Ethiopian Story, 7
καὶ ἣ μὲν ἔκειτο, τὴν ἐκ τοῦ παιδὸς μαντείαν οὕτω παρὰ πόδας ἐν δίκῃ πληρώσασα · ὁ δὲ Καλάσιρις καὶ ἡ Χαρίκλεια παρὰ τοσοῦτον ἐλθόντες κινδύνου, καὶ ἅμα μὲν τῶν παρόντων φόβων ἐκτὸς ἑαυτοὺς ποιούμενοι, ἅμα δὲ τῶν μαντευθέντων ἕνεκεν ἐπισπεύδοντες, τῆς ἐπὶ τὴν Μέμφιν ὁδοῦ σπουδαιότερον εἴχοντο. καὶ δὴ καὶ ἐπλησίαζον τῇ πόλει τῶν ἐκ τῆς νεκυίας μεμαντευμένων ἤδη κατ’αὐτὴν τελουμένων. ὡς γὰρ ὁ Θύαμις τὸ ἀπὸ τῆς Βήσσης λῃστρικὸν ἐπάγων ἐφίστατο, οἱ μὲν κατὰ τὴν Μέμφιν ὀλίγον ὅσον ἔφθησαν τὰς πύλας ἐπικλεισάμενοι, στρατιώτου τινὸς τῶν ὑπὸ Μιτράνην διαδράντων τὴν κατὰ τὴν Βῆσσαν μάχην προϊδόντοςτε τὴν ἔφοδον καὶ τοῖς ἐν τῷ ἄστει προμηνύσαντος, ὁ δὲ Θύαμις περί τι μέρος τοῦ τείχους τὰ ὅπλα καταθέσθαι κελεύσας διανέπαυέτε ἅμα ἐκ συντόνου τῆς ὁδοιπορίας τὸν στρατόν, καὶ ὡς πολιορκήσων δῆθεν ἐποιεῖτο γνώμην. οἱ δὲ κατὰ τὴν πόλιν πρότερον μὲν ὡς πλῆθος τὸ ἐπιὸν καταδείσαντες, ἀπὸ δὲ τῆς ἐκ τῶν τειχῶν κατασκοπῆς ὀλίγους εἶναι τοὺς ἐπελθόντας καταγνόντες, ὥρμησαν μὲν καὶ αὐτίκα, τοὺς ἐγκαταλελειμμένους ὀλίγους εἰς φρουρὰν τῆς πόλεως τοξόταςτε καὶ ἱππέας ἀναλαβόντες καὶ τὸν ἀστικὸν δῆμον τοῖς προστυχοῦσιν ἐξοπλίσαντες, ἐξελθεῖντε καὶ συμπεσεῖν εἰς μάχην τοῖς ἐναντίοις · πρεσβυτικοῦ δέ τινος καὶ τῶν ἐπὶ δόξης διακωλύσαντος, καὶ ἐκδιδάξαντος διότι καὶ εἰ τὸν σατράπην Ὀροονδάτην ἀπεῖναι συμβαίνει τὰ νῦν ἐπὶ τὸν Αἰθιοπικὸν ἐκστρατεύσαντα πόλεμον, ἀλλὰ Ἀρσάκῃ γοῦν τῇ ἐκείνου γαμετῇ δίκαιον πρότερον ἀνακοινοῦσθαι τὴν πρᾶξιν, ὡς ἂν μετὰ γνώμης τῆς ἐκείνης τὸ εὑρισκόμενον κατὰ τὴν πόλιν στρατιωτικὸν ῥᾷόντε συλλαμβάνοι καὶ προθυμότερον, ἐδόκειτε ταῦτα καλῶς εἰρῆσθαι, καὶ ἐπὶ τὰ βασίλεια πάντες ὥρμησαν, ταῦτα ἐχόντων εἰς κατοίκησιν τῶν σατραπῶν βασιλέως μὴ παρόντος.
ἡ δὲ Ἀρσάκη τὰ μὲν ἄλλα καλήτε ἦν καὶ μεγάλη καὶ συνεῖναι δραστήριος, τότε φρόνημα ἐξ εὐγενείας ὑπέρογκος, καὶ οἷον εἰκὸς τὴν ἀδελφὴν βασιλέως τοῦ μεγάλου γεγονυῖαν, ἄλλως δὲ τὸν βίον ἐπίμωμος καὶ ἡδονῆς παρανόμου καὶ ἀκρατοῦς ἐλάττων. πρὸς γοῦν ἄλλοις καὶ τῷ Θυάμιδι παραιτία τῆς ἐκ Μέμφεως τότε φυγῆς ἐγεγόνει. ἄρτι γὰρ τοῦ Καλασίριδος διὰ τὰ ἐκ θεῶν αὐτῷ περὶ τῶν παίδων προθεσπισθέντα τῆς Μέμφεως ἑαυτὸν λάθρᾳ πάντων ἐξοικίσαντος, καὶ ἀφανοῦς ὄντος ἢ καὶ ἀπολωλέναι δοκοῦντος, τοῦ δὲ Θυάμιδος, ὡς ἂν πρεσβυτέρου παιδός, ἐπὶ τὴν προφητείαν κληθέντος καὶ τὰς εἰσιτηρίους θυσίας πανδημεὶ τελοῦντος, ἐντυχοῦσα κατὰ τὸν νεὼν τῆς Ἴσιδος ἡ Ἀρσάκη νεανίσκῳ χαρίεντι καὶ ἀκμάζοντι καὶ πρὸς τῆς ἐν χερσὶ πανηγύρεως πλέον ὡραϊσμένῳ ὀφθαλμούςτε ἐπέβαλεν οὐ σώφρονας καὶ νεύματα τῶν αἰσχροτέρων αἰνίγματα. καὶ ταῦτα ὁ μὲν Θύαμις οὐ δὲ κατὰ μικρὸν προσίετο, φύσειτε καὶ ἐκ παίδων εὖ πεφυκὼς τὰ εἰς σωφροσύνην · καὶ τὰ πρὸς ἐκείνης δρώμενα πόρρωτε ἦν ὡς ἐδρᾶτο ὑποπτεύειν, καὶ τυχὸν ἄλλως πως γίνεσθαι ὑπετίθετο, τῶν ἱερῶν ὅλος γινόμενος. ὅ γε μὴν ἀδελφὸς αὐτοῦ Πετόσιρις καὶ πάλαι ζηλοτυπίαν ἐπ’αὐτῷ νοσῶν τῆς ἱερωσύνης, τάςτε προσβολὰς τῆς Ἀρσάκης παρατηρήσας, ἀφορμὴν εἰς ἐπιβουλὴν τα- τἀδελφοῦ τὴν ἐκείνης οὐκ ἔννομον πεῖραν ἐποιήσατο, καὶ τῷ Ὀροονδάτῃ λάθρᾳ προσιὼν κατεμήνυεν οὐ τὴν ἐκείνης ὄρεξιν μόνον, ἀλλ’ἤδη καὶ ὡς ὁ Θύαμις συγκατατίθοιτο προσεπιψευδόμενος. ὃ δὲ ῥᾳδίως πεισθεὶς ἐξ ὧν τὴν Ἀρσάκην προϋπώπτευε, τῇ μὲν κατ’οὐδὲν ἠνώχλει, σαφῆτε ἔλεγχον οὐκ ἔχων, καὶ ἅμα φόβῳ καὶ αἰδοῖ τῇ περὶ τὸ βασίλειον γένος, εἴ τι καὶ ὑπώπτευεν, ἀνέχεσθαι βιαζόμενος · τῷ μέντοι γε Θυάμιδι θάνατον ἐκ προρρήσεως συνεχῶς διαπειλῶν οὐ πρότερον ἀνῆκεν, ἄχρις οὗ τὸν μὲν ἐφυγάδευσε, τὸν Πετόσιριν δὲ εἰς τὴν προφητείαν ἐγκατέστησεν.
ἀλλὰ ταῦτα μὲν χρόνοις ἐγεγόνει προτέροις · τότε δ’οὖν ἡ Ἀρσάκη τοῦ πλήθους ἐπὶ τὴν οἴκησιν αὐτῆς συρρυέντος, καὶ τήντε ἔφοδον τῶν ἐναντίων δηλοῦντος ἤδη καὶ αὐτῇ προῃσθημένῃ, καὶ τοῖς οὖσι τῶν στρατιωτῶν ἐπιτρέψαι συνεξελθεῖν αὐτοῖς αἰτοῦντος, οὐκ ἂν ἔφη ταῦτα προχείρως οὕτως ἐπιτρέψειν, οὔπω μὲν τὸ πλῆθος τῶν πολεμίων ὅσον, οὔπω δὲ οἵτινές εἰσιν ἢ πόθεν εἰδυῖα, καὶ πρός γε, οὐ δὲ τὴν πρόφασιν δι’ἣν ἐπεληλύθασι γινώσκουσα. χρῆναι οὖν ἄχρι τῶν τειχῶν διαβῆναι πρότερον, καὶ ἅπαντα ἐκεῖθεν κατοπτεύσαντας καὶ ἄλλους συλλαβόντας, οὕτω τοῖς δυνατοῖς καὶ λυσιτελοῦσιν ἐπιχειρεῖν. ἐδόκει καλῶς εἰρῆσθαι, καὶ ὥρμησαν ὡς εἶχον ἐπὶ τὸ τεῖχος. ἔνθα σκηνὴν ὑπὸ ἁλουργοῖς καὶ χρυσοϋφέσι παραπετάσμασιν ἐκ προστάγματος ἡ Ἀρσάκη πηξαμένη, πολυτελῶςτε αὑτὴν καλλωπίσασα καὶ ἐφ’ὑψηλῆς καθέδρας προκαθίσασα, τούςτε σωματοφύλακας ἐν ὅπλοις ὑποχρύσοις περιστήσασα, κηρύκειόντε εἰς εἰρηνικῶν διαλέξεων σύμβολον ἀναδείξασα, τοὺς πρώτους καὶ ἐπιδόξους τῶν ἐναντίων πλησίον ἥκειν τοῦ τείχους προύτρεπεν. ὡς δὲ ὁ Θύαμις καὶ ὁ Θεαγένης αἱρεθέντες ὑπὸ τοῦ πλήθους ἀφίκοντο καὶ ἔστησαν ὑπὸ τῷ τείχει, τὰ μὲν ἄλλα ὡπλισμένοι, γυμνοὶ δὲ τοῦ κράνους, ὁ κῆρυξ τάδε ἔλεγεν. Ἀρσάκη λέγει πρὸς ὑμᾶς, Ὀροονδάτου μὲν τοῦ πρώτου σατράπου γυνή, μεγάλου δὲ βασιλέως ἀδελφή · τί βουλόμενοι καὶ τίνες ὄντες, ἢ τίνα αἰτίαν ἐπάγοντες, τὴν ἔφοδον ἐτολμήσατε; οἳ δὲ τὸ μὲν πλῆθος εἶναι Βησσαέων ἀπεκρίναντο, ἑαυτὸν δὲ ὁ Θύαμις ὅστις εἴη, καὶ ὅτι παρανομηθεὶς ὑπότε τοῦ ἀδελφοῦ Πετοσίριδος καὶ Ὀροονδάτου, τῆςτε προφητείας ἐξ ἐπιβουλῆς ἀφαιρεθείς, ἐπὶ ταύτην ὑπὸ Βησσαέων κατάγοιτο. καὶ εἰ μὲν ἀπολαμβάνοι τὴν ἱερωσύνην, εἰρήνηντε εἶναι, καὶ Βησσαέας εἰς τὴν οἰκείαν ἐπανήξειν οὐδενὶ κατ’οὐδὲν λυμηναμένους · εἰ δὲ μή, πολέμῳ κριτῇ καὶ τοῖς ὅπλοις · ἐπιτρέψειν. χρῆναι δὲ καὶ Ἀρσάκην, εἴπερ τι διανοεῖται τῶν προσηκόντων, εἰς καιρὸν τῆς εἰς αὐτὴν ἐπιβουλῆς ἐκ Πετοσίριδος τὴν ἄμυναν εἰσπράττεσθαι, καὶ τῶν ἀθεμίτων διαβολῶν, ἃς ψευδῶς πρὸς Ὀροονδάτην ποιησάμενος ἐκείνῃ μὲν πρὸς τὸν ἄνδρα παρανόμου καὶ αἰσχρᾶς ἐπιθυμίας ὑποψίαν, αὐτῷ δὲ τὴν ἐκ τῆς πατρίδος φυγὴν ἐπιβεβληκὼς τυγχάνοι. πρὸς ταῦτα διεταράχθη μὲν καὶ σύμπαν τὸ Μεμφιτῶν πλῆθος, τόντε Θύαμιν ἀναγνωρίζοντες, καὶ τῆς ἀπροσδοκήτου φυγῆς αὐτῷ τὴν αἰτίαν ἐν ἀρχῇ μὲν καὶ ἡνίκα ἐγίνετο ἀγνοήσαντες, ἐκ δὲ τῶν λεχθέντων δι’ὑποψίαςτε ἄγοντες καὶ ἀλήθειαν εἶναι πιστεύοντες
ἡ δὲ Ἀρσάκη πλέον ἢ σύμπαντες συνεχύθη τὴν διάνοιαν καὶ κλύδωνι φροντισμάτων περιεστοίχιστο. θυμοῦ μὲν γὰρ ἐπὶ τὸν Πετόσιριν πληρουμένη, καὶ πρὸς τὰ πάλαι συμβάντα τὴν διάνοιαν ἀναπεμπάζουσα, ὅπως ἂν τιμωρήσαιτο συνετάττετο · τὸν δὲ Θύαμιν ὁρῶσα, καὶ αὖθις τὸν Θεαγένην, διεσπᾶτο τὴν διάνοιαν καὶ ἐμερίζετο εἰς τὴν πρὸς ἑκάτερον ἐπιθυμίαν, ἔρωτα ἐπ’ἀμφοτέροις τὸν μὲν ἀνανεουμένη, τὸν δὲ δριμύτερον ἄρτι τῇ ψυχῇ καταβαλλομένη, ὥστε οὐ δὲ τοὺς περιεστηκότας ἔλαθεν ἀδημονοῦσα. πλὴν ἀλλὰ μικρὸν διαλιποῦσα, καὶ ὥσπερ εἰ ἐξ ἐπιλήψεως ἑαυτὴν ἀναλαβοῦσα, πολέμου μέν, ὦ βέλτιστοι, ἔφη, μανίαν ἐνοσήσατε, πάντες μὲν Βησσαεῖς, οὐχ ἥκιστα δὲ ὑμεῖς, ἀκμαῖοι καὶ χαρίεντες οὕτω νεανίαι καὶ εὖ γεγονότες, ὡς γινώσκωτε καὶ εἰκάζειν πάρεστιν, εἰς προῦπτον κίνδυνον, ὑπὲρ λῃστῶν καὶ ταῦτα, ἑαυτοὺς καθέντες, οὐ δὲ πρὸς τὴν πρώτην προσβολήν, εἰ μάχης δεήσειεν, ἀρκέσοντες · μὴ γὰρ οὕτω τὰ μεγάλου βασιλέως ἀσθενήσειεν ὡς, εἰ καὶ τὸν σατράπην ἀπεῖναι συμβαίνει, μὴ διὰ τῶν λειψάνων γοῦν τῆς ἐνταῦθα στρατιᾶς ἅπαντας ὑμᾶς σαγηνευθῆναι. ἀλλ’οὐδέν, οἶμαι, δεῖ τρίβεσθαι τοὺς πολλούς, καὶ τῆς κατὰ τὴν ἔφοδον προφάσεως ἰδίας τινῶν οὔσης, ἀλλ’οὐ δημοσίας οὐ δὲ κοινῆς, μὴ οὐχὶ καὶ ἰδίᾳ τὴν ἀμφισβήτησιν κρίνεσθαι καὶ πέρας τὸ ἐκ θεῶντε καὶ δίκης αὐτῆς ὁρισθησόμενον ἐκδέχεσθαι. δοκεῖ δή μοι, ἔφη, καὶ προστάττω τοὺς μὲν ἄλλους Μεμφιτῶντε καὶ Βησσαέων ἡσύχους εἶναι, μη δὲ ἀπροφάσιστον ἀλλήλοις ἐπιφέρειν πόλεμον, τοὺς δὲ τῆς προφητείας ἀμφισβητοῦντας πρὸς ἀλλήλους μονομαχήσαντας ἔπαθλον τῷ νικῶντι προθέσθαι τὴν ἱερωσύνην.
ταῦτα τῆς Ἀρσάκης εἰπούσης οἱ μὲν κατὰ τὴν πόλιν ἅπαντες ἀνεβόησαν καὶ τὰ εἰρημένα ἐπῄνουν, ἅμα μὲν εἰς ὑποψίαν μοχθηρᾶς προαιρέσεως κατὰ τοῦ Πετοσίριδος κεκινημένοι, ἅμα δὲ καὶ τὸν ἐν ὀφθαλμοῖς καὶ ὅσον οὔπω προσδοκώμενον κίνδυνον αὐτός τις ἕκαστος εἰς τὸν δι’ἑτέρων ἀγῶνα διώσασθαι δοκιμάζων · οἱ πολλοὶ δὲ Βησσαέων ἐῴκεσαν οὐκ ἀρεσκομένοις οὐ δὲ ἐκδοῦναι προκινδυνεύειν σφῶν τὸν ἔξαρχον βουλομένοις, ἄχρις ὁ Θύαμις ἔπεισε συγκαταθέσθαι, τότε ἀσθενὲς καὶ τὴν εἰς πολέμους ἀπειρίαν τοῦ Πετοσίριδος καταμηνύων, καὶ ὡς ἐκ πολλοῦ τοῦ περιόντος ἔσται αὐτῷ τὰ τῆς μάχης ἐπιθαρρύνων. ἅπερ, ὡς ἔοικε, καὶ ἡ Ἀρσάκη λαβοῦσα ἐνθύμιον τὴν μονομαχίαν προύθηκεν, ἀνύποπτον ἑαυτῇ κατορθωθήσεσθαι τὸν σκοπὸν συνορῶσα, καὶ ὡς ὁ Πετόσιρις ἀραρότως αὐτῇ δίκην ὑφέξει πρὸς πολλῷ γενναιότερον τὸν Θύαμιν διαγωνιζόμενος. ἦν οὖν καὶ λόγου θᾶττον ὁρᾶν τὰ τῆς προστάξεως περαινόμενα, τοῦ Θυάμιδος προθυμίᾳ πάσῃ τὴν πρόκλησιν ἐπισπεύδοντος, καὶ τὰ λειπόμενα τῶν ὅπλων ἐν κόσμῳ τῷ γινομένῳ γεγηθότως ἀναλαμβάνοντος, πολλὰ καὶ τοῦ Θεαγένους ἐπιθαρσύνοντος, καὶ τότε κράνος τῇ κεφαλῇ περιτιθέντος εὔλοφόντε καὶ ὑποχρύσῳ μαρμαρυγῇ πυρσευόμενον, καὶ τα- τἆλλα τῶν ὅπλων πρὸς τὸ ἀσφαλὲς διαδέοντος, τοῦ δὲ Πετοσίριδος καὶ ὑπ’ἀνάγκης πυλῶντε ἐκτὸς ἐκ προστάγματος τῆς Ἀρσάκης ὠθουμένου, πολλάτε εἰς παραίτησιν βοῶντος καὶ πρὸς βίαν ἐξοπλιζομένου. θεασάμενος δὲ αὐτὸν ὁ Θύαμις, ὠ- ὦγαθέ, ἔφη, Θεάγενες, οὐχ ὁρᾷς ὅπως τῷ δέει πάλλεται ὁ Πετόσιρις; ὁρῶ, ἔφη · ἀλλὰ πῶς χρήσῃ τοῖς προκειμένοις; οὐ γὰρ ἁπλῶς πολέμιος ἀλλὰ καὶ ἀδελφὸς ὁ ἐναντίος. ὃ δέ, εὖ λέγεις, εἶπε, καὶ τοῦ σκοποῦ τῆς ἐμῆς διανοίας ἐστοχασμένως. νικῆσαι δ’οὖν θεοῦ νεύοντος, οὐκ ἀποκτεῖναι προῄρημαι · μὴ γὰρ οὕτω ποτὲ ὀργὴ καὶ μῆνις ἐφ’οἷς προπέπονθα κρατήσειεν, ὡς αἵματος αὐταδέλφου καὶ φόνου καὶ μιάσματος ὁμογαστρίου ἄμυναν μὲν ἐπὶ τοῖς παρελθοῦσι τιμὴν δέ τινα ἐπὶ τοῖς μέλλουσιν ἀλλάξασθαι. γενναίου τὰ ῥήματα, ἔφη ὁ Θεαγένης, καὶ γνωρίζοντος εὖ τὴν φύσιν. ἀλλ’ἐμοὶ δῆτα τί παραφυλάττειν ἐπιστέλλεις; καὶ ὅς, ὁ μὲν προκείμενος ἀγὼν εὐκαταφρόνητος · ἀλλ’ἐπειδὴ πολλὰ καὶ παράδοξα πολλάκις αἱ κατ’ἀνθρώπους τύχαι καινουργοῦσιν, εἰ μὲν κρατοίην, συνεισελεύσῃτε εἰς τὸ ἄστυ καὶ συνοικήσεις ἐπὶ τοῖς ὁμοίοις, εἰ δέ τι τῶν παρ’ἐλπίδας ἀποβαίνοι, Βησσαέων ἡγήσῃ τούτων, εὔνοιαν πρὸς σὲ πολλὴν ἐχόντων, καὶ τὸν λῃστρικὸν διαθλήσεις βίον, ἕως ἄν τι τέλος τῶν κατὰ σὲ δεξιώτερον ὑποφήνῃ θεός.
ἐπὶ τούτοις ἠσπάζοντότε ἀλλήλους σὺν δάκρυσιν ἅμα καὶ φιλήμασιν, καὶ ὃ μὲν αὐτοῦ καθῆστο ὡς εἶχε, περισκοπῶν τὸ μέλλον, καὶ τῇ Ἀρσάκῃ παρεῖχεν οὐκ εἰδὼς ἐντρυφᾶν αὐτοῦ τῇ θέᾳ, παντοίως αὐτὸν περισκοπούσῃ καὶ τοῖς ὀφθαλμοῖς τέως ἀπολαύειν τῆς ἐπιθυμίας ἐπιτρεπούσῃ · ὁ δὲ Θύαμις ἐπὶ τὸν Πετόσιριν ὥρμησεν. οὐ μὴν ὑπέστη γε ἐκεῖνος τὴν ἔφοδον, ἀλλὰ παρὰ τὴν πρώτην κίνησιν εἰς φυγὴν τραπεὶς ἐπὶ τὰς πύλας, εἰσφρῆσαι εἰς τὸ ἄστυ προθυμούμενος. ἀλλ’ἠνύετο οὐδέν, ὑπὸ τῶν ἐφεστώτων ταῖς πύλαις ἀποκρουόμενος, καὶ τῶν ἐπὶ τοῦ τείχους μὴ παραδέχεσθαι καθ’ὃ μέρος ὁρμήσειεν ἐπικελευομένων. ἀπεδίδρασκε δή, ὡς εἶχε τάχους, περὶ τὸν κύκλον τοῦ ἄστεος, ἤδη καὶ τὰ ὅπλα ἀποβαλών. συμπαρέθει δὲ κατόπιν καὶ ὁ Θεαγένης, ὑπεραγωνιῶντε τοῦ Θυάμιδος, καὶ τῶν γινομένων μὴ πάντα ὁρᾶν οὐ φέρων, οὐ μὴν ἔνοπλός γε, τοῦ μή τινα λαβεῖν ὑπόνοιαν ὡς τῷ Θυάμιδι τοῦ ἔργου συνεφαψόμενος · ἀλλ’ἔνθα καθῆστο τοῦ τείχους ὑπ’ὄψει τῆς Ἀρσάκης τὴν ἀσπίδα καὶ τὸ δόρυ καταθέμενος, καὶ ταῦτα περισκοπεῖν αὐτῇ πάλιν ἀνθ’ἑαυτοῦ παρασχών, συμπαρωμάρτει τοῖς δρόμοις, οὔτε ἁλισκομένου τοῦ Πετοσίριδος οὔτε κατὰ πολὺ φυγῇ φθάνοντος, ἀλλ’ἀεὶ ληφθησομένῳ προσεοικότος, καὶ τοσοῦτον ὑπεκφεύγοντος ὅσον εἰκὸς ἦν τοῦ ἀνόπλου καθυστερεῖν ὡπλισμένον τὸν Θύαμιν. εἰς ἅπαξ μὲν οὖν καὶ δεύτερον οὕτω περιήλασαν τὸ τεῖχος · ἀλλ’ὅτε δὴ ὁ τρίτος αὐτοῖς ἠνύετο κύκλος, ἤδη τὸ δόρυ τοῦ Θυάμιδος κατὰ τῶν μεταφρένων τα- τἀδελφοῦ κατασείοντος καὶ μένειν ἢ βεβλῆσθαι διαπειλοῦντος, ἡ πόλις δὲ ὥσπερ ἐκ θεάτρου περιεστῶσα τοῦ τείχους ἠθλοθέτει τὴν θέαν, τότε δή πως εἴτε τι δαιμόνιον εἴτε τύχη τις τα- τἀνθρώπεια βραβεύουσα, καινὸν ἐπεισόδιον ἐπετραγῴδει τοῖς δρωμένοις, ὥσπερ εἰς ἀνταγώνισμα δράματος ἀρχὴν ἄλλου παρεισφέρουσα, καὶ τὸν Καλάσιριν εἰς ἡμέραν καὶ ὥραν ἐκείνην ὥσπερ ἐκ μηχανῆς σύνδρομόντε καὶ οὐκ εὐτυχῆ θεωρὸν τῷ περὶ ψυχῆς ἀγῶνι τῶν παίδων ἐφίστησι, πολλὰ μὲν ἀνατλάντα καὶ πάντα μηχανησάμενον, φυγάςτε ἑαυτῷ καὶ ἄλας ξενικὰς ἐπιβαλόντα, εἴ πως ἐκκλίνειε τὴν οὕτως ἀπηνῆ θέαν, ἐκνικηθέντα δὲ ὑπὸ τῆς εἱμαρμένης, καὶ ἰδεῖν ἃ πάλαι αὐτῷ οἱ θεοὶ προεθέσπισαν συνελαθέντα, πόρρωθεν μὲν τὰ τῆς διώξεως προκατοπτεύσαντα, ἐκ δὲ τῶν πολλάκις προρρηθέντων τοὺς παῖδας εἶναι τοὺς αὑτοῦ συννοήσαντα, καὶ συντονωτέροις ἢ καθ’ἡλικίαν δρόμοις, ἐπὶ τῷ φθῆναι τὴν εἰς τέλος αὐτῶν συμπλοκήν, καὶ τὸ γῆρας βιασάμενον.
ὡς δ’οὖν ἐπέστη καὶ πλησίον ἤδη συμπαρέθει, τί ταῦτα ὦ Θύαμι καὶ Πετόσιρι; συνεχῶς ἐβόα. τί ταῦτα ὦ παῖδες; ἀνεκάλει πολλάκις. οἳ δ’οὐδέπω τὴν πατρῴαν γνωρίζοντες ὄψιν, τοῦ μὲν ἔτι τοῖς πτωχικοῖς ἠμφιεσμένου ῥάκεσιν, αὐτοὶ δὲ ὅλοι τῆς ἀγωνίας ὄντες, ὥς τινα τῶν ἀγυρτῶν ἢ καὶ ἄλλως ἐξεστηκότων παρήμειβον. τῶν δὲ ἐπὶ τοῦ τείχους οἳ μὲν ἐθαύμαζον ὡς ἀφειδοῦντα αὑτοῦ καὶ εἰς ξιφήρεις ἐμβάλλοντα, οἳ δὲ ὡς παραπλῆγα καὶ μάτην φερόμενον ἐγέλων. ἀλλ’ὅτε συνεὶς ὁ πρεσβύτης ὑπὸ τῆς εὐτελείας τοῦ σχήματος ἑαυτὸν οὐ γνωριζόμενον ἐγυμνώθη μὲν τῶν ἐπιβεβλημένων ῥακῶν, τὴν δὲ ἱερὰν κόμην ἄδετον οὖσαν καθῆκε, καὶ τὸ κατ’ὤμων φορτίον καὶ τὴν ἐν χερσὶ βακτηρίαν ἀπορρίψας ἔστη κατὰ πρόσωπον, καὶ ὤφθη γεραρόςτε καὶ ἱεροπρεπής, ὑπώκλασέτε ἠρέμα, καὶ τὰς χεῖρας εἰς ἱκετηρίαν προτείνας “ὦ τέκνα” σὺν δάκρυσιν ἀνωλόλυξεν, “οὗτος ἐγὼ Καλάσιρις, οὗτος ἐγὼ πατὴρ ὁ ὑμέτερος · αὐτοῦ στῆτε, καὶ τὴν ἐκ μοιρῶν μανίαν στήσατε, τὸν φύντα καὶ ἔχοντες καὶ αἰδεσθέντες,” τότε οἳ μὲν παρείθησαν, καὶ κατενεχθῆναι μικρὸν ἀπολιπόντες προσέπιπτον ἄμφω τῷ πατρί, καὶ τοῖς γόνασι περιφύντες, πρῶτα μὲν ἀτενέστερον ἐνορῶντες διηκρίβουν τὸν ἀναγνωρισμόν, ὡς δὲ οὐ φάσμα τὴν ὄψιν ἀλήθειαν δὲ ἐγνώρισαν, πολλὰ ἅμα καὶ ἐξ ἐναντίων ἔπασχον. ἥδοντο ἐπὶ τῷ φύντι σωζομένῳ παρ’ἐλπίδας · ἐφ’ᾗ κατελαμβάνοντο πράξει, καὶ ἠνιῶντο καὶ ᾐσχύνοντο · τῆς ἀδηλίας τῶν ἀποβησομένων εἰς ἀγωνίαν καθίσταντο. καὶ ταῦτα ἔτι τῶν ἐκ τῆς πόλεως θαυμαζόντων, καὶ λεγόντων μὲν οὐδὲν οὐ δὲ πραττόντων, ὥσπερ δὲ ἀχανῶν ὑπ’ἀγνοίας καὶ τοῖς γεγραμμένοις παραπλησίων πρὸς μόνην τὴν θέαν ἐπτοημένων, ἕτερον ἐγίνετο παρεγκύκλημα τοῦ δράματος ἡ Χαρίκλεια. κατ’ἴχνος γὰρ ἐφεπομένη τοῦ Καλασίριδος, καὶ πόρρωθεν ἀναγνωρίσασα τὸν Θεαγένην (ὀξὺ γάρ τι πρὸς ἐπίγνωσιν ἐρωτικῶν ὄψις, καὶ κίνημα πολλάκις καὶ σχῆμα μόνον, κα- κἂν πόρρωθεν ᾖ κα- κἂν ἐκ νώτων, τῆς ὁμοιότητος τὴν φαντασίαν παρέστησεν), ὥσπερ οἰστρηθεῖσα ὑπὸ τῆς ὄψεως, ἐμμανὴς ἐπ’αὐτὸν ἵεται · καὶ περιφῦσα τοῦ αὐχένος ἀπρὶξ εἴχετο καὶ ἐξήρτητο, καὶ γοεροῖς τισὶ κατησπάζετο θρήνοις. ὃ δέ, οἷον εἰκός, ὄψιντε ῥυπῶσαν καὶ πρὸς τὸ αἰσχρότερον ἐπιτετηδευμένην ἰδὼν καὶ ἐσθῆτα τετρυχωμένην καὶ κατερρωγυῖαν, ὥσπερ τινὰ τῶν ἀγειρουσῶν καὶ ἀληθῶς ἀλῆτιν διωθεῖτο καὶ παρηγκωνίζετο. καὶ τέλος, ἐπειδὴ οὐ μεθίει, ὡς ἐνοχλοῦσαν καὶ τῇ θέᾳ τῶν ἀμφὶ Καλάσιριν ἐμποδὼν ἱσταμένην καὶ διερράπισεν. ἣ δὲ ὦ Πύθιε πρὸς αὐτὸν ἠρέμα · οὐ δὲ τοῦ λαμπαδίου μέμνησαι; καὶ τότε Θεαγένης ὥσπερ βέλει τῷ ῥήματι βληθείς, καὶ τῶν συγκειμένων αὐτοῖς συμβόλων τὸ λαμπάδιον γνωρίσας, ἐνατενίσαςτε καὶ ταῖς βολαῖς τῶν ὀφθαλμῶν τῆς Χαρικλείας ὥσπερ ὑπ’ἀκτῖνος ἐκ νεφῶν διαττούσης καταυγασθεὶς περιέβαλλέτε καὶ ἐνηγκαλίζετο. καὶ τέλος τὸ πρὸς τῷ τείχει σύμπαν μέρος καθ’ὃ προκαθῆστο ἡ Ἀρσάκη διοιδουμένη καὶ οὐκ ἄνευ ζηλοτυπίας ἤδη τὴν Χαρίκλειαν θεωμένη, σκηνογραφικῆς ἐπληροῦτο θαυματουργίας.
λέλυτο μὲν ἄθεσμος ἀδελφῶν πόλεμος, καὶ ἀγὼν ὁ δι’αἵματος κριθήσεσθαι προσδοκώμενος εἰς κωμικὸν ἐκ τραγικοῦ τὸ τέλος κατέστρεφε. πατὴρ τοὺς παῖδας ξιφήρεις ἐπ’ἀλλήλους καὶ μονομαχοῦντας θεασάμενος, καὶ τὸν παρὰ τοσοῦτον τῶν τέκνων θάνατον ἐν ὀφθαλμοῖς τοῖς γεννήσασι δυστυχῆσαι κινδυνεύσας, εἰρήνης αὐτοῖς ἐγίνετο πρύτανις, διαδρᾶναι μὲν τὸ προωρισμένον ἐκ μοιρῶν ἀδυνατήσας, εἰς καιρὸν δὲ ἐπιστῆναι τοῖς ἀποκεκληρωμένοις εὐτυχήσας. παῖδες τὸν φύντα μετὰ δεκαετοῦς ἄλης χρόνον ἐκομίζοντο, καὶ τὸν αἴτιον τῆς ἐπὶ τῇ προφητείᾳ καὶ μέχρις αἵματος στάσεως αὐτοὶ μικρὸν ὕστερον κατέστεφον καὶ τοῖς συμβόλοις τῆς ἱερωσύνης ἀναδοῦντες παρέπεμπον. ἐφ’ἅπασι δὲ τὸ ἐρωτικὸν μέρος τοῦ δράματος, ἡ Χαρίκλεια καὶ ὁ Θεαγένης ἐπήκμαζον, ὡραῖοι καὶ χαρίεντες οὕτω νέοι, παρ’ἐλπίδα πᾶσαν ἀλλήλους ἀπειληφότες, καὶ πλέον τῶν ἄλλων εἰς τὴν ἐφ’ἑαυτοὺς θέαν τὴν πόλιν ἐπιστρέφοντες. ἐξεχύθη γοῦν πᾶσα διὰ πυλῶν, καὶ τὸ προκείμενον πεδίον ἐπλήρου διὰ πάσης ἡλικίας, τοῦ μὲν ἐφηβεύοντος τῆς πόλεως καὶ εἰς ἄνδρας ἄρτι παραλλάττοντος τῷ Θεαγένει προστρέχοντος, τῷ δὲ Θυάμιδι τῆς ἀκμαζούσης ἡλικίας καὶ τοὺς ἄνδρας ὁλοκλήρως πληρούσης καί τι καὶ ἀναγνωρίζειν τὸν Θύαμιν ἐχούσης. τὸ δὲ παρθενεῦον τοῦ ἄστεος καὶ νυμφῶνας ἤδη φανταζόμενον τὴν Χαρίκλειαν περιεῖπε · πρεσβυτικὸν δὲ καὶ ἱερὸν ἅπαν γένος ἐδορυφόρει τὸν Καλάσιριν. καὶ πομπή τις ἱεροπρεπὴς αὐτοσχέδιος ἐστέλλετο, τοὺς μὲν Βησσαεῖς τοῦ Θυάμιδος ἀποπέμψαντος, καὶ χάριντε τὴν γινομένην ὑπὲρ τῆς προθυμίας ὁμολογήσαντος, καὶ βοῦς μὲν ἑκατὸν χίλια δὲ πρόβατα καὶ δραχμὰς ἑκάστῳ δέκα μικρὸν ὕστερον εἰς πληρουμένην τὴν σελήνην ἀποστέλλειν ἐπαγγειλαμένου, τὸν αὐχένα δὲ ὑπάγοντος ταῖς χερσὶ τοῦ πατρός, καὶ τὴν πορείαν ἐπικουφίζοντος, καὶ τὴν βάσιν τοῦ πρεσβύτου πρὸς τὸ παρ’ἐλπίδα χαῖρον ἠρέμα παραλυομένην ἐφεδράζοντος. ἐποίει δὲ τα- ταὐτὸν ἐκ θατέρων καὶ ὁ Πετόσιρις. καὶ ὑπὸ λαμπάσιν ἡμμέναις ἐπὶ τὸν νεὼν τῆς Ἴσιδος κατήγετο ὁ πρεσβύτης, ὑπὸ κρότῳ καὶ εὐφημίᾳ πολλῇ δορυφορούμενος, πολλῶν ἅμα συρίγγων καὶ αὐλῶν ἱερῶν ἐπηχούντων καὶ πρὸς χοροὺς τὸ ἀγέρωχον τῆς ἡλικίας ἐκβακχευόντων. οὐ μὴν οὐ δὲ ἡ Ἀρσάκη κατόπιν ἐλείπετο τῶν δρωμένων, ἀλλ’ἴδιον δορυφόρημα καὶ πομπείαν καθ’ἑαυτὴν ὑπέρογκόν τινα σοβοῦσα, ὅρμους καὶ πολὺν χρυσὸν ἐνέβαλεν εἰς τὸ Ἴσειον, οὑτωσὶ μὲν δοκεῖν, δι’ἅπερ καὶ ἡ λοιπὴ πόλις, ἐκ μόνου δὲ τοῦ Θεαγένους τὸν ὀφθαλμὸν ἀναρτήσασα, καὶ πλέον τῶν ἄλλων τῆς ἐκείνου θέας ἐμφορουμένη, οὐ μὴν ἔχουσά γε καθαρὸν τὸ ἡδόμενον · ἀλλὰ τὴν Χαρίκλειαν ὁ Θεαγένης ἐξ ὠλένης χειραγωγῶν, καὶ τὴν ὀχλικὴν ἐπιφορὰν ἀναστέλλων, δριμύ τι τῇ Ἀρσάκῃ ζηλοτυπίας κέντρον ἐνέβαλεν. ὡς οὖν ἐντὸς ἐγεγόνει τῶν ἀνακτόρων ὁ Καλάσιρις, ῥίπτει μὲν ἑαυτὸν ἐπὶ πρόσωπον, τοῖς δὲ ἴχνεσι προσφὺς τοῦ ἀγάλματος, ὡρῶντε ἐπὶ πλεῖστον οὕτως ἔχων, ὀλίγου μὲν καὶ ἐκθανεῖν ἐδέησεν, ἀναλαβόντων δὲ τῶν περιεστώτων μόλις διαναστάς, καὶ σπείσαςτε τῇ θεῷ καὶ κατευξάμενος, ἀφελὼν τῆς ἑαυτοῦ κεφαλῆς τὸν τῆς ἱερωσύνης στέφανον τὸν παῖδα τὸν Θύαμιν κατέστεφεν, αὐτὸς μὲν ἤδη γηραιόςτε εἶναι πρὸς τὸ πλῆθος εἰπών, καὶ ἄλλως προορᾶν τὴν τελευταίαν πλησιάζουσαν, τὸν δὲ παῖδα πρεσβύτερον ὄντα τοῦ γένους χρεωστεῖσθαίτε τὰ σύμβολα τῆς προφητείας ἐκ τοῦ νόμου καὶ ἱκανῶς ἔχειν ψυχῆςτε ἅμα καὶ σώματος πρὸς τὰς τῆς ἱερωσύνης λειτουργίας.
ἐκβοησάντων δὲ πρὸς ταῦτα τοῦ δήμου, καὶ συγκατατίθεσθαι διὰ τῶν ἐπαίνων παραδηλούντων, αὐτὸς μὲν τοῦ νεὼ μέρος τι καταλαβών, ὃ δὴ τοῖς προφητεύουσιν ἀποκεκλήρωτο, τούςτε παῖδας ἔχων ἅμα καὶ τοὺς περὶ τὸν Θεαγένην ἐγκατέμεινεν · οἱ λοιποὶ δὲ εἰς οἴκησιν ἕκαστος τὴν ἑαυτοῦ ἀπεχώρουν. ἀπεχώρει δὲ καὶ ἡ Ἀρσάκη, μόλις μὲν καὶ πολλάκις ἀναστρέφουσα καὶ πλείονι θεραπείᾳ δῆθεν τῇ περὶ τὴν θεὸν ἐναλύουσα · πλὴν ἀλλ’ἀπεχώρει γε ὀψέ ποτε, καὶ θαμὰ πρὸς τὸν Θεαγένην, ἕως ἐξῆν, ἐπιστρέφουσα. ἐπεὶ δ’οὖν εἰς τὴν βασίλειον αὐλὴν ἦλθε, διαμπὰξ ἐπὶ τὸν θάλαμον ἵεται, καὶ καταβαλοῦσα ἑαυτὴν ἐπὶ τῆς κλίνης, ὡς εἶχε σχήματος, ἔκειτο ἄναυδος, γύναιον καὶ ἄλλως πρὸς ἄσεμνον ἡδονὴν ἐπίφορον, τότε δὲ πλέον ὑπὸ θέας ἀμάχου τῆς Θεαγένους, καὶ τὰς πώποτε εἰς πεῖραν ἐλθούσας ὄψεις ὑπερπαιούσης, ἀνακαιόμενον. παννύχιος γοῦν ἔκειτο, πυκνὰ μὲν πρὸς ἑκατέραν πλευρὰν τὸ σῶμα στρέφουσα, πυκνὰ δὲ καὶ βύθιον ἐπιστένουσα, νῦν μὲν ὀρθουμένη νῦν δὲ ὀκλάζουσα ἐπὶ τῆς στρωμνῆς, καὶ τῆς ἐσθῆτος ἑαυτὴν κατὰ μέρος ἀπογυμνοῦσα, καὶ αὖθις ἀθρόον ἐπὶ τὴν εὐνὴν καταφέρουσα. καί ποτε καὶ παιδίσκην ἀπροφασίστως προσκαλέσασα, αὖθις ἀπέπεμπεν οὐδὲν ἐπιστείλασα. καὶ ἁπλῶς εἰς μανίαν ἐλάνθανε λοιπὸν ὁ ἔρως ὑποφερόμενος, ἕως δή τις πρεσβῦτις, ὄνομα Κυβέλη, τῶν θαλαμηπόλων καὶ συνήθως τὰ ἐρωτικὰ τῇ Ἀρσάκῃ διακονουμένων, εἰσδραμοῦσα εἰς τὸν θάλαμον (ἔλαθε γὰρ αὐτὴν οὐ δ’ὁτιοῦν τῶν γινομένων, ἅτε λύχνου φαίνοντος καὶ οἷον συνεξάπτοντος τῇ Ἀρσάκῃ τὸν ἔρωτα) τί ταῦτα, ἔλεγεν, ὦ δέσποινα; τί σε νέον ἢ καινὸν ἀλγύνει πάθος; τίς πάλιν ὀφθεὶς τὴν ἐμὴν διαταράττει τροφίμην; τίς οὕτως ἀλαζὼν καὶ ἔκφρων ὡς τοῦ κατὰ δὲ τοσούτου κάλλους μὴ ἡττῆσθαι, μη δὲ εὐδαιμονίαν ἡγεῖσθαι τὴν δὴν ἐράσμιον ὁμιλίαν, ἀλλὰ νεῦμα τὸ σὸν καὶ βουλὴν ὑπερφρονεῖν; ἔξειπε μόνον, ὦ γλυκύτατον ἐμοὶ παιδίον · οὐδεὶς οὕτως ἀδαμάντινος ὡς μὴ τοῖς ἡμετέροις ἁλῶναι θελγήτροις. ἔξειπε, καὶ οὐκ ἂν φθάνοις ἀνύουσα τὰ κατὰ γνώμην. ἔργοις δέ, οἶμαι, πολλάκις τὴν πεῖραν εἴληφας.
ἣ μὲν ταῦτα καὶ ὅμοια ἕτερα κατεπῇδε, πολλὰ τοῖς ποσὶ τῆς Ἀρσάκης προσκνυζομένη, καὶ παντοίαις κολακείαις ἐξειπεῖν τὸ πάθος ἐπαγομένη · ἣ δὲ μικρὸν ἐφησυχάσασα, βέβλημαι, εἶπεν, ὦ μητέριον, ὡς οὔπω πρότερον · καὶ πολλὰ δὴ πρὸς σοῦ καὶ πολλάκις εὖ παθοῦσα ἐν ὁμοίαις ταῖς χρείαις, οὐκ οἶδα εἰ καὶ νῦν ἕξω κατορθοῦσαν. ὁ γάρ τοι πόλεμος ὁ πρὸ τῶν τειχῶν τήμερον ὀλίγου μὲν συγκροτηθεὶς ἀθρόον δὲ κατασταλεὶς τοῖς μὲν ἄλλοις ἀναίμακτος ἀπεφάνθη καὶ εἰς εἰρήνην κατέστρεψεν, ἐμοὶ δὲ ἀρχή τις ἀληθεστέρου πολέμου καὶ τραῦμα οὐ μέρους μόνον ἢ μέλους ἀλλὰ καὶ ψυχῆς αὐτῆς γέγονε, τὸν ξένον ἐκεῖνον νεανίαν, τὸν τῷ Θυάμιδι κατὰ τὴν μονομαχίαν παραθέοντα, οὐκ εὐτυχῶς ἐπιδείξας. οἶσθά που πάντως ὦ μῆτερ ὃν λέγω · οὐ δὲ γὰρ μικρῷ τῷ μέσῳ τοὺς ἄλλους τῷ κάλλει κατήστραπτεν, οὐ δ’ὥστε καὶ ἄγροικόν τινα λαθεῖν καὶ τῶν καλῶν ἀνέραστον, μή τοί γε δὴ δὲ καὶ τὴν σὴν πολυπειρίαν. ὥστε, ὦ φιλτάτη, τὸ μὲν βέλος το- τοὐμὸν ἔγνωκας, ὥρα δέ σοι κινεῖν πᾶσαν μηχανήν, πᾶσαν πρεσβυτικὴν ἴυγγα καὶ αἱμυλίαν, εἴπερ δὴ βούλει σοι περιεῖναι τὴν τροφίμην · ὡς οὐκ ἔστιν ὅπως βιώσομαι μὴ πάντως ἐκείνου τυγχάνουσα. γινώσκω, ἔφη, τὸν νεανίαν, ἡ γραῦς. εὐρύς τις ἦν τὰ στέρνα καὶ τοὺς ὤμους, καὶ τὸν αὐχένα ὄρθιον καὶ ἐλεύθερον ὑπὲρ τοὺς ἄλλους αἴρων, καὶ εἰς κορυφὴν τοὺς ἅπαντας ὑπερέχων, γλαυκιῶν τὸ βλέμμα, καὶ ἐπέραστον ἅμα καὶ γοργὸν προσβλέπων, ὁ καταβόστρυχός που πάντως ἐκεῖνος, τὴν παρειὰν ἄρτι ξανθῷ τῷ ἰούλῳ περιστέφων · ᾧ γύναιόν τι ξενικόν, οὐκ ἄωρον μὲν ἄλλως δὲ ἰταμόν, ὡς ἐδόκει, προσδραμὸν αἰφνίδιον περιέφυ καὶ περιπλακὲν ἐξήρτητο. ἢ οὐ τοῦτον λέγεις ὦ δέσποινα; τοῦτον, ἔφη, μαμμίδιον · εὖ γάρ με καὶ τὸ παράσημον ὑπέμνησας, τὴν ἀλιτήριον ἐκείνην καὶ τῶν ἀπ’οἰκήματος, ἐπὶ μικρῷ καὶ τῶν πολλῶν καὶ ἐπιτετηδευμένῳ κάλλει μέγα μὲν φανταζομένην, πλὴν ἀλλ’ἐμοῦ γε δὴ εὐτυχοῦσαν πλέον, εἰ τοιοῦτον κεκλήρωται τὸν ἐρώμενον. βραχὺ δὴ πρὸς ταῦτα καὶ σεσηρὸς ὑπομειδιάσασα ἡ πρεσβῦτις, θάρσει, ἔφη, ὦ δέσποινα. εἰς τὴν τήμερον ἐκείνη καλὴ τῷ ξένῳ νενόμισται · εἰ δὲ σοὶ καὶ τῷ σῷ κάλλει προστυχεῖν αὐτὸν ἀνύσαιμι, χρυσᾶ φασὶ χαλκείων ἀλλάξεται, ὡς ἑταιρίδιον τὸ ἐθελάστειον ἐκεῖνο καὶ μάτην θρυπτόμενον παραγκωνισάμενος. εἰ γὰρ οὕτω ποιήσεις, Κυβέλιον φίλτατον, δυοῖν δι’ἑνός μοι γενήσῃ νόσων ἰατρός, ἔρωτόςτε καὶ ζηλοτυπίας, τὸν μὲν ἐμπλήσασα, τῆς δὲ ἀπαλλάξασα. καὶ ἥ, γενήσεται, εἶπεν, τό γε ἐπ’ἐμοί. σὺ δέ μοι σαυτὴν ἀναλαμβάνειν καὶ τὸ παρὸν ἡσυχάζειν, μη δὲ δυσθυμοῦσα προαποκάμνειν, ἀλλ’εὔελπις εἶναι.
ταῦτ’εἶπε, καὶ ἀφελοῦσα τὸν λύχνον, ἐπικλεισαμένητε τοῦ θαλάμου τὰς θύρας, ἐξώρμησεν. οὔπω δὲ ἀκριβῶς ἡμέρας ἐπῃσθημένη, τῶντε βασιλείων εὐνούχων ἕνα παραλαβοῦσα, καὶ ἄλλην θεράπαιναν ἅμα ποπάνοις καὶ ἑτέροις δή τισι θύμασιν ἕπεσθαι προστάξασα, ἐπὶ τὸ Ἴσειον ἔσπευδεν. ὡς δὲ τοῖς προθύροις ἐπέστη, θυσίαν ἄγειν τῇ θεῷ λέγουσα ὑπὲρ τῆς δεσποίνης Ἀρσάκης, ἐκ τινῶν ὀνειράτων τεταραγμένης καὶ ἐξιλεώσασθαι τὰ ὀφθέντα βουλομένης, τῶν νεωκόρων διεκώλυέ τις καὶ ἀπέπεμπε, κατηφείας τὰ περὶ τὸ ἱερὸν ἐμπεπλῆσθαι φάσκων · τὸν γὰρ δὴ προφήτην τὸν Καλάσιριν μακροῖς χρόνοις εἰς τὴν οἰκείαν ἐπανήκοντα ἑστιαθῆναι μὲν λαμπρῶς ἅμα τοῖς φιλτάτοις κατὰ τὴν ἑσπέραν, καὶ πρὸς πᾶσαν ἄνεσιν καὶ ψυχαγωγίαν ἑαυτὸν ἐκδοῦναι, μετὰ δὲ τὴν εὐωχίαν σπεῖσαίτε καὶ πολλὰ ἐπεύξασθαι τῇ θεῷ, καὶ τοῖς παισὶν εἰπόντα ὡς ἄχρι τοῦ παρόντος ὄψονται τὸν πατέρα, καὶ πολλὰ ἐπισκήψαντα τῶν σὺν αὐτῷ νέων Ἑλλήνων ἀφιγμένων ὡς ἔνι μάλιστα προνοεῖν, καὶ ἐν οἷς ἂν βουλομένοις αὐτοῖς γίνηται τὰ δυνατὰ συμπράττειν, κατακλίναντάτε αὑτόν, καὶ εἴτε διὰ τὸ τῆς χαρᾶς μέγεθος, τῶν πνευματικῶν πόρων εἰς ὑπερβολὴν ἀνεθέντων καὶ χαλασθέντων, οἷα δὴ γηραιοῦ τοῦ σώματος ἀθρόον διαφορηθέντος, εἴτε καὶ θεῶν αἰτήσαντι τοῦτο παρασχομένων, εἰς ἀλεκτρυόνων ᾠδὰς τετελευτηκότα γνωσθῆναι, τῶν παίδων, ἐξ ὧν προύλεγεν ὁ πρεσβύτης, παννύχιον παρατηρούντων. καὶ νῦν, ἔφη, διεπεμψάμεθα τοὺς μετακαλέσοντας τὸ λοιπὸν τῶν κατὰ τὴν πόλιν προφητικῶντε καὶ ἱερατικῶν γένος, ὡς ἂν τὰ νομιζόμενα ἐπ’αὐτῷ τῆς κηδείας κατὰ τὸν πάτριον νόμον τελοῖεν. ἀποχωρητέον οὖν ὑμῖν · οὐ γὰρ θέμις μὴ ὅ τι γε θύειν, ἀλλ’οὐ δὲ ἐπιβαίνειν τοῦ νεὼ πλὴν τοῖς ἱερωμένοις, ἑπτὰ τούτων ὅλων τῶν ἐχομένων ἡμερῶν. πῶς οὖν οἱ ξένοι διάξουσιν; ἔφασκεν ἡ Κυβέλη. καὶ ὅς, καταγώγιον αὐτοῖς εὐτρεπισθῆναι πλησίον καὶ ἔξω που περὶ τὸν νεὼν ὁ νέος προφήτης ὁ Θύαμις ἐπέστειλε · καὶ ὡς ὁρᾷς, αὐτοί γε οὗτοι προσίασι, τῷ νόμῳ πειθόμενοι καὶ ἐξοικίζοντες ἑαυτοὺς τῶν ἱερῶν τὸ παρόν. ἡ δὴ Κυβέλη τὴν ξυντυχίαν ἅρπαγμα καὶ ὥσπερ ἄγρας ἀρχὴν ποιησαμένη, οὐκοῦν, ἔφη, ὦ νεωκόρων θεοφιλέστατε, καιρὸς τούςτε ξένους καὶ ἡμᾶς ἅμα εὖ ποιεῖν, μᾶλλον δὲ Ἀρσάκην μεγάλου βασιλέως ἀδελφήν · οἶσθα γὰρ ὡς φιλέλληντέ ἐστι καὶ δεξιόν τι χρῆμα περὶ ξένων ὑποδοχήν. λέγε οὖν πρὸς τοὺς νέους ὡς κατὰ πρόσταγμα τοῦ Θυάμιδος ἐν ἡμετέρου τὸ καταγώγιον αὐτοῖς ηὐτρέπισται. ἐποίησεν οὕτως ὁ νεωκόρος, οὐδὲν τῶν βυσσοδομευομένων ὑπὸ τῆς Κυβέλης ὑποτοπήσας, ἀλλ’εὐεργετήσειντε οἰόμενος τοὺς ξένους, εἰ πρόξενος αὐτοῖς αὐλῆς σατραπικῆς γένοιτο, καὶ ἅμα τοῖς αἰτοῦσι τὴν χάριν, ἀβλαβῆ καὶ ταῦτα οὖσαν καὶ ἀζήμιον, καθικετεύσειν. κατηφεῖς δὲ καὶ δεδακρυμένους πλησιάσαντας τοὺς περὶ τὸν Θεαγένην ἰδὼν ὁ νεωκόρος, οὐκ ἔννομα μέν, ἔφη, οὐ δὲ συγκεχωρημένα ἐκ τῶν πατρίων διαπράττεσθε, καὶ ταῦτα προαπηγορευμένον ὑμῖν, ὀδυρόμενοι καὶ θρηνοῦντες ἄνδρα προφήτην, ὃν χαίροντας καὶ εὐφημοῦντας ἐκπέμπειν, ὡς τῆς βελτίονος μετειληχότα λήξεως καὶ πρὸς τῶν κρειττόνων κεκληρωμένον, ὁ θεῖος καὶ ἱερὸς παρεγγυᾷ λόγος. πλὴν ἀλλὰ συγγνωστὰ μὲν ὑμῖν, πατέρα, ὥς φατε, καὶ κηδεμόνα καὶ ἐλπίδα τὴν μόνην ἀποβεβληκόσιν, οὐ μὴν ἀθυμητέα παντάπασιν. ὁ γὰρ Θύαμις οὐ τῆς ἱερωσύνης μόνον τῆς ἐκείνου ἔοικεν εἶναι διάδοχος, ἀλλὰ καὶ τῆς περὶ ὑμᾶς διαθέσεως. τὰ γοῦν πρῶτα προνοηθῆναι ὑμῶν ἐπέστειλε, καὶ καταγώγιον ὑμῖν ηὐτρέπισται λαμπρόν, καὶ οἷον εὔξαιτ’ἄν τις καὶ τῶν εὐδαιμόνων καὶ ἐγχωρίων, μή τοί γε δὴ ξένων καὶ εὐτελέστερον τὰ νῦν πράττειν δοκούντων. ἕπεσθε δὴ κοινὴν ὑμῶν μητέρα τήνδε νομίσαντες, δείξας τὴν Κυβέλην, καὶ ξεναγούσῃ πείθεσθε.
ταῦτα ἐκεῖνος μὲν ἔλεγεν, ἐποίουν δὲ οἱ περὶ τὸν Θεαγένην, τὸ μέν τι πρὸς τῶν παρ’ἐλπίδα προσπεπτωκότων βεβυθισμένοι τὴν διάνοιαν, τὸ δὲ ἀγαπῶντες ὅπου δὴ τὸ παρὸν καταγωγῆςτε καὶ καταφυγῆς τυχεῖν, φυλαξάμενοι ἄν, ὡς τὸ εἰκός, εἰ τὸ τραγικὸν τῆς οἰκήσεως καὶ ὑπέρογκον καὶ πρὸς κακοῦ γενησόμενον αὐτοῖς ὑπείδοντο. νυνὶ δὲ ἡ τὰ κατ’αὐτοὺς ἀθλοθετοῦσα τύχη, πρὸς ὀλίγον ὡρῶν μέρος ἀναπαύσασα καὶ εἰς χαρὰν ἐφήμερον ἀνεῖσα, παραχρῆμα τὰ λυποῦντα ἐπισυνῆπτε, καὶ δεσμώτας ὥσπερ αὐθαιρέτους τῇ πολεμίᾳ προσῆγε, δι’ὀνόματος φιλανθρώπου ξενίας νέους καὶ ξένους καὶ ἀπείρους τοῦ μέλλοντος αἰχμαλωτίζουσα. οὕτως ἄρα ὁ πλανήτης βίος οἷον τυφλότητα τὴν ἄγνοιαν ἐπιβάλλει τοῖς ξενιτεύουσιν. οὗτοι γοῦν ἐπειδὴ τάχιστα παρῆλθον εἰς τὰ σατραπεῖα, προπυλαίοιςτε ἐντυχόντες ὑπερόγκοις καὶ πλέον ἢ κατὰ ἰδιωτικὴν οἴκησιν ἐξῃρμένοις, φαντασίαςτε δορυφόρων καὶ κόμπου τῆς ἄλλης θεραπείας ἐμπεπλησμένοις, ἐθαύμαζον μὲν καὶ διεταράττοντο, τῆς παρούσης κατ’αὐτοὺς τύχης τὴν οἴκησιν ὑπερέχουσαν ὁρῶντες, εἵποντο δ’οὖν τῇ Κυβέλῃ πολλὰ προτρεπομένῃ καὶ θαρσεῖν παρακελευομένῃ, καὶ τεκνία συνεχῶς καὶ φιλτάτους ἀνακαλούσῃ, καὶ ὡς εὔθυμα χρὴ προσδοκᾶν τὰ διαδεξόμενα παρεγγυώσῃ. καὶ τέλος, ἐπειδήπερ αὐτοὺς εἰς τὸ δωμάτιον οὗ κατήγετο ἡ πρεσβῦτις, ἀνακεχωρηκός πως καὶ ἰδιάζον, ἐγκατέστησε, μεταστησαμένη τοὺς παρόντας καὶ μόνη παρακαθισαμένη, ὦ τέκνα, ἔλεγε, τῆς μὲν κατειληφυίας ὑμᾶς κατηφείας τὸ παρὸν τὴν αἰτίαν ἔγνων, καὶ ὡς ὁ προφήτης ὑμᾶς ὁ Καλάσιρις τελευτήσας λελύπηκεν, ἐν πατρὸς ὑμῖν χώρᾳ γεγονώς · δίκαια δ’ἂν ποιοῖτε καὶ οἵ τινες ἢ πόθεν ἐστὲ λέγοντες. ὅτι μὲν γὰρ Ἕλληνες, καὶ τοῦτο ἔγνων · καὶ ὅτι τῶν εὖ γεγονότων, πάρεστι τοῖς ὁρωμένοις τεκμαίρεσθαι · βλέμμα γὰρ οὕτω λαμπρὸν καὶ εὐσχήμων ὄψις ἅμα καὶ ἐπέραστος εὐγενείας ἔμφασιν παρίστησιν. ἀλλὰ τῆς ποίας Ἑλλάδος ἢ πόλεως τίνος, καὶ τίνες ὄντες, καὶ ὅπως δεῦρο πλανηθέντες ἀφίκεσθε, βουλομένῃ μοι μαθεῖν ὑπὲρ συνοίσοντος τοῦ ὑμετέρου κατείπατε, ὡς ἂν καὶ πρὸς δέσποιναν τὴν ἐμὴν Ἀρσάκην, τὴν μεγάλου μὲν βασιλέως ἀδελφήν, Ὀροονδάτῃ δὲ τῷ μεγίστῳ σατραπῶν συνοικοῦσαν, φιλέλληνάτε καὶ φίλαβρον καὶ ξένων εὐεργέτιν, ἔχοιμι τὰ καθ’ὑμᾶς ἐξαγγέλλειν ὑπὲρ τοῦ καὶ μετὰ πλείονος ὑμᾶς καὶ τῆς χρεωστουμένης τιμῆς ὀφθῆναι. ἐρεῖτε δὲ καὶ πρὸς γυναῖκα οὐ παντάπασιν ἀλλοτρίαν ὑμῖν · εἰμὶ γάρ τοι καὶ αὐτὴ τὸ γένος Ἑλληνίς, καὶ Λεσβία τὴν πόλιν, ὑπ’αἰχμαλωσίας μὲν ἀχθεῖσα δεῦρο, πράττουσα δὲ τῶν οἴκοι βέλτιον. εἰμὶ γάρ τοι τῇ δεσποίνῃ τὰ πάντα, καὶ μόνον οὐκ ἀναπνεῖ με καὶ ὁρᾷ, ἀλλὰ καὶ νοῦς ἐκείνῃ καὶ ὦτα καὶ πάντα τυγχάνω, τοὺς καλοὺς αὐτῇ κα- κἀγαθοὺς γνωρίζουσα ἀεὶ καὶ τὸ πιστὸν διὰ πάντων ἀπορρήτων φυλάττουσα. τοῦ δὴ Θεαγένους τὰ εἰρημένα παρὰ τῆς Κυβέλης τοῖς πεπραγμένοις τῇ προτεραίᾳ παρὰ τῆς Ἀρσάκης παράλληλα καθ’ἑαυτὸν ἀντεξετάζοντος, καὶ ὡς ἀτενὲς αὐτῷ καὶ ἰταμὸν συνεχέςτε καὶ τῶν ἀπρεπεστέρων δηλωτικὸν προσέβλεπεν ἐννοοῦντος, καὶ ἀγαθὸν οὐδὲν ἐπὶ τοῖς μέλλουσι καταμαντευομένου, μέλλοντόςτε ἤδη τι λέγειν πρὸς τὴν πρεσβῦτιν, ἠρέμα προσκύψασα πρὸς τὸ οὖς ἡ Χαρίκλεια, τῆς ἀδελφῆς, ἔφη, μέμνησο ἐφ’οἷς ἂν λέγῃς.
συνεὶς οὖν τὸ δηλούμενον, ὦ μῆτερ, ἔφη, τὸ μὲν Ἕλληνας εἶναι καὶ αὐτή που μαθοῦσα τυγχάνεις, ἀδελφοὶ δὲ ὄντες πατέρων ὑπὸ λῃσταῖς ἁλόντων ἐπὶ ζήτησιν ἐξορμήσαντες χαλεπωτέραις ἐκείνων τύχαις κεχρήμεθα, ὠμοτέροις ἀνδράσι περιπεσόντες, καὶ πάντων μὲν τῶν ὄντων (πολλὰ δὲ ἦν) ἀποσυληθέντες, μόλις δὲ αὐτοὶ περισωθέντες. καὶ κατά τι δεξιὸν βούλημα δαίμονος τῇ πρὸς τὸν ἥρωα Καλάσιριν συντυχίᾳ χρησάμενοι, ἀφιγμένοιτε ἐνταῦθα ὡς τὸ λοιπὸν τοῦ χρόνου μετ’αὐτοῦ βιωσόμενοι, νῦν, ὡς ὁρᾷς, πάντων ἔρημοι καὶ μόνοι περιλελείμμεθα, τὸν δοκοῦντα καὶ ὄντα πατέρα μετὰ τῶν ἄλλων προσαπολωλεκότες. τὰ μὲν δὴ καθ’ἡμᾶς ταῦτα · σοὶ δὲ πλείστη μὲν χάρις καὶ τῆς νῦν δεξιώσεως καὶ ξεναγίας, χαρίσαιο δ’ἂν πλέον, εἰ καθ’ἑαυτοὺς ἡμῖν διάγειντε καὶ λανθάνειν παράσχοις, τὴν εὐεργεσίαν ἣν ἀρτίως ἔφασκες καὶ τὸ γνωρίζειν ἡμᾶς πρὸς Ἀρσάκην ὑπερθεμένη, μη δὲ ἐπεισάγοις οὕτω λαμπρᾷ καὶ εὐδαίμονι τύχῃ ξένον καὶ ἀλήτην καὶ στυγνάζοντα βίον · τὰς γὰρ δὴ γνώσεις καὶ τὰς ἐντεύξεις ἐκ τῶν ὁμοίων, ὡς οἶσθα, γίνεσθαι καλόν.
οὐκ ἐκαρτέρησεν ἡ Κυβέλη τούτων εἰρημένων, ἀλλὰ καὶ τῇ διαχύσει τοῦ προσώπου κατάδηλος ἐγεγόνει σφόδρα ὑπερησθεῖσα εἰς τὴν ἀκοὴν τῶν ἀδελφῶν, ἐνθυμουμένη μηδὲν κώλυμα μη δὲ ἐμπόδιον ἕξειν πρὸς τὰ ἐρωτικὰ τῆς Ἀρσάκης τὴν Χαρίκλειαν. καὶ ὦ κάλλιστε νεανιῶν ἔφη, οὐκ ἂν εἴποις ταῦτα περὶ Ἀρσάκης, ἐπειδὰν εἰς πεῖραν ἔλθοις τῆς γυναικός. κοινόν τι χρῆμά ἐστι πρὸς πᾶσαν τύχην, καὶ πλέον ἐπίκουρος γίνεται τοῖς παρ’ἀξίαν ἔλαττόν τι πράττουσι. καὶ Περσὶς οὖσα τὸ γένος σφόδρα ἑλληνίζει τὴν γνώμην, χαίρουσα καὶ προστρέχουσα τοῖς ἐντεῦθεν, ἦθόςτε καὶ ὁμιλίαν τὴν Ἑλληνικὴν εἰς ὑπερβολὴν ἠγάπηκε. θαρσεῖτε οὖν, ὡς σὺ μὲν ὅσα εἰς ἄνδρας καθήκει πράξων καὶ τιμηθησόμενος, ἀδελφὴ δὲ ἡ σὴ συμπαίστριάτε καὶ συνόμιλος ἐσομένη. ἀλλὰ τίνα ὑμῶν ὀνόματα χρὴ προσαγγέλλειν; ὡς δὲ ὅτι Θεαγένην καὶ Χαρίκλειαν ἤκουσεν, αὐτοῦ με περιμένειν εἰποῦσα ὡς τὴν Ἀρσάκην ἀπέτρεχεν, ἐπιστείλασα πρότερον πρὸς τὴν θυρωρόν (ἦν δὲ καὶ αὐτὴ γραῦς), εἴ τις βούλοιτο παρεισιέναι, μηδαμῶς ἐπιτρέπειν, ἀλλὰ μη δ’ἐξιέναι ποι συγχωρεῖν τοῖς νέοις. τῆς δέ “μη δ’ἂν ὁ παῖς ὁ σὸς Ἀχαιμένης παραγένηται” ἐρωτησάσης · “ἄρτι γὰρ καὶ μετὰ τὴν σὴν εἰς τὸν νεὼν πρόοδον ἐξελήλυθεν ἐναλειψόμενος τὼ ὀφθαλμώ · οἶσθα γὰρ ὡς φέρει τι μικρὸν ἔτι κακώσεως,” μη δὲ ἐκεῖνος, ἀπεκρίνατο · ἀλλ’ἐπικλεισαμένη τὰς θύρας, καὶ τὴν κλεῖν αὐτὴ κατέχουσα, φάσκε ἐμὲ κομίζειν. οὕτως ἐγένετο. καὶ οὔπω τοι σχεδὸν τῆς Κυβέλης χωρισθείσης, καιρὸν ἡ μόνωσις τῷ Θεαγένει καὶ τῇ Χαρικλείᾳ θρήνωντε καὶ ὑπομνήσεως τῶν καθ’ἑαυτοὺς ὑπηγόρευεν, ἀπὸ τῶν αὐτῶντε σχεδόν τι ῥημάτων καὶ νοημάτων ἀπωλοφύροντο, ἣ μὲν ὦ Θεάγενες ὃ δὲ ὦ Χαρίκλεια συνεχῶς ἐπιστένοντες. καὶ ὃ μέν, τίς ἄρα τύχη πάλιν κατείληφεν ἡμᾶς; ἣ δέ, ὁποίοις ποτ’ἄρα συντευξόμεθα πράγμασι; καὶ ἐφ’ἑκάστῳ συνησπάζοντο ἀλλήλους καὶ δακρύσαντες ἀνάπαλιν ἐφίλουν. καὶ τέλος τοῦ Καλασίριδος ὑπομνησθέντες εἰς πένθος τὸ ἐκείνου τοὺς θρήνους κατέστρεφον, καὶ πλέον ἡ Χαρίκλεια ἅτε καὶ πλείονι τῷ χρόνῳ μείζονος τῆς ἀπ’αὐτοῦ σπουδῆςτε καὶ εὐνοίας πεπειραμένη. καὶ ὦ τὸν Καλάσιριν ἀνεκάλει κωκύουσα. τὸ γὰρ χρηστὸν ὄνομα καλεῖν ἀπεστέρημαι πατέρα, τοῦ δαίμονος πανταχόθεν μοι τὴν τοῦ πατρὸς προσηγορίαν περικόψαι φιλονεικήσαντος. τὸν μὲν φύσει γεννήσαντα οὐκ ἔγνωκα, τὸν δὲ θέμενον Χαρικλέα, οἴμοι, προδέδωκα · τὸν δὲ διαδεξάμενον καὶ τρέφοντα καὶ περισώζοντα ἀπολώλεκα, καὶ οὐ δὲ θρηνῆσαι τὰ νενομισμένα ἔτι κειμένῳ τῷ πτώματι πρὸς τοῦ προφητικοῦ συγκεχώρημαι. ἀλλ’ἰδού σοι, τροφεῦ καὶ σῶτερ, προσθήσω δὲ καὶ πάτερ, κα- κἂν ὁ δαίμων μὴ βούληται, ἔνθα γοῦν ἔξεστι καὶ ὡς ἔξεστιν, ἀποσπένδω τῶν ἐμαυτῆς δακρύων καὶ ἐπιφέρω χοὰς ἐκ τῶν ἐμαυτῆς πλοκάμων. καὶ ἅμα ἀπεσπάραττεν ὡς ὅτι πλείστας τῶν ἑαυτῆς τριχῶν. καὶ ὁ μὲν Θεαγένης ἐπεῖχεν, ἐπιλαμβανόμενος σὺν ἱκεσίαις τῶν χειρῶν · ἣ δὲ ἐπετραγῴδει, τί γὰρ δεῖ καὶ ζῆν ἔτι, λέγουσα, εἰς ποίαν ἀφορῶντας ἐλπίδα; ὁ χειραγωγὸς τῆς ξένης, ἡ βακτηρία τῆς πλάνης, ὁ ξεναγὸς τῆς ἐπὶ τὴν ἐνεγκοῦσαν, ὁ τῶν φύντων ἀναγνωρισμός, ἡ παραψυχὴ τῶν δυστυχημάτων, ἡ εὐπορία καὶ λύσις τῶν ἀμηχάνων, ἡ πάντων τῶν καθ’ἡμᾶς ἄγκυρα Καλάσιρις ἀπόλωλε, τὴν ἀθλίαν ἡμᾶς ξυνωρίδα πηροὺς ὥσπερ τῶν πρακτέων ἐπὶ τῆς ἀλλοδαπῆς καταλιπών. πᾶσα μὲν ἡμῖν ὁδοιπορία, πᾶσα δὲ ναυτιλία ὑπ’ἀγνωσίας ὑποτέτμηται. οἴχεται ἡ σεμνὴ καὶ μείλιχος, ἡ σοφὴ καὶ πολιὰ τῷ ὄντι φρήν, τῶν εἰς ἡμᾶς εὐεργεσιῶν οὐ δὲ αὐτὴ τέλος ἀραμένη.
καὶ τοιαῦτα ἔτι καὶ ἕτερα πρὸς τούτοις ἐλεεινῶς ὀδυρομένης, καὶ τοῦ Θεαγένους τὰ μὲν συνεξαίροντος τοῖς παρ’ἑαυτοῦ τὸν θρῆνον, τὰ δὲ φειδοῖ τῆς Χαρικλείας καταστέλλοντος, ἐφίσταται ὁ Ἀχαιμένης · καὶ τὰς θύρας τοῖς κλείθροις ἐναπειλημμένας καταλαβών, τί ταῦτα, τὴν θυρωρὸν ἠρώτα. ὡς δὲ καὶ τῆς αὑτοῦ μητρὸς εἶναι τὸ ἔργον ἔμαθε, προσεστὼς ταῖς θύραις καὶ τὴν αἰτίαν διαπορῶν ᾔσθετο τῆς Χαρικλείας ὀδυρομένης, καὶ διακύψας διὰ τῶν ὀπῶν καθ’ἃς διενήνεκτο τῶν κλείθρων ἡ ἅλυσις, εἶδέτε τὰ γινόμενα, καὶ αὖθις τὴν θυρωρόν, οἵ τινές εἰσιν οἱ ἔνδον, ἠρώτα. ἣ δὲ τὰ μὲν ἄλλα οὐκ ἔχειν εἰδέναι ἔλεγεν, ὅτι δὲ κόρη καὶ νεανίας ξένοι τινές, ὡς ἔχοι εἰκάζειν, ἀρτίως παρὰ τῆς αὐτοῦ μητρὸς ἐσῳκισμένοι. ὃ δὲ αὖθις διακύψας ἐπειρᾶτο διακριβοῦν τοὺς ὁρωμένους. τὴν μὲν δὴ Χαρίκλειαν παντάπασιν ἀγνοῶν ὅμως τοῦ κάλλους ὑπερεθαύμαζε, καὶ τίς ἂν ὀφθείη καὶ ποία μὴ θρηνοῦσα ἐνενόει, καὶ τὸ θαῦμα λανθάνον εἰς ἐρωτικὸν πάθος αὐτὸν κατέφερε · τὸν δὲ Θεαγένην ἀμυδρῶςτε καὶ ἀμφιβόλως γνωρίζειν ἐφαντάζετο. καὶ προσκειμένου τῇ σκέψει τοῦ Ἀχαιμένους ἐφίσταται ἀναστρέψασα ἡ Κυβέλη, πάντα μὲν τὰ κατὰ τοὺς νέους ὡς ἐγεγόνει διαγγείλασα, πολλὰ δὲ τῆς εὐτυχίας τὴν Ἀρσάκην μακαρίσασα, ὑφ’ἧς αὐτῇ τοσοῦτον ἐκ τα- ταὐτομάτου κατώρθωται, ὃ βουλαῖς μυρίαις καὶ μηχαναῖς οὐκ ἄν τις ἤλπισεν, ὡς καὶ σύνοικον ἔχειν τὸν ἐρώμενον, ἐπ’ἀδείας ὁρῶντα καὶ ὁρώμενον, καὶ πολλοῖς τοιούτοις τὴν Ἀρσάκην φυσήσασα, μόλιςτε ἐπειγομένην πρὸς τὴν θέαν τοῦ Θεαγένους ἐπισχοῦσα, καὶ ὡς οὐ βούλοιτο αὐτὴν ὠχριῶσαν καὶ κυλοιδιῶσαν πρὸς τῆς ἀγρυπνίας ὀφθῆναι τῷ νεανίᾳ, ἀναπαυσαμένην δὲ τὴν παροῦσαν ἡμέραν καὶ ἀναλαβοῦσαν τὸ σύνηθες κάλλος,
καὶ πολλοῖς τοιούτοις εὔθυμον αὐτὴν καὶ τῶν κατὰ γνώμην εὔελπιν παρασκευάσασα, ἅτε προσήκει πράττειν καὶ ὅπως προσφέρεσθαι τοῖς ξένοις παρεγγυήσασα. ἐπεὶ δ’οὖν ἐπέστη, τί πολυπραγμονεῖς ὦ τέκνον; ἔλεγεν. ὃ δέ, τοὺς ἔνδον, ἔφη, ξένους οἵ τινές εἰσιν ἢ πόθεν. οὐ θέμις ὦ παῖ, πρὸς αὐτὸν ἡ Κυβέλη, ἀλλ’ἐχεμύθει καὶ κατὰ σαυτὸν ἔχε καὶ μηδενὶ φράζε, μη δὲ ἐπιμίγνυσο τὰ πολλὰ τοῖς ξένοις · οὕτω γὰρ δέδοκται τῇ δεσποίνῃ. ἐκεῖνος μὲν οὖν ἀπῄει ῥᾷστα τῇ μητρὶ πεπεισμένος, σύνηθές τι καὶ ἀφροδίσιον διακόνημα τῇ Ἀρσάκῃ τὸν Θεαγένην ὑποτοπήσας. καὶ ἀπιών, οὐχ οὗτός ἐστι, πρὸς ἑαυτὸν ἔλεγεν, ὃν ἐγὼ πρώην παρὰ Μιτράνου τοῦ φρουράρχου παραλαβὼν ὥστε ἄγειν πρὸς Ὀροονδάτην, ἀναπεμφθησόμενον βασιλεῖ τῷ μεγάλῳ, ὑπὸ Βησσαέωντε καὶ Θυάμιδος ἀφῃρέθην, μικροῦ καὶ τὸν περὶ τοῦ ζῆν ὑποστὰς κίνδυνον καὶ μόνος ἐκ τῶν ἀγόντων διαδρᾶναι δυνηθείς; μὴ ἄρα σφάλλουσί με οἱ ὀφθαλμοί; ἀλλὰ ῥᾷον ἔχω μὲν καὶ διαβλέπω σχεδόν τι λοιπὸν συνήθως. καὶ μὴν καὶ τὸν Θύαμιν ἀκήκοα παρεῖναι τῇ προτεραίᾳ, καὶ διαμονομαχήσαντα πρὸς τὸν ἀδελφὸν ἀνακεκομίσθαι τὴν ἱερωσύνην. οὗτος ἄρα ἐκεῖνος ἐστίν. ἀλλὰ τὸ παρὸν σιγητέον τὸν ἀναγνωρισμόν · ἅμα δὲ παρατηρητέον τίς ποτε ἡ περὶ τοὺς ξένους διάνοια τῆς δεσποίνης.
ὃ μὲν ταῦτα πρὸς ἑαυτόν, ἡ δὲ Κυβέλη πρὸς τοὺς νέους εἰσδραμοῦσα ἴχνη τῶν θρήνων κατελάμβανε · πρὸς γὰρ τὸν ψόφον τῶν θυρῶν ἀνοιγομένων κατέστελλον μὲν ἑαυτοὺς καὶ πρὸς τὸ σύνηθες σχῆμα καὶ βλέμμα διαπλάττειν διέσπευδον, οὐ μὴν ἔλαθόν γε τὴν πρεσβῦτιν, τῶν δακρύων ἔτι τοῖς ὄμμασιν ἐπιπλανωμένων. ἀναβοήσασα οὖν, ὦ γλυκύτατα τέκνα, ἔλεγε, τί ταῦτα ἀωρὶ θρηνεῖτε, ἡνίκα προσήκει χαίρειν, ἡνίκα εὐδαιμονίζειν ἑαυτοὺς τῆς δεξιᾶς τύχης, Ἀρσάκης τὰ κάλλιστα καὶ τὰ κατ’εὐχὰς ἐφ’ὑμῖν διανοουμένης, καὶ ὀφθῆναίτε ὑμᾶς εἰς τὴν ἑξῆς ἐπινευσάσης, καὶ τὸ παρὸν πᾶσαν δεξίωσιν καὶ θεραπείαν ὑμῖν ἀποκληρωσάσης; ἀλλ’ἀπορριπτέον μὲν τοὺς ληρώδεις τούτους καὶ μειρακιώδεις τῷ ὄντι θρήνους, ὁρᾶν δὲ καὶ ῥυθμίζειν ἑαυτούς, εἴκειντε καὶ ὑπηρετεῖσθαι τοῖς Ἀρσάκης βουλήμασι. καὶ ὁ Θεαγένης, μνήμη, ἔφη, ὦ μῆτερ, τῆς Καλασίριδος τελευτῆς εἰς λύπην ἡμᾶς ἀνεκίνησε, καὶ τὸ πατρικὸν ἐκείνου περὶ ἡμᾶς βούλημα ἀποβεβληκότας εἰς δάκρυα κατήγαγεν. ὕθλοι, ἔφη, ταῦτα. Καλάσιρις καὶ πατήρ τις προσποιητός, πρεσβύτης τῇ κοινῇ φύσει καὶ τῷ χρόνῳ τῆς ἡλικίας εἴξας. πάντα σοι πάρεστι δι’ἑνός, προστασία πλοῦτος τρυφὴ καὶ ἀπόλαυσις τῆς ἐφ’ἡλικίας ἀκμῆς · καὶ ἁπλῶς τύχην σαυτοῦ νόμιζε καὶ προσκύνει τὴν Ἀρσάκην. μόνον ἐμοὶ πείθεσθε, πῶς μὲν αὐτῇ προσιτέον καὶ ὀπτέον ὅταν τοῦτο ἐπιτρέψῃ, πῶς δὲ χρηστέον καὶ ὑπουργητέον ὅταν τι προστάττῃ. τὸ γὰρ φρόνημα, ὡς οἶσθα, μέγα καὶ ὑπέρογκον καὶ βασίλειον, νεότητι καὶ κάλλει προσεξαιρόμενον, καὶ ὑπεροφθῆναι, εἴ τι κελεύοι, μὴ ἀνεχόμενον.
πρὸς ταῦτα σιγήσαντος τοῦ Θεαγένους, καὶ καθ’ἑαυτὸν ὡς ἀηδῶν τινῶν καὶ μοχθηρῶν ἐστὶ δηλωτικὰ ἐννοοῦντος, ὀλίγον ὕστερον εὐνοῦχοι παρῆσαν λείψανα μὲν δῆθεν τῆς σατραπικῆς τραπέζης ἐπὶ χρυσῶν τῶν σκευῶν κομίζοντες, πᾶσαν δὲ πολυτέλειαν καὶ χλιδὴν ὑπεραίροντα, καί “τούτοις” εἰπόντες “ἡ δέσποινα δεξιοῦται καὶ τιμᾷ τὸ παρὸν τοὺς ξένους,” καὶ παραθέμενοι τοῖς νέοις παραχρῆμα ἀπεχώρουν. οἵ δὲ ἅμα μὲν τῆς Κυβέλης προτρεπούσης, ἅμα δὲ προορῶντες μὴ δοκεῖν ἐνυβρίζειν, ἀπεγεύοντο πρὸς βραχὺ τῶν παρακειμένων. καὶ τοῦτο καὶ εἰς ἑσπέραν ἐγίνετο, καὶ κατὰ τὰς ἄλλας λοιπὸν ἡμέρας. τῇ δ’οὖν ἑξῆς κατὰ πρώτην που τῆς ἡμέρας ὥραν οἱ συνήθεις εὐνοῦχοι παρόντες ὡς τὸν Θεαγένην, μετακέκλησαι ὦ μακάριε πρὸς τῆς δεσποίνης, ἔλεγον, καὶ ὀφθῆναί σε προστετάγμεθα · καὶ ἧκε τῆς εὐτυχίας ἀπολαύσων, ἧς ὀλίγοις δὴ καὶ ὀλιγάκις μεταδίδωσιν. ὃ δὲ μικρὸν ἐφησυχάσας, καὶ οἷον πρὸς βίαν ἑλκόμενος, διανέστητε, καὶ μόνον δέ με ἥκειν ἐπέσταλται πρὸς αὐτοὺς ἔλεγεν, ἢ καὶ ἀδελφὴν ταυτηνὶ τὴν ἐμήν; τῶν δὲ μόνον ἀποκριναμένων, ἐκείνην δὲ καθ’ἑαυτὴν ὀφθήσεσθαι (νυνὶ γὰρ συμπαρεῖναι τῇ Ἀρσάκῃ τῶν ἐν τέλει τινὰς Περσῶν, καὶ ἄλλως ἔθος εἶναι ἀνδράσι μὲν ἰδίᾳ γυναιξὶ δὲ καθ’ἕτερον καιρὸν χρηματίζειν), προσκύψας ὁ Θεαγένης, “οὔτε καλὰ ταῦτα οὔτε ἀνύποπτα” πρὸς τὴν Χαρίκλειαν ἠρέμα εἰπών, ἀντακούσας δὲ ὡς δεήσοι μὴ ἀντιβαίνειν ἀλλὰ συντρέχειν τὴν πρώτην καὶ ἐνδείκνυσθαι ὡς πάντα πρὸς νοῦν τὸν ἐκείνης ποιήσοντα, εἵπετο τοῖς ἄγουσι. καὶ ὅπως δεήσει τὴν ἔντευξιν ποιεῖσθαι, καὶ τὸν τρόπον τῆς προσηγορίας ὑφηγουμένοις, καὶ ὡς ἔθος προσκυνεῖν τοὺς εἰσιόντας, οὐδὲν μὲν ἀπεκρίνατο ·
εἰσελθὼν δὲ καὶ προκαθημένην ἐφ’ὑψηλοῦ καταλαβών, ἁλουργῷ μὲν καὶ χρυσοπάστῳ τῇ ἐσθῆτι φαιδρυνομένην, ὅρμων δὲ πολυτελείᾳ καὶ τιάρας ἀξιώματι μεγαλαυχουμένην καὶ παντοίᾳ κομμωτικῇ πρὸς τὸ ἁβρότερον ἐξηνθισμένην, δορυφόρωντε συμπαρεστώτων καὶ τῶν ἐπὶ δόξης ἑκατέρωθεν προέδρων προκαθημένων, οὐκ ἔπτηξε τὸ φρόνημα, ἀλλ’ὥσπερ τῶν συγκειμένων αὐτῷ πρὸς τὴν Χαρίκλειαν ὑπὲρ τῆς θεραπευτικῆς ὑποκρίσεως ἐπιλελησμένος ἀντεξανέστη πλέον εἰς μεγαλοφροσύνην πρὸς τὸ ἀλαζονικὸν τῆς Περσικῆς θέας, καὶ οὔτε ὀκλάσας οὔτε προσκυνήσας, ἀλλ’ἀπ’ὀρθῆς τῆς κεφαλῆς, χαῖρε, ἔφη, βασίλειον αἷμα, Ἀρσάκη. τῶν δὲ παρόντων ἀγανακτούντων, καὶ θροῦν τινὰ ὅτι μὴ προσεκύνησε καταστασιαστικὸν τοῦ Θεαγένους ὡς τολμηροῦ καὶ θρασέος ἀφιέντων, ἡ Ἀρσάκη μειδιάσασα, σύγγνωτε, εἶπεν, ὡς ἀπείρῳ καὶ ξένῳ καὶ τὸ ὅλον Ἕλληνι καὶ τὴν ἐκεῖθεν ὑπεροψίαν καθ’ἡμῶν νοσοῦντι. καὶ ἅμα καὶ τῆς κεφαλῆς τὴν τιάραν ἀφεῖλε, πολλὰ τῶν παρόντων κωλυόντων (τοῦ γὰρ ἀμείβεσθαι τὸν ἀσπασάμενον σύμβολον τοῦτο πεποίηνται Πέρσαι), καὶ “θάρσει ὦ ξένε” εἰποῦσα διὰ τοῦ ἑρμηνέως (συνιεῖσα γὰρ τὴν Ἑλλάδα γλῶτταν οὐκ ἐφθέγγετο), “καὶ λέγε τίνος χρῄζεις ὡς οὐκ ἀποτευξόμενος,” ἀπέπεμπε, νεύματι τοῦτο πρὸς τοὺς εὐνούχους ἐπισημήνασα. παρεπέμπετο δὲ μετὰ δορυφορίας. καὶ ὁ Ἀχαιμένης αὖθις θεασάμενος ἐγνώριζε μὲν ἀκριβέστερον, καὶ τῆς ἄγαν εἰς αὐτὸν τιμῆς τὴν αἰτίαν ὑποπτεύων ἐθαύμαζεν, ἐσίγα δ’οὖν ὅμως τὰ δεδογμένα πράττων. ἡ δὲ Ἀρσάκη τοὺς ἐν τέλει Περσῶν ἑστιάσασα, δῆθεν μὲν ὡς συνήθως ἐκείνους τιμῶσα, ἀληθέστερον δὲ τὴν πρὸς Θεαγένην ἔντευξιν εὐωχίαν ἄγουσα, οὐ μοίρας μόνον κατὰ τὸ εἰωθὸς τῶν ἐδεσμάτων τοῖς περὶ τὸν Θεαγένην ἀπέστελλεν, ἀλλὰ καὶ δάπιδάς τινας καὶ στρωμνὰς πεποικιλμένας, Σιδωνίαςτε καὶ Λυδίας ἔργα χειρός. συναπέστελλε δὲ καὶ ἀνδράποδα ὑπηρετησόμενα, κόριον μὲν τῇ Χαρικλείᾳ παιδάριον δὲ τῷ Θεαγένει, τὸ μὲν γένος Ἰωνικά, τὴν δὲ ἡλικίαν ἥβης ἐντός, πολλὰ τὴν Κυβέλην παρακαλέσασα ἐπισπεύδειν καὶ ὡς ὅτι τάχιστα διανύειν τὸν σκοπόν (οὐ γὰρ ἔτι φέρειν τὸ πάθος), οὐδὲν οὐ δὲ αὐτὴν ἀνιεῖσαν, ἀλλὰ παντοίως ἐκπεριιοῦσαν τὸν Θεαγένην · προδήλως μὲν γὰρ οὐκ ἐξέφαινε τὸ βούλευμα τῆς Ἀρσάκης, κύκλῳ δὲ καὶ δι’αἰνιγμάτων εἰς τὸ συνιέναι προσβιβάζουσα, καὶ τήντε περὶ αὐτὸν φιλοφροσύνην τῆς δεσποίνης μεγαλύνουσα, καὶ τὸ κάλλος, οὐ τὸ φαινόμενον μόνον ἀλλὰ καὶ τὸ ἐντὸς ἐσθῆτος, μετὰ τινῶν εὐλόγων προφάσεων ὑπ’ὄψιν ἄγουσα, καὶ τὸ ἦθος ὡς ἐράσμιός καὶ εὐόμιλος καὶ χαίρουσα τοῖς ἁβροτέροις καὶ ἀγερωχοτέροις τῶν νέων, καὶ ὅλως ἀπόπειραν ἐν οἷς διεξῄει λαμβάνουσα, εἰ προστρέχει τοῖς ἐπαφροδίτοις. καὶ ὁ Θεαγένης τὸ μὲν τῆς φιλοφροσύνης, καὶ ὡς φιλέλλην τὸ ἦθος, καὶ ὅσα τοιαῦτα, συνεπῄνει καὶ χάριν ὡμολόγει · τὰ δὲ ἐπαγωγὰ τῶν ἀτοπωτέρων, ὡς ἂν μη δὲ συνιεὶς τὴν ἀρχήν, ἑκὼν ὑπερέβαινε. πνιγμὸς τοίνυν εἶχε τὴν γραῦν, καὶ οἷον ἔλυζε τὴν καρδίαν, στοχαζομένη μὲν ὡς συνίησι τῆς προαγωγείας, ἀπαυθαδιαζόμενον δὲ καὶ διωθούμενον ὁρῶσα τὴν πεῖραν, καὶ τὴν Ἀρσάκην οὐκέτι φέρειν οἵατε ἦν δι’ὄχλου γινομένην καὶ καρτερεῖν οὐκέτι δύνασθαι λέγουσαν, καὶ τὴν ἐπαγγελίαν ἀπαιτοῦσαν, ἣν ἄλλοτε ἄλλαις προφάσεσιν ὑπερετίθετο ἡ Κυβέλη, νῦν μὲν βουλόμενον ἀποδειλιᾶν τὸν νεανίαν φάσκουσα, νῦν δὲ ἀνωμαλίαν τινὰ προσπεπτωκέναι πλαττομένη.
καὶ πέμπτης που λοιπὸν καὶ ἕκτης ἡμέρας παρῳχηκυίας ἤδη, καὶ τὴν Χαρίκλειαν τῆς Ἀρσάκης ἅπαξ που καὶ δεύτερον προσκεκλημένης καὶ εἰς τὸ τῷ Θεαγένει κεχαρισμένον μετὰ τιμῆς καὶ φιλοφροσύνης ἑωρακυίας, ἀναγκάζεται καὶ λευκότερον διαλεχθῆναι τῷ Θεαγένει, καὶ τὸν ἔρωτα ἀπαρακαλύπτως ἐξηγόρευε, πολλὰ καὶ μυρία ἀγαθὰ συγκατατιθεμένῳ διεγγυωμένη, καὶ τίς ἡ ἀτολμία προστιθεῖσα, τί δὲ τὸ ἀναφρόδιτον; νέος οὕτω καὶ καλὸς καὶ ἀκμαῖος γυναῖκα ὁμοίαν καὶ προστετηκυῖαν ἀπωθεῖται, καὶ οὐχ ἅρπαγμα οὐ δὲ ἕρμαιον ποιεῖται τὸ πρᾶγμα, δέους μὲν οὐδενὸς ἐπόντος τῇ πράξει, μήτε τα- τἀνδρὸς παρόντος, κα- κἀμοῦ τῆς θρεψαμένης καὶ πάντα τα- τἀπόρρητα διὰ χειρὸς ἐχούσης τὴν ὁμιλίαν διακονούσης, μήτε σοί τινος ἐπόντος κωλύματος, οὐ νύμφης, οὐ γαμετῆς παρούσης. καί τοι καὶ τούτων ὑπερεῖδον πολλοὶ πολλάκις, ὅσοι δὴ νοῦν ἔχοντες τοὺς μὲν οἰκείους ἔγνωσαν οὐδὲν ἐκ τούτου καταβλάψειν, αὑτοὺς δὲ ὠφελήσειν, κτήσεως χρημάτων προσγενομένης καὶ τῶν καθ’ἡδονὴν ἀπολαύσεων. τελευτῶσα δὲ καὶ ἀπειλήν τινα κατεμίγνυ τοῖς λεγομένοις, αἱ χρησταί, λέγουσα, καὶ φιλόνεοι γυναῖκες ἀμείλικτοι γίνονται καὶ βαρυμήνιδες ἀποτυγχάνουσαι, καὶ τοὺς ὑπερόπτας ὡς ὑβριστὰς εἰκότως ἀμύνονται. ταύτην δέ, ὅτι καὶ Περσὶς τὸ γένος, ἐννόει, καὶ ὡς βασίλειον αἷμα, τοῦτο δὴ τὸ τῆς σῆς προσρήσεως, καὶ ὡς πολλὴν ἐξουσίαν καὶ δύναμιν περιβέβληται, ὑφ’ἧς αὐτῇ καὶ τιμῆσαι τὸν εὔνουν καὶ κολάσαι τὸν ἐναντιούμενον ἐπ’ἀδείας. σὺ δὲ καὶ ξένος καὶ ἔρημος, καὶ ὁ προσθησόμενος οὐδείς. φεῖσαι τὸ μέρος καὶ σαυτοῦ, φεῖσαι κα- κἀκείνης. ἀξία δ’ἐστὶ παρὰ σοῦ φειδοῦς, εἰς τὰ δίκαια τῶν σῶν πόθων οὕτως ἐκμεμηνυῖα. εὐλαβήθητι καὶ μῆνιν ἐρωτικήν, φύλαξαι καὶ τὸ ἐκ τῆς ὑπεροψίας νεμεσητόν. πολλοὺς οἶδα μεταμεληθέντας. πεῖραν ἔχω σοῦ μᾶλλον τῶν Ἀφροδίτης. ἡ πολιὰ θρὶξ ἣν ὁρᾷς, αὕτη πολλοῖς τοιούτοις ἐνήθλησεν, ἀλλ’οὕτως ἄτεγκτον καὶ ἀνήμερον οὐκ ἔγνωκα. καὶ ἀποστρέψασα τὸν λόγον πρὸς τὴν Χαρίκλειαν (ὑπ’ἀνάγκης γὰρ κα- κἀκείνης εἰς ἐπήκοον ἀπεθάρρησε τὰ τοιαῦτα διαλέγεσθαι), συμπαρακάλεσον, ἔφη, ὦ θύγατερ, καὶ σὺ τὸν οὐκ οἶδ’ὅν τινα προσείπω προσηκόντως ἀδελφόν σου τοῦτον. συνοίσει καὶ σοὶ τὸ πρᾶγμα · οὐκ ἔλαττον ἀγαπηθήσῃ, πλέον τιμηθήσῃ, πλουτήσεις εἰς κόρον, γάμου σοι προνοήσει λαμπροῦ. ζηλωτὰ δὲ ταῦτα καὶ εὖ πράττουσι, μή τοί γε δὴ ξένοις καὶ ἐν ἐνδείᾳ τὸ παρὸν ἐξεταζομένοις.
ἡ δὲ Χαρίκλεια σεσηρός τι καὶ κατεσμυγμένον ὑποβλέψασα, εὐκτὸν μὲν ἦν, ἔφη, καὶ κάλλιστον μηδὲν τοιοῦτον ὑποστῆναι τὴν πάντα ἀρίστην Ἀρσάκην, εἰ δὲ μή, δεύτερα γοῦν ἐγκρατείᾳ φέρειν τὸ πάθος. ἀλλ’ἐπειδή τι πέπονθεν ἀνθρώπινον, καὶ νενίκηται, ὡς φῄς, καὶ ἥττων ἐστὶ τῆς ἐπιθυμίας, συμβουλεύσαιμ’ἂν καὶ αὐτὴ Θεαγένει τούτῳ τὴν πρᾶξιν, εἰ τὸ ἀσφαλὲς αὐτῷ προσείη, μὴ ἀρνεῖσθαι, μὴ δή τι λάθοι κακὸν αὐτόςτε ἑαυτὸν κα- κἀκείνην ἐργασάμενος, εἰ ταῦτα εἰς φῶς ἔλθοι καὶ γνοίη ποθὲν τὸ παράνομον τῶν δεδραμένων ὁ σατράπης. ἀνήλατο πρὸς τοὺς λόγους ἡ Κυβέλη, καὶ περιπτύξασα καὶ φιλήσασα πολλὰ τὴν Χαρίκλειαν, εὖ γε, ἔφη, ὦ τέκνον, ὅτι καὶ γυναῖκα ὁμοίαν σοι τὴν φύσιν ἠλέησας καὶ τῆς ἀσφαλείας τα- τἀδελφοῦ πεφρόντικας. ἀλλὰ τούτου γε ἕνεκα θάρσει, ὡς οὐ δ’ὁ ἥλιος, τοῦτο δὴ τὸ τοῦ λόγου, γνώσεται. πέπαυσο τὸ παρόν, ἔφη ὁ Θεαγένης, καὶ ἔνδος ἡμῖν εἰς ἐπίσκεψιν. ἐξελθούσης δὲ παραχρῆμα τῆς Κυβέλης, ὦ Θεάγενες, ἔλεγεν ἡ Χαρίκλεια, ὁ μὲν δαίμων τοιαῦτα ἡμῖν προξενεῖ τὰ εὐτυχήματα ἐν οἷς πλέον ἐστὶ καὶ τὸ κακῶς πράττειν τῆς δοκούσης εὐπραγίας. πλὴν ἀλλὰ συνετῶν γέ ἐστι καὶ τὰ δυστυχήματα ἐκ τῶν ἐνόντων πρὸς τὸ βέλτιστον διατίθεσθαι. εἰ μὲν οὖν ἔχεις γνώμης καὶ τελείως δρᾶσαι τὸ ἔργον, οὐκ ἔχω λέγειν, καί τοί γε οὐκ ἂν σφόδρα διενεχθεῖσα, εἰ πάντως ἡμῖν ἐν τούτῳ τὸ σώζεσθαι καὶ μὴ περιλείπεται. εἰ δὲ εὖ ποιῶν ἄτοπον δοκιμάζεις τὸ αἰτούμενον, ἀλλὰ σύ γε πλάττου τὸ συγκατατίθεσθαι, καὶ τρέφων ἐπαγγελίαις τῆς βαρβάρου τὴν ὄρεξιν, ὑπερθέσει ὑπότεμνε τὸ πρὸς ὀξύ τι καθ’ἡμῶν βουλεύσασθαι, ἐφηδύνων ἐλπίδι καὶ καταμαλάττων ὑποσχέσει τοῦ θυμοῦ τὸ φλεγμαῖνον. εἰκός τινα καὶ λύσιν θεῶν βουλήσει τὸν μεταξὺ χρόνον ἀποτεκεῖν. ἀλλ’ὦ Θεάγενες, ὅπως μὴ ἐκ τῆς μελέτης εἰς τὸ αἰσχρὸν τοῦ ἔργου κατολισθήσῃς. μειδιάσας οὖν ὁ Θεαγένης, ἀλλὰ σύ γε οὐ δὲ ἐν τοῖς δεινοῖς, ἔφη, τὴν γυναικῶν ἔμφυτον νόσον ζηλοτυπίαν ἐκπέφευγας. ἐμὲ δὲ ἴσθι μη δὲ πλάσασθαι τὰ τοιαῦτα δύνασθαι · ποιεῖν γὰρ τὰ αἰσχρὰ καὶ λέγειν ὁμοίως ἀπρεπές. καὶ ἄλλως τὸ ἀπογνῶναι τὴν Ἀρσάκην αὐτόθεν φέρει τι χάριεν, τὸ μηκέτι διοχλεῖν ἡμῖν. εἰ δὲ πάσχειν τι δέοι, φέρειν τὰ προσπίπτοντα ἤδη με πολλάκις ἥτε τύχη καὶ ἡ γνώμη παρεσκεύασε. μὴ λάθῃς εἰς μέγα κακὸν ἡμᾶς ἐμβάλλων εἰποῦσα ἡ Χαρίκλεια ἐσιώπησε.
καὶ τούτων ἐν ταύτῃ τῇ σκέψει διαγόντων, ἡ Κυβέλη πάλιν ἀναπτερώσασα τὴν Ἀρσάκην, καὶ ὡς τὰ δεξιώτερα χρὴ προσδοκᾶν εἰποῦσα, ἐνδεδεῖχθαι γάρ τι τὸν Θεαγένην τοιοῦτον, ἐπανῆλθεν εἰς τὸ αὑτῆς δωμάτιον. κα- κἀκείνην διαλιποῦσα τὴν ἑσπέραν, καὶ πολλὰ διὰ τῆς νυκτὸς ὁμόκοιτον οὖσαν ἐξ ἀρχῆς τὴν Χαρίκλειαν παρακαλέσασα συμπράττειν, εἰς ἕω πάλιν ἠρώτα τὸν Θεαγένην, τίνα εἴη τὰ δεδογμένα. ἀπειπόντος δὴ λαμπρῶς καὶ παντοίως τὸ προσδοκᾶν ἀποφήσαντος, σύννους ἐπὶ τὴν Ἀρσάκην ἀπέδραμεν ἡ Κυβέλη. καὶ ὡς τὸ ἀπηνὲς τὸ παρὰ Θεαγένους ἐξήγγειλε, τὴν γραῦν ἐπὶ κεφαλὴν ἐξωσθῆναι προστάξασα, εἰσδραμοῦσάτε εἰς τὸν θάλαμον, ἔκειτο ἐπὶ τῆς εὐνῆς ἑαυτὴν σπαράττουσα. καὶ ἄρτι τῆς γυναικωνίτιδος ἐκτὸς γεγονυῖαν τὴν Κυβέλην ἰδὼν ὁ υἱὸς Ἀχαιμένης κατηφῆτε καὶ δεδακρυμένην, μή τι ἄτοπον, μή τι πονηρὸν ὦ μῆτερ προσπέπτωκεν; ἠρώτα · μή τις ἀγγελία τὴν δέσποιναν ἠνίακε; μή τι δυστύχημα ἀπὸ στρατοπέδου προσήγγελται; μή τι καταπονοῦσι κατὰ τὸν ἐνεστῶτα πόλεμον Αἰθίοπες δεσπότην Ὀροονδάτην; καὶ πολλὰ τοιαῦτα εἴρων ἠρώτα. ἣ δὲ ἀδολεσχεῖς εἰποῦσα ἀπέτρεχεν. ὃ δὲ οὐδέν τι μᾶλλον ἀνίει, ἀλλὰ παρακολουθῶν καὶ τῶν χειρῶν λαβόμενος καὶ κατασπαζόμενος ἐξαγορεύειν πρὸς παῖδα τὸν ἴδιον τὰ λυποῦντα ἱκέτευε.
λαβοῦσα δὴ αὐτό, καὶ εἴς τι μέρος τοῦ παραδείσου χωρισθεῖσα, ἄλλῳ μὲν οὐκ ἄν, ἔφη, ἐξεῖπον τὰ ἐμαυτῆςτε καὶ δεσποίνης κακά · ἐπεὶ δὲ ἐκείνητε ἐν τῷ παντὶ σαλεύει κα- κἀγὼ τὸν περὶ τοῦ ζῆν προσδοκῶ κίνδυνον (οἶδα γὰρ ὡς ἡ Ἀρσάκης ἀνία καὶ μανία εἰς ἐμὲ ἀποσκήψει), λέγειν ἀναγκάζομαι, μὴ δή τινα καὶ ἐπικουρίαν τῇ γεννησάσῃ καὶ εἰς φῶς παραγαγούσῃ καὶ τουτοισὶ ἐκθρεψαμένῃ σε τοῖς μαζοῖς ἐπινοήσειας. ἐρᾷ τοῦ νέου τοῦ παρ’ἡμῖν ἡ δέσποινα, καὶ ἐρᾷ οὐ φορητόν τινα οὐ δὲ νενομισμένον ἀλλ’ἀνίατον ἔρωτα, καὶ ὃν εἰς δεῦρο κατορθώσειν ἐγώτε κα- κἀκείνη μάτην ἠπατώμεθα. καὶ αὗται ἦσαν αἱ πολλαὶ φιλοφροσύναι καὶ ποικίλαι δεξιώσεις αἱ περὶ τοὺς ξένους. ἐπεὶ δὲ εὐήθης τις καὶ θρασὺς καὶ ἀπηνὴς ὢν ὁ νεανίας ἀπεῖπε τὰ πρὸς ἡμᾶς, οὐ δὲ ἐκείνην οἶδα βιωσομένην, καὶ ἐμαυτὴν ἀναιρησομένην ὡς χλευάσασαν ταῖς ἐπαγγελίαις καὶ διαψευσαμένην. ταῦτα ἐστὶν ὦ παῖ. καὶ εἰ μὲν ἔχεις τι βοηθεῖν, σύμπραττε, εἰ δὲ μή, τελευτήσασαν τὴν μητέρα κήδευε. καὶ ὅς, μισθὸς δέ μοι τίς ἔσται, ἔφη, ὦ μῆτερ; οὐ γάρ μοι καιρὸς θρύπτεσθαι πρὸς σέ, οὐ δὲ ἐκ περιόδων οὐ δὲ κυκλούμενον τοῖς λόγοις τὴν βοήθειαν ἐπαγγέλλεσθαι πρὸς οὕτως ἀγωνιῶσαν καὶ ἐγγὺς λιποψυχοῦσαν. πᾶν ὅ τι βούλει, ἔφη, προσδόκα, ἡ Κυβέλη. ἀρχιοινοχόον μὲν γάρ σε καὶ νῦν εἰς ἐμὴν τιμὴν πεποίηται · εἰ δέ τι μεῖζον ἀξίωμα περινοεῖς, ἀπάγγελλε. πλούτου γὰρ οὐ δὲ ἀριθμὸς ἔσται ὅσον ἂν κομίσαιο, σωτὴρ τῆς ἀθλίας γενόμενος. πάλαι ταῦτα, ἔφη, δι’ὑποψίας ἔχων ὦ μῆτερ ἐγὼ καὶ συνεὶς ἐσιώπων, τὸ μέλλον ἀπεκδεχόμενος. ἀλλ’οὔτε ἀξιώματος οὔτε πλούτου μεταποιοῦμαι · τὴν δὲ κόρην τὴν ἀδελφὴν λεγομένην τοῦ Θεαγένους εἴ μοι πρὸς γάμον ἐκδοίη, πάντα αὐτῇ τὰ κατὰ γνώμην πεπράξεται. ἐρῶ δὲ ὦ μῆτερ τῆς κόρης οὐχὶ μετρίως, ὥστε ἐκ τῶν ἰδίων γινώσκουσα τὸ πάθος ἡ δέσποινα, καὶ ὅσον τι καὶ οἷόν ἐστι, δικαίως ἂν καὶ αὐτὴ συμπράττοι τῷ ταῦτα νοσοῦντι καὶ ἄλλως τοσοῦτον κατόρθωμα ἐπαγγελλομένῳ. μηδὲν ἀμφίβαλλε, εἶπεν ἡ Κυβέλη · ἥτε γὰρ δέσποινα δώσει τὴν χάριν ἀνενδοιάστως εὐεργέτῃ σοι καὶ σωτῆρι γεγενημένῳ, καὶ ἄλλως τάχ’ἂν καὶ καθ’ἑαυτοὺς πείσαιμεν τὴν κόρην. ἀλλὰ τίς ὁ τρόπος, εἰπέ, τῆς βοηθείας; οὐκ ἂν εἴποιμι, ἔφη, πρὶν ὅρκοις ἐμπεδωθῆναί μοι τὴν ἐπαγγελίαν παρὰ τῆς δεσποίνης. σὺ δὲ μη δὲ ἀποπειραθῇς τὴν ἀρχὴν τῆς κόρης. ὁρῶ γάρ πως κα- κἀκείνην ἄνωτε καὶ μέγα φρονοῦσαν · μὴ καὶ λάθῃς τὸ πρᾶγμα διαστρέφουσα. “πάντα γενήσεται” εἰποῦσα εἰσέδραμεν εἰς τὸν θάλαμον ὡς τὴν Ἀρσάκην, καὶ προσπεσοῦσα τοῖς γόνασιν, εὔθυμος ἔσο, ἔφη · πάντα σοι θεῶν βουλήσει κατορθοῦται. τὸν παῖδα μόνον τὸν ἐμὸν Ἀχαιμένην εἰσκληθῆναι πρόσταξον. εἰσκεκλήσθω, εἶπεν ἡ Ἀρσάκη, εἰ μή τι με πάλιν ἀπατᾶν μέλλοις.
εἰσῆλθεν ὁ Ἀχαιμένης, καὶ πάντα διελθούσης τῆς πρεσβύτιδος ἐπώμοσεν ἡ Ἀρσάκη πράξειν τὸν γάμον τῆς ἀδελφῆς Θεαγένους. ὁ δὴ Ἀχαιμένης, δέσποινα, ἔφη, πεπαύσθω λοιπὸν Θεαγένης δοῦλος ὢν καὶ θρυπτόμενος κατὰ δεσποίνης ἰδίας. καί “πῶς τοῦτο λέγεις” ἐρωτώσης ἅπαντα ἐξηγόρευεν, ὡς πολέμου νόμῳ ληφθείη καὶ γένοιτο αἰχμάλωτος ὁ Θεαγένης, ὡς Μιτράνης ἐκπέμψειεν αὐτὸν πρὸς Ὀροονδάτην ἀναπεμφθησόμενον βασιλεῖ τῷ μεγάλῳ, ὡς αὐτὸς ἵνα ἄγοι παραλαβὼν ἀπολέσειεν, ἔφοδον Βησσαέων καὶ Θυάμιδος κατατολμησάντων, ὡς μόλις αὐτὸς διαδράσειε. καὶ ἐπὶ πᾶσι τὸ γράμμα τὸ Μιτράνου πρὸς Ὀροονδάτην προηυτρεπισμένος ἐπεδείκνυε τῇ Ἀρσάκῃ, καὶ εἰ προσδέοιτο καὶ ἑτέρων ἀποδείξεων, ἕξειν μαρτυροῦντα καὶ τὸν Θύαμιν. ἀνέπνει πρὸς, ταῦτα ἡ Ἀρσάκη. καὶ οὐ δὲ ὅσον μελλήσασα πρόεισίτε τοῦ θαλάμου, καὶ εἰς τὸν οἶκον οὗ προκαθημένη χρηματίζειν εἰώθει παρελθοῦσα ἄγεσθαι τὸν Θεαγένην ἐκέλευσεν. ἐπεὶ δὲ ἤχθη, ἐπηρώτα εἰ γνωρίζει τὸν Ἀχαιμένην, ἑστῶτα πλησίον ἐπιδεικνῦσα. τοῦ δὲ φήσαντος, οὐκοῦν ὅτι καὶ αἰχμάλωτον ἦγέ σε παραλαβών, αὖθις ἠρώτα. συμφήσαντος καὶ τοῦτο τοῦ Θεαγένους, δοῦλος τοίνυν ἡμέτερος ὢν ἴσθι. καὶ σὺ μὲν πράξεις τὰ οἰκετῶν, τοῖς ἡμετέροις νεύμασι καὶ ἄκων ἑπόμενος · ἀδελφὴν δὲ τὴν σὴν Ἀχαιμένει τῷδε πρὸς γάμον κατεγγυῶ, τὰ πρῶτα φερομένῳ παρ’ἡμῖν τῆςτε μητρὸς ἕνεκεν καὶ τῆς ἄλλης αὐτοῦ περὶ ἡμᾶς εὐνοίας, ὑπερθεμένη τοσοῦτον ὅσον ἡμέραν προορίσαι καὶ τὰ πρὸς τὴν εὐωχίαν λαμπρότερον εὐτρεπισθῆναι. ὁ δὲ Θεαγένης ἐβέβλητο μὲν ὡς ὑπὸ τρώσεως τῶν λόγων, ἔγνω δ’οὖν μὴ ὁμόσε χωρεῖν, ἀλλὰ καθάπερ θηρίου τὴν ὁρμὴν ἐκκλῖναι. καὶ ὦ δέσποινα ἔλεγε, θεοῖς χάρις ὅτι εὐγενείας τὰ πρῶτα ὄντες ταῦτα γοῦν ὡς ἐν δυστυχήμασιν εὐπραγοῦμεν, τὸ μὴ ἄλλοις, σοὶ δὲ δουλεύειν, ἣ καὶ ἀλλοτρίους εἶναι δοκοῦντας καὶ ξένους οὕτως ἡμέρωςτε καὶ φιλοφρόνως ἑώρας. ἀδελφῆς δὲ τῆς ἐμῆς ἕνεκεν, αἰχμαλώτου μὲν οὐκ οὔσης οὐ δὲ διὰ τοῦτο δούλης, αἱρουμένης δὲ σὲ θεραπεύειν καὶ κεκλῆσθαι τὸ σοὶ καθ’ἡδονὴν βουλευσαμένης, πρᾶττε τοῦθ’ὅπερ ἂν ἔχειν ὀρθῶς δοκιμάζῃς. ἡ δὲ Ἀρσάκη, κατατετάχθω, ἔφη, ἐν τοῖς τραπεζοκόμοις, καὶ οἰνοχοεῖν πρὸς Ἀχαιμένους ἐκδιδασκέσθω, πρὸς τὴν βασιλικὴν διακονίαν πόρρωθεν προεθιζόμενος.
ἐξῄεσαν οὖν, σύννους μὲν ὁ Θεαγένης καὶ τῶν πρακτέων εἰς ἐπίσκεψιν τὸ βλέμμα ἐπιστρέφων, ἐγγελῶν δὲ ὁ Ἀχαιμένης καὶ τοῦ Θεαγένους καταμωκώμενος, ὁ σοβαρὸς ἡμῖν ἀρτίως, λέγων, καὶ ὑπερήφανος, ὁ τὸν αὐχένα ἄκαμπτος καὶ μόνος ἐλεύθερος, ὁ τὴν κεφαλὴν νεύειν εἰς τὸ προσκυνεῖν οὐκ ἀνεχόμενος, νῦν που τάχα κλινεῖς, ἢ καὶ κονδύλοις ὑφέξῃ ταύτην παιδαγωγούμενος. ἡ δὲ Ἀρσάκη τοὺς ἄλλους ἀποπέμψασα, πρὸς μόνην τὴν Κυβέλην, νῦν μὲν δή, ἔφη, ὦ Κυβέλη, πᾶσα περιῄρηται πρόφασις, καὶ λέγε ἐλθοῦσα πρὸς τὸν ὑπερήφανον ὡς πειθόμενος μὲν ἡμῖν καὶ τὰ κατὰ νοῦν τὸν ἡμέτερον πράττων. ἐλευθερίαςτε μεθέξει καὶ ἀφθόνως ἐν εὐπορίᾳ βιώσεται, τοῖς δὲ ἐναντίοις ἐπιμένων ἐρωμένηςτε ὑπερφρονουμένης καὶ δεσποίνης ἅμα ἀγανακτούσης αἰσθήσεται, δουλείαν μὲν τὴν ἐσχάτην καὶ ἀτιμοτάτην ὑπηρετησόμενος, κολάσεως δὲ πᾶν εἶδος ὑποστησόμενος. ἦλθεν ἡ Κυβέλη καὶ ἀπήγγειλε τὰ παρὰ τῆς Ἀρσάκης, πολλὰ καὶ παρ’ἑαυτῆς εἰς προτροπὴν τῶν φαινομένων λυσιτελεῖν προστιθεῖσα. ὁ δὴ Θεαγένης ὀλίγον ἐπιμεῖναι παρακαλέσας, μόνοςτε πρὸς τὴν Χαρίκλειαν ἰδιάσας, οἴχεται τὰ καθ’ἡμᾶς, ἔφη, Χαρίκλεια. πᾶν, τοῦτο δὴ τὸ τοῦ λόγου, πεῖσμα διέρρηκται, πᾶσα ἐλπίδος ἄγκυρα παντοίως ἀνέσπασται. καὶ οὐ δὲ μετ’ὀνόματος γοῦν ἐλευθέρου δυστυχοῦμεν, ἀλλὰ δοῦλοι γεγόναμεν αὖθις (καὶ ὅπως προσετίθει) καὶ βαρβαρικαῖς λοιπὸν ἐκκείμεθα αἰκίαις, ἢ πράττοντες τὰ δοκοῦντα τοῖς δεσποτεύουσιν, ἢ τοῖς κατακρίτοις ἐναριθμούμενοι. καὶ ταῦτα μέν, ἔφη, φορητά · τὸ δὲ πάντων βαρύτατον, Ἀχαιμένει τῷ Κυβέλης υἱεῖ πρὸς γάμον ἐκδώσειν ἡ Ἀρσάκη σε κατεπηγγείλατο. καὶ τοῦτο μὲν ὅτι μὴ ἔσται ἢ γινόμενον οὐκ ὄψομαι, δῆλον, ἕως ἄν ὁ βίος ξιφῶντε καὶ ἀμυντηρίων εὐπορῇ · τί δὲ χρὴ πράττειν ἢ τίνα μηχανὴν ἐπινοεῖν ὥστε διακρούσασθαι τήντε ἐμὴν πρὸς Ἀρσάκην καὶ τὴν σὴν πρὸς Ἀχαιμένην ἀπευκτὴν σύνοδον; μίαν, ἔφη πρὸς αὐτὸν ἡ Χαρίκλεια, κατανεύσας, τὴν ἑτέραν τὴν κατ’ἐμὲ διακωλύσεις. εὐφήμησον, ἔφη · μὴ γὰρ οὕτως ἡ δαίμονος τοῦ ἡμετέρου βαρύτης ἰσχύσειεν ὥστ’ἐμὲ τὸν Χαρικλείας ἀπείρατον ἄλλης ὁμιλίᾳ παρανόμως μιανθῆναι. ἀλλά τι δραστήριον ἐπινενοηκέναι μοι δοκῶ · εὑρέτις ἄρα ἐστὶ λογισμῶν ἡ ἀνάγκη. καὶ ἅμα πρὸς τὴν Κυβέλην μεταστάς, ἀπάγγελλε, εἶπε, τῇ δεσποίνῃ βούλεσθαί με μόνῃ καὶ ἰδίᾳ τῶν ἄλλων ἐντυχεῖν.
τοῦτ’ἐκεῖνο νομίσασα εἶναι ἡ πρεσβῦτις, καὶ ὑποπεπτωκέναι τὸν Θεαγένην, ἀπήγγειλέτε πρὸς τὴν Ἀρσάκην, καὶ μετὰ δεῖπνον ἄγειν τὸν νεανίαν ἀκούσασα οὕτως ἔπραττε. καὶ ἡσυχίαν παρασχεῖν τῇ δεσποίνῃ τοὺς παρεδρεύοντας κελεύσασα, καὶ μὴ παρενοχλεῖν τοῖς περὶ τὸν θάλαμον, παρεισῆγε τὸν Θεαγένην, τῶν μὲν ἄλλων οἷα δὴ νυκτὸς ὑπὸ σκότους κατεχομένων καὶ λαθεῖν παρεχόντων, μόνον δὲ τὸν θάλαμον λύχνου καταυγάζοντος. καὶ εἰσάγουσα ὑπέστελλεν ἑαυτήν. ἀλλ’ὁ Θεαγένης ἐπεῖχε, παρέστω καὶ ἡ Κυβέλη τὸ παρὸν ὦ δέσποινα, εἰπών · οἶδα ὡς τὸ πιστὸν ἔχει φυλακῆς τῶν ἀπορρήτων. καὶ ἅμα τῶν χειρῶν τῆς Ἀρσάκης λαβόμενος, ὦ δέσποινα, ἔλεγεν, οὔτε πρότερον ἀπαυθαδιαζόμενος πρὸς τὸ βούλημα τὸ σὸν ὑπερεθέμην τὸ κελευόμενον, ἀλλ’ὅπως ἂν ἀσφαλῶς γένοιτο πρυτανευόμενος · νῦντε, ἐπειδή με καὶ δοῦλον τάχα καλῶς ποιοῦσα ἡ τύχη σὸν ἀπέφηνε, πολὺ πλέον εἰς πάντα ἕτοιμος εἴκειν. ἕν μοι μόνον παρασχέσθαι νεῦσον, καί τοι πολλὰ καὶ μεγάλα ὑποσχομένη. ἄπειπε τὸν γάμον Ἀχαιμένει τὸν Χαρικλείας · τῶν γὰρ ἄλλων σιωπωμένων, τὴν εὐγενείᾳ τῇ μεγίστῃ κομῶσαν οἰκότριβι συνοικεῖν ἀθέμιτον. ἢ ἐπόμνυμί σοι θεῶν τὸν κάλλιστον ἥλιον καὶ θεοὺς τοὺς ἄλλους ὡς οὔτε ὑπείξω τῷ σῷ βουλήματι, καὶ εἰ γένοιτό τι πρὸς βίαν εἰς τὴν Χαρίκλειαν, ἐπόψει με πρότερον ἐμαυτὸν διαχρησάμενον. καὶ ἡ Ἀρσάκη, μὴ ἀπίστει, ἔφη, βούλεσθαί με πάντα σοι χαρίζεσθαι, ἥτις καὶ ἐμαυτὴν ἕτοιμος ἐκδιδόναι. ἀλλὰ προληφθεῖσα ἐπώμοσα ἐκδώσειν Ἀχαιμένει τὴν σὴν ἀδελφήν. εὖ ἂν ἔχοι, ἔφη, ὦ δέσποινα. τὴν ἀδελφὴν τοίνυν ἥτις ἐστίν, ἐκδίδου. μνηστὴν δὲ τὴν ἐμὴν καὶ νύμφην, καὶ τί γὰρ ἄλλο ἢ γαμετήν, οὔτε θελήσεις, εὖ οἶδα, οὔτε θέλουσα ἐκδώσεις. πῶς, ἔφη, λέγεις; ὃ δέ, τὰ ὄντα, ἀπεκρίνατο · οὐ γὰρ ἀδελφὴν ἔχω τὴν Χαρίκλειαν, ἀλλὰ νύμφην, ὥσπερ ἔλεγον. ὡς λελύσθαι μέν σοι τὸν ὅρκον, ἐξεῖναι δέ, εἰ βούλοιο, καὶ ἄλλην ἔχειν ἀπόδειξιν, τοὺς γάμους, ὅταν κρίνῃς, ἐμοῦτε κα- κἀκείνης εὐωχοῦσα. ὑπεκνίσθη μέν, νύμφην, οὐκ ἀδελφὴν εἶναι τὴν Χαρίκλειαν οὐκ ἄνευ ζηλοτυπίας ἀκούσασα · πλὴν ἀλλ’ἔσται οὕτως, εἶπεν ἡ Ἀρσάκη · καὶ Ἀχαιμένην ἡμεῖς ἑτέρῳ γάμῳ παραμυθησόμεθα. ἔσται καὶ παρ’ἐμοῦ, φησί, πρὸς σέ, ὁ Θεαγένης, τούτων διακριθέντων. καὶ ἅμα προσῄει ὡς τὰς χεῖρας φιλήσων. ἣ δὲ προσκύψασα καὶ τὸ στόμα ἀντὶ τῶν χειρῶν προβαλοῦσα ἐφίλησε. καὶ ἐξῆλθεν ὁ Θεαγένης φιληθείς, οὐ μὴν αὐτός γε φιλήσας. καὶ τῇ Χαρικλείᾳ καιροῦ λαβόμενος ἅπαντα ἐξεῖπεν, οὐκ ἄνευ ζηλοτυπίας οὐ δὲ ἐκείνης ἔνια μανθανούσης, καὶ τῶν ἀτόπων τῆς ἐπαγγελίας τὸν σκοπὸν προσέθηκεν, καὶ ὡς πολλὰ δι’ἑνὸς ἀνύοιτο. Ἀχαιμένει γὰρ διασεσόβηται ὁ γάμος, καὶ τῇ κατ’Ἀρσάκην ἐπιθυμίᾳ πρόφασις τὸ παρὸν ὑπερθέσεως ἐπινενόηται. καὶ τὸ δὴ κεφάλαιον, ὡς εἰκός, τὸν Ἀχαιμένην ἅπαντα ταραχῆς ἐμπλήσειν, ἀνιώμενον μὲν ἐφ’οἷς ἀποτυγχάνει προσδοκήσας, ἀγανακτοῦντα δὲ ἐφ’οἷς ἠλάττωται παρὰ τῇ Ἀρσάκῃ διὰ τὴν εἰς ἐμὲ χάριν. οὐ γὰρ δὴ λήσεται αὐτὸν οὐδέν, τῆς μητρὸς ἐξαγορευούσης, ἣν ἐπίτηδες παρεῖναι τοῖς λεγομένοις προυνόησα, μηνυθῆναίτε ταῦτα τῷ Ἀχαιμένει βουλόμενος καὶ μάρτυρα τῆς ἄχρι λόγων πρὸς τὴν Ἀρσάκην ὁμιλίας ποιούμενος. ἀρκεῖ μὲν γὰρ ἴσως καὶ τὸ μηδὲν ἑαυτῷ συνειδότα φαῦλον εὐμενείᾳ τῇ παρὰ τῶν κρειττόνων ἐπελπίζειν · καλὸν δὲ καὶ ἀνθρώπων τοὺς συνόντας πείθοντα, σὺν παρρησίᾳ τὸν ἐπίκαιρον τοῦτον βίον διάγειν. προσετίθει δὲ κα- κἀκεῖνα, ὡς σφόδρα χρὴ προσδοκᾶν καὶ ἐπιβουλεύσειν τῇ Ἀρσάκῃ τὸν Ἀχαιμένην, ἄνδρα δοῦλον μὲν τὴν τύχην (ἀντίθετον γὰρ ὡς ἐπίπαν τῷ κρατοῦντι τὸ κρατούμενον), ἀδικούμενον δὲ καὶ εἰς ὅρκους ἀθετούμενον, ἐρῶντα δὲ καὶ ἄλλους ἑαυτοῦ προτετιμῆσθαι πυθόμενον, συνειδότα δὲ τὰ πάντων αἴσχιστα καὶ παρανομώτατα, καὶ οὐδὲν εἰς τὴν ἐπιβουλὴν πλάσασθαι δεόμενον, οἷα δὴ πολλοὶ πολλάκις ἀνιαθέντες ἐτόλμησαν, ἀλλὰ καὶ ἐκ τῶν ἀληθῶν ἔχοντα πρόχειρον τὴν ἄμυναν.
τοιαῦτα πολλὰ διελθὼν πρὸς τὴν Χαρίκλειαν, καὶ τὰ μέτρια θαρσεῖν παρασκευάσας, εἰς τὴν ἑξῆς ὑπηρετησόμενος ταῖς τραπέζαις ὑπὸ τοῦ Ἀχαιμένους ἤγετο, προστεταγμένον τοῦτο παρὰ τῆς Ἀρσάκης. καὶ ἐσθῆτα τῶν πολυτελῶν Περσικὴν ἀποστειλάσης, ταύτηντε μετημφιέννυτο, καὶ στρεπτοῖςτε χρυσοῖς καὶ περιαυχενίοις λιθοκολλήτοις ἑκώντε τὸ μέρος καὶ ἄκων ἐκοσμεῖτο. καὶ τοῦ Ἀχαιμένους ὑποδεικνύναι τι καὶ ὑφηγεῖσθαι τῶν οἰνοχοϊκῶν πειρωμένου, προσδραμὼν ὁ Θεαγένης ἑνὶ τῶν κυλικοφόρων τριπόδων, καὶ φιάλην τῶν πολυτίμων ἀνελόμενος, οὐδέν, ἔφη, δέομαι διδασκάλων, ἀλλ’αὐτοδίδακτος ὑπουργήσω τῇ δεσποίνῃ, τὰ οὕτω ῥᾷστα μὴ θρυπτόμενος. σὲ μὲν γὰρ ὦ βέλτιστε ἡ τύχη εἰδέναι τὰ τοιαῦτα καταναγκάζει, ἐμοὶ δὲ καὶ ἡ φύσις τὰ πρακτέα καὶ ὁ καιρὸς ὑπαγορεύει. καὶ ἅμα προσέφερε τῇ Ἀρσάκῃ προσηνὲς κερασάμενος, εὔρυθμοντέ τι καὶ ἄκροις τοῖς δακτύλοις ἐποχῶν τὴν φιάλην. ἐκείνην μὲν οὖν πλέον ἢ πρότερον τὸ ποτὸν ἐξεβάκχευσεν, ἐπιρροφοῦσάντε ἅμα καὶ ἀκλινῶς εἰς τὸν Θεαγένην ἀτενίζουσαν, καὶ τοῦ ἔρωτος πλέον ἢ τοῦ κράματος ἕλκουσαν, καὶ τὴν φιάλην ἐπίτηδες οὐκ ἐκπίνουσαν, ἀλλὰ σὺν τέχνῃ καὶ διὰ μικροῦ τοῦ λειψάνου τῷ Θεαγένει προπίνουσαν. ἀντιτέτρωτο δὲ ἐκ θατέρων ὁ Ἀχαιμένης, καὶ ὀργῆς ἅμα καὶ ζηλοτυπίας ἐμπλησθείς, ὡς μη δὲ λανθάνειν τὴν Ἀρσάκην ὑποβλέψαντάτε καί τι καὶ πρὸς τοὺς παρόντας ἠρέμα διαγογγύσαντα. ἤδη δὲ διαλυομένου τοῦ συμποσίου, πρώτην αἰτῶ χάριν ὦ δέσποινα, ἔφη ὁ Θεαγένης · ὑπηρετοῦντά με μόνον ἀμφιέννυσθαι ταύτῃ τῇ στολῇ κέλευσον. ὡς δὲ ἐπένευσεν ἡ Ἀρσάκη, τὰ συνήθη μεταμφιασάμενος ἐξῄει. συνεξῄει δὲ καὶ ὁ Ἀχαιμένης, πολλὰ τῆς προπετείας τὸν Θεαγένην ὀνειδίζων, καὶ ὡς μειρακιῶδες εἴη τὸ πρόχειρον, καὶ ὡς τὴν μὲν πρώτην ἡ δέσποινα τὸν ξένον καὶ ἄπειρον ὑπερεῖδεν, εἰ δὲ ἐπιμένοι βλακευόμενος, οὐ χαιρήσει · καὶ ὅτι φίλος ὢν ταῦτα συμβουλεύοι, μᾶλλον δὲ ὀλίγον ὕστερον καὶ εἰς γένος συναφθησόμενος καὶ ἀδελφῆς τῆς ἐκείνου καθ’ὑπόσχεσιν τῆς δεσποίνης ἀνὴρ ἐσόμενος. καὶ πολλὰ τοιαῦτα μὲν ἐκεῖνος ἔλεγεν, ὃ δὲ, οὐ δὲ ἀκούοντι προσεοικώς, κάτω νεύσας ἀντιπαρῄει, μέχρις οὗ συνέβαλεν αὐτοῖς ἡ Κυβέλη, κατευνάσαι τὴν δέσποιναν τὸ μεσημβρινὸν ἐπειγομένη. καὶ ἰδοῦσα σκυθρωπὸν τὸν υἱὸν ἠρώτα τὴν αἰτίαν. ὃ δέ, τὸ ξένον μειράκιον, ἔφη, προτετίμηται ἡμῶν, καὶ χθὲς καὶ τήμερον παρεισδεδυκὸς οἰνοχοεῖν ἐπιτέτραπται, καὶ τοῖς ἀρχιτρικλίνοις ἡμῖν καὶ ἀρχιοινοχόοις πολλὰ χαίρειν φράσαν ὀρέγει φιάλην, καὶ παρίσταται πλησίον βασιλικοῦ σώματος, τὸ μέχρις ὀνόματος ἀξίωμα ἡμῶν παραγκωνισάμενος. καὶ τὸ μὲν τοῦτον τιμᾶσθαι μετέχοντα καὶ τῶν μειζόνων καὶ κοινωνοῦντα καὶ κοινωνοῦντα καὶ τῶν ἀπορρητοτέρων, διότι καὶ κακῶς ποιοῦντες ἡμεῖς σιωπῶμεν καὶ συμπράττομεν, ἧττόν ἐστι δεινόν, καίπερ ὂν δεινόν · ἀλλ’ἐκεῖνο γ’ἐξῆν, ἄνευ ὕβρεως τῆς εἰς ἡμᾶς τοὺς ὑπουργοὺς καὶ συνεργοὺς τῶν καλῶν πράξεων τὰ τοιαῦτα γίνεσθαι.
καὶ περὶ μὲν τούτων δεύτερος λόγος · τὸ δὲ παρόν, ὦ μῆτερ, τὴν μνηστὴν ἐβουλόμην, τὴν τὰ πάντα ἐμοὶ γλυκυτάτην Χαρίκλειαν, ἰδεῖν, εἴ πως τὸ δεδηγμένον τῆς ψυχῆς τῇ θέᾳ τῇ ἐκείνης διαιτῆσαι δυνηθείην. καὶ ἡ Κυβέλη, ποίαν μνηστὴν ὦ τέκνον; ἔοικάς μοι τὰ σμικρότατα τῶν κατὰ σαυτὸν ἀγανακτεῖν, τὰ μείζονα δὲ ἀγνοῶν λανθάνειν. οὐκέτι λαμβάνεις πρὸς γάμον τὴν Χαρίκλειαν. τί, ἔφη, λέγεις, ἀναβοήσας · οὐκ εἰμὶ ἄξιος γαμεῖν ὁμόδουλον ἐμαυτοῦ; διὰ τί ὦ μῆτερ; δι’ἡμᾶς, ἔφη, καὶ τὴν ἡμετέραν παράνομον περὶ Ἀρσάκην εὔνοιάντε καὶ πίστιν. ἐπειδὴ γὰρ ἐκείνην καὶ τῆς ἑαυτῶν ἀσφαλείας προτιμήσαντες, καὶ τὴν ἐκείνης ἐπιθυμίαν καὶ τῆς ἡμετέρας σωτηρίας ἐπίπροσθεν ἄγοντες, ἅπαντα καθ’ἡδονὴν συνεπράξαμεν, ἅπαξ που παρεισελθὼν εἰς τὸν θάλαμον ὁ γεννάδας οὗτος καὶ λαμπρὸς αὐτῆς ἐρώμενος, καὶ μόνον ὀφθείς, ἀναπέπεικε παραβῆναι μὲν τοὺς πρὸς σὲ γεγενημένους ὅρκους, αὐτῷ δὲ κατεγγυᾶν τὴν Χαρίκλειαν, οὐκ ἀδελφὴν ἀλλὰ μνηστὴν εἶναι διατεινόμενος. καὶ ἐπήγγελται ταῦτα ἐκείνη ὦ μῆτερ; ἐπήγγελται, παιδίον, ἀπεκρίνατο ἡ Κυβέλη, παρούσης ἐμοῦ καὶ ἀκουούσης · καὶ τοὺς γάμους αὐτῶν ἑστιάσει λαμπρῶς ὀλίγαις ὕστερον ἡμέραις. σοὶ δὲ ἄλλην συνοικιεῖν ἀντὶ ταύτης ἐπηγγέλλετο. βαρὺ δή τι πρὸς ταῦτα ἀνοιμώξας ὁ Ἀχαιμένης, καὶ τὼ χεῖρε διατρίψας, ἐγώ, ἔφη, πικρογάμους θήσω σύμπαντας · μόνον μοι σύμπραττε τὴν εἰς χρόνον σύμμετρον τῶν γάμων ὑπέρθεσιν. καὶ εἴ τις ἐπιζητοίη, κακοῦσθαί με κατ’ἀγρόν που συμπεσόντα ἀπάγγελλε. μνηστὴν ὁ γεννάδας ὀνομάζει τὴν ἀδελφήν, ὥσπερ οὐ συνιέντων ἐπὶ διακρούσει μόνῃ τῇ ἐμῇ ταῦτα πράττεσθαι. εἰ γὰρ περιβάλλοι, εἰ γὰρ φιλοίη καθάπερ δίκαιον νύμφην, εἰ καὶ συγκαθεύδοι, καθαρός τι ἔλεγχος ὅτι μὴ ἀδελφή, μνηστὴ δὲ ἐστίν. ἐμοὶ μελήσει ταῦτα, καὶ ὅρκοις καὶ θεοῖς τοῖς παραβαθεῖσι.
ταῦτα εἶπε, καὶ ὑπ’ὀργῆς ἅμα καὶ ζηλοτυπίας καὶ ἔρωτος καὶ ἀποτυχίας οἰστρηθείς, ἱκανῶν καὶ ἄλλον τινὰ διαταράξαι πραγμάτων, μή τοί γε δὴ βάρβαρον, τὴν προσπεσοῦσαν ἔννοιαν οὐκ ἐπὶ λογισμῷ διακρίνας, ἐκ δὲ τῆς πρώτης ὁρμῆς κρατύνας, ἑσπέρας ἐπελθούσης, ἵπποντε Ἀρμένιον, τῶν εἰς πομπὰς καὶ πανηγύρεις τῷ σατράπῃ φατνιζομένων, ὑφελέσθαι δυνηθείς, ἀφιππάσατο ὡς τὸν Ὀροονδάτην κατὰ Θήβας τότε τὰς μεγάλας τὴν ἐπ’Αἰθίοπας συγκροτοῦντα στρατείαν, καὶ πᾶν εἶδος πολέμου καὶ χεῖρα παντοίαν ἀθροίζοντα, καὶ τὴν ἐπ’αὐτοὺς ἔξοδον ἤδη συσκευαζόμενον.