲ συντείνοντα εἰς τὸ προκείμενον εἴρηται παράτε ἄλλοις καὶ Κρατερῷ ἐν τοῖς Ψηφίσμασιν. ὅτι δὲ αἱ ἀρκτευόμεναι παρθένοι ἄρκτοι καλοῦνται, Εὐριπίδης Ὑψιπύλῃ, Ἀριστοφάνης Λημνίαις καὶ Λυσιστράτῃ. Ἀρκτοῦρος καὶ Ἀρκτοφύλαξ · Βοώτης ὀνομαζόμενος · Λυσίας ἐν τῷ κατὰ Φιλίππου ἐπιτροπῆς. ἰδίως δὲ ὑπὸ τὴν ζώνην αὐτοῦ ἀστήρ · Ἄρατος καὶ Ἡσίοδος Ἔργοις δηλοῦσιν. Λυκοῦργος ἐν τῇ κατὰ Μενεσαίχμου εἰσαγγελίᾳ. τὰς ἄρκυς, τουτέστι τὰ λίνα, φυλάττων. ἄρκυς δὲ πάντα τὰ κυνηγετικὰ λίνα · Ξενοφῶν Κυνηγετικῷ, Κρατῖνος Θρᾴτταις. οἱ ὑπὸ Λακεδαιμονίων εἰς τὰς ὑπηκόους πόλεις ἄρχοντες ἐκπεμπόμενοι, ὡς Ἐρατοσθένης ἐν τοῖς περὶ ἀγαθῶν καὶ κακῶν φησί · Δημοσθένης ὑπὲρ Κτησιφῶντος. Δείναρχος κατὰ Πυθέου. τέσσαρες μὲν ἐχειροτονοῦντο δι’εὐγένειαν ἀρρηφόροι, δύο δὲ ἐκρίνοντο, αἳ τῆς ὑφῆς τοῦ πέπλου ἦρχον καὶ τῶν ἄλλων τῶν περὶ αὐτόν. λευκὴν δ’ἐσθῆτα ἐφόρουν. εἰ δὲ χρυσία περιέθεντο, ἱερὰ ταῦτα ἐγίνετο. Δημοσθένης περὶ τῆς Ῥοδίων ἐλευθερίας. δύο γεγόνασιν αὗται, Καρικαὶ γένος καὶ βασιλίδες ἀμφότεραι, μὲν πρώτη κατὰ τὰ Περσικὰ, θυγάτηρ δ’ἦν Λυγδάμιδος, ἧς καὶ Ἡρόδοτος μνημονεύει. δὲ νεωτέρα, ἧς Δημοσθένης, θυγάτηρ μὲν ἦν Ἑκατόμνω, γυνὴ δὲ καὶ ἀδελφὴ Μαυσώλου, ἥν φησι Θεόπομπος φθινάδι νόσῳ ληφθεῖσαν διὰ τὴν λύπην τὴν ἐπὶ τοῦ ἀνδρὸς καὶ ἀδελφοῦ Μαυσώλου ἀποθανεῖν. ἰδίως τὸ τῆς Ἀρτέμιδος ἄγαλμα · Ὑπερείδης Δηλιακῷ. λέγεται δὲ καὶ ἀκρωτήριόν τι τῆς Εὐβοίας, ὡς Δημοσθένης ὑπὲρ Κτησιφῶντος. Ἀλκέτου μὲν υἱὸς, Μολοττῶν δὲ βασιλεύς · Δημοσθένης Φιλιππικοῖς. τὸ ἀξιοῦν ἑαυτὸν αἱρεθῆναι ἄρχοντα Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου. Ἰσοκράτης Πανηγυρικῷ τάτε παλαιὰ καινῶς διελθεῖν καὶ περὶ τῶν νεωστὶ γενομένων ἀρχαίως εἰπεῖν. ἔνιοι μέν φασι σημαίνειν ἀρχαιοτρόπως, τουτέστιν ἀρχαιοτέροις ὀνόμασι χρῆσθαι. Ἔφορος ἐν τῇ α τῶν ἱστοριῶν τρόπον τινὰ ἐξηγήσατο. φησὶ περὶ τῶν ἀρχαίων πραγμάτων τοὺς νεωτέρους διεξέρχεσθαι. περὶ μὲν γὰρ τῶν καθ’ἡμᾶς γεγενημένων φησὶ τοὺς ἀκριβέστατα λέγοντας πιστοτάτους ἡγούμεθα, περὶ δὲ τῶν παλαιῶν τοὺς οὕτω διεξιόντας ἀπιθανωτάτους εἶναι νομίζομεν, ὑπολαμβάνοντες οὔτε τὰς πράξεις ἁπάσας οὔτε τῶν λόγων τοὺς πλείστους εἰκὸς εἶναι μνημονεύεσθαι διὰ τοσούτων. Δημοσθένης δ’ἐν Φιλιππικοῖς φησὶν οὕτω δὲ ἀρχαίως εἶχον, μᾶλλον δὲ πολιτικῶς ἀντὶ τοῦ ἁπλῶς. Δημοσθένης προοιμίοις δημηγορικοῖς. Σοφοκλῆς μὲν οὖν ἐν ταῖς ἐλεγείαις Σόλωνός φησιν αὐτὸ εἶναι ἀπόφθεγμα, Θεόφραστος δ’ἐν τῷ παροιμιῶν καὶ Ἀριστοτέλης Βίαντος. ἄλλη παροιμία. δηλοῖ δὲ ὡς ἀρχόμενα τὰ δεινὰ δεῖ μᾶλλον πειρᾶσθαι κωλύειν ἀκμάσαντα καὶ τελειωθέντα. Λυσίας ἐν τῷ κατ’Ἀνδροτίωνος καὶ Δείναρχος κατὰ Πυθέου ξενίας. τὰ πρῶτα δέκα ἔτη τοῦ Πελοποννησιακοῦ πολέμου Ἀρχιδάμειος ἐκλήθη πόλεμος, ὡς ἔοικεν, ἀπὸ τοῦ τὸν Ἀρχίδαμον εἰς τὴν Ἀττικὴν ἐμβαλεῖν, καθὰ Θουκυδίδης καὶ Ἔφορος καὶ Ἀναξιμένης φασίν. τὰ ὑφ’ἡμῶν λεγόμενα ἀσφράγιστα · σημεῖα γὰρ ἔλεγον τὰς σφραγῖδας · Ὑπερείδης ἐν τῷ κατ’Ἀντίου. Λυσίας ἐν τῷ πρὸς Αἰσχίνην τὸν Σωκρατικὸν, οὗ διάλογος ἐπιγραφόμενος Ἀσπασία. μνημονεύουσι δ’αὐτῆς πολλάκις καὶ οἱ ἄλλοι Σωκρατικοὶ, καὶ Πλάτων ἐν τῷ Μενεξένῳ τὸν Σωκράτην παρ’αὐτῆς φησὶ μαθεῖν τὰ πολιτικά. ἦν δὲ τὸ μὲν γένος Μιλησία, δεινὴ δὲ περὶ λόγους · Περικλέους δέ φασιν αὐτὴν διδάσκαλόντε ἅμα καὶ ἐρωμένην εἶναι. δοκεῖ δὲ δυοῖν πολέμων αἰτία γεγονέναι, τοῦτε Σαμιακοῦ καὶ τοῦ Πελοποννησιακοῦ, ὡς ἔστι μαθεῖν παράτε Δούριδος τοῦ Σαμίου καὶ Θεοφράστου ἐκ τοῦ δ τῶν Πολιτικῶν καὶ ἐκ τῶν Ἀριστοφάνους Ἀχαρνέων. δοκεῖ δὲ καὶ ἐξ αὐτῆς ἐσχηκέναι Περικλῆς τὸν ὁμώνυμον αὐτῷ Περικλέα τὸν νόθον, ὡς ἐμφαίνει καὶ Εὔπολις ἐν τοῖς Δήμοις. Λυσικλεῖ δὲ τῷ δημαγωγῷ συνοικήσασα Πορίστην ἔσχεν, ὡς Σωκρατικὸς Αἰσχίνης φησίν. περὶ οὗ οὐδεὶς ἂν δύναιτο τεκμήρασθαι οὐ δὲ σταθμήσασθαι τί ποτε διανοεῖται τί πράξει · Δημοσθένης ἐν τῷ παραπρεσβείας. τὸ μὴ ὑποκείμενον δανειστῇ · ὅταν γὰρ ὑποκέηται, εἴωθεν δανείσας αὐτὸ τοῦτο δηλοῦν διὰ γραμμάτων ἐπόντων τῷ χωρίῳ. τὸ δ’αὐτὸ καὶ ἐπ’οἰκίας γίνεται · Λυσίας ἐν τῷ πρὸς Αἰσχίνην τὸν Σωκρατικόν. ἡμίονος · Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. μήποτε δὲ καὶ πᾶν ὑποζύγιον, ἐφ’οὗ ἄνθρωποι ὀχοῦνται, οὕτως ἐκαλεῖτο. Δημοσθένης κατὰ Τιμοκράτους. δέκα φησὶν εἶναι τοὺς ἀστυνόμους Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ, πέντε μὲν ἐν Πειραιεῖ, πέντε δ’ἐν ἄστει. τούτοις δέ φησι μέλειν περίτε τῶν αὐλητρίδων καὶ ψαλτριῶν καὶ τῶν κοπρολόγων καὶ τῶν τοιούτων. Δημοσθένης ἐν τῷ παραπρεσβείας ἐπ’ὄχλου ἔταξε τοὔνομα, ἤτοι ἀντὶ τοῦ ἀπιστότατον καὶ ἀβεβαιότατον καὶ πιστεις οὐ τιθέμενον διὰ τὸ ἀβέβαιον, ἀνομόλογον καὶ ἀσύμφωνον · ὁμολογίαι γὰρ αἱ συνθῆκαι. ἀντὶ τοῦ ἀσυνετώτατον, ὅπερ ἐστὶν ἀνοητότατον. ἀντὶ τοῦ ὃν μάλιστα οὐκ ἂν δύναιτό τις συνιέναι τί ποτε φρονεῖ · Ὅμηρος σὺ δὲ σύνθεο καί μευ ἄκουσον. πολίχνιόν τι καταντικρὺ Λέσβου κείμενον · Ἰσοκράτης Πανηγυρικῷ, Ἡρόδοτος ἐν ς. περισπωμένως μὲν ἀντὶ τοῦ σαφῶς βεβαίως ἀσφαλῶς φανερῶς, παροξυτόνως δὲ ἀντὶ τοῦ ἀμελῶς καὶ ἄνευ τέχνης. ἀτίμητος ἀγὼν καὶ τιμητός · μὲν τιμητὸς ἐφ’ τίμημα ὡρισμένον ἐκ τῶν νόμων οὐ κεῖται, ἀλλὰ τοὺς δικαστὰς ἔδει τιμᾶσθαι τι χρὴ παθεῖν ἀποτῖσαι · δὲ ἀτίμητος τοὐναντίον πρόσεστιν ἐκ τῶν νόμων ὡρισμένον τίμημα, ὡς μηδὲν δεῖν τοὺς δικαστὰς διατιμῆσαι. Αἰσχίνης κατὰ Κτησιφῶντος, Δημοσθένης κατὰ Μειδίου. τοῦτο ἰδίως ἔταξε Δημοσθένης Φιλιππικοῖς, ἤγουν ὃν ἄν τις ἀποκτείνας οὐχ ὑπόκειται ἐπιτιμίῳ. φησὶ γὰρ περὶ Ἀρθμίου λέγων ὅτι ἐψηφίσαντο Ἀθηναῖοι ἐχθρὸν εἶναι καὶ πολέμιον τοῦ δήμου τῶν Ἀθηναίων καὶ τῶν συμμάχων αὐτὸν καὶ γένος, καὶ ἄτιμον εἶναι · εἶτ’ἐπιφέρει ὥσπερ ἐξηγούμενος τοῦτο δ’ἐστὶν οὐχ ἣν οὕτω τις ἂν φήσειεν ἀτιμίαν · τί γὰρ τῷ Ζελείτῃ τῶν Ἀθηναίων κοινῶν εἰ μὴ μεθέξειν ἔμελλεν; ἀλλ’ἐν τοῖς φονικοῖς γέγραπται νόμοις, ὑπὲρ ὧν ἂν μὴ διδῷ δίκην φόνου δικάσασθαι, καὶ ἄτιμος, φησὶ, τεθνάτω. τοῦτο δὴ λέγει καθαρὸν τὸν τούτων τινὰ ἀποκτείναντα εἶναι. ἀντὶ μὲν τοῦ ὅσα ἅτινα Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λινδίων φόρου, ἀντὶ δὲ τοῦ τινὰ ποιά τινα Δημοσθένης Φιλιππικοῖς. ἐνιαχοῦ δὲ παρέλκει τὸ ἄττα. Δημοσθένης ὑπὲρ Κτησιφῶντος. Ἄττης παρὰ Φρυξὶ μάλιστα τιμᾶται ὡς πρόσπολος τῆς μητρὸς τῶν θεῶν. τὰ δὲ περὶ αὐτὸν δεδήλωκε Νεάνθης · μυστικὸς δὲ λόγος. Δημοσθένης κατὰ Νεαίρας ἀντὶ τοῦ παλαιοῖς · τὴν γὰρ τῶν κδ στοιχείων γραμματικὴν ὀψέ ποτε παρὰ τοῖς Ἴωσιν εὑρεθῆναι. Θεόπομπος δ’ἐν τῇ κέ τῶν Φιλιππικῶν ἐσκευωρῆσθαι λέγει τὰς πρὸς τὸν βάρβαρον συνθήκας, ἃς οὐ τοῖς Ἀττικοῖς γράμμασιν ἐστηλιτεῦσθαι, ἀλλὰ τοῖς τῶν Ἰώνων. Λυσίας ἐν τῷ ὑπὲρ τοῦ Ἐρατοσθένους. ἐν τῷ πρὸς Ἰσόδημον ἰδίως ἔταξεν ἐπὶ τῶν λ, οἳ δι’ἑτέρων εἰργάζοντο τοὺς φόνους · γὰρ αὐθέντης ἀεὶ τὸν αὐτόχειρα δηλοῖ. ἀπὸ τῆς ὁδοῦ πρώτη θύρα τῆς οἰκίας, ὡς δηλοῖ Μένανδρος. Λυσίας ἐν τῇ κατὰ Διοδότου καὶ Αἰσχίνης κατὰ Κτησιφῶντος ἤτοι ἀντὶ τοῦ ἐπαύλεις, ἀντὶ τοῦ μικρὰς αὐλάς. ἀντὶ τοῦ κοιμώμενοι Ἀντιφῶν περὶ ὁμονοίας. ἀντὶ τοῦ ἑαυτοῖς τὰ δίκαια ὁρίζειν Δείναρχος ἐν τῷ κατὰ Κλεομέδοντος. Αἰσχίνης κατὰ Τιμάρχου Κηδωνίδην καὶ Αὐτοκλείδην καὶ Θέρσανδρον. οὗτοι παιδερασταὶ σφοδροὶ, ὡς καὶ Ἀριστογείτων κατὰ Τιμάρχου. Δημοσθένης ἀντὶ τοῦ πάλιν ἐν τῷ κατ’Ἀφόβου α. Δημοσθένης κατὰ Κόνωνος. ἤτοι ἀντὶ τοῦ εὐζώνους τινὰς καὶ ἑτοίμους πᾶν ὁτιοῦν ποιεῖν καὶ ὑπομένειν, ἀντὶ τοῦ πένητας καὶ μηδὲν ἄλλο κεκτημένους ληκύθους, αὐτουργοὺς, ἀντὶ τοῦ εἰς πληγὰς ἑτοίμους καὶ οἷον τύπτοντας καὶ μαστιγοῦντας καὶ ὑβρίζοντας. λέγοι ἂν τοὺς ἐκ προχείρου διδόντας ἀργύριον καὶ ἑτοίμους πρὸς τὰς μίξεις · καὶ γὰρ εἶχον ἐν ταῖς ληκύθοις ἀργύριον. τὸ ὄνομα καὶ παρὰ Μενάνδρῳ ἔντε Ἡνιόχῳ καὶ Δακτυλίῳ. ὅτι δὲ εἶχον ἐν ταῖς ληκύθοις ἀργύριον ἐνίοτε, Δίφιλος τῷ Ἀποβάτῃ · ὅτι δὲ λύσαντες τὴν λήκυθον ἐχρῶντο τῷ ἱμάντι πρὸς τὸ μαστιγοῦν, Μένανδρος Τροφωνίῳ. Λυκούργου λόγος ἐστὶ κατ’Αὐτολύκου τοῦ Ἀρεοπαγίτου. οὗτος δὲ τοὺς οἰκείους ὑπεκτιθέμενος ἐν τοῖς Χαιρωνικοῖς ἑάλω, καὶ κατεψηφίσαντο, αὐτοῦ οἱ δικασταὶ, ὡς αὐτὸς δηλοῖ ῥήτωρ ἐν τῷ κατὰ Λεωκράτους. τὸ δι’ἑαυτοῦ δικάζεσθαι, ἀλλὰ μὴ δι’ἑτέρου, οἷον ἐάν τις εἰς πρατῆρα ἀνάγῃ, πρὸς ἐκεῖνον ἀποφαίνει τὴν δίκην οὖσαν · καὶ ἐάν τις παρέχῃ τὸν διαμαρτυροῦντα μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, αὐτὸς μὲν οὐκέτι ἀγωνίζεται, πρὸς δὲ τὸν διαμαρτυρήσαντα ἀγών ἐστι. Λυσίας ἐν τῷ κατ’Εὐκλέους χωρίου ἐξούλης. οἱ Ἀθηναῖοι. Δημοσθένης ἐν τῷ παραπρεσβείας μόνοι γὰρ τῶν πάντων αὐτόχθονες ὑμεῖς ἐστέ. Ἀπολλόδωρος ἐν τοῖς περὶ θεῶν κληθῆναί φησιν αὐτοὺς αὐτόχθονας, ἐπεὶ τὴν χθόνα, τουτέστι τὴν γῆν, ἀργὴν οὖσαν πρῶτοι εἰργάσαντο · οἱ δὲ διὰ τὸ μὴ εἶναι ἐπήλυδας. δὲ Πίνδαρος καὶ τὴν Δαναΐδα πεποιηκώς φασιν Ἐριχθόνιον καὶ Ἥφαιστον ἐκ γῆς φανῆναι. αὐτόχθονες δὲ καὶ Ἀρκάδες ἦσαν, ὡς Ἑλλάνικός φησι, καὶ Αἰγινῆται καὶ Θηβαῖοι. ἀφαίρεσις ἰδίως λέγεται εἰς ἐλευθερίαν · Ὑπερείδης ἐν τῷ κατ’Ἀρισταγόρας. οὗτος Ἱππίου μὲν ἦν υἱὸς, ἐνομίζετο δὲ Ἰσοκράτους. ἀφανὴς μὲν ἐν χρήμασι καὶ σώμασι καὶ σκεύεσι, φανερὰ δὲ ἔγγειος · Λυσίας ἐν τῷ πρὸς Ἱπποθέρσην. ἄφεσις καὶ ἀπαλλάξας · τὸ μὲν ἀφείς, ὅταν ἀπολύσῃ τίς τινα τῶν ἐγκλημάτων ὧν ἐνεκάλει αὐτῷ, τὸ δὲ ἀπαλλάξας, ὅταν πείσῃ τὸν ἐγκαλοῦντα ἀποστῆναι καὶ μηκέτι ἐγκαλεῖν · Δημοσθένης ἐν τῇ ὑπὲρ Φορμίωνος παραγραφῇ. ἔστι δὲ καὶ οὕτως εἰπεῖν, ὅτι ἀφίησι μέν τις αὐτῶν μόνων ὧν ἂν ἐγκαλῇ, ἀπαλλάττει δὲ, ὅταν μη δὲ ἄλλον τινὰ λόγον ὑπολίπηται ἑαυτῷ πρὸς τὸν ἐγκαλούμενον. Δημοσθένης ἐν τῇ ὑπὲρ Φορμίωνος παραγραφῇ ἵν’ἀπαλλαγή τις αὐτῷ γένηται παρ’ὑμῶν κυρία. Ὑπερείδης ἐν τῷ περὶ τοῦ ταρίχους α. παροιμία ἐπὶ τῶν παριέντων τὰ σπουδαιότερα καὶ περὶ τὰ φαῦλα διατριβόντων. ὑπέραι δ’εἰσὶ ναυτικαὶ σχοῖνοι, αἷς μετάγεται τὸ κέρας. Ἰσαῖος ἐν τῷ πρὸς Καλυδῶνα. ἀφ’Ἑστίας μυούμενος Ἀθηναῖος ἦν πάντως. κλήρῳ δὲ λαχὼν ἐμυεῖτο. ὅταν τις ἀργύριον δῷ ἐνθήκην, ἀφορμὴ καλεῖται ἰδίως παρὰ τοῖς Ἀττικοῖς. ἀντὶ τοῦ ἀποκαθαίρω, ἀφαγνίζω Αἰσχίνης κατὰ Κτησιφῶντος. τὸ δὲ μὴ ἐντελῶς τι ποιῆσαι, ἀλλ’ὥσπερ ὁσίας ἕνεκεν, ἀφοσιώσασθαι εἶπεν Ἰσαῖος ἐν τῷ πρὸς Ἔρμωνα. ἰδίως τὸ τῆς Ἀφροδίτης ἕδος. Ὑπερείδης κατ’Ἀρισταγόρας. ἔστι δὲ καὶ ὄνομα ἑταιρῶν γυναικῶν ἀδελφῶν β. ἀντὶ τοῦ μὴ χαρίζεσθαι. οὕτως Ἀντιφῶν.