Heliodorus

Ethiopian Story, 9

9.1

καὶ οἳ μὲν ἐν τούτοις ἦσαν, δὲ Συήνη πολιορκίᾳ λαμπρῶς ἤδη περιεστοίχιστο καὶ ὥσπερ ἄρκυσιν ἐναπείληπτο τοῖς Αἰθίοψιν. μὲν γὰρ Ὀροονδάτης ὅσον οὔπω πλησιάζειν τοὺς Αἰθίοπας αἰσθόμενος, καὶ τοὺς Καταρράκτας ὑπερθεμένους ἐπὶ τὴν Συήνην ἐλαύνειν, ὀλίγον ἔφθη προεισελάσας εἰς τὸ ἄστυ, καὶ τάςτε πύλας ἐπικλεισάμενος καὶ τὰ τείχη βέλεσι καὶ ὅπλοις καὶ μηχανήμασι φραξάμενος ἐκαραδόκει τὸ μέλλον · δὲ δὴ τῶν Αἰθιόπων βασιλεὺς Ὑδάσπης, ἐπειδὴ πόρρωθεν εἰσελαύνειν μέλλοντας εἰς τὴν Συήνην τοὺς Πέρσας προκατοπτεύσας, εἶτα ἐπιδιώξας ὥστε προφθῆναι συμβαλών, καθυστέρησεν, ἐπαφῆκε τῇ πόλει τὸν στρατόν, καὶ εἰς κύκλον τῷ τείχει περιχέας ἀπρόσμαχον καὶ μόνῃ τῇ θέᾳ προσεκάθητο, μυριάσιν ἀπείροις ἀνδρῶν ὁμοῦ καὶ ὅπλων καὶ ζώων τὰ Συηναίων πεδία στενοχωρῶν. ἔνθα καὶ καταλαβόντες αὐτὸν οἱ κατάσκοποι τοὺς ἁλόντας προσῆγον. δὲ ἥδετο μὲν καὶ τῇ ὄψει τῶν νέων, εὐμενὴς αὐτόθεν πρὸς τὰ ἴδια, καὶ οὐκ εἰδώς, ὑπὸ τοῦ μαντευτικοῦ τῆς ψυχῆς γινόμενος · ἐγάννυτο δὲ ἐπὶ πλέον τῷ συμβόλῳ δεσμίων προσαγομένων. καὶ εὖ γε ἀνεβόησε, δεσμίους ἡμῖν οἱ θεοὶ τοὺς πολεμίους ἐκ τῶν πρωτολείων παραδιδόασι. καὶ οὗτοι μέν, ἔφη, πρῶτοι ληφθέντες εἰς ἀπαρχὴν τοῦ πολέμου σωζέσθωσαν κατὰ τὰς ἐπινικίους θυσίας, ὡς πάτριος τῶν Αἰθιόπων βούλεται νόμος, θεοῖς τοῖς ἐγχωρίοις εἰς ἱερουργίαν φυλαχθησόμενοι · τοὺς δὲ κατασκόπους δώροις ἀμειψάμενος, τούτουςτε καὶ τοὺς αἰχμαλώτους εἰς τοὺς σκευοφόρους ἀπέπεμπε, μοῖραν αὐτάρκη τῶν ὁμογλώσσων εἰς τὴν φρουρὰν ἀποκληρώσας, τάτε ἄλλα σὺν ἐπιμελείᾳ τῇ πάσῃ διάγειν, καὶ δίαιταν ἄφθονον παρέχειν, καὶ παντὸς ἄγους καθαρεύοντας φυλάττειν οἷον ἱερεῖά τινα ἤδη τρεφομένους ἐπιστείλας, καὶ τὰ δεσμάτε ἀμείβειν καὶ χρυσᾶ ἐπιβάλλειν · ὅσα γὰρ σίδηρος παρ’ἄλλοις εἰς τὰς χρείας, ταῦτα παρ’Αἰθίοψιν χρυσὸς νομίζεται.

9.2

καὶ οἳ μὲν τὰ προστεταγμένα ἔπραττον. καὶ ὡς τῶν προτέρων δεσμῶν παραλύοντες, ἐλπίδατε διαγωγῆς ἐλευθέρας παραστήσαντες, πλέον παρεῖχον οὐδέν, χρυσᾶς τὰς ἁλύσεις αὖθις ἐνείροντες, τότ’ἤδη καὶ γέλως ἐπῄει τῷ Θεαγένει, καὶ βαβαὶ τῆς λαμπρᾶς, ἔφη, μεταβολῆς. ταῦτα ἡμᾶς τύχη τὰ μεγάλα φιλανθρωπεύεται. χρυσᾶ σιδηρῶν ἀμείβομεν, καὶ φρουρὰν πλουτοῦντες ἐντιμότεροι δεσμῶται γεγόναμεν. ἐμειδία δὲ καὶ Χαρίκλεια, καὶ τὸν Θεαγένην μεταβάλλειν ἐπειρᾶτο, καὶ τοῖς ἐκ θεῶν προρρηθεῖσι ἐπανέχουσα καὶ χρηστοτέραις ἐλπίσι κατεπᾴδουσα. δὲ Ὑδάσπης ἐπειδὴ τῇ Συήνῃ προσβαλών, αὐτοβοείτε καὶ τείχεσιν αὐτοῖς ἀναρπάσεσθαι τὴν πόλιν ἐλπίσας, εἰς μικρὸν ἀπεκρούσθη πρὸς τῶν ὑπερμαχούντων, ἔργῳτε λαμπρῶς ἀμυνομένων καὶ λόγοις εἰς ὕβριν καὶ παροξυσμὸν ἐπιχλευασάντων, ὀργὴν τὸ πρᾶγμα ποιησάμενος, εἰ τὴν ἀρχὴν ὅλως ἀντιστῆναι διενοήθησαν, ἀλλὰ μὴ παρὰ τὴν πρώτην ἑκοντὶ φέροντες αὑτοὺς ἐνεχείρισαν, ἔγνω μὴ χρονοτριβεῖν τὸν στρατὸν προσκαθήμενος, μη δὲ ἑλεπόλεσιν ἀποπειρώμενος, ἐξ ὧν οἳ μὲν ἁλώσεσθαι οἳ δέ που καὶ διαδράσεσθαι ἔμελλον, ἀλλὰ πολιορκίᾳ μεγαλουργῷ καὶ ἀφύκτῳ τὴν πόλιν εἰς ἄρδην καὶ θᾶττον ἐξελεῖν.

9.3

ἔπραττε δὴ οὖν οὕτως. εἰς μοίρας κατανέμει τοῦ τείχους τὸν κύκλον, καὶ δεκάδα ὀργυιῶν δεκάδι ἀνδρῶν ἀποκληρώσας, εὖρόςτε καὶ βάθος ὡς ὅτι πλεῖστον ἀφορίσας ὀρύττειν εἰς τάφρον ἐκέλευσεν. οἳ δὲ ὤρυττον, ἄλλοι τὸν χοῦν ἐξεφόρουν, ἕτεροι εἰς ὀφρὺν πρὸς ὕψος ἐσώρευον, τῷ πολιορκουμένῳ τεῖχος ἕτερον ἀντεγείροντες. ἐκώλυε δὲ οὐδείς, οὐ δὲ ἐνίστατο πρὸς τὴν ἀποτείχισιν, ἐκδραμεῖντε τῇς πόλεως ἐπὶ μυριοπληθῆ στρατὸν οὐ θαρσῶν, καὶ τὰς ἐκ τῶν ἐπάλξεων τοξείας ἀνηνύτους ὁρῶν · γὰρ Ὑδάσπης καὶ τούτου προυνόησε, τὸ μεσεῦον τῶν δύο τειχῶν, ὅσον βολῆς ἐκτὸς εἶναι τοὺς ἐργασομένους, συμμετρησάμενος. ἐπεὶ δὲ καὶ τοῦτο καὶ λόγου θᾶττον ἤνυσεν ἅτε δὴ μυρίας αὐτῷ χειρὸς τὸ ἔργον ἐπισπευδούσης, ἑτέρου τοιοῦδε ἤρχετο. τοῦ κύκλου μέρος, πλάτος ὅσον ἡμίπλεθρον, ἰσόπεδόντε καὶ ἄχωστον διαλιπών, κατὰ τὴν ἀπολήγουσαν ἑκατέρωθεν ἄκραν σκέλος ἐκ χώματος ἐπιζευγνὺς ἐπὶ τὸν Νεῖλον εἰς μῆκος ἦγεν, ἀπὸ τῶν ταπεινοτέρων ἀεὶ πρὸς τὰ ὄρθια καὶ μετέωρα σκέλος ἑκάτερον προσβιβάζων. εἴκασεν ἄν τις μακροῖς τείχεσι τὸ γινόμενον, τοῦ μὲν ἡμιπλέθρου τὸ ἴσον πλάτος δι’ὅλου φυλάττοντος, μῆκος δὲ τὸ μεταξὺ τοῦτε Νείλου καὶ τῆς Συήνης ἀπολαμβάνοντος. ἐπεὶ δὲ συνῆψε τὸ χῶμα ταῖς ὄχθαις, ἐνταῦθα στόμιον τῷ ποταμῷ διατεμών, εἰς τὸν ἀπὸ τῶν σκελῶν ὁλκὸν τὴν ἀπορροὴν εἰσωχέτευσεν. οἷα δὲ ἐξ ὑπερδεξίων πρὸς χθαμαλώτερον καὶ ἐξ ἀπείρου τῆς κατὰ τὸν Νεῖλον εὐρύτητος στενῷ πορθμῷ τὸ ὕδωρ ἐμπῖπτον, καὶ ταῖς χειροποιήτοις ὄχθαις θλιβόμενον, πολύν τινα καὶ ἄφραστον κατὰ μὲν τὸ στόμιον φλοῖσβον, κατὰ δὲ τὸν ὁλκὸν ἐξάκουστον καὶ τοῖς πορρωτάτω πάταγον ἀπετέλει. ἅπερ ἀκούοντες, ἤδη δὲ καὶ ὁρῶντες οἱ κατὰ τὴν Συήνην, καὶ οἷ κακῶν ἦσαν συνιέντες, καὶ ὡς ἐπικλυσμός ἐστιν σκοπὸς τοῦ περιτειχίσματος, οὔτε ἀποδρᾶναι τὴν πόλιν ἔχοντες ἅτε τοῦ χώματος καὶ ἤδη πλησιάζοντος τοῦ ὕδατος τὴν ἔξοδον ἀποκλειόντων, οὔτε τὸ μένειν ἀκίνδυνον ὁρῶντες, ἐκ τῶν ἐνόντων πρὸς βοήθειαν τὴν αὑτῶν παρεσκευάζοντο. καὶ πρῶτον μὲν τῶν κατὰ τὰς πύλας σανιδωμάτων τὰ διεστῶτα θρυαλλίδιτε καὶ ἀσφάλτῳ διέφραττον, ἔπειτα τὸ τεῖχος πρὸς ἀσφαλεστέραν ἕδραν διήρειδον, μέν τις χῶμα δὲ λίθους δὲ ξύλα καὶ τὸ προστυχὸν ἕκαστος ἐπιφέρων. καὶ ἦν οὐδεὶς ἡσυχάζων, ἀλλ’ὁμοίως γυνὴ παῖς καὶ πρεσβύτης ἔργου εἴχετο · γένος γὰρ οὐδὲν οὐ δὲ ἡλικίαν περὶ ψυχῆς δυσωπεῖται κίνδυνος. οἱ δυνατώτεροι δὲ καὶ τὸ ἀκμάζον ἐν ὅπλοις αὐλῶνά τινα στενόντε καὶ ὑπόγειον ἀπὸ τῆς πόλεως ἐπὶ τὸ χῶμα τῶν πολεμίων διικνούμενον ὀρύττειν ἀποκεκλήρωντο.

9.4

καὶ δὴ καὶ ἠνύετο τὸ ἔργον ὧδε. φρεατίαν τοῦ τείχους πλησίον εἰς ὀργυιάς που πέντε τὴν κάθετον βαθύναντες, καὶ τοὺς θεμελίους ὑποδραμόντες, ἐγκάρσιον τὸ ἐντεῦθεν ὑπὸ πυρσοῖς ἐπ’εὐθείας τινὰ φέροντα τῶν χωμάτων ὑπόνομον ἐκοίλαινον, τῶν κατόπιν ἀεὶ καὶ δευτέρων παρὰ τῶν προτέρων ἐν τάξει τὸν χοῦν διαδεχομένων καὶ εἴς τι μέρος τῆς πόλεως πάλαι κηπευόμενον ἐκφορούντων καὶ εἰς κολωνὸν ἐγειρόντων. ταῦτα δὲ ἔπραττον ῥήξεως ἐνδόσιμον τῷ ὕδατι κατὰ τὸ κενόν, εἴ ποτε ἐπέλθοι, προμηθούμενοι. ἀλλ’ὅμως ἔφθανε τὰ δεινὰ τὴν προθυμίαν, καὶ Νεῖλος ἤδη τὸ μακρὸν χῶμα παραμείψας ἐπίφορος τῷ κατὰ τὸν κύκλον ἐνέπιπτε, καὶ πανταχόθεν περιρρυεὶς τὸ μεταίχμιον τῶν τειχῶν ἐλίμναζε. καὶ νῆσος αὐτίκα ἦν Συήνη καὶ περίρρυτος μεσόγαιος, τῷ Νειλῴῳ κλύδωνι κυματουμένη. κατ’ἀρχὰς μὲν δὴ καὶ χρόνον τῆς ἡμέρας ἐπ’ὀλίγον ἀντεῖχε τὸ τεῖχος · ἐπειδὴ δὲ ἐπιβρῖσαν τὸ ὕδωρ εἰς ὕψοςτε ᾔρετο, καὶ διὰ τῶν ἀραιωμάτων τῆς γῆς, οἷς μέλαινα καὶ εὔγειος οὖσα πρὸς τῆς θερινῆς ὥρας κατέσχιστο, πρὸς τὰ βάθη κατεδύετο καὶ τὴν κρηπῖδα τοῦ τείχους ὑπέτρεχε, τότ’ἤδη πρὸς τὸ ἄχθος ἐνεδίδου τὸ ὑποκείμενον. καὶ καθ’ μέρος χαυνούμενον ἱζήσειεν, ἐνταῦθα τὸ τεῖχος ὤκλαζε καὶ τῷ σάλῳ τὸν κίνδυνον ἐπεσήμαινεν, ἐπάλξεώντε κραδαινομένων καὶ τῶν ὑπερμαχομένων τῷ βρασμῷ κλονουμένων.

9.5

ἤδη δὲ ἑσπέρας ἐπιούσης καὶ μέρος τι τοῦ τείχους καὶ μεταπύργιον ἐγκατερείπεται, οὐ μὴν ὥστε χθαμαλωτέραν γενέσθαι τῆς λίμνης τὴν πτῶσιν, οὐ δ’ὥστε εἰσδέξασθαι τὸ ὕδωρ, ἀλλὰ πέντε που πήχεις ὑπερέχουσαν, ἀπειλουμένην ὅσον οὔπω κατεπτηχέναι τὴν ἐπίκλυσιν. ἐφ’οἷς οἰμωγήτε συμμιγὴς τῶν κατὰ τὴν πόλιν ἐξάκουστος καὶ τοῖς πολεμίοις ἐγίνετο, καὶ χεῖρας εἰς οὐρανὸν αἴροντες, τὴν ὑπολειπομένην ἐλπίδα, θεοὺς ἐπεβοῶντο σωτῆρας, καὶ τὸν Ὀροονδάτην ἐπικηρυκεύεσθαι πρὸς Ὑδάσπην ἱκέτευον. δὲ ἐπείθετο μέν, δοῦλος καὶ ἄκων τῆς τύχης γινόμενος, ἀποτετειχισμένος δὲ τῷ ὕδατι, καὶ ὅπως ἄν τινα διαπέμψαιτο ὡς τοὺς πολεμίους ἀδυνατῶν, ἐπίνοιαν ὑπὸ τῆς ἀνάγκης ἐδιδάσκετο · γραψάμενος γὰρ ἐβούλετο, καὶ λίθῳ τὴν γραφὴν ἐναψάμενος, σφενδόνῃ πρὸς τοὺς ἐναντίους ἐπρεσβεύετο, διαπόντιον τὴν ἱκεσίαν τοξευόμενος. ἤνυε δὲ οὐδέν, ἐλαττουμένης τοῦ μήκους τῆς βολῆς καὶ τῷ ὕδατι προεμπιπτούσης. δὲ καὶ αὖθις τὴν αὐτὴν γραφὴν ἐκτοξεύων ἀπετύγχανε, πάντων μὲν τῶν τοξοτῶν καὶ σφενδονητῶν ἐφικέσθαι τῆς βολῆς φιλοτιμουμένων οἷα δὴ τὸν περὶ ψυχῆς σκοπὸν ἀθλούντων, ἁπάντων δὲ τὰ ὅμοια πασχόντων. τέλος δὲ τὰς χεῖρας εἰς τοὺς πολεμίους ὀρέγοντες τοῖς χώμασιν ἐφεστῶτας καὶ θέατρον τὰ πάθη τὰ ἐκείνων ποιουμένους, ἐλεεινοῖς τοῖς σχήμασι τὸ βούλευμα τῶν τοξευμάτων ὡς δυνατὸν ἔφραζον, νῦν μὲν ὑπτίας προτείνοντες εἰς ἱκεσίας ἔμφασιν, νῦν δὲ κατὰ νώτων πρὸς δεσμὸν περιάγοντες εἰς δουλείας ἐξομολόγησιν. δὲ Ὑδάσπης ἐγνώριζε μὲν σωτηρίαν αἰτοῦντας καὶ παρέχειν ἦν ἕτοιμος (ὑπαγορεύει γὰρ τοῖς χρηστοῖς φιλανθρωπίαν πολέμιος ὑποπίπτων), τὸ παρὸν δὲ ἀδυνάτως ἔχων ἔγνω σαφεστέραν λαβεῖν τῶν ἐναντίων ἀπόπειραν. καὶ ἦν γὰρ πορθμεῖα τῶν ποταμίων προηυτρεπισμένος, κατὰ ῥοῦν τῆς διώρυχος ἐκ τοῦ Νείλου φέρεσθαι συγχωρήσας, ἐπειδὴ τῷ κύκλῳ τοῦ χώματος προσηνέχθη, καθελκύσας εἶχε · τούτων δέκα νεόπηκτα ἐπιλέξας, τοξόταςτε ὁπλίτας ἐνθέμενος, τε χρὴ λέγειν ἐπιστείλας, ὡς τοὺς Πέρσας ἐξέπεμπεν. οἳ δὲ ἐπεραιοῦντο πεφραγμένοι ὡς, εἴ τι καὶ παρ’ἐλπίδας ἐγχειροῖεν οἱ ἐπὶ τῶν τειχῶν, ηὐτρεπίσθαι πρὸς ἄμυναν. καὶ ἦν θεαμάτων τὸ καινότατον, ναῦς ἀπὸ τειχῶν πρὸς τείχη περαιουμένη, καὶ ναύτης ὑπὲρ μεσογαίας πλοϊζόμενος, καὶ πορθμεῖον κατὰ τὴν ἀρόσιμον ἐλαυνόμενον. καινουργὸς δὲ ὢν ἀεί πως πόλεμος τότε τι καὶ πλέον καὶ οὐδαμῶς εἰωθὸς ἐθαυματούργει, ναυμάχους τειχομάχοις συμπλέξας καὶ λιμναίῳ στρατιώτῃ χερσαῖον ἐφοπλίσας. οἱ γὰρ δὴ κατὰ τὴν πόλιν τὰ σκάφη καὶ τοὺς ἐμπλέοντας ἐνόπλουςτε καὶ καθ’ μέρος κατήρειπτο τὸ τεῖχος ἐπιφερομένους θεασάμενοι, καταπλῆγες ἄνθρωποι καὶ πτοίας ἤδη πρὸς τῶν περιεχόντων κινδύνων ἀνάμεστοι, πολεμίους καὶ τοὺς ἐπὶ σωτηρίᾳ τῇ σφῶν ἥκοντας ὑπετόπαζον (πᾶν γὰρ ὕποπτον καὶ φοβερὸν τῷ κατ’ἔσχατον κινδύνου γενομένῳ), ἠκροβολίζοντότε ἀπὸ τῶν τειχῶν καὶ εἰσετόξευον. οὕτως ἄρα καὶ ἀπεγνωκότες ἑαυτῶν ἄνθρωποι τὴν ἀεὶ παροῦσαν ὥραν κέρδος εἰς ὑπέρθεσιν θανάτου νομίζουσιν. ἔβαλλον δὲ οὐχ ὥστε καὶ τιτρώσκειν, ἀλλ’ὅσον ἀπείργειν τὸν πρόσπλουν καταστοχαζόμενοι. ἀντετόξευον δὲ καὶ οἱ Αἰθίοπες, καὶ ἅτε εὐσκοπώτεράτε βάλλοντες καὶ οὔπω τῆς τῶν Περσῶν γνώμης συνιέντες δύο πού τινας καὶ πλείους διαπείρουσιν, ὥστε τινὰς ὑπὸ ὀξείας καὶ ἀπροόπτου τῆς τρώσεως ἐπὶ κεφαλὴν ἀπὸ τῶν τειχῶν εἰς τὸ ἐκτόςτε καὶ τὸ ὕδωρ ἐκσφενδονηθῆναι. κἂν καὶ ἐπὶ πλέον ἐξεκαύθη τὰ τῆς μάχης, τῶν μὲν σὺν φειδοῖ κωλυόντων μόνον, τῶν δὲ καὶ σὺν ὀργῇ, τῶν Αἰθιόπων, ἀμυνομένων, εἰ μή τις τῶν ἐπὶ δόξης καὶ πρεσβύτης ἤδη Συηναίων τοῖς ἐπὶ τοῦ τείχους παραγενόμενος, φρενοβλαβεῖς, ἔφη, καὶ πρὸς τῶν δεινῶν παραπλῆγες, οὓς εἰς δεῦρο ἱκετεύοντες καὶ ἐπικαλούμενοι πρὸς βοήθειαν διετελοῦμεν, τούτους ἐλπίδος ἐπέκεινα παραγινομένους ἀπείργομεν; οἳ φίλοι μὲν ἥκοντες καὶ εἰρηνικὰ διαγγέλλοντες σωτῆρες ἔσονται, πολέμια δὲ διανοούμενοι ῥᾷστα καὶ προσορμισθέντες ἐλαττωθήσονται. τί δὲ καὶ πλέον εἰ τούτους διαχρησόμεθα, τοσούτου νέφους ἐκ γῆς καὶ ὕδατος κεκυκλωμένου τὴν πόλιν; ἀλλὰ καὶ προσδεχώμεθα καὶ τι βουλομένοις ἐστὶν ἐκδιδασκώμεθα. πᾶσιν εὖ λέγειν ἔδοξεν, ἐπῄνει δὲ καὶ σατράπης. καὶ τοῦ κατηρειπωμένου τῇδε κἀκεῖσε μεταστάντες ἐν ἀκινήτοις τοῖς ὅπλοις ἡσύχαζον.

9.6

ὡς δὲ ἐκενώθη τὸ μεταπύργιον τῶν ἐφεστώτων, τε δῆμος ὀθόναις κατασείων ἐπιτρέπειν τὸν ὅρμον ἐνεδείκνυτο, τότε δὴ καὶ οἱ Αἰθίοπες πλησιάσαντες ὥσπερ ἀπ’ἐκκλησίας τῶν πορθμείων πρὸς τὸ πολιορκούμενον θέατρον τοιάδε ἔλεγον. Πέρσαι καὶ Συηναίων οἱ παρόντες, Ὑδάσπης τῶν πρὸς ἀνατολαῖς καὶ δυσμαῖς Αἰθιόπων, νυνὶ δὲ καὶ ὑμῶν βασιλεύς, πολεμίουςτε ἐκπορθεῖν οἶδε καὶ ἱκέτας οἰκτείρειν πέφυκε, τὸ μὲν ἀνδρεῖον τὸ δὲ φιλάνθρωπον δοκιμάζων, καὶ τὸ μὲν χειρὸς εἶναι στρατιωτικῆς τὸ δὲ ἴδιον τῆς ἑαυτοῦ γνώμης. ἔχων τότε ὑμᾶς εἶναι καὶ μὴ κατ’ἐξουσίαν, ἱκέταις γεγενημένοις ἀνίησι τὸν ἐκ τοῦ πολέμου πᾶσιν ὁρώμενον καὶ οὐκ ἀμφίβολον κίνδυνον, ἐφ’οἷς ἂν ἄσμενοι τῶν δεινῶν ἀπαλλαγείητε, τὴν αἵρεσιν οὐκ αὐτὸς ὁρίζων ἀλλ’ὑμῖν ἐπιτρέπων · οὐ γὰρ τυραννεῖ τὴν δίκην, ἀλλὰ πρὸς τὸ ἀνεμέσητον διοικεῖ τὴν τῶν ἀνθρώπων τύχην. πρὸς ταῦτα Συηναῖοι μὲν ἀπεκρίναντο σφᾶςτε αὐτοὺς καὶ παῖδας καὶ γυναῖκας ἐπιτρέπειν Ὑδάσπῃ χρῆσθαι πρὸς τι βούλοιτο, καὶ τὴν πόλιν, εἰ περιγένοιντο, ἐγχειρίζειν, ἣν καὶ νῦν ἐν τῷ ἀνελπίστῳ σαλεύειν, εἰ μὴ φθαίη τις ἐκ θεῶν καὶ ἐξ Ὑδάσπου μηχανὴ σωτηρίας. δὲ Ὀροονδάτης τῶν μὲν αἰτίων ἔφη τοῦ πολέμου καὶ τῶν ἐπάθλων ἐκστήσεσθαι καὶ τὰς Φίλας τὴν πόλιν καὶ τὰ σμαράγδεια μέταλλα παραχωρήσειν, αὐτὸς δὲ ἠξίου μηδεμίαν ὑποστῆναι ἀνάγκην μήτε ἑαυτὸν μήτε τοὺς στρατιώτας ἐγχειρίζειν, ἀλλ’εἰ βούλοιτο Ὑδάσπης ὁλόκληρον ἐπιδείκνυσθαι τὸ φιλάνθρωπον, ἐπιτρέπειν οὐδὲν λυμαινομένους οὐ δὲ χεῖρας ἀνταίροντας ἀποχωρεῖν εἰς τὴν Ἐλεφαντίνην. ὡς ἴσον εἶναί οἱ νῦντε ἀπολέσθαι, καὶ δοκοῦντα περισώζεσθαι προδοσίας τοῦ στρατιωτικοῦ παρὰ βασιλεῖ τῷ Περσῶν ἁλῶναι. μᾶλλον καὶ χαλεπώτερον, νῦν μὲν ἁπλοῦ καὶ νενομισμένου τυχὸν ἐπαχθησομένου θανάτου, τότε δὲ ὠμοτάτου καὶ εἰς πικροτάτην κόλασιν καινουργουμένου.

9.7

ταῦτα λέγων ὑποδεχθῆναι καὶ δύο Περσῶν εῖς τὰ σκάφη παρεκάλει, πρόφασιν ὡς εἰς Ἐλεφαντίνην ἀφιξομένους, καὶ εἴπερ οἱ κατ’αὐτὴν συνενδιδοῖεν εἰς τὸ δουλεύειν, οὐ δὲ αὐτὸς ἔτι μελλήσων. ταῦτα ἀκούσαντες οἱ πρεσβεῖς ἐπανῄεσαν, ἅμα καὶ δύο Περσῶν ἀναλαβόντες, πρόςτε τὸν Ὑδάσπην ἅπαντα ἀπήγγελλον. δ’ὑπογελάσας, καὶ πολλὰ τῆς ἀβελτηρίας τὸν Ὀροονδάτην ἐπιμεμψάμενος, εἰ περὶ τῶν ἴσων διαλέγεται ἄνθρωπος ἐπ’ἄλλῳ καὶ οὐκ ἐν ἑαυτῷ τὸ εἶναι καὶ τεθνάναι σαλεύων, εὔηθες, ἔφη, τὴν ἑνὸς ἄνοιαν τοσούτοις ἐπαγαγεῖν ἀπώλειαν. καὶ τούςτε ἀπεσταλμένους παρὰ τοῦ Ὀροονδάτου βαδίζειν εἰς τὴν Ἐλεφαντίνην ἐπέτρεπεν, ὡς οὐδεμιᾶς ὂν φροντίδος εἰ κἀκεῖνοί τι πρὸς ἀντίστασιν βουλεύσειαν, καὶ τῶν ἰδίων τοὺς μὲν ἐμφράττειν τὸ διορυγὲν τοῦ Νείλου στόμιον, τοὺς δὲ ὥστε ἕτερον κατὰ τὸ χῶμα ἐκτέμνειν ἀπεκλήρωσεν, ὡς τῆςτε ἐπιρροῆς κωλυομένης καὶ τῆς λιμναζούσης πρὸς τῆς ἐκροῆς κενουμένης θᾶττον ἀναψῦξαι τὰ περὶ τὴν Συήνην καὶ εἰς τὸ βάσιμον ἐξικμασθῆναι. οἱ μὲν δὴ ταῦτα προσταχθέντες, μικρὰ τοῦ ἔργου κατάρξαντες, εἰς τὴν ἑξῆς ἐπιτελέσειν ἔμελλον, ἑσπέρας αὐτίκα καὶ νυκτὸς προσφάτοις τοῖς προστάγμασιν ἐπιγενομένης ·

9.8

οἱ δὲ κατὰ τὸ ἄστυ τῆς ἐν χερσὶ καὶ δυνατῆς βοηθείας οὐ μεθίεντο, τὴν καὶ παρ’ἐλπίδα ἐνδεχομένην σωτηρίαν οὐκ ἀπογινώσκοντες, ἄλλοιτε τὸν ὑπόγειον αὐλῶνα διορύττοντες ἤδη τοῖς, χώμασι πλησιάζειν ἐῴκεσαν, τὸ ἀπὸ τοῦ τείχους ἐπὶ τὸ χῶμα ταῖς ὄψεσιν ὑποπῖπτον διάστημα σχοίνῳ κατὰ τὸ ὄρυγμα συμμετρούμενοι, καὶ τὸ πεπτωκὸς ἕτεροι τοῦ τείχους ὑπὸ λαμπτῆρσιν ἀνήγειρον. ἦν δὲ οἰκοδομὴ ῥᾳδία, τῶν λίθων εἰς τὸ ἐντὸς κατὰ τὴν πτῶσιν κυλινδηθέντων. ἐπεὶ δὲ ἀσφαλῶς ἔχειν τὸ παρὸν ᾠήθησαν, οὐ δὲ τότε ἀθορύβως διῆγον, ἀλλὰ κατὰ μέσας που νύκτας μέρος τι τοῦ χώματος, καθ’ τῆς ἑσπέρας οἱ Αἰθίοπες τοῦ διορύττειν ἐφήψαντο, εἴτε τῆς γῆς κατ’ἐκεῖνο χαύνουτε καὶ ἀκροτήτου σωρευθείσης εἶξε τὸ ὑποκείμενον διάβροχον γεγενημένον, εἴτε καὶ τῶν ὑπορυττόντων συνενδοῦναι πρὸς τὸ κενὸν τῷ ὑποκειμένῳ παρασχόντων, καὶ τοῦ πρὸς βραχὺ διορυγέντος ταπεινοτέρου τῶν ἐργαζομένων ἐπιλαβόντος, ἐπίκλυσις αὐξομένου διὰ νυκτὸς ἐγένετο τοῦ ὕδατος, καὶ τοῦ ῥαγέντος ἅπαξ ὁδοποιοῦντος ἔλαθε βαθυνόμενον, εἴτε καὶ δαιμονίας ἐπικουρίας θείη τις τὸ ἔργον, παρὰ δόξαν ἐκρήγνυται. καὶ τοσοῦτος ἦχος καὶ δοῦπος ἀπετελέσθη, διὰ τῆς ἀκοῆς τὴν διάνοιαν ἐκδειμαίνων, ὡς τὸ μὲν συμβὰν ἀγνοεῖν, μέρος δὲ τὸ πλεῖστον τῶν τειχῶν καὶ τῆς πόλεως ὑπενηνέχθαι τούςτε Αἰθίοπας καὶ αὐτοὺς Συηναίους ὑποπτεύειν. ἀλλ’οἳ μὲν ἐν τῷ ἀσφαλεῖ διάγοντες ἐφ’ἡσυχίας ηὐλίζοντο, ὡς εἰς ἕω τὸ σαφὲς εἰσόμενοι · οἱ δὲ κατὰ τὴν πόλιν πάντῃ τὸ τεῖχος καὶ εἰς κύκλον περιέθεον, τὸ μὲν καθ’ἑαυτοὺς ἕκαστοι σῶον ὁρῶντες, ἄλλοι δὲ παρ’ἄλλοις γεγενῆσθαι τὸ πάθος εἰκάζοντες, ἄχρι δὴ τὸ φῶς ἐπιγενόμενον τὴν ἀχλὺν τῶν ἀμφιβαλλομένων δεινῶν παρέλυσε, τοῦτε ῥήγματος ἀπόπτου γενομένου καὶ τοῦ ὕδατος ἀθρόον ὑπονοστήσαντος. ἤδη γὰρ καὶ οἱ Αἰθίοπες τὸ ἐποχετεῦον στόμιον ἔφραττον, καταρράκταςτε ἐκ σανίδων συνηρμοσμένων καθιέντες, καὶ ξύλων παχέσι κορμοῖς ἔκτοσθεν διερείδοντες, χοῦντε ἅμα καὶ φρυγανίτιδα ὕλην συνδέοντες, καὶ πολλαὶ χιλιάδες ἀθρόον, οἳ μὲν ἀπὸ τῆς ὄχθης οἳ δὲ καὶ ἐκ πορθμείων, ἐπιφοροῦντες. οὕτω μὲν δὴ τὸ ὕδωρ ὑπενόστησεν. ἦν δὲ οὐ δ’ὣς πορευτέα παρ’ἀλλήλους οὐδετέροις · ἰλύος γὰρ βαθείας γῆ κατάπλεως ἐγεγόνει, καὶ τὴν ἐπιφάνειαν ἐξικμάσθαι φαινομένην τέλμα δίυγρον ὑπέτρεχεν, ἵππουτε ὁμοίως καὶ ἀνδρὸς βάσιν εἰς βυθισμὸν ἐνεδρεῦον.

9.9

ἡμέρας μὲν δὴ δύο που καὶ τρεῖς οὕτω διῆγον, ἠνεῳγμέναις μὲν ταῖς πύλαις οἱ Συηναῖοι, ὅπλοις δὲ ἀποκειμένοις οἱ Αἰθίοπες τὴν εἰρήνην ἐπισημαίνοντες. καὶ ἦν τὸ γινόμενον ἀνακωχή τις ἀνεπίμικτος, οὔτε φρουρᾶς ἔτι παρ’οὐδετέροις σπουδαζομένης, καὶ πλέον τῶν κατὰ τὴν πόλιν εὐπαθείαις ἑαυτοὺς ἐκδεδωκότων. καὶ γάρ πως συνέπεσε καὶ τὰ Νειλῷα τότε, τὴν μεγίστην παρ’Αἰγυπτίοις ἑορτήν, ἐνεστηκέναι, κατὰ τροπὰς μὲν τὰς θερινὰς μάλιστα καὶ ὅτε ἀρχὴν τῆς αὐξήσεως ποταμὸς ἐμφαίνει τελουμένην, ὑπὲρ πάσας δὲ τὰς ἄλλας πρὸς Αἰγυπτίων σπουδαζομένην δι’αἰτίαν τοιάνδε. θεοπλαστοῦσι τὸν Νεῖλον Αἰγύπτιοι, καὶ κρειττόνων τὸν μέγιστον ἄγουσιν, ἀντίμιμον οὐρανοῦ τὸν ποταμὸν σεμνηγοροῦντες, οἷα δὴ δίχα νεφώσεων καὶ ὑετῶν ἀερίων τὴν ἀρουμένην αὐτοῖς ἄρδοντα καὶ εἰς ἔτος ἀεὶ τεταγμένως ἐπομβρίζοντα. καὶ ταύτῃ μὲν πολὺς λεώς · δὲ ἐκθειάζουσιν, ἐκεῖνα. τοῦ εἶναι καὶ ζῆν ἀνθρώπους τὴν ὑγρᾶςτε καὶ ξηρᾶς οὐσίας σύνοδον αἰτίαν μάλιστα νομίζουσι, τὰ ἄλλα στοιχεῖα τούτοις συνυπάρχειντε καὶ συναναφαίνεσθαι λέγοντες, καὶ τὴν μὲν ὑγρὰν τὸν Νεῖλον, θατέραν δὲ τὴν γῆν τὴν αὑτῶν ἐμφαίνειν. καὶ ταυτὶ μὲν δημοσιεύουσι, πρὸς δὲ τοὺς μύστας Ἶσιν τὴν γῆν καὶ Ὄσιριν τὸν Νεῖλον καταγγέλλουσι, τὰ πράγματα τοῖς ὀνόμασι μεταλαμβάνοντες. ποθεῖ γοῦν ἀπόντα θεὸς καὶ χαίρει συνόντι, καὶ μὴ φαινόμενον αὖθις θρηνεῖ, καὶ ὡς δή τινα πολέμιον τὸν Τυφῶνα ἐχθραίνει, φυσικῶν τινῶν, οἶμαι, ἀνδρῶν καὶ θεολόγων πρὸς μὲν τοὺς βεβήλους τὰς ἐγκατεσπαρμένας τούτοις ὑπονοίας μὴ παραγυμνούντων, ἀλλ’ἐν εἴδει μύθου προκατηχούντων, τοὺς δὲ ἐποπτικωτέρους καὶ ἀνακτόρων ἐντὸς τῇ πυρφόρῳ τῶν ὄντων λαμπάδι φανότερον τελούντων.

9.10

τοῦτό τοι καὶ ἡμῖν εὐμένεια μὲν εἴη τῶν εἰρημένων, τὰ μυστικώτερα δὲ ἀρρήτῳ σιγῇ τετιμήσθω, τῶν κατὰ Συήνην ἑξῆς περαινομένων. τῆς γὰρ δὴ τῶν Νειλῴων ἑορτῆς ἐνεστηκυίας οἱ μὲν ἐγχώριοι πρὸς θυσίαιςτε καὶ τελεταῖς ἦσαν, τοῖς μὲν σώμασι τοῖς περιεστηκόσι δεινοῖς κάμνοντες, ταῖς ψυχαῖς δὲ τῆς περὶ τὸ θεῖον εὐσεβείας ἐκ τῶν ἐνόντων οὐκ ἀμνημονοῦντες · δὲ Ὀροονδάτης μέσας νύκτας ἐπιτηρήσας, πρὸς ὕπνον βαθὺν τῶν Συηναίων ἀπὸ τῆς εὐωχίας τετραμμένων, ὑπεξάγει τὸν στρατόν, ὥραντε μίαν καὶ πύλην, καθ’ἣν ἔδει ποιήσασθαι τὴν ἔξοδον, κρύφα τοῖς Πέρσαις προπαραγγείλας. ἐπέσταλτο δὲ ἑκάστῳ δεκαδάρχῃ ἵππους μὲν καὶ ὑποζύγια κατὰ χώραν ἐᾶν, πρόςτε δυσχερείας ἀπαλλαγήν, καὶ τοῦ μή τινα πρὸς τὸν τάραχον αἴσθησιν γενέσθαι τῶν δρωμένων, τὰ ὅπλα δὲ ἀναλαβόντας μόνα καὶ δοκίδα σανίδα πορισαμένους ἐπάγεσθαι.

9.11

ἐπεὶ δὲ ἠθροίσθησαν καθ’ἣν προείρητο πύλην, ἐγκάρσια τῷ πηλῷ τὰ ξύλα, ἅπερ ἑκάστη δεκὰς ἐπήχθιστο, ἐπιβάλλων καὶ ἀλλήλων ἐχόμενα συντιθείς, τῶν κατόπιν ἀεὶ τοῖς ἡγουμένοις μεταδιδόντων, οἷον διὰ ζεύγματος ῥᾷστάτε καὶ τάχιστα διεβίβασε τὸ πλῆθος. καὶ λαβόμενος τῆς ἐστερεωμένης, τούςτε Αἰθίοπας οὐδὲν προϊδομένους οὐ δὲ φροντίδα τῆς φυλακῆς πεποιημένους, ἀλλ’ἀπρονοήτως καθεύδοντας, διαλαθών, ἐπὶ τὴν Ἐλεφαντίνην, ὡς δρόμουτε εἶχε καὶ ἄσθματος, καθ’ἓν τὸν στρατὸν ἦγεν, ἀκώλυτόςτε εἰσέφρησεν εἰς τὴν πόλιν, τῶν ἐκ τῆς Συήνης προαπεσταλμένων δύο Περσῶν, οὕτω πρὸς αὐτοὺς συντεταγμένον, ἐπιτηρούντων ὅσαι νύκτες τὴν ἔφοδον, κἀπειδὴ τὸ συγκείμενον ἀνεφθέγξαντο σύμβολον, παραχρῆμα τὰς πύλας ἀναπετασάντων. ἤδη δὲ ἡμέρας ὑποφαινούσης οἱ Συηναῖοι τὸν δρασμὸν ἐγνώριζον, τὰ μὲν πρῶτα κατ’οἶκον τὸν ἴδιον ἕκαστος τοὺς ἐπεξενωμένους Περσῶν οὐχ ὁρῶντες, εἶτα καὶ κατὰ συλλόγους συνιστάμενοι, καὶ τέλος καὶ τὸ ζεῦγμα ἐποπτεύοντες. αὖθις οὖν εἰς ἀγωνίαν καθίσταντο, καὶ δευτέρων ἀδικημάτων ἔγκλημα προσεδέχοντο βαρύτερον ὡς ἐπὶ φιλανθρωπίᾳ τοσαύτη γεγονότες ἄπιστοι καὶ τὸν δρασμὸν τοῖς Πέρσαις συνεργήσαντες. ἔγνωσαν οὖν πανδημεὶ τῆς πόλεως ἐξορμήσαντες ἐγχειρίζειντε ἑαυτοὺς τοῖς Αἰθίοψι καὶ ὅρκοις πιστοῦσθαι τὴν ἄγνοιαν, εἴ πως εἰς ἔλεον ἐπικλασθεῖεν. ἀθροίσαντες οὖν πᾶσαν ἡλικίαν, καὶ κλάδους εἰς ἱκετηρίαν ἀναλαβόντες, κηρούςτε καὶ δᾷδας ἁψάμενοι, καὶ τὰ ἱερὰ γένη καὶ ἕδη τῶν θεῶν ὥσπερ κηρύκεια προβεβλημένοι, διάτε τοῦ ζεύγματος ὡς τοὺς Αἰθίοπας ἐλθόντες ἱκέται πόρρωθεν γονυπετοῦντες ἐκάθηντο, καὶ ὑφ’ἓν σύνθημα καὶ φωνὴν γοώδη μίαν ἐλεεινὴν ὀλολυγὴν ἱέντες ἱκέτευον. οἰκτιζόμενοι δὲ πλέον τὰ νεογνὰ τῶν βρεφῶν ἐπὶ γῆς προκαταβάλλοντες φέρεσθαι ὡς ἔτυχε μεθῆκαν, διὰ τῆς ἀνυπόπτου καὶ ἀνυπαιτίου μοίρας τὸ θυμούμενον τῶν Αἰθιόπων προμαλάσσοντες. τὰ βρέφη δὲ ὑπὸ πτοίαςτε ἅμα καὶ ἀγνοίας τῶν πραττομένων τοὺς μὲν φύντας καὶ τρέφοντας, τάχα που τὴν ἄπειρον ἀποτρεπόμενα βοήν, ὑπέφευγεν, ἐπὶ δὲ τὴν ἄγουσαν ὡς τοὺς πολεμίους τὰ μὲν εἷρπε, τὰ δὲ ψελλιζόμενα τὴν βάσιν καὶ κλαυθμυριζόμενα ἐπαγωγὸν ἐφέρετο, καθάπερ σχεδιαζούσης ἐν αὐτοῖς τὴν ἱκεσίαν τῆς τύχης.

9.12

δὲ Ὑδάσπης ταῦτα ὁρῶν, καὶ τὴν πάλαι ἱκεσίαν ἐπιτείνειν αὐτοὺς καὶ εἰς τὸ παντελὲς ἐξομολογεῖσθαι οἰηθείς, ἀποστείλας ἠρώτα τί βούλοιντο καὶ ὅπως μόνοι καὶ οὐ μετὰ τῶν Περσῶν ἥκοιεν. οἳ δὲ πάντα ἔλεγον, τὸν δρασμὸν τῶν Περσῶν, τὸ ἑαυτῶν ἀνυπαίτιον, τὴν πάτριον ἑορτήν, καὶ ὡς πρὸς θεραπείαν τῶν κρειττόνων ὄντας καὶ πρὸς τῆς εὐωχίας ὑφυπνωμένους διαλάθοιεν, ἴσως ἂν διαδράντες καὶ ἰδόντων καὶ γυμνῶν τοὺς ἐν ὅπλοις κωλύειν ἀδυνατούντων. δὴ οὖν Ὑδάσπης τούτων πρὸς αὐτὸν ἀπαγγελθέντων ὑποτοπήσας ὅπερ ἦν, ἀπάτην τινὰ καὶ ἐνέδραν πρὸς τοῦ Ὀροονδάτου γενησομένην, τοὺς ἱερέας μόνους μετακαλεσάμενος, καὶ τοῖς ἀγάλμασι τῶν θεῶν συνεπήγοντο πρὸς τὸ μᾶλλον καταιδέσαι προσκυνήσας, εἴ τι πλέον ἔχοιεν ἀναδιδάσκειν περὶ τῶν Περσῶν ἐπυνθάνετο, καὶ ὅποι μὲν ὥρμησαν, τίνι δὲ θαρσεῖν ἔχουσιν τίσιν ἐπιχειρήσουσιν. οἳ δὲ τὰ μὲν ἄλλα ἀγνοεῖν ἔφασαν, εἰκάζειν δὲ εἰς τὴν Ἐλεφαντίνην ὡρμηκέναι, τοῦ πλείστου στρατοῦ κατ’ἐκείνην συνειλεγμένου, καὶ τοῦ Ὀροονδάτου τοῖςτε ἄλλοις καὶ πλέον τοῖς καταφράκτοις ἱππεῦσιν ἐπανέχοντος.

9.13

ταῦτα εἰπόντων, καὶ εἰσιέναι εἰς τὴν πόλιν ὡς ἰδίαν καὶ μεθεῖναι τῆς κατ’αὐτῶν ὀργῆς ἱκετευόντων, τὸ μὲν παρελθεῖν αὐτὸς εἰς τὴν πόλιν Ὑδάσπης τὸ παρὸν οὐ δὲ ἐδοκίμαζε, δύο δὲ φάλαγγας ὁπλιτῶν εἰσπέμψας εἰς ἀπόπειράντε ὑποπτευομένης ἐνέδρας, καὶ εἰ μηδὲν εἴη τοιοῦτον, εἰς φρουρὰν τῆς πόλεως, τούςτε Συηναίους ἐπὶ χρησταῖς ταῖς ὑποσχέσεσιν ἀποπέμψας, αὐτὸς εἰς τάξιν καθίστη τὸν στρατὸν ὡς δεξόμενος ἐπιόντας τοὺς Πέρσας καθυστεροῦσιν ἐπελευσόμενος. καὶ οὔπω πᾶν διετέτακτο, καὶ σκοποὶ προσελαύνοντες ἔφοδον τῶν Περσῶν εἰς μάχην ἐκτεταγμένων ἐμήνυον. γὰρ Ὀροονδάτης τὴν μὲν ἄλλην στρατιὰν εἰς τὴν Ἐλεφαντίνην ἀθροίζεσθαι διατεταγμένος, αὐτὸς δέ, ὅτε τοὺς Αἰθίοπας ἐπιόντας παρ’ἐλπίδα κατώπτευεν, εἰσδραμεῖν σὺν ὀλίγοις εἰς τὴν Συήνην ἀναγκασθεὶς καὶ τοῖς χώμασιν ἀποτειχισθείς, σωτηρίαντε αἰτήσας καὶ καθ’ὑπόσχεσιν τοῦ Ὑδάσπου λαβών, ἀπιστότατος ἀνθρώπων γίνεται, καὶ δύο Περσῶν ἅμα τοῖς Αἰθίοψι περαιωθῆναι παρασκευάσας δῆθεν ὡς τὴν γνώμην τῶν κατὰ τὴν Ἐλεφαντίνην, ἐφ’οἷς ἂν ἕλοιντο διαλύσασθαι πρὸς Ὑδάσπην, μαθησομένους ἐξέπεμψε, τὸ δ’ἀληθές, εἰ παρασκευάζεσθαι πρὸς μάχην προαιροῦνται, ὅταν αὐτός ποτε διαδρᾶναι δυνηθῇ. καὶ τὸ τῆς γνώμης ἄπιστον εἰς ἔργον ἦγεν, ηὐτρεπισμένουςτε καταλαβὼν αὐτίκα ἐξῆγεν, οὐ δ’εἰς βραχὺ τὴν ἔφοδον ὑπερθέμενος, ἀλλὰ τῷ τάχει τὴν παρασκευήν, ὡς ἐδόκει, τῶν ἐναντίων ὑποτεμνόμενος.

9.14

ἤδη γοῦν παραταττόμενος ἑωρᾶτο, κόμπῳτε Περσικῷ τὰς ὄψεις προκαταλαμβάνων καὶ ἀργυροῖςτε καὶ ἐπιχρύσοις τοῖς ὅπλοις τὸ πεδίον καταστράπτων. ἄρτι γὰρ ἀνίσχοντος ἡλίου καὶ τὴν ἀκτῖνα κατὰ πρόσωπον τοῖς Πέρσαις ἐπιβάλλοντος, μαρμαρυγή τις ἄφραστος καὶ εἰς τοὺς πορρωτάτω διερριπίζετο, τῆς πανοπλίας οἰκεῖον σέλας ἀνταυγαζούσης. τὸ μέν οὖν δεξιὸν κέρας αὐτῶν Περσῶντε καὶ Μήδων τὸ γνήσιον ἐπεῖχε, τῶν μὲν ὁπλιτῶν ἡγουμένων, τῶν δὲ ὅσοι τοξόται κατόπιν ἐφεπομένων, ὡς ἂν γυμνοὶ πανοπλίας ὄντες ἀσφαλέστερον βάλλοιεν ὑπὸ τοῖς ὁπλίταις προασπιζόμενοι · τὴν δὲ Αἰγυπτίωντε καὶ Λιβύων χεῖρα καὶ τὴν ξενικὴν ἅπασαν εἰς τὸ ἀριστερὸν κατένεμεν, ἀκοντιστάςτε καὶ τούτοις καὶ σφενδονήτας παραζεύξας, ἐκδρομάςτε ποιεῖσθαι καὶ εἰσακοντίζειν ἐκ πλαγίων ὁρμωμένοις ἐπιστείλας. αὐτὸς δὲ τὸ μέσον κατελάμβανεν, ἅρματόςτε δρεπανηφόρου λαμπροῦ ἐπιβεβηκὼς καὶ ὑπὸ τῆς ἑκατέρωθεν φάλαγγος εἰς ἀσφάλειαν δορυφορούμενος, τοὺς καταφράκτους ἱππέας μόνον ἑαυτοῦ προέταττεν, οἷς δὴ καὶ πλέον θαρσήσας τὴν μάχην ἀπετόλμησε · καὶ γὰρ οὖν καὶ ἔστιν ἥδε φάλαγξ Περσῶν ἀεὶ τὸ μαχιμώτατον, καὶ οἱονεὶ τεῖχος ἀρραγὲς τοῦ πολέμου προβαλλόμενον.

9.15

τρόπος δὲ αὐτοῖς πανοπλίας τοιόσδε. ἀνὴρ ἔκκριτος καὶ σώματος ἰσχὺν ἐπίλεκτος κράνος μὲν ὑπέρχεται συμφυέςτε καὶ μονήλατον, καὶ ὄψιν ἀνδρὸς εἰς ἀκρίβειαν ὥσπερ τὰ προσωπεῖα σοφιζόμενον. τούτῳ δὲ ἐκ κορυφῆς εἰς αὐχένα πάντα πλὴν τῶν ὀφθαλμῶν εἰς τὸ διοπτεύειν σκεπόμενος, τὴν μὲν δεξιὰν κοντῷ μείζονι λόγχης ὁπλίζει, τὴν λαιὰν δὲ εἰς τὸν χαλινὸν ἀσχολεῖ. κοπίδα δὲ ὑπὸ τὴν πλευρὰν παρηρτημένος, οὐ τὰ στέρνα μόνον ἀλλὰ καὶ σῶμα τὸ ἄλλο ἅπαν τεθωράκισται. ἐργασία δὲ τοῦ θώρακος τοιάδε. σκυτάλας χαλκᾶςτε καὶ σιδηρᾶς ὅσον σπιθαμιαίας πάντοθεν εἰς σχῆμα τετράγωνον ἐλάσαντες, καὶ ἄλλην ἐπ’ἄλλην κατ’ἄκρα τῶν πλευρῶν ἐφαρμόσαντες ὡς τῇ κατωτέρᾳ τὴν ὑπερκειμένην ἀεὶ καὶ τῇ πλαγίᾳ τὴν παρακειμένην κατὰ τὸ συνεχὲς ἐπιβαίνειν, καὶ ῥαφαῖς ὑπὸ τὰς ἐπιπτυχὰς τὴν συμπλοκὴν ἀγκιστρώσαντες, χιτῶνά τινα φολιδωτὸν ἀπεργάζονται, προσπίπτοντα μὲν ἀλύπως τῷ σώματι καὶ πάντῃ περιφυόμενον, περιγράφοντα δὲ μέλος ἕκαστον καὶ πρὸς τὸ ἀκώλυτον τῆς κινήσεως συστελλόμενόντε καὶ συνεκτεινόμενον. ἔστι γὰρ χειριδωτός, ἀπ’αὐχένος εἰς γόνυ καθειμένος, μόνοις τοῖς μηροῖς, καθ’ τῶν ἱππείων νώτων ἐπιβαίνειν ἀνάγκη, διαστελλόμενος. μὲν δὴ θώραξ τοιοῦτος, ἀντίτυπόν τι βελῶν χρῆμα, καὶ πρὸς πᾶσαν τρῶσιν ἀπομαχόμενον · κνημὶς δὲ ἀπ’ἄκρων ταρσῶν εἰς γόνυ διήκει, συνάπτουσα πρὸς τὸν θώρακα. παραπλησίᾳ δὲ σκευῇ καὶ τὸν ἵππον περιφράττουσι, τούςτε πόδας κνημῖσι περιδέοντες, καὶ προμετωπιδίοις τὴν κεφαλὴν δι’ὅλου σφηκοῦντες, ἐκ νώτωντε ἐπὶ γαστέρα καθ’ἑκατέραν πλευρὰν σκέπασμα σιδηρόπλοκον ἀπαιωροῦντες, ὡς ὁπλίζειντε ἅμα καὶ τῇ λαγαρότητι μὴ ἐμποδίζειν τοὺς δρόμους. οὕτως ἐσκευασμένος καὶ οἷον ἐμβεβλημένος περιβαίνει τὸν ἵππον, οὐκ αὐτὸς ἐφαλλόμενος, ἀλλ’ἑτέρων διὰ τὸ ἄχθος ἀνατιθεμένων. κἀπειδὰν καιρὸς ἥκῃ τῆς μάχης, ἐφεὶς τῷ χαλινῷ τὸν ἵππον καὶ μυωπίσας παντὶ τῷ ῥοθίῳ κατὰ τῶν ἐναντίων ἵεται σιδηροῦς τις ἀνὴρ φαινόμενος, καὶ σφυρήλατος ἀνδριὰς κινούμενος. κοντὸς δὲ τὰ μὲν πρὸς τῇ αἰχμῇ κατὰ πολὺ καὶ εἰς εὐθὺ προβέβληται, δεσμῷ πρὸς τὸν αὐχένα τὸν ἵππειον ἀνεχόμενος · τὸν οὐρίαχον δὲ βρόχῳ πρὸς τοῖς ἱππείοις μηροῖς ἐξήρτηται, μὴ εἴκων ἐν ταῖς συμβολαῖς, ἀλλὰ συνεργῶν τῇ χειρὶ τοῦ ἱππέως, εὐθυνούσῃ μόνον τὴν βολήν, αὐτοῦ δὲ ἐπιτείνοντος καὶ πρὸς τὸ σφοδρότερον τῆς τρώσεως ἀντερείδοντος, τῇ ῥύμῃ διαπείρει πάντα τὸν ὑποπίπτοντα, καὶ μιᾷ πληγῇ δύο που φέρει πολλάκις ἀναρτήσας.

9.16

τοιοῦτον δὴ ἔχων τὸ ἱππικὸν σατράπης, καὶ οὕτω τὸ Περσικὸν διατάξας, ἐπῄει ἀντιμέτωπος, κατὰ νώτων ἀεὶ τὸν ποταμὸν ποιούμενος, καὶ πλήθει κατὰ πολὺ τῶν Αἰθιόπων λειπόμενος τῷ ὕδατι τὴν κύκλωσιν ἀπετείχιζεν. ἀντεπῆγε δὲ καὶ Ὑδάσπης, τοῖς ἐπὶ μὲν τοῦ δεξιοῦ κέρως Πέρσαιςτε καὶ Μήδοις τοὺς ἐκ Μερόης ἀντιτάττων, ἄνδρας ὁπλομάχουςτε καὶ τῆς κατασυστάδην χειρονομίας ἐπιστήμονας · τοὺς δὲ ἐκ τῆς Τρωγλοδυτικῆς καὶ τοὺς τῇ κινναμωμοφόρῳ προσοίκους, εὐσταλεῖςτε τὴν ὅπλισιν καὶ ποδώκεις καὶ τοξείαν ἀρίστους, τοῖς κατὰ τὸ λαιὸν τῶν ἐναντίων σφενδονήταιςτε καὶ ἀκοντισταῖς παρενοχλήσοντας ἀπεκλήρωσε. τὸ δὲ μεσεῦον τοῦ Περσικοῦ τοῖς καταφράκτοις μεγαλαυχούμενον καταμαθών, ἑαυτόντε καὶ τοὺς περὶ αὑτὸν πυργοφόρους ἐλέφαντας ἀντέταξε, τὸ Βλεμμύων καὶ Σηρῶν ὁπλιτικὸν προτάξας, καὶ χρὴ πράττειν παρὰ τὸ ἔργον ἐπιστείλας.

9.17

ἀρθέντων δὲ ἑκατέρωθεν τῶν σημείων, καὶ τοῦ μὲν Περσικοῦ διὰ σαλπίγγων, ῥόμβοις δὲ καὶ τυμπάνοις τῶν Αἰθιόπων τὴν μάχην ἐπισημαινόντων, μὲν Ὀροονδάτης ἐμβοήσας δρόμῳ τὰς φάλαγγας ἐπῆγεν, δὲ Ὑδάσπης τὰ μὲν πρῶτα σχολαίτερον ἀντεπιέναι προσέταττε, βάσιν ἐκ βάσεως ἡσυχῇ παραμείβοντας, τῶντε ἐλεφάντων ἕνεκεν, ὅπως ἂν μὴ ἀπολειφθεῖεν τῶν προμάχων, καὶ ἅμα τὴν ῥύμην τῶν ἱππέων τῷ μεταξὺ προϋπεκλύων. ἐπεὶ δὲ βολῆς ἐντὸς ἤδη καθίσταντο καὶ τοὺς καταφράκτους ἐρεθίζοντας τὴν ἵππον εἰς τὴν ἐπέλασιν οἱ Βλέμμυες κατέμαθον, τὰ προστεταγμένα πρὸς τοῦ Ὑδάσπου ἔπραττον, καὶ τοὺς Σῆρας ὥσπερ προκώλυμα εἶναι καὶ προασπίζειν τῶν ἐλεφάντων καταλιπόντες, αὐτοὶ πολὺ τῶν τάξεων προπηδήσαντες, ὡς τάχους εἶχον, ἐπὶ τοὺς καταφράκτους ὥρμησαν, μανίας ἔμφασιν τοῖς ὁρῶσι παριστάντες, οὕτως ὀλίγοι πρὸς πλείονας καὶ πρὸς οὕτω πεφραγμένους προεφορμήσαντες. οἱ Πέρσαι δὲ πλέον πρότερον ἐφέντες τοῖς ἵπποις ἐπήλαυνον, ἕρμαιον τὸ ἐκείνων θράσος ποιούμενοι, καὶ ὡς αὐτίκα καὶ παρὰ τὴν πρώτην συμβολὴν ἁρπασόμενοι.

9.18

τότε οἱ Βλέμμυες εἰς χεῖρας ἤδη συμπίπτοντες, καὶ μόνον οὐ ταῖς αἰχμαῖς ἐγχρίμπτοντες, ἀθρόον καὶ καθ’ἓν σύνθημα ὑπώκλασάντε καὶ ὑπεδύοντο τοῖς ἵπποις, γόνυ μὲν θάτερον τῇ γῇ προσερείδοντες, κεφαλὴν δὲ καὶ νῶτα μόνον οὐ πατούμενοι. παράδοξον δὲ ἔδρων, καὶ ἐλυμαίνοντο τὴν ἵππον ὑπὸ τὴν γαστέρα κατὰ τὴν διεξέλασιν τοῖς ξίφεσιν ἀνακόπτοντες, ὥστε ἔπιπτον μὲν οὐκ ὀλίγοι τῶν ἱππέων, τῶν ἵππων πρὸς τὴν ἀλγηδόνα τὸν χαλινὸν ὑπερορώντων καὶ τοὺς ἀναβάτας ἀποσειομένων, οὓς κορμηδὸν κειμένους οἱ Βλέμμυες ὑπὸ τοὺς μηροὺς ἀνέτεμνον · ἀκίνητος γὰρ Περσῶν κατάφρακτος τοῦ χειραγωγήσοντος ἀμοιρήσας. ὅσοι δὲ ἀτρώτοις τοῖς ἵπποις συνηνέχθησαν, ἐπὶ τοὺς Σῆρας ἐφέροντο. οἳ δέ, ἐπειδὴ μόνον ἐπλησίαζον, κατόπιν ἑαυτοὺς τῶν ἐλεφάντων ὑπέστελλον, ὥσπερ ἐπὶ λόφον φρούριον τὸ ζῶον καταφεύγοντες. ἔνθα πολὺς φόνος καὶ ὀλίγου παντελὴς συνέπιπτε τοῖς ἱππεῦσιν. οἵτε γὰρ ἵπποι πρὸς τὸ ἄηθες τῆς τῶν ἐλεφάντων ὄψεως, ἀθρόον παραγυμνωθείσης καὶ τῷ ξενίζοντι τῆς θέας τὸ φοβερὸν ἐπιφερούσης, οἳ μὲν παλινδρομοῦντες οἳ δὲ ἐν ἀλλήλοις συνταραττόμενοι, τὴν τάξιν τῆς φάλαγγος τάχιστα παρέλυον · οἵτε ἐπὶ τῶν ἐλεφάντων κατὰ τοὺς πύργους, ἓξ μὲν ἕκαστον κατειληφότες, δύο δὲ κατὰ πλευρὰν ἑκάστην ἐκτοξεύοντες, τῆς ἐπ’οὐρὰν μόνης εἰς τὸ ἄπρακτον σχολαζούσης, οὕτω δή τι συνεχέςτε καὶ ἐπίσκοπον ὥσπερ ἐξ ἀκροπόλεως τῶν πύργων ἔβαλλον ὥστε εἰς νέφους φαντασίαν τὴν πυκνότητα παραστῆναι τοῖς Πέρσαις, καὶ πλέον ὅτε τοὺς ὀφθαλμοὺς μάλιστα τῶν ἐναντίων σκοποὺς οἱ Αἰθίοπες ποιούμενοι, καθάπερ οὐκ ἐκ τῶν ἴσων πολεμοῦντες ἀλλ’εὐστοχίας ἀγώνισμα προθέντες, οὕτως ἀδιαπτώτως ἐτύγχανον ὥστε οἱ διαπεπαρμένοι τοῖς βέλεσιν ἐφέροντο σὺν οὐδενὶ κόσμῳ διὰ τοῦ πλήθους, καθάπερ αὐλοὺς τοὺς ὀιστοὺς τῶν ὀφθαλμῶν προβεβλημένοι. εἰ δέ τινας ὑπὸ ῥύμης τοῦ δρόμου μὴ κατασχεθέντες οἱ ἵπποι, καὶ ἄκοντας ὑπεξαγαγόντες, εἰς τοὺς ἐλέφαντας ἐνέβαλλον, καὶ οὕτως οἳ μὲν αὐτοῦ κατανηλίσκοντο, ὑπότε τῶν ἐλεφάντων ἀνατρεπόμενοι καὶ καταπατούμενοι, οἳ δὲ ὑπότε τῶν Σηρῶν ὑπότε τῶν Βλεμμύων ὥσπερ ἐκ λόχου τοῦ ἐλέφαντος ἐκδρομάςτε ποιουμένων, καὶ τοὺς μὲν τιτρώσκειν εὐστοχούντων, τοὺς δὲ κατὰ συμπλοκὴν ἀπὸ τῶν ἵππων εἰς γῆν ὠθούντων. ὅσοι δὲ καὶ διεδίδρασκον, ἄπρακτοι καὶ οὐδὲν δράσαντες τοὺς ἐλέφαντας ἀπεχώρουν · τὸ γὰρ θηρίον πέφρακται μὲν καὶ σιδήρῳ παραγινόμενον εἰς μάχην, καὶ ἄλλως δὲ πρὸς τῆς φύσεως τὴν δορὰν ἐστόμωται, στερεμνίου φολίδος τῇ ἐπιφανείᾳ ἐπιτρεχούσης καὶ πᾶσαν αἰχμὴν τῷ ἀντιτύπῳ θραυούσης.

9.19

τραπέντων δὲ ἅπαξ εἰς φυγὴν τῶν ὑπολειπομένων, αἴσχιστα δὴ πάντων σατράπης Ὀροονδάτης, τὸ μὲν ἅρμα ἐγκαταλιπὼν ἵππου δὲ τῶν Νυσαίων ἐπιβάς, διεδίδρασκεν, ἀγνοούντων ταῦτα τῶν κατὰ τὸ ἀριστερὸν κέρας Αἰγυπτίωντε καὶ Λιβύων, καὶ σὺν εὐτολμίᾳ πάσῃ τὴν μάχην συμφερομένων, καὶ πασχόντων μὲν πλείονα δρώντων, καρτερικῷ δὲ λήματι τὰ δεινὰ ὑπομενόντων. οἱ γὰρ ἐκ τῆς κινναμωμοφόρου κατ’αὐτοὺς τεταγμένοι δεινῶς πιεζοῦντες πολλὴν ἀπορίαν παρεῖχον, ἐπιόντας μὲν ὑποφεύγοντες καὶ ἐκ πολλοῦ τοῦ περιόντος προφθάνοντες, καὶ ἀπεστραμμένοις εἰς τοὐπίσω τοῖς τόξοις καὶ παρὰ τὴν φυγὴν βάλλοντες, ἀναχωροῦσι δὲ ἐπιτιθέμενοι, καὶ κατὰ τὰ πλάγια οἳ μὲν ταῖς σφενδόναις βάλλοντες, οἳ δὲ μικροῖς μὲν τοῖς βέλεσιν, ἰῷ δὲ δρακόντων πεφαρμαγμένοις τοξεύοντες ὀξύν τινα καὶ ἀπότομον θάνατον ἐπέφερον. τοξεύουσι δὲ οἱ τῆς κινναμωμοφόρου παίζειν πλέον σπουδάζειν τὴν τοξείαν ἐοικότες. πλέγμα γάρ τι κυκλοτερὲς τῇ κεφαλῇ περιθέντες, καὶ τοῦτο βέλεσι κατὰ τὸν κύκλον περιπείραντες, τὸ μὲν ἐπτερωμένον τοῦ βέλους πρὸς τῇ κεφαλῇ περιτίθενται, τὰς δὲ ἀκίδας οἷον ἀκτῖνας εἰς τὸ ἐκτὸς προβέβληνται. κἀντεῦθεν ἐξ ἑτοίμου παρὰ τὰς μάχας ὥσπερ ἐκ φαρέτρας ἀφαιρῶν ἕκαστος, ἀγέρωχόν τι καὶ σατυρικὸν σκίρτημα λυγιζόμενόςτε καὶ καμπτόμενος, καὶ τοῖς ἰοῖς ἐστεμμένος, ἀπὸ γυμνοῦ τοῦ σώματος τοῖς ἐναντίοις ἐφίησιν, οὐδὲν σιδήρου πρὸς τὴν αἰχμὴν δεόμενον · ὀστοῦν γὰρ δράκοντος νωτιαῖον ἀφελὼν τὸ μὲν ἄλλο εἰς τὸν πῆχυν τοῦ βέλους ἀπευθύνει, τὰ δὲ ἄκρα πρὸς τὸ ἀκμαιότατον ἀποξέσας αὐτογλώχινα τὸν ὀιστὸν ἀπεργάζεται, τάχα που καὶ ἀπὸ τῶν ὀστῶν οὕτω παρωνομασμένον. χρόνον μὲν οὖν τινὰ συνειστήκεσαν οἱ Αἰγύπτιοι, καὶ τῷ συνασπισμῷ πρὸς τὴν τοξείαν ἀντεῖχον, φύσειτε τλήμονες ὄντες καὶ πρὸς τὸν θάνατον οὐ λυσιτελῶς μᾶλλον φιλονείκως κενοδοξοῦντες, ἴσως δέ που καὶ τιμωρίαν λιποταξίου προορῶντες ·

9.20

ἐπεὶ δὲ τούςτε καταφράκτους, τὴν μεγίστην τοῦ πολέμου χεῖράτε καὶ ἐλπίδα νομιζομένους, διεφθαρμένους κατέμαθον, τόντε σατράπην ἀποδεδρακότα, τούςτε Μήδων καὶ Περσῶν πολυθρυλήτους ὁπλίτας οὔτε τι παρὰ τὴν μάχην λαμπρὸν ἀποδεδειγμένους, ἀλλ’ὀλίγα μὲν δράσαντας κατὰ τῶν ἐκ Μερόης, οἳ κατ’αὐτοὺς ἐτάχθησαν, παθόντας δὲ πλείονα καὶ τοῖς λοιποῖς ἐφεπομένους, ἐνδόντες καὶ αὐτοὶ προτροπάδην ἔφευγον. δὲ Ὑδάσπης, ὥσπερ ἀπὸ σκοπῆς τοῦ πύργου, λαμπρᾶς ἤδη τῆς νίκης θεωρὸς γινόμενος, κήρυκας διαπέμπων εἰς τοὺς διώκοντας τοῦ μὲν φονεύειν ἀπέχεσθαι προηγόρευε, ζῶντας δὲ οὓς δύναιντο καὶ συλλαμβάνειν καὶ ἄγειν, καὶ πρὸ πάντων τὸν Ὀροονδάτην. ὡς δὴ καὶ ἐγένετο. παρεκτείναντες γὰρ ἐπ’ἀσπίδα τὰς φάλαγγας οἱ Αἰθίοπες, καὶ τὸ πολὺ βάθος τῶν τάξεων εἰς μῆκος ἑκατέρωθεν ἐπαναγαγόντες, τάςτε κεραίας ἐπιστρέψαντες, εἰς κύκλωσιν τὸ Περσικὸν συνήλασαν, καὶ μίαν μόνον ἀτραπὸν τὴν ἐπὶ τὸν ποταμὸν ἀκώλυτον εἰς φυγὴν τοῖς ἐναντίοις ὑπέλιπον, εἰς ὃν οἱ πλείους ἐμπίπτοντες, ὑπότε ἵππων καὶ δρεπανηφόρων ἁρμάτων καὶ τοῦ λοιποῦ ταράχου καὶ πλήθους ὠθούμενοι σὺν πολλῷ θράσει, μετεμάνθανον ὡς τὸ δοκοῦν στρατήγημα τοῦ σατράπου πρὸς ἐναντίου σφίσιν ἦν καὶ ἄσκεπτον · τὸ γοῦν κυκλωθῆναι παρὰ τὴν ἀρχὴν καταδείσας, καὶ τὸν Νεῖλον διὰ τοῦτο κατὰ νώτων ποιήσας, ἔλαθεν ἑαυτῷ τὴν φυγὴν ἀποτειχίσας. ἐνταῦθα οὖν καὶ αὐτὸς ἁλίσκεται, καὶ Ἀχαιμένου τοῦ Κυβέλης παιδὸς ἅπαντα ἤδη τὰ κατὰ τὴν Μέμφιν πεπυσμένου, καὶ ἀνελεῖν μὲν τὸν Ὀροονδάτην παρὰ τὸν θόρυβον ἐπιβουλεύσαντος (μετέμελε γὰρ αὐτῷ τῶν κατὰ τῆς Ἀρσάκης μηνυμάτων, τῶν ἐλέγχων προδιεφθαρμένων), τρῶσαι δὲ καιρίαν ἀποτυχόντος. ὑπέσχε γε μὴν αὐτίκα τὴν δίκην πρός τινος τῶν Αἰθιόπων τόξῳ βληθείς, ἀναγνόντος μὲν τὸν σατράπην, καὶ περισώζειν, ὡς προστέτακτο, βουλομένου, ἀγανακτήσαντος δὲ τὸ ἄδικον τοῦ ἐγχειρήματος, εἰ τοὺς ἐναντίους τις ὑποφεύγων χωροίη κατὰ τῶν φιλίων, τὸν καιρὸν τῆς τύχης εἰς ἐχθροῦ ἄμυναν, ὡς ἐῴκει, θηρώμενος.

9.21

τοῦτον μὲν οὖν ἀχθέντα πρὸς τοῦ ἑλόντος Ὑδάσπης ψυχορραγοῦντα θεασάμενος καὶ πολλῷ αἵματι ῥεόμενον, τοῦτο μὲν ἐπαοιδῇ διὰ τῶν τοῦτο ἔργον πεποιημένων ἐπέσχε, κρίνας δέ, εἰ δύναιτο, περισώζειν, ἐπιρρωννύςτε τοῖς λόγοις, βέλτιστε, ἔφη, τὸ μὲν σώζεσθαί σοι κατ’ἐμὴν ὑπάρξει γνώμην (νικᾶν γὰρ καλὸν τοὺς ἐχθροὺς ἑστῶτας μὲν ταῖς μάχαις, πεπτωκότας δὲ ταῖς εὐποιίαις) · τί δ’οὖν βουλόμενος οὕτως ἄπιστος ἀπεδείχθης; δέ, πρὸς δέ, ἔφη · πιστὸς δὲ πρὸς τὸν ἐμὸν δεσπότην. καὶ Ὑδάσπης, ὑποπεσὼν τοίνυν τίνα σαυτῷ τιμωρίαν ὁρίζεις, πάλιν ἠρώτα. καὶ ὅς, ἣν ἄν, ἔφη, βασιλεὺς ἐμὸς τῶν σῶν τινὰ στρατηγῶν φυλάττοντά σοι πίστιν λαβὼν ἀπῄτησεν. οὐκοῦν, ἔφη Ὑδάσπης, ἐπῄνεσεν ἂν καὶ δωρησάμενος ἀπέπεμψεν, εἰ βασιλεὺς ἀληθής ἐστιν ἀλλὰ μὴ τύραννος, ἐν ἀλλοτρίοις ἐπαίνοις ζῆλον τοῖς ἰδίοις τῶν ὁμοίων κατασκευαζόμενος. ἀλλ’ θαυμάσιε, πιστὸς μὲν εἶναι λέγεις, ἀσύνετος δὲ κἂν εἰ αὐτὸς μὴ ὁμολογήσειας, πρὸς τοσαύτας μυριάδας οὕτω παρατόλμως ἀντιταξάμενος. οὐκ ἦν ἀσύνετον ἴσως, ἀπεκρίνατο, τῆς γνώμης ἐστοχάσθαι τοῦ βασιλεύοντος, μεθ’ἧς ἐκεῖνος πλέον τιμωρεῖται τοὺς ὁπωσοῦν ἐν πολέμῳ δειλοὺς τιμᾷ τοὺς ἀνδρείους. ἔγνων οὖν ὁμόσε χωρῆσαι πρὸς τὸν κίνδυνον, καὶ ἤτοι μέγα τι κατορθῶσαι καὶ παρὰ δόξαν, οἷα πολλὰ πολέμου καιροὶ θαυματουργοῦσιν, διασωθείς, εἰ τοῦτο συμβαίνοι, χώραν ἀπολογίας ὑπολείπεσθαι ὡς πάντων τῶν ἐπ’ἐμοὶ πεπραγμένων.

9.22

τοιαῦτα εἰπὼν καὶ ἀκούσας Ὑδάσπης ἐπῄνειτε καὶ εἰς τὴν Συήνην εἰσέπεμπεν, ἐπιμεληθῆναι αὐτοῦ παντοίως τοῖς ἰατρεύουσιν ἐπιστείλας. εἰσῄει δὲ καὶ αὐτὸς ἅμα τοῖς ἐπιλέκτοις τοῦ στρατοῦ, πάσης μὲν τῆς πόλεως καὶ διὰ πάσης ἡλικίας προϋπαντώσης, στεφάνοις δὲ καὶ ἄνθεσι Νειλῴοις τὴν στρατιὰν βαλλούσης, καὶ ταῖς ἐπινικίοις εὐφημίαις τὸν Ὑδάσπην ἀνυμνούσης. ἐπεὶ δὲ τειχῶν ἐντὸς εἰσήλασεν ὥσπερ ἐφ’ἅρματος τοῦ ἐλέφαντος, μὲν αὐτίκα πρὸς ἱεροῖς ἦν καὶ θεραπείαις τῶν κρειττόνων χαριστηρίοις, τῶντε Νειλῴων ἥτις γένεσις παρὰ τῶν ἱερέων ἐκπυνθανόμενος, καὶ εἴ τι θαύματος θεάματος ἄξιον κατὰ τὴν πόλιν ἐπιδεικνύναι ἔχουσιν. οἳ δὲ τήντε φρεατίαν τὸ νειλομέτριον ἐδείκνυσαν, τῷ κατὰ τὴν Μέμφιν παραπλήσιον, συννόμῳ μὲν καὶ ξεστῷ λίθῳ κατεσκευασμένον, γραμμαῖς δὲ ἐκ πηχυαίου διαστήματος κεχαραγμένον, εἰς ἃς τὸ ποτάμιον ὕδωρ ὑπὸ γῆς διηθούμενον καὶ ταῖς γραμμαῖς ἐμπῖπτον τάςτε αὐξήσεις τοῦ Νείλου καὶ ὑπονοστήσεις τοῖς ἐγχωρίοις διασημαίνει, τῷ ἀριθμῷ τῶν σκεπομένων καὶ γυμνουμένων χαραγμάτων τὸ πόσον τῆς πλημύρας τῆς λειψυδρίας μετρουμένοις. ἐδείκνυσαν δὲ καὶ τοὺς τῶν ὡρονομίων γνώμονας ἀσκίους κατὰ μεσημβρίαν ὄντας, τῆς ἡλιακῆς ἀκτῖνος κατὰ τροπὰς θερινὰς ἐν τοῖς περὶ Συήνην εἰς ἀκρίβειαν κατὰ κορυφὴν ἱσταμένης καὶ τῷ πανταχόθεν περιφωτισμῷ τὴν παρέμπτωσιν τῆς σκιᾶς ἀπελαυνούσης, ὡς καὶ τῶν φρεάτων τὸ κατὰ βάθος ὕδωρ καταυγάζεσθαι διὰ τὴν ὁμοίαν αἰτίαν. καὶ ταῦτα μὲν Ὑδάσπης οὐ σφόδρα ὡς ξένα ἐθαύμαζε (συμβαίνει γὰρ τὰ ἴσα καὶ κατὰ Μερόην τὴν Αἰθιόπων) · ὡς δὲ τὴν ἑορτὴν ἐξεθείαζον, ἐπὶ μέγα Νεῖλον αἴροντες, Ὦρόντε καὶ ζείδωρον ἀποκαλοῦντες, Αἰγύπτουτε ὅλης τῆς μὲν ἄνω σωτῆρα τῆς κάτω δὲ καὶ πατέρα καὶ δημιουργόν, νέαν ἰλὺν δι’ἔτους ἐπάγοντα καὶ Νεῖλον ἐντεῦθεν ὀνομαζόμενον, τάςτε ἐτησίους ὥρας φράζοντα, θερινὴν μὲν ταῖς αὐξήσεσι μετοπωρινὴν δὲ ταῖς ὑπονοστήσεσι, καὶ τὴν ἐαρινὴν τοῖςτε κατ’αὐτὸν φυομένοις ἄνθεσι καὶ ταῖς τῶν κροκοδείλων ᾠοτοκίαις, καὶ οὐδὲν ἄλλ’ τὸν ἐνιαυτὸν ἄντικρυς εἶναι τὸν Νεῖλον, τοῦτο καὶ τῆς προσηγορίας ἐκβεβαιουμένης · τῶν γοῦν κατὰ τοὔνομα στοιχείων εἰς ψήφους μεταλαμβανομένων, πέντε καὶ ἑξήκοντα καὶ τριακόσιαι μονάδες, ὅσαι καὶ τοῦ ἔτους ἡμέραι, συναχθήσονται. φυτῶν δὲ καὶ ἀνθέων καὶ ζώων ἰδιότητας καὶ ἕτερα πλείονα τούτοις προστιθέντων, ἀλλ’οὐκ Αἰγύπτια ταῦτα, εἶπεν Ὑδάσπης, ἀλλ’Αἰθιοπικὰ τὰ σεμνολογήματα. τὸν γοῦν ποταμὸν τοῦτον, εἴτε καὶ καθ’ὑμᾶς θεόν, καὶ κύτος ἅπαν τὸ ποτάμιον Αἰθιόπων δεῦρο παραπέμπουσα δικαίως ἂν παρ’ὑμῶν τυγχάνοι σεβάσματος, μήτηρ ὑμῖν γινομένη θεῶν. καὶ τοιγαροῦν καὶ σέβομεν, ἔφασαν οἱ ἱερεῖς, τῶντε ἄλλων ἕνεκεν, καὶ ὅτι σὲ σωτῆρα ἡμῖν καὶ θεὸν ἀνέδειξεν.

9.23

εὐφήμους εἶναι προσήκειν τοὺς ἐπαίνους Ὑδάσπης εἰπών, αὐτόςτε εἰς τὴν σκηνὴν εἰσελθών, τὸ λειπόμενον τῆς ἡμέρας ἑαυτὸν ἀνελάμβανε, τούςτε ἐπὶ δόξης Αἰθιόπων καὶ τοὺς κατὰ Συήνην ἱερέας εὐωχῶν καὶ τοῖς ἄλλοις οὕτω ποιεῖν ἐφῆκε, πολλὰς μὲν ἀγέλας βοῶν πολλὰς δὲ ποίμνας προβάτων, πλεῖστα δὲ αἰγῶν αἰπόλια καὶ συῶν συβόσια καὶ οἴνου πλῆθος τῶν Συηναίων τῇ στρατιᾷ, τὰ μὲν δῶρον τὰ δὲ πρὸς ἀγορασίαν, παρεχόντων. εἰς δὲ τὴν ὑστεραίαν ἐφ’ὑψηλοῦ προκαθήμενος Ὑδάσπης τάτε ὑποζύγια καὶ ἵππους καὶ ὕλην ἄλλην τὴν ἐν λαφύροις, τῶντε κατὰ τὴν πόλιν καὶ τῶν κατὰ τὴν μάχην ληφθέντων, τῇ στρατιᾷ διένεμε, τὸ πρὸς ἀξίαν τῶν ἑκάστῳ πεπραγμένων ἀνακρίνων. ὡς δὲ καὶ ζωγρήσας τὸν Ὀροονδάτην παρῆν, αἴτησον βούλει, πρὸς αὐτὸν ἔφη Ὑδάσπης. καὶ ὅς, οὐδὲν αἰτεῖν δέομαι βασιλεῦ, εἶπεν, ἀλλ’εἰ καὶ σὺ τοῦτο ἐπικρίνειας, ἔχω τὸ αὔταρκες, Ὀροονδάτου μὲν ἀφελόμενος, αὐτὸν δὲ προστάγματι τῷ σῷ διασωσάμενος. καὶ ἅμα ἐδείκνυε τὸν ξιφιστῆρα τοῦ σατράπου λιθοκόλλητόντε καὶ πολύτιμον καὶ ἐκ πολλῶν ταλάντων κατεσκευασμένον, ὥστε πολλοὺς τῶν περιεστώτων ἐκβοᾶν ὑπὲρ ἰδιώτην εἶναι καὶ πλέον βασιλικὸν τὸ κειμήλιον. ἐπιμειδιάσας οὖν Ὑδάσπης, καὶ τί ἄν, ἔφη, γένοιτο βασιλικώτερον τοῦ μὴ λειφθῆναι τὴν ἐμὴν μεγαλοψυχίαν τῆς τούτου φιλοπλουτίας; εἶτα καὶ σώματος ἁλόντος τῷ κρατήσαντι σκυλεύειν πολέμου δίδωσι νόμος. ὥστε ἀπίτω λαβὼν καὶ παρ’ἡμῶν, καὶ ἀκόντων ἔσχεν ἂν ῥᾳδίως ἀποκρύπτων.

9.24

μετὰ τοῦτον παρῄεσαν οἱ τὸν Θεαγένην καὶ τὴν Χαρίκλειαν ἑλόντες, καὶ βασιλεῦ ἔφασαν, ἡμῶν δὲ οὐ χρυσὸς οὐ δὲ λίθοι τὰ λάφυρα, πρᾶγμα κατ’Αἰθιοπίαν εὔωνον καὶ σωρηδὸν τοῖς βασιλείοις ἐναποκείμενον · ἀλλά σοι κόρην καὶ νεανίαν προσαγηοχότες, ἀδελφοὺς μὲν καὶ Ἕλληνας, μεγέθει δὲ καὶ κάλλει μετά γε σὲ πάντας ἀνθρώπους ὑπερφέροντας, ἀξιοῦμεν μὴ ἀμοιρῆσαι τῆς παρὰ σοῦ μεγαλοδωρίας. εὖ γε, εἶπεν Ὑδάσπης, ὑπεμνήσατε · καὶ γὰρ ἐν παρέργῳ τότε καὶ κατὰ θόρυβον προσαχθέντας ἐθεασάμην. ὥστε ἀγέτω τις · ἡκόντων δὲ καὶ οἱ λοιποὶ τῶν αἰχμαλώτων. ἤγοντο οὖν αὐτίκα, δρομαίου τινὸς ἔξω τειχῶν καὶ εἰς τοὺς σκευοφόρους ἀφιγμένου, καὶ τοῖς φυλάττουσιν ἄγειν ὡς βασιλέα τὴν ταχίστην εἰπόντος. οἳ δὲ μιξέλληνά τινα τῶν φυλάκων, ὅποι τὸ παρὸν ἄγοιεν, ἠρώτων. ἐκείνου δὲ εἰπόντος ὡς βασιλεὺς Ὑδάσπης ἐπισκοπεῖ τοὺς αἰχμαλώτους, θεοὶ σωτῆρες, ἀνεβόησαν ἅμα οἱ νέοι, τὸ ὄνομα τοῦ Ὑδάσπου γνωρίσαντες, εἰς τὴν τότε ὥραν μὴ καὶ ἕτερός ἐστιν βασιλεύων ἀμφιβάλλοντες. οὖν Θεαγένης ἠρέμα πρὸς τὴν Χαρίκλειαν, ἐρεῖς, ἔφη, δηλονότι, φιλτάτη, πρὸς βασιλέα τὰ καθ’ἡμᾶς · ἰδοὺ γὰρ καὶ Ὑδάσπης, ὃν πατέρα σοι γεγενῆσθαι πρός με πολλάκις ἔφραζες. καὶ Χαρίκλεια γλυκύτατε ἔφη, τὰ μεγάλα τῶν πραγμάτων μεγάλων δεῖται κατασκευῶν · ὧν γὰρ πολυπλόκους τὰς ἀρχὰς δαίμων καταβέβληται, τούτων ἀνάγκη καὶ τὰ τέλη διὰ μακροτέρων συμπεραίνεσθαι. ἄλλωςτε καὶ πολὺς χρόνος συνέχεε, ταῦτα εἰς ὀξὺν καιρὸν ἀνακαλύπτειν οὐ λυσιτελές, τοῦ κεφαλαίου καὶ ταῦτα τῆς ὅλης καθ’ἡμᾶς ὑποθέσεως, καὶ ἐξ ἧς σύμπασα συμπλοκήτε καὶ ἀνεύρεσις ἤρτηται, Περσίνης λέγω μητρὸς τῆς ἐμῆς ἀπολειπομένης. σώζεσθαι δὲ καὶ ταύτην θεῶν βουλήσει πεπύσμεθα. ἂν οὖν προθύσηταί τις ἡμᾶς, ὑπολαβὼν Θεαγένης, καὶ ὡς αἰχμαλώτους δῶρον παρασχὼν τὴν εἰς Αἰθιοπίαν ἡμῖν ἄφιξιν ὑποτέμηται; μὴ πᾶν τοὐναντίον, ἔφη Χαρίκλεια. νυνὶ μὲν γὰρ πρὸς τῶν φυλάκων ἀκηκόαμεν πολλάκις ὡς ἱερεῖα τρεφόμεθα τοῖς κατὰ Μερόην θεοῖς ἐναγισθησόμενοι, καὶ δέος οὐδὲν δωρηθῆναι ἡμᾶς προαναιρεθῆναι καθωσιωμένους ἐξ ὑποσχέσεως τοῖς θεοῖς, ἣν παραβαθῆναι ὑπ’ἀνδρῶν εὐσέβειαν τετιμηκότων οὐ θέμις. εἰ δὲ περιχαρείᾳ τὸ ὅλον ἐνδόντες προχείρως τὰ καθ’ἡμᾶς ἐξαγορεύοιμεν, τῶν καὶ γνωρίζειν ταῦτα καὶ βεβαιοῦν δυναμένων οὐ παρόντων, μὴ καὶ λάθωμεν τὸν ἀκούοντα παροξύναντες, καὶ πρὸς ὀργήν τι δικαίως ὑφιστάμενοι, χλεύην, ἂν οὕτω τύχῃ, καὶ ὕβριν τὸ πρᾶγμα ἡγησομένους, εἴ τινες αἰχμάλωτοι καὶ δουλεύειν ἀποκεκληρωμένοι, πεπλασμένοι καὶ ἀπίθανοι, καθάπερ ἐκ μηχανῆς τῷ βασιλεύοντι παῖδας ἑαυτοὺς εἰσποιοῦσιν. ἀλλὰ τὰ γνωρίσματα, ἔφη Θεαγένης, φέρειν σε οἶδα καὶ διασώζειν, ὅτι μὴ πλάσμα ἐσμὲν μη δὲ ἀπάτη, συλλήψεται. καὶ Χαρίκλεια, τὰ γνωρίσματα, ἔφη, τοῖς γινώσκουσιν αὐτὰ καὶ συνεκθεμένοις ἐστὶ γνωρίσματα, τοῖς δὲ ἀγνοοῦσιν μὴ πάντα γνωρίζειν ἔχουσι κειμήλια τὴν ἄλλως καὶ ὅρμος, κλοπῆς, ἂν οὕτω τύχῃ, καὶ λῃστείας τοῖς φέρουσιν ὑπόνοιαν προσάπτοντες. εἰ δὲ δή τι καὶ γνωρίσειεν Ὑδάσπης, τίς ὅτι καὶ Περσῖνα δεδωκυῖα, τίς δ’ὅτι καὶ ὡς θυγατρὶ μήτηρ πείσων ἔνεστιν; ἀναντίρρητον γνώρισμα Θεάγενες μητρῴα φύσις, ὑφ’ἧς τὸ γεννῶν περὶ τὸ γεννώμενον ἐκ πρώτης ἐντεύξεως φιλόστοργον ἀναδέχεται πάθος, ἀπορρήτῳ συμπαθείᾳ κινούμενον. τοῦτο οὖν μὴ προώμεθα δι’ τι καὶ τὰ ἄλλα γνωρίσματα ἂν πιστὰ φανείη.

9.25

τοιαῦτα διαλεγόμενοι πλησίον ἤδη τοῦ βασιλέως ἦσαν. συμπαρῆν δὲ καὶ Βαγώας ἀγόμενος. κἀπειδὴ παραστάντας εἶδεν Ὑδάσπης, ἀνήλατο πρὸς βραχὺ τοῦ θρόνου, καὶ ἱλήκοιτε θεοί φήσας αὖθις ἐπὶ συννοίας ἑαυτὸν ἥδραζε. τῶν δὲ ἐν τέλει παρεστώτων τι πεπόνθοι πυνθανομένων, τοιαύτην, ἔφη, τετέχθαι μοι θυγατέρα τήμερον καὶ εἰς ἀκμὴν τοσαύτην ἥκειν ἀθρόον ᾤμην · καὶ τὸ ὄναρ ἐν οὐδεμιᾷ φροντίδι τιθέμενος, νυνὶ πρὸς τὴν ὁμοίαν τῆς ὁρωμένης ὄψιν ἀνήνεγκα. τῶν δὴ περὶ αὐτὸν εἰπόντων ὡς φαντασία τις εἴη ψυχῆς τὰ μέλλοντα πολλάκις εἴδωλα προτυπουμένης, ἐν παρέργῳ τότε τὸ ὀφθὲν ποιησάμενος, τίνες καὶ πόθεν εἶεν ἠρώτα. σιωπώσης δὲ τῆς Χαρικλείας, καὶ τοῦ Θεαγένους εἰπόντος ὡς ἀδελφοὶ καὶ Ἕλληνες, εὖ γε Ἑλλάς, ἔφη, τάτε ἄλλα καλοὺς κἀγαθοὺς φέρουσα, καὶ γνήσια ἡμῖν καὶ εὐσύμβολα εἰς τὰς ἐπινικίους θυσίας τὰ ἱερεῖα παρασχοῦσα. ἀλλὰ πῶς οὐχὶ καὶ παῖς ἐτέχθη μοι κατὰ τὴν ὄψιν, γελάσας πρὸς τοὺς παρόντας εἶπεν, εἴπερ τὸν νεανίαν τοῦτον ἀδελφὸν ὄντα τῆς κόρης καὶ ὁρᾶσθαί μοι μέλλοντα προειδωλοποιηθῆναι, ὡς φατέ, διὰ τῶν ὀνειράτων ἐχρῆν; καὶ ἀποστρέψας τὸν λόγον εἰς τὴν Χαρίκλειαν, καὶ τὴν φωνὴν ἑλληνίζων (σπουδάζεται γὰρ ἥδε γλῶσσα καὶ παρὰ τοῖς Γυμνοσοφισταῖς καὶ βασιλεῦσιν Αἰθιόπων) σὺ δέ, ἔφη, κόρη, τί σιγᾷς, οὐδὲν ἀποκρινομένη πρὸς τὴν πεῦσιν; καὶ Χαρίκλεια, πρὸς τοῖς βωμοῖς, ἔφη, τῶν θεῶν οἷς ἱερεῖα φυλαττόμενοι συνίεμεν, ἐμέτε καὶ τοὺς ἐμὲ φύντας γνώσεσθε. καὶ ποῦ γῆς εἰσὶν οὗτοι; πρὸς αὐτὴν Ὑδάσπης. δέ, καὶ πάρεισιν, ἔφη, καὶ πάντως ἱερουργουμένοις παρέσονται. μειδιάσας οὖν αὖθις Ὑδάσπης, ὀνειρώττει τῷ ὄντι, φησίν, ὀνειρογενὴς αὕτη μου θυγάτηρ, ἀπὸ τῆς Ἑλλάδος κατὰ μέσην Μερόην τοὺς φύντας ἀναπεμφθήσεσθαι φανταζομένη. οὗτοι μὲν οὖν ἀγέσθωσαν σὺν ἐπιμελείᾳ καὶ ἀφθονίᾳ τῇ συνήθει, τὴν θυσίαν κοσμήσοντες · ἀλλὰ τίς οὗτος πλησίον εὐνούχῳ προσεοικώς; τῶν δή τις ὑπηρετουμένων, εὐνοῦχος ἀληθῶς, εἶπεν, ὄνομα Βαγώας, τῶν Ὀροονδάτου κτῆμα τὸ τιμιώτατον. ἑπέσθω, ἔφη, καὶ οὗτος, οὐχ ἱερεῖον, τῶν δὲ ἱερείων θατέρου τῆς κόρης ταύτης φύλαξ, πολλῆς διὰ τὴν ὥραν προνοίας δεομένης, ὥστε ἁγνὴν ἡμῖν ἄχρι καιροῦ τῆς θυσίας φυλαχθῆναι. ἔχει τι ζηλότυπον ἔμφυτον τὸ εὐνούχων γένος · ὧν γὰρ ἀπεστέρηται, τούτων εἰς κώλυμα τοῖς ἄλλοις προβέβληται.

9.26

ταῦτα εἰπὼν τοὺς ἄλλους αἰχμαλώτους παριόντας ἐν τάξει ἐπεσκόπειτε καὶ ἀνέκρινε, τοὺς μὲν δωρούμενος, οὓς δούλους ἐξ ἀρχῆς ἐγνώριζεν τύχη, τοὺς δὲ εὖ γεγονότας ἐλευθέρους ἀφιείς. δέκα δὲ νέους κόραςτε ἰσαρίθμους τῶν ἐν ἀκμῇ καὶ ὥρᾳ διαπρεπόντων ἐπιλεξάμενος, ἅμα τοῖς περὶ τὸν Θεαγένην ἐφ’ὁμοίαν τὴν χρείαν ἀνάγεσθαι προσέταττε. τοῖςτε ἄλλοις ἅπασιν ὧν ἕκαστος ἐδεῖτο χρηματίσας, τέλος πρὸς τὸν Ὀροονδάτην μετάκλητον καὶ φοράδην ἀχθέντα, ἐγώ, ἔφη, τὰς αἰτίας τοῦ πολέμου συνῃρηκὼς καὶ τὰς ἐξ ἀρχῆς προφάσεις τῆς ἔχθρας, τάςτε Φίλας καὶ τὰ σμαράγδεια μέταλλα, ὑπ’ἐμαυτῷ πεποιημένος, οὐ πάσχω τὸ τῶν πολλῶν πάθος, οὐ δὲ ἐπεξάγω τὴν τύχην πρὸς πλεονεξίαν, οὐ δὲ εἰς ἄπειρον ἐκτείνω τὴν ἀρχὴν διὰ τὴν νίκην, ἀλλ’ὅροις ἀρκοῦμαι οἷς ἔθετο ἐξ ἀρχῆς φύσις, τὴν Αἴγυπτον ἀπὸ τῆς Αἰθιοπίας τοῖς Καταρράκταις ἀποκρίνασα. ὥστε ἔχων δι’ κατῆλθον, ἄνειμι σέβων τὸ δίκαιον. σὺ δὲ εἰ περιγένοιο, τῶν ἐξ ἀρχῆς σατράπευε, καὶ ἐπίστελλε πρὸς βασιλέα τῶν Περσῶν ὡς ἀδελφὸς σὸς Ὑδάσπης τῇ μὲν χειρὶ κεκράτηκε, τῇ δὲ γνώμῃ πάντα σοι τὰ σὰ μεθῆκε, φιλίαντε πρὸς σὲ βουλόμενον ἀσπαζόμενος, χρῆμα τῶν ἐν ἀνθρώποις τὸ κάλλιστον, καὶ μάχην, εἰ αὖθις ἄρχοιο, μὴ παραιτούμενος. Συηναίοις δὲ τοῖσδε τοὺς τεταγμένους φόρους εἰς δεκάδα ἐτῶν αὐτόςτε ἀφίημι καὶ σοὶ ποιεῖν οὕτως ἐντέλλομαι.

9.27

τούτων εἰρημένων, ὑπὸ μὲν τῶν παρόντων ἀστῶντε ὁμοίως καὶ στρατιωτῶν εὐφημίατε ἤρθη καὶ κρότος ἐπὶ πλεῖστον ἐξάκουστος · δὲ Ὀροονδάτης τὼ χεῖρε προτείνας καὶ τὴν δεξιὰν ἐπὶ θατέραν παραλλάξας, κύψας προσεκύνησε, πρᾶγμα οὐ νενομισμένον παρὰ Πέρσαις, βασιλέα ἕτερον τούτῳ τῷ τρόπῳ θεραπεύειν. καὶ παρόντες, οὐ δοκῶ μοι, ἔφη, παραβαίνειν τὸ πάτριον, εἰ βασιλέα γνωρίζω τὸν σατραπείαν μοι δωρούμενον, οὐ δὲ παρανομεῖν τὸν ἐννομώτατον ἀνθρώπων προσκυνῶν, ἀναιρεῖν μὲν δυνάμενον, τὸ εἶναι δὲ φιλανθρωπευόμενον, καὶ δεσπόζειν μὲν κεκληρωμένον, σατραπεύειν δέ μοι παρεχόμενον. ἐφ’οἷς, εἰ μὲν περισωθείην, Αἰθίοψίτε καὶ Πέρσαις εἰρήνην ἐγγυῶμαι βαθεῖαν καὶ φιλίαν ἀίδιον, καὶ Συηναίοις τὰ προστεταγμένα ἐμπεδώσειν · εἰ δέ τι πάθοιμι, θεοὶ τῶν εἰς ἐμὲ καλῶν Ὑδάσπηντε καὶ οἶκον τὸν Ὑδάσπου καὶ γένος ἀμείβοιντο.