Protreptic, Chapter 1

Iamblichus

  1. Chapter praef
  2. Chapter 1
  3. Chapter 2
  4. Chapter 3
  5. Chapter 4
  6. Chapter 5
  7. Chapter 6
  8. Chapter 7
  9. Chapter 8
  10. Chapter 9
  11. Chapter 10
  12. Chapter 11
  13. Chapter 12
  14. Chapter 13
  15. Chapter 14
  16. Chapter 15
  17. Chapter 16
  18. Chapter 17
  19. Chapter 18
  20. Chapter 19
  21. Chapter 20
  22. Chapter 21
1

περὶ μὲν Πυθαγόρου καὶ τοῦ κατ’αὐτὸν βίου τῶντε Πυθαγορικῶν ἀνδρῶν τὰ σύμμετρα ἐν τοῖς πρὸ τούτων εἰρήκαμεν, ἀρχώμεθα δὲ τὸ λοιπὸν αὐτοῦ τῆς αἱρέσεως ἀπὸ τῆς κοινῆς εἰς πᾶσαν παιδείαν καὶ μάθησιν καὶ ἀρετὴν παρασκευῆς, ἥτις οὐ κατὰ μέρος ἀπολαβοῦσα πρὸς ἕν τι τῶν πάντων παρασκευάζει τὸν ἄνθρωπον ἐπιτήδειον, ἀλλ’ὡς ἁπλῶς εἰπεῖν τὰς ἐν αὐτῷ προθυμίας προτρέπει εἰς πάντα μὲν τὰ μαθήματα, πάσας δὲ τὰς ἐπιστήμας, πάσας δὲ τὰς ἐν τῷ βίῳ καλὰς καὶ γενναίας πράξεις, πάσας δὲ παιδείας, καὶ ὡς ἔπος εἰπεῖν πάντα ὅσα μετέχει τοῦ καλοῦ. οὔτε γὰρ ἄνευ τοῦ προτραπῆναι οἷόντέ ἐστιν ὁρμῆσαι ἐπὶ τὰ καλὰ καὶ γενναῖα ἐπιτηδεύματα, οὔτε οἷόντε εὐθὺς ἐπὶ τὸ ἀκρότατον καὶ τελειότατον ἀγαθὸν προευτρεπίζειν τινὰ πρὶν ἐμποιῆσαι ὑποκατασκευὴν τῆς ψυχῆς διὰ τῆς προτροπῆς · ἀλλ’ὥσπερ ψυχὴ κατὰ βραχὺ πρόεισιν ἐπὶ τὰ μείζονα ἀπὸ τῶν ἐλαττόνων, διὰ πάντωντε διέξεισι τῶν καλῶν, καὶ ἐπὶ τῷ τέλει τὰ τελεώτατα ἀγαθὰ εὑρίσκει, οὕτως καὶ τὴν προτροπὴν δεῖ ὁδῷ προιέναι ἀρχομένην ἀπὸ τῶν κοινῶν. εἰς γὰρ φιλοσοφίαν ἁπλῶς παρορμήσει καὶ πρὸς αὐτὸ τὸ φιλοσοφεῖν συλλήβδην καθ’ἡντινοῦν ἀγωγήν, μηδεμιᾶς τῶν αἱρέσεων ἄντικρυς προκρινομένης, ἀλλὰ κοινῶς κατὰ γένος ἁπασῶν ἐπαινουμένων καὶ παρὰ τὰ ἀνθρώπινα ἐπιτηδεύματα πρεσβευομένων κατά τινα κοινὸν καὶ δημώδη προτρεπτικὸν τρόπον. μετὰ δὲ ταῦτα μέσῃ τινὶ μεθόδῳ χρηστέον, οὔτε παντάπασι δημώδει οὔτε μὴν ἄντικρυς Πυθαγορικῇ, ἀλλ’οὐ δὲ ἀπηλλαγμένῃ ὁλοσχερῶς ἑκατέρου τοῦ τρόπου τούτου. ἐν δὲ ταύτῃ κοινάςτε πάσης φιλοσοφίας τάξομεν παρορμήσεις, ὥστε κεχωρίσθαι αὐτὰς Πυθαγορικοῦ βουλήματος κατά γε τοῦτο, συμμίξομεν δὲ ἐγκαιρότατα καὶ τὰς τῶν ἀνδρῶν τούτων κυριωτάτας δόξας, ὥστε οἰκεῖον γίγνεσθαι τῶν Πυθαγορικῶν ἀνδρῶν κατά γε τοῦτο τὸν τρόπον τῶν λόγων · ἀφ’οὗ δὴ λεληθότως, ὡς τὸ εἰκός, ἀπὸ μὲν τῶν ἐξωτερικῶν ἐννοιῶν ἀποστησόμεθα, μεταβησόμεθα δὲ καὶ οἰκειωσόμεθα ταῖς κατὰ τὴν αἵρεσιν τεχνολογουμέναις ἀποδείξεσιν, οἷον διά τινος γεφύρας κλίμακος κάτωθεν εἰς ὕψος ἀνιόντες. ἐπὶ δὲ τῷ τέλει τὰ ἴδια προτρεπτικὰ τῆς Πυθαγορικῆς αἱρέσεως συντάξομεν, ἀλλότρια καὶ ἀπόρρητα τρόπον τινὰ πρὸς τὰς ἄλλας ἀγωγὰς ὑπάρχοντα.