Heliodorus

Ethiopian Story, 1

1.1

ἡμέρας ἄρτι διαγελώσης καὶ ἡλίου τὰς ἀκρωρείας καταυγάζοντος ἄνδρες ἐν ὅπλοις λῃστρικοῖς ὄρους ὑπερκύψαντες, δὴ κατ’ἐκβολὰς τοῦ Νείλου στόμα τὸ καλούμενον Ἡρακλεωτικὸν, ὑπερτείνει, μικρὸν ἐπιστάντες τὴν ὑποκειμένην θάλατταν ὀφθαλμοῖς ἐπήρχοντο, καὶ τῷ πελάγει τὰς ὄψεις ἐπαφέντες, ὡς οὐδὲν ἄγρας λῃστρικῆς ἐπηγγέλλετο μὴ πλεόμενον, ἐπὶ τὸν πλησίον αἰγιαλὸν τῇ θέᾳ κατήγοντο. καὶ ἦν τὰ ἐν αὐτῷ τοιάδε. ὁλκὰς ἀπὸ πρυμνησίων ὥρμει, τῶν, μὲν ἐμπλεόντων χηρεύουσα φόρτου δὲ πλήθουσα. καὶ τοῦτο παρῆν συμβάλλειν καὶ τοῖς πόρρωθεν · τὸ γὰρ ἄχθος ἄχρι καὶ ἐπὶ τρίτον ζωστῆρα τῆς νεὼς τὸ ὕδωρ ἀνέθλιβεν. δὲ αἰγιαλός, μεστὰ πάντα σωμάτων νεοσφαγῶν, τῶν μὲν ἄρδην ἀπολωλότων τῶν δὲ ἡμιθνήτων καὶ μέρεσι τῶν σωμάτων ἔτι σπαιρόντων, ἄρτι πεπαῦσθαι τὸν πόλεμον κατηγορούντων. ἦν δὲ οὐ πολέμου καθαροῦ τὰ φαινόμενα σύμβολα, ἀλλ’ἀναμέμικτο καὶ εὐωχίας οὐκ εὐτυχοῦς ἀλλ’εἰς τοῦτο ληξάσης ἐλεεινὰ λείψανα, τράπεζαι τῶν ἐδεσμάτων ἔτι πλήθουσαι, καὶ ἄλλαι πρὸς τῇ γῇ τῶν κειμένων ἐν χερσίν, ἀνθ’ὅπλων ἐνίοις παρὰ τὴν μάχην γεγενημέναι · γὰρ πόλεμος ἐσχεδίαστο. ἕτεραι δὲ ἄλλους ἔκρυπτον, ὡς ᾤοντο, ὑπελθόντας. κρατῆρες ἀνατετραμμένοι, καὶ χειρῶν ἔνιοι τῶν ἐσχηκότων ἀπορρέοντες, τῶν μὲν πινόντων τῶν δὲ ἀντὶ λίθων κεχρημένων · τὸ γὰρ αἰφνίδιον τοῦ κακοῦ τὰς χρείας ἐκαινοτόμει καὶ βέλεσι κεχρῆσθαι τοῖς ἐκπώμασιν ἐδίδασκεν. ἔκειντο δὲ μὲν πελέκει τετρωμένος, δὲ κάχληκι βεβλημένος αὐτόθεν ἀπὸ τῆς ῥαχίας πεπορισμένῳ, ἕτερος ξύλῳ κατεαγώς, δὲ δαλῷ κατάφλεκτος, καὶ ἄλλος ἄλλως, οἱ δὲ πλεῖστοι βελῶν ἔργον καὶ τοξείας γεγενημένοι. καὶ μυρίον εἶδος δαίμων ἐπὶ μικροῦ τοῦ χωρίου διεσκεύασεν, οἶνον αἵματι μιάνας καὶ συμποσίοις πόλεμον ἐπιστήσας, φόνους καὶ πότους, σπονδὰς καὶ σφαγὰς ἐπισυνάψας, καὶ τοιοῦτον θέατρον λῃσταῖς Αἰγυπτίοις ἐπιδείξας. οἳ γὰρ δὴ κατὰ τὸ ὄρος θεωροὺς ἑαυτοὺς τῶνδε καθίσαντες οὐ δὲ συνιέναι τὴν σκηνὴν ἐδύναντο, τοὺς μὲν ἑαλωκότας ἔχοντες, οὐδαμοῦ δὲ τοὺς κεκρατηκότας ὁρῶντες, καὶ τὴν μὲν νίκην λαμπρὰν τὰ λάφυρα δὲ ἀσκύλευτα, καὶ τὴν ναῦν μόνην, ἀνδρῶν μὲν ἔρημον, τἆλλα δὲ ἄσυλον ὥσπερ ὑπὸ πολλῶν φρουρουμένην καὶ ὥσπερ ἐν εἰρήνῃ σαλεύουσαν. ἀλλὰ καίπερ τὸ γεγονὸς τι ποτέ ἐστιν ἀποροῦντες, εἰς τὸ κέρδος ἔβλεπον καὶ τὴν λείαν. ἑαυτοὺς οὖν νικητὰς ἀποδείξαντες ὥρμησαν.

1.2

ἤδη δὲ αὐτοῖς κεκινηκόσιν ἄπωθεν μικρὸν τῆς νεὼς καὶ τῶν κειμένων θέαμα προσπίπτει τῶν προτέρων ἀπορώτερον. κόρη καθῆστο ἐπὶ πέτρας, ἀμήχανόν τι κάλλος, καὶ θεὸς εἶναι ἀναπείθουσα, τοῖς μὲν παροῦσι περιαλγοῦσα, φρονήματος δὲ εὐγενοῦς ἔτι πνέουσα. δάφνῃ τὴν κεφαλὴν ἔστεπτο, καὶ φαρέτραν τῶν ὤμων ἐξῆπτο, καὶ τῷ λαιῷ βραχίονι τὸ τόξον ὑπεστήρικτο · λοιπὴ δὲ χεὶρ ἀφροντίστως ἀπῃωρεῖτο. μηρῷ δὲ τῷ δεξιῷ τὸν ἀγκῶνα θατέρας χειρὸς ἐφεδράζουσα, καὶ τοῖς δακτύλοις τὴν παρειὰν ἐπιτρέψασα, κάτω νεύουσα καί τινα προκείμενον ἔφηβον περισκοποῦσα τὴν κεφαλὴν ἀνεῖχεν. δὲ τραύμασι μὲν κατῄκιστο, καὶ μικρὸν ἀναφέρειν ὥσπερ ἐκ βαθέος ὕπνου τοῦ παρ’ὀλίγον θανάτου κατεφαίνετο, ἤνθει δὲ καὶ ἐν τούτοις ἀνδρείῳ τῷ κάλλει, καὶ παρειὰ καταρρέοντι τῷ αἵματι φοινιττομένη λευκότητι πλέον ἀντέλαμπεν. ὀφθαλμοὺς δὲ ἐκείνου οἱ μὲν πόνοι κατέσπων, δὲ ὄψις τῆς κόρης ἐφ’ἑαυτὴν ἀνεῖλκε, καὶ τοῦτο ὁρᾶν αὐτοὺς ἠνάγκαζεν, ὅτι ἐκείνην ἑώρων. ὡς δὲ πνεῦμα συλλεξάμενος καὶ βύθιόν τι ἀσθμήνας λεπτὸν ὑπεφθέγξατο, καὶ γλυκεῖα ἔφη, σώζῃ μοι ὡς ἀληθῶς, γέγονας καὶ αὐτὴ τοῦ πολέμου πάρεργον, οὐκ ἀνέχῃ δὲ ὅμως οὐ δὲ μετὰ θάνατον ἀποστατεῖν ἡμῶν, ἀλλὰ φάσμα τὸ σὸν καὶ ψυχὴ τὰς ἐμὰς περιέπει τύχας; ἐν σοί, ἔφη, τὰ ἐμά, κόρη, σώζεσθαίτε καὶ μή. τοῦτο γοῦν, ὁρᾷς; δείξασα ἐπὶ τῶν γονάτων ξίφος, εἰς δεῦρο ἤργησεν ὑπὸ τῆς σῆς ἀναπνοῆς ἐπεχόμενον. καὶ ἅμα λέγουσα μὲν τῆς πέτρας ἀνέθορεν, οἳ δὲ ἐπὶ τοῦ ὄρους ὑπὸ θαύματος ἅμα καὶ ἐκπλήξεως, ὥσπερ ὑπὸ πρηστῆρος τῆς ὄψεως βληθέντες, ἄλλος ἄλλον ὑπεδύετο θάμνον · μεῖζον γάρ τι καὶ θειότερον αὐτοῖς ὀρθωθεῖσα ἔδοξε, τῶν μὲν βελῶν τῇ ἀθρόᾳ κινήσει κλαγξάντων, χρυσοϋφοῦς δὲ τῆς ἐσθῆτος πρὸς τὸν ἥλιον ἀνταυγαζούσης, καὶ τῆς κόμης ὑπὸ τῷ στεφάνῳ βακχεῖον σοβουμένης καὶ τοῖς νώτοις πλεῖστον ὅσον ἐπιτρεχούσης. τοὺς μὲν ταῦτα ἐξεδειμάτου, καὶ πλέον τῶν ὁρωμένων τῶν γενομένων ἄγνοια. οἳ μὲν γὰρ θεόν τινα ἔλεγον, καὶ θεὸν Ἄρτεμιν τὴν ἐγχώριον Ἶσιν, οἳ δὲ ἱέρειαν ὑπό του θεῶν ἐκμεμηνυῖαν καὶ τὸν ὁρώμενον πολὺν φόνον ἐργασαμένην. καὶ οἳ μὲν ταῦτα ἐγίνωσκον, τὰ ὄντα δὲ οὔπω ἐγίνωσκον · δὲ ἀθρόον κατενεχθεῖσα ἐπὶ τὸν νεανίαν, καὶ πανταχόθεν αὐτῷ περιχυθεῖσα, ἐδάκρυεν ἐφίλει κατέματτεν ἀνῴμωζεν, ἠπίστει κατέχουσα. ταῦτα ὁρῶντες οἱ Αἰγύπτιοι πρὸς ἑτέρας ἐννοίας τὴν γνώμην μετέβαλον, καὶ ποῦ ταῦτα ἄν εἴη θεοῦ τὰ ἔργα; λέγοντες, ποῦ δ’ἂν νεκρὸν σῶμα φιλοίη δαίμων οὕτω περιπαθῶς; τολμᾶν ἑαυτοῖς παρεκελεύοντο, καὶ πορευθέντες ἐγγύθεν λαμβάνειν τὴν τῶν ἀληθῶν γνῶσιν. ἀναλαβόντες οὖν ἑαυτοὺς καταθέουσι καὶ τὴν κόρην ἔτι πρὸς τοῖς τραύμασιν οὖσαν τοῦ νεανίου καταλαμβάνουσι. καὶ ἐπιστάντες ὄπισθεν εἶχον ἑαυτούς, οὔτε τι λέγειν οὔτε τι πράττειν ἀποθαρροῦντες. κτύπου δὲ περιηχήσαντος, καὶ τῆς ἐξ αὐτῶν σκιᾶς τοῖς ὀφθαλμοῖς παρεμπεσούσης, ἀνένευσεν κόρη, καὶ ἰδοῦσα αὖθις ἐπένευσε, πρὸς μὲν τὸ ἄηθες τῆς χροιᾶς καὶ τὸ λῃστρικὸν τῆς ὄψεως ἐν ὅπλοις δεικνυμένης οὐ δὲ κατὰ μικρὸν ἐκπλαγεῖσα, πρὸς δὲ τὴν θεραπείαν τοῦ κειμένου πᾶσαν ἑαυτὴν τρέψασα. οὕτως ἄρα πόθος ἀκριβὴς καὶ ἔρως ἀκραιφνὴς τῶν μὲν ἔξωθεν προσπιπτόντων ἀλγεινῶντε καὶ ἡδέων πάντων ὑπερφρονεῖ, πρὸς ἓν δὲ τὸ φιλούμενον καὶ ὁρᾶν καὶ συννεύειν τὸ φρόνημα καταναγκάζει.

1.3

ὡς δὲ παραμείψαντες οἱ λῃσταὶ κατὰ πρόσωπον ἔστησαν καί τι καὶ μέλλειν ἐπιχειρεῖν ἐῴκεσαν, αὖθις παῖς ἀνένευσε, καὶ μέλανας ἰδοῦσα τὴν χροιὰν καὶ τὴν ὄψιν αὐχμηρούς, εἰ μὲν εἴδωλα τῶν κειμένων ἐστέ, φησίν, οὐκ ἐν δίκῃ παρενοχλεῖτε ἡμῖν · οἱ μὲν γὰρ πλεῖστοι χερσὶ ταῖς ἀλλήλων ἀνῄρησθε, ὅσοι δὲ πρὸς ἡμῶν, ἀμύνης νόμῳ καὶ ἐκδικίας τῆς εἰς σωφροσύνην ὕβρεως πεπόνθατε. εἰ δέ τινες τῶν ζώντων ἐστέ, λῃστρικὸς μὲν ὑμῖν, ὡς ἔοικεν, βίος, εἰς καιρὸν δὲ ἥκετε. λύσατε τῶν περιεστηκότων ἀλγεινῶν, φόνῳ τῷ καθ’ἡμῶν δρᾶμα τὸ περὶ ἡμᾶς καταστρέψαντες. μὲν ταῦτα ἐπετραγῴδει, οἳ δὲ οὐδὲν συνιέναι τῶν λεγομένων ἔχοντες τοὺς μὲν αὐτοῦ καταλείπουσιν, ἰσχυρὰν αὐτοῖς φυλακὴν τὴν ἀσθένειαν αὐτῶν ἐπιστήσαντες, ἐπὶ δὲ τὴν ναῦν ὁρμήσαντες τὸν φόρτον ἐξήντλουν, τῶν μὲν ἄλλων ὑπερορῶντες (πολλὰ δὲ ἦν καὶ ποικίλα), χρυσοῦ δὲ καὶ ἀργύρου καὶ λίθων πολυτίμων καὶ σηρικῆς ἐσθῆτος, ὅση δύναμις ἑκάστοις, ἐκφοροῦντες. ἐπεὶ δὲ ἅλις ἔχειν ἐδόκει, καὶ τοσαῦτα ἦν ὡς καὶ λῃστρικὴν κορέσαι πλεονεξίαν, τὴν λείαν ἐπὶ τὸν αἰγιαλὸν καταθέντες εἰς φορτία καὶ μοίρας κατενέμοντο, οὐ πρὸς τὴν ἑκάστου τῶν ληφθέντων ἀξίαν ἀλλὰ πρὸς τὸ ἴσον βάρος τὴν νέμησιν ποιούμενοι. τὰ δὲ περὶ τὴν κόρην καὶ τὸν νεανίαν τὰ δὲ περὶ τὴν κόρην καὶ τὸν νεανίαν ἐν δευτέροις πράξειν ἔμελλον. κἀν τούτῳ πλῆθος ἕτερον ἐφίσταται λῃστρικόν, ἱππέων δύω τοῦ τάγματος ἡγουμένων. ὅπερ ὡς εἶδον οἱ πρότεροι, οὔτε χεῖρας ἀνταράμενοι οὔτε τι τῶν σύλων ἀπενεγκάμενοι, τοῦ μὴ ἐπιδιωχθῆναι ἕνεκεν, ὡς δρόμου εἶχον ἔφευγον, αὐτοὶ μὲν εἰς δέκα τὸν ἀριθμὸν ὄντες, τρὶς δὲ τοσούτους τοὺς ἐπελθόντας θεασάμενοι. καὶ οἱ μὲν ἀμφὶ τὴν κόρην δεύτερον ἤδη ἡλίσκοντο, οὐδέπω ληφθέντες · οἱ δὲ λῃσταί, πρὸς τὴν διαρπαγὴν καὶ ταῦτα σπεύδοντες, ὑπὸ τῆς τῶν ὁρωμένων ἀγνοίας ἅμα καὶ ἐκπλήξεως τέως ἀνεστέλλοντο. τοὺς μὲν γὰρ πολλοὺς φόνους ὑπὸ τῶν προτέρων γεγενῆσθαι λῃστῶν εἴκαζον, τὴν κόρην δὲ ὁρῶντες ἐν ξένῃ καὶ περιβλέπτῳ τῇ στολῇ, καὶ τῶν μὲν προσπιπτόντων φοβερῶν ὡς ἂν μη δὲ γινομένων ὑπερορῶσαν, ὅλην δὲ τοῦ νεανίου πρὸς τοῖς τραύμασιν οὖσαν καὶ ὡς ἴδιον τὸ ἐκείνου πάθος ἀλγοῦσαν, τὴν μὲν τοῦ κάλλους καὶ τοῦ φρονήματος ἐθαύμαζον, τὸν δὲ καὶ τραυματίαν ἐξεπλήττοντο · τοιοῦτος τὴν μορφὴν καὶ τοσοῦτος τὸ μέγεθος ἔκειτο, κατὰ μικρὸν ἤδη πως ἀνειληφὼς ἑαυτὸν καὶ πρὸς τὸ σύνηθες βλέμμα ἀποκαθιστάμενος.

1.4

ὄψε δὴ οὖν ποτὲ πλησιάσας λῄσταρχος ἐπιβάλλειτε τῇ κόρῃ τὴν χεῖρα, καὶ ἀνίστασθαίτε καὶ ἕπεσθαι ἐκέλευεν. δὲ τῶν μὲν λεγομένων οὐδὲν συνιεῖσα, τὸ δὲ προσταττόμενον συμβάλλουσα, συνεφείλκετο τὸν νεανίσκον οὐ δὲ αὐτὸν μεθιέντα, καὶ τὸ ξίφος ἐπιφέρουσα τοῖς στέρνοις ἑαυτὴν ἀποσφάξειν ἠπείλει, εἰ μὴ ἀμφοτέρους ἄγοιεν. συνεὶς οὖν λῄσταρχος τὸ μέν τι τοῖς λεγομένοις, πλέον δέ τοῖς νεύμασι, καὶ ἅμα συνεργὸν ἕξειν εἰς τὰ μέγιστα τὸν νεανίαν, εἰ περισωθείη, προσδοκήσας, καταβιβάσας τόντε ὑπασπιστὴν καὶ ἑαυτὸν τῶν ἵππων ἀνατίθεται τοὺς αἰχμαλώτους, τοὺς μὲν ἄλλους τὰ λάφυρα συσκευασαμένους ἕπεσθαι προστάξας, αὐτὸς δὲ ἐκ ποδὸς παραθέων καὶ προσανέχων, εἴ ποί τις αὐτῶν περιτρέποιτο. καὶ ἦν δόξης οὐκ ἐκτὸς τὸ γινόμενον · δουλεύειν ἄρχων ἐφαίνετο, καὶ ὑπηρετεῖσθαι κρατῶν τοῖς ἑαλωκόσιν ᾑρεῖτο, οὕτως εὐγενείας ἔμφασις καὶ κάλλους ὄψις καὶ λῃστρικὸν ἦθος οἶδεν ὑποτάττειν, καὶ κρατεῖν τῶν αὐχμηροτέρων δύναται.

1.5

παραμείψαντες οὖν ὅσον δύο στάδια τὸν αἰγιαλόν, ἐκτραπέντες εὐθὺ τοῦ ὄρους πρὸς τὰ ὄρθια ἐχώρουν, τὴν θάλατταν ἐν δεξιᾷ ποιησάμενοι, καὶ ὑπερβάντες χαλεπῶς τὰς ἀκρωρείας ἐπί τινα λίμνην κατὰ θατέραν τοῦ ὄρους πλευρὰν ὑποτείνουσαν ἠπείγοντο. ἦν δὲ τοιάδε τις. βουκολία μὲν σύμπας κέκληται πρὸς Αἰγυπτίων τόπος, ἔστι δὲ κοιλὰς τῆς αὐτόθι γῆς, τοῦ Νείλου ὑπερεκχύσεις τινὰς ὑποδεχομένη καὶ λίμνη γινομένη, τὸ μὲν κατὰ μέσου βάθος ἄπειρος, ἐπὶ δὲ τὰς ἄκρας εἰς ἕλος ἀποτελευτῶσα · γὰρ ταῖς θαλάτταις αἰγιαλοί, τοῦτο ταῖς λίμναις τὰ ἕλη γίνεται. ἐν δὴ τούτοις ὅσον Αἰγυπτίων λῃστρικὸν πολιτεύεται. μὲν ἐπὶ γῆς ὀλίγης, εἴ πῄ τις ὑπερέχει τοῦ ὕδατος, καλύβην πηξάμενος, δὲ ἐπὶ σκάφους βιοτεύει, πορθμεῖον τὸ αὐτὸ καὶ οἰκητήριον ἔχων. ἐπ’αὐτοῦ μὲν αὐτοῖς αἱ γυναῖκες ἐριθεύουσιν, ἐπ’αὐτοῦ δὲ ἀποτίκτουσιν. ἐπὰν δὲ γένοιτο παιδίον, τὰ μὲν πρῶτα τῷ μητρῴῳ γάλακτι, τὰ δὲ ἀπὸ τούτου τοῖς ἀπὸ τῆς λίμνης ἰχθύσι πρὸς ἥλιον ὀπτωμένοις ἐκτρέφει. ἕρπειν δὲ ὀρεγόμενον εἰ αἴσθοιτο, ἱμάντα τῶν σφυρῶν ἐξάψας, ὅσον ἐπ’ἄκρου τοῦ σκάφους τῆς καλιᾶς προβαίνειν ἐπέτρεψε, καινόν τινα χειραγωγὸν αὐτῷ τὸν δεσμὸν τοῦ ποδὸς ἐπιστήσας.

1.6

καί πού τις βουκόλος ἀνὴρ ἐτέχθητε ἐν τῇ λίμνῃ καὶ τροφὸν ἔσχε ταύτην, καὶ πατρίδα τὴν λίμνην ἐνόμισεν. ἱκανὴ δὲ φρούριον ἰσχυρὸν εἶναι λῃσταῖς. διὸ καὶ συρρεῖ ἐπ’αὐτὴν τοιοῦτος βίος, τῷ μὲν ὕδατι πάντες ὅσα τείχει χρώμενοι, τὸν δὲ πολὺν κατὰ τὸ ἕλος κάλαμον ἀντὶ χαρακώματος προβεβλημένοι · σκολιὰς γάρ τινας ἀτραποὺς τεμόμενοι καὶ πολλοῖς ἑλιγμοῖς πεπλανημένας, καὶ σφίσι μὲν διὰ τὴν γνῶσιν ῥᾴστους τοῖς δ’ἄλλοις ἀπόρους τοὺς διέκπλους κατασκευάσαντες, μέγιστον ὀχύρωμα πρὸς τὸ μὴ ἄν τι παθεῖν ἐξ ἐπιδρομῆς ἐμηχανήσαντο.

1.7

καὶ τὰ μὲν κατὰ τὴν λίμνην καὶ τοὺς ἐνοικοῦντας αὐτῇ βουκόλους ὧδέ πως ἔχει · ἤδη δὲ ἡλίου πρὸς δυσμὰς ἰόντος ἀφικνοῦνται ἐπ’αὐτὴν οἱ ἀμφὶ τὸν λῄσταρχον. καὶ οἳ μὲν τῶντε ἵππων ἀπεβίβαζον τοὺς νέους, καὶ τὴν λείαν ἐνετίθεντο τοῖς σκάφεσιν · δὲ πολὺς τῶν κατὰ χώραν μεινάντων λῃστῶν ὅμιλος, ἄλλος ἄλλοθεν τοῦ ἕλους ἐκδὺς ἀνεφαίνετο, καὶ συνέθεον καὶ τὸν λῄσταρχον οἱονεὶ βασιλέα τινὰ ἑαυτῶν προσαπαντῶντες ὑπεδέχοντο. τῶν δὲ λαφύρων τὸ πλῆθος ὁρῶντες, καὶ τὸ κάλλος τῆς κόρης θεσπέσιόν τι χρῆμα περισκοποῦντες, ἱερά τινα ναοὺς πολυχρύσους ἀποσεσυλῆσθαι παρὰ τῶν ὁμοτέχνων ὑπελάμβανον, προσαφῃρῆσθαι δὲ καὶ τὴν ἱέρειαν αὐτήν, καὶ αὐτὸ ἔμπνουν μετῆχθαι τὸ ἄγαλμα διὰ τῆς κόρης ὑπ’ἀγροικίας εἴκαζον · καὶ πολλὰ τὸν λῄσταρχον τῆς ἀνδραγαθίας εὐφημοῦντες, ἐπὶ τὴν οἴκησιν αὐτοῦ παρέπεμπον. δὲ νησίδιον ἦν ἄπωθεν τῶν ἄλλων, εἰς καταγώγιον μόνῳ σὺν ὀλίγοις τοῖς περὶ αὐτὸν ἀποτετμημένον. ἐνταῦθα ὡς κατήχθη, τοὺς μὲν πολλοὺς οἴκαδε ἀπιέναι προσέταττεν, εἰς τὴν ὑστεραίαν ἅπαντας ἥκειν ὡς αὑτὸν ἐπιστείλας · αὐτὸς δὲ σὺν ὀλίγοις τοῖς εἰωθόσιν ὑπολειφθείς, καὶ δείπνου πρὸς βραχὺ τοῖςτ’ἄλλοις μεταδοὺς καὶ αὐτὸς μεταλαβών, τοὺς μὲν νέους Ἕλληνί τινι παραδίδωσι νεανίσκῳ, οὐ πρὸ πολλοῦ παρ’αὐτοῖς αἰχμαλώτῳ γεγονότι, τοῦ διαλέγεσθαι ἕνεκεν, καλύβην τῆς ἑαυτοῦ πλησίον ἀποκληρώσας, τάτε ἄλλα ἐπιμεληθῆναι τοῦ νέου προστάξας καὶ τὴν κόρην ἀνύβριστον ἀπὸ πάντων διαφυλάττειν, αὐτὸς δὲ καμάτῳτε τῆς ὁδοιπορίας βαρούμενος καὶ φροντίδι τῶν παρόντων συνεχόμενος πρὸς ὕπνον ἐτέτραπτο.

1.8

σιγῆς δὲ τὸ ἕλος κατασχούσης καὶ νυκτὸς εἰς πρώτην φυλακὴν προελθούσης, τὴν ἐρημίαν τῶν ὀχλησόντων εὐπορίαν εἰς θρήνους οἱ περὶ τὴν κόρην ἐλάμβανον, ἀνακινούσης αὐτοῖς, οἶμαι, πλέον τὰ πάθη τῆς νυκτός, ἅτε οὐδεμιᾶς οὔτε ἀκοῆς οὔτε ὄψεως ἐφ’ἑαυτὴν ἀντισπώσης, ἀλλὰ μόνῳ τῷ λυποῦντι σχολάζειν ἐπιτρεπούσης. πολλὰ δὴ οὖν ἀνοιμώξασα καθ’ἑαυτὴν κόρη (κεχώριστο γάρ, τοῦτο προσταχθέν, ἐπί τινος χαμεύνης κατακεκλιμένη) καὶ ὅσον πλεῖστον ἐπιδακρύσασα, Ἄπολλον ἔφη, ὡς λίαν ἡμᾶς καὶ πικρότερον ἀμύνῃ τῶν ἁμαρτημάτων, οὐ δὲ ἱκανά σοι πρὸς τιμωρίαν τὰ παρελθόντα, στέρησις τῶν οἰκείων, καταποντιστῶν ἅλωσις, θαλασσῶν μυρίος κίνδυνος, λῃστῶν ἐπὶ γῆς ἤδη δευτέρα σύλληψις, καὶ πικρότερα τῶν ἐν πείρᾳ τὰ προσδοκώμενα. καὶ ποῖ ταῦτα στήσεις; εἰ μὲν εἰς θάνατον ἀνύβριστον, ἡδὺ τὸ τέλος, εἰ δέ με γνώσεταί τις αἰσχρῶς, ἣν μηδέπω μη δὲ Θεαγένης, ἐγὼ μὲν ἀγχόνῃ προλήψομαι τὴν ὕβριν, καθαρὰν ἐμαυτὴν ὥσπερ φυλάττω, καὶ μέχρι θανάτου φυλάξασα, καὶ καλὸν ἐντάφιον τὴν σωφροσύνην ἀπενεγκαμένη, σοῦ δὲ οὐδεὶς ἔσται δικαστὴς πικρότερος. καὶ ἔτι λέγουσαν ἐπεῖχεν Θεαγένης, παῦε, λέγων, φιλτάτη καὶ ψυχὴ ἐμὴ Χαρίκλεια. θρηνεῖς μὲν εἰκότα, παροξύνεις δὲ πλέον δοκεῖς τὸ θεῖον · οὐ γὰρ ὀνειδίζειν ἀλλὰ παρακαλεῖν χρεών. εὐχαῖς, οὐκ αἰτίαις ἐξιλεοῦται τὸ κρεῖττον. δέ, εὖ μὲν λέγεις, σὺ δέ μοι πῶς ἔχεις; διηρώτα. ῥᾷον, ἔφη, καὶ βέλτιον ἀπὸ τῆς ἑσπέρας, ἐκ τῆς τοῦ μειρακίου θεραπείας, τὰ φλεγμαίνοντά μοι τῶν τραυμάτων ἐπεκούφισεν. ἀλλὰ καὶ μᾶλλον εἰς ἕω κουφισθήσῃ, ἔφη τὴν φρουρὰν αὐτῶν ἐπιτετραμμένος · τοιαύτην σοι ποριοῦμαι βοτάνην, διὰ τρίτης ἑνώσει τὰς πληγάς. ἔχω δὲ αὐτῆς ἔργῳ τὴν πεῖραν λαβών · ἐξ οὗ γάρ με δεῦρο αἰχμάλωτον οἵδε ἤγαγον, εἴ τίς ποτε τῶν ὑπηκόων τῷδε τῷ ἄρχοντι συμβολῆς γενομένης τραυματίας ἧκεν, οὐ πολλῶν ἐδεήθη πρὸς ἴασιν ἡμερῶν, λέγω ταύτῃ βοτάνῃ χρησάμενος. εἰ δέ μοι μέλει τῶν ὑμετέρων, οὐκ ἄξιον ὑμῖν θαυμάζειν · τύχηςτε γάρ μοι τῆς αὐτῆς ἐοίκατε κοινωνεῖν, καὶ ἅμα Ἕλληνας ὄντας οἰκτείρω καὶ αὐτὸς Ἕλλην γεγονώς. Ἕλλην; θεοί, ἐπεβόησαν ὑφ’ἡδονῆς ἅμα οἱ ξένοι. Ἕλλην ὡς ἀληθῶς τὸ γένος καὶ τὴν φωνήν · τάχα τις ἔσται τῶν κακῶν ἀνάπνευσις. ἀλλὰ τίνα σε χρὴ καλεῖν; ἔφη Θεαγένης. δέ, Κνήμωνα. πόθεν δὲ γνωρίζειν; Ἀθηναῖον. τύχῃ τίνι κεχρημένον; παῦε; ἔφη · τί ταῦτα κινεῖς κἀναμοχλεύεις; τοῦτο δὴ τὸ τῶν τραγῳδῶν. οὐκ ἐν καιρῷ γένοιτ’ἂν ἐπεισόδιον ὑμῖν τῶν ὑμετέρων τὰ ἐμὰ ἐπεισφέρειν κακά. καὶ ἅμα οὐ δ’ἂν ἐπαρκέσειε τὸ λειπόμενον πρὸς τὸ διήγημα τῆς νυκτός, ὕπνου καὶ ταῦτα δεομένοις ὑμῖν ἀπὸ πολλῶν τῶν πόνων καὶ ἀναπαύσεως.

1.9

ἐπεὶ δὲ οὐκ ἀνίεσαν ἀλλὰ παντοίως λέγειν ἱκέτευον, μεγίστην ἡγούμενοι παραψυχὴν τὴν τῶν ὁμοίων ἀκοήν, ἄρχεται Κνήμων ἐντεῦθεν. ἦν μοι πατὴρ Ἀρίστιππος, τὸ μὲν γένος Ἀθηναῖος, βουλῆς δὲ τῆς ἄνω, τὴν περιουσίαν τῶν μέσων. οὗτος, ἐπειδή μοι τὴν μητέρα τελευτῆσαι συνέβη, πρὸς δευτέρους ἀπεκλίνετο γάμους, ἐπὶ μόνῳ μοι παιδὶ σαλεύειν ἐπιμεμφόμενος, καὶ τοῖς οἴκοις ἐπεισάγει γύναιον ἀστεῖον μὲν ἀλλ’ἀρχέκακον, ὄνομα Δημαινέτην. ὡς γὰρ τάχιστα εἰσῆλθεν, ὅλον ὑπεποιεῖτο καὶ πράττειν ὅτι βούλοιτο ἔπειθε, τῇτε ὥρᾳ τὸν πρεσβύτην ἐπαγομένη καὶ τἆλλα ὑπερθεραπεύουσα, δεινὴ δέ; εἴπερ τις γυναικῶν, ἐφ’ἑαυτὴν ἐκμῆναι, καὶ τέχνην τὴν ἐπαγωγὸν ἐκτόπως ἠκριβωμένη, προόδοιςτε τοὐμοῦ πατρὸς ἐπιστένουσα καὶ εἰσόδοις προστρέχουσα, καὶ βραδύνοντι μεμφομένη, καὶ ὡς ἀπώλετ’ἂν εἰ ὀλίγον ἐμέλλησε, καὶ περιβάλλουσα ἐφ’ἑκάστῳ ῥήματι, καὶ ἐπιδακρύουσα τοῖς φιλήμασιν. οἷς ἅπασιν πατήρ μου σαγηνευθεὶς ὅλην ἐκείνην καὶ ἔπνει καὶ ἔβλεπεν. δὲ κἀμὲ τὰ πρῶτα ἴσα καὶ παῖδα ὁρᾶν ἐπλάττετο, κἀν τούτῳ τὸν Ἀρίστιππον ὑποποιουμένη, καί ποτε καὶ ἐφίλησεν ἂν προσελθοῦσα, καὶ ὄνασθαί μου συνεχῶς ηὔξατο. κἀγὼ προσιέμην, τῶν μὲν ὄντων οὐδὲν ὑποπτεύων, ὅτι δὲ μητρῴαν ἐπιδείκνυται περὶ ἐμὲ θαυμάζων διάθεσιν. ἐπεὶ δὲ ἰταμώτερον προσῄει, καὶ θερμότερα ἦν τὰ φιλήματα τοῦ πρέποντος, καὶ τὸ βλέμμα τοῦ σώφρονος ἐξιστάμενον πρὸς ὑπόνοιαν ἦγεν ἤδη, τὰ πολλὰ καὶ ὑπέφευγον καὶ πλησιάζουσαν ἀπωθούμην. καὶ τὰ μὲν ἄλλα τί δεῖ μηκύνοντα ἐνοχλεῖν; τὰς πείρας ἃς καθῆκε, τὰς ὑποσχέσεις ἃς ἐπηγγείλατο, νῦν μὲν παιδίον νῦν δὲ γλυκύτατον ὀνομάζουσα, καὶ αὖθις κληρονόμον καὶ μετ’ὀλίγον ψυχὴν ἑαυτῆς ἀποκαλοῦσα, καὶ ἁπλῶς τὰ καλὰ τῶν ὀνομάτων τοῖς ἐπαγωγοῖς παραμιγνῦσα, καὶ οἷς τισὶ μᾶλλον προστρέχω περισκοποῦσα, ὡς ἐν μὲν τοῖς σεμνοτέροις μητέρα ἑαυτὴν ἀναπλάττουσα, ἐν δὲ τοῖς ἀτοπωτέροις τοῦτο ἐκεῖνο λαμπρῶς ἐρωμένην ἀποφαίνουσα.

1.10

τέλος δὲ γίνεταί τι τοιοῦτον. Παναθηναίων τῶν μεγάλων ἀγομένων, ὅτε τὴν ναῦν Ἀθηναῖοι ἐπὶ γῆς τῇ Ἀθηνᾷ πέμπουσιν, ἐτύγχανον μὲν ἐφηβεύων, ᾅσας δὲ τὸν εἰωθότα παιᾶνα τῇ θεῷ καὶ τὰ νενομισμένα προπομπεύσας, ὡς εἶχον στολῆς, αὐτῇ χλαμύδι καὶ αὐτοῖς στεφάνοις ἔρχομαι οἴκαδε ὡς ἐμαυτόν. δὲ ἐπειδὴ τὸ πρῶτον εἶδεν, ἐκτὸς ἑαυτῆς γίνεται, καὶ οὐ δὲ ἐσοφίστευεν ἔτι τὸν ἔρωτα, ἀλλ’ἀπὸ γυμνῆς τῆς ἐπιθυμίας προσέτρεχε, καὶ περιβαλοῦσα νέος Ἱππόλυτος, Θησεὺς ἐμὸς ἔλεγε. τίνα με οἴεσθε γεγενῆσθαι, ὃς καὶ νῦν ἐρυθριῶ διηγούμενος; ἀλλ’ἑσπέρας γενομένης μὲν πατὴρ εἰς τὸ πρυτανεῖον ἐσιτεῖτο, καὶ ὡς ἂν ἐν τοιαύτῃ πανηγύρει καὶ πότῳ πανδήμῳ καὶ διανυκτερεύειν ἔμελλεν · δὲ ἐπιγίνεταί μοι νυκτός, καὶ ἐπειρᾶτό τινος τῶν ἀθεμίτων τυγχάνειν. ὡς δὲ παντοίως ἀντεῖχον καὶ πρὸς πᾶσαν θεραπείαν καὶ ὑπόσχεσιν καὶ ἀπειλὴν ἀπεμαχόμην, βαρύ τι καὶ βύθιον στενάξασα ἀπιοῦσα ᾤχετο. καὶ μόνην παλαμναία τὴν νύκτα ὑπερθεμένη τῶν ἐπιβουλῶν τῶν εἰς ἐμὲ κατήρχετο. καὶ πρῶτον μὲν οὐ δὲ διανέστη τότε τῆς εὐνῆς, ἀλλ’ἥκοντι τῷ πατρί, καὶ τί τοῦτο πυνθανομένῳ, μαλακῶςτε ἔχειν ἐσκήπτετο καὶ οὐ δὲ ἀπεκρίνατο τὴν πρώτην. ὡς δὲ ἐνέκειτο, καὶ τί πεπόνθοι πολλάκις ἀνηρώτα, θαυμαστός, φησί, καὶ εἰς ἐμὲ νεανίας, κοινὸς ἡμῶν παῖς, ὃν ἐγὼ πλέον καὶ σοῦ πολλάκις ἠγάπησα (καὶ μάρτυρες οἱ θεοί), κύειν με πρὸς τινῶν αἰσθόμενος, δή σε τέως ἔκρυπτον ἕως ἂν τὸ ἀσφαλὲς γνοίην, τὴν σὴν ἀπουσίαν ἐπιτηρήσας, ταῦτα δὴ τὰ εἰωθότα παραινοῦσαν καὶ σωφρονεῖν παρακελευομένην, μη δὲ πρὸς ἑταίραις ἔχειν τὸν νοῦν καὶ μέθαις (οὐ γάρ με ἐλάνθανεν οὕτως ἔχων, σοὶ δὲ οὐκ ἔφραζον, μή τινα λάβοιμι μητρυιᾶς ὑπόνοιαν), ταῦτα λέγουσαν μόνην πρὸς μόνον τοῦ μὴ ἐρυθριᾶν αὐτὸν ἕνεκεν, τὰ μὲν ἄλλα ὅσα σέτε κἀμὲ περιύβρισεν αἰσχύνομαι λέγειν, λὰξ δὲ κατὰ τῆς γαστρὸς ἐναλόμενος οὕτως ἔχειν ὡς ὁρᾷς διέθηκεν.

1.11

ταῦτα ὡς ἤκουσεν, οὐκ εἶπεν, οὐκ ἠρώτησεν, οὐκ ἀπολογίαν προύθηκεν, ἀλλὰ πιστεύων μηδὲν ἂν ψεύσασθαι κατ’ἐμοῦ τὴν οὕτω περὶ ἐμὲ διακειμένην, εὐθὺς ὡς εἶχε, κατά τι μέρος τῆς οἰκίας περιτυχών, οὐδὲν εἰδότα πύξτε ἔπαιε, καὶ παῖδας προσκαλεσάμενος μάστιξιν ᾐκίζετο, μη δὲ τὸ κοινὸν δὴ τοῦτο διότι ξαινοίμην γινώσκοντα, ὡς δὲ ἐνεπέπληστο τῆς ὀργῆς, ἀλλὰ νῦν γε ἔφην, πάτερ, εἰ καὶ μὴ πρότερον, δίκαιος ἂν εἴην τὴν αἰτίαν τῶν πληγῶν μανθάνειν. δὲ μᾶλλον παροξυνθεὶς τῆς εἰρωνείας φησί · τὰς πράξεις αὑτοῦ τὰς ἀνοσίας παρ’ἐμοῦ βούλεται μανθάνειν. καὶ ἀποστραφεὶς ἐπὶ τὴν Δημαινέτην ἔσπευδεν. δέ (οὔπω γὰρ κεκόρεστο) δευτέρας ἐπιβουλῆς κατ’ἐμοῦ τοιᾶσδε ἥπτετο. Θίσβη παιδισκάριον ἦν αὐτῇ, ψάλλειντε πρὸς κιθάραν ἐπιστάμενον καὶ τὴν ὄψιν οὐκ ἄωρον. τοῦτο ἐπ’ἐμὲ καθίησιν, ἐρᾶν μου δῆθεν προστάξασα. καὶ ἤρα παραχρῆμα Θίσβη, καὶ πολλάκις πειρῶντά με ἀπωσαμένη τότε παντοίως ἐφείλκετο βλέμμασι νεύμασι συνθήμασιν. ἐγὼ δὲ μάταιος ἄθροον καλὸς γεγενῆσθαι ἐπεπείσμην, καὶ τέλος ἐπὶ τὸν θάλαμον ἐλθοῦσαν νυκτὸς ὑπεδεχόμην. δὲ καὶ αὖθις ἐπανῆκε καὶ πάλιν, καὶ τοῦ λοιποῦ συνεχῶς ἐφοίτα. ἐπεὶ δέ ποτε φυλάττεσθαι αὐτῇ τὰ πολλὰ παρῄνουν, μὴ γνωσθείη παρὰ τῆς δεσποίνης, Κνήμων ἔφη, ὡς λίαν ἁπλοϊκός τις εἶναί μοι δοκεῖς · εἰ γὰρ ἐμὲ θεράπαιναν οὖσαν καὶ ἀργυρώνητον ἡγῇ χαλεπὸν εἶναι σοὶ προσομιλοῦσαν ἁλῶναι, τίνος ἂν ἐκείνην ἀξίαν εἴποις τιμωρίας, καὶ εὐγενὴς εἶναι φάσκουσα καὶ νόμῳ τὸν συνοικοῦντα ἔχουσα, καὶ θάνατον τὸ τέλος τοῦ παρανομήματος γινώσκουσα, μοιχᾶται; παῦε, ἔφην · οὐ γὰρ ἔχω σοι πιστεύειν. καὶ μήν, εἴ σοι δόξειεν, ἐπ’αὐτοφώρῳ παραδώσω τὸν μοιχόν. εἰ γὰρ οὕτω βουληθείης, ἔφην. καὶ μὴν βουλήσομαί γε, ἀπεκρίνατο, δοῦτε ἕνεκεν οὕτω πρὸς αὐτῆς περιυβρισμένου, καὶ ἐμαυτῆς δὲ οὐκ ἔλαττον, πάσχω τὰ ἔσχατα, ἐφ’ἑκάστης ζηλοτυπίαν ματαίαν ἐκείνης ἐπ’ἐμὲ γυμναζούσης. ἀλλ’ὅπως ἀνὴρ ἔσῃ καταλαβών.

1.12

ἐπεὶ δὲ οὕτως ἕξειν ὑπεσχόμην, τότε μὲν ἀπιοῦσα ᾤχετο, τρίτῃ δὲ ὕστερον νυκτὶ καθεύδοντά με ἐξανίστησι, καὶ τὸν μοιχὸν ἔνδον εἶναι κατεμήνυε, τὸν πατέρα μὲν εἰς ἀγρὸν αἰφνιδίου τινὸς χρείας καλούσης πεπορεῦσθαι λέγουσα, τὸν δέ, οὕτω συγκείμενον αὐτῷ πρὸς τὴν Δημαινέτην, ἄρτι παρεισδεδυκέναι. προσήκειν δὲ καὶ πρὸς ἄμυναν εὐτρεπίζεσθαι καὶ ξιφήρη ποιεῖσθαι τὴν ἔφοδον τοῦ μὴ διαδρᾶναι τὸν ὑβριστήν. ἐποίουν οὕτως, καὶ λαβὼν ἐγχειρίδιον, τῆς Θίσβης ἡγουμένης καὶ δᾷδας προαπτούσης, ἐπὶ τὸν θάλαμον ᾔειν. ἐπεὶ δὲ ἐπέστην, λύχνουτέ τινος ἔνδοθεν αὐγὴ διεξέπιπτε, καὶ τὰς θύρας ἐπικειμένας, ὡς ὀργῆς εἶχον, ἐρραγεὶς ἀνοίγω. καὶ εἰσδραμών, ποῦ ποτὲ ἀλιτήριος, ἐβόων, λαμπρὸς τῆς πάντα σωφρονούσης ἐρώμενος; καὶ ἅμα λέγων ἐπῄειν ὡς ἄμφω διαχειρισόμενος. ἐκ δὲ τῆς εὐνῆς πατήρ, θεοί, περιτραπεὶς προσπίπτει μου τοῖς γόνασι, καὶ τέκνον, ἐπίσχες μικρόν, ἔλεγεν · οἴκτειρον τὸν γεννήσαντα φεῖσαι πολιῶν αἵ σε ἀνέθρεψαν. ὑβρίσαμέν σε, ἀλλ’οὐ μέχρι θανάτου τιμωρητέοι. μὴ γίνου τῆς ὀργῆς ὅλος, μη δὲ φόνῳ πατρῴῳ χεῖρας μιάνῃς τὰς σάς. μὲν ταῦτα καὶ ἕτερα πρὸς τούτοις ἐλεεινῶς ἱκέτευεν, ἐγὼ δὲ ὥσπερ τυφῶνι βληθείς, αὖος ἀπόπληκτος εἱστήκειν. τὴν Θίσβην περιέβλεπον, οὐκ οἶδ’ὅπως ἑαυτὴν ὑποστείλασαν · τὴν κλίνην καὶ τὸν θάλαμον ἐν κύκλῳ περιεσκόπουν, εἰπεῖν τι διαπορῶν, πρᾶξαι ἀμηχανῶν. ἐκπίπτει μου καὶ τὸ ξίφος τῶν χειρῶν. καὶ τὸ μὲν Δημαινέτη προσδραμοῦσα σπουδαίως ἀνήρπασεν · δὲ πατὴρ ἐν τῷ ἀκινδύνῳ γεγονὼς ἐπιβάλλειτέ μοι τὰς χεῖρας καὶ δεσμεῖν ἐκέλευε, πολλὰ τῆς Δημαινέτης παροξυνούσης, καὶ οὐ ταῦτα ἦν προηγόρευον; βοώσης, ὡς φυλάττεσθαι προσήκει τὸ μειράκιον, ὡς ἐπιβουλεύσει καιροῦ λαβόμενον; ἑώρων τὸ βλέμμα, συνίην τῆς διανοίας. δὲ προηγόρευες εἰπών, ἀλλ’ἠπίστουν, τότε μὲν ἐν δεσμοῖς εἶχε, λέγειν τι βουλομένῳ τῶν ὄντων καὶ φράζειν οὐκ ἐπιτρέψας.

1.13

ἅμα δὲ τῇ ἕω λαβὼν οὕτως ὡς εἶχον δεσμῶν, ἐπὶ τὸν δῆμον ἦγε, καὶ τῆς κεφαλῆς κόνιν καταχεάμενος, οὐκ ἐπὶ τοιαύταις μὲν ἐλπίσιν, Ἀθηναῖοι, τόνδε ἀνέτρεφον, ἔλεγεν, ἀλλὰ τοῦ γήρως τοὐμοῦ βακτηρίαν ἔσεσθαι προσδοκῶν, ἐπειδὴ τάχιστά μοι ἐγένετο, ἐλευθερίουτε τροφῆς μεταδοὺς καὶ τὰ πρῶτα τῶν γραμμάτων διδαξάμενος, εἰς τοὺς φράτορας καὶ γεννήτας εἰσαγαγών, εἰς ἐφήβους ἐγγράψας, πολίτην ὑμέτερον κατὰ τοὺς νόμους ἀποφήνας, πάντα τὸν βίον ἐπὶ τούτῳ τὸν ἐμὸν ἐσάλευον. ἐπεὶ δὲ τούτων ἁπάντων λήθην λαβὼν ἐμὲ μὲν ὕβρισε τὰ πρῶτα, καὶ πληγαῖς ταυτηνὶ τὴν κατὰ νόμους συνοικοῦσάν μοι ᾐκίσατο, τέλος δὲ καὶ ξιφήρης νύκτωρ ἐπῆλθε, καὶ παρὰ τοσοῦτον γέγονε πατραλοίας παρ’ὅσον ἀντέσχεν τύχη ἀπροσδοκήτῳ φόβῳ τὸ ξίφος τῶν τούτου χειρῶν ἐκπεσεῖν παρασκευάσασα, καταπέφευγάτε πρὸς ὑμᾶς καὶ προσαγγέλλω τοῦτον, αὐτόχειρ μὲν αὐτοῦ γενέσθαι κατὰ τοὺς νόμους ἐξὸν οὐ βουληθείς, ὑμῖν δὲ τὸ πᾶν καταλιπών, νόμῳ βέλτιον ἡγούμενος φόνῳ παιδὸς τὴν δίκην λαμβάνειν. καὶ ἅμα ἐπεδάκρυεν. ἐπεκώκυε δὲ καὶ Δημαινέτη, καὶ περιαλγεῖν ἐπ’ἐμοὶ δῆθεν ἐπεδείκνυτο, τὸν ἄθλιον ἀποκαλοῦσα, τὸν ἐν δίκῃ μὲν ἀλλὰ πρὸ ὥρας τεθνηξόμενον, τὸν ὑπὸ δαιμόνων ἀλαστόρων ἐπὶ τοὺς γεννήσαντας ἐλαθέντα, οὐ θρηνοῦσα μᾶλλον καταμαρτυροῦσα τοῖς θρήνοις, καὶ ὡς ἀληθῆ τὴν κατηγορίαν βεβαιοῦσα τοῖς γόοις. ἐπεὶ δὲ μεταδοῦναι κἀμοὶ λόγων ἠξίουν, γραμματεὺς προσελθὼν ἠρώτα στενὸν ἐρώτημα, εἰ τῷ πατρὶ ξιφήρης ἐπῆλθον. ἐμοῦ δέ ἐπῆλθον μέν εἰπόντος, ἀλλ’ὅπως, ἀκούσατε, ἀνεβόησαν ἅπαντες, καὶ οὐ δὲ ἀπολογίας μοι μετεῖναι κρίναντες οἳ μὲν λίθοις βαλεῖν, οἳ δὲ τῷ δημίῳ παραδιδόναι καὶ ὠθεῖσθαι εἰς τὸ βάραθρον ἐδοκίμαζον. ἐμοῦ δὲ παρὰ πάντα τὸν θόρυβον καὶ τὸν χρόνον ὃν περὶ τῆς τιμωρίας διεχειροτόνουν, μητρυιά βοῶντος, διὰ μητρυιὰν ἀναιροῦμαι, μητρυιά με ἄκριτον ἀπόλλυσι, προσέστη τοῖς πολλοῖς τὸ λεγόμενον καὶ εἰσῄει τῶν ὄντων ὑποψία. καὶ ἠκούσθην μὲν οὐ δὲ τότε · προκατείληπτο γὰρ δῆμος ἀκαταπαύστῳ θορύβῳ ·

1.14

τῶν δὲ ψήφων διακρινομένων οἱ μὲν τὸν θάνατον καταχειροτονήσαντες ἦσαν εἰς ἑπτακοσίους καὶ χιλίους, οἳ μὲν καταλεῦσαι οἳ δὲ εἰς τὸ βάραθρον πέμψαι κρίναντες, οἱ λοιποὶ δὲ εἰς χιλίους, ὅσοι τι καὶ τῇ ὑπονοίᾳ τῇ κατὰ τῆς μητρυιᾶς δόντες φυγῇ με ἐς τὸ διηνεκὲς ἐζημίωσαν. ἀλλ’ὅμως τούτων ἐκράτει ψῆφος · τῶν μὲν γὰρ ἄλλων ὁμοῦ πάντων ἦσαν ἐλάττους, ἐκείνων δὲ διάφορα ψηφισαμένων εἰς τὸ μέρος οἱ χίλιοι πλείους ἐγίνοντο. κἀγὼ μὲν οὕτως ἐξηλαυνόμην ἑστίαςτε πατρῴας καὶ τῆς ἐνεγκούσης, οὐ μὴν ἀτιμώρητός γε θεοῖς ἐχθρὰ Δημαινέτη περιελείφθη. τὸν δὲ τρόπον εἰσαῦθις ἀκούσεσθε. τὸ δὲ νῦν καὶ ὕπνου μεταληπτέον · τότε γὰρ πολὺ προέβη τῆς νυκτός, καὶ ὑμῖν πολλῆς δεῖ τῆς ἀναπαύσεως. καὶ μὴν προσεπιτρίψεις γε ἡμᾶς, ἔφη Θεαγένης, εἰ τὴν κακίστην ἀτιμώρητον ἐάσεις ἐν τῷ λόγῳ Δημαινέτην. οὐκοῦν ἀκούοιτ’ἄν, ἔφη Κνήμων, ἐπειδήπερ ὑμῖν οὕτω φίλον. ἐγὼ μὲν ὡς εἶχον μετὰ τὴν κρίσιν εἰς τὸν Πειραιᾶ κατέβην, καὶ νεὼς ἀναγομένης ἐπιτυχὼν τὸν πλοῦν εἰς Αἴγιναν ἐποιούμην, ἀνεψιοὺς εἶναί μοι τῆς μητρὸς ἐνταῦθα πυνθανόμενος. κατάρας δὲ καὶ τοὺς ἐπιζητουμένους ἀνευρὼν οὐκ ἀηδῶς τὰ πρῶτα διῆγον. εἰκοστῇ δὲ ὕστερον ἡμέρᾳ συνήθως ἀλύων ἐπὶ λιμένα κατῆλθον, καὶ λέμβος ἄρτι κατεφέρετο. μικρὸν οὖν ἐπιστάς, ὁπόθεντε εἴη καὶ τίνας ἄγοι περιεσκόπουν. οὔπω δὲ τῆς ἀποβάθρας ἀκριβῶς κειμένης ἐξήλατό τις καί με προσδραμὼν περιέβαλεν. ἦν δ’ἄρα Χαρίας τῶν ἐμῶν συνεφήβων. καὶ Κνήμων, εὐαγγέλιά σοι κομίζω, φησίν · ἔχεις παρὰ τῆς πολεμίας τὴν δίκην · Δημαινέτη τέθνηκεν. ἀλλὰ σώζοιο μέν, ἔφην, Χαρία · τί δὲ παρατρέχεις τὸ εὐαγγέλιον ὥσπερ τι τῶν ἀτόπων ἀπαγγέλλων; εἰπὲ δὲ καὶ τὸν τρόπον, ὡς σφόδρα δέδοικα μὴ τῷ κοινῷ κέχρηται θανάτῳ καὶ διέδρα τὸν πρὸς ἀξίαν. οὐ παντάπασιν, ἔφη Χαρίας, ἐκλέλοιπεν ἡμᾶς δίκη καθ’Ἡσίοδον, ἀλλὰ μικρὸν μὲν ἄν τι καὶ παρίδοι ποτέ, τῷ χρόνῳ τὴν ἄμυναν παρέλκουσα, τοῖς δὲ οὕτως ἀθέσμοις ὀξὺν ἐπιβάλλει τὸν ὀφθαλμόν, ὡς δὴ καὶ τὴν ἀλιτήριον μετῆλθε Δημαινέτην. ἔλαθε δέ με τῶν γεγονότων λεχθέντων οὐδέν, τῆς Θίσβης, ὡς οἶσθα, κατὰ τὴν πρός με συνήθειαν πάντα διηγουμένης. τῆς γὰρ ἀδίκου σοι φυγῆς ἐπιβληθείσης, μὲν ἄθλιός σοι πατὴρ ἐπὶ τοῖς πραχθεῖσι μεταμελόμενος εἰς ἀγρόν τινα καὶ ἐσχατιὰν ἑαυτὸν ἀπῴκισε, κἀκεῖ διῆγεν ὃν θυμὸν κατέδων, τοῦτο δὴ τὸ τοῦ ἔπους · τὴν δὲ εὐθὺς ἐρινύες ἤλαυνον, καὶ μανικώτερον ἤρα σου μὴ παρόντος, καὶ θρήνων οὐκ ἐπαύετο, δῆθεν μὲν τῶν ἐπὶ σοί, τὸ δ’ἀληθὲς τῶν ἐφ’ἑαυτῇ, καὶ Κνήμων ἐβόα νύκτατε καὶ μεθ’ἡμέραν, παιδίον γλυκύτατον, ψυχὴν ἑαυτῆς ὀνομάζουσα, ὥστε καὶ αἱ γνώριμοι τῶν γυναικῶν φοιτῶσαι παρ’αὐτὴν σφόδρα μὲν ἐθαύμαζον καὶ ἐπῄνουν, εἰ μητρὸς μητρυιὰ πάθος ἐπιδείκνυται, παραμυθεῖσθαίτε καὶ ἐπιρρωννύναι ἐπειρῶντο. δὲ ἀπαραμύθητον εἶναι τὸ κακόν, καὶ οἷον ἐγκεῖσθαι τῇ καρδίᾳ κέντρον ἀγνοεῖν τὰς ἄλλας ἔλεγεν.

1.15

εἰ δέ ποτε γένοιτο καθ’ἑαυτήν, πολλὰ τὴν Θίσβην ἐμέμφετο ὡς οὐ προσηκόντως ὑπηρετησαμένην, σπουδαία περὶ τὰ δεινά λέγουσα, πρὸς μὲν τὸν ἔρωτα μὴ συμπράξασα, ἐπὶ δὲ τῷ στερηθῆναί με τοῦ φιλτάτου καὶ λόγου ταχίων ἀποδειχθεῖσα, μη δὲ μεταβουλεύσασθαί μοι συγχωρήσασα. καὶ δήλη παντοίως ἐγένετο κακόν τι διαθήσουσα τὴν Θίσβην. δὲ βαρυμηνιῶσαν ὁρῶσα, καὶ πάντῃ λυπηθεῖσαν ἐπιβουλεῦσαι πρόχειρον, καὶ οὐχ ἥκιστα τῷτε θυμῷ καὶ ἔρωτι περιμανῆ τυγχάνουσαν, ἔγνω προλαβεῖν καὶ φθῆναι, τῇ κατ’ἐκείνης ἐπιβουλῇ σωτηρίαν ἑαυτῇ περιποιοῦσα. καὶ προσελθοῦσα, τί ταῦτα δέσποινα; ἔλεγε · τί μάτην ἔχεις ἐν αἰτίᾳ θεραπαινίδα τὴν σήν; ἐγὼ μέν σοι πρὸς τὸ βούλημα τὸ σὸν ἀείτε καὶ νῦν ὑπηρετησάμην · εἰ δέ τι τῶν μὴ κατὰ γνώμην ἐκβέβηκεν, ἐκεῖνα μὲν τῇ τύχῃ λογιστέον, ἕτοιμος δέ, εἰ κελεύεις, ἐπινοεῖν τινὰ τῶν παρόντων λύσιν. δέ, καὶ τίς ἂν εὑρεθείη, φιλτάτη, ἔφη, τοῦ δυναμένου λῦσαι τὰ νῦν ἐκποδὼν γεγονότος, κἀμὲ τῆς παρ’ἐλπίδα τῶν δικαζόντων φιλανθρωπίας ἀνελούσης. εἰ γὰρ ἐβέβλητο τοῖς λίθοις, εἰ γὰρ ἀνῄρητο, πάντως ἄν κἀμοὶ συνετεθνήκει τὰ τοῦ πάθους · τὸ γὰρ ἀπελπισθὲν ἅπαξ ἐξῄρηται τῆς ψυχῆς, καὶ τὸ μηδαμόθεν ἔτι προσδοκώμενον ἀπαλγεῖν παρασκευάζει τοὺς κάμνοντας. νῦν δὲ ὁρᾶν φαντάζομαι, παρόντος ἀκούειν ἀπατῶμαι, ὀνειδίζοντα τὴν ἄδικον ἐπιβουλὴν αἰσχύνομαι, συντεύξεσθαί ποτε ἐπελθόντι καὶ ἀπολαύσειν, καὶ αὐτὴ παρ’ἐκεῖνον φοιτήσειν ὅπου ποτ’ἂν γῆς, ὑποτίθεμαι. ταῦτα ὑπεκκαίει, ταῦτα ἐκμαίνει. δίκαια μέν, θεοί, πάσχω. τί γὰρ οὐ περιεῖπον ἀλλ’ἐπεβούλευον; τί δὲ οὐχ ἱκέτευον ἀλλ’ἐδίωκον; ἠρνήσατο τὴν πρώτην; ἀλλὰ προσηκόντως. ἀλλοτρίαν μέν, ἀλλ’οὖν γε πατρῴαν εὐνὴν ᾐσχύνετο. τυχὸν ἂν μετεπείσθη χρόνῳ πρὸς τὸ ἡμερώτερον καὶ πειθοῖ μεταπλαττόμενος. ἀλλ’ θηριώδης ἐγὼ καὶ ἀνήμερος, ὥσπερ οὐκ ἐρῶσά τινος ἀλλ’ἄρχουσα, δεινὸν ὅτι μὴ ἐξ ἐπιτάγματος ὑπήκουσεν ἐποιησάμην, καὶ εἰ τῆς Δημαινέτης ὑπερεῖδε πολὺ τὴν ὥραν αὐτῆς ὑπερβάλλων. ἀλλ’ γλυκεῖα Θίσβη, τίνα λύσιν ὠνόμαζες ῥᾳδίαν; δέσποινα, ἔφη, τοῖς πολλοῖς μὲν Κνήμων ὑπεξῆλθε τοῦ ἄστεος καὶ τῆς Ἀττικῆς ἐξώρμησε τῇ κρίσει πειθόμενος, ἐμὲ δὲ ἅπαντα διὰ σὲ πραγματευομένην οὐκ ἔλαθεν αὐτοῦ που πρὸ τοῦ ἄστεος κρυπτόμενος. Ἀρσινόην ἀκούεις που πάντως τὴν αὐλητρίδα · ταύτῃ ἐκέχρητο. μετὰ δὲ τὴν δυστυχίαν ὑποδέχεται αὐτὸν μεῖραξ, καὶ συναπαίρειν ἐπαγγελλομένη παρ’ἑαυτῇ κατέχει, κρυπτόμενον τέως ἕως ἂν συσκευάσηται. καὶ Δημαινέτη, μακαρία μὲν Ἀρσινόη, φησί, τῆςτε πρότερον πρὸς Κνήμωνα συνηθείας καὶ τῆς σὺν αὐτῷ νυνὶ προσδοκωμένης ἐκδημίας · ἀλλὰ τί ταῦτα ἂν εἴη πρὸς ἡμᾶς; μεγάλα, ἔφη, δέσποινα. ἐρᾶν μὲν ἐγὼ προσποιήσομαι τοῦ Κνήμωνος, παρακαλέσω δὲ τὴν Ἀρσινόην, οὖσάν μοι πάλαι γνώριμον ἀπὸ τῆς τέχνης, εἰσαγαγεῖν με ὡς αὐτὸν νύκτωρ ἀνθ’ἑαυτῆς. ἅπερ εἰ γένοιτο, σὸν ἂν εἴη τὸ ἐντεῦθεν Ἀρσινόην εἶναι δοκεῖν, καὶ φοιτᾶν παρ’αὐτὸν ὡς ἐκείνην. μελήσει δέ μοι καὶ ὑποβεβρεγμένον αὐτὸν κατακλῖναι παρασκευάσαι. εἰ δὲ τύχοις ὧν βούλει, μάλιστα μὲν εἰκὸς σχολάσαι τὸν ἔρωτα. πολλαῖς κατὰ τὴν πρώτην πεῖραν ἐναπεσβέσθη τὰ τῆς ἐπιθυμίας · κόρος γὰρ ἔρωτος τῶν ἔργων τὸ τέλος. εἰ δὲ ἐναπομείνειεν, μὴ γένοιτο, δεύτερος ἔσται, φασί, πλοῦς καὶ ἑτέρα βουλή. τὸ παρὸν τέως θεραπεύωμεν.

1.16

ἐπῄνει ταῦτα Δημαινέτη, καὶ προστιθέναι τάχος τοῖς δεδογμένοις ἱκέτευεν. δὲ μίαν ἡμέραν ἐνδοθῆναι αὐτῇ πρὸς τὸ διανύσαι ταῦτα παρὰ τῆς δεσποίνης αἰτήσασα, παρὰ μὲν τὴν Ἀρσινόην ἐλθοῦσα, Τελέδημον οἶσθα; ἔλεγε. τῆς δὲ ὁμολογούσης, ὑπόδεξαι ἡμᾶς, ἔφη, τὸ τήμερον · ὑπεσχόμην γὰρ αὐτῷ συγκαθευδήσειν. ἥξει δὲ πρότερος, ἐγὼ δὲ ὅταν κατακλίνω τὴν δέσποιναν. πρὸς δὲ τὸν Ἀρίστιππον εἰς ἀγρὸν διαδραμοῦσα, δέσποτα, ἔλεγεν, ἥκω σοι κατήγορος ἐμαυτῆς, καὶ κέχρησο τι βούλει. τὸν παῖδα δι’ἐμὲ ἀπολώλεκας, οὐχ ἑκοῦσαν μέν, ἀλλ’ὅμως συναιτίαν γενομένην. αἰσθομένη γὰρ τὴν δέσποιναν οὐκ ὀρθῶς βιοῦσαν ἀλλ’εὐνὴν τὴν σὴν ἐνυβρίζουσαν, αὐτήτε περὶ ἐμαυτῆς δείσασα, μή ποτε κακὸν λάβοιμι, τὸ πρᾶγμα εἰ δι’ἄλλου φωραθείη, καὶ ἐπὶ σοὶ περιαλγήσασα, εἰ οὕτω περιέπων τὴν συνοικοῦσαν τοιαῦτα ἀντιπάσχοις, αὐτὴ μέν σοι προσαγγεῖλαι κατώκνησα, φράζω δὲ τῷ νέῳ δεσπότῃ, νύκτωρ παρ’αὐτὸν ἐλθοῦσα ὡς ἄν γνοίη μηδείς, καὶ ἔλεγον ὡς μοιχὸς ἅμα τῇ δεσποίνῃ συγκαθεύδοι. δέ (προυλελύπητο γάρ, ὡς οἶσθα, πρὸς αὐτῆς) ἔνδον εἶναι τότε με λέγειν τὸν μοιχὸν νομίσας, ὀργῆς ἀκατασχέτου πληρωθείς, ἀνελόμενος τὸ ἐγχειρίδιον, ἐμοῦ πολλὰ κατέχειν πειρωμένης καὶ ὡς οὐδὲν εἴη τοιοῦτον ἐπὶ τοῦ παρόντος λεγούσης μικρὰ φροντίσας, καὶ μεταβαλέσθαι προσδοκήσας, ἐπὶ τὸν θάλαμον ἐμμανὴς ἵεται. καὶ τὰ λοιπὰ γινώσκεις. τὸ δὲ παρὸν ἔνεστί σοι βουλομένῳ πρὸς τὸν παῖδα, καὶ εἰ φεύγει τὰ νῦν, ἀπολογήσασθαι, καὶ παρὰ τῆς ἀμφοτέρους ὑμᾶς ἀδικούσης τιμωρίαν λαβεῖν · ἐπιδείξω γάρ σοι τήμερον ἅμα τῷ μοιχῷ τὴν Δημαινέτην, ἐν οἰκίᾳ καὶ ταῦτα ἀλλοτρίᾳ, ἐκτὸς τοῦ ἄστεος, κατακεκλιμένην. εἰ γὰρ ταῦτα οὕτως ἐπιδείξειας, φησὶν Ἀρίστιππος, σοὶ μὲν ἐλευθερία μισθὸς ἀποκείσεται, ἐγὼ δὲ τάχ’ἄν ἐπιβιῴην τὴν πολεμίαν ἀμυνάμενος, ὡς πάλαι γε σμύχομαι ἐν ἐμαυτῷ, καὶ τὸ πρᾶγμα δι’ὑποψίας ἔχων ἀπορίᾳ τῶν ἐλέγχων ἡσύχαζον. ἀλλα, τί δεῖ ποιεῖν; δέ, τὸν κῆπον οἶσθα, ἔλεγεν, ἔνθα τὸ μνῆμα τῶν Ἐπικουρείων; ἐνταῦθα εἰς ἑσπέραν ἐλθὼν περίμενε.

1.17

καὶ ἅμα εἰποῦσα ἀπέτρεχε, καὶ πρὸς τὴν Δημαινέτην ἐλθοῦσα, κόσμει, ἔφη, σαυτήν · ἁβροτέρως ἔχουσαν ἥκειν προσήκει · πάντα σοι τὰ ἐπηγγελμένα ηὐτρέπισται. δὲ περιέβαλέτε καὶ ἔπραττεν ὡς ἐκέλευσεν. ἤδη δὲ ἑσπέρας οὔσης ἀναλαβοῦσα ἦγεν ὡς συνετέτακτο. ἐπεὶ δὲ ἐπλησίαζον, τὴν μὲν ἐπιστῆναι μικρὸν ἐκέλευεν, αὐτὴ δὲ προλαβοῦσα παρεκάλει τὴν Ἀρσινόην εἰς ἕτερον μεταστῆναι δωμάτιον καὶ σχολὴν αὐτῇ παρασχεῖν · ἐρυθριᾶν γὰρ ἔφη τὸ μειράκιον, ἄρτι τῶν Ἀφροδίτης μυούμενον. τῆς δὲ πεισθείσης ἐπανελθοῦσα παραλαμβάνει τὴν Δημαινέτην, καὶ εἰσαγαγοῦσα κατακλίνειτε καὶ τὸν λύχνον ἀφαιρεῖ, τοῦ μὴ γνωρισθῆναι αὐτὴν παρὰ σοῦ δῆθεν τοῦ ἐν Αἰγίνῃ διάγοντος. καὶ σιωπῶσαν πληροῦν τὴν ἐπιθυμίαν παρεγγυήσασα, ἐγὼ δὲ ἐπὶ τὸν νεανίαν ἄπειμι, φησί, καὶ ἥξω σοι φέρουσα · πίνει δὲ ἐνταῦθα ἐκ γειτόνων. καὶ ὑπεξελθοῦσα τὸν Ἀρίστιππον ἔνθα προείρητο καταλαμβάνει, καὶ δεσμεῖν ἐπιστάντα τὸν μοιχὸν ἤπειγεν. δὲ εἵπετο, καὶ ἐπιστὰς εἰστρέχειτε εἰς τὸ δωμάτιον, καὶ τὴν κλίνην πρὸς μικρὰν τῆς σεληναίας αὐγὴν χαλεπῶς ἀνευρών, ἔχω σε, εἶπεν, θεοῖς ἐχθρά. καὶ Θίσβη παραχρῆμα, ταῦτα λέγοντος, τάςτε θύρας ὡς ὅτι πλεῖστον ἐψόφησε, καὶ τῆς ἀτοπίας, διαδέδρακεν ἡμᾶς μοιχός, ἀνεβόησε · καὶ ὅρα δέσποτα μὴ καὶ τὰ δεύτερα σφαλῇς. δὲ θάρσει ἔφη · τὴν ἀλιτήριον, ἣν μάλιστα ἐβουλόμην, ἔχω. καὶ συλλαβόμενος ἦγεν ὡς ἐπὶ τὴν πόλιν. δὲ ἅμα πάντα τὰ περιεστῶτα, ὡς εἰκός, ἐννοήσασα, τὴν ἀποτυχίαν τῶν προσδοκηθέντων, τὴν ἐπὶ τοῖς παροῦσιν ἀτιμίαν, τὴν ἐκ τῶν νόμων τιμωρίαν, ἀνιωμένη μὲν ἐφ’οἷς ἡλίσκετο, χαλεπαίνουσα δὲ ἐφ’οἷς ἠπάτητο, ἐπειδὴ κατὰ τὸν βόθρον ἐγένετο τὸν ἐν Ἀκαδημείᾳ (πάντως γινώσκεις), ἔνθα τοῖς ἥρωσιν οἱ πολέμαρχοι τὸ πάτριον ἐναγίζουσιν, ἐνταῦθα ἀθρόον τοῦ πρεσβύτου σπαράξασα τὰς χεῖρας, ὦσεν ἑαυτὴν ἐπὶ κεφαλήν. καὶ μὲν ἔκειτο κακὴ κακῶς, δὲ Ἀρίστιππος ἔχω παρὰ σοῦ καὶ πρὸ τῶν νόμων τὴν δίκην εἰπὼν τότε, τῷ δήμῳ πάντα εἰς τὴν ἑξῆς ἀνεκοινοῦτο, καὶ μόλις συγγνώμης τυχὼν τοὺς φίλους περιενόστει καὶ γνωρίμους, εἴ πῃ σοὶ κάθοδον λάβοι πρυτανευόμενος. καὶ εἰ μέν τι πέπρακται τούτων, οὐκ ἔχω λέγειν · ἔφθην γὰρ δεῦρο, ὡς ὁρᾷς, κατά τι χρέος ἐμὸν ἴδιον ἐκπλεύσας. πλὴν ἀλλὰ χρή σε προσδοκᾶν τήντε κάθοδον ἐπινεύσειν τὸν δῆμον, καὶ τὸν πατέρα σοι κατὰ ζήτησιν ἥξειν · τοῦτο γὰρ ἐπηγγέλλετο.

1.18

ταῦτά μοι Χαρίας ἀπήγγειλε. τὰ δὲ ἑξῆς, καὶ ὅπως δεῦρο ἀφικόμην τίσι ποτὲ κεχρημένος τύχαις, μακροτέρου δεῖται καὶ λόγου καὶ χρόνου. καὶ ἅμα ἐδάκρυεν. ἐδάκρυον δὲ καὶ οἱ ξένοι, τὰ μὲν ἐκείνου πρόφασιν, μνήμῃ δὲ τῶν ἰδίων ἕκαστος. καὶ οὐ δ’ἂν ἔληξαν θρηνοῦντες, εἰ μή τις ὕπνος ἐπιπτὰς ὑφ’ἡδονῆς τῶν γόων ἔπαυσε τῶν δακρύων. καὶ οἳ μὲν οὕτως ἐκάθευδον, δὲ Θύαμις (τοῦτο γὰρ ἦν ὄνομα τῷ λῃστάρχῳ) τῆς νυκτὸς τὸ πλεῖστον ἐνηρεμήσας, ὑπὸ τινῶν ὀνειράτων πεπλανημένων τεταραγμένος ἀθρόον τῶν ὕπνων ἀποσεσύλητο, καὶ τὴν ἐπίλυσιν διαπορῶν ἐπηγρύπνει τοῖς φροντίσμασι. καθ’ὃν γὰρ καιρὸν ἀλεκτρυόνες ᾅδουσιν, εἴτε, ὡς λόγος, αἰσθήσει φυσικῇ τῆς τοῦ ἡλίου καθ’ἡμᾶς περιστροφῆς ἐπὶ τὴν τοῦ θεοῦ πρόσρησιν κινούμενοι, εἴτε ὑπὸ θερμότητος ἅμα καὶ τῆς περὶ τὸ κινεῖσθαι καὶ σιτεῖσθαι θᾶττον ἐπιθυμίας τοὺς συνοικοῦντας ἰδίῳ κηρύγματι ἐπὶ ἔργον ἐγείροντες, ὄναρ αὐτῷ θεῖον ἔρχεται τοιόνδε. κατὰ τὴν Μέμφιν τὴν ἑαυτοῦ πόλιν τὸν νεὼν τῆς Ἴσιδος ἐπερχόμενος, λαμπαδίῳ πυρὶ τὸν ὅλον ἐδόκει καταλάμπεσθαι, πεπλῆσθαι δὲ βωμοὺς μὲν καὶ ἐσχάρας ζώων παντοίων, αἵματι διαβρόχους, προπύλαια δὲ καὶ περιδρόμους ἀνθρώπων κρότου καὶ θορύβου συμμιγοῦς πάντα πληρούντων. ἐπεὶ δὲ καὶ αὐτῶν ἐντὸς ἥκειν τῶν ἀνακτόρων, τὴν θεὸν ὑπαντῶσαν ἐγχειρίζειντε τὴν Χαρίκλειαν, καὶ λέγειν, Θύαμι, τήνδε σοι τὴν παρθένον ἐγὼ παραδίδωμι. σὺ δὲ ἔχων οὐχ ἕξεις, ἀλλ’ἄδικος ἔσῃ καὶ φονεύσεις τὴν ξένην · δὲ οὐ φονευθήσεται. ταῦτα ὡς εἶδεν, ἀμηχάνως διῆγε, τῇδε κἀκεῖσε τὸ δηλούμενον τι ποτέ ἐστιν ἀναστρέφων. ἤδη δὲ ἀπειρηκὼς ἕλκει πρὸς τὴν ἑαυτοῦ βούλησιν τὴν ἐπίλυσιν · τὸ μὲν γὰρ ἕξεις καὶ οὐχ ἕξεις γυναῖκα καὶ οὐκέτι παρθένον ὑπετίθετο, τὸ δὲ φονεύσεις τὰς παρθενίους τρώσεις εἴκαζεν, ὑφ’ὦν οὐκ ἀποθανεῖσθαι τὴν Χαρίκλειαν.

1.19

καὶ τὸ μὲν ὄναρ τοῦτον ἔφραζε τὸν τρόπον, οὕτως αὐτῷ τῆς ἐπιθυμίας ἐξηγουμένης, ἅμα δὲ τῇ ἕῳ τούςτε πρώτους τῶν ὑφ’αὑτὸν ἥκειν ἐκέλευε, καὶ λάφυρα τὰ σκῦλα σεμνότερον ὀνομάζων φέρειν εἰς μέσους ἐπέταττε. καὶ τὸν Κνήμωνα ὡς αὑτὸν μετεπέμπετο, ἄγειν καὶ τοὺς φρουρουμένους ἐντειλάμενος. ἐπεὶ δὲ ἤγοντο, τίς ἄρα τύχη διαδέξεται ἡμᾶς, ἐβόων, καὶ πολλὰ τὸν Κνήμωνα ἱκέτευον, εἴ τι δύναιτο συμπράττειν. δὲ ἐπηγγέλλετο καὶ θυμὸν ἔχειν ἀγαθὸν προύτρεπεν, οὐ παντάπασι βάρβαρον εἶναι τὰ ἤθη τὸν λῄσταρχον ἐγγυώμενος, ἀλλ’ἔχειν τι καὶ ἥμερον, γένοςτε ὄντα τῶν ἐπὶ δόξης καὶ πρὸς ἀνάγκης τὸν παρόντα βίον ἑλόμενον. ἐπεὶ δὲ ἤχθησαν, ἤθροιστο δὲ καὶ λοιπὸς ὅμιλος, ἐπί τινος ὑψηλοῦ προκαθίσας ἑαυτὸν Θύαμις, καὶ τὴν νῆσον ἐκκλησίαν ἀποφήνας, καὶ τὰ λεχθησόμενα φράζειν τὸν Κνήμωνα καὶ τοῖς αἰχμαλώτοις προστάξας (συνίη γὰρ ἤδη τῶν Αἰγυπτίων, δὲ Θύαμις οὐκ ἠκρίβου τὰ Ἑλλήνων), ἄνδρες, ἔλεγε, συστρατιῶται, τὴν ἐμὴν ἐπίστασθε γνώμην, οἵαν ἀεὶ κέχρημαι πρὸς ὑμᾶς. ἐγὼ γάρ, ὡς ἴστε, παῖς μὲν προφήτου τοῦ ἐν Μέμφει γεγονώς, ἀποτυχὼν δὲ τῆς ἱερωσύνης μετὰ τὴν τοῦ πατρὸς ὑπαναχώρησιν, ἀδελφοῦ νεωτέρου ταύτην παρανομήσαντος παρελέσθαι, ἐφ’ὑμᾶςτε καταφυγὼν ἐφ’τε τιμωρίαν μὲν λαβεῖν τὴν τιμὴν δὲ ἀπολαβεῖν, καὶ τοῦ ἄρχειν ὑμῶν παρ’ὑμῶν ἀξιωθείς, εἰς τὴν δεῦρο διήγαγον οὐδὲν τῶν πολλῶν ἐμαυτῷ πλέον ἀπονέμων, ἀλλ’εἴτε χρημάτων νέμησις, ἰσομοιρίαν ἠγάπησα, εἴτε αἰχμαλώτων διάπρασις, εἰς τὸ κοινὸν κατέθηκα, προσήκειν ἡγούμενος τὸν οὕτω δὴ καλῶς ἐξηγούμενον τῶν μὲν ἔργων πλεῖστον μετέχειν τῶν δὲ ποριζομένων τὸ ἴσον, τῶν δὲ ἁλισκομένων τοὺς μὲν ἄνδρας ἡμῖν αὐτοῖς ἐγκαταλέγων, ὅσοι τι ῥώμῃ σώματος ὠφελήσειν ἔμελλον, τοὺς δὲ ἀσθενεστέρους ἀπεμπολῶν, γυναικῶν δὲ ὕβρεως ἀπείρατος, τὰς μὲν εὖ γεγονυίας χρημάτων ἀφιεὶς τῆς τύχης μόνης οἰκτείρων, τὰς δὲ ἐλάττους, καὶ ἃς δουλεύειν οὐχ αἰχμαλωσία μᾶλλον ἀλλ’ συνήθεια κατηνάγκαζε, θεραπαίνας ἑκάστοις διανέμων. τὸ δὲ νῦν παρὸν ἕν τι τῶν λαφύρων αἰτῶ παρ’ὑμῶν, τὴν κόρην ταυτηνὶ τὴν ξένην, ἣν δυνατὸν ἐμαυτῷ με δοῦναι, βέλτιον παρὰ τοῦ κοινοῦ λαβεῖν ἡγοῦμαι · καὶ γὰρ εὔηθες τὴν αἰχμάλωτον βιασάμενον, ἀκόντων τι τῶν φίλων φαίνεσθαι διαπραττόμενον. ἀλλὰ καὶ ταύτην αἰτῶ παρ’ὑμῶν οὐ προῖκα τὴν χάριν, ἀλλ’ἀντιδοὺς τὸ μηδὲν αὐτὸς τῶν ἄλλων τῆς λείας μεταλαβεῖν. ἐπειδὴ γὰρ τὴν πάνδημον Ἀφροδίτην τὸ προφητικὸν ἀτιμάζει γένος, οὐ τῆς καθ’ἡδονὴν χρείας ἀλλὰ τῆς εἰς διαδοχὴν σπορᾶς τήνδε ἐμαυτῷ γενέσθαι διεσκεψάμην.

1.20

ἐγὼ δὲ καὶ τὰς αἰτίας ὑμῖν ἀπολογίσασθαι βούλομαι. πρῶτον μὲν εὐγενὴς εἶναί μοι δοκεῖ. τεκμαίρομαι δὲ τῷτε ἀμφ’αὐτὴν εὑρεθέντι πλούτῳ, καὶ ὅτι πρὸς τὰς παρούσας οὐ πέπτωκε συμφοράς, ἀλλὰ τὸ φρόνημα πρὸς τὴν ἐξ ἀρχῆς ἀναφέρει τύχην. ἔπειτα τὴν ψυχὴν ἀγαθήντε καὶ σώφρονα στοχάζομαι · εἰ γὰρ εὐμορφίᾳ νικῶσα τὰς πάσας, αἰδοῖ τοῦ βλέμματος καὶ τοὺς ὁρῶντας καταστέλλει πρὸς τὸ σεμνότερον, πῶς οὐ τὴν βελτίονα περὶ αὑτῆς εἰκότως παρίστησι φαντασίαν; δὲ μέγιστόν ἐστι τῶν εἰρημένων, ἱέρεια θεῶν τινὸς εἶναί μοι φαίνεται · τὴν γοῦν ἱερὰν στολὴν καὶ τὰ στέμματα μεθεῖναι καὶ δυστυχοῦσα δεινὸν καὶ οὐ θεμιτὸν ἡγεῖται.

1.21

τίς οὖν γένοιτ’ἄν, παρόντες, γάμος ἁρμοδιώτερος τοῦ προφητικοῦ τὴν ἱερωμένην λαμβάνοντος; ἐπευφήμησαν ἅπαντες, καὶ γαμεῖν ἐπ’αἰσίοις ἐκέλευον. δὲ ἀναλαβὼν τὸν λόγον, ὑμῖν μὲν ἔχω τὴν χάριν, ἔφη · εἰκότα δ’ἂν ποιοῖμεν, εἰ καὶ τὴν γνώμην ὅπως ἔχει πρὸς τοῦτο τῆς κόρης μάθοιμεν. εἰ μὲν γὰρ ἔδει τῷ τῆς ἀρχῆς ἀποχρήσασθαι νόμῳ, πάντως ἐξήρκει μοι τὸ βούλεσθαι βιάζεσθαι γὰρ οἷς ἐξόν, τὸ πυνθάνεσθαι περιττόν. εἰ δὲ γάμος τὸ γινόμενον, τὸ παρ’ἀμφοτέρων βούλημα συννεύειν ἀναγκαῖον. καὶ ἀποστρέψας τὸν λόγον, πῶς οὖν ἔχεις κόρη πρὸς τὸ συνοικεῖν ἡμῖν; διηρώτα. καὶ ἅμα τίνες εἶεν ἐκ τίνων, φράζειν ἐκέλευεν. δὲ πολύν τινα χρόνον τὸ βλέμμα τῇ γῇ προσερείσασα, καὶ πυκνὰ τὴν κεφαλὴν ἐπισείουσα, λόγον τινὰ καὶ ἐννοίας ἀθροίζειν ἐῴκει · καὶ δή ποτε πρὸς τὸν Θύαμιν ἀντωπήσασα, καὶ πλέον πρότερον αὐτὸν τῷ κάλλει καταστράψασα (καὶ γὰρ πεφοίνικτο τὴν παρειὰν ὑπὸ τῶν ἐνθυμημάτων πλέον σύνηθες, καὶ τὸ βλέμμα κεκίνητο πρὸς τὸ γοργότερον), ἑρμηνεύοντος τοῦ Κνήμωνος, μᾶλλον, ἔφη, μὲν λόγος ἥρμοζεν ἀδελφῷ τῷ ἐμῷ Θεαγένει τούτῳ · πρέπειν γὰρ οἶμαι γυναικὶ μὲν σιγὴν ἀνδρὶ δὲ ἀπόκρισιν ἐν ἀνδράσιν ·

1.22

ἐπειδὴ δὲ κἀμοὶ λόγου μεταδεδώκατε, καὶ τοῦτο πρῶτον ἔνδειγμα φιλανθρωπίας παρέχεσθε, τὸ πειθοῖ μᾶλλον βίᾳ τῶν δικαίων πειρᾶσθαι τυγχάνειν, ἄλλωςτε διότι καὶ τὸ πᾶν εἰς ἐμὲ τείνει τῶν εἰρημένων, ἐκβαίνειν ἀναγκάζομαι τοὺς ἐμαυτῆςτε καὶ παρθένων νόμους, καὶ πρὸς τὴν πεῦσιν τοῦ κρατοῦντος ἀποκρίνασθαι, περὶ γάμου καὶ ταῦτα καὶ ἐν ὁμίλῳ τοσούτων ἀνδρῶν. ἔστι δὲ τὰ περὶ ἡμῶν τοιάδε. γένος μέν ἐσμεν Ἴωνες, Ἐφεσίων δὲ τὰ πρῶτα γεγονότες καὶ ἀμφιθαλεῖς ὄντες, νόμου τοὺς τοιούτους καλοῦντος ἱερατεύειν, ἐγὼ μὲν Ἀρτέμιδος, Ἀπόλλωνος δὲ ἐμὸς ἀδελφὸς οὗτος ἐλαγχάνομεν. ἐπετείου δὲ τῆς τιμῆς οὔσης καὶ τοῦ χρόνου πληρουμένου θεωρίαν εἰς Δῆλον ἤγομεν, ἔνθα μουσικούςτε καὶ γυμνικοὺς ἀγῶνας διαθήσεσθαι καὶ τὴν ἱερωσύνην ἀποθήσεσθαι κατά τι πάτριον ἐμέλλομεν. ὁλκὰς οὖν ἐπληροῦτο χρυσοῦτε καὶ ἀργύρου καὶ ἐσθήτων καὶ τῶν ἄλλων ὅσα πρόςτε τοὺς ἀγῶνας καὶ τὴν πάνδημον εὐωχίαν ἐπαρκέσειν ἔμελλε, καὶ ἀνηγόμεθα, τῶν μὲν πατέρων γήραιτε προηκόντων καὶ δέει τοῦ πλοῦ καὶ τῆς θαλάττης οἴκαδε καταμεινάντων, ἄλλων δὲ πολιτῶν εἰς πλῆθος τῶν μὲν κατὰ τὴν αὐτὴν ὁλκάδα συνεισβάντων, τῶν δὲ σκάφεσιν ἰδίοις χρωμένων. ἐπεὶ δὲ τὸ πολὺ τοῦ πλοῦ διήνυστο, κλυδώνιον ἀθρόως ἐμπεσὸν καὶ ἄνεμος ἐξώστης καὶ λαίλαπες συμμιγεῖς καὶ πρηστῆρες τὴν θάλατταν καταιγίζουσαι, τὴν ναῦν τοῦ εὐθέος παραφέρουσι, τοῦ κυβερνήτου πρὸς τὸ ὑπερβάλλον κακὸν ἐνδόντος καὶ τῷ βιαίῳ τῆς ὁλκάδος ἐκστάντος καὶ τῇ τύχῃ κυβερνᾶν ἐπιτρέψαντος. ἠγόμεθα οὖν ὑπὸ τοῦ ἀεὶ πνέοντος ἡμέρας μὲν ἑπτὰ νύκτας δὲ ἴσας, καὶ τέλος εἰς τὴν ἀκτὴν ἐξωκείλαμεν ἔνθα πρὸς ὑμῶν ἑάλωμεν · οὗ καὶ τὸν πολὺν ἑωράκατε φόνον, τῶν ναυτῶν ἡμῖν παρὰ τὴν εὐωχίαν, ἣν ἐπὶ σωτηρίοις ἤγομεν, ἐπιθεμένων, ἀνελεῖντε διὰ τὰ χρήματα βουλευσαμένων, ἕως σὺν πολλῷ τῷ κακῷ καὶ ὀλέθρῳ τῶν οἰκείων ὁμοῦ πάντων, αὐτῶν δὲ ἐκείνων ὀλλύντων καὶ ὀλλυμένων, ἐπεκρατήσαμεν ἐξ ἁπάντων, ὡς μή ποτε ὄφελον, οἰκτρὸν περισωθέντες λείψανον, ἓν μόνον ἐν δυστυχήμασιν εὐπραγοῦντες, ὅτι θεῶν τις εἰς χεῖρας τὰς ὑμετέρας ἤγαγε καὶ οἱ περὶ θανάτου δεδιότες περὶ γάμου σκοπεῖν ἐπετράπημεν, ὃν οὐ βούλομαι κατ’οὐδένα τρόπον ἀρνήσασθαι · τότε γὰρ αἰχμάλωτον οὖσαν τῆς τοῦ κρατοῦντος εὐνῆς ἀξιοῦσθαι πᾶσαν εὐδαίμονα τύχην ὑπερβέβληκε, τότε θεοῖς ἀνακειμένην προφήτου παιδὶ μετ’ὀλίγον θεοῦ νεύοντος καὶ προφήτῃ συνοικεῖν οὐ παντάπασιν ἔοικεν εἶναι τῆς ἐκ τοῦ θείου κηδεμονίας ἄμοιρον. ἕν μόνον αἰτῶ, καὶ δὸς Θύαμι. συγχώρησον εἰς ἄστυ με πρότερον ἐλθοῦσαν, ἔνθα βωμὸς ναὸς Ἀπόλλωνι νενόμισται, τὴν ἱερωσύνην καὶ τὰ ταύτης ἀποθέσθαι σύμβολα. βέλτιον μὲν γὰρ εἰς Μέμφιν, ὅταν καὶ τὴν τιμὴν ἀνακτήσῃ τῆς προφητείας · οὕτω καὶ γάμος εὐθυμότερος ἂν ἄγοιτο, νίκῃ συναπτόμενος καὶ ἐπὶ κατορθουμένοις τελούμενος · εἰ δὲ καὶ πρότερον, ἐν σοὶ καταλείψω τὴν σκέψιν. μόνον τελεσθείη μοι τὰ πάτρια πρότερον. καὶ οἶδα ὡς ἐπινεύσεις, ἱεροῖςτε ἐκ παίδων, ὡς φῄς, ἀνακείμενος, καὶ τὸ περὶ τοὺς θεοὺς ὅσιον ἀποσεμνύνων.

1.23

καὶ μὲν ἐνταῦθα τῶν λόγων ἐπαύσατο, δακρύων δὲ ἤρξατο · τῶν δὲ παρόντων οἱ μὲν ἄλλοι πάντες ἐπῄνουν, καὶ πράττειν οὕτως ἐκέλευόντε καὶ ἑτοίμως ἔχειν ἐβόων, ἐπῄνει δὲ καὶ Θύαμις, ἑκώντε τὸ μέρος καὶ ἄκων, ὑπὸ μὲν τῆς περὶ τὴν Χαρίκλειαν ἐπιθυμίας καὶ τὴν παροῦσαν ὥραν ἀπέραντον χρόνου μῆκος εἰς ὑπέρθεσιν ἡγούμενος, ὑπὸ δὲ τῶν λόγων ὥσπερ τινὸς σειρῆνος κεκηλημένος καὶ πρὸς τὸ πείθεσθαι κατηναγκασμένος, ἅμα δέ τι καὶ πρὸς τὸ ἐνύπνιον ἀναφέρων, καὶ τὸν γάμον κατὰ τὴν Μέμφιν ἔσεσθαι καταπιστεύων. καὶ διαλύει μὲν τὸν σύλλογον, τὴν λείαν πρότερον διανείμας, πολλὰ τῶν ἐξαιρέτων αὐτὸς ἑκοντὶ παραχωρούντων κομισάμενος ·

1.24

ἐπιστέλλει δὲ εἰς δεκάτην ηὐτρεπισμένους εἶναι, τὴν ὁρμὴν ὡς ἐπὶ τὴν Μέμφιν ποιησομένους. τοῖς δὲ Ἕλλησι τὴν προτέραν ἀπεκλήρου σκηνήν. συνεσκήνου δὲ αὐτοῖς καὶ Κνήμων αὖθις ἐκ προστάγματος, οὐ φρουρὸς ἔτι τὸ ἐντεῦθεν ἀλλὰ συνόμιλος ἀποδεδειγμένος. καὶ δίαιτάντε ἁβροτέραν τῆς οὔσης παρεῖχεν Θύαμις, καὶ δὴ καὶ τὸν Θεαγένην εἰς αἰδῶ τῆς ἀδελφῆς ὁμοδίαιτον ἐποιεῖτο. αὐτὴν δὲ τὴν Χαρίκλειαν οὐ δὲ ὁρᾶν τὰ πολλὰ διεγνώκει, τοῦ μὴ τὴν θέαν ὑπέκκαυμα γίνεσθαι τοῦ ἐγκειμένου πόθου, καὶ πρᾶξαί τι παρὰ τὰ δόξαντα καὶ προδηλωθέντα καταναγκασθείη. καὶ μὲν Θύαμις ἐκ τούτων παρῃτεῖτο τὴν ὄψιν τῆς κόρης, οὐ δυνατὸν βλέπειν ἅμα καὶ σωφρονεῖν ἡγούμενος · δὲ Κνήμων, ἐπειδὴ τάχιστα πάντες ἐκποδὼν ἦσαν ἄλλος κατ’ἄλλο τῆς λίμνης καταδύντες, ἣν τῷ Θεαγένει βοτάνην ὑπέσχετο τῇ προτεραίᾳ, μαστεύων ὀλίγον τῆς λίμνης ἄπωθεν ἐπορεύετο.

1.25

κἀν τούτῳ σχολῆς ἐπιλαβόμενος Θεαγένης ἐδάκρυέτε καὶ ἀνῴμωζε, πρὸς μὲν τὴν Χαρίκλειαν οὐ δ’ὁτιοῦν διαλεγόμενος, θεοὺς δὲ συνεχῶς ἐπικαλούμενος μάρτυρας. τῆς δέ, εἰ τὰ συνήθη καὶ κοινὰ ταῦτα θρηνεῖ πυνθανομένης, μή τι πεπόνθοι καινότερον, καὶ τί γένοιτ’ἄν, ἔφη Θεαγένης, καινότερον τί ἀθεμιστότερον ὅρκων μὲν καὶ σπονδῶν παραβαινομένων, Χαρικλείας δὲ λήθην ἐμοῦ λαβούσης καὶ πρὸς ἄλλων γάμους ἐπινευούσης; εὐφήμησον, ἔφη κόρη, μη δέ μοι γίνου τῶν συμφορῶν βαρύτερος, μη δὲ τοσαύτην ἔχων ἐκ τῶν παρελθόντων τὴν κατ’ἐμοῦ διὰ τῶν ἔργων δοκιμασίαν, ἐκ λόγων ἐπικαίρων καὶ πρός τι χρειῶδες εἰρημένων ἄγε δι’ὑποψίας. εἰ δὲ μή, γίνεται τοὐναντίον, καὶ μᾶλλον αὐτὸς μεταβάλλεσθαι δόξεις μεταβαλλομένην εὑρήσεις. ἐγὼ γὰρ δυστυχεῖν μὲν οὐκ ἀρνοῦμαι, μὴ σωφρονεῖν δὲ οὐδὲν οὕτω βίαιον ὥστε με μεταπεισθῆναι. ἓν μόνον οἶδα μὴ σωφρονοῦσα, τὸν ἐξ ἀρχῆς ἐπὶ σοὶ πόθον, ἀλλὰ καὶ τοῦτον ἔννομον. οὐ γὰρ ὡς ἐραστῇ πειθομένη ἀλλ’ὡς ἀνδρὶ συνθεμένη τότε πρῶτον ἐμαυτὴν ἐπέδωκα, καὶ εἰς δεῦρο διετέλεσα καθαρὰν ἐμαυτὴν καὶ ἀπὸ τῆς σῆς ὁμιλίας φυλάττουσα, πολλάκις μὲν ἐπιχειροῦντα διωσαμένη, τὸν δὲ ἐξ ἀρχῆς ἡμῖν συγκείμενόντε καὶ ἐνώμοτον ἐπὶ παισὶ γάμον ἔνθεσμον εἴ πῃ γένοιτο περισκοποῦσα. πῶς οὖν οὐκ ἂν εἴης ἄτοπος, εἰ τὸν βάρβαρόν με τοῦ Ἕλληνος, τὸν λῃστὴν τοῦ ἐρωμένου πιστεύοις ἐπίπροσθεν ἄγειν; τί οὖν ἐβούλετό σοι τὰ τῆς καλῆς δημηγορίας ἐκείνης; ἔφη Θεαγένης. τὸ μὲν γὰρ ἀδελφόν με σαυτῆς ἀναπλάττειν σοφὸν εἰς ὑπερβολήν, καὶ πόρρω τὸν Θύαμιν τῆς ἐφ’ἡμῖν ζηλοτυπίας ἀπάγον, καὶ συνεῖναι ἡμᾶς ἀλλήλοις ἀδεῶς παρασκευάζον. συνίην καὶ τῆς Ἰωνίας καὶ τῆς κατὰ τὴν Δῆλον πλάνης, ὅτι τῶν ὄντων ἦν καὶ ἀληθῶν ἐπικαλύμματα, καὶ πλάνην τῷ ὄντι τοῖς ἀκούουσιν ἐπάγοντα.

1.26

τὸ δὲ ἑτοίμως οὕτως ἐπινεύειν τὸν γάμον καὶ συντίθεσθαι διαρρήδην καὶ καιρὸν ὁρίζειν, ταῦτα συμβάλλειν οὔτε ἐδυνάμην οὔτε ἐβουλόμην. εὐχόμην δὲ καταδῦναι μᾶλλον τοιαύτην ἐπιδεῖν τῶν ἐπὶ σοὶ πόνωντε καὶ ἐλπίδων τὴν τελευτήν. καὶ Χαρίκλεια περιβαλοῦσα τὸν Θεαγένην καὶ μυρία φιλήσασα καὶ διάβροχον ποιήσασα τοῖς δάκρυσιν, ὡς ἥδιστα, ἔφη, δέχομαί σου τοὺς ἐπ’ἐμοὶ τούτους φόβους · εὔδηλος γὰρ εἶ κἀκ τούτων μὴ ὀκλάσας τὸν ἐπ’ἐμοὶ πόθον ὑπὸ τῶν πολλῶν συμφορῶν. ἀλλ’εὖ ἴσθι, Θεάγενες, οὐ δ’ἂν τὸ παρὸν τοῦτο ἀλλήλοις διελεγόμεθα, μὴ τούτων οὕτως ἐπηγγελμένων. ὁρμὴν γάρ, ὡς οἶσθα, κρατούσης ἐπιθυμίας μάχη μὲν ἀντίτυπος ἐπιτείνει, λόγος δὲ εἴκων καὶ πρὸς τὸ βούλημα συντρέχων τὴν πρώτην καὶ ζέουσαν φορὰν ἀνέστειλε καὶ τὸ κάτοξυ τῆς ὀρέξεως τῷ ἡδεῖ τῆς ἐπαγγελίας κατεύνασε. πρώτην γάρ, ὡς οἶμαι, πεῖραν οἱ ἀγροικότερον ἐρῶντες τὴν ὑπόσχεσιν νομίζουσι, καὶ κρατεῖν, ἀπὸ τῆς ἐπαγγελίας ἡγούμενοι πραότερον διάγουσιν, ἐπὶ τῶν ἐλπίδων σαλεύοντες. δὴ καὶ αὐτὴ προμηθουμένη τοῖς λόγοις ἐμαυτὴν ἐξεδόμην, θεοῖς τὰ ἑξῆς ἐπιτρέψασα καὶ δαίμονι τῷ τὴν ἀρχὴν λαχόντι τὸν ἡμέτερον ἐπιτροπεύειν ἔρωτα. πολλὰ μία ἡμέρα καὶ δύο πολλάκις ἔδοσαν τῶν εἰς σωτηρίαν, καὶ τύχαι παρέσχον βουλαῖς ἄνθρωποι μυρίαις οὐκ ἐξεῦρον. τοῦτό τοι καὶ αὐτὴ τὸ παρὸν ἐπινοίαις ὑπερεθέμην, τὰ πρόδηλα τοῖς ἀδήλοις διακρουσαμένη. φυλακτέον οὖν, γλυκύτατε, καθάπερ πάλαισμα τὸ πλάσμα, καὶ σιγητέον οὐ πρὸς τοὺς ἄλλους μόνον ἀλλὰ καὶ πρὸς αὐτὸν Κνήμωνα. φιλάνθρωπος μὲν γάρ ἐστι περὶ ἡμᾶς καὶ Ἕλλην, ἀλλ’αἰχμάλωτος καὶ τῷ κρατοῦντι πλέον, ἂν οὕτω τύχῃ, χαριούμενος. οὔτε γὰρ φιλίας χρόνος οὔτε ἀγχιστείας θεσμὸς ἐνέχυρον ἡμῖν ἀκριβὲς τῆς πίστεως αὐτοῦ τῆς περὶ ἡμᾶς δίδωσι. διὸ κἂν ἔκ τινος ὑπονοίας ἐπιψαύσῃ ποτὲ τῶν ἡμετέρων, ἀρνητέον τὴν πρώτην. καλὸν γάρ ποτε καὶ τὸ ψεῦδος, ὅταν ὠφελοῦν τοὺς λέγοντας μηδὲν καταβλάπτῃ τοὺς ἀκούοντας.

1.27

ταῦτα τῆς Χαρικλείας καὶ τοιαῦτα πρὸς τὸ βέλτιστον ὑποτιθεμένης, Κνήμων εἰστρέχει λίαν ἐσπουδασμένως καὶ πολὺν ἐκ τῶν ὄψεων θόρυβον ἐπαγγελλόμενος. καὶ Θεάγενες, τὴν μὲν πόαν ἥκω σοι φέρων, ἔλεγε, καὶ θεράπευε τὰς πληγὰς ἐπιθέμενος · χρὴ δὲ πρὸς ἕτερα τραύματα καὶ φόνους ἴσους εἶναι παρεσκευασμένους. τοῦ δὲ σαφέστερον τι ποτὲ λέγοι δηλοῦν ἱκετεύοντος, οὐ καιρός, ἔφη, τὸ παρὸν ἀκούειν · δέος γὰρ προληφθῆναι τοὺς λόγους ὑπὸ τῶν ἔργων. ἀλλ’ἕπου τὴν ταχίστην. συνεπέσθω δὲ καὶ Χαρίκλεια. καὶ παραλαβὼν ἄμφω παρὰ τὸν Θύαμιν ἦγε. καὶ κράνος τι διασμῶντα καὶ παλτὸν θήγοντα καταλαβών, εἰς καιρόν, ἔφη, πρὸς ὅπλοις τυγχάνεις. ἀλλ’αὐτόςτε ἔνδυναι καὶ τοὺς ἄλλους κέλευε · πλῆθος γὰρ πολεμίων ὅσον οὐδέπω περὶ ἡμᾶς, καὶ τοσοῦτον ἀπολειπόμενον ὅσον τοῦ λόφου τοῦ πλησίον ὑπερκύπτοντας προϊδὼν ἥκω δρομαῖος τὴν ἔφοδον προμηνύσων, οὐδὲν τάχους ἀνείς, ἀλλὰ καὶ ὅσους ἐδυνάμην ἐν τῷ διέκπλῳ τῷ μέχρι δεῦρο παρασκευάζεσθαι διαγγείλας.

1.28

ἀνήλατο πρὸς ταῦτα Θύαμις, καὶ ποῦ Χαρίκλεια διηρώτα, καθάπερ περὶ ἐκείνης πλέον περὶ αὑτοῦ δεδιώς. ἐπεὶ δὲ ἐπὶ τῇ φλιᾷ τῇ πλησίον ὑπεσταλμένην ἔδειξεν Κνήμων, σὺ μὲν λαβὼν ταύτην ἄγε εἰς τὸ σπήλαιον, πρὸς μόνον ἔλεγεν, οὗ καὶ τὰ κειμήλια ἡμῖν ἐν ἀσφαλεῖ τεθησαύρισται, καὶ καθείς, φίλος, καὶ τῷ στομίῳ τὸ πῶμα ὡς ἔθος ἐπαγαγὼν ἧκε τὴν ταχίστην ὡς ἡμᾶς · δὲ πόλεμος ἡμῖν μελήσει. τὸν δὲ ὑπασπιστὴν ἱερεῖον ἄγειν προσέταττεν, ὡς ἂν θεοῖς ἐγχωρίοις ἐναγίσαντες οὕτω τῆς μάχης ἄρχοιεν. καὶ μὲν Κνήμων τὸ προστεταγμένον ἔπραττε, καὶ πολλὰ τὴν Χαρίκλειαν ὀδυρομένην καὶ θαμὰ πρὸς τὸν Θεαγένην ἐπιστρέφουσαν ἦγέτε καὶ ἐς τὸ ἄντρον ἐνέβαλε. τὸ δὲ ἦν οὐ φύσεως ἔργον, οἷα πολλὰ περὶ γῆντε καὶ ὑπὸ γῆν αὐτόματα σηραγγοῦται, ἀλλὰ τέχνης λῃστρικῆς τὴν φύσιν μιμησαμένης καὶ χειρῶν Αἰγυπτίων ὄρυγμα, πρὸς σύλων φυλακὴν περιέργως κοιλαινόμενον.

1.29

εἴργαστο δὲ ὧδέ πως. στόμιον ἦν αὐτῷ στενόπορόντε καὶ ζοφῶδες, οἰκήματος κρυφίου θύραις ὑποκείμενον, ὡς τὸν οὐδὸν θύραν ἄλλην τῇ καθόδῳ γίνεσθαι ὡς πρὸς τὴν χρείαν. ἐνέπιπτέτε αὐτῇ ῥᾳδίως καὶ ἀνεπτύσσετο · τὸ δὲ αὐτόθεν εἰς αὐλῶνας σκολιοὺς ἀτάκτως σχιζόμενον. οἱ γὰρ ἐπὶ τοὺς μυχοὺς πόροι καὶ αὔλακες, πῇ μὲν ἕκαστος ἰδίᾳ τεχνικῶς πλανώμενοι, πῇ δὲ ἀλλήλοις ἐμπίπτοντες καὶ ῥιζηδὸν πλεκόμενοι, πρὸς μίαν εὐρυχωρίαν τὴν ἐπὶ τὸν πυθμένα συρρέοντες ἀνεστομοῦντο, καθ’ καὶ φέγγος ἀμυδρὸν ἔκ τινος διατρήσεως πρὸς ἄκροις τῆς λίμνης ἐνέπιπτεν. ἐνταῦθα ὡς καθῆκε τὴν Χαρίκλειαν Κνήμων, καὶ πρὸς τὸ ἔσχατον τοῦ ἄντρου διεβίβασε τῇ πείρᾳ χειραγωγήσας, πολλὰ καὶ ἐπιθαρσύνας, καὶ ὡς εἰς ἑσπέραν ἅμα τῷ Θεαγένει φοιτήσει κατεπαγγειλάμενος (οὐ γὰρ ἐπιτρέψειν αὐτῷ συμπλακῆναι τοῖς πολεμίοις, ἀλλὰ διαδρᾶναί οἱ τὴν μάχην), οὐδὲν φθεγξαμένην ἀλλ’ὥσπερ θανάτῳ τῷ κακῷ βεβλημένην καὶ ὥσπερ ψυχῆς τοῦ Θεαγένους ἀφῃρημένην, ἄπνουν καὶ σιγῶσαν ἀπολιπὼν ἀνεδύετο τοῦ σπηλαίου · καὶ τὸν οὐδὸν ἐπαγαγών, καί τι καὶ ἐπιδακρύσας, αὑτόντε τῆς ἀνάγκης κἀκείνην τῆς τύχης, ὅτι μόνον οὐχὶ ζῶσαν εἴη καταθάψας καὶ τὸ φαιδρότατον τῶν ἐν ἀνθρώποις Χαρίκλειαν νυκτὶ καὶ ζόφῳ παραδεδωκώς, ἀπέτρεχεν ὡς τὸν Θύαμιν. καὶ καταλαμβάνει ζέοντα πρὸς τὴν μάχην, καὶ αὐτόντε ἅμα τῷ Θεαγένει λαμπρῶς ἐξωπλισμένον, καὶ τοὺς ἤδη παρ’αὐτὸν συνειλεγμένους πρὸς τὸ μανικώτερον τῷ λόγῳ παρασκευάζοντα. στὰς γὰρ εἰς μέσους ἔλεγε συστρατιῶται, προτρέπειν μὲν ὑμᾶς οὐκ οἶδ’ τι δεῖ διὰ πλειόνων, αὐτούςτε ὑπομνήσεως οὐδὲν δεομένους, ἀλλὰ βίον ἀεὶ τὸν πόλεμον ἡγουμένους, καὶ ἄλλως τῆς ἀπροσδοκήτου τῶν ἐναντίων ἐφόδου τὸ παρέλκον τῶν λόγων ὑποτεμνομένης · ὧν γὰρ ἐν ἔργοις οἱ πολέμιοι, τούτους μὴ διὰ τῶν ὁμοίων σὺν τάχει τὴν ἄμυναν ἐπάγειν παντάπασίν ἐστι τοῦ προσήκοντος ὑστερούντων. εἰδότες οὖν ὡς οὐχ ὑπὲρ γυναικῶν ἐστὶ καὶ παίδων λόγος, δὴ πολλοῖς εἰς τὸ παροξῦναι καὶ μόνον πρὸς μάχην ἤρκεσε (ταυτὶ γὰρ ἡμῖν ἐλάττονος λόγου, καὶ τοσαῦτα ἔχειν ἐξέσται ὅσα καὶ νικᾶν περιγίνεται), ἀλλ’ὑπὲρ αὐτοῦ τοῦ εἶναι καὶ ψυχῶν τῶν ἡμετέρων (οὐ γὰρ ἐπὶ ῥητοῖς ποτὲ λῃστρικὸς ἔληξε πόλεμος, οὐ δὲ ἔνσπονδον ἔσχε τὴν τελευτήν, ἀλλ’ περιεῖναι κρατοῦντας τεθνάναι ἁλόντας ἀναγκαῖον), οὕτω τοῖς ἐχθίστοις ψυχήντε ἅμα καὶ σῶμα τεθηγμένοι συμπίπτωμεν.

1.30

ταῦτα εἰπὼν τὸν ὑπασπιστὴν περιεσκόπει, καὶ ὀνομαστὶ Θέρμουθιν ἐκάλει πολλάκις · ὡς δὲ ἦν οὐδαμοῦ, πολλὰ διαπειλήσας ἐπὶ τὴν πορθμίδα δρομαῖος ἔσπευδεν. γὰρ πόλεμος ἤδη συνερράγη, καὶ παρῆν ὁρᾶν καὶ πόρρωθεν τοὺς τὰ ἔσχατα κατὰ τὰς εἰσβολὰς τῆς λίμνης οἰκοῦντας ἁλισκομένους. οἱ γὰρ ἐπεληλυθότες τῶν ὑποπιπτόντων καὶ φυγῇ χρωμένων τὰ σκάφη καὶ τὰς καλύβας ἐνεπίμπρασαν · ὑφ’ὧν τῆς φλογὸς ἐπὶ τὸ πλησίον ἕλος διαρριπιζομένης καὶ τὸν πολὺν κατ’αὐτὸ κάλαμον σωρηδὸν νεμομένης ἄφραστόν τι καὶ ἀφόρητον ἐπὶ τοὺς ὀφθαλμοὺς σέλας ἔμπυρον, ἐπὶ δὲ τὴν ἀκοὴν ἠχὴ κατάκροτος ἐπεφέρετο. καὶ πολέμου πᾶν εἶδος καὶ ἐνηργεῖτο καὶ ἐξηκούετο, τῶν μὲν ἐγχωρίων προθυμίᾳ καὶ ῥώμῃ πάσῃ τὴν μάχην ὑφισταμένων, τῶν δὲ τῷτε πλήθει καὶ τῆς ἐφόδου τῷ ἀπροσδοκήτῳ πλεῖστον ὑπερφερόντων, καὶ τοὺς μὲν ἐπὶ γῆς ἀναιρούντων, τοὺς δὲ εἰς τὴν λίμνην αὐτοῖς σκάφεσι καὶ αὐτοῖς οἰκήμασι βαπτιζόντων. ὑφ’ὧν ἁπάντων δοῦπός τις πρὸς τὸν ἀέρα συμμιγὴς ᾔρετο, πεζομαχούντων ὁμοῦ καὶ ναυμαχούντων, ὀλλύντωντε καὶ ὀλλυμένων, αἵματι τὴν λίμνην φοινιττόντων, πυρὶ δὲ καὶ ὕδατι συμπλεκομένων. ἅπερ ὡς εἶδέτε καὶ ἤκουσεν Θύαμις, ἐνθύμιον αὐτῷ τὸ ὄναρ γίνεται, καθ’ τὴν Ἶσιν ἑώρα καὶ τὸν νεὼν ἅπαντα λαμπάδων καὶ θυσιῶν ἀνάμεστον · καὶ ταῦτα ἐκεῖνα εἶναι τὰ νῦν ὁρώμενα, καὶ πρὸς τὰ ἐναντία τῶν προτέρων τὴν ὄψιν συνέβαλλεν, ὡς ἔχων οὐχ ἕξει τὴν Χαρίκλειαν, ὑπὸ τοῦ πολέμου ταύτης ἀφαιρεθείσης, καὶ ὡς φονεύσει καὶ οὐ τρώσει, ξίφει καὶ οὐκ Ἀφροδίτης νόμῳ. καὶ πολλὰ τὴν θεὰν ὡς δολερὰν ὀνειδίσας, καὶ δεινὸν ἡγησάμενος εἴ τις ἄλλος ἐγκρατὴς ἔσται Χαρικλείας, μικρὸν ἐπισχεῖν τοὺς σὺν αὑτῷ κελεύσας, καὶ ὡς κατὰ τόπον μένοντας ποιεῖσθαι δεήσει τὴν μάχην φράσας κλοτοπεύοντας περὶ τὸ νησίδιον καὶ διὰ τῶν πέριξ ἑλῶν κρυφίους τὰς ἐμβολὰς ποιουμένους (ἀγαπητῶς γὰρ ἂν καὶ οὕτως ἀντισχεῖν πρὸς τὸ πλῆθος τῶν πολεμίων), αὐτὸς δῆθεν ὡς τὸν Θέρμουθιν ἐπιζητήσων καὶ τοῖς ἑστίοις θεοῖς κατευξόμενος, ἕπεσθαίτε μηδενὶ συγχωρήσας, ἐπὶ τὸ δωμάτιον ἐμμανὴς ἀνέστρεφε. δυσανάκλητον δὲ πρὸς ὅπερ ἂν ὁρμήσῃ τὸ βάρβαρον ἦθος · κἂν ἀπογνῷ τὴν αὑτοῦ σωτηρίαν, προαναιρεῖν ἅπαν τὸ φίλον εἴωθεν, ἤτοι συνέσεσθαι αὐτοῖς καὶ μετὰ θάνατον ἀπατώμενον, χειρὸς πολεμίας καὶ ὕβρεως ἐξαιρούμενον. ὑφ’ὧν καὶ Θύαμις τῶν μὲν ἐν χερσὶ πάντων ἀμνημονήσας, καὶ ταῦτα ὥσπερ ἄρκυσι τοῖς πολεμίοις κεκυκλωμένος, ἔρωτι δὲ καὶ ζηλοτυπίᾳ καὶ θυμῷ κάτοχος, ἐπὶ τὸ σπήλαιον ἐλθὼν ὡς εἶχε δρόμου, καθαλόμενος, ἐμβοῶντε μέγα καὶ τὰ πολλὰ αἰγυπτιάζων, αὐτοῦ που περὶ τὸ στόμιον ἐντυχών τινι Ἑλληνίδι τῇ γλώττῃ προσφθεγγομένῃ, ἀπὸ τῆς φωνῆς ἐπ’αὐτὴν χειραγωγηθεὶς ἐπιβάλλειτε τῇ κεφαλῇ τὴν λαιὰν χεῖρα, καὶ διὰ τῶν στέρνων παρὰ τὸν μαζὸν ἐλαύνει τὸ ξίφος.

1.31

καὶ μὲν ἔκειτο πικρῶς, ἐλεεινόντε ἅμα καὶ ἔσχατον κωκύσασα, δὲ ἀναδραμὼν καὶ τὸν οὐδὸν ἐπαγαγών, καὶ χοῦν ὀλίγον ἐπιφορήσας, καὶ ταῦτά σοι τὰ παρ’ἡμῶν νυμφικὰ δῶρα σὺν δάκρυσιν εἰπών, ἐπίτε τὰ σκάφη παραγενόμενος, τούςτε ἄλλους καταλαμβάνει δρασμὸν ἤδη βουλεύοντας τῶν πολεμίων ἐγγύθεν ὁρωμένων, τόντε Θέρμουθιν ἥκοντα καὶ τὸ ἱερεῖον μεταχειριζόμενον. καὶ τὸν μὲν λοιδορησάμενος, εἰπώντε ὡς ἔφθη τὸ κάλλιστον θυμάτων ἱερουργήσας, ἐπιβαίνειτε τοῦ σκάφους αὐτὸς καὶ Θέρμουθις καὶ τρίτος ἐρέτης · οὐ γὰρ πλείονας οἷάτε φέρειν τὰ λιμναῖα σκάφη, ἀπὸ μόνου ξύλου καὶ πρέμνου παχέος ἑνὸς ἀγροικότερον κοιλαινόμενα. συναπαίρει δὲ καὶ Θεαγένης ἅμα τῷ Κνήμωνι καθ’ἕτερον σκάφος, καὶ ἄλλος κατ’ἄλλο πορθμεῖον, καὶ οὕτως ἅπαντες. ἐπεὶ δὲ τῆς νήσου μικρὸν ἄπωθεν ἄραντες, καὶ περιπλεύσαντες μᾶλλον ἀποπλεύσαντες, ἐπέσχον τὴν εἰρεσίαν, καὶ τὰ σκάφη διέταττον ἐπὶ μέτωπον ὡς ἐναντίοι τοὺς πολεμίους δεξόμενοι, πλησιάσαντες μόνον καὶ μη δὲ τὸ ῥόθιον ὑπενεγκόντες οἱ μὲν ἄλλοι πάντες ὁμοῦτε εἶδον καὶ ἔφευγον, οὐ δὲ τὸν ἐνυάλιον ἔνιοι κέλαδον ἀνασχόμενοι, ὑπεχώρουν δὲ Θεαγένηςτε καὶ Κνήμων, οὐ πρὸς τὸν φόβον τὸ πλέον ἐνδόντες. μόνος δὲ Θύαμις τὸ μέν τι τὴν φυγὴν ἴσως αἰσχυνόμενος, τάχα δέ που καὶ εἶναι μετὰ Χαρίκλειαν οὐκ ἀνεχόμενος, ἐνέβαλεν ἑαυτὸν τοῖς πολεμίοις.

1.32

ἤδη δὲ εἰς χεῖρας ἰόντων ἀνεβόησέ τις οὗτος ἐκεῖνος Θύαμις · φυλάττου πᾶς. καὶ παραχρῆμα τὰ σκάφη πρὸς κύκλον ἐπιστρέψαντες εἶχον ἐν μέσῳ. τοῦ δὲ ἀμυνομένου, καὶ τῷ δόρατι τοὺς μὲν τρώσαντος τοὺς δὲ ἀνελόντος, θαύματος ἦν ἐπέκεινα τὸ γινόμενον · εἷς γὰρ οὐδεὶς ξίφος οὔτε ἔβαλλεν οὔτε ἔφερεν, ἀλλ’ἅπασαν ἕκαστος εἰσεφέρετο σπουδὴν ζῶντα λαβεῖν. δὲ ἀντεῖχεν ἐπὶ πλεῖστον, ἕως ἀφαιρεῖται μὲν τοῦ δόρατος πλειόνων ἅμα ἐπιλαβομένων, ἀποβάλλει δὲ καὶ τὸν ὑπασπιστήν, λαμπρῶς μὲν συναγωνισάμενον, τραυματίαν δέ, ὥσπερ ἐδόκει, καιρίως γεγενημένον καὶ πρὸς τὸ ἀνέλπιστον ἐνδόντα, εἴςτε τὴν λίμνην ἑαυτὸν καθέντα, καὶ βολῆς ἐκτὸς ἐμπειρίᾳ τοῦ νεῖν ἀναδύντα, χαλεπῶςτε πρὸς τὸ ἕλος ἀπονηξάμενον, καὶ ταῦτα οὐδενὸς τὴν ἐπιδίωξιν φροντίσαντος. ἤδη γὰρ τὸν Θύαμιν ᾑρήκεσαν, καὶ νίκην ὁλόκληρον τὴν ἑνὸς ἀνδρὸς ἅλωσιν ἡγοῦντο. καὶ τοσούτοις τοῖς φιλίοις ἐλάττους γεγονότες, πλέον ἔχαιρον τὸν αὐτόχειρα ζῶντα περιέποντες τοὺς οἰκείους ᾤκτειρον ἀποβεβληκότες. οὕτως ἄρα λῃσταῖς καὶ ψυχῶν αὐτῶν ἐστὶ χρήματα προτιμότερα, καὶ τὸ φιλίας ὄνομα καὶ συγγενείας πρὸς ἓν τὸ κέρδος ὁρίζεται. ὡς δὴ καὶ τούτοις συνέβαινεν. ἐτύγχανον μὲν γὰρ ὄντες τῶν τὸν Θύαμιν καὶ τοὺς σὺν αὐτῷ κατὰ τὰς Ἡρακλεωτικὰς ἐκβολὰς ἀποδράντων,

1.33

ἀγανακτήσαντες δὲ ὅτι τῶν ἀλλοτρίων ἐστέρηντο, καὶ τὴν ἀφαίρεσιν τῶν σύλων ὡς ἰδίων περιαλγήσαντες, τούςτε ὑπολειφθέντας αὑτῶν οἴκοι συλλεξάμενοι καὶ τὰς πέριξ ὁμοίως κώμας ἐπικαλεσάμενοι ἐπὶ ὁμοίᾳ καὶ ἴσῃ τῶν ληφθησομένων διανομῇ, τῆς μὲν ἐφόδου κατέστησαν ἡγεμόνες, τὸν δὲ Θύαμιν ἐζώγρουν κατὰ τοιάνδε τινὰ αἰτίαν. Πετόσιρις ἀδελφὸς ἦν αὐτῷ κατὰ τὴν Μέμφιν. οὗτος ἐπιβουλῇ τὴν ἱερωσύνην τῆς προφητείας παρὰ τὸ πάτριον τὸν Θύαμιν παρελόμενος νεώτερος αὐτὸς ὤν, τὸν προγενέστερον ἐξάρχειν λῃστρικοῦ πυνθανόμενος, δεδιὼς μὴ καιροῦ λαβόμενος ἐπέλθοι ποτὲ καὶ χρόνος τὴν ἐπιβουλὴν φωράσειεν, ἅμα δὲ καὶ δι’ὑποψίας εἶναι παρὰ τοῖς πολλοῖς αἰσθανόμενος ὡς ἀνῃρηκὼς τὸν Θύαμιν οὐ φαινόμενον, χρήματα πάμπολλα καὶ βοσκήματα τοῖς ζῶντα προσκομίσασιν εἰς τὰς κώμας τὰς λῃστρικὰς διαπέμπων ἐπεκήρυξεν · ὑφ’ὧν ἁλόντες οἱ λῃσταί, καὶ μη δὲ παρὰ τὸ ζέον τῆς μάχης τῆς μνήμης τὸ κέρδος ἀποβαλόντες, ἐπειδή τις ἐγνώρισε, πολλῶν θανάτων ἐζώγρησαν καὶ τὸν μὲν δέσμιον ἐπὶ τὴν γῆν παραπέμπουσι, τὴν ἡμίσειαν αὑτῶν μοῖραν εἰς τὴν φυλακὴν ἀποκληρώσαντες, καὶ πολλὰ τῆς δοκούσης φιλανθρωπίας ἐπιμεμφόμενον, καὶ τὸν δεσμὸν ἀγανακτοῦντα μᾶλλον θάνατον. οἱ δὲ ὑπόλοιποι πρὸς τὸ νησίον ἐτράπησαν ὡς τὰ ἐπιζητούμενα κειμήλια καὶ σῦλα κατ’αὐτὸ εὑρήσοντες. ὡς δὲ πᾶσαν ἐπιδραμόντες, καὶ μέρος οὐδὲν ἀζήτητον ἀπολιπόντες, οὐδενὶ τῶν ἐλπισθέντων μικροῖς ἐπετύγχανον, εἴ τι καὶ περιλέλειπτο κατὰ τὸ σπήλαιον ὑπὸ τῇ γῇ κρυπτόμενον, πῦρ ἐπὶ τὰς σκηνὰς ἐμβαλόντες, ἑσπέρας ἤδη προσιούσης καὶ φόβον ἐγκαταμεῖναι τῇ νήσῳ παρεχούσης, δέει τοῦ μὴ λοχηθῆναι πρὸς τῶν διαδράντων ἐπὶ τοὺς οἰκείους ἀπεχώρησαν.