4εἰ δὲ δεῖ λοιπὸν καὶ ἐπὶ τὰς ἐσωτερικάςτε καὶ ἐπιστημονικὰς προτροπὰς ὁρμῆσαι, προχειρισώμεθα πρώτας ἐκείνας, ὅσαι μετὰ τοῦ διδαχὴν παρέχειν τῶν κυριωτάτων καὶ πρώτων οὐσιῶν ὁμοῦ καὶ προτρέπουσιν ἐπὶ τὴν θεολογικὴν καὶ νοερὰν αὐτῶν ἀνεύρεσίντε καὶ μάθησιν, καὶ πρὸς τὴν πρεσβυτάτην σοφίαν παρακαλοῦσιν. Ἀρχύτας τοίνυν ἐν τῷ Περὶ σοφίας εὐθὺς ἀρχόμενος προτρέπει οὕτως · “τοσοῦτον διαφέρει σοφία ἐν πᾶσι τοῖς ἀνθρωπίνοις πράγμασιν, ὅσον ὄψις μὲν αἰσθασίων σώματος, νόος δὲ ψυχᾶς, ἅλιος δὲ ἄστρων. ὄψιςτε γὰρ ἑκαβολεστάτα καὶ πολυειδεστάτα τᾶν ἀλλᾶν αἰσθασίων ἐντὶ καὶ νόος ὕπατος λόγω καὶ διανοίας τὸ δέον ἐπικραίνων καὶ ὄψις καὶ δύναμις τῶν τιμιωτάτων ὑπάρχων. ἅλιός γε μὰν ὀφθαλμός ἐντι καὶ ψυχὰ τῶν φύσιν ἐχόντων · ὁρῆταίτε γὰρ δι’αὐτῶ πάντα καὶ γεννῆται καὶ νοῆται, ῥιζωθέντα καὶ γενναθέντα δὲ τράφεταίτε καὶ ἀέξεται καὶ ζωπυρῆται μετ’αἰσθάσιος”. πάνυ ἐπιστημονικῶς ἐνταῦθα τήντε φύσιν καὶ ἐνέργειαν τῆς σοφίας ἐπιδείκνυσι, καὶ ἀπὸ τοῦ χρησιμωτάτην αὐτὴν εἶναι καὶ ἡγεμονικωτάτην ποιεῖται τὴν προτροπὴν ἐπὶ τὸν νοῦν καὶ τὴν θεωρίαν. καὶ ἄλλο δὲ θαυμάσιον οἷον εἰς προτροπὴν ἀγαθὸν παρέχεται · ἀπὸ γὰρ τῶν γνωρίμων ποιεῖται τὴν ὑπόμνησιν δι’ἀναλογίας ἐναργοῦς. τὸ γὰρ ὄψιν εἶναι ὀξυτάτην τῶν αἰσθήσεων καὶ ἀκριβεστάτην καὶ τιμιωτάτην πᾶσι πρόδηλον, καὶ τὸ τὸν ἥλιον τῶν ἄστρων ὑπερέχειν οὐδένα λέληθε, καὶ τὸ τὸν νοῦν τῆς ψυχῆς εἶναι ἐξάρχοντα ἐν ταῖς κοιναῖς ἐννοίαις προειλήφαμεν. ἀπὸ δὴ τούτων τὸ διαφέρον παραδηλοῖ τῆς σοφίας πρὸς ἅπαντα τὰ ἀνθρώπινα πράγματα γνωρίμως καὶ ἐπιστημονικῶς, ὥστε εὐμαθὲς εἶναι τὸ ἀληθὲς καὶ εὔληπτον τοῖς ἀκούουσι τὸ κρυπτόμενον ἐν ἀφανεῖ. πρὸς τούτοις τοίνυν καὶ ἀπὸ τῶν διαφορῶν ἑκάστου ἥτε εἴδησις τῆς σοφίας καὶ ἡ πρὸς αὐτὴν προτροπὴ ἀναδιδάσκεται. τοῦτο μὲν γάρ, εἰ ἡ ὄψις ἑκαβολεστάτα καὶ πολυειδεστάτα τᾶν ἀλλᾶν αἰσθασίων ἐντί, καὶ ἡ σοφία κατὰ τὰ αὐτὰ τὰ πορρωτάτω ἀφεστηκότα ὡς παρόντα νοεῖ καὶ πάντων τῶν ὄντων τὰ εἴδη περιείληφεν ἐν ἑαυτῇ · τοῦτο δέ, εἰ ὁ νόος ὕπατος λόγω καὶ διανοίας τὸ δέον ἐπικραίνων καὶ ὄψις καὶ δύναμις τῶν τιμιωτάτων ὑπάρχων, πάντως που καὶ ἡ σοφία ὡσαύτως ὑπερέχει λόγου καὶ διανοίας καὶ ταῖς ἁπλουστέραις τούτων ἐπιβλητικαῖς νοήσεσι τὰ ὄντα θεωρεῖ, τάτε ἀγαθὰ κρίνει ἀφ’ἑαυτῆς καὶ ἐπιτελεῖ ἐν ἑαυτῇ, τῶντε νοητῶν ἐστιν ὄψις καὶ δύναμις τῶν θειοτάτων καὶ τελειοτάτων ἐνεργειῶν ὑπάρχει · τοῦτο δ’αὖ, εἰ ὁ ἥλιος ὀφθαλμός ἐντι καὶ ψυχὰ τῶν φύσιν ἐχόντων · ὁρῆταίτε γὰρ δι’αὐτῶ πάντα καὶ γεννῆται καὶ νοῆται, ῥιζωθέντα καὶ γενναθέντα δὲ τράφεταίτε καὶ ἀέξεται καὶ ζωπυρῆται μετ’αἰσθάσιος · δῆλόν που καὶ ἀπὸ τούτων γίγνεται ὡς ὀφθαλμός ἐστι καὶ ζωὴ τῶν νοερῶν ἡ σοφία, καὶ τὸ ὁρᾶσθαι τοῖς νοουμένοις παρέχει πᾶσι καὶ τὸ εἶναι τοῖς οὖσι, δημιουργίαςτε πάσης ἀρχηγὸς γίγνεται ἐν τῷ κόσμῳ καὶ γεννήσεως τῆς πρώτης καὶ τάξεως, καὶ δὴ καὶ ἐν ἡμῖν ὡσαύτως. τὴν δὴ τοιαύτηντε καὶ τοσαύτην αἰτίαν καὶ τοσαῦτα ἀγαθὰ παρέχουσαν τίς οὐκ ἂν μετὰ μεγάλης σπουδῆς μεταθέοι ἂν προθύμως, βουλόμενος τῆς ἀρίστης εὐδαιμονίας μεταλαμβάνειν; ἡ μὲν οὖν ἀπὸ τοῦ τίμιον εἶναι τὴν σοφίαν προϊοῦσα εἰς προτροπὴν ἔφοδός ἐστι τοιαύτη, ἡ δὲ ἀπὸ τοῦ ὄντως ἀνθρώπου ὑπομιμνῄσκουσα τῆς ἐπὶ τὰ αὐτὰ προτροπῆς διὰ τῶν ἑξῆς ἐπιδείκνυται τῶν οὕτω λεγομένων · “ἄνθρωπος πάντων ζῴων ἐπὶ πολλὸν γέγονε σοφώτατος · θεωρῆσαίτε γὰρ δυνατός ἐντι τὰ ἐόντα καὶ ἐπιστάμαν καὶ φρόνασιν λαβὲν αὐτῶν ἁπάντων. παρὸ καὶ ἐνεχάραξε τὸ θεῖον αὐτῷ τὸ τῶ παντὸς λόγω σύσταμα, ἐν ᾧ τάτε εἴδεα πάντα τῶ ἐόντος ἐνδέδασται καὶ ταὶ σαμασίαι τῶν ὀνυμάτωντε καὶ ῥημάτων. τοῖς μὲν γὰρ φθόγγοις τᾶς φωνᾶς τόπος ἀφώρισται φάρυγξ καὶ στόμα καὶ ῥῖνες. ὥσπερ δὲ τῶν φθόγγων, δι’ὧν τὰ ὀνύματάτε καὶ ῥήματα τυπούμενα σαμαίνεται, γέγονεν ἄνθρωπος ὄργανον, οὕτω δὲ καὶ τῶν νοαμάτων ἐν τοῖς ἐόντεσσιν † ὀπτιζομένοις †. ἔργον σοφίας τοῦτο δοκεῖ μοι ἦμεν, ποθ’ὅπερ καὶ γέγονε καὶ συνέστα ὁ ἄνθρωπος καὶ ὄργανα δὲ καὶ δυνάμεις εἴλαφε παρὰ τῶ θεῶ”. αὕτη ἡ ἔφοδος ἐπὶ τὴν προτροπὴν ἀπὸ τῆς φύσεως γέγονε τοῦ ἀνθρώπου. εἰ γὰρ σοφώτατός ἐστι καὶ θεωρῆσαι τὰ ὄντα δυνατός, τῆς θεωρητικῆς αὐτὸν καὶ θεολογικῆς σοφίας δεῖ ἀντιποιεῖσθαι · καὶ εἴπερ ἐπιστήμην καὶ φρόνησιν λαβεῖν ἁπάντων δύναμιν ἔχει παρὰ τῆς φύσεως, τὴν ἀποδεικτικὴν ἐπιστήμην αὐτὸν δεῖ μεταδιώκειν καὶ τὴν κατὰ φρόνησιν ἀρετὴν ὡς μάλιστα αὐτῷ πρέπουσαν. διότι γε μὴν ἐνετυπώσατο ἐν αὐτῷ τὸ θεῖον τὸ τοῦ παντὸς λόγου σύστημα, ἐν ᾧ καὶ τὰ εἴδη πάντα τῶν ὄντων καὶ αἱ σημασίαι ἐνυπάρχουσι τῶν ὀνομάτωντε καὶ ῥημάτων, διὰ τοῦτο τῆς λογικῆς αὐτὸν φιλοσοφίας πάσης ἀντιλαμβάνεσθαι προσήκει, ἐπειδὴ οὐ τῶν σημαινομένων μόνον διὰ τῶν φθόγγων ὄργανον γέγονεν ὁ ἄνθρωπος, ἀλλὰ καὶ τῶν νοημάτων τῶν ἐν τοῖς οὖσι θεωρὸς ὑπάρχει, καὶ πρὸς τοῦτο γέγονε καὶ ὄργανα καὶ δυνάμεις εἴληφε παρὰ τοῦ θεοῦ. διὰ ταῦτα δὴ πάλιν περὶ πᾶν τὸ ὄν, ᾗ ὄν, τῆς θεωρητικῆς σοφίας ἐφίεσθαι αὐτὸν χρή, καὶ τὰς ἀρχὰς καὶ τὰ κριτήρια πάσης γνώσεως μεταθεῖν ἐπιστημονικῶς περὶ πάντα τὰ γένη τῶν ὄντων · αὐτόντε τὸν νοῦν καθ’ἑαυτὸν καὶ τὸν καθαρώτατον λόγον ἐπισκοπεῖσθαι ἄξιον · καὶ ὅσαι ἀπ’αὐτοῦ ἀρχαὶ ἐνδίδονται εἰς τὰ καλὰ καὶ ἀγαθὰ τοῦ ἀνθρωπίνου βίου, καὶ ὅσα περὶ ἀρετῶν ἐπιλογιζόμεθα καθόλου, καὶ ὅσα περὶ μαθημάτων ἢ ἄλλων τινῶν τεχνῶν ἢ ἐπιτηδευμάτων μανθάνομεν, προσήκει προθύμως ἀναδιδάσκεσθαι. καὶ οὕτω πρὸς ὅλην τὴν φιλοσοφίαν καὶ ἡ ἀπὸ τῆς φύσεως τοῦ ἀνθρώπου ὁρμωμένη γέγονε παράκλησις. ποιεῖται δὲ καὶ ἄλλην σύμμικτον ἔφοδον ἐπὶ τὰ αὐτὰ προτρέπουσαν ὧδέ πως · “γέγονε καὶ συνέστα ὁ ἄνθρωπος ποτ- ποττὸ θεωρῆσαι τὸν λόγον τᾶς τῶ ὅλω φύσιος · καὶ τᾶς σοφίας ὦν ἔργον κτᾶσθαι καὶ θεωρὲν τὰν τῶν ἐόντων φρόνασιν”. ὃ δή φαμεν ἐν τούτοις σύμμικτον, ἐκεῖνό ἐστι · τῇ γὰρ ἰδίᾳ φύσει τὴν κοινὴν συνεκέρασεν, ὡς ἐχουσῶν τούτων συμφωνίαν πρὸς ἀλλήλας. εἰ γὰρ ὅτε λόγος τοῦ ἀνθρώπου θεωρητικός ἐστιν ἐν τῷ λόγῳ τᾶς τῶ ὅλω φύσιος καὶ ἡ σοφία τοῦ ἀνθρώπου κτᾶται καὶ θεωρεῖ τὰν τῶν ἐόντων φρόνασιν, ὁμοῦ μὲν ὁμολογία οὖσα ἀποδέδεικται τῆς μεριστῆς τοῦ λόγου καὶ τῆς τοῦ ὅλου νοερᾶς φύσεως, ὁμοῦ δὲ καὶ ἡ προτροπὴ τελεωτέρα γέγονεν. οὐ γὰρ ἄλλως διαβιωσόμεθα κατὰ φύσιν, οὗ πάντες διαφερόντως ἐφιέμεθα, ἐὰν μὴ κατὰ λόγον ζῶμεν τὸν θεῖον καὶ τὸν ἀνθρώπινον, οὐ δὲ ἄλλῃ πῃ εὐδαιμονήσομεν, ἐὰν μὴ κτησώμεθα διὰ φιλοσοφίας καὶ θεωρήσωμεν τὴν τῶν ὄντων φρόνησιν. ἄλλη τοίνυν ἐν τούτοις τοιαύτη νοείσθω σύμμιξις · ἐν τα- ταὐτῷ γὰρ παρορμᾶν ἐπιχειρεῖ εἴςτε τὴν πρακτικὴν καὶ θεωρητικὴν φιλοσοφίαν. τὸ μὲν γὰρ κτήσασθαι φρόνησιν ποιητικῆς τινός ἐστι καὶ πρακτικῆς ἀρετῆς ἔργον, ἧς τέλος οὐ τὸ κατιδεῖν ἁπλῶς οὑτωσίν, ἀλλὰ τὸ προσλαβεῖν αὐτὸ διὰ τῶν ἐνεργειῶν, τό γε μὴν θεωρῆσαι τοῦ θεωρητικοῦ νοῦ ἐνέργημα ὑπῆρχε. πρὸς ἀμφότερα τοίνυν ἡ προτροπὴ δεόντως γέγονεν. ἐπεὶ τοίνυν μᾶλλον τὸ κοινὸν καὶ διατεῖνον ἐπὶ πάντα τῆς σοφίας ἀγαθὸν διαφαίνεται, καὶ ἡ προτροπὴ τελεωτέρα πρὸς αὐτὸ γίγνεται διὰ τῶν τοιούτων · “ἁ σοφία οὐ περί τι ἀφωρισμένον ἐντὶ τῶν ἐόντων, ἀλλ’ἁπλῶς περὶ πάντα τὰ ἐόντα, καὶ δεῖ μὴ πρώταν αὐτὰν τὰς ἀρχὰς αὑτᾶς ἀνευρέσθαι, ἀλλὰ τὰς κοινὰς τῶν ἐόντων · οὕτω γὰρ ἔχει σοφία περὶ πάντα τὰ ἐόντα ὡς ὄψις περὶ πάντα τὰ ὁρατά. τὰ ὦν καθόλω πᾶσι συμβεβακότα συνιδὲν καὶ θεωρὲν τᾶς σοφίας οἰκῇον, καὶ διὰ τοῦτο σοφία τὰς τῶν ἐόντων ἁπάντων ἀρχὰς ἀνευρίσκει”. πάλιν γὰρ ἐνταῦθα οὐκ ἀφορίζει περί τι μέρος τὴν ἐνέργειαν αὐτῆς, ἀλλὰ κοινῇ διήκειν φησὶν ἐπὶ πάντα τὰ ὄντα, τάςτε ἀρχὰς τὰς κοινὰς τῶν ὅλων φησὶν αὐτὴν ἐπισκοπεῖν καὶ κατὰ γένη ταῦτα θεωρεῖν καὶ κατὰ ἁπλουστάτας ἐπιβολάς, ὥσπερ ἡ ὄψις τοῖς ὁρατοῖς ἐπιβάλλει, τούςτε καθόλου λόγους πάντων φησὶν αὐτὴν περιέχειν, καὶ πρὸς τούτῳ θεωρεῖν καὶ διαλογίζεσθαι · μόνην δὲ καὶ ἀνυπόθετον εἶναι ἐπιστήμην, ἅτε δὴ τῶν ὄντων πάντων τὰς ἀρχὰς ἀνευρίσκουσαν καὶ περὶ τῶν οἰκείων ἑαυτῆς ἀρχῶν δυναμένην λόγον διδόναι. εἰς καλὸν ἄρα συμβαίνει ἡ ἔφοδος τῆς προτροπῆς · εἰ γὰρ τῆς τοιαύτης σοφίας οὔτε καθολικωτέραν οὔτε τελειοτέραν οὔτε κοινοτέραν οὔτε αὐταρκεστέραν οὔτε ἀγαθοειδεστέραν ἢ καλλίονα δυνατὸν λογισμῷ λαβεῖν, ταύτης ἐφίεσθαι χρὴ τοὺς βουλομένους κατὰ λόγον καὶ νοῦν εὐδαιμονεῖν. ἐν τῷ τέλει τοίνυν πρὸς αὐτὸ τὸ ἀκρότατον ἄνεισιν ἡ παράκλησις ὧδέ πως · “ὅστις ὦν ἀναλῦσαι οἷόςτέ ἐντι πάντα τὰ γένεα ὑπὸ μίαντε καὶ τὰν αὐτὰν ἀρχὰν καὶ πάλιν συνθεῖναίτε καὶ συναριθμήσασθαι, οὗτος δοκεῖ μοι καὶ σοφώτατος ἦμεν καὶ παναλαθέστατος, ἔτι δὲ καὶ καλὰν σκοπιὰν εὑρηκέναι, ἀφ’ἇς δυνατὸς ἐσσεῖται τὸν θεὸν κατοψεῖσθαι καὶ πάντα τὰ ἐν τᾷ συστοιχίᾳ καὶ τάξει τᾷ ἐκείνω κατακεχωρισμένα, καὶ ταύταν ἁρματήλατον ὁδὸν ἐκπορισάμενος τῷ νόῳ κατ’εὐθεῖαν ὁρμαθῆμεν καὶ τελεοδρομᾶσαι τὰς ἀρχὰς τοῖς πέρασι συνάψαντα καὶ ἐπιγνόντα διότι ὁ θεὸς ἀρχάτε καὶ τέλος καὶ μέσον ἐντὶ πάντων τῶν κατὰ δίκαντε καὶ τὸν ὀρθὸν λόγον περαινομένων”. σαφῶς δὴ καὶ ἐν τούτοις τὸ τέλος ἐπέθηκε τῆς θεολογικῆς προτροπῆς, μὴ ἵστασθαι ἀξιῶν ἐπὶ τῶν πολλῶν ἀρχῶν καὶ πάντων τοῦ ὄντος γενῶν, ἀναλύσειν δὲ προθυμούμενος ὑπὸ μίαντε καὶ τὴν αὐτὴν ἀρχὴν τὰ πάντα, ἀπὸ δὲ τῆς μιᾶς διαιρῶν κατὰ ἀριθμὸν ὡρισμένον τὰ πλησίον τοῦ ἑνὸς καὶ οὕτως ἀεὶ τὰ πορρωτέρω ἀφιστάμενα καὶ διιστάμενα ἐπισκοπῶν, ἕως ἂν ἐπὶ τὰ σύνθετα καὶ ἐκ πολλῶν συνεστηκότα συναριθμήσηται τὸ πλῆθος · ἐπ’ἄμφωτε οὕτω προϊὼν ἱκανὸς ἦν ἀνάγειντε ἑαυτὸν ἀπὸ τοῦ πλήθους ἐπὶ τὸ ἓν καὶ κατάγειν ἀπὸ τοῦ ἑνὸς ἐπὶ τὸ πλῆθος. ἐπεὶ δὲ μάλιστα ἀληθείας καὶ σοφίας ἐφιέμεθα, προτρέπων ἐπὶ τὴν τοιαύτην ἐπιστήμην σοφώτατον καὶ παναληθέστατόν φησιν εἶναι τὸν τὴν τοιαύτην διαιρετικὴν ἔχοντα ἐπιστήμην διὰ τῶν πρώτων εἰδῶν καὶ γενῶν, συνάγοντάτε αὐτὴν εἰς ἓν διὰ τῆς ὁριστικῆς ἐπιστήμης, τοῦτε ἑνὸς ὄντα θεωρητικόν, ὅπερ τέλος ἐστὶ πάσης θεωρίας. καὶ τούτου δ’ἔτι κυριώτερον ἀγαθὸν ἐπήγαγε, τὸ ὥσπερ ἀπὸ σκοπιᾶς ἐντεῦθεν δύνασθαι τὸν θεὸν καθορᾶν καὶ πάντα τὰ ἐν τῇ συστοιχίᾳ τοῦ θεοῦ. εἰ γὰρ πάσης ἀληθείας καὶ εὐδαιμονίας οὐσίαςτε καὶ αἰτίας καὶ τῶν ἀρχῶν ὁ θεὸς ἐξηγεῖται, σπουδαστέον ἐν τούτῳ μάλιστα ἐκείνην τὴν ἐπιστήμην κτήσασθαι, δι’ἧς ἀτενίσει τις αὐτὸν καθαρὸν καὶ δι’ἧς πλατεῖαν εὑρήσει τὴν πρὸς αὐτὸν πορείαν καὶ δι’ἧς τὰ τέλη ταῖς ἀρχαῖς συνάψει. τελεωτάτη γὰρ ἡ τοιαύτη ζωὴ καὶ εὐδαιμονία, οὐκέτι διωρισμένως τὰ τελευταῖα ἀπὸ τῶν πρώτων διακρίνουσα, ἀλλ’εἰς ἓν τὰ συναμφότερα ταῦτα συλλαβοῦσα ἀρχάςτε καὶ τέλος καὶ μέσον ὁμοῦ συνέχουσα. τοιαύτη γάρ ἐστιν ἡ θεία αἰτία, ἧς δεῖ ἀντέχεσθαι τοὺς μέλλοντας εὐδαιμονήσειν. οὕτω μὲν οὖν ἡ προτροπὴ διὰ πάντων διεξελθοῦσα τῶντε ἐν ἡμῖν καὶ τῶν ἐν τῇ φύσει καὶ ὡς ἔπος εἰπεῖν διὰ πάντων τῶν ὄντων, συνεκεφαλαιώσατο πάσας τὰς ἐφόδους εἰς μίαν τὴν ἐπὶ τὸν θεὸν ἀνήκουσαν ἀναγωγήν.