Protreptic, Chapter 13

Iamblichus

  1. Chapter praef
  2. Chapter 1
  3. Chapter 2
  4. Chapter 3
  5. Chapter 4
  6. Chapter 5
  7. Chapter 6
  8. Chapter 7
  9. Chapter 8
  10. Chapter 9
  11. Chapter 10
  12. Chapter 11
  13. Chapter 12
  14. Chapter 13
  15. Chapter 14
  16. Chapter 15
  17. Chapter 16
  18. Chapter 17
  19. Chapter 18
  20. Chapter 19
  21. Chapter 20
  22. Chapter 21
13

εἰ δὲ δεῖ καὶ ἀπὸ τῶν περὶ φιλοσοφίας ἐννοιῶν ποιήσασθαί τινα ἐπὶ τοῦτο παράκλησιν, ἴθι δὴ καὶ ἀπὸ τούτων ἐπέλθωμεν οὑτωσί. κινδυνεύουσιν ὅσοι τυγχάνουσιν ὀρθῶς ἁπτόμενοι φιλοσοφίας λεληθέναι τοὺς ἄλλους, ὅτι οὐδὲν ἄλλο αὐτοὶ ἐπιτηδεύουσιν ἀποθνῄσκειντε καὶ τεθνάναι. καὶ μάλα εἰκότως. λέληθε γὰρ τοὺς πολλοὺς τε θανατῶσι καὶ ἄξιοί εἰσι θανάτου καὶ οἵου θανάτου οἱ ὡς ἀληθῶς φιλόσοφοι. θάνατος μὲν οὖν ἐστιν οὐκ ἄλλο τι τῆς ψυχῆς ἀπὸ τοῦ σώματος ἀπαλλαγή, καὶ ἔστι τοῦτο τὸ τεθνάναι, χωρὶς μὲν ἀπὸ τῆς ψυχῆς ἀπαλλαγὲν αὐτὸ καθ’αὑτὸ τὸ σῶμα γεγονέναι, χωρὶς δὲ τὴν ψυχὴν τοῦ σώματος ἀπαλλαγεῖσαν αὐτὴν καθ’αὑτὴν εἶναι. τούτου δὴ οὖν οὕτως ἔχοντος, εἰκότως δὴ οὐκ ἔστι φιλοσόφου ἀνδρὸς ἐσπουδακέναι περὶ τὰς ἡδονὰς καλουμένας τὰς τοιάσδε, οἷον σίτωντε καὶ ποτῶν, οὐ δὲ τὰς τῶν ἀφροδισίων · ἀλλ’οὐ δὲ τὰς ἄλλας τὰς περὶ τὸ σῶμα θεραπείας ἐντίμους ἡγήσεται τοιοῦτος, οἷον ἱματίων διαφερόντων κτήσεις καὶ ὑποδημάτων, καὶ τοὺς ἄλλους καλλωπισμοὺς τοὺς περὶ τὸ σῶμα οὐ τιμᾷ, ἀτιμάζει δὲ καθόσον μὴ πολλὴ ἀνάγκη μετέχειν αὐτῶν. ὅλως δοκεῖ τοῦ τοιούτου πραγματεία οὐ περὶ τὸ σῶμα εἶναι, ἀλλὰ καθόσον δύναται ἀφεστάναι αὐτοῦ, πρὸς δὲ τὴν ψυχὴν τετράφθαι. καὶ ἐν τοῖς τοιούτοις οὖν δῆλός ἐστιν φιλόσοφος ἀπολύων ὅτι μάλιστα τὴν ψυχὴν ἀπὸ τῆς τοῦ σώματος κοινωνίας διαφερόντως τῶν ἄλλων ἀνθρώπων. καὶ δοκεῖ γέ που διὰ τοῦτο τοῖς πολλοῖς ἀνθρώποις, μηδὲν ἡδὺ τῶν τοιούτων μη δὲ μετέχει αὐτῶν, οὐκ ἄξιον εἶναι ζῆν, ἀλλ’ἐγγύς τι τείνειν τοῦ τεθνάναι μηδὲν φροντίζων τῶν ἡδονῶν αἳ διὰ τοῦ σώματός εἰσι. καὶ μὴν περί γε αὐτὴν τὴν τῆς φρονήσεως κτῆσιν ἐμπόδιον τὸ σῶμα, ἐάν τις αὐτὸ ἐν τῇ ζητήσει κοινωνὸν συμπαραλαμβάνῃ. οἷον τὸ τοιόνδε λέγω · οὐκ ἔχει ἀλήθειάν τινα ὄψιςτε καὶ ἀκοὴ τοῖς ἀνθρώποις · τὰ γὰρ τοιαῦτα οἱ ποιηταὶ ἀεὶ ἡμῖν θρυλλοῦσιν, ὅτι οὔτε ἀκούομεν ἀκριβὲς οὐδὲν οὔτε ὁρῶμεν. καίτοι εἰ αὗται τῶν περὶ τὸ σῶμα αἰσθήσεων μὴ ἀκριβεῖς εἰσι μη δὲ σαφεῖς, σχολῇ αἵ γε ἄλλαι · πᾶσαι γάρ που τούτων φαυλότεραί εἰσιν. οὐκοῦν εἰ ψυχὴ τῆς ἀληθείας ἀποτυγχάνει, ὅταν μετὰ τοῦ σώματος ἐπιχειρῇ τι σκοπεῖν (δῆλον γὰρ ὅτι τότε ἐξαπατᾶται ὑπ’αὐτοῦ), πάντως που ἐν τῷ λογίζεσθαι, εἴπερ που ἄλλοθι, κατάδηλον αὐτῇ γίγνεταί τι τῶν ὄντων. λογίζεται δέ γέ που τότε κάλλιστα, ὅταν αὐτὴν τούτων μηδὲν παραλυπῇ, μήτε ἀκοὴ μήτε ὄψις μήτε ἀλγηδὼν μη δέ τις ἡδονή, ἀλλ’ὅτι μάλιστα αὐτὴ καθ’αὑτὴν γίγνηται ἐῶσα χαίρειν τὸ σῶμα, καὶ καθόσον δύνηται μὴ κοινωνοῦσα αὐτῷ μη δὲ ἁπτομένη ὀρέγηται τοῦ ὄντος. οὐκοῦν καὶ ἐνταῦθα τοῦ φιλοσόφου ψυχὴ μάλιστα ἀτιμάζει τὸ σῶμα καὶ φεύγει ἀπ’αὐτοῦ, ζητεῖ δὲ αὐτὴ καθ’αὑτὴν γίγνεσθαι. μάλιστα δὲ ἔσται τοῦτο δῆλον ἀπὸ τῆς τῶν εἰδῶν θεωρίας. τὸ γὰρ δίκαιον αὐτὸ καὶ καλὸν καὶ ἀγαθὸν καὶ πάντα οἷς ἐπισφραγιζόμεθα τὸ ἐστιν, οὐδεπώποτέ τις τοῖς ὀφθαλμοῖς εἶδεν, οὐ δὲ ἄλλῃ τινὶ αἰσθήσει τῶν διὰ τοῦ σώματος ἐφήψατο αὐτῶν, ἀλλ’ὃς ἂν μάλιστα ἡμῶν καὶ ἀκριβέστατα παρασκευάσηται αὐτὸ ἕκαστον διανοηθῆναι περὶ οὗ σκοπεῖ, οὗτος ἂν ἐγγύτατα ἴοι τοῦ γνῶναι ἕκαστον. οὐκοῦν ἐκεῖνος ἂν τοῦτο ποιήσειεν καθαρώτατα, ὅστις τι μάλιστα αὐτῇ τῇ διανοίᾳ ἴοι ἐφ’ἕκαστον, μήτε τὴν ὄψιν παρατιθέμενος ἐν τῷ διανοεῖσθαι μήτε ἄλλην αἴσθησιν ἐφέλκων μηδεμίαν μετὰ τοῦ λογισμοῦ, ἀλλ’αὐτῇ καθ’αὑτὴν εἰλικρινεῖ τῇ διανοίᾳ χρώμενος αὐτὸ καθ’αὑτὸ εἰλικρινὲς ἕκαστον ἐπιχειροίη θηρεύειν τῶν ὄντων, ἀπαλλαγεὶς τι μάλιστα ὀφθαλμῶντε καὶ ὤτων καὶ ὡς ἔπος εἰπεῖν ξύμπαντος τοῦ σώματος, ὡς ταράττοντος καὶ οὐκ ἐῶντος τὴν ψυχὴν κτήσασθαι ἀλήθειάντε καὶ φρόνησιν, ὅταν κοινωνῇ. οὗτος γάρ ἐστιν, εἴπερ τις ἄλλος, τευξόμενος τοῦ ὄντος. ἀνάγκη δὴ οὖν ἐκ πάντων τούτων παρίστασθαι δόξαν τοιάνδε τινὰ τοῖς γνησίοις φιλοσόφοις, ὥστε καὶ πρὸς ἀλλήλους τοιαῦτα ἄττα λέγειν, ὅτι κινδυνεύει τι ὥσπερ ἀτραπὸς ἐκφέρειν ἡμᾶς μετὰ τοῦ λόγου ἐν τῇ σκέψει, ὅτι, ἕως ἂν τὸ σῶμα ἔχωμεν καὶ ξυμπεφυρμένη ἡμῶν ψυχὴ μετὰ τοιούτου κακοῦ, οὐ μήποτε κτησώμεθα ἱκανῶς οὗ ἐπιθυμοῦμεν · φαμὲν δὲ τοῦτο εἶναι τὸ ἀληθές. μυρίας μὲν γὰρ ἡμῖν ἀσχολίας παρέχει τὸ σῶμα διὰ τὴν ἀναγκαίαν τροφήν · ἔτι δὲ ἄν τινες νόσοι προσπέσωσιν, ἐμποδίζουσιν ἡμῶν τὴν τοῦ ὄντος θήραν. ἐρώτων δὲ καὶ ἐπιθυμιῶν καὶ φόβων καὶ εἰδώλων παντοδαπῶν καὶ φλυαρίας ἐμπίπλησιν ἡμᾶς, ὥστε τὸ λεγόμενον ὡς ἀληθῶς τῷ ὄντι ὑπ’αὐτοῦ οὐ δὲ φρονῆσαι ἡμῖν ἐγγίγνεται οὐδέποτε οὐδέν. καὶ γὰρ πολέμους καὶ στάσεις καὶ μάχας οὐδὲν ἄλλο παρέχει τὸ σῶμα καὶ αἱ τούτου ἐπιθυμίαι. διὰ γὰρ τὴν τῶν χρημάτων κτῆσιν πάντες οἱ πόλεμοι γίνονται, τὰ δὲ χρήματα ἀναγκαζόμεθα κτᾶσθαι διὰ τὸ σῶμα, δουλεύοντες τῇ τούτου θεραπείᾳ · καὶ ἐκ τούτου ἀσχολίαν ἄγομεν φιλοσοφίας πέρι διὰ πάντα ταῦτα. τὸ δὲ ἔσχατον πάντων ὅτι, ἐάν τις ἡμῖν καὶ σχολὴ γένηται ἀπ’αὐτοῦ καὶ τραπώμεθα πρὸς τὸ σκοπεῖν τι, ἐν ταῖς ζητήσεσιν αὖ πανταχοῦ παραπῖπτον θόρυβον παρέχει καὶ ταραχὴν καὶ ἐκπλήττει, ὥστε μὴ δύνασθαι ὑπ’αὐτοῦ καθορᾶν τἀληθές, ἀλλὰ τῷ ὄντι ἡμῖν δέδεικται ὅτι, εἰ μέλλομέν ποτε καθαρῶς τι εἴσεσθαι, ἀπαλλακτέον αὐτοῦ καὶ αὐτῇ τῇ ψυχῇ θεατέον αὐτὰ τὰ πράγματα · καὶ τότε, ὡς ἔοικεν, ἡμῖν ἔσται οὗ ἐπιθυμοῦμέντε καί φαμεν ἐρασταὶ εἶναι, φρόνησις, ἐπειδὰν τελευτήσωμεν, ὡς λόγος σημαίνει, ζῶσι δὲ οὔ. εἰ γὰρ μὴ οἷόντε μετὰ τοῦ σώματος μηδὲν καθαρῶς γνῶναι, δυοῖν τὰ ἕτερα, οὐδαμοῦ ἔστι κτήσασθαι τὸ εἰδέναι τελευτήσασι · τότε γὰρ αὐτὴ καθ’αὑτὴν ἔσται ψυχὴ χωρὶς τοῦ σώματος, πρότερον δὲ οὔ. καὶ ἐν ἂν ζῶμεν, οὕτως ὡς ἔοικεν ἐγγυτάτω ἐσόμεθα τοῦ εἰδέναι, ἐὰν τι μάλιστα μηδὲν ὁμιλῶμεν τῷ σώματι μη δὲ κοινωνῶμεν, τι μὴ πᾶσα ἀνάγκη, μη δὲ ἀναπιμπλώμεθα τῆς τούτου φύσεως ἀλλὰ καθαρεύωμεν ἀπ’αὐτοῦ, ἕως ἂν θεὸς αὐτὸς ἀπολύσῃ ἡμᾶς. καὶ οὕτω μὲν καθαροὶ ἀπαλλαττόμενοι τῆς τοῦ σώματος ἀφροσύνης, ὡς τὸ εἰκός, μετὰ τοιούτων ἐσόμεθα καὶ γνωσόμεθα δι’ἡμῶν αὐτῶν πᾶν τὸ εἰλικρινές · τοῦτο δ’ἐστὶν ἴσως τὸ ἀληθές. μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν . κάθαρσις δὲ τοῦτο ξυμβαίνει, ὅπερ πάλαι ἐν τῷ λόγῳ λέγεται, τὸ χωρίζειν τι μάλιστα ἀπὸ τοῦ σώματος τὴν ψυχὴν καὶ ἐθίσαι αὐτὴν καθ’αὑτὴν πανταχόθεν ἐκ τοῦ σώματος συναγείρεσθαίτε καὶ ἀθροίζεσθαι, καὶ οἰκεῖν κατὰ τὸ δυνατὸν καὶ ἐν τῷ νῦν παρόντι καὶ ἐν τῷ ἔπειτα μόνην καθ’αὑτήν, ἐκλυομένην ὥσπερ ἐκ δεσμῶν ἐκ τοῦ σώματος. τοῦτο δὲ θάνατος ὀνομάζεται, λύσις καὶ χωρισμὸς ψυχῆς ἀπὸ σώματος. λύειν δέ γε αὐτήν, ὥς φαμεν, προθυμοῦνται ἀεὶ μάλιστα καὶ μόνοι οἱ φιλοσοφοῦντες ὀρθῶς, καὶ τὸ μελέτημα αὐτὸ τοῦτό ἐστι τῶν φιλοσόφων, λύσις καὶ χωρισμὸς ψυχῆς ἀπὸ σώματος. ὥστε τὸ μέγιστον ἡμῖν ἀγαθὸν φιλοσοφία παρέχουσα, τὴν ἀπαλλαγὴν τῶν ἐν τῇ ψυχῇ καὶ γενέσει δεσμῶν, περισπούδαστος ἂν εἴη διαφερόντως. ἀλλὰ μὴν καὶ ὀνομαζομένη ἀνδρεία τοῖς οὕτω διακειμένοις μάλιστα προσήκει, καὶ σωφροσύνη, ἣν καὶ οἱ πολλοὶ ὀνομάζουσι σωφροσύνην, τὸ περὶ τὰς ἐπιθυμίας μὴ ἐπτοῆσθαι ἀλλ’ὀλιγώρως ἔχειν καὶ κοσμίως, τούτοις μόνοις προσήκει, τοῖς μάλιστα τοῦ σώματος ὀλιγωροῦσίτε καὶ ἐν φιλοσοφίᾳ ζῶσιν. εἰ γὰρ ἐθέλεις ἐννοῆσαι τήν γε τῶν ἄλλων ἀνδρείαντε καὶ σωφροσύνην, δόξει σοι εἶναι ἄτοπος. οἶσθα γὰρ δήπου ὅτι τὸν θάνατον ἡγοῦνται πάντες οἱ ἄλλοι τῶν μεγάλων κακῶν. οὐκοῦν φόβῳ μειζόνων ὑπομένουσιν αὐτῶν οἱ ἀνδρεῖοι τὸν θάνατον, ὅταν ὑπομένωσι. τῷ δεδιέναι ἄρα καὶ δέει ἀνδρεῖοί εἰσι πάντες πλὴν οἱ φιλόσοφοι. καίτοι ἄλογόν γε δέει τινὰ καὶ δειλίᾳ ἀνδρεῖον εἶναι. τί δὲ οἱ κόσμιοι αὐτῶν; οὐ ταὐτὸν τούτῳ πεπόνθασιν; ἀκολασίᾳ τινὶ σώφρονές εἰσι; καίτοι φαμέν γε ἀδύνατον εἶναι, ἀλλ’ὅμως αὐτοῖς συμβαίνει τούτῳ ὅμοιον τὸ πάθος τὸ περὶ ταύτην τὴν εὐήθη σωφροσύνην · φοβούμενοι γὰρ ἑτέρων ἡδονῶν στερηθῆναι καὶ ἐπιθυμοῦντες ἐκείνων, ἄλλων ἀπέχονται ὑπ’ἄλλων κρατούμενοι. καίτοι καλοῦσί γε ἀκολασίαν τὸ ὑπὸ τῶν ἡδονῶν ἄρχεσθαι · ἀλλ’ὅμως συμβαίνει αὐτοῖς κρατουμένοις ὑφ’ἡδονῶν κρατεῖν ἄλλων ἡδονῶν. τοῦτο δ’ὅμοιόν ἐστιν νῦν δὴ ἔλεγον, τρόπον τινὰ δι’ἀκολασίαν αὐτοὺς σεσωφρονίσθαι. οὐ τοίνυν αὕτη ἐστὶν ὀρθὴ πρὸς ἀρετὴν ἀλλαγή, ἡδονὰς πρὸς ἡδονὰς καὶ λύπας πρὸς λύπας καὶ φόβον πρὸς φόβον καταλλάττεσθαι, μείζω πρὸς ἐλάττω, ὥσπερ νομίσματα, ἀλλ’ ἐκεῖνο μόνον τὸ νόμισμα ὀρθόν, ἀντὶ οὗ δεῖ πάντα ταῦτα καταλλάττεσθαι, φρόνησις, καὶ τούτου μὲν πάντα καὶ μετὰ τούτου ὠνούμενάτε καὶ πιπρασκόμενα τῷ ὄντι καὶ ἀνδρεία καὶ σωφροσύνη καὶ δικαιοσύνη καὶ συλλήβδην ἀληθὴς ἀρετὴ μετὰ φρονήσεως, καὶ προσγινομένων καὶ ἀπογιγνομένων καὶ ἡδονῶν καὶ φόβων καὶ τῶν ἄλλων πάντων τῶν τοιούτων · χωριζόμενα δὲ φρονήσεως καὶ ἀλλαττόμενα ἀντὶ ἀλλήλων σκιαγραφία τίς ἐστιν τοιαύτη ἀρετὴ καὶ τῷ ὄντι ἀνδραποδώδηςτε καὶ οὐδὲν ὑγιὲς οὐ δὲ ἀληθὲς ἔχει, τὸ δὲ ἀληθὲς τῷ ὄντι ἐστὶ κάθαρσίς τις τῶν τοιούτων πάντων, καὶ σωφροσύνη καὶ δικαιοσύνη καὶ ἀνδρεία καὶ αὐτὴ φρόνησις μὴ καθαρμός τις . καὶ κινδυνεύουσι καὶ οἱ τὰς τελετὰς ἡμῖν οὗτοι καταστήσαντες οὐ φαῦλοι εἶναι, ἀλλὰ τῷ ὄντι πάλαι αἰνίττεσθαι ὅτι ὃς ἂν ἀμύητος ἀτέλεστος εἰς Ἅιδου ἀφίκηται, ἐν βορβόρῳ κείσεται, δὲ κεκαθαρμένοςτε καὶ τετελεσμένος ἐκεῖσε ἀφικόμενος μετὰ θεῶν οἰκήσει. εἰσὶ γὰρ δή, φασὶν οἱ περὶ τὰς τελετάς, ναρθηκοφόροι μὲν πολλοί, βάκχοι δέτε παῦροι, οὗτοι δ’εἰσὶ κατὰ τὴν ἐμὴν δόξαν οὐκ ἄλλοι οἱ πεφιλοσοφηκότες. εἰ τοίνυν καὶ ἀρετὴν τελείαν καὶ κάθαρσιν τῆς ψυχῆς φιλοσοφία μόνη παρέχειν πέφυκε, μόνης αὐτῆς ἀντιλαμβάνεσθαι ἄξιον. εἰς γὰρ θεῶν γένος μὴ φιλοσοφήσαντι καὶ παντελῶς καθαρῷ ἀπιόντι οὐ θέμις ἀφικνεῖσθαι ἄλλῳ τῷ φιλομαθεῖ. ἀλλὰ τούτων ἕνεκα οἱ ὀρθῶς φιλόσοφοι ἀπέχονται τῶν κατὰ τὸ σῶμα ἐπιθυμιῶν ἁπασῶν καὶ καρτεροῦσι καὶ οὐ παραδιδόασιν αὐταῖς αὑτούς, οὐχὶ οἰκοφθορίαντε καὶ πενίαν φοβούμενοι, ὥσπερ οἱ πολλοὶ καὶ φιλοχρήματοι · οὐ δὲ αὖ ἀτιμίαντε καὶ ἀδοξίαν μοχθηρίας δεδιότες, ὥσπερ οἱ φίλαρχοίτε καὶ οἱ φιλότιμοι, ἔπειτα ἀπέχονται αὐτῶν. τοιγάρτοι τούτοις μὲν ἅπασιν ἐκεῖνοι οἷς τι μέλει τῆς ἑαυτῶν ψυχῆς, ἀλλὰ μὴ σώματι πλάττοντες ζῶσι, χαίρειν εἰπόντες οὐ κατὰ τὰ αὐτὰ πορεύονται αὐτοῖς, ὡς οὐκ εἰδόσιν ὅπῃ ἔρχονται, αὐτοὶ δὲ ἡγούμενοι οὐ δεῖν ἐναντία τῇ φιλοσοφίᾳ πράττειν καὶ τῇ ἐκείνης λύσειτε καὶ καθαρμῷ ταύτῃ τρέπονται ἐκείνῃ ἑπόμενοι, ἐκείνη ὑφηγεῖται. γιγνώσκουσι γὰρ οἱ φιλομαθεῖς ὅτι παραλαβοῦσα αὐτῶν τὴν ψυχὴν φιλοσοφία ἀτεχνῶς διαδεδεμένην ἐν τῷ σώματι καὶ προσκεκολλημένην, ἀναγκαζομένην δὲ ὥσπερ δι’ἑργμοῦ διὰ τούτου σκοπεῖσθαι τὰ ὄντα ἀλλὰ μὴ αὐτὴν δι’αὑτῆς, καὶ ἐν πάσῃ ἀμαθίᾳ κυλινδουμένην, καὶ τοῦ ἑργμοῦ τὴν δεινότητα κατιδοῦσα ὅτι δι’ἐπιθυμίας ἐστίν, ὡς ἂν μάλιστα αὐτὸς δεδεμένος ξυλλήπτωρ εἴη τῷ δεδέσθαι, ὅπερ οὖν λέγω, γιγνώσκουσιν οἱ φιλομαθεῖς ὅτι οὕτω παραλαβοῦσα φιλοσοφία ἔχουσαν αὐτῶν τὴν ψυχὴν ἠρέμα παραμυθεῖται καὶ λύειν ἐπιχειρεῖ, ἐνδεικνυμένη ὅτι ἀπάτης μὲν μεστὴ διὰ τῶν ὀμμάτων σκέψις, ἀπάτης δὲ διὰ τῶν ὤτων καὶ τῶν ἄλλων αἰσθήσεων, πείθουσα δὲ ἐκ τούτων μὲν ἀναχωρεῖν ὅσον μὴ ἀνάγκη αὐτοῖς χρῆσθαι, αὐτὴν δὲ εἰς αὑτὴν ξυλλέγεσθαι καὶ ἀθροίζεσθαι παρακελευομένη, πιστεύειν δὲ μηδενὶ ἄλλῳ ἀλλ’ αὐτὴν αὑτῇ, τι ἂν νοήσῃ αὐτὴ καθ’αὑτὴν αὐτὸ καθ’αὑτὸ τῶν ὄντων, τι δ’ἂν δι’ἄλλων σκοπῇ ἐν ἄλλοις ὂν ἄλλο, μηδὲν ἡγεῖσθαι ἀληθές · εἶναι δὲ τὸ μὲν τοιοῦτον αἰσθητόντε καὶ ὁρατόν, δὲ αὐτὴ ὁρᾷ νοητόντε καὶ ἀειδές. ταύτῃ οὖν τῇ λύσει οὐκ οἰομένη δεῖν ἐναντιοῦσθαι τοῦ ὡς ἀληθῶς φιλοσόφου ψυχὴ οὕτως ἀπέχεται τῶν ἡδονῶντε καὶ ἐπιθυμιῶν καὶ λυπῶν καθόσον δύναται, λογιζομένη ὅτι, ἐπειδάν τις σφόδρα ἡσθῇ λυπηθῇ φοβηθῇ ἐπιθυμήσῃ, οὐδὲν τοσοῦτον κακὸν ἔπαθεν ἀπ’αὐτῶν ὡς ἄν τις οἰηθείη, οἷον νοσήσας τι ἀναλώσας διὰ τὰς ἐπιθυμίας, ἀλλ’ πάντων μέγιστόντε κακῶν καὶ ἔσχατόν ἐστι, τοῦτο πάσχει καὶ οὐ λογίζεται αὐτό, ὅτι δὴ ψυχὴ παντὸς ἀνθρώπου ἀναγκάζεται ἅματε ἡσθῆναι σφόδρα λυπηθῆναι ἐπὶ τούτῳ καὶ ἡγεῖσθαι, περὶ ἂν πάσχῃ μάλιστα τοῦτο, τοῦτο ἐναργέστατόντε εἶναι καὶ ἀληθέστατον, οὐχ οὕτως ἔχον · ταῦτα δὲ μάλιστα ὁρατά. οὐκοῦν ἐν τούτῳ τῷ πάθει μάλιστα καταδεῖται ψυχὴ ὑπὸ σώματος, ἐπεὶ ἑκάστη ἡδονὴ καὶ λύπη ὥσπερ ἧλον ἔχουσα προσηλοῖ αὐτὴν πρὸς τὸ σῶμα καὶ προσπερονᾷ καὶ ποιεῖ σωματοειδῆ, δοξάζουσαν ταῦτα ἀληθῆ εἶναι ἅπερ ἂν καὶ τὸ σῶμα φῇ. ἐκ γὰρ τοῦ ὁμοδοξεῖν τῷ σώματι καὶ τοῖς αὐτοῖς χαίρειν ἀναγκάζεται, οἶμαι, ὁμότροπόςτε καὶ ὁμότροφος γίγνεσθαι καὶ οἵα μηδέποτε εἰς Ἅιδου καθαρῶς ἀφικέσθαι, ἀλλ’ἀεὶ ἀναπλέα τοῦ σώματος ἐξιέναι, ὥστε ταχὺ πάλιν πίπτειν εἰς ἄλλο σῶμα καὶ ὥσπερ σπειρομένη ἐμφύεσθαι, καὶ ἐκ τούτων ἄμοιρος εἶναι τῆς τοῦ θείουτε καὶ καθαροῦ καὶ μονοειδοῦς συνουσίας. τούτων τοίνυν ἕνεκα οἱ δικαίως φιλομαθεῖς κόσμιοί εἰσι καὶ ἀνδρεῖοι, οὐχ ὧν οἱ πολλοὶ ἕνεκά φασιν. ἀλλ’οὕτω λογίσαιτ’ἂν ψυχὴ ἀνδρὸς φιλοσόφου, καὶ οὐκ ἂν οἰηθείη τὴν μὲν φιλοσοφίαν χρῆναι ἑαυτὴν λύειν, λυούσης δὲ ἐκείνης αὑτὴν παραδιδόναι ταῖς ἡδοναῖς καὶ λύπαις ἑαυτὴν πάλιν αὖ ἐγκαταδεῖν καὶ ἀνήνυτον ἔργον πράττειν, Πενελόπης τινὰ ἐναντίως ἱστὸν μεταχειριζομένης · ἀλλὰ γαλήνην τούτων παρασκευάζουσα, ἑπομένη τῷ λογισμῷ καὶ ἀεὶ ἐν τούτῳ οὖσα, τὸ ἀληθὲς καὶ τὸ θεῖον καὶ τὸ ἀδόξαστον θεωμένη καὶ ὑπ’ἐκείνου τρεφομένη, ζῆντε οἴεται οὕτω δεῖν ἕως ἂν ζῇ, καὶ ἐπειδὰν τελευτήσῃ εἰς τὸ ξυγγενὲς καὶ εἰς τὸ τοιοῦτον ἀφικομένη ἀπηλλάχθαι τῶν ἀνθρωπίνων κακῶν. ἐκ δὴ τῆς τοιαύτης ἐφόδου φαίνεται ἡμῖν φιλοσοφία ἀπαλλαγὴν τῶν ἀνθρωπίνων δεσμῶν παρέχειν καὶ λύσιν τῆς γενέσεως καὶ περιαγωγὴν ἐπὶ τὸ ὂν καὶ γνῶσιν τῆς ὄντως ἀληθείας καὶ κάθαρσιν ταῖς ψυχαῖς. εἰ δὲ ἐν τούτῳ μάλιστά ἐστιν ὄντως εὐδαιμονία, σπουδαστέον περὶ αὐτήν, εἴπερ ὄντως βουλόμεθα μακάριοι εἶναι. ἀλλὰ μὴν καὶ τόδε διανοηθῆναι ἄξιον, ὅτι εἴπερ ψυχὴ ἀθάνατος, ἐπιμελείας δὴ δεῖται οὐχ ὑπὲρ τοῦ χρόνου μόνου τούτου ἐν καλοῦμεν τὸ ζῆν, ἀλλ’ὑπὲρ τοῦ παντός, καὶ κίνδυνος νῦν δὴ καὶ δόξειεν ἂν δεινὸς εἶναι, εἴ τις αὐτῆς ἀμελήσει. εἰ μὲν γὰρ ἦν θάνατος τοῦ παντὸς ἀπαλλαγή, ἕρμαιον ἂν ἦν τοῖς κακοῖς ἀποθανοῦσι τοῦτε σώματος ἅμα ἀπηλλάχθαι καὶ τῆς αὑτῶν κακίας μετὰ τῆς ψυχῆς · νῦν δὲ ἐπειδὴ ἀθάνατος φαίνεται οὖσα, οὐδεμία ἂν εἴη αὐτῇ ἄλλη ἀποφυγὴ κακῶν οὐ δὲ σωτηρία πλὴν τοῦ ὡς βελτίστηντε καὶ φρονιμωτάτην γενέσθαι. οὐδὲν γὰρ ἄλλο ἔχουσα εἰς Ἅιδου ψυχὴ ἔρχεται πλὴν τῆς παιδείαςτε καὶ τροφῆς, δὴ καὶ λέγεται μέγιστα ὠφελεῖν βλάπτειν τὸν τελευτήσαντα εὐθὺς ἐν ἀρχῇ τῆς ἐκεῖσε πορείας. μὲν γὰρ ἀμείνων ψυχὴ μετὰ θεῶν οἰκεῖ καὶ περιπορεύεται κατ’οὐρανὸν βελτίονόςτε λήξεως τυγχάνει, δὲ ἀδίκων ἔργων ἁψαμένη καὶ ἀνοσιουργίας πλησθεῖσα καὶ ἀσεβείας εἰς τὰ ὑπὸ γῆν δικαιωτήρια ἐλθοῦσα δίκης τῆς προσηκούσης μεταλαγχάνει. ὧν δὴ ἕνεκα χρὴ πᾶν ποιεῖν, ὥστε ἀρετῆς καὶ φρονήσεως ἐν τῷ βίῳ μετασχεῖν · καλὸν γὰρ τὸ ἆθλον καὶ ἐλπὶς μεγάλη. καὶ τούτων δὴ ἕνεκα θαρρεῖν χρὴ περὶ τῇ ἑαυτοῦ ψυχῇ ἄνδρα, ὅστις ἐν τῷ βίῳ τὰς μὲν ἄλλας ἡδονὰς τὰς περὶ τὸ σῶμα καὶ τοὺς κόσμους εἴασε χαίρειν, ὡς ἀλλοτρίουςτε ὄντας καὶ πλέον θάτερον ἡγησάμενος ἀπεργάζεσθαι, τὰς δὲ περὶ τὸ μανθάνειν ἐσπούδασέτε καὶ κοσμήσας τὴν ψυχὴν οὐκ ἀλλοτρίῳ ἀλλὰ τῷ ἑαυτῆς κόσμῳ, σωφροσύνῃτε καὶ δικαιοσύνῃ καὶ ἀνδρείᾳ καὶ ἐλευθερίᾳ καὶ ἀληθείᾳ, οὕτω περιμένει τὴν εἰς Ἅιδου πορείαν, ὡς πορευσόμενος ὅταν εἱμαρμένη καλῇ. τούτων δὴ οὖν οὕτως ἐχόντων οὐ χρημάτων δεῖ ἐπιμελεῖσθαι ὅπως ἔσται ὡς πλεῖστα, οὐ δὲ δόξης καὶ τιμῆς, ἀλλὰ φρονήσεως καὶ ἀληθείας καὶ τῆς ψυχῆς, ὅπως ὡς βελτίστη ἔσται. οὐ γὰρ δεῖ τὰ πλείστου ἄξια περὶ ἐλαχίστου ποιεῖσθαι, τὰ δὲ φαυλότερα περὶ πλείονος. οὔτε σωμάτων οὖν ἐπιμελεῖσθαι οὔτε χρημάτων δεῖ πρότερον, οὐ δὲ οὕτως σφόδρα ὡς τῆς ψυχῆς, ὅπως ὡς ἀρίστη ἔσται · οὐ γὰρ ἐκ χρημάτων ἀρετὴ γίγνεται, ἀλλ’ἐξ ἀρετῆς χρήματα καὶ τἆλλα ἀγαθὰ τοῖς ἀνθρώποις πάντα καὶ ἰδίᾳ καὶ δημοσίᾳ. ἕν τι οὖν τοῦτο διανοεῖσθαι δεῖ ἀληθές, ὅτι οὐκ ἔσται ἀνδρὶ ἀγαθῷ κακὸν οὐδὲν οὔτε ζῶντι οὔτε τελευτήσαντι, οὐ δὲ ἀμελεῖται ὑπὸ θεῶν τὰ τούτου πράγματα, ὥστε εἰς ἑαυτὸν διανηρτῆσθαι πάντα τὰ ἀγαθὰ τὰ εἰς εὐδαιμονίαν φέροντα, καὶ τούτου ἐγγύτατα παρεσκευασμένος οὗτος ἂν μάλιστα μακαριώτατος διαζήσειεν. τοιαῦται ἔστωσαν καὶ αἱ ἀπὸ τούτων ἐπὶ τὴν εἰς φιλοσοφίαν προτροπὴν ἔφοδοι.