Protreptic, Chapter 14

Iamblichus

  1. Chapter praef
  2. Chapter 1
  3. Chapter 2
  4. Chapter 3
  5. Chapter 4
  6. Chapter 5
  7. Chapter 6
  8. Chapter 7
  9. Chapter 8
  10. Chapter 9
  11. Chapter 10
  12. Chapter 11
  13. Chapter 12
  14. Chapter 13
  15. Chapter 14
  16. Chapter 15
  17. Chapter 16
  18. Chapter 17
  19. Chapter 18
  20. Chapter 19
  21. Chapter 20
  22. Chapter 21
14

δεῖ δὲ καὶ ἀπὸ τοῦ βίου τῶν κορυφαίων ἐν φιλοσοφίᾳ ἀνδρῶν ἑπομένως ταῖς Πυθαγόρου ὑποθήκαις ποιήσασθαι τὴν προτροπήν. οἱ γὰρ τοιοῦτοί που ἐκ νέων πρῶτον μὲν εἰς ἀγορὰν οὐκ ἴσασι τὴν ὁδόν, οὐ δὲ ὅπου δικαστήριον βουλευτήριον τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον, νόμους δὲ καὶ ψηφίσματα λεγόμενα γεγραμμένα οὔτε ὁρῶσιν οὔτε ἀκούουσι · σπουδαὶ δὲ ἑταιρειῶν ἐπ’ἀρχὰς καὶ σύνοδοι καὶ δεῖπνα καὶ σὺν αὐλητρίσι κῶμοι, οὐ δὲ ὄναρ πράττειν προσίσταται αὐτοῖς. εὖ δὲ κακῶς τις γέγονεν ἐν πόλει, τί τῳ κακόν ἐστιν ἐκ προγόνων γεγονὸς πρὸς ἀνδρῶν γυναικῶν, μᾶλλον αὐτὸν λέληθεν οἱ τῆς θαλάττης λεγόμενοι χόες. καὶ ταῦτα πάντα οὐ δ’ὅτι οὐκ οἶδεν, οἶδεν · οὐ δὲ γὰρ αὐτῶν ἀπέχεται τοῦ εὐδοκιμεῖν χάριν, ἀλλὰ τῷ ὄντι τὸ σῶμα μόνον ἐν τῇ πόλει κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, δὲ διάνοια, ταῦτα πάντα ἡγησαμένη σμικρὰ καὶ οὐδέν, ἀτιμάσασα πανταχῇ πέτεται κατὰ Πίνδαρον τάτε γᾶς ὑπένερθε καὶ τὰ ἐπίπεδα γεωμετροῦσα, οὐρανοῦτε ὕπερ ἀστρονομοῦσα καὶ πᾶσαν πάντῃ φύσιν ἐρευνωμένη τῶν ὄντων ἑκάστου ὅλου, εἰς τῶν ἐγγὺς οὐδὲν ἑαυτὴν συγκαθιεῖσα. ὥσπερ δὴ καὶ Θαλῆν ἀστρονομοῦντα καὶ ἀναβλέποντα πεσόντα εἰς φρέαρ Θρᾷττά τις ἐμμελὴς καὶ χαρίεσσα θεραπαινὶς ἀποσκῶψαι λέγεται, ὡς τὰ μὲν ἐν οὐρανῷ προθυμοῖτο εἰδέναι, τὰ δὲ ὄπισθεν αὐτοῦ καὶ παρὰ πόδας λανθάνοι αὐτόν. ταὐτὸν δὲ ἀρκεῖ σκῶμμα ἐπὶ πάντας ὅσοι ἐν φιλοσοφίᾳ διάγουσι. τῷ γὰρ ὄντι τὸν τοιοῦτον μὲν πλησίον καὶ γείτων λέληθεν, οὐ μόνον τι πράττει, ἀλλ’ὀλίγου καὶ εἰ ἄνθρωπός ἐστιν τι ἄλλο θρέμμα · τί δή ποτ’ἐστὶν ἄνθρωπος καὶ τί τῇ τοιαύτῃ φύσει προσήκει διαφέρον τῶν ἄλλων ποιεῖν πάσχειν, ζητεῖτε καὶ πράγματ’ἔχει διερευνώμενος. τοιγάρτοι ἰδίᾳτε συγγιγνόμενος τοιοῦτος ἑκάστῳ καὶ δημοσίᾳ, ὅταν ἐν δικαστηρίῳ που ἄλλοθι ἀναγκασθῇ περὶ τῶν παρὰ πόδας καὶ τῶν ἐν ὀφθαλμοῖς διαλέγεσθαι, γέλωτα παρέχει οὐ μόνον Θρᾴτταις ἀλλὰ καὶ τῷ ἄλλῳ ὄχλῳ, εἰς φρέατάτε καὶ πᾶσαν ἀπορίαν ἐμπίπτων ὑπὸ ἀπειρίας, καὶ ἀσχημοσύνη δεινή, δόξαν ἀβελτηρίας παρεχομένη. ἔντε γὰρ ταῖς λοιδορίαις ἴδιον ἔχει οὐδὲν οὐδένα λοιδορεῖν αὐτὸς οὐκ εἰδὼς κακὸν οὐδὲν οὐδενὸς ἐκ τοῦ μὴ μεμελετηκέναι · ἀπορῶν οὖν γελοῖος φαίνεται · ἔντε τοῖς ἐπαίνοις καὶ ταῖς τῶν ἄλλων μεγαλαυχίαις οὐ προσποιήτως, ἀλλὰ τῷ ὄντι γελῶν ἔνδηλος γιγνόμενος ληρώδης δοκεῖ εἶναι. τύραννόντε γὰρ βασιλέα ἐγκωμιαζόμενον ἕνα τῶν νομέων οἷον συβώτην ποιμένα τινα βουκόλον ἡγεῖται ἀκούειν εὐδαιμονιζόμενον πολὺ βδάλλοντα γάλα, δυσκολώτερον δὲ ἐκείνων ζῷον καὶ ἐπιβουλότερον ποιμαίνειντε καὶ βδάλλειν νομίζει αὐτούς, ἀγροῖκον δὲ καὶ ἀπαίδευτον ὑπὸ ἀσχολίας οὐδὲν ἧττον τῶν νομέων τὸν τοιοῦτον ἀναγκαῖον γίγνεσθαι, σηκὸν ἐν ὄρει τὸ τεῖχος περιβεβλημένον. γῆς δὲ ὅταν μυρία πλέθρα ἔτι πλείω ἀκούσῃ ὥς τις ἄρα κεκτημένος θαυμαστὰ πλήθει κέκτηται, πάνσμικρα δοκεῖ ἀκούειν, εἰς ἅπασαν εἰωθὼς τὴν γῆν βλέπειν. τὰ δὲ δὴ γένη ὑμνούντων, ὡς γενναῖός τις ἑπτὰ πάππους πλουσίους ἔχων ἀποφῆναι, παντάπασιν ἀμβλὺ καὶ ἐπὶ σμικρὸν ὁρώντων ἡγεῖται τὸν ἔπαινον, ὑπὸ ἀπαιδευσίας οὐ δυναμένων εἰς τὸ πᾶν ἀεὶ βλέπειν οὐ δὲ λογίζεσθαι ὅτι πάππων καὶ προγόνων μυριάδες ἑκάστῳ γεγόνασιν ἀναρίθμητοι, ἐν αἷς πλούσιοι καὶ πτωχοὶ καὶ βασιλεῖς καὶ δοῦλοι βάρβαροίτε καὶ Ἕλληνες πολλάκις μυρίοι γεγόνασιν ὁτῳοῦν, ἀλλ’ἐπὶ πέντε καὶ εἴκοσι καταλόγῳ προγόνων σεμνυνομένων καὶ ἀναφερόντων εἰς Ἡρακλέα τὸν Ἀμφιτρύωνος ἄτοπα αὐτῷ παταφαίνεται τῆς σμικρολογίας, ὅτι δὲ ἀπ’Ἀμφιτρύωνος εἰς τὸ ἄνω πεντεκαιεικοστὸς τοιοῦτος ἦν οἵα συνέβαινεν αὐτῷ τύχη, καὶ πεντηκοστὸς ἀπ’αὐτοῦ, γελᾷ οὐ δυναμένων λογίζεσθαίτε καὶ χαυνότητα ἀνοήτου ψυχῆς ἀπαλλάττειν. ἐν ἅπασι δὴ τούτοις τοιοῦτος ὑπὸ τῶν πολλῶν καταγελᾶται, τὰ μὲν ὑπερηφάνως ἔχων, ὡς δοκεῖ, τὰ δ’ἐν ποσὶν ἀγνοῶντε καὶ ἐν ἑκάστοις ἀπορῶν. ὅταν δέ γέ τινα αὐτὸς ἑλκύσῃ ἄνω, καὶ ἐθελήσῃ τις αὐτῷ ἐκβῆναι ἐκ τοῦ Τί ἐγὼ σὲ ἀδικῶ σὺ ἐμέ; εἰς σκέψιν αὖ τῆς δικαιοσύνηςτε καὶ ἀδικίας, τίτε ἑκάτερον αὐτοῖν καὶ τί τῶν πάντων ἀλλήλων διαφέρετον; ἐκ τοῦ εἰ βασιλεὺς εὐδαίμων κεκτημένος πολὺ χρυσίον, βασιλείας πέρι καὶ ἀνθρωπίνης ὅλως εὐδαιμονίας καὶ ἀθλιότητος ἐπίσκεψιν, ποίωτέ τινε ἐστὸν καὶ τίνα τρόπον ἀνθρώπου φύσει προσήκει τὸ μὲν κτήσασθαι αὐτοῖν, τὸ δὲ ἀποφυγεῖν, περὶ πάντων τούτων ὅταν αὖ δέῃ λόγον διδόναι τὸν σμικρὸν ἐκεῖνον τὴν ψυχὴν καὶ δριμὺν καὶ δικανικόν, πάλιν αὖ τὰ ἀντίστροφα ἀποδίδωσιν. ἰλιγγιῶντε ἀπὸ ὑψηλοῦ κρεμασθεὶς καὶ βλέπων μετέωρος ἄνωθεν ὑπὸ ἀηθείας ἀδημονῶντε καὶ ἀπορῶν καὶ βαρβαρίζων γέλωτα Θρᾴτταις μὲν οὐ παρέχει οὐ δ’ἄλλῳ ἀπαιδεύτῳ οὐδενί (οὐ δὲ γὰρ αἰσθάνονται), τοῖς δὲ ἐναντίως ὡς ἀνδραπόδοις τραφεῖσι πᾶσιν. οὗτος δὴ ἑκατέρου τρόπος τῆς ζωῆς · μὲν τῷ ὄντι ἐν ἐλευθερίᾳτε καὶ σχολῇ τεθραμμένου, ὃν δὴ δεῖ φιλόσοφον καλεῖν, ἀνεμέσητον εὐήθει δοκεῖν καὶ οὐδενὶ εἶναι, ὅταν εἰς δουλικὰ ἐμπέσῃ διακονήματα, οἷον στρωματόδεσμον μὴ ἐπισταμένου συσκευάσασθαι μη δὲ ὄψον ἡδῦναι θῶπας λόγους · δ’αὖ τὰ μὲν τοιαῦτα πάντα δυναμένου τορῶς θατέρου καὶ ὀξέως διακονεῖν, ἀναβάλλεσθαι δὲ οὐκ ἐπισταμένου ἐπὶ δεξιὰ ἐλευθέρως οὐ δὲ ἁρμονίαν λόγων λαβόντος ὀρθῶς ὑμνῆσαι θεῶντε καὶ ἀνδρῶν εὐδαιμόνων βίον ἀληθῆ. οἶμαι δὴ οὖν, εἰ πείθοιντο οἱ ἄνθρωποι τούτοις, πλείονα ἂν εἰρήνην καὶ κακὰ ἐλάττω κατ’αὐτοὺς ἔσεσθαι. τὰ μὲν οὖν κακὰ οὔτ’ἀπολέσθαι δυνατόν (ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ ἀεὶ εἶναι ἀνάγκη), οὔτ’ἐν θεοῖς αὐτὰ ἱδρῦσθαι, τὴν δὲ θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖ ἐξ ἀνάγκης. διὸ καὶ πειρᾶσθαι χρὴ ἐνθένδε ἐκεῖσε φεύγειν τι τάχιστα. φυγὴ δὲ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν · ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι. ἀλλὰ γὰρ οὐ πάνυ ῥᾴδιον πεῖσαι, ὡς ἄρα οὐχ ὧν ἕνεκα οἱ πολλοί φασι δεῖν πονηρίαν μὲν φεύγειν ἀρετὴν δὲ διώκειν, τούτων χάριν τὸ μὲν ἐπιτηδευτέον τὸ δ’οὔ, ἵνα δὴ μὴ κακὸς καὶ ἵνα ἀγαθὸς δοκῇ εἶναι. ταῦτα μὲν γάρ ἐστιν λεγόμενος γραῶν ὕθλος, ὡς ἐμοὶ φαίνεται · τὸ δὲ ἀληθὲς ὧδε λέγομεν. θεὸς οὐδαμῇ οὐδαμῶς ἄδικος, ἀλλ’ὡς οἷόντε δικαιότατος, καὶ οὐκ ἔστιν αὐτῷ ὁμοιότερον οὐδὲν ὃς ἂν ἡμῶν αὖ γένηται τι δικαιότατος. περὶ τοῦτο καὶ ὡς ἀληθῶς δεινότης ἀνδρὸς καὶ οὐδένειάτε καὶ ἀνανδρία. μὲν γὰρ τούτου γνῶσις σοφία καὶ ἀρετὴ ἀληθινή, δὲ ἄγνοια ἀμαθία καὶ κακία ἐναργής · αἱ δὲ ἄλλαι δεινότητέςτε δοκοῦσαι καὶ σοφίαι ἐν μὲν πολιτικαῖς δυναστείαις γιγνόμεναι φορτικαί, ἐν δὲ τέχναις βάναυσοι. τῷ οὖν ἀδικοῦντι καὶ ἀνόσια λέγοντι πράττοντι μακρῷ ἄριστ’ἔχει τι τὸ μὴ συγχωρεῖν δεινῷ ὑπὸ πανουργίας εἶναι · ἀγάλλονται γὰρ τῷ ὀνείδει καὶ οἴονται ἀκούειν ὅτι οὐ λῆροί εἰσι, γῆς ἄλλως ἄχθη, ἀλλὰ ἄνδρες οἵους δεῖ ἐν πόλει τοὺς σωθησομένους. λεκτέον οὖν τὸ ἀληθές, ὅτι τοσούτῳ μᾶλλόν εἰσιν οἷοι οὐκ οἴονται, ὅτι οὐχὶ οἴονται · ἀγνοοῦσι γὰρ ζημίαν ἀδικίας, δεῖ ἥκιστα ἀγνοεῖν. οὐ γάρ ἐστιν ἣν δοκοῦσι, πληγαίτε καὶ θάνατοι, ὧν ἐνίοτε πάσχουσιν οὐδὲν ἀδικοῦντες, ἀλλὰ ἣν ἀδύνατον ἐκφυγεῖν. παραδειγμάτων γὰρ ἐν τῷ ὄντι ἑστώτων, τοῦ μὲν θείου εὐδαιμονεστάτου, τοῦ δὲ ἀθέου ἀθλιωτάτου, οὐχ ὁρῶντες ὅτι οὕτως ἔχει, ὑπὸ ἠλιθιότητόςτε καὶ τῆς ἐσχάτης ἀνοίας λανθάνουσι τῷ μὲν ὁμοιούμενοι διὰ τὰς ἀδίκους πράξεις, τῷ δὲ ἀνομοιούμενοι. οὗ δὴ τίνουσι δίκην ζῶντες τὸν εἰκότα βίον ὡμοιοῦντο. ἐὰν δὲ εἴπωμεν ὅτι, ἐὰν μὴ ἀπαλλαγῶσι τῆς δεινότητος, καὶ τελευτήσαντας αὐτοὺς ἐκεῖνος μὲν τῶν κακῶν καθαρὸς τόπος οὐ δέξεται, ἐνθάδε δὲ τὴν αὑτοῖς ὁμοιότητα τῆς διαγωγῆς ἀεὶ ἕξουσι, κακοὶ κακοῖς ξυνόντες, ταῦτα δὴ καὶ παντάπασιν ὡς δεινοὶ καὶ πανοῦργοι ἀνοήτων τινῶν ἀκούσονται, καὶ μάλα δὴ ὑπέρογκον φρονοῦντες. ἓν μέντοι τι αὐτοῖς συμβέβηκεν, ὅταν ἰδίᾳ λόγον δέῃ δοῦναίτε καὶ δέξασθαι περὶ ὧν ψέγουσι, καὶ ἐθελήσωσιν ἀνδρικῶς πολὺν χρόνον ὑπομεῖναι καὶ μὴ ἀνάνδρως φεύγειν, τότε ἀτόπως τελευτῶντες οὐκ ἀρέσκουσιν αὐτοὶ αὑτοῖς περὶ ὧν λέγουσι, καὶ ῥητορικὴ ἐκείνη πως ἀπομαραίνεται, ὥστε παίδων δοκεῖν μηδὲν διαφέρειν. εἰ δὴ ταῦτα οὕτως ἔχει, καὶ βίος θειότερόςτε εἶναι καὶ εὐδαιμονέστερος φαίνεται τῶν ἐν φιλοσοφίᾳ διαγόντων, οὐδὲν ἄλλο χρὴ πράττειν φιλοσοφίας ἀντιλαμβάνεσθαι γενναίως.