Heliodorus

Ethiopian Story, 2

2.1

μὲν δὴ νῆσος ὧδε ἐπυρπολεῖτο, τοὺς δὲ ἀμφὶ τὸν Θεαγένην καὶ τὸν Κνήμωνα, ἕως μὲν ἥλιος ἦν ὑπὲρ γῆν, τὸ κακὸν ἐλάνθανέν ( γὰρ πυρὸς ὄψις ἀμαυροῦται δι’ἡμέρας, ὑπὸ τῶν ἀκτίνων τοῦ θεοῦ καταυγαζομένη), ἐπειδὴ δὲ ἔδυ καὶ νύκτα ἐπήγαγεν, τε φλὸξ ἀπρόσμαχον τὴν αὐγὴν ἀπολαβοῦσα καὶ πορρωτάτω διεφαίνετο, αὐτοίτε τοῦ ἕλους τῇ νυκτὶ θαρροῦντες προέκυψαν, καὶ λαμπρῶς ἤδη τὴν νῆσον ὑπὸ τοῦ πυρὸς ἐχομένην ὁρῶσι. καὶ μὲν Θεαγένης παίων τὴν κεφαλὴν καὶ τίλλων τὰς τρίχας, ἐρρίφθω, φησίν, βίος εἰς τὴν τήμερον · ἠνύσθω λελύσθω πάντα, φόβοι κίνδυνοι φροντίδες ἐλπίδες ἔρωτες. οἴχεται Χαρίκλεια, Θεαγένης ἀπόλωλε. μάτην δυστυχὴς δειλὸς ἐγενόμην καὶ δρασμὸν ὑπέστην ἄνανδρον, σοί, γλυκεῖα, περισώζων ἐμαυτόν. οὐ μὴν ἔτι σωθήσομαι σοῦ, φιλτάτη, κειμένης, οὐ δὲ τῷ κοινῷ τῆς φύσεως νόμῳ, τὸ χαλεπώτατον, οὐ δὲ ἐν χερσὶν ἀπολιπούσης τὸν βίον αἷς ἠβουλήθης. ἀλλὰ πυρός, οἴμοι, γέγονας ἀνάλωμα, τοιαύτας ἐπὶ σοὶ λαμπάδας ἀντὶ τῶν νυμφικῶν τοῦ δαίμονος ἅψαντος · καὶ δεδαπάνηται τὸ ἐξ ἀνθρώπων κάλλος ὡς μη δὲ λείψανον τῆς ἀψευδοῦς ὡραιότητος διὰ νεκροῦ γοῦν ὑπολελεῖφθαι τοῦ σώματος. τῆς ὠμότητος καὶ τῆς ἀρρήτου τοῦ δαίμονος βασκανίας · προσαφῄρηταί με καὶ τὰ τελευταῖα περιβαλεῖν. ἐσχάτων φιλημάτων καὶ ἀψύχων ἀπεστερήθην.

2.2

καὶ ταῦτα λέγοντος καὶ τὸ ξίφος περισκοποῦντος, Κνήμων ἀθρόον τῆς χειρὸς ἀπεκρούσατο, καὶ τί ταῦτα; ἔλεγεν, Θεάγενες, τί τὴν οὖσαν θρηνεῖς; ἔστι Χαρίκλεια καὶ σώζεται · θάρσει. τοῦ δέ, πρὸς ἄφρονας ταῦτα καὶ παῖδας Κνήμων, εἰπόντος, ἀπολώλεκάς με τὸν ἥδιστον ἀφελόμενος θάνατον, ἐπώμνυεν Κνήμων καὶ ἅπαντα ἔλεγε, τὸ πρόσταγμα τοῦ Θυάμιδος, τὸ σπήλαιον, ὡς καθῆκεν αὐτός, ὡς ἔχει φύσεως τὸ ἄντρον, ὡς οὐδὲν δέος εἰς τὸ βάθος διικνεῖσθαι τὸ πῦρ, ὑπὸ τῶν ἀπείρων ἑλιγμῶν ἀνακοπτόμενον. ἀνέπνει πρὸς ταῦτα Θεαγένης, καὶ πρὸς τὴν νῆσον ἔσπευδε, καὶ τὴν οὐ παροῦσαν τῷ νῷ περιέβλεπε, καὶ θάλαμον ἑαυτῷ τὸ σπήλαιον ἀνέπλαττε, τοὺς ἐσομένους αὐτῷ κατ’αὐτὸ θρήνους ἀγνοῶν. ἀνήγοντο οὖν ἐσπουδασμένως, αὐτερέται τὸν πλοῦν ἀνύοντες · γὰρ δὴ πορθμεύων αὐτοῖς κατὰ τὴν πρώτην συμβολὴν καθάπερ ἀπὸ ὕσπληγος τῆς βοῆς ἀπεσφενδόνητο. τῇδε οὖν κἀκεῖσε παρεφέροντο τοῦ εὐθέος, οἷα δὴ ἀπειρίᾳτε τὴν εἰρεσίαν οὐχ ὁμοζυγοῦντες, καί τι καὶ ἀνέμου πρὸς ἐναντίον ἐμπίπτοντος. ἀλλ’ἐνίκα τὴν ἀτεχνίαν τῆς γνώμης τὸ πρόθυμον.

2.3

χαλεπῶς δὲ καὶ σὺν ἱδρῶτι πολλῷ τῇ νήσῳ προσορμίσαντες, ὡς εἶχον τάχους, ἐπὶ τὰς σκηνὰς ἀνέτρεχον. καὶ τὰς μὲν καταλαμβάνουσιν ἤδη κατῃθαλωμένας καὶ τῷ τόπῳ μόνῳ γνωριζομένας, τὸν λίθον δὲ τὸν οὐδὸν τοῦ σπηλαίου τὸ κάλυμμα διαφαινόμενον. γὰρ ἄνεμος ἐπίφορος ταῖς καλύβαις ἐμπνεύσας, καὶ οἷα δὴ λεπτοῖς καλάμοις, καὶ τούτοις ἑλείοις, διαπλόκους τῇ ῥιπῇ κατὰ πάροδον καταφλέξας, μικροῦ καὶ ἰσόπεδον ἐπεδείκνυ τὸ ὑποκείμενον, τῆς μὲν φλογὸς ὀξέως μαρανθείσης καὶ εἰς τέφραν ἀναλυθείσης, τῆς δὲ σποδιᾶς τῆς μὲν πολλῆς τῷ ῥοίζῳ παρενεχθείσης, ὀλίγης δὲ τῆς ὑπολειπομένης πρὸς τὸ πνέον ἁπάσης σχεδὸν ἀποσβεσθείσης καὶ πρὸς τὸ βάσιμον ἀποψυγείσης. δᾷδας οὖν ἡμιφλέκτους ἀνευρόντες καὶ λείψανα καλάμων ἐξάψαντες καὶ τὸ στόμιον ἀνοίξαντες κατέθεον ἡγουμένου τοῦ Κνήμωνος. ἐπεὶ δὲ ὀλίγον ἀπέβησαν, ἀθρόον Κνήμων ἀνέκραγεν Ζεῦ, τί τοῦτο; ἀπολώλαμεν · ἀνῄρηται Χαρίκλεια. καὶ τότε λαμπάδιον εἰς τὴν γῆν καταβαλὼν ἀπέσβεσε, καὶ τὼ χεῖρε τοῖς ὀφθαλμοῖς ἐπαγαγών, εἰς γόνυτε ὀκλάσας, ἐθρήνει. δὲ Θεαγένης ὥσπερ τινὸς πρὸς βίαν ὤσαντος ἐπὶ τὸ σῶμα τῆς κειμένης κατενεχθείς, μὲν ἐπὶ πλεῖστον ἀπρὶξ εἴχετο καὶ προσεπεφύκει πανταχόθεν ἐναγκαλιζόμενος · δὲ Κνήμων ὅλον ὄντα πρὸς τῷ πάθει καταμαθὼν καὶ τῇ συμφορᾷ βεβαπτισμένον, δεδιώςτε μή τι κακὸν ἑαυτὸν ἐργάσηται, τὸ ξίφος ὑφαιρεῖ λάθρᾳ τῆς θήκης ὑπὸ τὴν πλευρὰν αἰωρουμένης, καὶ μόνον καταλιπὼν ἀνέδραμεν ὡς τὰς δᾷδας ἀναψόμενος.

2.4

κἀν τούτῳ τραγικόν τι καὶ γοερὸν Θεαγένης βρυχώμενος πάθους ἀτλήτου φησίν, συμφορᾶς θεηλάτου. τίς οὕτως ἀκόρεστος ἐρινὺς τοῖς ἡμετέροις κακοῖς ἐνεβάκχευσε, φυγὴν τῆς ἐνεγκούσης ἐπιβαλοῦσα, κινδύνοις θαλασσῶν, κινδύνοις πειρατηρίων ὑποβαλοῦσα, λῃσταῖς παραδοῦσα πολλάκις, τῶν ὄντων ἀλλοτριώσασα; ἓν μόνον ἀντὶ πάντων ὑπελείπετο · καὶ τοῦτο ἀνήρπασται. κεῖται Χαρίκλεια, καὶ πολεμίας χειρὸς ἔργον φιλτάτη γεγένηται, δῆλον μὲν ὡς σωφροσύνης ἀντεχομένη καὶ ἐμοὶ δῆθεν ἑαυτὴν φυλάττουσα, κεῖται δ’οὖν ὅμως δυστυχής, οὐδὲν μὲν αὐτὴ τῆς ὥρας ἀποναμένη, εἰς οὐδὲν δ’ὄφελος ἐμοὶ γενομένη. ἀλλ’ γλυκεῖα, πρόσφθεγξαι τὰ τελευταῖα καὶ εἰωθότα · ἐπίσκηψον, εἴ τι καὶ κατὰ μικρὸν ἐμπνεῖς. οἴμοι, σιωπᾷς, καὶ τὸ μαντικὸν ἐκεῖνο καὶ θεηγόρον στόμα σιγὴ κατέχει, καὶ ζόφος τὴν πυρφόρον καὶ χάος τὴν ἐκ τῶν ἀνακτόρων κατείληφεν. ὀφθαλμοὶ δὲ ἀφεγγεῖς οἱ πάντας τῷ κάλλει καταστράψαντες, οὓς οὐκ εἶδεν φονεύσας, οἶδα ἀκριβῶς. ἀλλ’ τί ἄν σέ τις ὀνομάσειε; νύμφην; ἀλλ’ἀνύμφευτος. γαμετήν; ἀλλ’ἀπείρατος. τίνα οὖν ἀνακαλέσω; τίνα προσφθέγξομαι λοιπόν; ἄρα τὸ πάντων ὀνομάτων ἥδιστον, Χαρίκλειαν; Χαρίκλεια, θάρσει, πιστὸν ἔχεις τὸν ἐρώμενον · ἀπολήψῃ με μικρὸν ὕστερον. ἰδοὺ γάρ σοι χοὰς ἐπάξω τὰς ἐμαυτοῦ σφαγάς, καὶ σπείσομαι τὸ σοὶ φίλιον αἷμα τοὐμόν. ἕξει δὲ ἡμᾶς αὐτοσχέδιον μνῆμα τόδε τὸ σπήλαιον. ἐξέσται πάντως ἀλλήλοις συνεῖναι μετὰ γοῦν θάνατον, εἰ καὶ ζῶσιν δαίμων οὐκ ἐπέτρεψε.

2.5

καὶ ἅμα λέγων ἐπέβαλε τὴν χεῖρα ὡς τὸ ξίφος σπασόμενος. ὡς δὲ οὐχ εὕρισκεν, Κνήμων ἐβόησεν, ὡς σύ με ἀπολώλεκας, προσηδίκησας δὲ καὶ Χαρίκλειαν, τῆς ἡδίστης αὐτὴν κοινωνίας ἤδη δεύτερον ἀποστερήσας. καὶ ταῦτα διεξιόντος, ἐκ μυχῶν τοῦ σπηλαίου φωνῆς τις ἦχος ἐξηκούετο, Θεάγενες καλούσης. δὲ οὐδὲν ταραχθεὶς ὑπήκουσέτε, καὶ ἥξω φιλτάτη ψυχή ἔλεγεν. εὔδηλος εἶ περὶ γῆν ἔτι φερομένη, τὸ μὲν τοιούτου σώματος, οὗ πρὸς βίαν ἐξηλάθης, ἀποστατεῖν οὐ φέρουσα, τὸ δὲ διὰ τὸ ἄταφον ἴσως ὑπὸ νερτερίων εἰδώλων εἰργομένη. κἀν τούτῳ τοῦ Κνήμωνος ἅμα δᾳσὶν ἡμμέναις ἐπιστάντος, αὖθις αὐτὸς ἦχος ἐξηκούετο, καὶ ἦν τὸ λεγόμενον Θεάγενες. δὲ Κνήμων ἀναβοήσας θεοί ἔφη, οὐ Χαρικλείας ἐστὶν φωνή; σώζεσθαί μοι δοκεῖ, Θεάγενες · ἀπὸ γὰρ τῶν ἐσχάτων, καὶ καθ’ μέρος αὐτὴν οἶδα τοῦ ἄντρου καταλιπών, φωνή μοι βάλλει τὴν ἀκοήν. οὐ παύσῃ, ἔφη ἔφη Θεαγένης, ἀπατῶν με πολλάκις; καὶ μὴν ἀπατῶ σε καὶ ἀπατῶμαι τὸ μέρος, εἶπεν Κνήμων, εἰ Χαρίκλειαν οὖσαν ταυτηνὶ τὴν κειμένην εὕροιμεν. καὶ ἅμα λέγων ἀνέστρεφεν ἐπ’ὄψιν τὴν κειμένην, καὶ ἰδών, τί τοῦτο; ἀνέκραγεν, δαίμονες τεράστιοι · Θίσβης ὄψις. ὑπέβη δὲ εἰς τοὐπίσω, καὶ τρόμῳ συσχεθεὶς ἀχανὴς εἱστήκει.

2.6

δὲ Θεαγένης ἔμπνους ἐκ τῶνδε γενόμενος, καὶ πρὸς τὸ εὔελπι τὴν γνώμην ἐπιστρέφων, ἀνεκαλεῖτότε λιποψυχοῦντα τὸν Κνήμωνα, καὶ παρὰ τὴν Χαρίκλειαν ὡς ὅτι τάχιστα ποδηγεῖν ἱκέτευε. μικρὸν οὖν διαλιπὼν εἰς ἑαυτόντε γενόμενος Κνήμων τὴν κειμένην αὖθις ἐπεσκοπεῖτο. δὲ ἦν ἀληθῶς Θίσβη · καὶ ξίφοςτε πλησίον ἐκπεπτωκὸς ἐγνώριζεν ἀπὸ τῆς λαβῆς, παρὰ τὸν φόνον Θύαμις ὑπὸ θορύβου καὶ σπουδῆς ἐναπέλιπε τῇ σφαγῇ, καὶ δέλτον τινὰ τῶν στέρνων ὑπὸ τῇ μασχάλῃ προκύπτουσαν ἀνελόμενος ἐπειρᾶτό τι τῶν ἐγγεγραμμένων ἐπιέναι. ἀλλ’ Θεαγένης οὐκ εἴα λιπαρῶς ἐγκείμενος, καὶ τὴν φιλτάτην λέγων κομιζώμεθα πρότερον, εἰ μή τις ἡμᾶς παίζει καὶ νυνὶ δαίμων · ταῦτα δὲ ἐξέσται καὶ μετὰ ταῦτα γινώσκειν. ἐπείθετο Κνήμων · καὶ τήντε δέλτον ἐπικομιζόμενοι καὶ τὸ ξίφος ἀνελόμενοι παρὰ τὴν Χαρίκλειαν ἔσπευδον. δὲ χερσίτε ἅμα καὶ ποσὶν ἐπὶ τὴν αὐγὴν ἀνερπύσασα, προσδραμοῦσάτε τῷ Θεαγένει, τοῦ αὐχένος ἐξήρτητο. καὶ μὲν ἔχω σε Θεάγενες; δὲ ζῇς μοι Χαρίκλεια; πολλάκις ἔλεγον · καὶ τέλος εἰς τοὔδαφος ἀθρόον καταφέρονται, καὶ εἴχοντο ἀλλήλων, ἄναυδοι μὲν ἀλλ’ὥσπερ ἡνωμένοι. καὶ μικρὸν ἔδει ἀποθνήσκειν αὐτούς · οὕτως ἄρα καὶ τὸ χαρᾶς ὑπερβάλλον εἰς ἀλγεινὸν. περιέστη πολλάκις, καὶ τῆς ἡδονῆς τὸ ἄμετρον ἐπίσπαστον λύπην ἐγέννησεν. ὡς δὴ κἀκεῖνοι παρ’ἐλπίδα σωθέντες ἐκινδύνευον, ἕως Κνήμων πίδακά τινα διαμώμενος, καὶ τὴν συρρυεῖσαν κατὰ βραχὺ νοτίδα κοίλαις ταῖς χερσὶν ὑδρευσάμενος, τὸ πρόσωπόντε αὐτῶν ἐπέρρανε, καὶ θαμὰ τῶν ῥινῶν ἐπαφώμενος ἐπὶ τὸ φρονεῖν ἐπανήγαγεν.

2.7

οἳ δὲ ἑτέρως μὲν ἀλλήλοις ἐντυχόντες, κειμένους δὲ ἑαυτοὺς καταλαβόντες, ὀρθωθέντες ἀθρόον ἠρυθρίων τὸν Κνήμωνα, καὶ πλέον Χαρίκλεια, θεωρὸν τῶνδε γεγενημένον, καὶ νέμειν συγγνώμην ἱκέτευον. δὲ ἐπιμειδιάσας, καὶ πρὸς τὸ φαιδρότερον αὐτοὺς ἀνιείς, ταῦτα μέν, ἔφη, καὶ ἐπαίνων ἄξια κατ’ἐμὲ κριτὴν καὶ ἄλλον ὅστις ἔρωτι προσπαλαίσας ἡττήθητε τὴν μάχην ἡδέως καὶ τὰ ἐκείνου σωφρόνως πέπτωκεν ἀπαραίτητα πτώματα. ἀλλ’ἐκεῖνα Θεάγενες οὔτε ἐπαινεῖν εἶχον, ὑπερῃσχυνόμηντε ὁρῶν ὡς ἀληθῶς, ὅτε τὴν ξένην καὶ προσήκουσαν οὐδαμόθεν γυναῖκα περιπεσὼν ἐθρήνεις ἀγεννῶς, καὶ ταῦτα περιεῖναι καὶ ζῆν σοι τὴν φιλτάτην ἐμοῦ διατεινομένου. καὶ Θεαγένης παῦε φησίν, Κνήμων, διαβάλλων με πρὸς Χαρίκλειαν, ἣν ἐθρήνουν ἐν ἀλλοτρίῳ σώματι, ταύτην εἶναι τὴν κειμένην ἡγούμενος. ἐπεὶ δὲ ἀπάτην ἐκεῖνα θεῶν τις εὖ γε ποιῶν ἔδειξεν, ὥρα σοι σαυτὸν ὑπομνῆσαι τῆς ἄγαν ἀνδρείας, ὑφ’ἧς ἐθρήνεις μὲν ἐμοῦ τὰ ἐμὰ πρότερος, τὴν δὲ ἀπροσδόκητον τῆς κειμένης ἐπίγνωσιν ὥσπερ ἐπὶ σκηνῆς δαίμονας ἀπεδίδρασκες, ἔνοπλος καὶ ξιφήρης τὴν γυναῖκα, νεκρὰν καὶ ταύτην, ὑποφεύγων γενναῖος καὶ Ἀττικὸς πεζομάχος.

2.8

ἐγέλασαν πρὸς ταῦτα βραχύ τι καὶ βεβιασμένον, οὐ δὲ τοῦτο ἀδάκρυτον, ἀλλ’ὡς ἄν ἐν τοσαύτῃ τῇ συμφορᾷ, πλέον τῷ θρήνῳ κεκερασμένον. μικρὸν οὖν Χαρίκλεια διαλιποῦσα, καὶ τὴν παρειὰν ὑπὸ τὸ οὖς ἐπικνῶσα, μακαρίζω μὲν ἔφη τὴν θρηνηθεῖσαν ὑπὸ Θεαγένους, καὶ φιληθεῖσαν, ὡς φησὶ Κνήμων, τίς ποτε καὶ ἐστίν, ἀλλ’εἰ μή τι με δακνομένην ἔρωτι ὑπονοεῖν μέλλετε, τίς ἄρα ἦν εὐδαίμων ἐκείνη καὶ δακρύων ἀξιωθεῖσα Θεαγενείων, καὶ τίνα τρόπον τὴν ἄγνωστον ὡς ἐμὲ φιλεῖν ἐξηπατήθης, ἐβουλόμην, εἴ πῃ γινώσκεις, μανθάνειν. καὶ ὃς θαυμάσεις μὲν ἔφη · Θίσβην δ’οὖν εἶναι Κνήμων ὅδε φησί, τὴν Ἀθηναίαν ἐκείνην, τὴν ψάλτριαν, τὴν τῶν εἰς αὐτὸν ἐπιβουλῶν καὶ Δημαινέτην ποιήτριαν. τῆς δὲ Χαρικλείας ἐκπεπληγμένης, καὶ πῶς ἦν εἱκὸς Κνήμων, εἰπούσης, τὴν ἐκ μέσης τῆς Ἑλλάδος ἐπ’ἐσχάτοις γῆς Αἰγύπτου καθάπερ ἐκ μηχανῆς ἀναπεμφθῆναι; πῶς δὲ καὶ ἐλάνθανεν ἡμᾶς δεῦρο κατιόντας; ταῦτα μὲν οὐκ ἔχω λέγειν, ἀπεκρίνατο πρὸς αὐτὴν Κνήμων · δ’οὖν ἔχω γινώσκειν ἀμφ’αὐτῇ, τοιάδε ἐστίν. ἐπειδὴ γὰρ Δημαινέτη μετὰ τὴν ἀπάτην εἰς. τὸν βόθρον ἑαυτὴν ἀπεκρήμνισεν, δὲ πατὴρ ἐξήγγειλε τῷ δήμῳ τὸ γεγενημένον, παρὰ μὲν τὴν πρώτην ἐτύγχανε συγγνώμης. καὶ αὐτὸς μὲν ὅπως ἂν κάθοδον ἐμοίτε λάβοι παρὰ τοῦ δήμου καὶ κατὰ ζήτησιν ἐκπλεύσειε τὴν ἐμὴν διετίθετο · δὲ Θίσβη τὴν ἀσχολίαν τὴν ἀσχολίαν τὴν ἐκείνου σχολὴν ἑαυτῆς ἐποιεῖτο, καὶ τοῖς συμποσίοις ἀδεῶς ἑαυτήντε καὶ τὴν τέχνην ἐξεμίσθου. καί ποτε καὶ παρευδοκιμήσασα τὴν Ἀρσινόην ἀναβεβλημένον αὐλοῦσαν, ἐπίτροχον αὐτὴ ψάλλουσα καὶ γλαφυρὸν τῇ κιθάρᾳ προσᾴδουσα, ἔλαθεν ἑταιρικὴν ζηλοτυπίαν σὺν πολλῷ καθ’ἑαυτῆς κινήσασα τῷ φθόνῳ, καὶ πλέον ὅτε τις αὐτὴν Ναυκρατίτης ἔμπορος ὑπόχρυσος, ὄνομα Ναυσικλῆς, ἐνηγκαλίζετο, τὴν Ἀρσινόην, καὶ ταῦτα πρότερον γινωσκομένην γινωσκομένην αὐτῷ, παραγκωνισάμενος, ἐπειδὴ κυρτουμένην αὐτῇ τὴν παρειὰν ἐν τοῖς αὐλήμασιν εἶδε, καὶ πρὸς τὸ βίαιον τῶν φυσημάτων ἀπρεπέστερον ἐπὶ τὰς ῥῖνας ἀνισταμένην, τότε ὄμμα πιμπράμενον καὶ τῆς οἰκείας ἕδρας ἐξωθούμενον.

2.9

ὑφ’ὧν οἰδουμένη τῷ χόλῳ καὶ ζήλῳ πυρακτουμένη, τοῖς οἰκείοις τῆς Δημαινέτης προσιοῦσα τὴν κατ’αὐτῆς ἐπιβουλὴν ὑπὸ τῆς Θίσβης ἐξηγόρευσε, τὰ μὲν αὐτὴ καθ’αὑτὴν ὑποτοπήσασα, τὰ δὲ καὶ τῆς Θίσβης αὐτῇ παρὰ τὴν ἑταιρίαν ἐξειπούσης. συστάντες οὖν ἐπὶ τὸν πατέρα τὸν ἐμὸν οἱ κατὰ γένος τῇ Δημαινέτῃ προσήκοντες, καὶ τοὺς δεινοτάτους τῶν ῥητόρων πρὸς τὴν κατηγορίαν ἐπὶ πολλοῖς χρήμασιν ἀναβιβασάμενοι, ἄκριτον καὶ ἀνέλεγκτον ἀνηρῆσθαι τὴν Διμαινέτην ἐβόων, καὶ τὴν μοιχείαν προκάλυμμα τοῦ φόνου συγκεῖσθαι διεξῄεσαν, καὶ ἐπιδεικνύναι τὸν μοιχὸν ζῶντα τεθνηκότα ἠξίουν, καὶ τοὔνομα φράζειν μόνον ἐκέλευον · καὶ τέλος τὴν Θίσβην εἰς βασάνους ἐξῄτουν. ὡς δὲ ὑποσχόμενος πατὴρ οὐκ εἶχε παραδιδόναι προϊδομένης ταῦτα ἐκείνης, ἔτι τῆς δίκης συνισταμένης, καὶ (οὕτω συγκείμενον αὐτῇ πρὸς τὸν ἔμπορον) δρασμῷ χρησαμένης, δῆμος ἀγανακτήσας φονέα μὲν οὐκ ἔκρινεν, ἅπαντα ὡς ἔσχεν ὑποθέμενον, ὡς δὲ συναίτιον τῆςτε εἰς Δημαινέτην ἐπιβουλῆς καὶ τῆς ἐμῆς ἀδίκου φυγῆς τοῦτε ἄστεος ἐδίωξε καὶ δημεύσει τῶν ὄντων ἐζημίωσε, τοιαύτης τῶν δευτέρων γάμων τῆς πείρας ἀπονάμενον. οὕτω μὲν κακίστη Θίσβη καὶ δίκας ὑπ’ὄψεσι νυνὶ ταῖς ἐμαῖς ὑποσχοῦσα τῶν Ἀθηνῶν ἐξέπλευσε. καὶ ταῦτα μόνον ἔχω γινώσκειν, Ἀντικλέους τινὸς κατὰ τὴν Αἴγιναν ἐξαγγείλαντος, καὶ δεῦρο εἰς τὴν Αἴγυπτον συνέπλευσα, εἴ πῃ κατὰ τὴν Ναύκρατιν ἀνεύροιμι τὴν Θίσβην, καὶ εἰς τὰς Ἀθήνας ἐπαναγαγὼν λύσαιμι μὲν τὰς κατὰ τοῦ πατρὸς ὑπονοίαςτε καὶ αἰτίας, ἀπαιτήσαιμι δὲ τῶν εἰς πάντας ἡμᾶς ἐπιβουλῶν τὰς δίκας, ἔνθα δὴ νυνὶ καὶ σὺν ὑμῖν ἐξετάζομαι. τὴν δὲ αἰτίαν, καὶ ὅπως, καὶ ὅσα τοὺς μεταξὺ χρόνους ὑποστάς, εἰσαῦθις ἀκούσεσθε. τὸ δὲ ὅπως Θίσβη κατὰ τὸ ἄντρον καὶ πρὸς τίνων ἀνῄρηται, θεοῦ τινὸς

2.10

ἂν ἴσως δεήσειε φράζοντος. ἀλλ’εἰ δοκεῖ, τὴν δέλτον, ἣν πρὸς τοῖς στέρνοις αὐτῆς εὑρήκαμεν, ἐπισκοπῶμεν · εἰκός τι πλέον ἐντεῦθεν ἡμᾶς ἐκμαθεῖν. ἐδόκει ταῦτα, καὶ διανοίξας ἐπήρχετο · καὶ ἦν τὰ γεγραμμένα τοιάδε. Κνήμωνι τῷ δεσπότῃ πολεμία καὶ ἐπαμύνασα Θίσβη. πρῶτα μὲν εὐαγγελίζομαί σε τὴν Δημαινέτης τελευτήν, δι’ἐμοῦ μὲν ὑπὲρ σοῦ γενομένην, τὸ δὲ ὅπως, εἴ με προσδέξαιο, παροῦσα διηγήσομαι. ἔπειτα φράζω κατὰ τήνδε με νυνὶ εἶναι τὴν νῆσον δεκάτην ἤδη ταύτην ἡμέραν, πρός τινος τῶν τῇδε λῃστῶν ἁλοῦσαν, ὃς καὶ ὑπασπιστὴς εἶναι τοῦ λῃστάρχου θρύπτεται, κἀμὲ κατακλείσας ἔχει, μη δὲ ὅσον προκύψαι τῶν θυρῶν ἐπιτρέπων, ὡς μὲν αὐτός φησι, διὰ φιλίαν τὴν περὶ ἐμὲ ταύτην ἐπιθεὶς τὴν τιμωρίαν, ὡς δὲ ἔχω συμβάλλειν, ἀφαιρεθῆναί με πρός τινος δεδιώς. ἀλλ’ἐγώ σε θεῶν τινὸς ἐνδόντος καὶ εἶδον δέσποτα παριόντα καὶ ἐγνώρισα, καὶ τήνδε σοι τὴν δέλτον διὰ τῆς συνοίκου πρεσβύτιδος λάθρᾳ διεπεμψάμην, τῷ καλῷ καὶ Ἕλληνι καὶ φίλῳ τοῦ ἄρχοντος ἐγχειρίζειν φράσασα. ἐξελοῦ δή με χειρῶν λῃστρικῶν, καὶ ὑπόδεξαι τὴν σαυτοῦ θεραπαινίδα. καὶ εἰ μὲν βούλει, σῶζε, μαθὼν ὡς μὲν ἀδικεῖν ἔδοξα, βιασθεῖσα, δὲ τετιμώρημαι τὴν σοὶ πολεμίαν, ἑκοῦσα διεπραξάμην · εἰ δὲ ἔχει σέ τις ἀμετάκλητος ὀργή, κέχρησο ταύτῃ κατ’ἐμοῦ πρὸς βούλει. μόνον ὑπὸ σὲ γενοίμην, εἰ καὶ τεθνάναι δέοι · βέλτιον γὰρ ὑπὸ χειρῶν ἀνῃρῆσθαι τῶν σῶν καὶ κηδείας μεταλαβεῖν Ἑλληνικῆς, θανάτου βαρυτέραν ζωὴν καὶ φίλτρον βαρβαρικὸν ἔχθρας ἀνιαρότερον τῆς Ἀττικῆς ἀνέχεσθαι.

2.11

τοιαῦτα μὲν Θίσβη καὶ δέλτος ἔφραζεν · δὲ Κνήμων Θίσβη ἔφη, σὺ μὲν καλῶς ποιοῦσα τέθνηκας, καὶ γέγονας ἡμῖν αὐτάγγελος τῶν ἑαυτῆς συμφορῶν, ἐξ αὐτῶν ἐγχειρίσασα τῶν σῶν σφαγῶν τὴν διήγησιν. οὕτως ἄρα τιμωρὸς ἐρινὺς γῆν ἐπὶ πᾶσαν, ὡς ἔοικεν, ἐλαύνουσά σε, οὐ πρότερον ἔστησε τὴν ἔνδικον μάστιγα πρὶν καὶ ἐν Αἰγύπτῳ με τυγχάνοντα τὸν ἠδικημένον θεατὴν ἐπιστῆσαι τῆς κατὰ σοῦ ποινῆς. ἀλλὰ τί ἦν ἄρα καὶ πάλιν σε κατ’ἐμοῦ τεχναζομένην καὶ σοφιστεύουσαν διὰ τοῦ γράμματος δίκη προαφείλετο τῶν ἐγχειρημάτων; ὡς κἀγώ σε καὶ κειμένην ἔχω δι’ὑποψίας, καὶ σφόδρα δέδοικα μὴ καὶ πλάσμα ἐστὶν Δημαινέτης τελευτή, κἀμὲ μὲν ἠπάτησαν οἱ ἐξαγγείλαντες, σὺ δὲ καὶ διαπόντιος ἥκεις ἑτέραν καθ’ἡμῶν σκηνὴν Ἀττικὴν καὶ ἐν Αἰγύπτῳ τραγῳδήσουσα. οὐ παύσῃ, ἔφη Θεαγένης, ἄγαν ἀνδριζόμενος, εἴδωλάτε καὶ σκιὰς εὐλαβούμενος; οὐ γὰρ δὴ κἀμέ γε καὶ τὴν ἐμὴν ὄψιν εἴποις ἂν ὡς ἐγοήτευσεν, οὐδὲν κοινωνοῦντα τοῦ δράματος. ἀλλ’ μὲν κεῖται σῶμα νεκρὸν ὡς ἀληθῶς, καὶ τούτου γε ἕνεκα θάρσει παντοίως Κνήμων · τίς δὲ ἄρα ποτέ ἐστιν σὸς εὐεργέτης ταύτην ἀνῃρηκώς, πῶς δεῦρο καθειμένην πότε, σφόδρα διαπορῶν ἐκπέπληγμαι. τὰ μὲν ἄλλα οὐκ ἔχω λέγειν, ἔφη Κνήμων, δὲ ἀνῃρηκὼς ἐπίπαν ἐστὶ Θύαμις, εἰ δεῖ τῷ ξίφει τεκμαίρεσθαι, παρὰ τὴν σφαγὴν εὑρήκαμεν · ἐκείνου γὰρ εἶναι γνωρίζω, καὶ τὸ ἐπίσημον τουτὶ τῆς λαβῆς ἐλέφας εἰς ἀετὸν ἐκτετόρνευται. ἆρ’οὖν εἴποις ἄν, φησὶν Θεαγένης, καὶ ὅπως καὶ πότε καὶ δι’ἣν αἰτίαν ἔδρα τὸν φόνον; καὶ πῶς ταῦτα ἄν εἰδείην; ἀπεκρίνατο · οὐ γὰρ δὴ μαντικόν με τόδε τὸ σπήλαιον ἀνέδειξε, καθάπερ τὸ ἄδυτον τὸ Πυθοῖ, καὶ ἐν Τροφωνίου λόγος θεοφρονεῖν τοὺς ὑπελθόντας. ἀνῴμωξαν ἀθρόον Θεαγένης καὶ Χαρίκλεια, καὶ Πυθοῖ καὶ Δελφοί θρηνοῦντες ἐβόων. δὲ Κνήμων ἐκπέπληκτο, καὶ τι πεπόνθοιεν πρὸς τὸ ὄνομα τῆς Πυθοῦς οὐκ εἶχε συμβάλλειν.

2.12

καὶ οἳ μὲν ἐν τούτοις ἦσαν, δὲ Θέρμουθις τοῦ Θυάμιδος ὑπασπιστής, ἐπειδὴ κατὰ τὴν μάχην τρωθεὶς ἀπενήξατο πρὸς τὴν γῆν, νυκτὸς ἐπιγενομένης πορθμείῳ φερομένῳ κατὰ τὸ ἕλος ἐκ τῶν ναυαγίων ἐπιτυχών, ἑαυτόντε ἐνθέμενος, ἐπὶ τὴν νῆσον καὶ παρὰ τὴν Θίσβην ἔσπευδε. ταύτην ὀλίγων πρόσθεν ἡμερῶν ἀγομένην ὑπὸ τοῦ ἐμπόρου τοῦ Ναυσικλέους κατά τινα στενὴν τῆς ὑπωρείας ὁδὸν λοχήσας Θέρμουθις ἀφῄρητο · παρὰ δὲ τὸν τοῦ πολέμου θόρυβον καὶ τὴν τῶν ἐναντίων ἔφοδον, ὅτε αὐτὸν οἴσοντα τὸ ἱερεῖον ἀπέστελλεν Θύαμις, ἔξω βελῶν ποιούμενος καὶ περισώζειν ἑαυτῷ βουλόμενος, ἔλαθεν εἰς τὸ σπήλαιον καθεὶς καὶ πρὸς τὸν τάραχον καὶ τὴν σπουδὴν αὐτοῦ που περὶ τὸ στόμιον καταλιπών. ἔνθα, ὡς ἐνεβλήθη κατὰ τὴν πρώτην, ἐγκαταμείνασαν δέειτε τῶν παρόντων φόβων καὶ ἀγνοίᾳ τῶν πρὸς τὰ βάθη φερουσῶν ἀτραπῶν, ἐντυχὼν Θύαμις ὡς Χαρίκλειαν ἀνῄρει τὴν Θίσβην. παρὰ δὴ ταύτην, ὡς διαδράσας τὸν ἐκ τοῦ πολέμου κίνδυνον, Θέρμουθις ἐπειγόμενος, ἐπειδὴ τῇ νήσῳ προσέσχεν, ὡς εἶχε τάχους, ἐπὶ τὰς σκηνὰς ἀνέτρεχε. καὶ αἳ μὲν ἦσαν οὐδὲν ἔτι πλὴν ὅτι τέφρα, τὸ δὲ στόμιον ἀπὸ τοῦ λίθου χαλεπῶς ἀνευρών, καλάμουςτε, εἴ πῄ τινες ἔτι σμυχόμενοι περιελείφθησαν, ἁψάμενος, κατέθεεν ὡς εἶχε σπουδῆς, ὀνομαστίτε Θίσβην ἐκάλει, μέχρι τοῦ ὀνόματος ἑλληνίζων. ὡς δὲ εἶδε κειμένην, ἐπὶ πολὺ μὲν ἀχανὴς εἱστήκει · τέλος δὲ θροῦν τινὰ καὶ βόμβον αἰσθόμενος ἐκ τῶν κοίλων τοῦ σπηλαίου φερόμενον (διελέγοντο γὰρ ἔτι πρὸς ἑαυτοὺς Θεαγένηςτε καὶ Κνήμων) τούτους ἐκείνους εἶναι τοὺς σφαγέας τῆς Θίσβης εἴκαζε, καὶ ἀμηχάνως εἶχεν τι καὶ δράσειεν, ὑπὸ μὲν θυμοῦ λῃστρικοῦ καὶ βαρβαρικῆς ὀργῆς, πλέον τότε δι’ἐρωτικὴν ἀποτυχίαν ἐπιτεινομένης, ὁμόσε χωρεῖν αὐτόθι τοῖς νομιζομένοις αἰτίοις ἐπειγόμενος, ἀπορίᾳ δὲ ὅπλων καὶ ξίφους ἄκων πρὸς ἐγκράτειαν καταστελλόμενος.

2.13

ἐδόκει δὲ αὐτῷ βέλτιστον εἶναι μὴ ὡς πολέμιον ἐντυγχάνειν τὴν πρώτην, εἰ δὲ εὐπορήσειεν ἀμυντηρίου, μετιέναι τοὺς πολεμίους. καὶ οὕτω κρίνας ἐφίσταται τοῖς ἀμφὶ τὸν Θεαγένην, ἄγριόντε καὶ τραχὺ περισκοπῶν, καὶ τὸ κρυπτόμενον βούλημα τῆς ψυχῆς τῷ βλέμματι καταμηνύων. οἳ δὲ ὡς εἶδον ἄνδρα γυμνὸν ἀπροσδόκητον τραυματίαν, φονῶντα τὴν ὄψιν, μὲν Χαρίκλεια καὶ πρὸς τὰ κοιλότερα τοῦ σπηλαίου κατεδύετο, τάχα μὲν καὶ εὐλαβηθεῖσα, πλέον δὲ ἄρα καταισχυνθεῖσα τὴν γυμνὴν καὶ οὐκ εὐσχήμονα τοῦ φανέντος ὄψιν, δὲ Κνήμων ἠρέμα καὶ ὑπεδίδρασκε, γνωρίζων μὲν τὸν Θέρμουθιν, ὁρῶν δὲ παρ’ἐλπίδα, καί τι τῶν ἀτοπωτέρων αὐτὸν ἐγχειρήσειν προσδοκῶν. ἀλλὰ τὸν Θεαγένην οὐ κατέπληττεν θέα μᾶλλον παρώξυνε · καὶ τότε ξίφος ἐπανετείνετο ὡς πατάξων εἴ τι παράλογον ἐγχειροίη, καὶ στῆθι ἔλεγεν οὗτος, βεβλήσῃ. βέβλησαι δὲ οὐδέπω, διότι σε καὶ κατὰ μικρὸν ἐγνώρισα, καὶ τέως ἀμφίβολος ἥκεις τὴν γνώμην. ἐδεῖτο ὑποπεσὼν Θέρμουθις, ἱκέτης ἐκ τοῦ καιροῦ μᾶλλον τοῦ τρόπου γινόμενος, καὶ τὸν Κνήμωνα πρὸς ἐπικουρίαν ἐπεκαλεῖτο, καὶ σώζεσθαι δίκαιος εἶναι πρὸς αὐτὸν ἔλεγεν, ἀδικεῖντε οὐδὲν καὶ τῶν φιλίων εἰς τὴν παρελθοῦσαν ἡμέραν γεγενῆσθαι καὶ παρὰ φίλους ἥκειν διατεινόμενος.

2.14

ἐπεκλᾶτο πρὸς ταῦτα Κνήμων, καὶ προσελθὼν ἀνέστησέτε τῶν γονάτων ἐχόμενον τοῦ Θεαγένους, καὶ ποῦ Θύαμις ἐπυνθάνετο συνεχῶς. δὲ πάντα ἔλεγεν, ὡς συνέρραξε τοῖς πολεμίοις, ὡς ἐμβαλὼν εἰς μέσους ἐμάχετο οὔτε ἐκείνων οὔτε ἑαυτοῦ φειδόμενος, ὡς ἀνῄρει μὲν ἀεὶ τὸν ὑπὸ χεῖρας γινόμενον, ἐδορυφορεῖτο δὲ αὐτὸς ἀπὸ κηρύγματος πάντα τινὰ Θυάμιδος φείδεσθαι παρεγγυῶντος · καὶ τέλος ὡς ἐκεῖνος μὲν τι καὶ γέγονεν οὐκ ἔχοι λέγειν, αὐτὸς δὲ τραυματίας ἀπενήξατο πρὸς τὴν γῆν, καὶ τὸ παρὸν κατὰ ζήτησιν ἥκοι τῆς Θίσβης ἐπὶ τὸ σπήλαιον. οἳ δέ, τί διαφέρουσαν αὐτῷ πόθεν γενομένην ἐπιζητοίη Θίσβην, ἠρώτων. ἔλεγε καὶ ταῦτα Θέρμουθις, καὶ διηγεῖτο ὡς ἐμπόρων ἀφέλοιτο, ὡς ἠράσθη μανικῶς, καὶ τὸν μὲν ἄλλον ἔκρυπτεν ἔχων χρόνον, παρὰ δὲ τὴν ἔφοδον τῶν πολεμίων καθῆκεν εἰς τὸ σπήλαιον, καὶ νῦν εὑρίσκει πρὸς τινῶν ἀνῃρημένην, οὓς οὐκ ἔχει μὲν γινώσκειν, μάθοι δ’ἂν ἡδέως ὑπὲρ τοῦ γνῶναι καὶ τὴν αἰτίαν. καὶ Κνήμων ἄγαν ἐσπουδασμένως, Θύαμίς ἐστιν σφαγεύς, ἔλεγεν, ἀπολύσασθαι τῆς ὑποψίας ἑαυτὸν ἐπειγόμενος, καὶ μαρτύριον ἐπεδείκνυ τὸ ξίφος, παρὰ τὴν σφαγὴν εὑρήκεσαν. ὡς δὲ εἶδεν Θέρμουθις ἔτι τοῦ αἵματος ἀποστάζον καὶ τὸν πρὸ ὀλίγου φόνον θερμὸν ἔτι τὸν σίδηρον ἀποπτύοντα, ἐγνώρισέτε εἶναι Θυάμιδος, βαθύ τι καὶ βύθιον στενάξας, καὶ τὸ γεγονὸς ὅπως εἶχεν ἀμηχανῶν, ἀχλύι καὶ σιγῇ κάτοχος ἐπὶ τὸ στόμιον ἀνεδύετο τοῦ σπηλαίου, καὶ παρὰ τὸ σῶμα τῆς κειμένης ἥκων, ἐπιθείςτε τοῖς στέρνοις τὴν κεφαλήν, Θίσβη ἔλεγε, καὶ τοῦτο πολλάκις, καὶ πλέον οὐδέν, ἕως τὸ ὄνομα κατὰ μέρος ἀποτέμνων καὶ κατὰ μικρὸν ἐκλείπων ἔλαθεν εἰς ὕπνον ἐμπεσών.

2.15

τῷ δὲ Θεαγένει καὶ τῇ Χαρικλείᾳ συνάμα τῷ Κνήμωνι πάντων ἔννοια τῶν καθ’ἑαυτοὺς ἀθρόον ἐπεισῄει, καὶ σκοπεῖν μέν τι βουλομένοις ἐῴκεσαν, τῶν δὲ παρελθόντων ἀλγεινῶν τὸ πλῆθος καὶ τῶν παρουσῶν συμφορῶν τὸ ἄπορον καὶ τῶν προσδοκωμένων τὸ ἄδηλον ἐζόφου τῆς ψυχῆς τὸ λογιζόμενον. εἰς ἀλλήλους δὲ ἐπὶ πλεῖστον ἑώρων, καὶ ἕκαστος τὸν ἕτερον εἰπεῖν τι προσδοκῶν, εἶτα ἀποτυγχάνων εἰς γῆν τὸ βλέμμα ἐπέστρεφε, καὶ ἀνανεύσας αὖθις ἀνέπνευσε, στεναγμῷ τὸ πάθος ἐπικουφίσας. καὶ τέλος κλίνει μὲν ἑαυτὸν εἰς τὴν γῆν Κνήμων, ὀκλάζει δὲ ἐπὶ πέτραν Θεαγένης, ῥιπτεῖ δὲ ἐπὶ τοῦτον ἑαυτὴν Χαρίκλεια. καὶ τὸν ὕπνον ἐπὶ πολὺ μὲν ἐπιφερόμενον διωθοῦντο, βουλήν τινα στήσασθαι τῶν παρόντων ἐπιθυμοῦντες, λιποθυμίᾳ δὲ καὶ πόνοις ἐνδόντες φύσεως νόμῳ καὶ ἄκοντες ἐπείθοντο, καὶ πρὸς ἡδὺ κῶμα διὰ τὸ ὑπερβάλλον τῆς λύπης ὠλίσθησαν. οὕτως ἄρα ποτὲ σώματος πάθει καὶ τὸ νοερὸν τῆς ψυχῆς συνομολογεῖν ἠνέσχετο.

2.16

ἐπεὶ δὲ μικρὸν ἐσπάσαντο ὕπνου, καὶ τοσοῦτον ὅσον τὰ ἄκρα τῶν βλεφάρων ἐπιλεᾶναι, τῇ Χαρικλείᾳ τῇδε ξυγκειμένῃ ὄναρ ἐφοίτησεν. ἀνὴρ τὴν κόμην αὐχμηρὸς καὶ τὸ βλέμμα ὑποκαθειμένος καὶ τὴν χεῖρα ἔναιμος, ἐμβαλὼν τὸ ξίφος, τὸν ὀφθαλμὸν αὐτῇ τὸν δεξιὸν ἐξῄρητο · δὲ ἀνέκραγέτε αὐτίκα, καί οἱ τὸν ὀφθαλμὸν ἀνηρπάσθαι λέγουσα τὸν Θεαγένην ἐκάλει. καὶ μὲν παρῆν αὐτίκα πρὸς τὴν κλῆσιν, καὶ τὸ πάθος ὑπερήλγει καθάπερ καὶ τῶν ἐνυπνίων συναισθανόμενος · δὲ τῷτε προσώπῳ τὴν χεῖρα ἐπέβαλε, καὶ τὸ μέρος κατὰ τὸ ὄναρ ἀπώλεσεν ἐπαφωμένη πάντοθεν ἐπεζήτει. ὡς δὲ ὄναρ ἦν, ὄναρ ἦν ἔλεγεν · ἔχω τὸν ὀφθαλμόν · θάρσει Θεάγενες. ἀνέπνευσε πρὸς τὴν ἀκοὴν Θεαγένης, καὶ εὖ μὲν ποιοῦσα, ἔφη, τὰς ἡλιακὰς ἀκτῖνας ἀποσώζεις · τί δὲ ἦν μοι πέπονθας, τίς περὶ σὲ πτοία γέγονεν; ἀνὴρ ὑβριστής, ἔφη, καὶ ἀτάσθαλος, καὶ οὐ δὲ τὴν σὴν ἄμαχον καταδείσας ῥώμην, κειμένῃ μοι πρὸς τοῖς σοῖς γόνασιν ἐπεκώμασε ξιφήρης, καὶ τὸν ὀφθαλμὸν ᾤμην ὡς ἐξεῖλε τὸν δεξιόν · καὶ εἴθε γε ὕπαρ ἦν, καὶ μὴ ὄναρ Θεάγενες τὸ φανέν. τοῦ δὲ εὐφήμησον εἰπόντος, καὶ διότι τοῦτο λέγοι πυνθανομένου, διότι βέλτιον ἦν, ἔφη, θατέρου με τῶν ὀφθαλμῶν ἐλαττωθῆναι ἤπερ ἐπὶ σοὶ φροντίζειν. ὡς σφόδρα δέδοικα μὴ εἰς σὲ τείνῃ τὸ ἐνύπνιον, ὃν ὀφθαλμὸν ἐγὼ καὶ ψυχὴν καὶ πάντα ἐμαυτῆς πεποίημαι. παῦσαι, ἔλεγεν Κνήμων · ἐπηκροᾶτο γὰρ ἁπάντων πρὸς τὴν ἐξ ἀρχῆς βοὴν τῆς Χαρικλείας ἀφυπνισμένος · ἐμοὶ γὰρ ἄλλῃ πῃ φράζεσθαι τὸ ὄναρ καταφαίνεται. καὶ εἴγε σοι πατέρες εἰσίν, ἀπόκριναι. τῆς δὲ ὁμολογούσης καὶ εἴ ποτε ἦσαν εἰπούσης, οὐκοῦν τὸν πατέρα σοι τεθνηκέναι νόμιζε ἔλεγε. τοῦτο δὲ ὧδε συμβάλλω. τοῦ προελθεῖν εἰς τὸν τῇδε βίον καὶ τοῦδε τοῦ φωτὸς μεταλαβεῖν τοὺς φύντας ἴσμεν αἰτίους, ὥστε εἰκότως ἐπὶ πατέρα καὶ μητέρα τὴν ὀμμάτων συζυγίαν, ὡς ἂν φωτεινὴν αἴσθησιν καὶ ὁρατῶν ὑπουργόν, οἱ ὄνειροι σοφίζονται. βαρὺ μέν, ἔφη, καὶ τοῦτο, Χαρίκλεια · πλὴν ἀλλ’ἔστω γε ἀληθὲς μᾶλλον τὸ ἕτερον, καὶ νικήσειεν παρὰ σοὶ τρίπους, ἐγὼ δὲ ψευδόμαντις ἀποφανθείην. ταῦτα μὲν οὕτως ἔσται, καὶ χρὴ πιστεύειν, ἔλεγεν Κνήμων · ἡμεῖς δὲ ὀνειρώττειν ὡς ἀληθῶς ἐοίκαμεν, ἐνύπνια μὲν καὶ φαντασίας ἐξετάζοντες, τῶν δὲ καθ’ἑαυτοὺς περίσκεψιν οὐ δ’ἡντιναοῦν προτιθέντες, καὶ ταῦτα ἕως ἔξεστι, τοῦ Αἰγυπτίου τούτου (ἔλεγε δὲ τὸν Θέρμουθιν) ἀπολειπομένου καὶ νεκροὺς ἔρωτας ἀναπλάττοντος καὶ θρηνοῦντος.

2.17

ὑπολαβὼν οὖν Θεαγένης, ἀλλ’ Κνήμων, ἔφη, ἐπειδή σε θεῶν τις ἡμῖν συνῆψε καὶ συνέμπορον τῶν δυστυχημάτων πεποίηκεν, ἄρχε βουλῆς · τόπωντε γὰρ τῶν τῇδε καὶ φωνῶν ἔμπειρος, καὶ ἄλλως ἡμεῖς νωθέστεροι συνιέναι τὸ δέον, πλείονι κλύδωνι κακῶν βεβυθισμένοι. μικρὸν οὖν ἐπιστήσας Κνήμων τοιάδε ἔφη. κακῶν μὲν Θεάγενες ἄδηλον ὅστις πλεονεκτεῖ · ἀφθόνως γὰρ κἀμοὶ τῶν συμφορῶν δαίμων ἐπήντλησεν · ἐπειδὴ δὲ τὰ παριστάμενα ὡς προγενεστέρῳ κελεύετε λέγειν, μὲν νῆσος ἥδε, ὡς ὁρᾶτε, ἔρημος, καὶ πλέον ἡμῶν οὐδέν. καὶ χρυσοῦ μὲν καὶ ἀργύρου καὶ ἐσθῆτος ἀφθονία (πολλὰ γὰρ τάδε κατὰ τὸ σπήλαιον ὑμῶντε ἀφελόμενοι ἄλλωντε ἀποσυλήσαντες Θύαμις καὶ οἱ σὺν αὐτῷ κατέθεντο), σίτου δὲ καὶ ἐπιτηδείων ἄλλων οὐ δὲ ὄνομα περιλέλειπται. δέος δὲ διαφθαρῆναι μὲν καταμείναντας λιμῷ, διαφθαρῆναι δὲ ἐφόδῳ τινῶν, ἤτοι τῶν ἐναντίων πάλιν ἐλθόντων καὶ νὴ Δία τῶν σὺν ἡμῖν γεγονότων, εἰ καθ’ἕν ποτε συλλεγέντες καὶ τὸν ἐνθάδε θησαυρὸν οὐκ ἀγνοοῦντες ἐπέλθοιεν διὰ τὰ χρήματα. τότε οὐκ ἂν φθάνοιμεν παραπολλύμενοι, ταῖς ὕβρεσι ταῖς ἐκείνων, τὸ φιλανθρωπότερον, ἐκκείμενοι · ἄλλωςτε γὰρ ἄπιστον τὸ βουκόλων γένος, καὶ νῦν πλέον, ὅτε τοῦ καταστέλλοντος τὴν γνώμην πρὸς τὸ σωφρονέστερον ἄρχοντος ἀμοιροῦσιν. ἀπολειπτέον οὖν ἡμῖν καὶ φευκτέον ὡς ἄρκυς τινὰς καὶ δεσμωτήριον τὴν νῆσον, ἀποπέμψαντας πρότερον τὸν Θέρμουθιν, πρόφασιν ὡς πευσόμενον καὶ πολυπραγμονήσοντα, εἴ τι περὶ τοῦ Θυάμιδος ἔχοι μανθάνειν. ῥᾷόντε γὰρ ἐφ’ἑαυτῶν ἂν σκοποῖμεν καὶ ἐγχειροῖμεν τὰ πρακτέα · καὶ ἄλλως ἄνδρα ἐκποδὼν ποιήσασθαι καλὸν φύσειτε ἀβέβαιον καὶ λῃστρικὸν καὶ δύσεριν τὸ ἦθος, πρὸς δὲ καὶ ὑποψίας τι φέροντα εἰς ἡμᾶς τῆς Θίσβης ἕνεκα, καὶ οὐκ ἂν παυσόμενον εἰ μὴ ἐπιβουλεύσειεν, εἰ καιροῦ λάβοιτο.

2.18

ἐπῃνέθη ταῦτα, καὶ ἐδόκει γίνεσθαι · καὶ ὁρμήσαντες ἐπὶ τὸ στόμιον τοῦ σπηλαίου (καὶ γάρ τι καὶ ἡμέρας ἤδη ξυνίεσαν) διανέστησάντε τὸν Θέρμουθιν ὁλοσχερῶς τῷ ὕπνῳ κατεσχημένον, καὶ ὅσα εἰκὸς ἦν τῶν βουλευθέντων φράσαντες, καὶ ῥᾳδίως ὑπόκουφον ἄνδρα πείσαντες, τότε σῶμα τῆς Θίσβης εἴς τι κοῖλον ἐνθέντες, καὶ τὴν τέφραν τὴν ἐκ τῶν σκηνῶν ὅσα γῆν ἐπιφορήσαντες, καὶ τὰ εἰωθότα διὰ τὴν ὁσίαν ἐξ ὧν καιρὸς ἐδίδου πληρώσαντες, καὶ δάκρυα καὶ θρήνους ἀντὶ πάντων τῶν νομιζομένων ἐναγίσαντες, ἐξέπεμπον ἐφ’ἣν ἔδοξε βουλὴν τὸν Θέρμουθιν. δὲ βραχὺ προελθὼν ἀνέστρεφέτε, καὶ οὐκ ἂν ἔφη μόνος πορεύεσθαι, οὐ δὲ ἀναρρίψειν τοσοῦτον κίνδυνον κατασκοπῆς, εἰ μὴ καὶ Κνήμων ἐθέλοι κοινωνεῖν τῆς πράξεως. ἀποδειλιῶντα δὴ πρὸς ταῦτα τὸν Κνήμωνα θεασάμενος Θεαγένης (καὶ γὰρ φράζων τὰ λεχθέντα πρὸς τοῦ Αἰγυπτίου δῆλος ἦν ὑπεραγωνιῶν), σὺ δέ, ἔφη, τὴν μὲν γνώμην ἐρρωμένος τις ἄρα ἦσθα, τὸ λῆμα δὲ ἀσθενέστερος · γνωρίζω σε ἄλλοιςτε καὶ οὐχ ἥκιστα τοῖς νῦν. ἀλλὰ θῆγε τὸ φρόνημα, καὶ πρὸς τὸ ἀνδρειότερον ὄρθου τὴν γνώμην. τὸ μὲν γὰρ παρὸν ἀναγκαῖον δοκεῖ οὕτω συντίθεσθαι τοῦ μή τινα τοῦ δρασμοῦ λαβεῖν αὐτὸν ὑπόνοιαν, καὶ συμπορεύεσθαι τὴν πρώτην (δέος δὲ δήπουθεν οὐδὲν ἀνόπλῳ τὴν χεῖρα ξυνιέναι ξιφήρη καὶ πεφραγμένον αὐτόν), καιροῦ δὲ λαβόμενον ἐγκαταλεῖψαι διαλαθόντα, καὶ ἥκειν παρ’ἡμᾶς οὗπερ ἂν συνθώμεθα. συνθώμεθα δέ, εἰ δοκεῖ, κώμην τινὰ πλησίον, εἴ πῃ γινώσκεις ἥμερον. εὖ λέγειν ἔδοξε τῷ Κνήμωνι, καὶ Χέμμιν τινὰ κώμην οὕτω καλουμένην ἔφραζεν, εὐδαίμονάτε καὶ πολυάνθρωπον καὶ ταῖς ὄχθαις τοῦ Νείλου πρὸς ἐπιτειχισμὸν τῶν βουκόλων ἐπὶ λόφου παρῳκισμένην · ἀπέχειν δὲ περαιωθεῖσι τὴν λίμνην στάδια οὐ πολλῷ λειπόμενα τῶν ἑκατόν. δεῖν δὲ εὐθὺ πρὸς μεσημβρίαν ὁρῶντας ἰέναι.

2.19

χαλεπῶς μέν, ἀπεκρίνατο Θεαγένης, Χαρικλείας γε ταύτης ἕνεκα, τοῦ βαδίζειν μακρότερον ἀήθως ἐχούσης, ἐλευσόμεθα δ’οὖν ὅμως, εἰς πτωχοὺς καὶ τοὺς διὰ τροφὴν ἀγύρτας ἑαυτοὺς μεταπλάσαντες. νὴ Δία, εἶπεν Κνήμων · καὶ γὰρ τῶν ὄψεων σφόδρα διεστραμμένως ἔχετε, δὲ Χαρίκλεια καὶ πλέον, ἅτε καὶ τὸν ὀφθαλμὸν ἀρτίως ἐκκεκομμένη. καὶ ἐμοὶ δοκεῖτε τοιοίδε ὄντες οὐκ ἀκόλους ἀλλ’ἄοράςτε καὶ λέβητας αἰτήσειν. πρὸς ταῦτα ἐμειδίασαν ὀλίγον καὶ βεβιασμένον καὶ μόνοις τοῖς χείλεσιν ἐπιτρέχον · ὅρκοις δὲ πιστωσάμενοι τὰ δόξαντα, καὶ μή ποτε ἀπολείψειν ἑκόντες, ἐπιμαρτυράμενοι τοὺς θεούς, ἔπραττον ὡς ἐβούλετο σκέψις. μὲν δὴ Κνήμων καὶ Θέρμουθις, ἅμα ἡλίῳ τὴν λίμνην περαιωθέντες, ἐχώρουν δι’ὕλης τινὸς βαθείας καὶ τὸ λάσιον δυσδιέξοδον παρεχομένης. ἡγεῖτο δὲ Θέρμουθις, τοῦτο τοῦ Κνήμωνος καὶ εἰπόντος καὶ βουληθέντος, πρόφασιν μὲν αὐτῷ τὴν ἐμπειρίαν τῆς δυσχωρίας ἀναθέντος καὶ ἡγεμονεύειν τὴν ὁδὸν ἐπιτρέψαντος, πλέον δὲ τὸ ἀσφαλὲς αὑτῷ περιποιοῦντος καὶ καιρὸν τοῦ διαδρᾶναι προετοιμάζοντος. ἐπεὶ δὲ προϊόντες ἐνέτυχον ποίμναις, οἱ δὲ νομεύοντες ἀπέδρασαν καὶ πρὸς τὸ πυκνότερον τῆς ὕλης κατέδυσαν, κριόν τινα τῶν ἡγουμένων καταθύσαντες, ἐπίτε τοῦ πυρὸς προητοίμαστο τοῖς νομεῦσιν ἀφαυήναντες, ἐνεφοροῦντο τῶν κρεῶν, οὐ δὲ τὴν ἀποχρῶσαν ὄπτησιν ἀναμείναντες, ἐπειγομένης ὑπὸ τοῦ λιμοῦ τῆς γαστρός. οἷον οὖν λύκοι τινὲς θῶες ἐλάφυσσον τὰ ἀεὶ τετμημένα καὶ πρὸς ὀλίγον τῷ πυρὶ μεμολυσμένα · τὰ δὲ ἡμίοπτα ταῖς παρειαῖς ἐν τῇ βρώσει τοῦ αἵματος ἀπέσταζεν. ὡς δὲ ἐνεφορήθησαν, γάλακτος ἐμπιόντες ὁδοῦ τῆς προκειμένης εἴχοντο. καὶ ἦν μὲν ὥρα περὶ βουλυτὸν ἤδη, ἐπεὶ δὲ λόφον τινὰ ἀνιόντων ὑπὸ τοῦτον εἶναι τὴν κώμην ἔφραζεν Θέρμουθις, οὗπερ τὸν Θύαμιν συνειλημμένον κατέχεσθαι καὶ ἀνῃρῆσθαι εἴκαζεν, διεφθορέναι οἱ τὴν γαστέρα πρὸς τῆς ἀδηφαγίας ᾐτιᾶτο καὶ ῥυίσκεσθαι χαλεπῶς ἐκ τοῦ γάλακτος ἔλεγεν Κνήμων, προφθάνειντε τὸν Θέρμουθιν παρεκελεύετο, αὐτὸς δὲ ἐπικαταλήψεσθαι. τοῦτο ποιῶν ἅπαξ μὲν καὶ αὖθις καὶ τρίτον ἐπαληθεύσας ὤφθη, καὶ καταλαμβάνειν χαλεπῶς ἔλεγεν ·

2.20

ὡς δὲ εἰς ἔθος τὸν Αἰγύπτιον ἐνεβίβασεν, ἔλαθε τὸ τελευταῖον ἐναπομείνας, καὶ πρὸς τὰ χαλεπώτερα τοῦ δάσους κατὰ τοῦ πρανοῦς ἑαυτόν, ὡς εἶχε τάχους, ἐπαφεὶς διεδίδρασκε. καὶ μὲν ἐπειδὴ πρὸς ταῖς ἀκρωρείαις ἐγένετο τοῦ ὄρους, ἀνέπαυεν ἑαυτὸν ἐπί τινος πέτρας, ἑσπέραντε καὶ νύκτα ἀναμένων, καθ’ἣν συνέκειτο αὐτοῖς ἥκουσιν εἰς τὴν κώμην τὰ περὶ τὸν Θύαμιν πολυπραγμονεῖν, καὶ ἅμα καὶ τὸν Κνήμωνα περισκοπῶν, εἴ πῄ ποτε ἐπέλθοι, βουλὴν εἰς αὐτὸν ποιούμενος ἀτοπωτέραν · οὐ γὰρ ἀνίη τὴν γνώμην τὸ εἰς αὐτὸν ὕποπτον ὡς ἀνελόντα τὴν Θίσβην, καὶ ὅπως ἂν καὶ ὁπότε διαχρήσαιτο ἐνενόει, ἐπιθέσθαιτε μετὰ τοῦτον καὶ τοῖς περὶ τὸν Θεαγένην ἐλύττα. ὡς δὲ Κνήμων ἐφαίνετο οὐδαμοῦ, τῆς δὲ νυκτὸς ἐγίνετο ἀωρί, πρὸς ὕπνον τραπεὶς Θέρμουθις χάλκεόν τινα καὶ πύματον ὕπνον εἵλκυσεν, ἀσπίδος δήγματι, μοιρῶν τάχα βουλήσει, πρὸς οὐκ ἀνάρμοστον τοῦ τρόπου τὸ τέλος καταστρέψας. δὲ Κνήμων ἐπειδὴ τὴν ἀρχὴν ἀπέλιπε τὸν Θέρμουθιν, οὐ πρότερον ἀνέπνευσε τὴν φυγήν, ἕως τὸ νυκτὸς ἐπελθὸν κνέφας ἐπέδησεν αὐτῷ τὴν ὁρμήν, αὐτοῦτε οὗ κατείληπτο ἑαυτὸν ἐγκρύψας, καὶ τῆς φυλλάδος ὅσον πλεῖστον ἠδύνατο ἐφ’ἑαυτὸν ἐφαμήσας. ὑφ’ κείμενος τὰ πολλὰ μὲν ἄυπνος ἐταλαιπωρεῖτο, πάντα καὶ κτύπον καὶ ἀνέμου ῥιπὴν καὶ φύλλου κίνησιν Θέρμουθιν ἡγούμενος · εἰ δέ που καὶ κατὰ μικρὸν ἐκνικηθείη πρὸς ὕπνον, φεύγειν ἐδόκει, καὶ θαμὰ πρὸς τὰ κατόπιν ὑπέστρεφε, καὶ περιεσκόπει τὸν οὐδαμοῦ διώκοντα. καὶ βουλόμενος καθεύδειν ἀπηύχετο τοῦθ’ ἐβούλετο, χαλεπωτέροις ὀνείροις τῆς ἀληθείας ἐντυγχάνων. πρόςτε τὴν νύκτα καὶ χαλεπαίνειν ἐῴκει, μακροτέραν τῶν ἄλλων ὑποτιθέμενος. ὡς δὲ ἡμέραν ἄσμενος εἶδε, πρῶτα μὲν ἀποτέμνει τῆς κόμης τὸ περιττότερον, καὶ ὅσον αὐτῆς εἰς τὸ λῃστρικώτερον εἶδος παρὰ τοῖς βουκόλοις ἤσκητο, τοῦ μὴ ἀποτρόπαιος ὕποπτος εἶναι τοῖς ἐντυγχάνουσι. βουκόλοι γὰρ ἄλλατε πρὸς τὸ φοβερώτεροι φαίνεσθαι, καὶ δὴ καὶ τὴν κόμην εἰς ὀφρὺν ἕλκουσι καὶ σοβοῦσι τῶν ὤμων ἐπιβαίνουσαν, εὖ τοῦτο εἰδότες, ὡς κόμη τοὺς μὲν ἐρωτικοὺς ἱλαρωτέρους τοὺς δὲ λῃστρικοὺς φοβερωτέρους ἀποδείκνυσιν.

2.21

ἀποτεμὼν οὖν Κνήμων ὅσον εἰκὸς ἦν ἔλαττον κομᾶν τοῦ λῃστρικοῦ τὸν ἁβρότερον, ἐπὶ τὴν Χέμμιν τὴν κώμην, οὗ τῷ Θεαγένει συνετέτακτο, ἔσπευδεν. ἤδη δὲ αὐτῷ πλησιάζοντι τῷ Νείλῳ, καὶ πρὸς τὴν Χέμμιν περαιοῦσθαι μέλλοντι, πρεσβύτης τις ἀνὴρ ἐναλύων ταῖς ὄχθαις ἐφάνη, καὶ δόλιχόν τινα τῷ ῥείθρῳ πολλάκις ἄνω καὶ κάτω παραθέων, καὶ ὥσπερ τῷ ποταμῷ φροντίδων τινῶν κοινούμενος. κόμη πρὸς τὸ ἱερώτερον καθεῖτο καὶ ἀκριβῶς ἦν λευκή, τὸ γένειον λάσιον καὶ σεμνότερον βαθυνόμενον, στολὴ καὶ ἐσθὴς ἄλλη πρὸς τὸ ἑλληνικώτερον βλέπουσα. μικρὸν οὖν ἑαυτὸν ἐπιστήσας Κνήμων, ὡς ἀντιπαρέθει πολλάκις πρεσβύτης, οὐ δὲ εἴ τις αὐτῷ πάρεστιν αἰσθάνεσθαι δοκῶν (οὕτως ἄρα ὅλος τῶν φροντισμάτων ἦν, καὶ πρὸς μόνην τὴν σκέψιν νοῦς ἐσχόλαζε), κατὰ πρόσωπον ὑπαντιάσας πρῶτα μὲν χαίρειν ἐκέλευε. τοῦ δὲ οὐ δύνασθαι φήσαντος, ἐπειδὴ μὴ οὕτω συμβαίνειν αὐτῷ παρὰ τῆς τύχης, θαυμάσας Κνήμων, Ἕλλην δέ, εἶπεν, ξένος, πόθεν; δέ, οὔτε Ἕλλην οὔτε ξένος, ἀλλ’ἐντεῦθεν Αἰγύπτιος. πόθεν οὖν ἑλληνίζεις τὴν στολήν; δυστυχήματα, ἔφη, τὸ λαμπρόν με τοῦτο σχῆμα μετημφίασε. τοῦ δὲ Κνήμωνος εἰ φαιδρύνεταί τις ἐπὶ συμφοραῖς θαυμάζοντος, καὶ ταῦτα μαθεῖν ἀξιοῦντος, Ἰλιόθεν με φέρεις, ἀπεκρίνατο πρεσβύτης, καὶ σμῆνος κακῶν καὶ τὸν ἐκ τούτων βόμβον ἄπειρον ἐπὶ σεαυτὸν κινεῖς. ἀλλὰ ποῖ δὴ πορεύῃ καὶ πόθεν νεανία; πῶς δὲ τὴν φωνὴν Ἕλλην ἐν Αἰγύπτῳ; γελοῖον, ἔφη Κνήμων · τῶν γὰρ κατὰ σεαυτὸν οὐδὲν ἐκδιδάξας, πρότερος καὶ ταῦτα ἐρωτηθείς, τῶν ἐμῶν γνῶσιν ἐπιζητεῖς. οὐκοῦν, δ’ὅς, ἐπειδὴ Ἕλληνι ἔοικας ἀνδρί, καί σέ τις, ὡς ἔοικε, μετασχηματίζει τύχη, καὶ πάντως τὰ ἡμέτερα ποθεῖς ἀκούειν, ὠδίνω δὲ καὶ αὐτὸς πρός τινα ἐξειπεῖν (εἶπον ἂν τάχα καὶ τοῖσδε τοῖς καλάμοις κατὰ τὸν μῦθον, εἰ μὴ σοὶ προσέτυχον), ὄχθας μὲν Νείλου τάσδε καὶ Νεῖλον ἀπολίπωμεν (οὐ γὰρ ἡδὺ μακροτέρων διηγημάτων ἀκροατήριον τόπος ἡλίου μεσημβρίᾳ φλεγόμενος), πρὸς δὲ τὴν κώμην ἣν ὁρᾷς ἀντικρὺ κειμένην ἴωμεν, εἰ μή σέ τι προυργιαίτερον ἀπασχολεῖ. ξενιῶ δέ σε οὐκ ἐν ἐμαυτοῦ, ἀλλ’ἐν ἀνδρὸς ἀγαθοῦ κἀμὲ ὡς ἱκέτην ὑποδεξαμένου, παρ’ γνώσῃτε τἀμὰ βουλόμενος, ἀναθήσῃ δ’ἐν μέρει καὶ τὰ κατὰ σεαυτόν. ἴωμεν, ἔφη Κνήμων · καὶ γάρ μοι καὶ ἄλλως πρὸς τὴν κώμην ὁδὸς σπουδάζεται, ἀναμεῖναί τινας ἐν ταύτῃ τῶν ἐπιτηδείων συντεταγμένῳ.

2.22

σκάφους οὖν ἐπιβάντες (πολλὰ δὲ περὶ τὴν ὄχθην ἐσάλευον εἰς χρείαν τοῦ διαπορθμεύειν ἐπὶ μισθῷ παρεσκευασμένα) περαιοῦνται πρὸς τὴν κώμην, εἴςτε τὴν καταγωγὴν ἀφικνοῦνται οὗ κατέλυεν πρεσβύτης. καὶ τὸν μὲν τοῦ οἴκου δεσπότην οὐ καταλαμβάνουσιν, ὑποδέχονται δὲ αὐτοὺς προθυμότατα θυγάτηρτε τοῦ ἑστιάτορος ἤδη γάμου ὡραία, θεραπαινίδεςτε ὅσαι κατὰ τὴν οἰκίαν, αἳ τὸν ξένον ἴσα καὶ πατέρα ἦγον, οὕτως, οἶμαι, πρὸς τοῦ κεκτημένου διατεταγμένον. καὶ μέν τις ἀπένιζε τὼ πόδε καὶ τῆς κόνεως ἠλευθέρου τὰ ὑπὸ κνήμην, δὲ ἐφρόντιζε τῆς εὐνῆς καὶ μαλθακὴν ηὐτρέπιζε τὴν κατάκλισιν · ἑτέρα κάλπην ἔφερε καὶ πῦρ ἀνέκαιε, καὶ ἄλλη τράπεζαν εἰσεφέρετο, ἄρτουτε πυρίνου καὶ ὡραίων παντοίων βρίθουσαν. δὴ καὶ Κνήμων θαυμάσας, ἀλλ’ ξενίου Διός, ὡς ἔοικεν, εἰς αὐλὰς ἥκομεν, πάτερ · οὕτως ἀπροφάσιστος θεραπεία, καὶ πολὺ τὸ εὔνουν τῆς γνώμης ἐμφαίνουσα. οὐκ εἰς Διός, ἔφη, ἀλλ’εἰς ἀνδρὸς Δία τὸν ξένιον καὶ ἱκέσιον ἀκριβοῦντος. βίος γὰρ παῖ κἀκείνῳ πλάνος καὶ ἔμπορος, καὶ πολλαὶ μέν οἱ πόλεις πολλῶν δὲ ἀνθρώπων ἤθητε καὶ νοῦς εἰς πεῖραν ἥκουσιν · ὅθεν, ὡς τὸ εἰκός, ἄλλουςτε κἀμὲ οὐ πρὸ πολλῶν τῶνδε ἡμερῶν ἀλύοντα καὶ πλανώμενον ὁμωρόφιον ἐποιήσατο. καί τίς ἦν πλάνη, πάτερ, ἣν λέγεις; παίδων, ἔφη, πρὸς λῃστῶν ἀφαιρεθείς, καὶ τοὺς μὲν ἀδικοῦντας γινώσκων, ἐπαμῦναι δὲ οὐκ ἔχων, εἰλοῦμαι περὶ τὸν τόπον καὶ θρήνοις παραπέμπω τὸ πάθος, ὥσπερ οἶμαί τις ὄρνις, ὄφεως αὐτῆς τὴν καλιὰν πορθοῦντος ἐν ὀφθαλμοῖςτε τὴν γονὴν θοινωμένου, προσελθεῖν μὲν ὀκνεῖ, φεύγειν δὲ οὐ φέρει · πόθος γὰρ ἐν αὐτῇ καὶ πάθος ἀνταγωνίζεται · τετριγυῖα δὲ περιποτᾶται τὴν πολιορκίαν, εἰς ὦτα ἀνήμερα, καὶ οἷς ἔλεον οὐκ ἐγνώρισεν φύσις, ἀνήνυτον ἱκετηρίαν τὸν μητρῷον προσάγουσα θρῆνον. ἆρα οὖν ἄν ἐθέλοις, ἔφη Κνήμων, καὶ ὅπως καὶ πότε τὸν βαρὺν τοῦτον ὑπέστης πόλεμον ἐξειπεῖν; εἰσαῦθις, ἔφη · νῦν δὲ ὥρα καὶ τὴν γαστέρα θεραπεύειν, ἣν ἐς τάδε ἀποσκοπῶν Ὅμηρος, καὶ ὡς πάντα δεύτερα αὑτῆς ποιεῖται, θαυμασίως οὐλομένην ὠνόμασεν. ἀλλὰ πρῶτον ἡμῖν, ὡς νόμος Αἰγυπτίων σοφοῖς, ἐσπείσθω τὰ πρὸς τοὺς θεούς. οὐ γὰρ δή με καὶ τοῦτο ὑπερβῆναι πείσει · μὴ οὕτω ποτὲ πάθος ἰσχύσειεν ὡς μνήμην τὴν εἰς τὸ θεῖον ἐκπλῆξαι.

2.23

καὶ ταῦτα εἰπὼν ἀπέχει τῆς φιάλης ἄκρατον τὸ ὕδωρ (τοῦτο γὰρ ἔπινεν) καὶ σπένδωμεν ἔλεγε θεοῖς ἐγχωρίοιςτε καὶ Ἑλληνίοις, καὶ αὐτῷ γε Ἀπόλλωνι Πυθίῳ καὶ προσέτι Θεαγένει καὶ Χαρικλείᾳ τοῖς καλοῖςτε καὶ ἀγαθοῖς, ἐπειδὴ καὶ τούτους εἰς θεοὺς ἀναγράφω. καὶ ἅμα ἐδάκρυσεν, ὥσπερ ἑτέραν αὐτοῖς σπονδὴν ἐπιφέρων τοὺς θρήνους. ἐπάγη πρὸς τὴν ἀκοὴν τῶν ὀνομάτων Κνήμων, ἄνωτε καὶ κάτω τὸν πρεσβύτην ἐπιθεωρήσας τί λέγεις ἔφη · παῖδές εἰσί σοι τῷ ὄντι Θεαγένης καὶ Χαρίκλεια; παῖδες, εἶπεν, ξένε, ἀμήτορες ἐμοὶ γεγονότες · τύχῃ γάρ μου θεοὶ τούτους ἀνέδειξαν, καὶ ἀπέτεκον αἱ ψυχῆς ὠδῖνες, καὶ φύσις διάθεσις ἐπ’αὐτοῖς ἐνομίσθη, καὶ πατέρα με ἀπὸ ταύτης ἐκεῖνοι καὶ ἐνόμισαν καὶ ὠνόμασαν. ἀλλὰ σὺ δὴ πόθεν, εἰπέ μοι, τούτους ἐγνώρισας; οὐκ ἐγνώρισα μόνον, ἔφη Κνήμων, ἀλλὰ καὶ σώζεσθαί σοι αὐτοὺς εὐαγγελίζομαι. Ἄπολλον, ἔφη ἀναβοήσας, καὶ θεοί, καὶ ποῦ γῆς οὗτοι; δείκνυε · σωτῆρά σε καὶ θεοῖς ἰσοστάσιον ἡγήσομαι. μισθὸς δέ μοι τίς ἔσται; ἔφη. τὸ μὲν παρόν, δ’ὅς, εὐχαριστία. ξενίων δέ, οἶμαι, τὸ κάλλιστον ἀνδρὶ νοῦν ἔχοντι, καὶ οἶδα πολλοὺς ὡς θησαυρὸν τῇ ψυχῇ παραθεμένους τὸ δῶρον. εἰ δὲ καὶ τῆς ἐνεγκούσης ἐπιβαίημεν (ἔσεσθαι δέ μοι τοῦτο οὐκ εἰς μακρὰν οἱ θεοὶ προσημαίνουσιν), ἀρύσῃ πλοῦτον ὅσον ἂν δύναιο πλεῖστον. μέλλοντα, εἶπε, καὶ ἄδηλα κατεγγυᾷς, ἐξὸν ἐκ τῶν παρόντων ἀμείβεσθαι. ἐπάγγελλε, εἴ τι παρὸν ὁρᾷς · ὡς ἕτοιμος ἐγὼ καὶ μέρος τι προέσθαι τοῦ σώματος. οὐδὲν δεῖ μέλος ἀκρωτηριάζειν, ἀλλ’ἅπαν ἔχειν ἡγήσομαι, εἰ τούτους ὁπόθεν εἰσὶν ἐκ τίνων φύντες, πῶς δεῦρο ἀφιγμένοι καὶ ποίαις κεχρημένοι τύχαις, βουληθείης ἐξαγορεύειν. ἕξεις, ἀπεκρίνατο, τὸν μισθὸν μέγαν τινὰ καὶ οὐχ οἷον ἄλλον, οὐ δ’εἰ τὰ ἐξ ἀνθρώπων χρήματα αἰτῶν ἐτύγχανες. ἀλλὰ τὸ παρὸν τροφῆς ὀλίγον ἀπογευώμεθα · μακροτέρας γὰρ δεήσει σοίτε τῆς ἀκροάσεως ἐμοίτε τῆς ἀφηγήσεως. ἐντραγόντες οὖν τῶντε καρύων καὶ σύκων ἀρτιδρεπῶντε φοινίκων καὶ ἄλλων δὴ τοιούτων, ἀφ’ὧν ἐξ ἔθους πρεσβύτης ἐσιτεῖτο (ψυχῆς γὰρ διὰ βρῶσιν οὐ δὲ ἓν ἀφῃρεῖτο), ἐπερρόφουν μὲν τοῦ ὕδατος δὲ καὶ οἶνον, Κνήμων. ὅς γε καὶ μικρὸν διαλιπών, Διόνυσος, εἶπεν, οἶσθα πάτερ ὡς χαίρει μύθοις καὶ κωμῳδίας φιλεῖ. κἀμὲ δὴ οὖν τὰ νῦν εἰσῳκισμένος ἀνίησι πρὸς τὴν ἀκρόασιν, τόντε ἐπηγγελμένον πρὸς σοῦ μισθὸν ἀπαιτεῖν ἐπείγει. καὶ ὥρα σοι τὸ δρᾶμα καθάπερ ἐπὶ σκηνῆς τῷ λόγῳ διασκευάζειν. ἀκούοις ἄν, ἔφη. ἀλλ’εἴθε γε καὶ τὸν χρηστὸν Ναυσικλέα παρεῖναι ἡμῖν συνέβαινεν, ὃν πολλάκις γε δι’ὄχλου γινόμενον μυηθῆναι τὴν ἀφήγησιν ἄλλως ἄλλοτε διεκρουσάμην.

2.24

ποῦ δ’ἂν εἴη τὰ νῦν, ἠρώτα Κνήμων, ὡς τοὔνομα τοῦ Ναυσικλέους ἐπέγνω. ἐπ’ἄγραν, ἔφη, πεπόρευται. τοῦ δὲ ὁποίαν πάλιν ἐρομένου, θηρίων, ἔφη, τῶν χαλεπωτάτων, οἳ καλοῦνται μὲν ἄνθρωποι καὶ βουκόλοι, λῃσταὶ δέ εἰσι τὸν βίον καὶ δυσάλωτοι παντάπασιν, ὅσα φωλεοῖς καὶ σήραγξι τῷ ἕλει χρώμενοι. ἐγκαλεῖ δὲ αὐτοῖς τίνα αἰτίαν; Ἀττικῆς, ἔφη, ἐρωμένης ἁρπαγήν, ἣν Θίσβην ἐκεῖνος ὠνόμαζε. φεῦ, εἶπεν Κνήμων, καὶ ἀθρόον ἐσιώπησεν ὥσπερ ἑαυτοῦ λαβόμενος. τοῦ δὲ πρεσβύτου τί πέπονθας ἐρομένου, πρὸς ἄλλα Κνήμων ἀπάγων, θαυμάζω, ἔφη, πῶς τίνι χειρὶ πεποιθὼς ἐνεθυμήθη τὴν ἔφοδον. καὶ ὅς, βασιλεῖ, ἔφη, ξένε, τῷ μεγάλῳ σατραπεύει τὴν Αἴγυπτον Ὀροονδάτης, οὗ κατὰ πρόσταγμα φρούραρχος Μιτράνης τήνδε κεκλήρωται τὴν κώμην. τοῦτον δὴ Ναυσικλῆς ἐπὶ χρήμασι μεγάλοις ἄγει σὺν ἵππῳ καὶ ἀσπίδι πολλῇ. χαλεπαίνει δὲ τὴν ἀφαίρεσιν τῆς Ἀττικῆς κόρης οὐχ ὡς ἐρωμένης μόνον καὶ μουσουργίαν ἀρίστης, ἀλλ’ὅτι αὐτὴν καὶ βασιλεῖ τῷ Αἰθιόπων ἀπάξειν ἔμελλεν, ὡς αὐτὸς ἔφασκε, γαμετῇ τῇ ἐκείνου συμπαίστριαν καὶ συνόμιλον τὰ Ἑλλήνων ἐσομένην. ὡς οὖν μεγάλων καὶ πολλῶν τῶν ἐπ’αὐτῇ προσδοκωμένων χρημάτων ἐστερημένος, πᾶσαν ἐγείρει καὶ κινεῖ μηχανήν. ἐπέρρωσάτε καὶ αὐτὸς πρὸς τὴν πρᾶξιν, εἴ πῃ ἄρα καὶ τοὺς παῖδάς μοι περισώσειεν ἐνθυμούμενος. ὑπολαβὼν οὖν Κνήμων, ἅλις, ἔφη, βουκόλων καὶ σατραπῶν καὶ βασιλέων αὐτῶν · ἔλαθες γάρ με μικροῦ καὶ εἰς πέρας τῷ λόγῳ διαβιβάζων, ἐπεισόδιον δὴ τοῦτο, οὐδέν φασι πρὸς τὸν Διόνυσον, ἐπεισκυκλήσας · ὥστ’ἐπάναγε τὸν λόγον πρὸς τὴν ὑπόσχεσιν. εὕρηκα γάρ σε κατὰ τὸν Πρωτέα τὸν Φάριον, οὐ κατ’αὐτὸν τρεπόμενον εἰς ψευδομένην καὶ ῥέουσαν ὄψιν, ἀλλά με παραφέρειν πειρώμενον. μανθάνοις ἄν, ἔφη πρεσβύτης. διηγήσομαι δέ σοι τὰ ἐμαυτοῦ πρότερον ἐπιτεμών, οὐ σοφιστεύων, ὡς αὐτὸς οἴει, τὴν ἀφήγησιν, ἀλλ’εὔτακτόν σοι καὶ προσεχῆ τῶν ἑξῆς παρασκευάζων τὴν ἀκρόασιν. ἐμοὶ πόλις Μέμφις, πατὴρ δὲ […] καὶ ὄνομα Καλάσιρις, βίος δὲ νῦν νῦν μὲν ἀλήτης, πρότερον δὲ οὐ πάλαι προφήτης. ἐγένετό μοι καὶ γυνὴ νόμῳ τῆς πόλεως, καὶ ἀπεγένετο θεσμῷ τῆς φύσεως. ταύτης εἰς. τὴν ἑτέραν λῆξιν ἀναλυθείσης χρόνον μέν τινα διῆγον ἀπαθὴς κακῶν, ἐπὶ παισὶ δύο τοῖς ἐξ αὐτῆς ἁβρυνόμενος · οὐ πολλοῖς δὲ ὕστερον ἔτεσιν οὐρανίων φωστήρων εἱμαρμένη περίοδος τρέπει τὰ καθ’ἡμᾶς, καὶ ὄμμα Κρόνιον εἰς τὸν οἶκον ἐνέσκηψε, τὴν ἐπὶ τὸ χεῖρον ἐπάγον μεταβολήν, ἣν ἐμοὶ σοφία μὲν προέφηνε, διαδρᾶναι δὲ οὐκ ἔδωκε. τοὺς γὰρ μοιρῶν ἀτρέπτους ὅρους προϊδεῖν μὲν δυνατόν, ἐκφεύγειν δὲ οὐκ ἐφικτόν. κέρδος δὲ ὡς ἐν τοῖς τοιούτοις πρόγνωσις, ἀμβλύνουσα τοῦ δεινοῦ τὸ φλεγμαῖνον. συμφορᾶς γὰρ παῖ τὸ μὲν ἀπροσδόκητον ἀφόρητον, τὸ δὲ προεγνωσμένον οἰστότερον · τὸ μὲν γὰρ διάνοια φόβῳ προληφθεῖσα κατέπτηξε, τὸ δὲ συνήθεια τῷ λογισμῷ διῄτησε.

2.25

γίνεται δὲ περὶ ἐμὲ τοιόνδε. γύναιον Θρᾳκικὸν τὴν ὥραν ἀκμαῖον καὶ τὸ κάλλος δεύτερον μετὰ Χαρίκλειαν ἔχουσα, ὄνομα Ῥοδῶπις, οὐκ οἶδ’ὁπόθεν ὅπως κακῇ μοίρᾳ τῶν ἐγνωκότων ὁρμηθέν, ἐπεπόλαζε τὴν Αἴγυπτον, καὶ ἤδη καὶ εἰς τὴν Μέμφιν ἐκώμαζε, πολλῇ μὲν θεραπείᾳ πολλῷ δὲ πλούτῳ δορυφορουμένη, πᾶσι δ’ἀφροδισίοις θηράτροις ἐξησκημένη. οὐ γὰρ ἦν ἐντυχόντα μὴ ἡλωκέναι · οὕτως ἄφυκτόν τινα καὶ ἀπρόσμαχον ἑταιρίας σαγήνην ἐκ τῶν ὀφθαλμῶν ἐπεσύρετο. ἐφοίτα δὴ θαμὰ καὶ εἰς τὸν νεὼν τῆς Ἴσιδος, ἧς προεφήτευον, καὶ τὴν θεὸν συνεχῶς ἐθεράπευε θυσίαιςτε καὶ ἀναθήμασι πολυταλάντοις. αἰσχύνομαι λέγειν, ἀλλ’εἰρήσεται · γίνεται δὴ κἀμοῦ κρείττων ὀφθεῖσα πολλάκις. ἐνίκα τὴν διὰ βίου μοι μελετηθεῖσαν ἐγκράτειαν, ἐπὶ πολύτε τοῖς σώματος ὀφθαλμοῖς τοὺς τῆς ψυχῆς ἀντιστήσας, ἀπῆλθον τὸ τελευταῖον ἡττηθεὶς καὶ πάθος ἐρωτικὸν ἐπιφορτισάμενος. ἀρχὴν δὴ τῶν ἐσομένων καὶ προαγορευθέντων μοι πρὸς τοῦ θείου δυσχερῶν τὴν γυναῖκα φωράσας, καὶ συνεὶς ὡς τῶν πεπρωμένων ἐστὶν ὑπόκρισις καὶ ὡς τότε εἰληχὼς δαίμων οἱονεὶ προσωπεῖον αὐτὴν ὑπῆλθε, τὴν μὲν ἐκ παίδων μοι σύντροφον ἱερωσύνην ἔγνων μὴ καταισχῦναι, μη δὲ ἱερὰ καὶ τεμένη θεῶν βεβηλῶσαι · τῶν δὲ ἡμαρτημένων οὐκ ἔργῳ (μὴ γένοιτο) ἀλλ’ἐφέσει μόνῃ τὴν ἁρμόζουσαν ἐπιβαλὼν ζημίαν, δικαστὴν ἐμαυτῷ τὸν λογισμὸν ἀναδείξας, φυγῇ κολάζω τὴν ἐπιθυμίαν, καὶ τῆς ἐνεγκούσης βαρυδαίμων ἐξῄειν, ὁμοῦ μὲν εἴκων ταῖς μοιρῶν ἀνάγκαις καὶ πράττειν τι καὶ βούλοιντο τὰ καθ’ἡμᾶς ἐπιτρέπων, ὁμοῦ δὲ τὴν ἀποτρόπαιον Ῥοδῶπιν ἀποφεύγων · ἐδεδίειν γάρ, ξένε, μὴ τοῦ τότε ἐπικρατοῦντος ἀστέρος ἐπιβρίσαντος καὶ πρὸς τὸ αἰσχρότερον τῶν ἔργων ἐκνικηθείην. δέ με πρὸ πάντων καὶ ἐπὶ πᾶσιν ἐξήλαυνεν, οἱ παῖδες ἦσαν, οὓς ἄρρητός μοι πολλάκις ἐκ θεῶν σοφία ξιφήρεις ἀλλήλοις συμπεσεῖσθαι προηγόρευε. περιγράφων οὖν τῶν ὀφθαλμῶν τὴν οὕτως ἀπηνῆ θέαν, ἣν ἐκτραπήσεσθαι καὶ τὸν ἥλιον εἰκάζω νέφος τῆς ἀκτῖνος προκαλυψάμενον, καὶ πατρῴαις ὄψεσι τὸν παίδων φόνον ἀθέατον χαριζόμενος, ἐξῴκιζον ἐμαυτὸν γῆςτε καὶ οἰκίας πατρῴας, τὴν μὲν ὁρμὴν οὐδενὶ φράσας, πρόφασιν δέ, ὡς εἰς Θήβας τὰς μεγάλας ἀνακομίζομαι, ποιησάμενος, ὡς ἂν θάτερον τῶν παίδων τὸν πρεσβύτερον θεασαίμην, ἐκεῖ παρὰ τῷ μητροπάτορι τότε διάγοντα. Θύαμις ἦν ὄνομα αὐτῷ, ξένε. συνεστάλη πάλιν Κνήμων ὥσπερ τῷ ὀνόματι τοῦ Θυάμιδος βληθεὶς τὴν ἀκοήν. καὶ μὲν ἐκαρτέρησε σιωπῆσαι τῶν ἑξῆς ἕνεκεν, δὲ ἐπέραινε τὸν λόγον ὧδε. παραλείπω τὴν ἐν μέσῳ πλάνην, νεανία · συντελεῖ γὰρ οὐδὲν εἰς τὴν παρὰ σοῦ ζήτησιν ·

2.26

πυνθανόμενος δὲ εἶναί τινα Δελφοὺς Ἑλληνίδα πόλιν, ἱερὰν μὲν Ἀπόλλωνος, θεῶν δὲ τῶν ἄλλων τέμενος, ἀνδρῶν δὲ σοφῶν ἐργαστήριον, θορύβου δὲ δημώδους ἐκτὸς ἀνῳκισμένην, ἔστελλον εἰς ταύτην ἐμαυτόν, ἁρμόδιον τῷ προφητικῷ καταγώγιον τὴν ἱεροῖς καὶ τελεταῖς ἀνακειμένην ὁριζόμενος, διάτε τοῦ Κρισσαίου κόλπου τῇ Κίρρᾳ προσορμισθεὶς ἐκ νεὼς ἐπὶ τὴν πόλιν ἀνέθεον. ἐπεὶ δὲ ἐπέστην, ὀμφή με ὡς ἀληθῶς θεία προσέβαλεν αὐτόθεν, καὶ τάτε ἄλλα πόλις διαίτημα κρειττόνων ἔδοξε, καὶ οὐχ ἥκιστα τῇ φύσει τῆς περιοχῆς · οἷον γὰρ φρούριον ἀτεχνῶς καὶ αὐτοσχέδιος ἀκρόπολις Παρνασσὸς ἀπαιωρεῖται, πρὸ ποδῶν λαγόσι τὴν πόλιν ἐγκολπισάμενος. ἄριστα, ἔφη, λέγεις, Κνήμων, καὶ ὡς ἄν τις ἐπιπνοίας ὡς ἀληθῶς Πυθικῆς ἐπῃσθημένος. τῇδε γάρ πῃ καὶ πατήρ μοι θέσεως ἔχειν τοὺς Δελφοὺς ἔφραζεν, ὅτε αὐτὸν ἱερομνήμονα πόλις Ἀθηναίων ἔστειλεν. Ἀθηναῖος ἄρα ἦσθα παῖ; ναὶ ἔφη. ὄνομα δὲ τίς; Κνήμων, ἀπεκρίνατο. τύχῃ τίνι κεχρημένος; εἰσαῦθις, ἔφη, ἀκούσῃ · νῦν δὲ ἔχου τῶν ἑξῆς. ἕξομαι, ἔφη, καὶ ἐπανῄειν πρὸς τὴν πόλιν. ἐπαινέσας οὖν τῶντε δρόμων καὶ ἀγορῶν καὶ κρηνῶν τὸ ἄστυ, καὶ Κασταλίαν αὐτήν, ἣν δὴ καὶ περιρραντήριον ἐποιησάμην, ἐπὶ τὸν νεὼν ἔσπευδον · καὶ γάρ με καὶ θροῦς τῶν πολλῶν ἀνεπτέρωσεν, ὥραν εἶναι κινεῖσθαι τὴν θεοπρόπον λέγοντες. ἐπεὶ δὲ εἰσελθὼν προσεκύνουν καί τι καὶ κατ’ἐμαυτὸν ηὐχόμην, ἀνεφθέγξατο Πυθία τοιάδε. ἴχνος ἀειράμενος ἀπ’ἐυστάχυος παρὰ Νείλου, φεύγεις μοιράων νήματ’ἐρισθενέων. τέτλαθι · σοὶ γὰρ ἐγὼ κυαναύλακος Αἰγύπτοιο αἶψα πέδον δώσω. νῦν δ’ἐμὸς ἔσσο φίλος.

2.27

ταῦτα ὡς ἐθέσπισεν, ἐγὼ μὲν ἐμαυτὸν ἐπὶ πρόσωπον τοῖς βωμοῖς ἐπιβαλὼν ἵλεων εἶναι τὰ πάντα ἱκέτευον, δὲ πολὺς τῶν περιεστώτων ὅμιλος ἀνευφήμησαν τὸν θεὸν τῆς ἐπ’ἐμοὶ παρὰ τὴν πρώτην ἔντευξιν προφητείας, ἐμὲ δὲ ἐμακάριζον καὶ περιεῖπον τὸ ἐντεῦθεν παντοίως, φίλον ἥκειν με τῷ θεῷ μετὰ Λυκοῦργόν τινα Σπαρτιάτην λέγοντες. καὶ ἐνοικεῖντε βουλόμενον τῷ τεμένει τοῦ νεὼ συνεχώρουν, καὶ σιτηρέσιον ἐκ τοῦ δημοσίου παρέχειν ἐψηφίσαντο, καὶ συνελόντι λέγειν ἀγαθῶν ἀπέλιπεν οὐδέν. γὰρ πρὸς ἱεροῖς ἦν, ἦν, πρὸς θυσίαις ἐξηταζόμην, ἃς πολλὰς καὶ παντοίας ἀνὰ πᾶσαν ἡμέραν ξένοςτε καὶ ἐγχώριος λεὼς τῷ θεῷ χαριζόμενοι δρῶσιν, φιλοσοφοῦσι διελεγόμην. οὐκ ὀλίγος δὲ τοιοῦτος βίος συρρεῖ περὶ τὸν νεὼν τοῦ Πυθίου, καὶ μουσεῖόν ἐστιν ἀτεχνῶς πόλις ὑπὸ μουσηγέτῃ θεῷ φοιβαζομένη. τὸν μὲν δὴ πρότερον χρόνον ἄλλοτε περὶ ἄλλων ἡμῖν αἱ ζητήσεις ἀνεκινοῦντο, καὶ μέν τις ὅπως τοὺς ἐγχωρίους οἱ Αἰγύπτιοι σέβομεν θεοὺς ἀνηρώτα, δέ, δι’ἣν αἰτίαν ἄλλα παρ’ἄλλοις τῶν ζώων ἐκθειάζεται, καὶ τίς περὶ ἑκάστου λόγος, ἐπυνθάνετο. ἄλλος πυραμίδων κατασκευήν, ἕτερος συρίγγων πλάνην. καὶ συνελόντι τῶν κατ’. Αἴγυπτον ἓν οὐδὲν ἀπελίμπανον ἱστοροῦντες · Αἰγύπτιον γὰρ ἄκουσμα καὶ διήγημα πᾶν Ἑλληνικῆς ἀκοῆς ἐπαγωγότατον.

2.28

τέλος δέ ποτε καὶ περὶ τοῦ Νείλου, καὶ τίνες μὲν αὐτῷ αἱ πηγαί, τίς δὲ παρὰ τοὺς ἄλλους ποταμοὺς ἰδιάζουσα φύσις, καὶ ὁπόθεν τὴν θερινὴν ὥραν μόνος τῶν πάντων πλημυρεῖ, πεῦσίν τις ἐμοὶ προσῆγε τῶν ἀστειοτέρων. ἐμοῦ δὲ ἅπερ ἐγίνωσκον εἰπόντος, καὶ ὅσα περὶ τοῦ ποταμοῦ τούτου βίβλοις ἱεραῖς ἀναγεγραμμένα μόνοις τοῖς προφητικοῖς καὶ γινώσκειν καὶ ἀναγινώσκειν ἔξεστι, καὶ διελθόντος ὡς τὰς μὲν ἀρχὰς ἐκ τῶν ἄκρων μὲν τῆς Αἰθιοπίας ἐσχάτων δὲ τῆς Λιβύης λαμβάνει, καθ’ μέρος τὸ κλίμα τὸ ἀνατολικὸν ἀπολῆγον ἀρχὴν τῇ μεσημβρίᾳ δίδωσιν, αὔξεται δὲ κατὰ τὴν θερινὴν ὥραν οὐχ ὥς τινες ᾠήθησαν, πρὸς τῶν ἐτησίων ἀντικρὺ πνεόντων ἀνακοπτόμενος, ἀλλ’αὐτῶν δὴ τούτων τῶν ἀνέμων κατὰ τροπὴν τὴν θερινὴν ἀπὸ τῶν ἀρκτῴων ἐπὶ τὴν μεσημβρίαν πᾶν νέφος ἐλαυνόντωντε καὶ ὠθούντων, ἕως ἐπὶ τὴν διακεκαυμένην ζώνην συναράξωσι, καθ’ἣν τῆς πρόσω φορᾶς ἀνακόπτονται, δι’ὑπερβολὴν τοῦ περὶ τὰ μέρη πυρώδους πάσης τῆς πρότερον καὶ κατὰ μικρὸν ἀθροισθείσης καὶ παχυνθείσης νοτίδος ἐξατμιζομένης. κἀκ τούτου λάβρων ὑετῶν ῥηγνυμένων ὀργᾷτε Νεῖλος καὶ ποταμὸς εἶναι οὐκ ἀνέχεται, ἀλλὰ κατεξανίσταται τῆς ὄχθης, καὶ θαλασσώσας τὴν Αἴγυπτον τῇ παρόδῳ γεωργεῖ τὰς ἀρούρας. διὸ πιεῖντέ ἐστι γλυκύτατος ἅτε ἐξ ὄμβρων οὐρανίων χορηγούμενος, καὶ θιγεῖν προσηνέστατος, οὐκέτι μὲν θερμὸς ὡς ὅθεν ἤρξατο, ἔτι δὲ χλιαρὸς ὡς ἐκεῖθεν ἀρξάμενος. δι’ἣν αἰτίαν καὶ μόνος ποταμῶν αὔρας οὐκ ἀναδίδωσι, πάντως ἄν, ὡς τὸ εἰκός, ἀναδούς, εἰ, καθώς τινες ἐβουλήθησαν, ὡς πυνθάνομαι, τῶν παρ’Ἕλλησιν εὐδοκίμων, χιόνος τηκομένης τὸ πλήρωμα ἐλάμβανε.

2.29

ταῦτά μου καὶ τὰ τοιαῦτα διεξιόντος, ἱερεὺς τοῦ Πυθίου γνώριμος ἐμοὶ γεγονὼς ἐς τὰ μάλιστα (Χαρικλῆς ὄνομα ἦν αὐτῷ), θαυμασίως, ἔφη, λέγεις, καὶ ταύτῃ τῇ γνώμῃ τίθεμαι καὶ αὐτός, οὕτω καὶ παρὰ τῶν ἐν Καταδούποις ἱερέων τοῦ Νείλου πυθόμενος. κἀγὼ πρὸς αὐτόν, Χαρίκλεις, ἔφην, ἦλθες γὰρ κἀκεῖσε; ἦλθον, εἶπεν, σοφὲ Καλάσιρι. τί δέ σε χρέος ἤγαγε; πάλιν ἠρώτων. δέ, δυσπραξία τῶν κατὰ τὴν οἰκίαν, ἀπεκρίνατο, δή μοι καὶ εὐπραξίας αἰτία γέγονεν. ἐμοῦ δὲ τὸ παράδοξον θαυμάσαντος, οὐ θαυμάσῃ, ἔφη, τὸ πρᾶγμα, ὡς γέγονεν εἰ πύθοιο. πεύσῃ δὲ ὅταν σοι βουλομένῳ γένηται. οὐκοῦν ὥρα σοι λέγειν, ἦν δ’ἐγώ · νῦν γὰρ βούλομαι. μάνθανε, εἶπεν Χαρικλῆς τοὺς πολλοὺς μεταστησάμενος · καὶ γάρ σε καὶ διά τι χρήσιμον ἐμὸν ἀκροατὴν γενέσθαι τῶν συμβεβηκότων πάλαι ἐβουλόμην. ἐμοὶ γήμαντι παιδία οὐκ ἐγίνετο. ὀψὲ δέ ποτε καὶ βραδὺ τῆς ἡλικίας, πολλὰ τὸν θεὸν ἱκετεύων θυγατρίου πατὴρ ἀνηγορεύθην, οὐκ ἐπ’αἰσίοις ἔσεσθαί μοι ταύτην τοῦ θεοῦ προαγορεύσαντος. ἦλθε καὶ εἰς ὥραν γάμου, καὶ ἐξεδόμην τῶν μνηστευομένων (πολλοὶ δὲ ἦσαν) τῷ παρ’ἐμοὶ κριθέντι καλλίστῳ. καὶ καθ’ἣν νύκτα συγκατεκλείσθη τῷ γήμαντι, κατ’αὐτὴν δυστυχὴς ἐτελεύτα, σκηπτοῦ τινὸς χειροποιήτου πυρὸς τοῖς θαλάμοις ἐμπεσόντος. καὶ τὸν ὑμέναιον ᾀδόμενον ἔτι διεδέχετο θρῆνος, καὶ ἀπὸ τῶν παστάδων ἐπὶ τὸ μνῆμα παρεπέμπετο · καὶ δᾷδες αἱ τὸ γαμήλιον ἐκλάμψασαι φῶς, αὗται καὶ τὴν ἐπικήδειον πυρκαϊὰν ἐξῆπτον. ἐπετραγῴδει τούτῳ τῷ δράματι καὶ ἕτερον πάθος δαίμων, καὶ τὴν μητέρα μοι τῆς παιδὸς ἀφαιρεῖται τοῖς θρήνοις ἐγκαρτερήσασαν. τὸ δὲ θεήλατον τοῦ κακοῦ μὴ φέρων, ἐμαυτὸν μὲν οὐκ ἐξάγω τοῦ βίου, τοῖς θεολογοῦσιν ὡς ἀθέμιτον τὸ πρᾶγμα πειθόμενος, ὑπεξάγω δὲ τῆς ἐνεγκούσης καὶ τὴν ἐρημίαν τῆς οἰκίας ἀποδιδράσκω · μέγα γάρ τι εἰς λήθην κακῶν δι’ὀφθαλμῶν τῆς ψυχῆς ὑπόμνησις ἀμαυρουμένη. καὶ πολλοῖς ἐμπλανηθεὶς τόποις, ἦλθον δὴ καὶ εἰς τὴν σὴν Αἴγυπτον καὶ Καταδούπους αὐτούς, καθ’ἱστορίαν τῶν καταρρακτῶν τοῦ Νείλου.

2.30

τῆς μὲν οὖν ἐκεῖσε ἀφίξεως ἔχεις τὸν ἀπολογισμόν, φίλος · ἣν δέ σε βούλομαι παρενθήκην γνῶναι τοῦ διηγήματος, μᾶλλον δέ, ἀληθέστερον εἰπεῖν, αὐτὸ δὴ τὸ κεφάλαιον, ἀλύοντί μοι κατὰ τὴν πόλιν καὶ διατιθεμένῳ τὴν σχολὴν καί τινα τῶν παρ’Ἕλλησι σπανίων ὠνουμένῳ (ἤδη γάρ μοι τῆς λίαν ἀλγηδόνος τῷ χρόνῳ πεττομένης πρὸς τὴν ἐνεγκοῦσαν ἐπάνοδος ἐσπουδάζετο) ἀνήρ τις πρόσεισι, τὰ μὲν ἄλλα σεμνὸς ἰδεῖν καὶ ἀγχίνοιαν ἀπὸ τοῦ βλέμματος ἐμφανίζων, ἄρτι μὲν τὸν ἔφηβον παραλλάξας, τὴν χροιὰν δὲ ἀκριβῶς μέλας. καί με ἠσπάζετο, καί τι βούλεσθαι ἰδίᾳ φράζειν ἔλεγεν, ἑλληνίζων οὐ βεβαίως. ἐμοῦ δὲ ἑτοίμως ὑπακούσαντος, εἴς τινα νεὼν παρακείμενον εἰσαγαγών, φύλλα τινά σε καὶ ῥίζας, ἔφη, τῶν Ἰνδικῶν καὶ Αἰθιοπικῶν καὶ Αἰγυπτίων ὠνούμενον ἑώρακα. εἰ δὴ οὖν ἀκραιφνῆ ταῦτα καὶ δόλον παντὸς ἐκτὸς ὠνεῖσθαι βουληθείης, ἕτοιμος παρέχειν. βούλομαι, ἔφην, καὶ δείκνυε. δέ, ὄψει μέν, εἶπεν, ὅπως δὲ μὴ μικρολόγος ἔσῃ περὶ τὴν ἀγοράν. σαυτὸν παρεγγύα, ἔφην, μὴ βαρύτιμον εἶναι περὶ τὴν διάπρασιν. καὶ ὃς ὑπὸ μάλης τι βαλαντίδιον ἔχων, προκομίσας ἐπεδείκνυ λίθων πολυτίμων ὑπερφυές τι χρῆμα · μαργαρίδεςτε γὰρ ἐνῆσαν εἰς καρύου μικροῦ μέγεθος, εἰς κύκλοντε ἀκριβῶς ἀπαρτιζόμεναι καὶ λευκότητι πλεῖστον ἀγλαιζόμεναι, σμάραγδοίτε καὶ ὑάκινθοι, αἳ μὲν οἷα λήιον ἠρινὸν χλοάζουσαι, ἐλαιώδους αὐτάς τινος λειότητος ὑπαυγαζούσης, αἳ δὲ ἀπεμιμοῦντο χροιὰν ἀκτῆς θαλαττίας ὑπ’ἀγχιβαθεῖ σκοπέλῳ μικρὸν ὑποφριττούσης καὶ τὸ ὑποκείμενον ἰαζούσης · καὶ ἁπλῶς συμμιγής τις ἦν πάντων καὶ ποικίλη μαρμαρυγή, τὸν ὀφθαλμὸν εὐφραίνουσα. ἅπερ ὡς εἶδον, ἄλλους, ἔφην, ὥρα σοι ξένε τῶνδε ἐπιζητεῖν ὠνητάς, ὡς ἔγωγε καὶ κατ’ἐμὲ περιουσία σχολῇ γοῦν, εἰ καὶ ἑνὸς εἴη τῶν ὁρωμένων ἰσοστάσιος. ἀλλ’εἰ καὶ μὴ πρίασθαι δυνατός, εἶπε, δῶρόν γε λαμβάνειν οὐκ ἀδύνατος. ἐγὼ μὲν οὐκ ἀνίκανος, ἔφην, δῶρόν γε λαμβάνειν · σὺ δ’οὐκ οἶδ’ τι βουλόμενος παίζεις ἡμᾶς. οὐ παίζω, εἶπεν, ἀλλὰ καὶ σφόδρα σπουδάζω, καὶ ἐπόμνυμί γε τὸν ἱδρυμένον ἐνθάδε θεὸν ἅπαντα δώσειν, εἰ πρὸς τούτοις καὶ ἕτερον δῶρον ὑποδέξασθαι βουληθείης, πολὺ τούτων ἐριτιμότερον. ἐγέλων πρὸς ταῦτα. τοῦ δὲ τὴν αἰτίαν πυνθανομένου, ὅτι γελοῖον, ἔφην, εἶ τηλικαῦτα δῶρα καθυπισχνούμενος προσέτι καὶ μισθὸν ἐπαγγέλλῃ πολὺ τῶν δώρων αὐτῶν ὑπερφέροντα. πίστευε, εἶπεν · ἀλλ’ἐπόμνυε καὶ αὐτὸς μὴν ἄριστα χρήσασθαι τῷ δώρῳ, καὶ ὡς ἂν αὐτὸς ὑφηγήσωμαι. ἐθαύμαζον μὲν ἀπορῶν, ἐπώμνυον δὲ τηλικαῦτα ἐλπίζων. ἐπειδὴ δέ μοι ὀμώμοστο ὡς ἐκεῖνος ἐπέσκηπτεν, ἄγει με παρ’αὑτόν, καὶ δείκνυσι κόρην, ἀμήχανόν τι καὶ δαιμόνιον κάλλος, ἣν αὐτὸς μὲν ἑπταετῆ γεγονέναι ἔλεγεν, ἐμοὶ δὲ καὶ ὥρᾳ γάμου πλησιάζειν ἐῴκει · οὕτως ἄρα κάλλους ὑπερβολὴ καὶ εἰς μεγέθους ἔμφασιν φέρει προσθήκην. κἀγὼ μὲν ἀχανὴς εἱστήκειν ἀγνοίᾳτε τῶν γινομένων καὶ ἀκορέστῳ θέᾳ τῶν ὁρωμένων,

2.31

δὲ ἄρχεται λόγων τοιῶνδε. ταύτην ἣν ὁρᾷς, ξένε, φησίν, μὲν τεκοῦσα, δι’αἰτίαν ἣν γνώσῃ μικρὸν ὕστερον, ἐν σπαργάνοις ἐξέθετο, τύχης ἀμφιβολίᾳ τὰ κατ’αὐτὴν ἐπιτρέψασα, ἐγὼ δὲ προστυχὼν ἀνειλόμην · οὐ δὲ γὰρ ἦν μοι θεμιτὸν ἐν κινδύνῳ ψυχὴν ἅπαξ ἐνανθρωπήσασαν παριδεῖν. ἓν γὰρ καὶ τοῦτο παράγγελμα τῶν γυμνῶν παρ’ἡμῖν σοφῶν, ὧν ἀκουστὴς εἶναι χρόνοις ὀλίγοις πρόσθεν ἠξίωμαι. καὶ ἄλλως καὶ τὸ παιδίον αὐτόθεν μέγα τι καὶ θεῖον τῶν ὀφθαλμῶν ἐξέλαμπεν · οὕτω μοι περισκοποῦντι γοργόντε καὶ ἐπαγωγὸν ἐνεῖδε. συνεξέκειτο δὲ αὐτῷ καὶ λίθων ὅρμος, ὃν ἀρτίως ἐπεδείκνυον, καὶ ταινία τις ἀπὸ σηρικοῦ νήματος ἐξυφασμένη, γράμμασιν ἐγχωρίοις καὶ διηγήματι τῶν κατὰ τὴν παῖδα κατάστικτος, τῆς μητρός, οἶμαι, σύμβολα ταῦτα καὶ γνωρίσματα τῇ κόρῃ προμηθευσαμένης. ἅπερ ὡς ἀνέγνων, πόθεντέ ἐστι καὶ τίνος ἔγνων, εἰς ἀγρόντε κομίζω πόρρω τῆς πόλεως ἀπῳκισμένον, καὶ ποιμέσιν ἐμαυτοῦ τρέφειν παραδούς, μηδενίτε φράζειν ἐπαπειλήσας, τὰ συνεκτεθέντα κατεῖχον, τοῦ μή τινα ἐπιβουλὴν γενέσθαι δι’αὐτὰ τῇ κόρῃ. τὰ μὲν οὖν πρῶτα οὕτως ἐλάνθανεν · ἐπεὶ δὲ τοῦ χρόνου προϊόντος τῆς κόρης ἀκμὴ καὶ μείζονος ὥρας ἐφαντάζετο τοῦ εἰωθότος (τὸ κάλλος δ’οὐ δ’ἂν ὑπὸ γῆν κρυπτόμενον ἔλαθεν, ἀλλά μοι δοκεῖ κἂν ἐκεῖθεν διεκλάμψαι), δείσας μὴ φωτισθείη τὰ κατ’αὐτήν, καὶ ἀπόλοιτο μὲν αὐτή, παραπολαύσω δέ τινος καὶ αὐτὸς ἀηδοῦς, ἐκπεμφθῆναι πρεσβευτὴς παρὰ τὸν Αἰγύπτου σατράπην ἐπραγματευσάμην. καὶ ἥκω ταύτην συνεπαγόμενος, διαθέσθαι τὰ κατ’αὐτὴν ἐνθυμούμενος. καὶ τῷ μὲν ὅσον οὐδέπω περὶ ὧν ἥκω διαλεχθήσομαι (χρηματίσαι γὰρ ἡμῖν τήμερον ἐπηγγείλατο), σοὶ δὲ καὶ θεοῖς τοῖς οὕτως ἐπιτρέψασιν ἐγχειρίζω τὴν κόρην ἐπὶ συνθήκαις ταῖς ἐνωμότως ἡμῖν γενομέναις, μὴν ἐλευθέραν ταύτην ἕξειν καὶ ἐλευθέρῳ πρὸς γάμον ἐκδώσειν, ἐπιδώσειν δὲ τὴν ταινίαν ταύτην, ἣν δὴ καὶ αὐτὸς κομίζῃ παρ’ἡμῶν, μᾶλλον δὲ τῆς ἐκθεμένης μητρός. πιστεύω δέ σε πάντα ἐμπεδώσειν τὰ ὡμιλημένα, τοῖςτε ὅρκοις ἀποθαρσῶν, καὶ τὸν σὸν τρόπον ἐκ πολλῶν τῶν ἡμερῶν ὧν ἐνθάδε διάγεις Ἑλληνικὸν ὄντα τῷ ὄντι περιειργασμένος.

2.32

ταῦτά σοι νῦν εἶχον λέγειν ἐπιτετμημένως, καλούσης με τῆς κατὰ τὴν πρεσβείαν χρείας. τὰ σαφέστερα δὲ καὶ ἀκριβέστερα τῶν κατὰ τὴν κόρην εἰς αὔριον μυηθήσῃ, περὶ τὸν νεὼν τῆς Ἴσιδος ἐντυχών. ἐποίουν οὕτως, καὶ παραλαβὼν τὴν κόρην ἦγον ἐπικαλύψας ὡς ἐμαυτόν. κἀκείνην μὲν τὴν ἡμέραν εἶχον ἐν θεραπείᾳ, πολλὰ φιλοφρονούμενος καὶ πολλὴν τοῖς θεοῖς ὁμολογῶν χάριν, αὐτόθεντε ἐμαυτοῦ θυγατέρα καὶ ἐνόμιζον καὶ ὠνόμαζον · εἰς δὲ τὴν ὑστεραίαν ἅμα ἡμέρᾳ λίαν ἐσπουδασμένως ἐπὶ τὸν νεὼν τῆς Ἴσιδος, οὗπερ συνετέτακτό μοι πρὸς τὸν ξένον, ὥρμησα. καὶ πλεῖστα ἐμπεριπατήσας, ἐπειδήπερ ἐφαίνετο οὐδαμοῦ, παραγενόμενος εἰς τὰ σατραπεῖα, τὸν πρεσβευτὴν τῶν Αἰθιόπων εἴ τις ἑώρα, ἐπυνθανόμην. καί μοί τις ἀπήγγελλεν ὡς ἐξώρμησε, μᾶλλον δὲ ἐξελήλαται, πρὸ ἡλίου δυσμῶν εἰ μὴ τῶν ὅρων ἐκτὸς γένοιτο, θάνατον αὐτῷ τοῦ σατράπου διαπειλήσαντος. ἐμοῦ δὲ ἐρομένου τὴν αἰτίαν, ὅτι, ἔφη ἀπαγγέλλων, ἐπέταττεν ἀπέχεσθαι τῶν σμαραγδείων μετάλλων ὡς Αἰθιοπίᾳ προσηκόντων. ὑπέστρεφον ἀνιαρῶς ἄγαν διατεθείς, καὶ ὥσπερ οἱ βαρεῖάν τινα πληγὴν εἰληφότες, ὅτι δή μοι γνῶναι μὴ ἐξεγένετο τὰ κατὰ τὴν κόρην, τίς πόθεν τίνων. μὴ θαυμάσῃς, εἶπεν Κνήμων · ἀσχάλλω γὰρ καὶ αὐτὸς οὐκ ἀκούσας. ἀλλ’ἴσως ἀκούσομαι. ἀκούσῃ,

2.33

ἔφη Καλάσιρις · νυνὶ δὲ ἅπερ ἑξῆς ἐπέραινεν Χαρικλῆς, εἰρήσεται. ἐπειδὴ γάρ, φησίν, εἰς τὸ δωμάτιον ἦλθον, ὑπαντᾷτέ μοι παῖς, καὶ ἔλεγε μὲν οὐδέν, οὔπω τῆς Ἑλλάδος συνιεῖσα φωνῆς, ἀπὸ δὲ τῆς χειρὸς ἠσπάζετο, καί με πρὸς τὸ φαιδρότερον ὀφθεῖσα μόνον ἀνίησιν. ἐθαύμαζόντε ὅτι, καθάπερ οἱ ἀγαθοὶ καὶ εὐγενεῖς τῶν σκυλάκων πάντα τινὰ καὶ ἐπ’ὀλίγον ὀλίγον ἐγνωσμένον σαίνουσιν, οὕτω κἀκείνη τῆς ἐμῆς περὶ αὐτὴν εὐνοίας ὀξέως ᾔσθετο καὶ ὡς πατέρα περιεῖπεν. ἔγνων οὖν μὴ ἐνδιατρίβειν τοῖς Καταδούποις, μὴ δή τις καὶ δαίμονος βασκανία τῆς δευτέρας με θυγατρὸς στερήσειε, καὶ διὰ τοῦ Νείλου κατάρας ἐπὶ θάλατταν ἐπιτυχώντε νεὼς ἀνηγόμην τὴν ἐπ’οἴκου. καὶ ἔστι νῦν παῖς ἐνταῦθα σὺν ἐμοί, παῖς μὲν οὖσα ἐμὴ καὶ ὄνομα τοὐμὸν ὀνομαζομένη · σαλεύω γὰρ ἐπ’αὐτῇ τὸν βίον. καὶ ἔστι τὰ μὲν ἄλλα καὶ εὐχῆς κρείττων · οὕτω τάχιστα μὲν τὴν Ἑλλάδα γλῶτταν εἵλκυσε, τάχιστα δὲ εἰς ἀκμὴν καθάπερ ἔρνος τι τῶν εὐθαλῶν ἀνέδραμεν. ὡραιότητι δὲ σώματος οὕτω δή τοι τὰς πάσας ὑπερβέβληκεν ὥστε πᾶς ὀφθαλμὸς Ἑλληνικόςτε καὶ ξένος ἐπ’αὐτὴν φέρεται, καὶ ὅπου δὴ φαινομένη ναῶν δρόμων ἀγορῶν, καθάπερ ἀρχέτυπον ἄγαλμα πᾶσαν ὄψιν καὶ διάνοιαν ἐφ’ἑαυτὴν ἐπιστρέφει. ἀλλ’αὕτη τοιαύτη τις οὖσα λυπεῖ με λύπην ἀνίατον. ἀπηγόρευται παρ’αὐτῇ γάμος, καὶ παρθενεύειν τὸν πάντα βίον διατείνεται, καὶ τῇ Ἀρτέμιδι ζάκορον ἑαυτὴν ἐπιδοῦσα θήραις τὰ πολλὰ σχολάζει καὶ ἀσκεῖ τοξείαν. ἐμοὶ δέ ἐστιν βίος ἀφόρητος, ἐλπίσαντι μὲν ἀδελφῆς ἐμαυτοῦ παιδὶ ταύτην ἐκδώσειν, καὶ μάλα γε ἀστείῳ καὶ χαρίεντι λόγοντε καὶ ἦθος νεανίσκῳ, ἀποτυγχάνοντι δὲ διὰ τὴν ταύτης ἀπηνῆ κρίσιν. οὔτε γὰρ θεραπεύων οὔτε ἐπαγγελλόμενος οὔτε λογισμοὺς ἀνακινῶν πεῖσαι δεδύνημαι, ἀλλὰ τὸ χαλεπώτατον, τοῖς ἐμοῖς, τὸ τοῦ λόγου, κατ’ἐμοῦ κέχρηται πτεροῖς, καὶ τὴν ἐκ λόγων πολυπειρίαν, ἣν ποικίλην ἐδιδαξάμην πρὸς κατασκευὴν τοῦ τὸν ἄριστον ᾑρῆσθαι βίον, ἐπανατείνεται, ἐκθειάζουσα μὲν παρθενίαν καὶ ἐγγὺς ἀθανάτων ἀποφαίνουσα, ἄχραντον καὶ ἀκήρατον καὶ ἀδιάφθορον ὀνομάζουσα, ἔρωτας δὲ καὶ Ἀφροδίτην καὶ πάντα γαμήλιον θίασον ἀποσκορακίζουσα. πρὸς ταῦτα δή σε βοηθὸν ἐπικαλοῦμαι, καὶ διὰ τοῦτο καιροῦ λαβόμενος καὶ ἀφορμῆς τῆς ἐκ ταὐτομάτου πως ἐνδοθείσης, μακροτέρου πρὸς σὲ τοῦ διηγήματος ἐδεήθην. καὶ δὸς τὴν χάριν, ’γαθὲ Καλάσιρι. σοφίαν τινὰ καὶ ἴυγγα κίνησον ἐπ’αὐτὴν Αἰγυπτίαν. πεῖσον λόγοις ἔργοις γνωρίσαι τὴν ἑαυτῆς φύσιν, καὶ ὅτι γυνὴ γέγονεν εἰδέναι. βουλομένῳ δέ σοι τὸ πρᾶγμα ῥᾴδιον. οὔτε γὰρ ἀπρόσμικτος ἐκείνη πρὸς τοὺς λόγους τῶν ἀνδρῶν, ἀλλὰ τὸ πλεῖστον τούτοις συνόμιλος ἐπαρθενεύθη · καὶ οἴκησιν οἰκεῖ σοι τὴν αὐτὴν ἐνταῦθα, ἐντὸς φημὶ τοῦ περιβόλου καὶ περὶ τὸν νεών. ἱκέτην οὖν γινόμενον μὴ παρίδῃς με, μη δὲ συγχωρήσῃς ἄπαιδα καὶ ἀπαραμύθητον καὶ διαδόχων ἔρημον ἐν γήραι βαρεῖ διάγειν, μὴ πρὸς Ἀπόλλωνος αὐτοῦ καὶ τῶν ἐγχωρίων σοι θεῶν. ἐδάκρυσα τούτων ἀκούων Κνήμων, ἐπειδὴ κἀκεῖνος οὐκ ἀδάκρυτον τὴν ἱκεσίαν προσῆγε, καὶ ἐπηγγελλόμην,

2.34

εἴ τι δυναίμην, συλλήψεσθαι. καὶ ἔτι περὶ τούτων διασκοπουμένων ἡμῶν, εἰσδραμών τις ἀπήγγειλε τὸν ἀρχιθέωρον τῶν Αἰνιάνων ἐπὶ θύραις ὄντα πάλαι διοχλεῖν, καὶ παρακαλεῖν τὸν ἱερέα παρεῖναι καὶ κατάρχειν τῶν ἱερῶν. ἐμοῦ δὲ ἐρομένου τὸν Χαρικλέα, τίνες οἱ Αἰνιᾶνες τίς θεωρία καὶ ἣν ἄγουσι θυσίαν, οἱ μὲν Αἰνιᾶνες, ἔφη, Θετταλικῆς ἐστὶ μοίρας τὸ εὐγενέστατον καὶ ἀκριβῶς Ἑλληνικόν, ἀφ’Ἕλληνος τοῦ Δευκαλίωνος, τὸ μὲν ἄλλο τῷ Μαλιακῷ κόλπῳ παρατεινόμενον, μητρόπολιν δὲ σεμνυνόμενον Ὑπάταν, ὡς μὲν αὐτοὶ βούλονται, ἀπὸ τοῦ τῶν ἄλλων ὑπατεύειν καὶ ἄρχειν ὠνομασμένην, ὡς δὲ ἑτέροις δοκεῖ, διότι περ ὑπὸ τῇ Οἴτῃ τῷ ὄρει κατῴκισται. δὲ θυσία καὶ θεωρία, τετραετηρίδα ταύτην, ὅτε περ καὶ Πυθίων ἀγών (ἔστι δὲ νῦν, ὡς οἶσθα), πέμπουσιν Αἰνιᾶνες Νεοπτολέμῳ τῷ Ἀχιλλέως · ἐνταῦθα γὰρ ἐδολοφονήθη πρὸς αὐτοῖς τοῖς τοῦ Πυθίου βωμοῖς ὑπ’Ὀρέστου τοῦ Ἀγαμέμνονος. δὲ νῦν θεωρία καὶ πλεονεκτεῖ τὰς ἄλλας · Ἀχιλλείδης γὰρ εἶναι σεμνύνεται τῆς θεωρίας ἐξάρχων. συνέτυχον γὰρ τῇ προτεραίᾳ τῷ νεανίσκῳ, καί μοι ἀληθῶς ἔδοξε τοῖς Ἀχιλλείδαις ἐμπρέπειν · τοιοῦτός ἐστι τὴν μορφὴν καὶ τοσοῦτος ἰδεῖν τὸ μέγεθος, ὡς βεβαιοῦν τῇ θέᾳ τὸ γένος. ἐμοῦ δὲ θαυμάσαντος, καὶ πῶς Αἰνιάνων γένους τυγχάνων Ἀχιλλείδην ἑαυτὸν ἀναγορεύει φήσαντος ( γὰρ Ὁμήρου τοῦ Αἰγυπτίου ποίησις τὸν Ἀχιλλέα Φθιώτην ἐνδείκνυται), μὲν νεανίσκος, ἔφη Χαρικλῆς, καὶ ὁλοσχερῶς Αἰνιᾶνα εἶναι τὸν ἥρωα διαγωνίζεται, τὴν Θέτιν ἐκ τοῦ Μαλιακοῦ κόλπου γήμασθαι τῷ Πηλεῖ καὶ Φθίαν τὸ περὶ τὸν κόλπον τοῦτον ὀνομάζεσθαι πάλαι διατεινόμενος, τοὺς δὲ ἄλλους δι’εὐδοξίαν τοῦ ἀνδρὸς ἐφελκομένους ἑαυτοῖς ἐπιψεύδεσθαι. καὶ ἄλλως δὲ ἑαυτὸν ἐγγράφει τοῖς Αἰακίδαις, Μενέσθιον ἑαυτοῦ προπάτορα καταφέρων, τὸν Σπερχειοῦ παῖδα καὶ Πολυδώρας τῆς ἐκ Πηλέως, ὃς καὶ Ἀχιλλεῖ συνεστράτευσεν ἐν πρώτοις ἐπὶ Ἴλιον, καὶ τῆς πρώτης τῶν Μυρμιδόνων διὰ τὸ συγγενὲς ἐξῆρχε μοίρας. τῷ δὲ Ἀχιλλεῖ πάντοθεν περιφυόμενος, καὶ πανταχόθεν αὐτὸν τοῖς Αἰνιᾶσιν οἰκειούμενος, τεκμήριον λαμβάνει πρὸς τοῖς ἄλλοις οἷς καταλέγει καὶ τὸν ἐναγισμὸν τὸν Νεοπτολέμῳ πεμπόμενον, οὗ σύμπαντες, ὡς φησίν, Αἰνιᾶσιν ἐξεχώρησαν Θεσσαλοί, τὸ ἐγγυτέροις εἶναι τοῦ γένους προσμαρτυροῦντες. ἐκείνοις μὲν οὖν οὐδεὶς φθόνος, ἔφην, Χαρίκλεις, χαρίζεσθαι ταῦτα, καὶ ἐπαληθεύειν ἑαυτοῖς · τὸν δὲ ἀρχιθέωρον εἰσκαλεῖσθαι πρόσταξον, ὡς ἔγωγε αὐτοῦ μανικῶς ἀνεπτέρωμαι πρὸς τὴν θέαν.

2.35

ἐπένευσεν Χαρικλῆς, καὶ εἰσῆλθεν νεανίσκος, Ἀχίλλειόν τι τῷ ὄντι πνέων, καὶ πρὸς ἐκεῖνον τὸ βλέμμα καὶ τὸ φρόνημα ἀναφέρων, ὀρθὸς τὸν αὐχένα, καὶ ἀπὸ τοῦ μετώπου τὴν κόμην καὶ πρὸς τὸ ὄρθιον ἀναχαιτίζων. ῥὶς ἐν ἐπαγγελίᾳ θυμοῦ, καὶ οἱ μυκτῆρες ἐλευθέρως τὸν ἀέρα εἰσπνέοντες. ὀφθαλμὸς οὔπω μὲν χαροπός, χαροπώτερον δὲ μελαινόμενος, σοβαρόντε ἅμα καὶ οὐκ ἀνέραστον βλέπων, οἷον θαλάσσης ἀπὸ κύματος εἰς γαλήνην ἄρτι λεαινομένης. ἐπεὶ δὲ ἡμᾶς τὰ εἰωθότα ἠσπάσατο καὶ τῶν ἀμοιβαίων ἔτυχεν, ὥραν εἶναι τοῦ τὴν θυσίαν τῷ θεῷ προσάγειν ἔλεγεν, ὡς ἂν καὶ τὸν ἐναγισμὸν τῷ ἥρωι καὶ τὴν ἐπ’αὐτῷ πομπὴν κατὰ καιρὸν ἐν δευτέροις ἐπιτελεῖν ἐγγένοιτο. γινέσθω, ἔφη Χαρικλῆς. καὶ ἀνιστάμενος, ὄψει, ἔφη πρός με, καὶ τὴν Χαρίκλειαν τήμερον, εἰ μὴ πρότερον εἶδες · συμπαρεῖναι γὰρ καὶ τὴν ζάκορον τῆς Ἀρτέμιδος τῇ πομπῇ καὶ τοῖς ἐναγισμοῖς τοῦ Νεοπτολέμου πάτριον. ἐμοὶ δὲ παῖς, Κνήμων, ἑώρατο ἤδη πολλάκις, καὶ θυσιῶν συνεφῆπτο, καὶ λόγων ἱερῶν εἴ τι ποτε ἐπύθετο. ἀλλ’ἅμως ἐσιώπων, τὸ μέλλον ἀπεκδεχόμενος. καὶ ἅμα τὴν ὁρμὴν ὡς ἐπὶ τὸν νεὼν ἐποιούμεθα · πάκτα γὰρ ἤδη παρεσκεύαστο τὰ πρὸς τὴν θυσίαν τοῖς Θετταλοῖς. ἐπεὶ δὲ ἡμεῖςτε πρὸς τοῖς βωμοῖς ἐγενόμεθα καὶ νεανίας ἤδη τῶν ἱερῶν κατῆρχε, προκατευξαμένου τοῦ ἱερέως, ἐκ τῶν ἀδύτων ἀναφθέγγεται Πυθία τοιάδε. τὴν χάριν ἐν πρώτοις, αὐτὰρ κλέος ὕστατ’ἔχουσαν, φράζεσθ’ Δελφοί, τόντε θεᾶς γενέτην, οἳ νηὸν προλιπόντες ἐμὸν καὶ κῦμα τεμόντες ἵξοντ’ἠελίου πρὸς χθόνα κυανέην, τῇ περ ἀριστοβίων μέγ’ἀέθλιον ἐξάψονται, λευκὸν ἐπὶ κροτάφων στέμμα μελαινομένων.

2.36

ταῦτα μὲν ὡς ἀνεῖπεν θεός, ἀμηχανία πλείστη τοὺς περιεστῶτας εἰσεδύετο, τὸν χρησμὸν τι βούλοιτο φράζειν ἀποροῦντας. ἄλλος γὰρ πρὸς ἄλλο τι τὸ λόγιον ἔσπα · καὶ ὡς ἕκαστος εἶχε βουλήσεως, οὕτω καὶ ὑπελάμβανεν. οὔπω δὲ οὐδεὶς τῶν ἀληθῶν ἐφήπτετο. χρησμοὶ γὰρ καὶ ὄνειροι τὰ πολλὰ τοῖς τέλεσι κρίνονται. καὶ ἄλλως οἱ Δελφοὶ πρὸς τὴν πομπὴν ἐπτοημένοι μεγαλοπρεπῶς ηὐτρεπισμένην ἠπείγοντο, τὰ χρησθέντα πρὸς τὸ ἀκριβὲς ἀνιχνεύειν ἀμελήσαντες. ἐπεὶ δὲ πομπὴ καὶ σύμπας ἐναγισμὸς ἐτελέσθη .