Protreptic, Chapter 17

Iamblichus

  1. Chapter praef
  2. Chapter 1
  3. Chapter 2
  4. Chapter 3
  5. Chapter 4
  6. Chapter 5
  7. Chapter 6
  8. Chapter 7
  9. Chapter 8
  10. Chapter 9
  11. Chapter 10
  12. Chapter 11
  13. Chapter 12
  14. Chapter 13
  15. Chapter 14
  16. Chapter 15
  17. Chapter 16
  18. Chapter 17
  19. Chapter 18
  20. Chapter 19
  21. Chapter 20
  22. Chapter 21
17

εἰ δὲ δεῖ καὶ ἀπὸ τῶν παλαιῶν λόγων καὶ τῶν μύθων τῶν ἱερῶν τῶντε ἄλλων καὶ τῶν Πυθαγορείων ὑπομνῆσαι τοὺς ἀκούοντας ἐπὶ τὴν αὐτὴν παράκλησιν, ἀρχώμεθα καὶ τούτου ἐντεῦθεν. ὀρθῶς λέγονται οἱ μηδενὸς δεόμενοι εὐδαίμονες εἶναι, καὶ ὡς τῶν ἀπεράντους ἐχόντων τὰς ἐπιθυμίας δεινὸς βίος. οὐ γάρ τι θαυμάζοιμ’ἄν, εἰ Εὐριπίδης ἀληθῆ ἐν τοῖσδε λέγει, λέγων τίς δ’οἶδεν, εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθανεῖν δὲ ζῆν; καὶ ἡμεῖς τῷ ὄντι ἴσως τέθναμεν · ἤδη γάρ του ἔγωγε καὶ ἤκουσα τῶν σοφῶν, ὡς νῦν ἡμεῖς τέθναμεν, καὶ τὸ μὲν σῶμά ἐστιν ἡμῖν σῆμα, τῆς δὲ ψυχῆς τοῦτο, ἐν ἐπιθυμίαι εἰσί, τυγχάνει ὂν οἷον ἀναπείθεσθαι καὶ μεταπίπτειν ἄνω κάτω, καὶ τοῦτο ἄρα τις μυθολογῶν κομψὸς ἀνήρ, ἴσως Σικελικός τις Ἰταλικός τις, παράγων τῷ ὀνόματι διὰ τὸ πιθανόντε καὶ πιστικὸν ὠνόμασε πίθον, τοὺς δὲ ἀνοήτους ἀμυήτους · τῶν δὲ ἀνοήτων τοῦτο τῆς ψυχῆς, οὗ αἱ ἐπιθυμίαι εἰσί, τὸ ἀκόλαστον αὐτοῦ καὶ οὐ στεγανόν, ὡς τετρημένος εἴη πίθος διὰ τὴν ἀπληστίαν ἀπεικάσας. τοὐναντίον δὴ οὗτος τοῖς πολλοῖς ἀνθρώποις ἐνδείκνυται, ὡς τῶν ἐν Ἅιδου, τὸ ἀειδὲς δὴ λέγων, οὗτοι ἀθλιώτατοί εἰσιν οἱ ἀμύητοι, καὶ φοροῖεν εἰς τὸν τετρημένον πίθον ὕδωρ ἑτέρῳ τοιούτῳ τετρημένῳ κοσκίνῳ. τὸ δὲ κόσκινον ἄρα λέγει, ὡς ἔφη πρὸς ἐμὲ λέγων, τὴν ψυχὴν εἶναι · τὴν δὲ ψυχὴν κοσκίνῳ ἀπείκασε τὴν τῶν ἀνοήτων ὡς τετρημένην, ἅτε οὐ δυναμένην στέγειν δι’ἀπιστίαντε καὶ λήθην. ταῦτα ἐπιεικῶς μέν ἐστιν ὑπό τι ἄτοπα, δηλοῖ μὴν ἐγὼ βούλομαι ἐνδείξασθαι, ὡς χρὴ μεταθέσθαι ἀπὸ τοῦ ἀπλήστως καὶ ἀκολάστως ἔχοντος βίου ἐπὶ τὸν κοσμίως καὶ τοῖς ἀεὶ παροῦσιν ἱκανῶς καὶ ἐξαρκούντως ἔχοντα βίον, καὶ πείθεσθαι εὐδαιμονεστέρους εἶναι τοὺς κοσμίους τῶν ἀκολάστων. φέρε δὴ οὖν καὶ ἄλλην εἰκόνα εἴπω ἐκ τοῦ αὐτοῦ γυμνασίου τὴν νῦν. σκόπει γὰρ εἰ τοιόνδε δοκεῖ περὶ τοῦ βίου ἑκατέρου, τοῦτε σώφρονος καὶ τοῦ ἀκολάστου, οἷον εἰ δυοῖν ἀνδροῖν ἑκατέρῳ πίθοι πολλοὶ εἶεν, καὶ τῷ μὲν ἑτέρῳ ὑγιεῖς καὶ πλήρεις, μὲν οἴνου δὲ μέλιτος δὲ γάλακτος καὶ ἄλλοι πολλοὶ πολλῶν, νάματα δὲ σπάνια καὶ χαλεπὰ ἑκάστου τούτων εἴη καὶ μετὰ πολλῶν πόνων καὶ χαλεπῶν ἐκποριζόμενα · μὲν οὖν ἕτερος πληρωσάμενος μήτε ἐποχετεύοι μη δέ τι φροντίζοι, ἀλλ’ἕνεκα τούτων ἡσυχίαν ἔχοι · τῷ δ’ἑτέρῳ τὰ μὲν νάματα, ὥσπερ καὶ ἐκείνῳ, δυνατὰ μὲν πορίζεσθαι εἴη, χαλεπὰ δέ, τὰ δὲ ἀγγεῖα τετρημένα καὶ σαθρά, ἀναγκάζοιτο δὲ ἀεὶ καὶ νύκτα καὶ ἡμέραν πιμπλάναι αὐτά, τὰς ἐσχάτας λυποῖτο λύπας ἆρα τοιούτου ὄντος τοῦ βίου, οὐκ ἔσται εὐδαιμονέστερος τοῦ κοσμίου τοῦ ἀκολάστου; μὲν γὰρ τῷ ὡς πλεῖστον ἐπιρρεῖν ἔχει τὸ εὔδαιμον, ἐν πολὺ ἀνάγκη καὶ τὸ ἀπιὸν εἶναι καὶ μεγάλα ἄττα τὰ τρήματα εἶναι ταῖς ἐκροαῖς, ὅπερ οὐδὲν ἄλλο ἐστὶν χαραδριοῦ τινα βίον διαζῆν · δὲ πεπληρωμένος εἰσάπαξ τῶν οἰκείων ἀγαθῶν αὐτάρκης ἀεὶ διαμένει πάντα τὸν χρόνον. τοιαύτη τίς ἐστι καὶ ἀρχαιοπρεπὴς παράκλησις ἐπὶ τὴν τῆς ἀρετῆς ἐπιτήδευσιν.