Heliodorus

Ethiopian Story, 10

10.1

τὰ μὲν δὴ κατὰ τὴν Συήνην ἐπὶ τοσόνδε πραχθέντα εἰρήσθω, παρὰ τοσοῦτον μὲν ἐλθοῦσαν κινδύνου, πρὸς τοσαύτην δὲ εὐπάθειαν ἀθρόον δι’εὐνομίαν ἀνδρὸς ἑνὸς μεταβαλοῦσαν · δὲ Ὑδάσπης τὸ πολὺ τοῦ στρατοῦ προεκπέμψας καὶ αὐτὸς ἐπὶ τὴν Αἰθιοπίαν ἐξήλαυνε, πάντων μὲν Συηναίων πάντων δὲ Περσῶν ἄχρι πλείστου σὺν εὐφημίαις προπεμπόντων. τὰ μὲν οὖν πρῶτα ἐχώρει τῆς ὄχθης ἀεὶ τοῦ Νείλου καὶ παραποταμίας ἐχόμενος · ἐπεὶ δὲ εἰς τοὺς Καταρράκτας ἀφίκετο, θύσας τῷ Νείλῳ καὶ θεοῖς ἐνορίοις, ἐκτραπεὶς τῆς μεσογαίας μᾶλον εἴχετο. καὶ εἰς τὰς Φίλας ἐλθὼν ἡμέρας μέν που δύο διαναπαύει τὸν στρατόν · αὖθις δὲ τὸ πολὺ τοῦ πλήθους προαποστείλας, προεκπέμψας δὲ καὶ τοὺς αἰχμαλώτους, αὐτὸς ἐπιμείνας τάτε τείχη τῆς πόλεως ὠχύρωσε, καὶ φρουρὰν ἐγκαταστήσας ἐξώρμησε. δύο δὲ ἱππέας ἐπιλέξας, οὓς ἔδει προλαβόντας καὶ κατὰ πόλιν κώμην τοὺς ἵππους ἀμείβοντας σὺν τάχει τὸ προστεταγμένον ἀνύειν, ἐπιστέλλει τοῖς κατὰ Μερόην τὴν νίκην εὐαγγελιζόμενος,

10.2

πρὸς μὲν τοὺς σοφούς, οἳ Γυμνοσοφισταὶ κέκληνται, σύνεδροίτε καὶ σύμβουλοι τῶν πρακτέων τῷ βασιλεῖ γινόμενοι, τοιάδε. τῷ θειοτάτῳ συνεδρίῳ βασιλεὺς Ὑδάσπης. τὴν νίκην ὑμῖν τὴν κατὰ Περσῶν εὐαγγελίζομαι, οὐκ ἀλαζονευόμενος τὸ κατόρθωμα (τὸ γὰρ ὀξύρροπον τῆς τύχης ἱλάσκομαι), ἀλλὰ τὴν προφητείαν ὑμῶν ἀείτε καὶ τὸ παρὸν ἐπαληθεύουσαν τῷ γράμματι προδεξιούμενος. ἥκειν οὖν ὑμᾶς εἰς τὸν εἰωθότα τόπον καὶ παρακαλῶ καὶ δυσωπῶ, τὰς εὐχαριστηρίους τῶν ἐπινικίων θυσίας εὐαγεστέρας τῇ παρουσίᾳ τῷ κοινῷ τῶν Αἰθιόπων ἀποφανοῦντας. πρὸς δὲ τὴν γυναῖκα Περσῖναν οὕτω. νικᾶν ἡμᾶς ἴσθι, καὶ πρότερόν ἐστι παρὰ σοί, σώζεσθαι. πολυτελεῖς δὴ τὰς χαριστηρίους ἡμῖν πομπάςτε καὶ θυσίας εὐτρέπιζε, καὶ τοὺς σοφοὺς ἅμα τοῖς παρ’ἡμῶν ἐπεσταλμένοις συμπαρακαλέσασα, εἰς τὴν ἀφιερωμένην τοῖς πατρίοις ἡμῶν θεοῖς, Ἡλίῳτε καὶ Σελήνῃ καὶ Διονύσῳ, πρὸ τοῦ ἄστεος ὀργάδα σύσπευδε.

10.3

τούτων κομισθέντων τῶν γραμμάτων μὲν Περσῖνα, τοῦτ’ἦν ἄρα, ἔφη, τὸ ἐνύπνιον κατὰ τὴν νύκτα ταύτην ἐθεώμην, κύειντε οἰομένη καὶ τίκτειν ἅμα, καὶ τὸ γεννηθὲν εἶναί μου θυγατέρα γάμου παραχρῆμα ὡραίαν, διὰ μὲν τῶν ὠδίνων, ὡς ἔοικε, τὰς κατὰ τὸν πόλεμον ἀγωνίας, διὰ δὲ τῆς θυγατρὸς τὴν νίκην αἰνιττομένου τοῦ ὀνείρατος. ἀλλὰ τὴν πόλιν ἐπιόντες τῶν εὐαγγελίων ἐμπλήσατε. καὶ οἳ μὲν πρόδρομοι τὸ προστεταγμένον ἔπραττον, καὶ τάςτε κεφαλὰς τῷ Νειλῴῳ λωτῷ καταστέψαντες καὶ φοινίκων πτόρθους ταῖς χερσὶ κατασείοντες τὰ ἐπισημότερα τῆς πόλεως καθιππεύοντο, τὴν νίκην καὶ μόνῳ τῷ σχήματι δημοσιεύοντες. ἐμπέπληστο γοῦν αὐτίκα χαρᾶς Μερόη, νύκτωρτε καὶ μεθ’ἡμέραν χοροὺς καὶ θυσίας κατὰ γένη καὶ ἀγυιὰς καὶ φατρίας τοῖς θεοῖς ἀναγόντων καὶ τὰ τεμένη καταστεφόντων, οὐκ ἐπὶ τῇ νίκῃ τοσοῦτον ὅσον ἐπὶ τῇ σωτηρίᾳ τῇ τοῦ Ὑδάσπου θυμηδούντων, ἀνδρὸς δι’εὐνομίαντε ἅμα καὶ τὸ πρὸς τοὺς ὑπηκόους ἵλεώντε καὶ ἥμερον πατρικόν τινα ἔρωτα τοῖς δήμοις ἐνστάξαντος.

10.4

δὲ Περσῖνα βοῶντε ἀγέλας καὶ ἵππων καὶ προβάτων ὀρύγωντε καὶ γρυπῶν καὶ ἄλλων ζώων παντοίων εἰς τὴν περαίαν ὀργάδα προπέμψασα, τὰ μὲν ὥστε ἐξ ἑκάστου γένους ἑκατόμβην εἰς τὴν θυσίαν ηὐτρεπίσθαι, τὰ δὲ ὥστε εἰς εὐωχίαν εἶναι τοῖς δήμοις, τέλος καὶ παρὰ τοὺς Γυμνοσοφιστὰς ἐλθοῦσα, οἴκησιν τὸ Πανίον πεποιημένους, τότε παρὰ τοῦ Ὑδάσπου γράμμα ἐνεχείριζε, καὶ συμπαρεκάλει πεισθῆναίτε ἀξιοῦντι τῷ βασιλεῖ καὶ δοῦναι καὶ αὐτῇ τὸ μέρος τὴν χάριν, κόσμον τῆς πανηγύρεως τῇ παρουσίᾳ γινομένους. οἳ δὲ ὀλίγον ἐπιμεῖναι κελεύσαντες, καὶ εἰς τὸ ἄδυτον παρελθόντες εὔχεσθαι ὡς ἔθος, παρὰ θεῶν τὸ πρακτέον πυθόμενοι, μικρὸν διαλιπόντες ἐπανῆλθον. καὶ τῶν ἄλλων σιγώντων προκαθηγητὴς τοῦ συνεδρίου Σισιμίθρης, Περσῖνα, ἔλεγεν, ἡμεῖς μὲν ἥξομεν · οἱ θεοὶ γὰρ ἐπιτρέπουσι · θόρυβον δέ τινα καὶ ταραχὴν προμηνύει τὸ δαιμόνιον, ἐσομένην μὲν παρὰ τὰς θυσίας, εἰς ἀγαθὸν δὲ καὶ ἡδὺ τὸ τέλος καταστρέψουσαν, ὡς μέλους μὲν ὑμῶν τοῦ σώματος μέρους τῆς βασιλείας ἀπολωλότος, τοῦ πεπρωμένου δὲ εἰς τότε τὸ ζητούμενον ἀναφαίνοντος. καὶ Περσῖνα, τάτε φοβερά, ἔφη, καὶ πάντα τὴν πρὸς τὸ κρεῖττον ἕξει μεταβολὴν ὑμῶν παρόντων. ἀλλ’ὅταν αἴσθωμαι προσάγοντα Ὑδάσπην, σημανῶ πρὸς ὑμᾶς. οὐδὲν δεῖ, ἔφη, σημαίνειν, Σισιμίθρης · ἥξει γὰρ αὔριον ὄρθριος, καὶ τοῦτό σοι γράμμα μηνύσει μικρὸν ὕστερον. καὶ ἐγίνετο οὕτως · ἄρτι γὰρ ἐπανιούσῃ τῇ Περσίνῃ, καὶ τοῖς βασιλείοις πλησιαζούσῃ, γράμμα τοῦ βασιλέως ἱππεὺς ἐνεχείριζεν, εἰς τὴν ἑξῆς ἔσεσθαι τὴν παρουσίαν αὐτοῦ σημαῖνον. κήρυκες οὖν αὐτίκα διήγγελλον τὴν γραφήν, μόνῳ τῷ ἄρρενι γένει τὴν ὑπάντησιν ἐπιτρέποντες, γυναιξὶ δὲ ἀπαγορεύοντες · ἅτε γὰρ τοῖς καθαρωτάτοις καὶ φανοτάτοις θεῶν Ἡλίῳτε καὶ Σελήνῃ τῆς θυσίας τελουμένης, ἐπιμίγνυσθαι τὸ θῆλυ γένος οὐ νενόμιστο, τοῦ μή τινα καὶ ἀκούσιόν ποτε γενέσθαι μολυσμὸν τοῖς ἱερείοις. μόνῃ δὲ παρεῖναι γυναικῶν τῇ ἱερείᾳ τῆς σεληναίας ἐπιτέτραπτο, καὶ ἦν Περσῖνα, τῷ μὲν ἡλίῳ τοῦ βασιλέως τῇ Σεληναίᾳ δὲ τῆς βασιλίδος ἐκ νόμου καὶ ἔθους ἱερουμένων. ἔμελλε δὲ ἄρα Χαρίκλεια παρέσεσθαι τοῖς δρωμένοις οὐχ ὡς θεωρός, ἀλλ’ἱερεῖον ἐσομένη τῆς Σεληναίας. ἀκατάσχετος οὖν ὁρμὴ κατειλήφει τὴν πόλιν · καὶ οὐ δὲ τὴν προηγορευμένην ἡμέραν ἀναμείναντες ἀφ’ἑσπέρας ἐπεραιοῦντο κατὰ τὸν Ἀσταβόρραν ποταμόν, οἳ μὲν κατὰ τὸ ζεῦγμα, οἳ δὲ πορθμείοις ἐκ καλάμων πεποιημένοις, δὴ πλεῖστα καὶ κατὰ πολλὰ μέρη τῆς ὄχθης ἐσάλευε, τοῖς πορρωτέρω τῆς γεφύρας κατοικοῦσιν ἐπιτόμους διακονοῦντα τὰς περαιώσεις. ἔστι δὲ ὀξυδρομώτατα τῆςτε ὕλης ἕνεκα καὶ ἄχθους, πλὴν ὅτι δύο που καὶ τρεῖς ἄνδρας οὐκ ἀνεχόμενα · κάλαμος γάρ ἐστι δίχα τετμημένος, καὶ τομὴν ἑκάστην σκάφιον παρεχόμενος.

10.5

γὰρ δὴ Μερόη μητρόπολις οὖσα τῶν Αἰθιόπων τὰ μὲν ἄλλα ἐστὶ νῆσος τριγωνίζουσα, ποταμοῖς ναυσιπόροις, τῷτε Νείλῳ καὶ τῷ Ἀσταβόρρᾳ καὶ τῷ Ἀσασόβᾳ περιρρεομένη, τοῦ μὲν κατὰ κορυφὴν ἐμπίπτοντος, τοῦ Νείλου, καὶ πρὸς ἑκάτερα σχιζομένου, τῶν ἑτέρων δὲ δυοῖν κατὰ πλευρὰν ἑκατέραν θατέρου παραμειβόντων καὶ αὖθις ἀλλήλοις συμπιπτόντων, καὶ εἰς ἕνα τὸν Νεῖλον τότε ῥεῦμα καὶ τοὔνομα ἐκνικωμένων · μέγεθος δὲ οὖσα μεγίστη, καὶ ἤπειρον ἐν νήσῳ σοφιζομένη (τρισχιλίοις γὰρ τὸ μῆκος, εὖρος δὲ χιλίοις περιγράφεται σταδίοις), ζώωντε παμμεγεθῶν τῶντε ἄλλων καὶ ἐλεφάντων ἐστὶ τροφός, καὶ δένδρα παραλλάττοντα κατ’ἄλλας φέρειν ἀγαθή. ἐκτὸς γὰρ ὅτι φοίνικέςτε ὑπερμήκεις καὶ τὴν βάλανον εὔστομοίτε καὶ ὑπέρογκοι, σίτουτε καὶ κριθῶν στάχυες τὴν μὲν αὔξησιν ὥστε καὶ ἱππέα πάντα καὶ καμηλίτην ἔστιν ὅτε καλύπτειν, τὸν δὲ καρπὸν ὥστε εἰς τριακόσια τὸ καταβληθὲν ἐκφέρειν, καὶ τὸν κάλαμον φύει τοιοῦτον οἷος εἴρηται.

10.6

τότε δ’οὖν διὰ πάσης νυκτὸς ἄλλοι κατ’ἄλλο τὸν ποταμὸν διαπεραιωθέντες, προαπαντῶντες καὶ ἴσα καὶ θεὸν εὐφημοῦντες ἐδεξιοῦντο τὸν Ὑδάσπην. οὗτοι μὲν δὴ καὶ πορρωτέρω, μικρὸν δὲ πρὸ τῆς ὀργάδος ἐντυχόντες οἱ Γυμνοσοφισταὶ δεξιάςτε ἐνέβαλλον καὶ φιλήμασιν ἠσπάζοντο. μετὰ δὲ τούτους Περσῖνα τοῦ νεώτε ἐν προπύλοις καὶ περιβόλων ἐντός. κἀπειδὴ προσπεσόντες τοὺς θεοὺς προσεκύνησαν καὶ τὰς χαριστηρίους εὐχὰς ὑπὲρ τῆς νίκης καὶ σωτηρίας ἐτέλεσαν, ἐκτὸς περιβόλων ἐλθόντες ἐπὶ τὴν δημοτελῆ θυσίαν ἐτρέποντο, κατὰ τὴν προηυτρεπισμένην ἐν τῷ πεδίῳ σκηνὴν προκαθίσαντες, ἣν τέσσαρες ἐπλήρουν νεότμητοι κάλαμοι, σχήματος τετραπλεύρου γωνίαν ἑκάστην ἑνὸς καλάμου κίονος δίκην ἐρείδοντος, καὶ κατὰ τὰς ἄκρας εἰς ἀψῖδα περιαγομένου, καὶ τοῖς ἄλλοις ἅμα φοινίκων ἔρνεσι συμπίπτοντος, καὶ τὸ ὑποκείμενον ὀροφοῦντος. καθ’ἑτέραν δὲ σκηνὴν πλησίον ἐφ’ὑψηλῆς μὲν κρηπῖδος θεῶντε ἐγχωρίων ἀγάλματα καὶ ἡρώων εἰκόνες προύκειντο, Μέμνονόςτε καὶ Περσέως καὶ Ἀνδρομέδας, οὓς γενάρχας ἑαυτῶν οἱ βασιλεύοντες Αἰθιόπων νομίζουσι · χθαμαλώτεροι δὲ καὶ οἷον ὑπὲρ κορυφῆς τὰ θεῖα πεποιημένοι, κατὰ τῆς δευτερευούσης κρηπῖδος οἱ Γυμνοσοφισταὶ ἐπεκάθηντο. τούτων ἑξῆς ὁπλιτῶν φάλαγξ εἰς κύκλον περιεστοίχιστο, ταῖς ἀσπίσιν ὠρθωμέναις καὶ ἀλλήλων ἐχομέναις ἐπερειδομένη, τότε πλῆθος ἐξόπισθεν ἀναστέλλουσα καὶ τὸ μεσεῦον ἀνενόχλητον τοῖς ἱερουργουμένοις παρασκευάζουσα. μικρὰ δὲ δὴ προδιαλεχθεὶς πρὸς τὸν δῆμον Ὑδάσπης, καὶ τήντε νίκην καὶ τὰ ὑπὲρ τοῦ κοινοῦ κατορθωθέντα καταγγείλας, ἔχεσθαι τῆς θυσίας τοῖς ἱεροποιοῖς ἐκέλευε. τριῶν δὴ βωμῶν τῶν πάντων εἰς ὕψος ᾐρμένων, καὶ τῶν μὲν δυοῖν κεχωρισμένως Ἡλίῳτε καὶ Σελήνῃ συνεζευγμένων, τοῦ τρίτου δὲ τῷ Διονύσῳ καθ’ἕτερον μέρος ἰδιάζοντος, τούτῳ μὲν παντοῖα ζῷα ἐπέσφαττον, διὰ τὸ πάνδημον, οἶμαι, τοῦ θεοῦ καὶ πᾶσι κεχαρισμένον ἐκ ποικίλωντε καὶ παντοίων ἱλασκόμενοι, ἐπὶ δὲ τῶν ἑτέρων Ἡλίῳ μὲν τέθριππον λευκὸν ἐπῆγον, τῷ ταχυτάτῳ τῶν θεῶν, ὡς ἔοικε, τὸ τάχιστον καθοσιοῦντες, τῇ Σεληναίᾳ δὲ ξυνωρίδα βοῶν, διὰ τὸ περίγειον, ὡς ἔοικε, τῆς θεοῦ τοὺς γηπονίας συνεργοὺς καθιεροῦντες.

10.7

καὶ ἔτι τούτων δρωμένων βοή τις ἀθρόον ἠγείρετο συμμιγήςτε καὶ ταραχώδης καὶ οἷα εἰκὸς ὑπὸ πλήθους ἀπείρου ἀνθρώπων συγκλύδων, τὰ πάτρια τελείσθω τῶν περιεστώτων ἐκβοώντων, νενομισμένη θυσία λοιπὸν ὑπὲρ τοῦ ἔθνους τελείσθω, αἱ ἀπαρχαὶ τοῦ πολέμου τοῖς θεοῖς προσαγέσθωσαν. συνεὶς οὖν Ὑδάσπης ὅτι τὴν ἀνθρωποκτονίαν ἐπιζητοῦσιν, ἣν ἐπὶ ταῖς κατὰ τῶν ἀλλοφύλων νίκαις μόναις ἐκ τῶν ἁλισκομένων ἐπιτελεῖν εἰώθεσαν, κατασείσας τῇ χειρὶ καὶ αὐτίκα τὸ αἰτούμενον ἔσεσθαι τοῖς νεύμασι σημήνας, τοὺς εἰς τοῦτο πάλαι ἀποκεκληρωμένους αἰχμαλώτους ἄγεσθαι προσέταττεν. ἤγοντο οὖν οἵτε ἄλλοι καὶ Θεαγένης καὶ Χαρίκλεια, τῶντε δεσμῶν λελυμένοι καὶ κατεστεμμένοι, κατηφεῖς μέν, οἷα εἰκός, οἱ ἄλλοι, καὶ Θεαγένης δ’ἐπ’ἔλαττον, Χαρίκλεια δὲ καὶ φαιδρῷ τῷ προσώπῳ καὶ μειδιῶντι, συνεχέςτε καὶ ἀτενὲς εἰς τὴν Περσῖναν ἀφορῶσα, ὥστε κἀκείνην παθεῖν τι πρὸς τὴν ὄψιν. καὶ βύθιόν τι στενάξασα, ἄνερ, εἶπεν, οἵαν κόρην εἰς τὴν θυσίαν ἐπιλέλεξαι. οὐκ οἶδα ἰδοῦσα τοιοῦτον κάλλος. ὡς δὲ καὶ εὐγενὴς τὸ βλέμμα, ὡς δὲ καὶ μεγαλόφρων πρὸς τὴν τύχην, ὡς δὲ ἐλεεινὴ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς. εἰ περιεῖναι συνέβαινεν ἡμῖν τὸ ἅπαξ μοι κυηθὲν καὶ κακῶς ἀπολωλὸς θυγάτριον, ἐν ἴσοις που ταύτῃ τοῖς ἔτεσιν ἐξητάζετο. ἀλλ’εἴθε γε, ἄνερ, ἐνῆν πως ἐξελέσθαι τὴν κόρην. πολλὴν ἂν ἔσχον παραψυχὴν διακονουμένης μοι τοιαύτης. ἴσως δέ που καὶ Ἑλληνίς ἐστιν ἀθλία · τὸ γὰρ πρόσωπον οὐκ Αἰγυπτίας. Ἑλληνὶς μέν, ἔφη πρὸς αὐτὴν Ὑδάσπης, καὶ πατέρων οὓς λέξει τὸ παρόν. δεῖξαι γὰρ οὐκ ἂν ἔχοι · πόθεν; καίτοι γε ἐπηγγέλλετο. ῥυσθῆναί γε μὴν τῆς θυσίας ἀδύνατος · καίτοι γε ἐβουλόμην, πεπονθώς τι καὶ αὐτὸς οὐκ οἶδ’ὅπως, καὶ κατελεῶν τὴν κόρην. ἀλλ’οἶσθα ὡς ἄρρενα μὲν τῷ Ἡλίῳ θήλειαν δὲ τῇ Σεληναίᾳ προσάγειντε καὶ ἱερουργεῖν νόμος βούλεται. ταύτης δὴ πρώτης αἰχμαλώτου μοι προσαχθείσης καὶ εἰς τὴν νῦν θυσίαν ἀποκληρωθείσης ἀπαραίτητος ἂν γένοιτο πρὸς τὸ πλῆθος ὑπέρθεσις. ἓν μόνον ἂν βοηθήσειεν, εἰ τῆς ἐσχάρας ἣν οἶσθα ἐπιβᾶσα, μὴ ἁγνεύουσά πως ὁμιλίας τῆς πρὸς ἄνδρας ἐλεγχθείη, καθαρὰν εἶναι τὴν προσκομιζομένην τῇ θεῷ, καθάπερ οὖν καὶ τὸν Ἡλίῳ, τοῦ νόμου κελεύοντος, ἐπὶ δὲ τῆς τοῦ Διονύσου θυσίας ἀδιαφοροῦντος. ἀλλ’ὅρα, εἰ προσομιλήσασά τῳ φωραθείη πρὸς τῆς ἐσχάρας, μὴ οὐκ εὐπρεπὲς τὴν τοιάνδε εἰς τὸν οἶκον εἰσδέξασθαι. καὶ Περσῖνα, φωραθείη, ἔφη, καὶ σωθείη μόνον · αἰχμαλωσία καὶ πόλεμος καὶ τοσοῦτος τῆς ἐνεγκούσης ἐξοικισμὸς ἀνέγκλητον ποιεῖ τὴν προαίρεσιν, καὶ πλέον ἐπὶ ταύτης, ἐν τῷ κάλλει τὴν καθ’ἑαυτῆς βίαν, εἰ καί τι τοιοῦτον ὑπέστη, περιαγούσης.

10.8

καὶ ἔτι τοιαῦτα λεγούσης, καὶ ἅμα ὑποδακρυούσης λανθάνειντε τοὺς παρόντας πειρωμένης, ἄγεσθαι τὴν ἐσχάραν Ὑδάσπης ἐκέλευσε. παιδάρια τοίνυν ἄνηβα συλλαβόντες ἐκ τοῦ πλήθους οἱ ὑπηρέται (μόνοις γὰρ τοῖς τοιούτοις ἀβλαβῶς θιγγάνειν ἔνεστιν) ἐκόμιζόντε ἐκ τοῦ νεὼ καὶ εἰς μέσους προυτίθεσαν, ἐπιβαίνειν ἕκαστον τῶν αἰχμαλώτων κελεύοντες. τῶν δὲ ὅστις ἐπιβαίη, παραυτίκα τὴν βάσιν ἐφλέγετο, οὐ δὲ τὴν πρώτην καὶ πρὸς ὀλίγον ψαῦσιν ἐνίων ὑποστάντων, χρυσοῖς μὲν ὀβελίσκοις τῆς ἐσχάρας διαπεπλεγμένης, πρὸς τοῦτο δὲ ἐνεργείας τετελεσμένης ὥστε πάντα τὸν μὴ καθαρὸν καὶ ἄλλως ἐπιορκοῦντα καταίθειν, τῶν δὲ ἀπ’ἐναντίας ἀλύπως προσίεσθαι τὴν βάσιν. τούτους μὲν δὴ τῷτε Διονύσῳ καὶ ἄλλοις θεοῖς ἀπεκλήρουν, πλὴν δύο που καὶ τριῶν Ἑλληνίδων, αἳ τῆς ἐσχάρας ἐπιβᾶσαι παρθενεύειν ἐγνωρίσθησαν.

10.9

ἐπεὶ δὲ καὶ Θεαγένης ἐπιβὰς καθαρεύων ἐφαίνετο, θαυμασθεὶς πρὸς ἁπάντων τάτε ἄλλα τοῦ μεγέθους. καὶ κάλλους, καὶ ὅτι περ οὕτως ἀκμαῖος ἀνὴρ ἀπείρατος εἴη τῶν Ἀφροδίτης, πρὸς τὴν ἡλιακὴν ἱερουργίαν ηὐτρεπίζετο, καλά, λέγων ἠρέμα πρὸς τὴν Χαρίκλειαν, τἀπίχειρα παρ’Αἰθίοψι τῶν καθαρῶς βιούντων · θυσίαι καὶ σφαγαὶ τὰ ἔπαθλα τῶν σωφρονούντων. ἀλλ’ φιλτάτη, τί οὐχὶ φράζεις σαυτήν; ποῖον ἀναμένεις ἔτι καιρόν, τὸν ἕως ἄν ἀποδειροτομήσῃ τις; λέγε, ἱκετεύω, καὶ μήνυε τὴν σαυτῆς τύχην. ἴσως μὲν κἀμὲ περισώσεις, τις ποτὲ εἴης γνωρισθεῖσα, καὶ ἐξαιτήσασα · εἰ δ’ἄρα μὴ τοῦτο, σύ γε μὴν προδήλως διαδράσῃ τὸν κίνδυνον. αὔταρκες δὲ τοῦτό μοι μαθόντι καὶ τελευτᾶν. δέ πλησίον ἀγών εἰποῦσα, καὶ νῦν ταλαντεύει τὰ καθ’ἡμᾶς μοῖρα, μη δὲ κελεῦσαι τοὺς ἐπιτεταγμένους ἀναμείνασα, ἐνέδυτε τὸν ἐκ Δελφῶν ἱερὸν χιτῶνα ἐκ πηριδίου τινὸς ἐπεφέρετο προκομίσασα, χρυσοϋφῆτε ὄντα καὶ ἀκτῖσι κοκκοβαφέσι κατάπαστον · τήντε κόμην ἀνεῖσα καὶ οἷον κάτοχος φανεῖσα προσέδραμέτε καὶ ἐφήλατο τῇ ἐσχάρᾳ, καὶ εἱστήκει πολὺν χρόνον ἀπαθής, τῷτε κάλλει τότε πλέον ἐκλάμποντι καταστράπτουσα, περίοπτος ἐφ’ὑψηλοῦ πᾶσι γεγενημένη, καὶ πρὸς τοῦ σχήματος τῆς στολῆς ἀγάλματι θεοῦ πλέον θνητῇ γυναικὶ προσεικαζομένη. θάμβος οὖν ἅμα πάντας κατέσχε, καὶ βοὴν μίαν ἄσημον μὲν καὶ ἄναρθρον, δηλωτικὴν δὲ τοῦ θαύματος, ἀπήχησαν, τῶντε ἄλλων ἀγασθέντες, καὶ πλέον ὅτι κάλλος οὕτως ὑπὲρ ἄνθρωπον καὶ τὸ ὥριον τῆς ἀκμῆς ἄθικτον ἐτήρει, καὶ ἔχειν ἀνεδείκνυτο σωφροσύνην πλέον τῇ ὥρᾳ κοσμουμένην. ἐλύπει μὲν οὖν καὶ ἄλλους τῶν ὄχλων ἁρμόδιος τῇ θυσίᾳ φανεῖσα · καὶ δεισιδαιμονοῦντες ὅμως ἥδιστα ἄν εἶδον ἔκ τινος μηχανῆς περισωθεῖσαν. πλέον δὲ ἠνία τὴν Περσῖναν, ὥστε καὶ εἰπεῖν πρὸς τὸν Ὑδάσπην, ὡς ἀθλία καὶ δυστυχὴς κόρη σὺν πολλῷ τῷ κακῷ οὐ δ’εἰς καιρὸν τῇ σωφροσύνῃ σεμνυνομένη, καὶ θάνατον τῶν πολλῶν τούτων ἐπαίνων ἀλλαττομένη. ἀλλὰ τί ἂν γένοιτο, ἔφη, ἄνερ; δέ, μάτην, ἔφη, μοι ἐνοχλεῖς, καὶ οἰκτίζῃ τὴν οὐ σωζομένην, ἀλλὰ θεοῖς, ὡς ἔοικε, διὰ τὸ ὑπερβάλλον τῆς φύσεως ἀρχῆθεν φυλαττομένην. καὶ ἀποστρέψας τὸν λόγον πρὸς τοὺς Γυμνοσοφιστάς, ἀλλ’ σοφώτατοι, ἔφη, πάντων ηὐτρεπισμένων τί οὐχὶ κατάρχετε τῶν ἱερῶν; καὶ Σισιμίθρης, εὐφήμησον, ἀπεκρίνατο ἑλληνίζων, ὥστε μὴ τὸ πλῆθος ἐπαΐειν · ἱκανῶς γὰρ καὶ μέχρι τούτων ὄψιντε καὶ ἀκοὴν ἐχράνθημεν. ἀλλ’ἡμεῖς μὲν εἰς τὸν νεὼν μεταστησόμεθα, θυσίαν οὕτως ἔκθεσμον τὴν δι’ἀνθρώπων οὔτε αὐτοὶ δοκιμάζοντες οὔτε προσίεσθαι τὸ θεῖον νομίζοντες. ὡς εἴθε γε ἦν καὶ τὰς διὰ τῶν ἄλλων ζώων θυσίας κεκωλῦσθαι, μόναις ταῖς δι’εὐχῶν καὶ ἀρωμάτων καθ’ἡμέτερον νόον ἀρκουμένοις. σὺ δὲ ἐπιμένων (ἐπάναγκες γὰρ βασιλεῖ καὶ ἄκριτον ἔστιν ὅτε πλήθους ὁρμὴν θεραπεύειν) ἐπιτέλει τὴν οὐκ εὐαγῆ μὲν ταύτην θυσίαν, διὰ δὲ τὸ προκατειληφὸς τοῦ Αἰθιοπικοῦ νόμου πάτριον ἀπαραίτητον, καθαρσίων εἰσαῦθις δεησόμενος, ἴσως δὲ καὶ οὐ δεησόμενος. οὐ γάρ μοι δοκεῖ πρὸς τέλος ἥξειν ἥδε θυσία, τοῖςτε ἄλλοις ἐκ τοῦ θείου συμβόλοις τεκμαιρομένῳ, καὶ τῷ περιλάμποντι φωτὶ τοὺς ξένους, ὑπερμαχεῖν τινὰ τῶν κρειττόνων διασημαίνοντι.

10.10

καὶ ταῦτα εἰπὼν ἅμα καὶ τοῖς ἄλλοις συνέδροις ἀνίστατο καὶ πρὸς τὴν μετάστασιν ἐρρυθμίζετο. ἀλλ’ γε Χαρίκλεια καθήλατο τῆς ἐσχάρας, καὶ προσδραμοῦσα προσπίπτειτε τοῖς γόνασι τοῦ Σισιμίθρου, τῶν ὑπηρετῶν παντοίως ἐπεχόντων καὶ τὴν ἱκεσίαν παραίτησιν εἶναι τοῦ θανάτου νομιζόντων. καὶ σοφώτατοι ἔλεγε, μικρὸν ἐπιμείνατε · δίκη γάρ μοι καὶ κρίσις πρόκειται πρὸς τοὺς βασιλεύοντας, ὑμᾶς δὲ μόνους καὶ τοῖς τοσούτοις δικάζειν πυνθάνομαι. καὶ τὸν περὶ ψυχῆς ἀγῶνά μοι διαιτήσατε · σφαγιασθῆναι γάρ με θεοῖς οὔτε δυνατὸν οὔτε δίκαιον εἶναι μαθήσεσθε. προσήκαντο ἄσμενοι τὰ εἰρημένα, καὶ βασιλεῦ ἔφασαν, ἀκούεις τῆς προκλήσεως καὶ προΐσχεται ξένη; γελάσας οὖν Ὑδάσπης, καὶ ποία δίκη, φησίν, πόθεν ἐμοὶ καὶ ταύτῃ; προφάσεως δὲ ἐκ ποίας ποίων ἴσων ἀναφαινομένη; καὶ Σισιμίθρης, αὐτά, ἔφη, δηλώσει τὰ λεχθησόμενα. καὶ οὐκ ἂν δόξειεν, ἔφη, τὸ πρᾶγμα οὐ κρίσις ἀλλ’ὕβρις, εἰ πρὸς τὴν αἰχμάλωτον βασιλεὺς ὢν διαδικάσομαι; τὰς ὑπεροχὰς οὐ δυσωπεῖται τὸ δίκαιον, ἀπεκρίνατο πρὸς αὐτὸν Σισιμίθρης · ἀλλ’εἷς ἐστὶν βασιλεύων ἐν ταῖς κρίσεσιν, τοῖς εὐλογωτέροις κρατῶν. ἀλλὰ πρὸς τοὺς ἐγχωρίους, ἔφη, καὶ οὐ τοὺς ξένους δικάζειν ὑμᾶς τοῖς βασιλεύουσιν νόμος ἐφίησι. καὶ Σισιμίθρης, οὐ τοῖς προσώποις, ἔφη, μᾶλλον τὰ δίκαια γίνεται ἰσχυρὰ παρὰ τοῖς σώφροσιν, ἀλλὰ τοῖς τρόποις. δῆλον μέν, εἶπεν, ὡς οὐδὲν ἐρεῖ σπουδαῖον, ἀλλ’ὅπερ ἴδιον τῶν τὰ τελευταῖα κινδυνευόντων, λόγων ματαίων ἔσται πλάσματα πρὸς ὑπέρθεσιν. λέγετω δ’οὖν ὅμως, ἐπειδὴ βούλεται Σισιμίθρης.

10.11

δὲ Χαρίκλεια καὶ ἄλλως οὖσα εὔθυμος διὰ τὴν προσδοκωμένην τῶν περιεστηκότων λύσιν, πλέον ἐγεγόνει περιχαρὴς ὡς τοῦ Σισιμίθρου τοὔνομα ὑπήκουσεν · ἦν γὰρ δὴ οὗτος τὴν ἀρχὴν ἐκτεθεῖσαν ἀνελόμενος καὶ τῷ Χαρικλεῖ παρακαταθέμενος ἔτεσι δέκα πρότερον, ὅτε εἰς τοὺς Καταδούπους ἐστάλη τῶν σμαραγδείων μετάλλων ἕνεκεν ὡς τὸν Ὀροονδάτην πρεσβεύων, τότε μὲν εἷς τῶν πολλῶν Γυμνοσοφιστῶν τυγχάνων, τὸ παρὸν δὲ πρόεδρος ἀναδεδειγμένος. τὴν μὲν οὖν ὄψιν τἀνδρὸς οὐκ ἀνέφερεν Χαρίκλεια, νέα κομιδῇ καὶ ἑπταέτης χωρισθεῖσα, τοὔνομα δὲ ἀναγνοῦσα περιχαρὴς ἐγεγόνει πλέον, συνήγορόντε καὶ συνεργὸν ἔσεσθαι πρὸς τὸν ἀναγνωρισμὸν ἐλπίσασα. τὰς δὴ χεῖρας εἰς τὸν οὐρανὸν ἀνατείνασα, καὶ βοῶσα ἐξάκουστον, Ἥλιε γενάρχα προγόνων ἐμῶν, ἔλεγε, θεοίτε ἄλλοι καὶ γένους ἡμετέρου ἥρωες καθηγεμόνες, ὑμεῖς ἔστε μοι μάρτυρες ὡς οὐδὲν ἐρῶ ψεῦδος, ὑμεῖς δὲ καὶ συλλήπτορες εἰς τὴν κρίσιν τὴν νῦν προκειμένην, εἰς ἣν τῶν προσόντων μοι δικαίων ἐντεῦθεν ἄρξομαι. ξένους, βασιλεῦ, καὶ ἐγχωρίους νόμος ἱερουργεῖσθαι κελεύει; τοῦ δὲ ξένους εἰπόντος, οὐκοῦν ὥρα σοι, ἔφη, ζητεῖν ἑτέρους εἰς τὴν θυσίαν · ἐμὲ γὰρ ὑμεδαπήντε καὶ ἐγχώριον εὑρήσεις.

10.12

τοῦ δὲ θαυμάζοντος καὶ πλάττεσθαι λέγοντος, Χαρίκλεια, τὰ μικρότερα, ἔφη, θαυμάζεις, τὰ μείζονα δὲ ἐστὶν ἕτερα · οὐ γὰρ ἐγχώριος μόνον, ἀλλὰ καὶ γένους τοῦ βασιλείου τὰ πρῶτα καὶ ἐγγύτατα. καὶ αὖθις τοῦ Ὑδάσπου διαπτύοντος ὡς φληνάφους τοὺς λόγους, παῦσαι, εἶπεν, πάτερ, θυγατέρα τὴν σὴν ἐκφαυλίζων. δὴ βασιλεὺς τὸ ἐντεῦθεν οὐχ ὑπερορῶν τὰ λεγόμενα μόνον ἀλλ’ἤδη καὶ ἀγανακτῶν ἐφαίνετο, χλεύην · τὸ πρᾶγμα καὶ ὕβριν ποιούμενος. καὶ Σισιμίθρη καὶ οἱ λοιποί, ἔλεγεν, ὁρᾶτε οἷ περιέστη τὰ τῆς ἀνεξικακίας; γὰρ οὐκ ἄντικρυς μανίαν κόρη νοσεῖ, παρατόλμοις πλάσμασι τὸν θάνατον πειρωμένη διώσασθαι, θυγατέρα ἐμὴν ὥσπερ ἐπὶ σκηνῆς ἐξ ἀπόρων ἑαυτὴν καὶ οἷον ἐκ μηχανῆς ἀναφαίνουσα, τοῦ μηδεπώποτε, ὡς ἴστε, παίδων γονὴν εὐτυχήσαντος, ἅπαξ δέ που μόνον ὁμοῦτε ἀκηκοότος καὶ ἀποβαλόντος. ὥστε ἀγέτω τις, μη δὲ ἐπὶ πλέον ἐπινοείτω τῇ θυσίᾳ τὴν ὑπέρθεσιν. οὐκ ἄξει οὐδείς, ἀνεβόησεν Χαρίκλεια, τέως ἂν μὴ τοῦτο κελεύωσιν οἱ δικάζοντες. σὺ δὲ δικάζῃ τὸ παρόν, οὐ ψῆφον φέρεις. ξενοκτονεῖν μὲν ἴσως, βασιλεῦ, νόμος ἐπιτρέπει, τεκνοκτονεῖν δὲ οὔθ’οὗτος οὔθ’ φύσις σοι πάτερ ἐφίησι. πατέρα γάρ σε τήμερον οἱ θεοὶ καὶ ἀρνούμενον ἀναδείξουσι. πᾶσα δίκη καὶ κρίσις, βασιλεῦ, δύο τὰς μεγίστας ἀποδείξεις οἶδε, τάςτε ἐγγράφους πίστεις καὶ τὰς ἐκ μαρτύρων βεβαιώσεις. ἄμφω σοι τοῦ θυγάτηρ ὑμετέρα εἶναι παρέξομαι, μάρτυρα μὲν οὐχ ἕνα τῶν πολλῶν ἀλλ’αὐτόν γε δὴ τὸν δικάζοντα προκαλουμένη (μεγίστη δ’ἔοικε τῷ λέγοντι πίστις τοῦ διαιτῶντος γνῶσις), γράμματα δὲ τάδε τύχης τῆς ἐμῆς καὶ ὑμῶν διηγήματα προϊσχομένη.

10.13

καὶ ἅμα λέγουσα τὴν συνεκτεθεῖσαν ἑαυτῇ ταινίαν ὑπὸ τῇ γαστρὶ φέρουσα προύφερέτε, καὶ ἀνειλήσασα τῇ Περσίνῃ προσεκόμιζεν. δὲ ἐπειδὴ τὸ πρῶτον εἶδεν, ἀχανήςτε καὶ αὖος ἐγεγόνει, καὶ χρόνον ἐπὶ πλεῖστον τὰ ἐγγεγραμμένα τῇ ταινίᾳ καὶ τὴν κόρην αὖθις ἐν μέρει περιεσκόπει. τρόμῳτε καὶ παλμῷ συνείχετο, καὶ ἱδρῶτι διερρεῖτο, χαίρουσα μὲν ἐφ’οἷς εὕρισκεν, ἀμηχανοῦσα δὲ πρὸς τὸ παρ’ἐλπίδας ἄπιστον, δεδοικυῖα δὲ τὴν ἐξ Ὑδάσπου τῶν φανερουμένων ὑποψίαντε καὶ ἀπιστίαν, καὶ ὀργήν, ἂν οὕτω τύχῃ, καὶ τιμωρίαν. ὥστε καὶ τὸν Ὑδάσπην ἐνορῶντα εἰς τὸ θάμβος καὶ τὴν συνέχουσαν ἀγωνίαν, γύναι, εἰπεῖν, τί ταῦτα, τί πέπονθας πρὸς τὴν δεικνυμένην γραφήν; δέ, βασιλεῦ, εἶπε, καὶ δέσποτα καὶ ἄνερ, ἄλλο μὲν οὐδὲν ἂν εἴποιμι πλέον, λαβὼν δὲ ἀναγίνωσκε · διδάσκαλός σοι πάντων ταινία γενήσεται. καὶ ἐπιδοῦσα αὖθις ἐσιώπα, κατηφήσασα. δεξάμενος γοῦν Ὑδάσπης, καὶ πλησίον παρεῖναι καὶ συνεπιλέγεσθαι τοὺς Γυμνοσοφιστὰς παρακαλέσας, ἐπῄει τὴν γραφήν, πολλὰ μὲν αὐτὸς θαυμάζων, πολλὰ δὲ καὶ τὸν Σισιμίθρην ἐκπεπληγμένον καὶ μυρίας τροπὰς τῆς διανοίας ἐκ τῶν ὄψεων ἐμφαίνοντα ὁρῶν, συνεχέςτε εἰς τὴν ταινίαν καὶ τὴν Χαρίκλειαν ἀτενίζοντα. καὶ τέλος, ἐπειδὴ τήντε ἔκθεσιν ἐδιδάχθη καὶ τὴν αἰτίαν τῆς ἐκθέσεως Ὑδάσπης, ἀλλ’ὅτι μὲν ἐτέχθη μοι κόρη τις, ἔφη, γινώσκω, καὶ ἀποθανοῦσαν τότε πυθόμενος, ὡς αὐτὴ Περσῖνα ἔλεγεν, ἐκτεθεῖσθαι νυνὶ μανθάνω · τίς δὲ ἀνελόμενος καὶ διασώσας καὶ θρέψας; τίς δὲ διακομίσας εἰς Αἴγυπτον, οὗ καὶ αἰχμάλωτος εἴληπται; πόθεν ὅλως ὅτι αὕτη ἐκείνη, καὶ μὴ διέφθαρται μὲν τὸ ἐκτεθέν, τοῖς δὲ γνωρίσμασιν ἐπιτυχών τις ἀποκέχρηται τοῖς ἐκ τῆς τύχης; μή τις δαίμων ἡμῖν ἐπιπαίζει, καὶ ὥσπερ προσωπεῖον τῇ κόρῃ ταῦτα περιθεὶς ἐντρυφᾷ τῇ ἡμετέρᾳ περὶ τεκνοποιίαν ἐπιθυμίᾳ, καὶ νόθον ἡμῖν ὑποβολιμαῖον εἰσποιεῖ διαδοχήν, καθάπερ νέφει τῇ ταινίᾳ τὴν ἀλήθειαν ἐπισκιάζων.

10.14

ἐπὶ τούτοις Σισιμίθρης, τὰ μὲν πρῶτα, ἔφη, τῶν ζητουμένων ἔχει σοι λύσιν. γὰρ ἀνελόμενος ἐκτεθεῖσαν καὶ ἀναθρέψας λάθρᾳ, καὶ εἰς Αἴγυπτον κομίσας ὅτε με πρεσβευτὴν ἔστειλας, οὗτος ἐγὼ εἰμί. καὶ ὡς οὐ θεμιτὸν ἡμῖν τὸ ψεῦδος, οἶσθα προλαβών. γνωρίζω καὶ τὴν ταινίαν τοῖς βασιλείοις Αἰθιόπων γράμμασιν, ὡς ὁρᾷς, κεχαραγμένην, καὶ οὐ παρέχουσαν ἀμφιβολίαν ἀλλαχόσε συντετάχθαι, Περσίνης δὲ αὐτοχειρίᾳ κατεστίχθαι παρὰ σοὶ μάλιστα γνωριζομένην. ἀλλ’ἦν καὶ ἕτερα συνεκτεθέντα γνωρίσματα, δοθέντα παρ’ἐμοῦ τῷ ὑποδεξαμένῳ τὴν κόρην, ἀνδρὶ Ἕλληνίτε καὶ ὡς ἐφαίνετο, καλῷτε καὶ ἀγαθῷ. σώζεται, ἔφη, ταῦτα, Χαρίκλεια. καὶ ἅμα ἐπεδείκνυ τοὺς ὅρμους. πλέον Περσῖνα ἰδοῦσα κατεπλάγη, καὶ πυνθανομένου τοῦ Ὑδάσπου τίνα ταῦτα εἴη καὶ εἴ τι πλέον ἔχοι ἐκδιδάσκειν, ἀπεκρίνατο οὐδὲν ὅτι γνωρίζει μέν, κατ’οἶκον δὲ ταῦτα ἐξετάζειν καλόν. αὖθις οὖν ἀδημονῶν Ὑδάσπης ἐφαίνετο. καὶ Χαρίκλεια, ταῦτα μὲν ἂν εἴη τῆς μητρὸς τὰ γνωρίσματα, σὸν δὲ ἴδιον ὅδε δακτύλιος. καὶ ἐδείκνυ τὴν παντάρβην. ἐγνώρισεν Ὑδάσπης, δεδωκὼς δῶρον τῇ Περσίνῃ παρὰ τὴν μνηστείαν. καὶ βελτίστη ἔφη, τὰ μὲν γνωρίσματα ἐμά, σὲ δὲ ἐμὴν οὖσαν τούτοις κεχρῆσθαι, καὶ μὴ ἄλλως ἐπιτυχοῦσαν, οὐδέπω γνωρίζω · πρὸς γὰρ τοῖς ἄλλοις, καὶ χροιὰ ξένη τῆς Αἰθιοπίδος λαμπρύνει. καὶ Σισιμίθρης, λευκήν, ἔφη, κἀγὼ τότε ἀνειλόμην ἣν ἀνειλόμην. ἄλλωςτε καὶ τῶν ἐτῶν χρόνος συμβαίνει πρὸς τὴν παροῦσαν τῆς κόρης ἡλικίαν, ἑπτακαίδεκά που τῶν πάντων ταύτῃτε καὶ τῇ ἐκθέσει πληρουμένων. ἐμοὶ δὲ καὶ τῶν ὀφθαλμῶν τὸ βλέμμα προΐσταται, καὶ τὸν ὅλον τῆς ὄψεως χαρακτῆρα καὶ τὸ ὑπερφυὲς τῆς ὥρας ὁμολογοῦντα τοῖς τότε τὰ νυνὶ φαινόμενα γνωρίζω. ταυτὶ μὲν ἄριστα Σισιμίθρη, πρὸς αὐτὸν Ὑδάσπης, καὶ ὡς ἄν τις ἐκθυμότατα συνηγορῶν μᾶλλον δικάζων. ἀλλ’ὅρα μὴ μέρος τι λύων ἕτερον ἀνακινεῖς ἀπόρημα, δεινόντε καὶ οὐδαμῶς ἀπολύσασθαι τὴν ἐμοὶ συμβιοῦσαν εὔπορον. λευκὴν γὰρ πῶς ἂν Αἰθίοπες ἀμφότεροι παρὰ τὸ εἰκὸς ἐτεκνώσαμεν; ὑποβλέψας οὖν Σισιμίθρης καί τι εἰρωνικὸν ὑπομειδιάσας, σὺ μὲν οὐκ οἶδα, ἔφη, τι πάσχεις ἀπὸ τοῦ τρόπου τοῦ σοῦ, τὸ παρὸν συνηγορίαν ἡμῖν ὀνειδίζων, ἣν οὐκ ἂν ἐν φαύλῳ ποιησαίμην · δικαστὴν γὰρ ὁρίζομεν γνήσιον τὸν τοῦ δικαίου συνήγορον. τί δὲ οὐχὶ σοὶ μᾶλλον τῇ κόρῃ συνηγορῶν φανήσομαι, πατέρα σε σὺν τοῖς θεοῖς ἀναδεικνύς, καὶ ἣν ἐκ σπαργάνων περιέσωσα ὑμῖν θυγατέρα, ταύτην καὶ νῦν ἀνασωζομένην ἐπ’ἀκμῆς οὐ περιορῶν. ἀλλὰ σὺ μὲν βούλει γίγνωσκε περὶ ἡμῶν, οὐδένα ὑπόλογον τούτου ποιουμένων · οὐ γὰρ πρὸς τὴν ἑτέρων ἀρέσκειαν βιοῦμεν, τὸ δὲ αὐτὸ καλὸν κἀγαθὸν ζηλοῦντες ἑαυτοὺς πείθειν ἀγαπῶμεν. τῆς γε μὴν κατὰ τὴν χροιὰν ἀπορίας φράζει μέν σοι καὶ ταινία τὴν λύσιν, ὁμολογούσης ἐν αὐτῇ ταυτησὶ Περσίνης ἐσπακέναι τινὰ εἴδωλα καὶ φαντασίας ὁμοιοτήτων ἀπὸ τῆς κατὰ τὴν Ἀνδρομέδαν πρὸς σὲ ὁμιλίας ὁρωμένης. εἰ δ’οὖν καὶ ἄλλως πιστώσασθαι βούλει, πρόκειται τὸ ἀρχέτυπον · ἐπισκόπει τὴν Ἀνδρομέδαν, ἀπαράλλακτον ἐν τῇ γραφῇ καὶ ἐν τῇ κόρῃ δεικνυμένην.

10.15

ἐκόμιζον ἀράμενοι τὴν εἰκόνα πρὸς τὰ λεχθέντα οἱ ὑπηρέται, καὶ πλησίον τῆς Χαρικλείας ἀντεγείραντες τοσοῦτον ἐκίνησαν παρὰ πάντων κρότον καὶ θόρυβον, ἄλλων πρὸς ἄλλους, ὅσοι καὶ κατὰ μικρὸν συνίεσαν τὰ λεγόμενα καὶ πραττόμενα, διαδηλούντων, καὶ πρὸς τὸ ἀπηκριβωμένον τῆς ὁμοιότητος σὺν περιχαρείᾳ ἐκπλαγέντων, ὥστε καὶ τὸν Ὑδάσπην οὐκέτι μὲν ἀπιστεῖν ἔχειν, ἐφεστάναι δὲ πολὺν χρόνον ὑφ’ἡδονῆς ἅμα καὶ θαύματος ἐχόμενον. δὲ Σισιμίθρης, ἓν ἔτι λείπεται, ἔφη · περὶ βασιλείας γὰρ καὶ τῆς κατ’αὐτὴν γνησίας διαδοχῆς λόγος, καὶ πρό γε πάντων ἀληθείας αὐτῆς. γύμνωσον τὴν ὠλένην κόρη. μέλανι συνθήματι τὸ ὑπὲρ πῆχυν ἐσπίλωτο. οὐδὲν ἀπρεπὲς γυμνούμενον τὸ φύντων καὶ γένους μαρτύριον. ἐγύμνωσεν αὐτίκα Χαρίκλεια τὴν λαιάν, καὶ ἦν τις ὥσπερ ἔβενος περίδρομος ἐλέφαντα τὸν βραχίονα μιαίνων.

10.16

οὐκέτι κατεῖχεν Περσῖνα, ἀλλ’ἀθρόοντε ἀνήλατο τοῦ θρόνου, καὶ προσδραμοῦσα περιέβαλλέτε, καὶ περιφῦσα ἐδάκρυέτε καὶ πρὸς τὸ ἀκατάσχετον τῆς χαρᾶς μυκηθμῷ τινὶ προσεοικὸς ἀνωρύετο (ὑπερβολὴ γὰρ ἡδονῆς καὶ θρῆνόν ποτε ἀποτίκτειν φιλεῖ), μικρόντε ἔφθη συγκατενεχθῆναι τῇ Χαρικλείᾳ. δὲ Ὑδάσπης ἠλέει μὲν τὴν γυναῖκα ὀδυρομένην ὁρῶν, καὶ εἰς συμπάθειαν ἐκάμπτετο τὴν διάνοιαν, τὸ ὄμμα δὲ οἱονεὶ κέρας σίδηρον εἰς τὰ ὁρώμενα τείνας εἱστήκει πρὸς τὰς ὠδῖνας τῶν δακρύων ἀπομαχόμενος · καὶ τῆς ψυχῆς αὐτῷ πατρικῷτε πάθει καὶ ἀνδρείῳ τῷ λήματι κυματουμένης, καὶ τῆς γνώμης ὑπ’ἀμφοτέρων στασιαζομένης καὶ πρὸς ἑκατέρου καθάπερ ὑπὸ σάλου μετασπωμένης, τελευτῶν ἡττήθη τῆς τὰ πάντα νικώσης φύσεως, καὶ πατὴρ οὐκ εἶναι μόνον ἐπείθετο, ἀλλὰ καὶ πάσχειν ὅσα πατὴρ ἠλέγχετο. καὶ τὴν Περσῖναν συγκατενεχθεῖσαν τῇ θυγατρὶ καὶ συγκαταπεπλεγμένην ἀνεγείρων, οὐκ ἔλαθε καὶ τὴν Χαρίκλειαν ἐναγκαλιζόμενος καὶ δακρύων ἐπιρροῇ πατρικὰ πρὸς αὐτὴν σπενδόμενος. οὐ μὴν εἰς τὸ παντελές γε ἐξεκρούσθη τῶν πρακτέων, ἀλλ’ὀλίγον ἐπιστάς, τόντε δῆμον κατοπτεύσας ἀπὸ τῶν ἴσων παθῶν κεκινημένον, καὶ πρὸς τὴν σκηνοποιίαν τῆς τύχης ὑφ’ἡδονῆςτε ἅμα καὶ ἐλέου δακρύοντας, ἠχήντέ τινα θεσπεσίαν ἄχρις αἰθέρος αἴροντας, καὶ οὔτε κηρύκων σιγὴν ἐπιταττόντων ἐπαΐοντας οὔτε τὸ βούλημα τοῦ ταράχου προδήλως ἐκφαίνοντας, τὴν χεῖρα προτείνας καὶ κατασείων πρὸς ἡσυχίαν τὸ κλυδώνιον τοῦ δήμου κατέστελλε, καὶ παρόντες ἔλεγεν, οἱ μὲν θεοὶ πατέρα με, ὡς ὁρᾶτε καὶ ἀκούετε, πάσης ἐπέκεινα προσδοκίας ἀνέδειξαν, καὶ θυγατὴρ εἶναί μοι ἥδε κόρη πολλαῖς ταῖς ἀποδείξεσι γνωρίζεται · ἐγὼ δὲ τοσαύτην ὑπερβολὴν ποιοῦμαι τῆς εἰς ὑμᾶςτε καὶ τὴν ἐνεγκοῦσαν εὐνοίας ὥστε μικρὰ φροντίσας καὶ γένους διαδοχῆς καὶ πατρῴας ἀνακλήσεως, δὴ πάντα μοι διὰ τῆσδε ἔμελλεν ἔσεσθαι, θεοῖς ἱερουργεῖν ὑπὲρ ὑμῶν ἐπείγομαι. ὁρῶ μὲν γὰρ ὑμᾶς δακρύοντας καὶ ἀνθρώπινόν τι πάθος ἀναδεδειγμένους, καὶ ἐλεοῦντας μὲν τὴν ἀωρίαν τῆς κόρης, ἐλεοῦντας δὲ καὶ τὴν ἐμὴν μάτην προσδοκηθεῖσαν τοῦ γένους διαδοχήν ὅμως δ’οὖν ἀνάγκη, καὶ ὑμῶν ἴσως μὴ βουλομένων, τῷ πατρίῳ πείθεσθαι νόμῳ, τῶν ἰδίων λυσιτελῶν τὸ τῆς πατρίδος ἐπίπροσθεν ποιούμενον. εἰ μὲν γὰρ τοῖς θεοῖς οὕτω φίλον ὥστε παρέχεσθαίτε ἅμα καὶ ἀφαιρεῖσθαι (τοῦτο γὰρ ἤδη πάλαιτε πέπονθα γεννηθείσης καὶ πάσχω τὸ παρὸν εὑρεθείσης), οὐκ ἔχω λέγειν, ὑμῖν δὲ καταλείπω σκοπεῖν, οὐ δ’εἴπερ, ἣν ἐξῴκισαν τῆς ἐνεγκούσης ἐπὶ πέρατα γῆς ἔσχατα, αὖθις δὲ θαυματουργοῦντες ἐν αἰχμαλώτῳ τῇ τύχῃ φέροντες ἐνεχείρισαν, ταύτην αὑτοῖς πάλιν ἱερουργουμένην προσδέξονται. καὶ ἣν ὡς πολέμιον οὐκ ἀνεῖλον καὶ αἰχμάλωτον γενομένην οὐκ ἐλυμηνάμην, ταύτην θυγατέρα φανεῖσαν ἐναγίζειν, ὡς καὶ ὑμῖν ὄντος κατὰ βούλησιν τοῦ πράγματος, οὐχ ὑπερθήσομαι, οὐ δὲ πείσομαι καὶ ἄλλῳ πάσχοντι πατρὶ συγγνωστὸν ἴσως ἂν ἦν, οὐ δὲ ὀκλάσω, οὐ δὲ εἰς ἱκεσίαν τρέψομαι συγγνώμην δοῦναι καὶ ἀφοσιώσασθαι τὸ παρὸν πρὸς τὸν νόμον, τῇ φύσει πλέον καὶ τοῖς ἐκ ταύτης πάθεσι προσθεμένους, ὡς ἐξὸν καὶ ἑτέρῳ τρόπῳ θεραπεύειν τὸ θεῖον. ἀλλ’ὅσῳ συμπάσχοντες ἡμῖν οὐ λελήθατε καὶ ὡς ἴδια τὰ ἡμέτερα πάθη περιαλγοῦντες, τοσούτῳ κἀμοὶ προτιμότερα τὰ ὑμέτερα, ὀλίγον μὲν τῆς ἀκληρίας λόγον ποιουμένῳ, ὀλίγον δὲ τῆς ἀθλίας ταυτησὶ Περσίνης κατοδυρομένης, πρωτοτόκουτε ἅμα καὶ ἀγόνου καθισταμένης. ὥστε, εἰ δοκεῖ, παύσασθε μὲν δακρύοντες καὶ ἡμᾶς κατοικτιζόμενοι μάτην, τῆς δὲ ἱερουργίας ἐχώμεθα. σὺ δὲ θύγατερ (πρῶτα γάρ σε καὶ ὕστατα τὸ ποθητὸν ὄνομα τοῦτο προσφθέγγομαι), μάτην μὲν ὡραία, μάτην δὲ ἀνευραμένη τοὺς γεννήσαντας, τῆς ἀλλοδαπῆς βαρυτέραν τὴν πατρίδα δυστυχήσασα, σωτηριώδους μὲν τῆς ξένης, ἐπ’ὀλέθρῳ δὲ πειρωμένη τῆς ἐνεγκούσης, μή μοι σύγχει τὸν θυμὸν ὀδυρομένη, ἀλλὰ τὸ ἀνδρεῖον ἐκεῖνό σου φρόνημα καὶ βασίλειον νῦν, εἴπερ ποτὲ καὶ πρότερον, ἐπιδείκνυσο, καὶ ἕπου τῷ γεννήσαντι, νυμφοστολῆσαι μὲν οὐ δυνηθέντι, οὐ δὲ ἐπὶ παστάδας καὶ θαλάμους ἀγαγόντι, πρὸς δὲ θυσίαν κοσμοῦντι καὶ δᾷδας οὐ γαμηλίους ἀλλ’ἐπιβωμίους ἅπτοντι, καὶ τὴν ἄμαχον ταυτηνὶ τοῦ κάλλους ἀκμὴν ἀνθ’ἱερείων προσάγοντι. ὑμεῖς δὲ ἱλήκοιτε οἱ θεοὶ τῶν εἰρημένων, εἰ δή τι πρὸς τοῦ πάθους νικώμενος οὐκ εὐαγὲς ἐφθεγξάμην τέκνον ὁμοῦ καλεσάμενος καὶ τεκνοκτόνος γινόμενος.

10.17

καὶ ταῦτα εἰπὼν μὲν ἐπέβαλε τῇ Χαρικλείᾳ τὰς χεῖρας, ἄγειν μὲν ἐπὶ τοὺς βωμοὺς καὶ τὴν ἐπ’αὐτῶν πυρκαϊὰν ἐνδεικνύμενος, πλείονι δὲ αὐτὸς πυρὶ τῷ πάθει τὴν καρδίαν σμυχόμενος, καὶ τὴν ἐπιτυχίαν τῶν ἐνηδρευμένων τῇ δημηγορίᾳ λόγων ἀπευχόμενος. τὸ δὲ πλῆθος τῶν Αἰθιόπων ἐσείσθη πρὸς τὰ εἰρημένα, καὶ οὐ δὲ πρὸς βραχὺ τῆς Χαρικλείας ἀγομένης ἀνασχόμενοι μέγα τι καὶ ἀθρόον ἐξέκραγον, σῶζε τὴν κόρην ἀναβοῶντες, σῶζε τὸ βασίλειον αἷμα, σῶζε τὴν ὑπὸ θεῶν σωθεῖσαν. ἔχομεν τὴν χάριν, πεπλήρωται ἡμῖν τὸ νόμιμον. ἐγνωρίσαμεν ὡς βασιλέα · γνώριζε καὶ σὺ σαυτὸν ὡς πατέρα. ἱλήκοιεν οἱ θεοὶ τῆς δοκούσης παρανομίας. πλέον παρανομήσομεν ἀνθιστάμενοι τοῖς ἐκείνων βουλήμασι. μηδεὶς ἀναιρείτω τὴν ὑπ’ἐκείνων περισωθεῖσαν. τοῦ δήμου πατὴρ γίγνου καὶ κατ’οἶκον πατήρ. καὶ μυρίας ἐπὶ τούτοις καὶ ὁμοίας φωνὰς ἱέντες, τέλος καὶ ἔργῳ ἔργῳ τὸ κωλύειν ἐπεδείκνυντο, προϊστάμενοίτε καὶ ἀνθιστάμενοι, καὶ διὰ τῶν ἄλλων θυσιῶν ἱλάσκεσθαι τὸ θεῖον αἰτοῦντες. δὲ Ὑδάσπης ἑκώντε καὶ χαίρων προσίετο τὴν ἧτταν, τὴν εὐκτὴν ταυτηνὶ βίαν αὐθαίρετος ὑπομένων, καὶ τοὺς δήμους ἐπαλλήλοις ταῖς ἐκβοήσεσι χρονιώτερον ἐντρυφῶντας καὶ ταῖς εὐφημίαις ἀγερωχότερον ἐπισκιρτῶντας ὁρῶν τοῖς μὲν ἐμφορηθῆναι τῆς ἡδονῆς ἐνεδίδου, κατασταλῆναί ποτε πρὸς ἡσυχίαν ἑκόντας ἀναμένων,

10.18

αὐτὸς δὲ πλησιαίτερον τῇ Χαρικλείᾳ παραστάς, φιλτάτη, ἔλεγεν, ἐμὴν μὲν εἶναί σε θυγατέρα τάτε γνωρίσματα ἐμήνυσε καὶ σοφὸς Σισιμίθρης ἐμαρτύρησε καὶ τὸ τῶν θεῶν εὐμενὲς πρὸ πάντων ἀνέδειξεν. ἀλλ’οὑτοσὶ τίς ποτέ ἐστιν σοὶ μὲν ἅμα συλληφθεὶς καὶ εἰς τὰς ἐπινικίους σπονδὰς τοῖς θεοῖς συμφυλαχθείς, νυνὶ δὲ τοῖς βωμοῖς εἰς τὴν ἱερουργίαν προσιδρυμένος; πῶς αὐτὸν ἀδελφὸν ὠνόμαζες, ὅτε μοι τὸ πρῶτον κατὰ τὴν Συήνην προσήχθητε; οὐ γὰρ δή που καὶ αὐτὸς ἡμέτερος υἱὸς εὑρεθήσεται · ἅπαξ γὰρ Περσῖνα καὶ σὲ μόνην ἐκυοφόρησε. καὶ Χαρίκλεια σὺν ἐρυθήματι κάτω νεύσασα, τὸν μὲν ἀδελφὸν ἐψευσάμην, ἔφη, τῆς χρείας τὸ πλάσμα συνθείσης · ὅστις δέ ἐστιν ἀληθῶς, αὐτὸς ἂν λέγοι βέλτιον. ἀνήρτε γάρ ἐστι, καὶ εὐθαρσέστερον ἐμοῦ τῆς γυναικὸς ἐξαγορεύειν οὐκ αἰσχυνθήσεται. καὶ Ὑδάσπης μὴ συμβαλὼν τὸν νοῦν τῶν εἰρημένων, σύγγνωθι, ἔφη, θυγάτριον, κατερυθριάσασα δι’ἡμᾶς παρθενικῆς αἰδοῦς ἀνοίκειον πεῦσιν ὑπὲρ νεανίου σοι προσαγαγόντας. ἀλλὰ σὺ μὲν κατὰ τὴν σκηνὴν ἅμα τῇ μητρὶ κάθησο, ἐνευφραίνεσθαίτέ σοι παρέχουσα, πλέον ὅτε σε ἔτικτεν ὠδινούσῃ τὴν ἐπὶ σοὶ τὸ παρὸν ἀπόλαυσιν, καὶ τοῖς κατὰ σαυτὴν διηγήμασι παρηγοροῦσα · ἡμῖν δὲ τῶν ἱερείων μελήσει, τῆς ἀντὶ σοῦ σφαγιασθησομένης ἅμα τῷ νεανίᾳ παντοίως, εἴ τινα εὕροιμεν ἀνταξίαν, ἐπιλεχθείσης.

10.19

καὶ Χαρίκλεια μικροῦ μὲν καὶ ἐξωλόλυξε, πρὸς τὴν δήλωσιν τῆς τοῦ Θεαγένους σφαγῆς ἐκτραχυνθεῖσα · μόγις δ’οὖν τὸ συμφέρον ἀντιτιθεμένη πρὸς τὸ ἐκμανὲν τοῦ πάθους καὶ διὰ τὸ χρειῶδες ἐγκαρτερῆσαι βιασαμένη, πάλιν ὑφεῖρπε τὸν σκοπόν, καὶ δέσποτα ἔλεγεν, ἀλλ’οὐ δὲ κόρην μὲν ἴσως ἔτι ἐχρῆν σε ἐπιζητεῖν, ἅπαξ τοῦ δήμου τὸ ἱερεῖον τὸ θῆλυ δι’ἐμοῦ συγχωρήσαντος · εἰ δ’οὖν προσφιλονεικοίη τις ἄρτιον καὶ ἐξ ἑκατέρου γένους ἐπιτελεῖσθαι τὴν ἱερουργίαν, ὥρα σοι μὴ κόρην μόνην ἀλλὰ καὶ νεανίαν ἄλλον ἐπιζητεῖν, μὴ τοῦτο ποιοῦντα μη δὲ κόρην ἄλλην, ἀλλ’ἐμὲ πάλιν σφαγιάζειν. τοῦ δὲ εὐφήμησον εἰπόντος, καὶ τὴν αἰτίαν διότι τοῦτο λέγει πυνθανομένου, ὅτι, ἔφη, καὶ ἐμοὶ ζῶντι συζῆν καὶ θνήσκοντι συντεθνάναι τῷδε πρὸς τοῦ δαιμονίου καθείμαρται.

10.20

πρὸς ταῦτα Ὑδάσπης, οὔπω τῶν ὄντων ἐπήβολος γινόμενος, ἐπαινῶ μέν σε τῆς φιλανθρωπίας, θύγατερ, ἔφη, ξένον καὶ Ἕλληνα καὶ ἥλικα καὶ συναιχμάλωτον καὶ συνήθειαν πρὸς σὲ τὴν ἐκ τῆς ἐκδημίας κεκτημένον χρηστῶς κατελεοῦσαν καὶ περισώζειν ἐπινοοῦσαν · ἀλλ’οὐκ ἔστιν ὅπως ἂν ἐκεῖνος ἐξαιρεθείη τῆς ἱερουργίας. ἄλλωςτε γὰρ οὐκ εὐαγὲς παντάπασι περιγραφῆναι τὸ πάτριον τῆς τῶν ἐπινικίων θυσίας · καὶ ἅμα οὐ δ’ἂν δῆμος ἀνάσχοιτο, μόλις καὶ πρὸς τὴν ἐπὶ σοὶ συγχώρησιν θεῶν εὐμενείᾳ κινηθείς. δὴ οὖν Χαρίκλεια, βασιλεῦ, ἔφη, (πατέρα γάρ σε καλεῖν τάχα οὐκ ἐγγίνεται,) εἰ μὲν δὴ θεῶν εὐμενείᾳ σῶμα τοὐμὸν περισέσωσται, τῆς αὐτῆς ἂν γένοιτο εὐμενείας καὶ τὴν ἐμὴν ἐμοὶ περισῶσαι ψυχήν, ἣν ἀληθῶς εἶναί μοι ψυχὴν ἐπικλώσαντες ἴσασιν. εἰ δὲ τοῦτο ἀβούλητον μοίραις εὑρίσκοιτο, καὶ δεήσει πάντως τὰ ἱερεῖα κοσμῆσαι σφαγιασθέντα τὸν ξένον, ἓν γοῦν μοι χαρίσασθαι νεῦσον · αὐτήν με κέλευσον αὐτουργῆσαι τὸ θῦμα, καὶ τὸ ξίφος ὡς κειμήλιον δεξαμένην περίβλεπτον ἐπ’ἀνδρείᾳ παρ’Αἰθίοψιν ἀναδειχθῆναι.

10.21

διαταραχθεὶς δὲ πρὸς ταῦτα Ὑδάσπης, ἀλλ’οὐ συνίημι μέν, ἔφη, τὴν πρὸς ἐναντία σου τῆς γνώμης μεταβολήν, ἀρτίως μὲν ὑπερασπίζειν τοῦ ξένου πειρωμένης, νυνὶ δὲ ὡς πολεμίου τινὸς αὐτόχειρα γενέσθαι παρακαλούσης. ἀλλ’οὐ δὲ σεμνόν τι καὶ ἐπίδοξον, ὅσα γε πρὸς σὲ καὶ τὴν σὴν ἡλικίαν, ἐνορῶ τῇ πράξει. καὶ τούτου δὲ ὄντος, τὸ δυνατὸν οὐκ ἔστι · μόνοις γὰρ τοῖς ἱερωμένοις τῷτε Ἡλίῳ καὶ τῇ Σεληναίᾳ πρὸς τῶν πατρίων ἀποκεκλήρωται ἥδε πρᾶξις, καὶ τούτοις οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῦ μὲν γυναικὶ τῆς δὲ ἀνδρὶ συνοικούσης · ὥστε κατὰ σὲ παρθενία κωλύει τὴν οὐκ οἶδ’ὅπως γινομένην αἴτησιν. ἀλλὰ τούτου γε ἕνεκεν οὐδὲν ἐμπόδιον, ἔφη Χαρίκλεια, λάθρᾳ καὶ παρὰ τὸ οὖς τῇ Περσίνῃ προσκύψασα · ἔστι γὰρ κἀμοὶ μῆτερ τὸ ὄνομα τοῦτο πληρῶν, εἰ καὶ ὑμεῖς βουληθείητε. βουλησόμεθα, εἶπεν Περσῖνα μειδιάσασα, καὶ αὐτίκα μάλα ἐκδώσομεν, θεῶν νευόντων, σοῦτε καὶ ἡμῶν ἄξιον ἐπιλεξάμενοι. καὶ Χαρίκλεια γεγωνότερον, οὐδὲν δεῖ ἐπιλέγειν, ἔφη, τὸν ὄντα ἤδη.

10.22

καὶ λέγειν τι φανερώτερον μελλούσης (τολμᾶν γὰρ τὸ κατεπεῖγον καὶ τὴν αἰδῶ τὴν παρθένιον περιορᾶν τὸ ἐν ὀφθαλμοῖς ὁρώμενον τοῦ κινδύνου τῷ Θεαγένει κατηνάγκαζεν) οὐκέτι κατασχὼν Ὑδάσπης, θεοί, ἔφη, ὡς κακὰ τοῖς καλοῖς ἐοίκατε μιγνύναι καὶ τὴν ἀπ’ἐλπίδος μοι δωρηθεῖσαν πρὸς ὑμῶν εὐδαιμονίαν τὸ μέρος κωλύειν, θυγατέρα μὲν ἀπροσδόκητον, ἀλλὰ παράφρονά πως ἀναδείξαντες. πῶς γὰρ οὐ παραπλῆγος τὸ νόημα τῆς ἀλλόκοτα ῥήματα προϊεμένης; ἀδελφὸν ὠνόμαζε τὸν μὴ ὄντα · τὸν ὄντα, ὅστις ἐστὶν ξένος ἐρωτωμένη, ἀγνοεῖν ἔλεγεν. αὖθις ἐζήτει περισώζεσθαι ὡς φίλον τὸν ἀγνοούμενον · ἀδύνατον εἶναι μαθοῦσα τὴν αἴτησιν, αὐτὴ καταθύειν ὡσανεὶ πολεμιώτατον ἱκέτευε. καὶ τοῦτο ὡς οὐ θεμιτὸν λεγόντων, μιᾷ μόνῃ καὶ ταύτῃ ὑπάνδρῳ τῆς τοιᾶσδε θυσίας καθωσιωμένης, ἄνδρα ἔχειν ἐμφαίνει, τὸν τίνα οὐ προστιθεῖσα. πῶς γὰρ τόν γε μήτε ὄντα μήτε γεγενῆσθαι αὐτῇ διὰ τῆς ἐσχάρας ἀποδειχθέντα; εἰ μὴ ἄρα παρὰ ταύτῃ μόνῃ ψεύδεται μὲν τὸ παρ’Αἰθίοψιν ἀψευδὲς τῶν καθαρευόντων πειρατήριον, καὶ ἐπιβᾶσαν ἄφλεκτον ἀποπέμπεται, καὶ παρθενεύειν νόθως χαρίζεται, μόνῃ δὲ ἔξεστι φίλους καὶ πολεμίους τοὺς αὐτοὺς ἐν ἀκαρεῖ καταλέγειν, ἀδελφοὺς δὲ καὶ ἄνδρας τοὺς μὴ ὄντας ἀναπλάττειν. ὥστε γύναι σὺ μὲν εἰς τὴν σκηνὴν εἴσιθι, καὶ ταύτην κατάστελλε πρὸς τὸ νηφάλιον, εἴτε ὑπό του θεῶν τοῖς ἱερείοις ἐπιφοιτήσαντος ἐκβακχευομένην, εἴτε καὶ δι’ὑπερβολὴν χαρᾶς τῶν ἀνελπίστως εὐτυχηθέντων τὸν νοῦν παραφερομένην. ἐγὼ δὲ τὴν ὀφείλουσαν τοῖς θεοῖς ἀντὶ τῆσδε σφαγιασθῆναι καὶ ζητεῖν καὶ ἀνευρεῖν τινὶ προστάξας, ἕως ἂν τοῦτο γίνηται, εἰς τὸ χρηματίσαι ταῖς ἐκ τῶν ἐθνῶν ἡκούσαις πρεσβείαις καὶ δῶρα τὰ ἐπὶ τοῖς ἐπινικίοις προσκομιζόμενα παρ’αὐτῶν ὑποδέξασθαι τρέψομαι. καὶ ταῦτα εἰπών, τῆςτε σκηνῆς πλησίον ἐφ’ὑψηλοῦ προκαθίσας, ἥκειν τοὺς πρεσβευτάς, καὶ εἴ τινα ἐπικομίζοιντο δῶρα, προσάγειν ἐκέλευεν. δὴ οὖν εἰσαγγελεὺς Ἁρμονίας, εἰ πάντας ἅμα ἐν μέρει καὶ ἔθνους ἑκάστου κεκριμένως, καὶ δὴ εἰ καὶ ἰδίᾳ προσάγειν κελεύοι διηρώτα.

10.23

τοῦ δὲ ἐν τάξει καὶ διῃρημένως εἰπόντος, ὡς ἂν καὶ τῆς πρὸς ἀξίαν ἕκαστος μεταλαμβάνοι τιμῆς, πάλιν εἰσαγγελεύς, οὐκοῦν, ἔφη, βασιλεῦ, πρῶτος ἀδελφοῦ τοῦ σοῦ παῖς ἥξει Μερόηβος, ἀρτίως μὲν ἥκων, ἀπαγγελθῆναι δὲ ἑαυτὸν πρὸ τῆς παρεμβολῆς ἀναμένων. εἶτα, νωθέστατε καὶ ἠλίθιε, πρὸς αὐτὸν Ὑδάσπης, οὐ παραχρῆμα ἐμήνυες, οὐ πρεσβευτὴν ἀλλὰ βασιλέα τὸν ἀφιγμένον ἐπιστάμενος, καὶ τοῦτον ἀδελφοῦ παῖδα τοῦ ἐμοῦ, τελευτήσαντος μὲν οὐ πρὸ πολλοῦ, πρὸς ἐμοῦ δὲ εἰς τὸν ἐκείνου θρόνον ἐνιδρυθέντα καὶ ἀντὶ παιδὸς ἐμοὶ γινόμενον; ἐγίνωσκον ταῦτα, εἶπεν, δέσποτα, Ἁρμονίας · ἀλλὰ καιροῦ στοχάζεσθαι πρὸ πάντων ἐγίνωσκον, πράγματος τοῖς εἰσαγγελεῦσιν, εἴπερ τινὸς ἄλλου, δεομένου προνοίας. σύγγνωθι οὖν εἰ πρὸς τὰς βασιλίδας σε κοινολογούμενον ἀπασχολῆσαι τῶν ἡδίστων ἐφυλαξάμην. ἀλλὰ νῦν γοῦν ἡκέτω τοῦ βασιλέως εἰπόντος, ἀπέτρεχέτε προσταχθεὶς καὶ αὐτίκα ἐπανῄει μετὰ τοῦ προστάγματος. καὶ ὤφθη Μερόηβος, ἀξιοπρεπές τι νεανίου χρῆμα, τὴν μὲν ἡλικίαν ἄρτι τὸν μείρακα παραλλάττων, δεκάδα ἐτῶν πρὸς ἑβδομάδι πληρῶν, μεγέθει δὲ τοὺς παρόντας σχεδὸν ἅπαντας ὑπερκύπτων, λαμπροῦ μὲν δορυφορήματος ὑπασπιστῶν προπομπεύοντος, τοῦ δὲ περιεστῶτος Αἰθιοπικοῦ στρατοῦ θαυμασμῷτε ἅμα καὶ σεβασμῷ πρὸς τὸ ἀκώλυτον τὴν πάροδον διαστέλλοντος.

10.24

οὐ μὴν οὐ δὲ Ὑδάσπης ἐπὶ τῆς καθέδρας ἐκαρτέρησεν, ἀλλ’ὑπήντατε, καὶ μετὰ πατρικῆς τῆς φιλοφροσύνης περιπτυξάμενος πλησίοντε ἑαυτῷ καθίδρυσε, καὶ τὴν δεξιὰν ἐμβαλών, εἰς καιρὸν ἥκεις, ἔλεγεν, παῖ, τάτε ἐπινίκια συνεορτάσων καὶ τὰ γαμήλια θύσων · οἱ γὰρ πατρῷοι καὶ γενάρχαι θεοίτε καὶ ἥρωες ἡμῖν μὲν θυγατέρα σοὶ δὲ νύμφην, ὡς ἔοικεν, ἐξευρήκασιν. ἀλλὰ τῶν τελειοτέρων αὖθις ἀκουσόμενος, εἴ τί με βούλει χρηματίσαι τῷ ἔθνει τῆς ὑπὸ σοὶ βασιλείας, ἀνάγγελλε. δὲ Μερόηβος πρὸς τὴν ἀκοὴν τῆς νύμφης ὑφ’ἡδονῆςτε ἅμα καὶ αἰδοῦς οὐ δὲ ἐν μελαίνῃ τῇ χροιᾷ διέλαθε φοινιχθείς, οἱονεὶ πρὸς αἰθάλην τοῦ ἐρυθήματος ἐπιδραμόντος. καὶ μικρὸν ἐφησυχάσας, οἱ μὲν ἄλλοι, ἔφη, πάτερ, τῶν ἡκόντων πρέσβεων τοῖς ἐκ τῆς ἑαυτῶν ἐξαιρέτοις ἕκαστος τὴν σὴν περίβλεπτον νίκην στέφοντες ξενιοῦσιν · ἐγὼ δὲ σὲ τὸν ἐν πολέμοις γεννάδαντε καὶ ἀριστέα διαφανέντα προσφόρωςτε καὶ ἀπὸ τῶν ὁμοίων δωρήσασθαι δικαιώσας, ἄνδρα σοι προσκομίζω πολέμων μὲν καὶ αἱμάτων ἀθλητὴν ἀνανταγώνιστον, πάλην δὲ καὶ πυγμὴν τὴν ἐν κόνει καὶ σταδίοις ἀνυπόστατον. καὶ ἅμα νεύσας ἥκειν ἐπεδείκνυ τὸν ἄνδρα.

10.25

καὶ ὃς προσελθὼν εἰς μέσους προσεκύνει τὸν Ὑδάσπην, τοσοῦτός τις τὸ μέγεθος καὶ οὕτως ὠγύγιος ἄνθρωπος ὥστε τὸ γόνυ τοῦ βασιλέως φιλῶν μικροῦ φανῆναι τοῖς ἐφ’ὑψηλοῦ προκαθημένοις ἐξισούμενος. καὶ μη δὲ τὸ κελευσθῆναι ἀναμείνας, τὴν ἐσθῆτα ἀποδὺς γυμνὸς εἱστήκει, πάντα τὸν βουλόμενον ὅπλωντε καὶ χειρῶν εἰς ἅμιλλαν προκαλούμενος. ὡς δὲ οὐδεὶς παρῄει, πολλάκις διὰ κήρυκος τοῦ βασιλέως προτρεψαμένου, δοθήσεταί σοι, ἔφη, καὶ παρ’ἡμῶν, Ὑδάσπης, ἰσοστάσιον τὸ ἔπαθλον. καὶ εἰπὼν ἐλέφαντα πολυετῆ καὶ παμμεγέθη προσκομισθῆναι αὐτῷ προσέταττεν. ὡς δὲ ἤχθη τὸ ζῶον, μὲν ὑπεδέχετο ἄσμενος, δῆμος δὲ ἀθρόον ἐξεκάγχασε, τῷ ἀστεϊσμῷ τοῦ βασιλέως ἡσθέντες, καὶ τὴν δόξασαν αὐτοῖς ὑποκατάκλισιν τῷ ἐπιτωθασμῷ τῆς κατ’ἐκεῖνον μεγαλαυχίας παρηγορηθέντες. μετὰ τοῦτον καὶ οἱ Σηρῶν προσήγοντο πρεσβευταί, τῶν παρ’αὐτοῖς ἀραχνίων νήματα καὶ ὑφάσματα, τὴν μὲν φοινικοβαφῆ τὴν δὲ λευκοτάτην ἐσθῆτα, προσκομίζοντες.

10.26

καὶ τούτων τῶν δώρων ὑποδεχθέντων, καὶ ἀφεθῆναι αὐτοῖς τῶν πάλαι τινὰς ἐν δεσμωτηρίῳ κατακρίτων ἀξιωσάντων, ἐπινεύσαντος τοῦ βασιλέως οἱ Ἀράβων τῶν εὐδαιμόνων προσῄεσαν, φύλλουτε τοῦ θυώδους καὶ κασσίας καὶ κινναμώμου καὶ τῶν ἄλλων οἷς Ἀραβία γῆ μυρίζεται, ἐκ πολλῶν ταλάντων ἑκάστου τὸν τόπον εὐωδίας ἐμπλήσαντες. παρῆσαν μετὰ τούτους οἱ ἐκ τῆς Τρωγλοδυτικῆς, χρυσόντε τὸν μυρμηκίαν καὶ γρυπῶν ξυνωρίδα χρυσαῖς ἁλύσεσιν ἡνιοχουμένην προσκομίζοντες. ἐπὶ τούτοις Βλεμμύων παρῄει πρεσβεία, τόξατε καὶ βελῶν ἀκίδας ἐκ δρακοντείων ὀστῶν εἰς στέφανον διαπλέξασα. καὶ ταῦτά σοι, ἔλεγον, βασιλεῦ, τὰ παρ’ἡμῶν δῶρα, πλούτου μὲν τοῦ παρὰ τῶν ἄλλων λειπόμενα, παρὰ δὲ τὸν ποταμὸν ὑπὸ σοὶ μάρτυρι κατὰ Περσῶν εὐδοκιμήσαντα. πολυτελέστερα μὲν οὖν, ἔφη Ὑδάσπης, τῶν πολυταλάντων ξενίων · γε καὶ τὰ ἄλλα νυνί μοι προσκομίζεσθαι γέγονεν αἴτια. καὶ ἅμα εἴ τι βούλοιντο ἐπαγγέλλειν ἐπέτρεπε, καὶ μειωθῆναι αὐτοῖς ἐκ τῶν φόρων αἰτησάντων, τὸ σύμπαν εἰς δεκάδα ἐτῶν ἀνῆκε.

10.27

καὶ πάντων σχεδὸν τῶν κατὰ πρεσβείαν ἀφιγμένων ὀφθέντων, καὶ τοῖς ἴσοις ἑκάστους καὶ φιλοτιμοτέροις τοὺς πλείστους ἀμειψαμένου τοῦ βασιλέως, τελευταῖοι παρῆσαν οἱ Ἀξιομιτῶν πρεσβευταί, φόρου μὲν οὐκ ὄντες ὑποτελεῖς, φίλιοι δὲ ἄλλως καὶ ὑπόσπονδοι, καὶ τὸ ἐπὶ τοῖς κατωρθωμένοις εὐμενὲς ἐνδεικνύμενοι, δῶρα καὶ οὗτοι προσῆγον, ἄλλατε καὶ δὴ ζώου τινὸς εἶδος ἀλλοκότουτε ἅμα καὶ θαυμασίου τὴν φύσιν, μέγεθος μὲν εἰς καμήλου μέτρον ὑψούμενον, χροιὰν δὲ καὶ δορὰν παρδάλεως φολίσιν ἀνθηραῖς ἐστιγμένον. ἦν δὲ αὐτῷ τὰ μὲν ὀπίσθια καὶ μετὰ κενεῶνας χαμαίζηλάτε καὶ λεοντώδη, τὰ δὲ ὠμιαῖα καὶ πόδες πρόσθιοι καὶ στέρνα πέρα τοῦ ἀναλόγου τῶν ἄλλων μελῶν ἐξανιστάμενα. λεπτὸς αὐχήν, καὶ ἐκ μεγάλου τοῦ λοιποῦ σώματος. εἰς κύκνειον φάρυγγα μηκυνόμενος. κεφαλὴ τὸ μὲν εἶδος καμηλίζουσα, τὸ δὲ μέγεθος στρουθοῦ Λιβύσσης εἰς διπλάσιον ὀλίγον ὑπερφέρουσα, καὶ ὀφθαλμοὺς ὑπογεγραμμένους βλοσυρῶς σοβοῦσα. παρήλλακτο καὶ τὸ βάδισμα χερσαίουτε ζώου καὶ ἐνύδρου παντὸς ὑπεναντίως σαλευόμενον, τῶν σκελῶν οὐκ ἐναλλὰξ ἑκατέρου καὶ παρὰ μέρος ἐπιβαίνοντος, ἀλλ’ἰδίᾳ μὲν τοῖν δυοῖν καὶ ἅμα τῶν ἐν δεξιᾷ, χωρὶς δὲ καὶ ζυγηδὸν τῶν εὐωνύμων σὺν ἑκατέρᾳ τῇ ἐπαιωρουμένῃ πλευρᾷ μετατιθεμένων. ὁλκὸν δὲ οὕτω τὴν κίνησιν καὶ τιθασὸν τὴν ἕξιν ὥστε ὑπὸ λεπτῆς μηρίνθου, τῇ κορυφῇ περιελιχθείσης, ἄγεσθαι πρὸς τοῦ θηροκόμου, καθάπερ ἀφύκτῳ δεσμῷ τῷ ἐκείνου βουλήματι ὁδηγούμενον. τοῦτο φανὲν τὸ ζῶον τὸ μὲν πλῆθος ἅπαν ἐξέπληξε, καὶ ὄνομα τὸ εἶδος ἐλάμβανεν, ἐκ τῶν ἐπικρατεστέρων τοῦ σώματος αὐτοσχεδίως πρὸς τοῦ δήμου καμηλοπάρδαλις κατηγορηθέν, ταράχου γε μὴν τὴν πανήγυριν ἐνέπλησε.

10.28

γίνεται γάρ τι τοιοῦτον. τῷ βωμῷ τῆς μὲν Σεληναίας παρειστήκει ταύρων ξυνωρίς, τῷ δὲ τοῦ Ἡλίου τέτρωρον ἵππων λευκῶν εἰς τὴν ἱερουργίαν ηὐτρεπισμένων. ξένου δὴ καὶ ἀήθους τότε πρῶτον καὶ ἀλλοκότου ζώου φανέντος οἱονεὶ πρὸς φάσμα διαταραχθέντες, πτοίαςτε ἐνεπίμπλαντο, καὶ τῶν κατεχόντων τὰ δεσμὰ σπαράξαντες τῶντε ταύρων ἅτερος, μόνος, ὡς ἐῴκει, τὸ θηρίον κατωπτευκώς, καὶ δύο τῶν ἵππων εἰς φυγὴν ἀκατάσχετον ὥρμησαν, διεκπεσεῖν μὲν τὸν περίβολον τοῦ στρατοῦ μὴ δυνάμενοι, πυκνῷ τῷ συνασπισμῷ τῶν ὁπλιτῶν εἰς κύκλον τετειχισμένον, φερόμενοι δὲ ἀτάκτως καὶ τὸ μεσεῦον ἅπαν δρόμοις σεσοβημένοις ἐξελίττοντες, τότε προστυχὸν ἅπαν εἴτε σκεῦος εἴτε ζῶον ἀνατρέποντες, ὥστε καὶ βοὴν αἴρεσθαι συμμιγῆ πρὸς τὸ γινόμενον, τὴν μὲν ὑπὸ δέους οἷς προσελάσειαν, τὴν δὲ ὑφ’ἡδονῆς οἷς καθ’ἑτέρους ἐναλλόμενοι τέρψιντε καὶ γέλωτα τὴν τῶν ὑποπιπτόντων συντριβὴν παρεῖχον. ἐφ’οἷς οὐ δὲ Περσῖνα καὶ Χαρίκλεια μένειν ἐφ’ἡσυχίας κατὰ τὴν σκηνὴν ἐκαρτέρησαν, ἀλλὰ τὸ καταπέτασμα μικρὸν παραστείλασαι θεωροὶ τῶν δρωμένων ἐγίνοντο. ἐνταῦθα Θεαγένης, εἴτ’οὖν οἴκοθεν ἀνδρείῳ τῷ λήματι κινούμενος εἴτε καὶ ἔκ του θεῶν ὁρμῇ χρησάμενος, τούςτε παρεστῶτας αὐτῷ φύλακας πρὸς τῆς καταλαβούσης ταραχῆς διεσκεδασμένους θεασάμενος, ὠρθώθητε ἀθρόον, εἰς γόνυ πρὸς τοῖς βωμοῖς πρότερον ὀκλάζων καὶ τὴν ὅσον οὐδέπω σφαγὴν ἀναμένων, καὶ σχίζαν τῶν ἐπικειμένων τοῖς βωμοῖς ἀναρπάζει. καὶ τῶν οὐ διαδράντων ἵππων ἑνὸς λαβόμενος τοῖςτε νώτοις ἐφίπταται, καὶ τῶν αὐχενίων τριχῶν ἐπιδραξάμενος, καὶ ὡς χαλινῷ τῇ χαίτῃ χρώμενος, μυωπίζειτε τῇ πτέρνῃ τὸν ἵππον, καὶ ἀντὶ μάστιγος τῇ σχίζῃ συνεχῶς ἐπισπέρχων ἐπὶ τὸν διαδράντα ταῦρον ἤλαυνε. τὰ μὲν δὴ πρῶτα φυγὴν εἶναι τοῦ Θεαγένους τὸ γινόμενον οἱ παρόντες ὑπελάμβανον, καὶ σὺν βοῇ μὴ ξυγχωρεῖν διεξελάσαι τὸ ὁπλιτικὸν ἕρκος τῷ πλησίον ἕκαστος διεκελεύετο · προϊόντος δὲ τοῦ ἐγχειρήματος, ὅτι μὴ ἀποδειλίασις ἦν μη δὲ ἀπόδρασις τοῦ σφαγιασθῆναι μετεδιδάσκοντο. καταλαβὼν γὰρ ὡς ὅτι τάχιστα τὸν ταῦρον, ἐπ’ὀλίγον μὲν κατ’οὐρὰν ἤλαυνεν, ὑπονύττωντε ἅμα καὶ εἰς ὀξύτερον δρόμον τὸν βοῦν ἐρεθίζων, καὶ ὅποι δὴ καὶ ὁρμήσειε τρεπομένῳ συνεφείπετο, τὰς ἐπιστροφάςτε καὶ ἐμβολὰς πεφυλαγμένως ἐκκλίνων.

10.29

ὡς δὲ εἰς συνήθειαν τῆςτε ὄψεως τῆς ἑαυτοῦ καὶ πράξεως ἐνεβίβασεν, ἀντίπλευρος ἤδη παρίππευε, χρωτίτε χρωτὸς ἐπιψαύων καὶ ἱππείῳ ταύρειον ἆσθμα καὶ ἱδρῶτα κεραννύων, καὶ τὸν δρόμον οὕτως ὁμόταχον ῥυθμίζων ὡς καὶ συμφυεῖς εἶναι τὰς κορυφὰς τῶν ζώων τοὺς πορρωτέρω φαντάζεσθαι καὶ τὸν Θεαγένην λαμπρῶς ἐκθειάζειν, ξένην τινὰ ταύτην ἱπποταύρου ξυνωρίδα ζευξάμενον. τὸ μὲν δὴ πλῆθος ἐν τούτοις ἦν · Χαρίκλεια δὲ ὁρῶσα τρόμῳ καὶ παλμῷ συνείχετο, τότε ἐγχείρημα τι καὶ βούλοιτο διαποροῦσα, καὶ εἴ τι σφάλμα συμβαίη, τὴν ἐκείνου τρῶσιν ὡς ἰδίαν σφαγὴν ὑπεραγωνιῶσα · ὥστε μη δὲ τὴν Περσῖναν λαθεῖν, ἀλλ’ τέκνον εἰπεῖν, τί μοι πέπονθας; προκινδυνεύειν ἔοικας τοῦ ξένου. πάσχω μέν τι καὶ αὐτή, καὶ οἰκτείρω τῆς νεότητος · διαδρᾶναί γε μὴν τὸν κίνδυνον εὔχομαι καὶ φυλαχθῆναι τοῖς ἱεροῖς, ὡς ἂν μὴ παντάπασιν ἀτέλεστα ἡμῖν τὰ πρὸς τοὺς θεοὺς ἐγκαταλειφθείη. καὶ Χαρίκλεια, γελοῖον, ἔφη, τὸ εὔχεσθαι μὴ ἀποθανεῖν, ἵνα ἀποθάνῃ. ἀλλ’εἰ ἄρα σοι δυνατόν, μῆτερ, περίσωζε τὸν ἄνδρα ἐμοὶ χαριζομένη. καὶ Περσῖνα πρόφασιν οὐ τὴν οὖσαν ἀλλ’ἐρωτικὴν ἄλλως ὑποτοπήσασα, οὐ δυνατὸν μέν, ἔφη, τὸ περισώζειν · ὅμως δ’οὖν τίς σοι κοινωνία πρὸς τὸν ἄνδρα, δι’ἣν οὕτως ὑπερφροντίζεις; θαρροῦσα δὲ ὡς πρὸς μητέρα λοιπὸν ἐξαγόρευε, κἄν τι νεώτερον κίνημα, κἂν παρθενίᾳ μὴ πρέπον. μητρῴα φύσις τὸ θυγατρὸς καὶ τὸ θῆλυ συμπαθὲς τὸ πταῖσμα τὸ γυναικεῖον οἶδεν ἐπισκιάζειν. ἐπιδακρύσασα οὖν ἐπὶ πλεῖστον Χαρίκλεια, καὶ τοῦτο, ἔφη, δυστυχῶ πρὸς τοῖς ἄλλοις, ὅτι καὶ τοῖς συνετοῖς ἀσύνετα φθέγγομαι καὶ λέγουσα τὰς ἑαυτῆς συμφορὰς οὔπω λέγειν νομίζομαι, πρὸς γυμνὴν δὲ λοιπὸν καὶ ἀπαρακάλυπτον χωρεῖν τὴν ἐμαυτῆς κατηγορίαν καταναγκάζομαι.

10.30

ταῦτ’εἶπε, καὶ βουλομένη τὰ ὄντα ἀνακαλύπτειν, αὖθις ἐξεκρούσθη βοῆς πολυηχεστάτης πρὸς τοῦ πλήθους ἀρθείσης. γὰρ δὴ Θεαγένης εἰς ὅσον εἶχε τάχους ἐφεὶς τῷ ἵππῳ χρήσασθαι καὶ προφθάσαντα μικρὸν τὰ στέρνα τῇ κεφαλῇ τοῦ ταύρου παρισῶσαι, τὸν μὲν ἄνετον φέρεσθαι μεθίησι μεθαλάμενος, ἐπιρρίπτει δὲ ἑαυτὸν τῷ αὐχένι τοῦ ταύρου, καὶ τοῖς κέρασι τὸ ἑαυτοῦ πρόσωπον κατὰ τὸ μεταίχμιον ἐνιδρύσας, τοὺς πήχεις δὲ οἱονεὶ στεφάνην περιθείς, καὶ εἰς ἅμμα κατὰ τοῦ ταυρείου μετώπου τοὺς δακτύλους ἐπιπλέξας, τότε ὑπόλοιπον ἑαυτοῦ σῶμα παρ’ὦμον τοῦ βοὸς τὸν δεξιὸν μετέωρον καθείς, ἐκκρεμὴς ἐφέρετο, πρὸς βραχὺ μὲν τοῖς ταυρείοις ἅλμασιν ἀναπαλλόμενος. ὡς δὲ ἀγχόμενον ἤδη πρὸς τοῦ ὄγκου καὶ χαλῶντα τοῦ ἄγαν τόνου τοὺς τένοντας ᾔσθετο, καθ’ μέρος Ὑδάσπης προυκαθέζετο περιελθόντα, παραφέρει μὲν εἰς τοὔμπροσθεν, καὶ προβάλλει τῶν ἐκείνου σκελῶν τοὺς ἑαυτοῦ πόδας, ταῖς χηλαῖς δὲ συνεχῶς ἐναράττων τὴν βάσιν ἐνήδρευεν. δὲ τὴν ῥύμην τοῦ δρόμου παραποδιζόμενος καὶ τῷ σθένει τοῦ νεανίου βριθόμενος, τάτε γόνατα ὑποσκελίζεται, καὶ ἀθρόον ἐπὶ κεφαλὴν σφενδονηθείς, κύμβαχόςτε ἐπ’ὤμους καὶ νῶτα ῥιπισθείς, ἥπλωτο ὕπτιος ἐπὶ πλεῖστον, τῶν μὲν κεράτων τῇ γῇ προσπεπηγότων καὶ εἰς τὸ ἀκίνητον τῆς κεφαλῆς ῥιζωθέντων, τῶν σκελῶν δὲ ἄπρακτα σκαιρόντων καὶ εἰς κενὸν ἀερονομούντων καὶ τὴν ἧτταν ἀλυόντων. ἐπέκειτο δὲ Θεαγένης, ταῖν χεροῖν τὴν λαιὰν μόνην εἰς τὸ ἐπερείδειν ἀπασχολῶν, τὴν δεξιὰν δὲ εἰς οὐρανὸν ἀνέχων καὶ συνεχὲς ἐπισείων · εἴςτε τὸν Ὑδάσπην καὶ τὸ ἄλλο πλῆθος ἱλαρὸν ἀπέβλεπε, τῷ μειδιάματι πρὸς τὸ συνήδεσθαι δεξιούμενος, καὶ τῷ μυκηθμῷ τοῦ ταύρου καθάπερ σάλπιγγι τὸ ἐπινίκιον ἀνακηρυττόμενος. ἀντήχει δὲ καὶ τοῦ δήμου βοή, τρανὸν μὲν οὐδὲν εἰς τὸν ἔπαινον διαρθροῦσα, κεχηνόσι δὲ ἐπὶ πολὺ τοῖς στόμασιν ἐξ ἀρτηρίας μόνης τὸ θαῦμα ἐξεφώνει, χρόνιόντε καὶ ὁμότονον εἰς οὐρανὸν παραπέμπουσα. κελεύσαντος οὖν τοῦ βασιλέως ὑπηρέται προσδραμόντες, οἳ μὲν τὸν Θεαγένην προσῆγον ἀναστήσαντες, οἳ δὲ τοῦ ταύρου τοῖς κέρασι καλωδίου βρόχον ἐπιβαλόντες εἷλκόντε κατηφιῶντα, καὶ τοῖς βωμοῖς αὖθις τοῦτόντε καὶ τὸν ἵππον συλλαβόντες προσεδέσμευον. καὶ τοῦ Ὑδάσπου μέλλοντός τι πρὸς τὸν Θεαγένην λέγειντε καὶ πράττειν, δῆμος ἅμα μὲν ἡσθεὶς τῷ νέῳ καὶ ἐξ οὗπερ τὸ πρῶτον ὤφθη προσπαθών, ἅμα δὲ καὶ τῆς ἰσχύος ἐκπλαγείς, πλέον δέ τι καὶ πρὸς τὸν Αἰθίοπα τὸν ἀθλητὴν τὸν Μεροήβου ζηλοτυπίᾳ δηχθείς, οὗτος τῷ Μεροήβου ζευγνύσθω. πάντες ὁμοθυμαδὸν ἀνεβόησαν · τὸν ἐλέφαντα λαβὼν τῷ τὸν ταῦρον λαβόντι διαγωνιζέσθω συνεχὲς ἐξεφώνουν. καὶ ἐπὶ πλεῖστον ἐγκειμένων ἐπένευσέτε Ὑδάσπης, καὶ ἤγετο εἰς μέσους Αἰθίοψ, ὑπέροπτόν τι καὶ σοβαρὸν περισκοπῶν, ὁλκάτε προβαίνων καὶ πλατυνομένοις ἐναλλὰξ τοῖς ἀγκῶσι τοὺς πήχεις ὑποσοβῶν.

10.31

κἀπειδὴ τοῦ συνεδρίου πλησίον ἐγεγόνει, πρὸς τὸν Θεαγένην βλέψας Ὑδάσπης καὶ ἑλληνίζων, ξένε, ἔφη, τούτῳ σε χρὴ διαγωνίσασθαι · δῆμος κελεύουσι. γινέσθω τὸ δοκοῦν, Θεαγένης ἀπεκρίνατο · ἀλλὰ τίς τρόπος τῆς ἀγωνίας; πάλη, εἶπεν Ὑδάσπης. καὶ ὅς, τί δὲ οὐχὶ καὶ ξιφήρης καὶ ἔνοπλος, ἵνα τι ῥέξας παθὼν ἐμπλήσω Χαρίκλειαν, τὴν σιωπᾶν εἰς δεῦρο τὰ καθ’ἡμᾶς καρτεροῦσαν, καὶ εἰς τέλος, ὡς ἔοικεν, ἡμῶν ἀπεγνωκυῖαν. καὶ Ὑδάσπης, τί μὲν βούλεταί σοι, εἶπε, τὸ παραπλέκειν ὄνομα Χαρικλείας, αὐτὸς ἂν γινώσκοις, παλαίειν δ’οὖν σε καὶ οὐ ξιφήρη πυκτεύειν χρεών · αἷμα γὰρ ἐκχεόμενον ὀφθῆναι πρὸ τοῦ καιροῦ τῆς θυσίας οὐ θεμιτόν. συνεὶς οὖν Θεαγένης ὅτι δέδοικεν Ὑδάσπης μὴ προαναιρεθῇ τῆς θυσίας, εὖ ποιεῖς, ἔφη, τοῖς θεοῖς με φυλάττων, οἷς καὶ μελήσει περὶ ἡμῶν. καὶ ἅμα κόνιν ἀνελόμενος καὶ ὤμοιςτε καὶ πήχεσιν ἔτι πρὸς τῆς βοηλασίας ἱδρῶτι νενοτισμένοις ἐπιχεάμενος, τήντε μὴ προσιζήσασαν ἀποσεισάμενος, προβάλλειτε ἐκτάδην τὼ χεῖρε, καὶ τοῖν ποδοῖν τὴν βάσιν εἰς τὸ ἑδραῖον διερεισάμενος, τήντε ἰγνύαν σιμώσας, καὶ ὤμους καὶ μετάφρενα γυρώσας, καὶ τὸν αὐχένα μικρὸν ἐπικλίνας, τότε ὅλον σῶμα σφηκώσας, εἱστήκει τὰς λαβὰς τῶν παλαισμάτων ὠδίνων. δὲ Αἰθίοψ ἐνορῶν ἐμειδίατε σεσηρός, καὶ εἰρωνικοῖς τοῖς νεύμασιν ἐκφαυλίζειν ἐῴκει τὸν ἀντίπαλον. ἀθρόοντε ἐπιδραμὼν τόντε πῆχυν τῷ αὐχένι τοῦ Θεαγένους ὥσπερ τινὰ μοχλὸν ἐπαράσσει, καὶ βόμβου πρὸς τῆς πληγῆς ἐξακουσθέντος αὖθις ἐθρύπτετο καὶ ἐπεγέλα βλακῶδες. δὲ Θεαγένης, οἷα δὴ γυμνασίων καὶ ἀλοιφῆς ἐκ νέων ἀσκητής, τήντε ἐναγώνιον Ἑρμοῦ τέχνην ἠκριβωκώς, εἴκειν τὰ πρῶτα ἔγνω, καὶ ἀπόπειραν τῆς ἀντιθέτου δυνάμεως λαβόντα, πρὸς μὲν ὄγκον οὕτω πελώριόν καὶ θηριωδῶς τραχυνόμενον μὴ ὁμόσε χωρεῖν, ἐμπειρίᾳ δὲ τὴν ἄγροικον ἰσχὺν κατασοφίσασθαι. αὐτίκα γοῦν ὀλίγον ὅσον ἐκ τῆς πληγῆς κραδανθείς, πλέον ὡς εἶχεν ἀλγεῖν ἐσκήπτετο, καὶ τοῦ αὐχένος θάτερον μέρος ἔκδοτον εἰς τὸ παίεσθαι προυβάλετο. καὶ τοῦ Αἰθίοπος αὖθις πλήξαντος συνενδοὺς τῇ πληγῇ, μικροῦ καὶ καταφέρεσθαι ἐπὶ πρόσωπον ἐσχηματίζετο.

10.32

ὡς δὲ καταγνοὺς καὶ ἀποθαρσήσας Αἰθίοψ ἀφυλάκτως ἤδη τὸ τρίτον ἐπεφέρετο, καὶ τὸν πῆχυν αὖθις ἀνατείνας κατασείειν ἔμελλεν, ὑπεισῆλθέτε ἀθρόον Θεαγένης κεκυφώς, τὴν καταφορὰν ἐκκλίνας, πήχειτε τῷ δεξιῷ τὸν ἐκείνου λαιὸν βραχίονα προσαναστείλας ἐρρίπισέτε τὸν ἀντίπαλον, ἅμα τι καὶ τῇ καταφορᾷ τῆς ἰδίας αὐτοῦ χειρὸς εἰς κενὸν ἐνεχθείσης πρὸς τὸ ἔδαφος ἐπισπασθέντα, καὶ ὑπὸ τὴν μασχάλην ἀναδὺς τοῖςτε νώτοις περιεχεῖτο, καὶ παχεῖαν τὴν γαστέρα χαλεπῶς ταῖς χερσὶ διαζώσας, τὴν βάσιν κατὰ τὰ σφυρὰ καὶ ἀστραγάλους τῇ πτέρνῃ σφοδρῶςτε καὶ ἐπαλλήλως ἐκμοχλεύσας, εἰς γόνυτε ὀκλάσαι βιασάμενος, ἀμφιβαίνει τοῖς ποσί, καὶ τοῖς κατὰ τοὺς βουβῶνας τὰ σκέλη καταπείρας, τούςτε καρποὺς οἷς ἐπερειδόμενος Αἰθίοψ ἀνεῖχε τὰ στέρνα ἐκκρουσάμενος, καὶ τοῖς κροτάφοις εἰς ἅμμα τοὺς πήχεις περιαγαγών, ἐπίτε μετάφρενα καὶ ὤμους ἀνέλκων, ἐφαπλῶσαι τῇ γῇ τὴν γαστέρα κατηνάγκασε. μιᾶς δὴ οὖν βοῆς ἐπὶ τούτοις καὶ γεγωνοτέρας τὸ πρότερον ὑπὸ τοῦ πλήθους ἀρθείσης, οὐ δὲ βασιλεὺς ἐκαρτέρησεν, ἀλλ’ἀνήλατότε τοῦ θρόνου καὶ τῆς ἀνάγκης ἔλεγεν, οἷον ἄνδρα καταθύειν ὑπὸ τοῦ νόμου πρόκειται. καὶ ἅμα προσκαλεσάμενος, νεανία, πρὸς αὐτὸν ἔφη, στεφανωθῆναι μέν σε καὶ ἐπὶ ταῖς θυσίαις, ὡς ἔθος, ἀπόκειται · στεφανοῦ δ’οὖν καὶ νῦν τὴν ἐπίδοξον μὲν ταύτην ἀνόνητον δέ σοι καὶ ἐφήμερον νίκην. κἀπειδή μοι τοῦ προκειμένου καὶ βουλομένῳ ῥύσασθαί σε οὐ δυνατόν, ὅσα γοῦν ἐφεῖται, παρέξομαι · καὶ εἴ τι γινώσκεις ἔτι σε ζῶντα ἧσαι δυνάμενον, αἴτησον. καὶ ἅμα λέγων χρυσοῦντε καὶ λιθοκόλλητον τῷ Θεαγένει στέφανον ἐπέθηκε, καί τι καὶ ἐπιδακρύων οὐκ ἐλάνθανεν. δὴ Θεαγένης, οὐκοῦν αἰτήσω, ἔφη, καὶ δέομαι δὸς ὑποσχόμενος. εἰ τὸ διαδρᾶναί με τὴν ἱερουργίαν πάντως ἄφυκτον, χειρὶ γοῦν τῆς εὑρημένης σοι νυνὶ θυγατρὸς κέλευε.

10.33

δηχθεὶς δὴ πρὸς τὸ εἰρημένον Ὑδάσπης, καὶ πρὸς τὸ ὅμοιον τῆς Χαρικλείου προκλήσεως τὸν νοῦν ἀναπέμπων, οὐ δοκιμάζων δὲ ἐν συνέχοντι τῷ καιρῷ τὸ ἀκριβὲς ἀνιχνεύειν, τὰ δυνατά, εἶπεν, ξένε, καὶ αἰτεῖν ἐπέτρεψα καὶ δώσειν ἐπένευσα. γεγαμῆσθαι οὖν χρῆναι τὴν σφαγιάζουσαν, οὐ παρθενεύειν, νόμος διαγορεύει. ἀλλ’ἔχει ἄνδρα καὶ αὐτή, πρὸς αὐτὸν Θεαγένης. φληναφοῦντος, εἶπεν Ὑδάσπης, καὶ τῷ ὄντι θανατῶντος οἱ λόγοι. γάμου καὶ ἀνδρὸς ὁμιλίας ἀπείρατον τὴν κόρην ἐσχάρα διέδειξε · πλὴν εἰ Μερόηβον τουτονὶ λέγεις, οὐκ οἶδ’ὅθεν ἐγνωκώς, οὔπω μὲν ἄνδρα, νυμφίον δὲ πρὸς ἐμοῦ μόνον ὠνομασμένον. ἀλλ’οὐ δὲ ἐσόμενον πρόσθες, εἶπεν Θεαγένης, εἴ τι ἐγὼ τοῦ Χαρικλείου φρονήματος ἐπῄσθημαι. καί μοι ὡς θύματι μαντευομένῳ πιστεύειν ἔσται δίκαιον. πρὸς ταῦτα Μερόηβος, ἀλλ’οὐ ζῶντα, εἶπεν, βέλτιστε, τὰ θύματα, σφαγιασθέντα δὲ καὶ ἀνατμηθέντα τὴν ἀπὸ τῶν σπλάγχνων σημείωσιν τοῖς μαντικοῖς ὑποδείκνυσιν · ὥστε ὀρθῶς ἔλεγες, πάτερ, θανατῶντα παραφθέγγεσθαι τὸν ξένον. ἀλλὰ τοῦτον μέν, εἰ κελεύοις, ἀγέτω τις ἐπὶ τοὺς βωμούς · σὺ δέ, εἴ τι λείπεται διοικησάμενος, ἔχου τῆς ἱερουργίας. καὶ μὲν Θεαγένης ἤγετο οἷ προστέτακτο · Χαρίκλεια δὲ ἐπὶ τῇ νίκῃ μικρὸν ἀναπνεύσασα καὶ τὰ βελτίονα ἐλπίσασα, πάλιν ἀγομένου πρὸς θρήνοις ἦν. καὶ τῆς Περσίνης πολλὰ παρηγορούσης, καὶ εἰκὸς σωθῆναι τὸν νέον, εἴ μοι καὶ τὰ λειπόμενα καὶ σαφέστερα τῶν κατὰ σαυτὴν ἐξαγορεύειν βούλοιο λεγούσης, μὲν Χαρίκλεια βιασθεῖσα, καὶ τὸν καιρὸν οὐκ ἐνδιδόντα ὑπέρθεσιν ὁρῶσα, πρὸς τὰ καιριώτερα τῶν διηγημάτων ὥρμησεν. δὲ Ὑδάσπης, εἴ τινες ὑπολείπονται τῶν πρεσβευσάντων, τοῦ εἰσαγγελέως ἐπυνθάνετο. δὲ Ἁρμονίας, οἱ ἐκ Συήνης, ἔφη, μόνοι, βασιλεῦ, γράμματα μὲν Ὀροονδάτου καὶ ξένια κομίζοντες, ἄρτι δὲ καὶ πρὸ βραχέος ἐπελθόντες.

10.34

ἡκόντων οὖν καὶ οὗτοι τοῦ Ὑδάσπου φήσαντος παρῆσαν καὶ τὸ γράμμα ἐνεχείριζον. καὶ ἀνειλήσας ἐπελέγετο, καὶ ἦν τοιόνδε. βασιλεῖ φιλανθρώπῳ καὶ εὐδαίμονι τῷ Αἰθιόπων Ὑδάσπῃ Ὀροονδάτης μεγάλου βασιλέως σατράπης. εἰ νικῶν κατὰ τὴν μάχην πλέον γνώμῃ ἐνίκησας καί μοι σατραπείαν ὅλην ἑκὼν παρεχώρησας, οὐκ ἂν θαυμάσαιμι τὸ παρὸν εἰ βραχεῖαν αἴτησιν ἐπινεύσειας. κόρη τις ἀγομένη πρός με ἀπὸ τῆς Μέμφεως τοῦ πολέμου γέγονε πάρεργον · καὶ ὅτι αἰχμάλωτος ἐκ σοῦ προστάγματος εἰς Αἰθιοπίαν ἐπέμφθη, πρὸς τῶν σὺν αὐτῇ γεγονότων καὶ διαδράντων τὸν τότε κίνδυνον ἐπυθόμην. ταύτην αἰτῶ λυθῆναί μοι δῶρον, ἐφιέμενος μὲν καὶ αὐτὸς τῆς παιδός, πλέον δὲ περιποιῆσαι τῷ πατρὶ βουλόμενος, πολλὴν ἀληθέντι γῆν κατὰ ζήτησιν τῆς θυγατρὸς καὶ ἐν Ἐλεφαντίνῃ τῷ φρουρίῳ κατὰ τὸν πόλεμον καταληφθέντι, καὶ ἐπισκοποῦντί μοι μετὰ ταῦτα τοὺς περισωζομένους ὀφθέντι, καὶ ἐκπεμφθῆναι πρὸς τὸ σὸν ἥμερον ἀξιώσαντι. ἔχεις αὐτόθι μετὰ τῶν ἄλλων πρέσβεων τὸν ἄνδρα, ἱκανὸν μὲν ἐξ ἤθους τὴν εὐγένειαν ἐμφῆναι, ἱκανὸν δὲ καὶ ἐξ ὄψεως δυσωπῆσαι. χαίροντά μοι τοῦτον βασιλεῦ ἀντίπεμψον, πατέρα μὴ μόνον ὀνομαζόμενον ἀλλὰ καὶ γεγενημένον. ταῦτα ὡς ἀνέγνω, τίς οὖν τῶν παρόντων τὴν θυγατέρα ἐπιζητῶν; ἠρώτησεν. ὑποδειξάντων δέ τινα πρεσβύτην, ξένε, πρὸς αὐτὸν ἔφη, πάντα αἰτοῦντος Ὀροονδάτου ποιεῖν ἕτοιμος. ἀλλὰ δέκα μὲν ἀχθῆναι μόνας αἰχμαλώτους ἐκέλευσα νεάνιδας · μιᾶς δὲ τέως, ὅτι μὴ ἔστι σὴ θυγάτηρ, ἐπεγνωσμένης, τὰς ἄλλας ἐπισκόπησον, καὶ γνωρίζων εἰ εὕροις, λάμβανε. προσκύψας ἐφίλει τοὺς πόδας πρεσβύτης. καὶ ἀχθείσας τὰς κόρας ὡς ἐπισκοπῶν τὴν ἐπιζητουμένην οὐχ εὕρισκεν, αὖθις κατηφήσας, βασιλεῦ, οὐδεμία τούτων ἐστίν, ἔλεγε. τὴν γνώμην, ἔφη Ὑδάσπης, τὴν ἐμὴν ἔχεις · μέμφου δὲ τὴν τύχην, εἰ τὴν ἐπιζητουμένην οὐχ εὑρίσκεις. ὅτι γὰρ ἄλλη μήτε ἤχθη παρὰ ταύτας μήτε ἔστι κατὰ τὸ στρατόπεδον, ἔξεστι σοι περισκοποῦντι πεισθῆναι.

10.35

ῥαπίσας τὸ μέτωπον πρεσβύτης καὶ ἐπιδακρύσας, ἀνανεύσαςτε καὶ περιαθρῶν ἐν κύκλῳ τὸ πλῆθος, ἀθρόον ὥσπερ τις ἐμμανὴς ἐξέδραμε. καὶ τοῖς βωμοῖς προσελθών, τοῦτε τριβωνίου (τοῦτο γὰρ ἔτυχεν ἀμπεχόμενος) τὸ κράσπεδον εἰς βρόχον περιειλήσας ἐπιβάλλειτε τῷ αὐχένι τοῦ Θεαγένους, καὶ εἷλκεν ἐξάκουστον βοῶν, ἔχω σε πολέμιε λέγων, ἔχω σε παλαμναῖε καὶ ἀλιτήριε. καὶ τῶν φρουρούντων ἀντέχειν καὶ ἀποσπᾶν βιαζομένων, ἀπρὶξ ἐχόμενος καὶ οἱονεὶ συμπεφυκὼς ἀγαγεῖν εἰς τὸ πρόσωπον τοῦτε Ὑδάσπου καὶ τῶν συνέδρων ἐξενίκησε, καὶ βασιλεῦ ἔλεγεν, οὗτός ἐστιν τὴν ἐμὴν θυγατέρα συλαγωγήσας · οὗτός ἐστιν τὴν οἰκίαν εἰς ἀπαιδίαν ἐρημώσας, καὶ ἐκ μέσων τῶν τοῦ Πυθίου βωμῶν τὴν ἐμὴν ψυχὴν ἀναρπάσας, καὶ νῦν ὡς εὐαγὴς τοῖς τῶν θεῶν βωμοῖς προσκαθήμενος. ἐσείσθησαν πρὸς τὰ γινόμενα σύμπαντες, τὰ μὲν ῥήματα οἱ συνιέντες,

10.36

τὰ ὁρώμενα δὲ οἱ λοιποὶ θαυμάζοντες. καὶ τοῦ Ὑδάσπου σαφέστερον τι βούλοιτο λέγειν κελεύοντος, πρεσβύτης (ἦν δὲ ἄρα Χαρικλῆς) τὰ μὲν ἀληθέστερα τοῦ γένους τῆς Χαρικλείας ἀπέκρυπτε, μή πῃ ἄρα κατὰ τὴν φυγὴν ἐκείνῃ τῆς αἰδοῦς προαφανισθείσης πόλεμον καθ’ἑαυτοῦ πρὸς τῶν ἀληθῶς γεννησάντων ἐπισπάσηται διευλαβούμενος, ἐξετίθετο δὲ ἐπιτέμνων μηδὲν ἔβλαπτε, καὶ ἔλεγεν · ἦν μοι θυγάτηρ, βασιλεῦ, τίς μὲν τὴν φρόνησιν καὶ οἵα τὸ εἶδος, θεασάμενοι μόνον ἐπαξίως ἄν με λέγειν ἐπιστεύσατε · ἦν δ’οὖν παρθενευομένη καὶ ζάκορος τῆς ἐν Δελφοῖς Ἀρτέμιδος. ταύτην θαυμάσιος οὗτος, Θετταλὸς ὢν τὸ γένος καὶ εἰς Δελφοὺς τὴν ἐμὴν πόλιν ὥς τι πάτριον ἐπιτελέσων ἀρχιθεωρὸς ἀφιγμένος, ἔλαθεν ἐκ τῶν ἀδύτων αὐτῶν τὴν κόρην ἀποσυλήσας, καὶ ἀδύτων τοῦ Ἀπόλλωνος. διὸ καὶ εἰς ὑμᾶς ἀσεβεῖν δικαίως ἂν νομισθείη, τὸν πάτριον ὑμῶν θεὸν Ἀπόλλωνα, τὸν αὐτὸν ὄντα καὶ Ἥλιον, καὶ τὸ ἐκείνου τέμενος βεβηλώσας. συνεργοῦ δὲ αὐτῷ πρὸς τὴν ἐναγῆ ταύτην πρᾶξιν ψευδοπροφήτου τινὸς Μεμφίτου γεγονότος, ἐπειδὴ κατὰ τὴν Θετταλίαν μεταθέων καὶ παρὰ Οἰταίων ὄντων αὐτοῦ πολιτῶν ἐξαιτῶν οὐδαμῶς ηὕρισκον, ἔκδοτον ἐκείνων τουτονὶ καὶ εἰς σφαγήν, ὅπου ποτὲ ἂν εὑρίσκηται, ὡς ἀλάστορα παραχωρησάντων, ὁρμητήριον εἶναι τῆς φυγῆς τὴν Καλασίριδος Μέμφιν εἰκάσας, εἴςτε ταύτην ἀφικόμενος, καὶ τὸν μὲν Καλάσιριν, ὡς ἐχρῆν, τεθνηκότα καταλαβών, παρὰ Θυάμιδος δὲ τοῦ ἐκείνου παιδὸς ἅπαντα τὰ περὶ τὴν θυγατέρα ἐκδιδαχθείς, τάτε ἄλλα καὶ ὅτι πρὸς Ὀροονδάτην εἰς τὴν Συήνην ἐξαπέσταλτο, καὶ τοῦ μὲν Ὀροονδάτου καὶ τῆς Συήνης ἀποτυχών (ἦλθον γὰρ κἀκεῖσε), κατὰ δὲ τὴν Ἐλεφαντίνην ὑπὸ τοῦ πολέμου καταληφθείς, ἥκω τὰ νῦν ἐνταῦθα, καὶ γίνομαι ἱκέτης, τὴν θυγατέρα ἐπιζητήσων […] ἐμὲ πολυτλήμονα ἄνθρωπον εὐεργετῶν ἅμα καὶ σαυτῷ χαριζόμενος, εἰ τὸν πρεσβεύοντα ὑπὲρ ἡμῶν σατράπην ὀφθείης αἰδούμενος.

10.37

καὶ μὲν ἐσιώπησεν, ἐπιθρηνῶν γοῶδες τοῖς εἰρημένοις · δὲ Ὑδάσπης πρὸς τὸν Θεαγένην, τί, ἔφη, πρὸς ταῦτα ἐρεῖς; δέ, ἀληθῆ, ἔφη, πάντα τὰ κατηγορηθέντα. λῃστὴς ἐγὼ καὶ ἄδικος καὶ βίαιος περὶ τοῦτον, ἀλλ’ὑμέτερος εὐεργέτης. ἀπόδος οὖν, ἔφη, τὴν ἀλλοτρίαν, Ὑδάσπης, διὰ τὸ προκαθωσιῶσθαι τοῖς θεοῖς τὴν ἐκ τῆς θυσίας ἐπίδοξον, οὐ τὴν ἐκ τῆς τιμωρίας ὑφέξων σφαγὴν ἔνδικον. ἀλλ’οὐχ ἀδικήσας, εἶπεν Θεαγένης, ἀλλ’ τὸ ἀδίκημα ἔχων ἀποδιδόναι δίκαιος. ἔχεις δὲ αὐτός. ἀπόδος, εἰ μὴ σὴν θυγατέρα εἶναι Χαρίκλειαν καὶ οὗτος ὁμολογήσειεν. οὐκέτι καρτερεῖν οὐδεὶς ἠνέσχετο, ἀλλ’ἅμα πάντων σύγχυσις ἐγίνετο. Σισιμίθρης δὲ ἐπὶ πολὺ διαρκέσας, καὶ πάλαι τὰ λεγόμενα καὶ πραττόμενα γνωρίζων, ἐς τὸ ἀκριβὲς δὲ περιελθεῖν τὰ φανερούμενα πρὸς τοῦ κρείττονος ἀναμένων, προσέδραμέτε καὶ τὸν Χαρικλέα περιεπτύσσετο · καὶ σώζεταί σοι νομισθεῖσα καὶ παρ’ἡμῶν ἐγχειρισθεῖσά ποτε θυγάτηρ, ἔλεγε, θυγάτηρ ἀληθῶς οὖσα καὶ εὑρεθεῖσα ὧν γινώσκεις.

10.38

καὶ Χαρίκλεια τῆς σκηνῆς ἐξέδραμε, καὶ πᾶσαν τὴν ἐκ φύσεώςτε καὶ ἡλικίας αἰδῶ παραγκωνισαμένη βάκχιόν τι καὶ ἐμμανὲς ἐφέρετο, καὶ τοῖς γόνασι τοῦ Χαρικλέους προσπεσοῦσα πάτερ ἔλεγεν, τῶν φύντων οὐδὲν ἔλαττον ἐμοὶ σεβάσμιε, τιμώρησαι, ὡς βούλει, τὴν ἀθέμιτον ἐμὲ καὶ πατραλοίαν, κἂν εἰς βούλημά τις ἀναφέρῃ θεῶν, κἂν εἰς διοίκησιν ἐκείνων τὰ δεδραμένα, μὴ προσέχων. Περσῖνα δὲ καθ’ἕτερον μέρος τὸν Ὑδάσπην ἐνηγκαλίζετο, καὶ πάντα οὕτως ἔχειν, ἄνερ, πίστευε, πρὸς αὐτὸν ἔλεγε, καὶ νυμφίον εἶναι τοῦ θυγατρίου τὸν Ἕλληνα τουτονὶ νεανίαν ἀληθῶς γίνωσκε, ἄρτι μοι ταῦτα ἐκείνης καὶ μόλις ἐξαγορευσάσης. δὲ δῆμος ἑτέρωθεν σὺν εὐφήμοις βοαῖς ἐξεχόρευε, πᾶσα ἡλικία καὶ τύχη συμφώνως τὰ γινόμενα θυμηδοῦντες, τὰ μὲν πλεῖστα τῶν λεγομένων οὐ συνιέντες, τὰ ὄντα δὲ ἐκ τῶν προγεγονότων ἐπὶ τῇ Χαρικλείᾳ συμβάλλοντες, τάχα καὶ ἐξ ὁρμῆς θείας, σύμπαντα ταῦτα ἐσκηνογράφησεν, εἰς ἐπίνοιαν τῶν ἀληθῶν ἐλθόντες. ὑφ’ἧς καὶ τὰ ἐναντιώτατα πρὸς συμφωνίαν ἡρμόζετο, χαρᾶς καὶ λύπης συμπεπλεγμένων, γέλωτι δακρύων κεραννυμένων, τῶν στυγνοτάτων εἰς ἑορτὴν μεταβαλλομένων, γελώντων ἅμα τῶν κλαιόντων καὶ χαιρόντων τῶν θρηνούντων, εὑρισκόντων οὓς μὴ ἐξῄτουν καὶ ἀπολλύντων οὓς εὑρηκέναι ἐδόκουν, καὶ τέλος τῶν προσδοκηθέντων φόνων εἰς εὐαγεῖς θυσίας μεταβαλλομένων. τοῦ γὰρ Ὑδάσπου πρὸς τὸν Σισιμίθρην τί χρὴ δρᾶν σοφώτατε εἰπόντος · ἀρνεῖσθαι τὴν τῶν θεῶν θυσίαν οὐκ εὐσεβές, σφαγιάζειν τοὺς παρ’αὐτῶν δωρηθέντας οὐκ εὐαγές. ἐπινοητέον ἡμῖν τὸ πρακτέον.

10.39

Σισιμίθρης οὐχ ἑλληνίζων, ἀλλ’ὥστε καὶ πάντας ἐπαΐειν αἰθιοπίζων, βασιλεῦ εἶπεν, ἐπισκιάζονται, ὡς ἔοικεν, ὑπὸ τῆς ἄγαν χαρᾶς καὶ οἱ συνετώτατοι τῶν ἀνδρῶν. σὲ γοῦν καὶ πάλαι συμβάλλειν ἐχρῆν ὅτι μὴ προσίενται οἱ θεοὶ τὴν εὐτρεπιζομένην θυσίαν, νῦν μὲν τὴν πανόλβιον Χαρίκλειαν ἐξ αὐτῶν σοὶ τῶν βωμῶν θυγατέρα ἀναδείξαντες, καὶ τὸν ταύτης τροφέα, καθάπερ ἐκ μηχανῆς, ἐκ μέσης τῆς Ἑλλάδος ἐνταῦθα ἀναπέμψαντες, αὖθις τὴν πτοίαν καὶ τὸν τάραχον τοῖς προσβωμίοις ἵπποις καὶ βουσὶν ἐπιβάλλοντες, καὶ τὸ διακοπήσεσθαι τὰ τελεώτερα νομιζόμενα τῶν ἱερείων συμβάλλειν παρέχοντες · νῦν τὴν κορωνίδα τῶν ἀγαθῶν καὶ ὥσπερ λαμπάδιον δράματος τὸν νυμφίον τῆς κόρης τουτονὶ τὸν ξένον νεανίαν ἀναφήναντες. ἀλλ’αἰσθανώμεθα τοῦ θείου θαυματουργήματος, καὶ συνεργοὶ γινώμεθα τοῦ ἐκείνων βουλήματος, καὶ ἐχώμεθα τῶν εὐαγεστέρων ἱερῶν, τὴν δι’ἀνθρώπων θυσίαν καὶ εἰς τὸν ἑξῆς αἰῶνα περιγράψαντες.

10.40

ταῦτα τοῦ Σισιμίθρου λαμπρῶςτε καὶ εἰς ἐπήκοον ἁπάντων ἐκβοήσαντος, Ὑδάσπης τὴν ἐγχώριον γλῶτταν καὶ αὐτὸς ἱείς, τῆςτε Χαρικλείας καὶ τοῦ Θεαγένους ἐπιδεδραγμένος, οὐκοῦν παρόντες, ἔλεγε, θεῶν νεύματι τούτων οὕτω διαπεπραγμένων τὸ ἀντιβαίνειν ἀθέμιτον, ὥστε ὑπὸ μάρτυσιν αὐτοῖςτε τοῖς ταῦτα ἐπικλώσασι, καὶ ὑμῖν ἀκόλουθα ἐκείνοις φρονεῖν ἐνδεικνυμένοις, ξυνωρίδα ταύτην γαμηλίοις νόμοις ἀναδείκνυμι, καὶ συνεῖναι θεσμῷ παιδογονίας ἐφίημι. καὶ εἰ δοκεῖ, βεβαιούτω τὰ δόξαντα θυσία, καὶ πρὸς τὰ ἱερὰ τραπώμεθα.

10.41

τούτοις εἰρημένοις ἐπευφήμησεν στρατός, καὶ κρότον τῶν χειρῶν ὡς ἐπιτελουμένοις ἤδη τοῖς γάμοις ἐπεκτύπησαν. καὶ πλησιάσας τοῖς βωμοῖς Ὑδάσπης, καὶ μέλλων ἀπάρχεσθαι τῶν ἱερείων, δέσποτα, εἶπεν, Ἥλιε καὶ Σελήνη δέσποινα, εἰ μὲν δὴ ἀνὴρ καὶ γυνὴ Θεαγένηςτε καὶ Χαρίκλεια βουλήμασιν ὑμετέροις ἀνεδείχθησαν, ἔξεστιν αὐτοῖς ἄρα καὶ ἱερατεύειν ὑμῖν. καὶ ταῦτα εἰπὼν τήντε αὑτοῦ καὶ τὴν Περσίνης μίτραν, τὸ σύμβολον τῆς ἱερωσύνης, ἀφελών, τὴν μὲν τῷ Θεαγένει, τὴν αὑτοῦ, Χαρικλείᾳ δὲ τὴν Περσίνης ἐπιτίθησιν. οὗ γεγονότος ἐνθύμιον τοῦ χρησμοῦ τοῦ ἐν Δελφοῖς Χαρικλῆς ἐλάμβανε, καὶ τοῖς ἔργοις βεβαιούμενον τὸ πάλαι παρὰ τῶν θεῶν προαγορευθὲν ηὕρισκεν, τοὺς νέους ἔφραζεν ἐκ τῶν Δελφῶν διαδράντας ἵξεσθ’ἠελίου πρὸς χθόνα κυανέην, τῇ περ ἀριστοβίων μέγ’ἀέθλιον ἐξάψονται, λευκὸν ἐπὶ κροτάφων στέμμα μελαινομένων. στεφθέντες οὖν οἱ νέοι λευκαῖς ταῖς μίτραις, τήντε ἱερωσύνην ἅμα τῷ Ὑδάσπῃ ἀναδησάμενοι, καὶ τὴν θυσίαν αὐτοὶ καλλιερήσαντες, ὑπὸ λαμπάσιν ἡμμέναις, αὐλῶντε καὶ συρίγγων μελῳδίαις, ἐφ’ἅρματος ἵππων, μὲν Θεαγένης ἅμα τῷ Ὑδάσπῃ, Σισιμίθρης δὲ καθ’ἕτερον ἅμα τῷ Χαρικλεῖ, βοῶν δὲ λευκῶν Χαρίκλεια αὐτῇ Περσίνῃ, σὺν εὐφημίαις καὶ κρότοις καὶ χοροῖς ἐπὶ τὴν Μερόην παρεπέμποντο, τῶν ἐπὶ τῷ γάμῳ μυστικωτέρων κατὰ τὸ ἄστυ φαιδρότερον τελεσθησομένων. τοιόνδε πέρας ἔσχε τὸ σύνταγμα τῶν περὶ Θεαγένην καὶ Χαρίκλειαν Αἰθιοπικῶν · συνέταξεν ἀνὴρ Φοῖνιξ Ἐμισηνός, τῶν ἀφ’Ἡλίου γένος, Θεοδοσίου παῖς Ἡλιόδωρος.