Chariton

Chaereas and Callirhoe, 7

7.1

7.1.1πάντων δὲ ἐξιόντων μετὰ βασιλέως ἐπὶ τὸν πόλεμον τὸν πρὸς τοὺς Αἰγυπτίους Χαιρέᾳ παρήγγειλεν οὐδείς · βασιλέως γὰρ δοῦλος οὐκ ἦν, ἀλλὰ τότε μόνος ἐν Βαβυλῶνι ἐλεύθερος. ἔχαιρε δὲ ἐλπίζων ὅτι Καλλιρρόη μενεῖ. τῆς οὖν ὑστεραίας ἦλθεν ἐπὶ τὰ βασίλεια, ζητῶν τὴν γυναῖκα.

7.1.2κεκλεισμένα δὲ ἰδὼν καὶ πολλοὺς ἐπὶ θύραις τοὺς φυλάσσοντας περιῄει τὴν πόλιν ὅλην ἐξερευνώμενος καὶ συνεχῶς καθάπερ ἐμμανὴς Πολυχάρμου τοῦ φίλου πυνθανόμενος Καλλιρρόη δὲ ποῦ; τί γέγονεν; οὐ δήπου γὰρ καὶ αὐτὴ στρατεύεται.

7.1.3μὴ εὑρὼν δὲ Καλλιρρόην ἐζήτει Διονύσιον τὸν ἀντεραστὴν καὶ ἧκεν ἐπὶ τὴν οἰκίαν τὴν ἐκείνου. προῆλθεν οὖν τις ὥσπερ εὐκαίρως, καὶ εἶπεν ἅπερ ἦν δεδιδαγμένος. θέλων γὰρ Διονύσιος ἀπελπίσαι Χαιρέαν τὸν Καλλιρρόης γάμον καὶ μηκέτι μένειν τὴν δίκην, ἐπενόησέ τι τοιοῦτον.

7.1.4ἐξιὼν ἐπὶ τὴν μάχην κατέλιπε τὸν ἀπαγγελοῦντα πρὸς Χαιρέαν ὅτι βασιλεὺς Περσῶν χρείαν ἔχων συμμάχων πέπομφε Διονύσιον ἀθροῖσαι στρατιὰν ἐπὶ τὸν Αἰγύπτιον καί, ἵνα πιστῶς αὐτῷ καὶ προθύμως ἐξυπηρετῆται, Καλλιρρόην ἀπέδωκε. ταῦτα ἀκούσας Χαιρέας ἐπίστευσεν εὐθύς · εὐεξαπάτητον γὰρ ἄνθρωπος δυστυχῶν.

7.1.5καταρρηξάμενος οὖν τὴν ἐσθῆτα καὶ σπαράξας τὰς τρίχας, τὸ στέρνον ἅμα παίων ἔλεγεν ἄπιστε Βαβυλών, κακὴ ξενοδόκε, ἐπ’ἐμοῦ δὲ καὶ ἐρήμη. καλοῦ δικαστοῦ · προαγωγὸς γέγονεν ἀλλοτρίας γυναικός. ἐν πολέμῳ γάμοι. κἀγὼ μὲν ἐμελέτων τὴν δίκην καὶ πάνυ ἐπεπείσμην δίκαια ἐρεῖν · ἐρήμην δὲ κατεκρίθην καὶ Διονύσιος νενίκηκε σιγῶν.

7.1.6ἀλλ’οὐδὲν ὄφελος αὐτῷ τῆς νίκης · οὐ γὰρ ζήσεται Καλλιρρόη παρόντος διαζευχθεῖσα Χαιρέου, καὶ τὸ πρῶτον ἐξηπάτησεν αὐτὴν τὸ δοκεῖν ἐμὲ τεθνηκέναι. τί οὖν ἐγὼ βραδύνω καὶ οὐκ ἀποσφάζω πρὸ τῶν βασιλείων ἐμαυτόν, προσχέας τὸ αἷμα ταῖς θύραις τοῦ δικαστοῦ; γνώτωσαν Πέρσαι καὶ Μῆδοι, κῶς βασιλεὺς ἐδίκασεν ἐνταῦθα.

7.1.7Πολύχαρμος δὲ ἰδὼν ἀπαρηγόρητον ἑαυτῷ τὴν συμφορὰν καὶ ἀδύνατον σωθῆναι Χαιρέαν πάλαι μὲν ἔφη παρεμυθούμην σε, φίλτατε, καὶ πολλάκις ἀποθανεῖν ἐκώλυσα, νῦν δέ μοι δοκεῖς καλῶς βεβουλεῦσθαι · καὶ τοσοῦτον ἀποδέω τοῦ σε κωλύειν, ὥστε καὶ αὐτὸς ἤδη συναποθανεῖν ἕτοιμος. σκεψώμεθα δὲ θανάτου τρόπον, ὅστις ἂν γένοιτο βελτίων · ὃν γὰρ σὺ διανοῇ, φέρει μέν τινα φθόνον βασιλεῖ καὶ πρὸς τὸ μέλλον αἰσχύνην, οὐ μεγάλην δὲ ἐκδικίαν ὧν πεπόνθαμεν.

7.1.8δοκεῖ δέ μοι τὸν ἅπαξ ὑφ’ἡμῶν ὡρισμένον θάνατον εἰς ἄμυναν καταχρήσασθαι τοῦ τυράννου · καλὸν γὰρ λυπήσαντας αὐτὸν ἔργῳ ποιῆσαι μετανοεῖν, ἔνδοξον καὶ τοῖς ὕστερον ἐσομένοις διήγημα καταλείποντας ὅτι δύο Ἕλληνες ἀδικηθέντες ἀντελύπησαν τὸν μέγαν βασιλέα καὶ ἀπέθανον ὡς ἄνδρες.

7.1.9πῶς οὖν εἶπε Χαιρέας ἡμεῖς οἱ μόνοι καὶ πένητες καὶ ξένοι τὸν κύριον τηλικούτων καὶ τοσούτων ἐθνῶν καὶ δύναμιν ἔχοντα, ὅσην ἑωράκαμεν, λυπῆσαι δυνάμεθα; τοῦ μὲν γὰρ σώματος αὐτῷ φυλακαὶ καὶ προφυλακαί, κἂν ἀποκτείνωμεν δέ τινα τῶν ἐκείνου, κἂν ἐμπρήσωμέν τι τῶν ἐκείνου κτημάτων, οὐκ αἰσθήσεται τῆς βλάβης.

7.1.10ὀρθῶς ἂν ἔφη Πολύχαρμος ταῦτα ἔλεγες, εἰ μὴ πόλεμος ἦν · νῦν δὲ ἀκούομεν Αἴγυπτον μὲν ἀφεστάναι, Φοινίκην δὲ ἑαλωκέναι, Συρίαν δὲ κατατρέχεσθαι. βασιλεῖ δὲ πόλεμος ἀπαντήσει καὶ πρὸ τοῦ διαβῆναι τὸν Εὐφράτην.

7.1.11οὐκ ἐσμὲν οὖν οἱ δύο μόνοι, τοσούτους δὲ ἔχομεν συμμάχους, ὅσους Αἰγύπτιος ἄγει, τοσαῦτα ὅπλα, τοσαῦτα χρήματα, τοσαύτας τριήρεις. χρησώμεθα ἀλλοτρίᾳ δυνάμει πρὸς τὴν ὑπὲρ ἑαυτῶν ἄμυναν. οὔπω πᾶν εἴρητο ἔπος καὶ Χαιρέας ἀνεβόησε σπεύδωμεν, ἀπίωμεν. δίκας ἐν τῷ πολέμῳ λήψομαι παρὰ τοῦ δικαστοῦ.

7.2

7.2.1ταχέως τοίνυν ὁρμήσαντες ἐδίωκον βασιλέα, προσποιούμενοι ἐθέλειν ἐκείνῳ συστρατεύεσθαι · διὰ γὰρ ταύτης τῆς προφάσεως ἤλπιζον ἀδεῶς διαβήσεσθαι τὸν Εὐφράτην. κατέλαβον δὲ τὴν στρατιὰν ἐπὶ τῷ ποταμῷ καὶ προσμίξαντες τοῖς ὀπισθοφύλαξιν ἠκολούθουν.

7.2.2ἐπεὶ δὲ ἧκον εἰς Συρίαν, ηὐτομόλησαν πρὸς τὸν Αἰγύπτιον, λαβόντες δὲ αὐτοὺς οἱ φύλακες ἐξήταζον τίνες εἶεν · σχῆμα γὰρ πρεσβευτῶν οὐκ ἔχοντες ὑπωπτεύοντο κατάσκοποι μᾶλλον. ἔνθα καὶ παρεκινδύνευσαν, εἰ μὴ εἷς γέ τις Ἕλλην ἐκεῖ κατὰ τύχην εὑρεθεὶς συνῆκε τῆς φωνῆς · ἠξίουν δὲ ἄγεσθαι πρὸς βασιλέα, ὡς μέγα ὄφελος αὐτῷ κομίζοντες.

7.2.3ἐπεὶ δὲ ἤχθησαν, Χαιρέας εἶπεν ἡμεῖς Ἕλληνες ἐσμὲν Συρακούσιοι τῶν εὐπατριδῶν. οὗτος μὲν οὖν εἰς Βαβυλῶνα φίλος ἐμὸς ὢν ἦλθε δι’ἐμέ, ἐγὼ δὲ διὰ τὴν γυναῖκα, τὴν Ἑρμοκράτους θυγατέρα, εἴ τινα Ἑρμοκράτην ἀκούεις στρατηγὸν Ἀθηναίους καταναυμαχήσαντα. ἐπένευσεν Αἰγύπτιος, οὐδὲν γὰρ ἔθνος ἄπυστον ἦν τῆς Ἀθηναίων δυστυχίας, ἣν ἐδυστύχησαν ἐν τῷ πολέμῳ τῷ Σικελικῷ.

7.2.4τετυράννηκε δὲ ἡμῶν Ἀρταξέρξης, καὶ πάντα διηγήσατο. φέροντες οὖν ἑαυτοὺς δίδομέν σοι φίλους πιστούς, δύο τὰ προτρεπτικώτατα εἰς ἀνδρείαν ἔχοντες, θανάτου καὶ ἀμύνης ἔρωτα · ἤδη γὰρ ἐτεθνήκειν ὅσον ἐπὶ ταῖς συμφοραῖς, λοιπὸν δὲ ζῶ εἰς μόνον τὸ λυπῆσαι τὸν ἐχθρόν. μὴ μὰν ἀσπουδεί γε καὶ ἀκλειῶς ἀπολοίμην, ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.

7.2.5ταῦτα ἀκούσας Αἰγύπτιος ἥσθη καὶ τὴν δεξιὰν ἐμβαλὼν εἰς καιρὸν ἥκεις φησίν, νεανία, σεαυτῷτε κἀμοί. παραυτίκα μὲν οὖν αὐτοῖς ἐκέλευσεν ὅπλα δοθῆναι καὶ σκηνήν, μετ’οὐ πολὺ δὲ καὶ ὁμοτράπεζον ἐποιήσατο Χαιρέαν, εἶτα καὶ σύμβουλον · ἐπεδείκνυτο γὰρ φρόνησίντε καὶ θάρσος, μετὰ τούτων δὲ καὶ πίστιν, οἷα δὴ καὶ φύσεως ἀγαθῆς καὶ παιδείας οὐκ ἀπρονόητος.

7.2.6ἐπήγειρε δὲ μᾶλλον αὐτὸν καὶ διαπρεπέστερον ἐποίησεν πρὸς βασιλέα φιλονεικία καὶ τὸ δεῖξαι θέλειν ὅτι οὐκ ἦν εὐκαταφρόνητος, ἀλλ’ἄξιος τιμῆς. εὐθὺς οὖν ἔργον ἐπεδείξατο μέγα. τῷ μὲν Αἰγυπτίῳ τὰ μὲν ἄλλα προυκεχωρήκει ῥᾳδίως καὶ κύριος ἐγεγόνει τῆς Κοίλης Συρίας ἐξ ἐπιδρομῆς, ὑποχείριος δὲ ἦν αὐτῷ καὶ Φοινίκη πλὴν Τύρου.

7.2.7Τύριοι δὲ φύσει γένος εἰσὶ μαχιμώτατον καὶ κλέος ἐπ’ἀνδρείᾳ θέλουσι κεκτῆσθαι, μὴ δόξωσι καταισχύνειν τὸν Ἡρακλέα, φανερώτατον θεὸν παρ’αὐτοῖς καὶ μόνῳ σχεδὸν ἀνατεθείκασι τὴν πόλιν. θαρροῦσι δὲ καὶ τῇ ὀχυρότητι τῆς οἰκήσεως.

7.2.8 μὲν γὰρ πόλις ἐν θαλάσσῃ κατῴκισται, λεπτὴ δὲ εἴσοδος αὐτὴν συνάπτουσα τῇ γῇ κωλύει τὸ μὴ νῆσον εἶναι · ἔοικε δὲ νηὶ καθωρμισμένῃ καὶ ἐπὶ γῆς τεθεικυίᾳ τὴν ἐπιβάθραν.

7.2.9πανταχόθεν οὖν αὐτοῖς τὸν πόλεμον ἀποκλεῖσαι ῥᾴδιον · τὴν μὲν πεζὴν στρατιὰν ἐκ τῆς θαλάττης, ἀρκούσης αὐτῇ πύλης μιᾶς, τὸν δὲ ἐπίπλουν τῶν τριηρῶν τείχεσιν, ὀχυρῶς ᾠκοδομημένης τῆς πόλεως καὶ λιμέσι κλειομένης ὥσπερ οἰκίας.

7.3

7.3.1πάντων οὖν τῶν πέριξ ἑαλωκότων μόνοι Τύριοι τῶν Αἰγυπτίων κατεφρόνουν, τὴν εὔνοιαν καὶ πίστιν τῷ Πέρσῃ φυλάττοντες. ἐπὶ τούτῳ δυσχεραίνων Αἰγύπτιος συνήγαγε βουλήν. τότε πρῶτον Χαιρέαν παρεκάλεσεν εἰς τὸ συμβούλιον καὶ ἔλεξεν ὧδε ἄνδρες σύμμαχοι, δούλους γὰρ οὐκ ἂν εἴποιμι τοὺς φίλους, ὁρᾶτε τὴν ἀπορίαν ὅτι ὥσπερ ναῦς ἐπὶ πολὺ εὐπλοήσασα ἐναντίῳ ἀνέμῳ λαμβανόμεθα καὶ Τύρος παγχάλεπος κατέχει σπεύδοντας ἡμᾶς ·

7.3.2ἐπείγεται δὲ καὶ βασιλεύς, ὡς πυνθανόμεθα. τί οὖν χρὴ πράττειν; οὔτε γὰρ ἑλεῖν Τύρον ἔνεστιν, οὔτε ὑπερβῆναι, καθάπερ δὲ τεῖχος ἐν μέσῳ κειμένη τὴν Ἀσίαν ἡμῖν πᾶσαν ἀποκλείει. δοκεῖ δέ μοι τὴν ταχίστην ἐντεῦθεν ἀπιέναι, πρὶν τὴν Περσῶν δύναμιν τοῖς Τυρίοις προσγενέσθαι.

7.3.3κίνδυνος δὲ καταληφθεῖσιν ἡμῖν ἐν τῇ πολεμίᾳ. τὸ δὲ Πηλούσιον ὀχυρόν, ἔνθα οὔτε Τυρίους οὔτε Μήδους οὔτε πάντας ἀνθρώπους ἐπιόντας δεδοίκαμεν · ψάμμοςτε γὰρ ἀδιόδευτος καὶ εἴσοδος ὀλίγη καὶ θάλασσα ἡμετέρα καὶ Νεῖλος Αἰγυπτίους φιλῶν. ταῦτα εἰπόντος λίαν εὐλαβῶς σιωπὴ πάντων ἐγένετο καὶ κατήφεια · μόνος δὲ Χαιρέας ἐτόλμησεν εἰπεῖν βασιλεῦ, σὺ γὰρ ἀληθῶς βασιλεύς, οὐχ Πέρσης, κάκιστος ἀνθρώπων ·

7.3.4λελύπηκάς με σκεπτόμενος περὶ φυγῆς ἐν ἐπινικίοις · νικῶμεν γάρ, ἂν θεοὶ θέλωσι, καὶ οὐ μόνον Τύρον ἕξομεν, ἀλλὰ καὶ Βαβυλῶνα. πολλὰ δὲ ἐν πολέμῳ τὰ ἐμπόδια γίνεται, πρὸς δεῖ μὴ παντάπασιν ἀποκνεῖν, ἀλλ’ἐγχειρεῖν προβαλλομένους ἀεὶ τὴν ἀγαθὴν ἐλπίδα.

7.3.5τούτους δὲ ἐγώ σοι τοὺς Τυρίους, τοὺς νῦν καταγελῶντας, γυμνοὺς ἐν πέδαις παραστήσω. εἰ δὲ ἀπιστεῖς, ἐμὲ προθυσάμενος ἀπέρχου · ζῶν γὰρ οὐ κοινωνήσω φυγῆς. ἂν δὲ καὶ πάντως θέλῃς, ὀλίγους ἐμοὶ κατάλιπε τοὺς ἑκουσίως μενοῦντας · νῶῖ δ’ἐγὼ Πολύχαρμόςτε μαχησόμεθα · σὺν γὰρ θεῷ εἰλήλουθμεν.

7.3.6ᾘδέσθησαν πάντες μὴ συγκαταθέσθαι τῇ Χαιρέου γνώμῃ · βασιλεὺς δὲ θαυμάσας αὐτοῦ τὸ φρόνημα συνεχώρησεν ὁπόσον βούλεται τῆς στρατιᾶς ἐπίλεκτον λαβεῖν. δὲ οὐκ εὐθὺς εἵλετο, ἀλλὰ καταμίξας ἑαυτὸν εἰς τὸ στρατόπεδον καὶ Πολύχαρμον κελεύσας τὸ αὐτὸ πρῶτον ἀνηρεύνα εἴ τινες εἶεν Ἕλληνες ἐν τῷ στρατοπέδῳ.

7.3.7πλείονες μὲν οὖν ηὑρέθησαν οἱ μισθοφοροῦντες, ἐξελέξατο δὲ Λακεδαιμονίους καὶ Κορινθίους καὶ τοὺς ἄλλους Πελοποννησίους · εὗρε δὲ καὶ ὡς εἴκοσι Σικελιώτας. ποιήσας οὖν τριακοσίους τὸν ἀριθμὸν ἔλεξεν ὧδε ἄνδρες Ἕλληνες, ἐμοὶ βασιλέως ἐξουσίαν παρασχόντος ἐπιλέξασθαι τῆς στρατιᾶς τοὺς ἀρίστους, εἱλόμην ὑμᾶς ·

7.3.8καὶ γὰρ αὐτὸς Ἕλλην εἰμί, Συρακούσιος, γένος Δωριεύς. δεῖ δὲ ὑμᾶς μὴ μόνον εὐγενείᾳ τῶν ἄλλων ἀλλὰ καὶ ἀρετῇ διαφέρειν.

7.3.9μηδεὶς οὖν καταπλαγῇ τὴν πρᾶξιν, ἐφ’ἣν ὑμᾶς παρακαλῶ, καὶ γὰρ δυνατὴν εὑρήσομεν καὶ ῥᾳδίαν, δόξῃ μᾶλλον πείρᾳ δύσκολον. Ἕλληνες ἐν Θερμοπύλαις τοσοῦτοι Ξέρξην ὑπέστησαν. Τύριοι δὲ οὐκ εἰσὶ πεντακόσιαι μυριάδες, ἀλλὰ ὀλίγοι καὶ καταφρονήσει μετ’ἀλαζονείας, οὐ φρονήματι μετ’εὐβουλίας χρώμενοι.

7.3.10γνώτωσαν οὖν πόσον Ἕλληνες Φοινίκων διαφέρουσιν. ἐγὼ δὲ οὐκ ἐπιθυμῶ στρατηγίας, ἀλλ’ἕτοιμος ἀκολουθεῖν ὅστις ἂν ὑμῶν ἄρχειν θέλῃ · πειθόμενον γὰρ εὑρήσει, ἐπεὶ καὶ δόξης οὐκ ἐμῆς ἀλλὰ κοινῆς ὀρέγομαι. πάντες ἐπεβόησαν σὺ στρατήγει βουλομένων. ἔφη στρατηγῶ καὶ τὴν ἀρχήν μοι ὑμεῖς δεδώκατε ·

7.3.11διὰ τοῦτο πειράσομαι πάντα πράττειν, ὥστε ὑμᾶς μὴ μετανοεῖν τὴν πρὸς ἐμὲ εὔνοιάντε καὶ πίστιν ᾑρημένους. ἀλλ’ἔντε τῷ παρόντι σὺν θεοῖς ἔνδοξοι καὶ περίβλεπτοι γενήσεσθε καὶ πλουσιώτατοι τῶν συμμάχων, εἴςτε τὸ μέλλον ὄνομα καταλείψετε τῆς ἀρετῆς ἀθάνατον καὶ πάντες ὑμνήσουσιν ὡς τοὺς μετὰ Ὀθρυάδου τριακοσίους τοὺς μετὰ Λεωνίδου, οὕτως καὶ τοὺς μετὰ Χαιρέου ἀνευφημήσουσιν. ἔτι λέγοντος πάντες ἀνέκραγον ἡγοῦ, καὶ πάντες ὥρμησαν ἐπὶ τὰ ὅπλα.

7.4

7.4.1κοσμήσας δὲ αὐτοὺς Χαιρέας ταῖς καλλίσταις πανοπλίαις ἤγαγεν ἐπὶ τὴν βασιλέως σκηνήν. ἰδὼν δὲ Αἰγύπτιος ἐθαύμασε καὶ ἄλλους ὁρᾶν ὑπελάμβανεν, οὐ τοὺς συνήθεις, ἐπηγγείλατο δὲ αὐτοῖς μεγάλας δωρεάς.

7.4.2ταῦτα μὲν ἔφη Χαιρέας πιστεύομεν · σὺ δὲ ἔχε τὴν ἄλλην στρατιὰν ἐν τοῖς ὅπλοις καὶ μὴ πρότερον ἐπέλθῃς τῇ Τύρῳ, πρὶν κρατήσωμεν αὐτῆς καὶ ἀναβάντες ἐπὶ τὰ τείχη καλῶμεν ὑμᾶς.

7.4.3οὕτως ἔφη ποιήσειαν οἱ θεοί. συνεσπειραμένους οὖν Χαιρέας ἐκείνους ἤγαγεν ἐπὶ τὴν Τύρον, ὥστε πολὺ ἐλάττονας δόξαι · καὶ ὡς ἀληθῶς ἀσπὶς ἄρ’ἀσπίδ’ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ἀνήρ. καὶ τὸ μὲν πρῶτον οὐ δὲ καθεωρῶντο ὑπὸ τῶν πολεμίων · ὡς δ’ἐγγὺς ἦσαν, βλέποντες αὐτοὺς οἱ ἀπὸ τῶν τειχῶν ἐσήμαινον τοῖς ἔνδον, πᾶν μᾶλλον πολεμίους εἶναι προσδοκῶντες.

7.4.4τίς γὰρ ἂν καὶ προσεδόκησε τοσούτους ὄντας ἐπὶ τὴν δυνατωτάτην πόλιν παραγίνεσθαι, πρὸς ἣν οὐδέποτε ἐθάρρησεν ἐλθεῖν οὐ δὲ πᾶσα τῶν Αἰγυπτίων δύναμις; ἐπεὶ δὲ τοῖς τείχεσιν ἐπλησίαζον, ἐπυνθάνοντο τίνες εἶεν καὶ τί βούλοιντο.

7.4.5Χαιρέας δὲ ἀπεκρίνατο ἡμεῖς Ἕλληνες μισθοφόροι παρὰ τοῦ Αἰγυπτίου τὸν μισθὸν οὐκ ἀπολαμβάνοντες ἀλλὰ καὶ ἐπιβουλευθέντες ἀπολέσθαι πάρεσμεν πρὸς ὑμᾶς, μεθ’ὑμῶν ἀμύνεσθαι θέλοντες τὸν κοινὸν ἐχθρόν.

7.4.6ἐμήνυσέ τις ταῦτα τοῖς ἔνδον καὶ ἀνοίξας τὰς πύλας προῆλθεν στρατηγὸς μετ’ὀλίγων. τοῦτον πρῶτον Χαιρέας ἀποκτείνας ὥρμησεν ἐπὶ τοὺς ἄλλους, τύπτε δ’ἐπιστροφάδην · τῶν δὲ στόνος ὤρνυτ’ἀεικής. ἄλλος δ’ἄλλον ἐφόνευεν, ὥσπερ λέοντες εἰς ἀγέλην βοῶν ἐμπεσόντες ἀφύλακτον · οἰμωγὴ δὲ καὶ θρῆνος κατεῖχε τὴν πόλιν ἅπασαν, ὀλίγων μὲν τὸ γινόμενον ὁρώντων, πάντων δὲ θορυβουμένων.

7.4.7καὶ ὄχλος ἄτακτος ἐξεχεῖτο διὰ τῆς πύλης, βουλόμενος θεάσασθαι τὸ συμβεβηκός. τοῦτο μάλιστα τοὺς Τυρίους ἀπώλεσεν.

7.4.8οἱ μὲν γὰρ ἔνδοθεν ἐξελθεῖν ἐβιάζοντο, οἱ δὲ ἔξω παιόμενοι καὶ κεντούμενοι ξίφεσι καὶ λόγχαις εἴσω πάλιν ἔφευγον, ἀπαντῶντες δ’ἀλλήλοις ἐν στενοχωρίᾳ πολλὴν ἐξουσίαν παρεῖχον τοῖς φονεύουσιν. οὔκουν οὐ δὲ τὰς πύλας δυνατὸν ἦν κλεῖσαι, σεσωρευμένων ἐν αὐταῖς τῶν νεκρῶν.

7.4.9ἐν δὲ τῷ ἀδιηγήτῳ τούτῳ ταράχῳ μόνος ἐσωφρόνησε Χαιρέας · βιασάμενος γὰρ τοὺς ἀπαντῶντας καὶ εἴσω τῶν πυλῶν γενόμενος ἀνεπήδησεν ἐπὶ τὰ τείχη δέκατος αὐτὸς καὶ ἄνωθεν ἐσήμαινε καλῶν τοὺς Αἰγυπτίους, οἱ δὲ λόγου θᾶττον παρῆσαν καὶ Τύρος ἑαλώκει.

7.4.10Τύρου δὲ ἁλούσης οἱ μὲν ἄλλοι πάντες ἑώρταζον, μόνος δὲ Χαιρέας οὔτε ἔθυσεν οὔτε ἐστεφανώσατο. τί γάρ μοι ὄφελος ἐπινικίων, ἂν σύ, Καλλιρρόη, μὴ βλέπῃς; οὐκέτι στεφανώσομαι μετ’ἐκείνην τὴν γαμήλιον νύκτα. εἴτε γὰρ τέθνηκας, ἀσεβῶ, εἴτε καὶ ζῇς, πῶς ἑορτάζειν δύναμαι δίχα σοῦ, κατακειμένης ἂν ἐν τοιούτοις;

7.4.11βασιλεὺς δὲ Περσῶν διαβὰς τὸν Εὐφράτην ἔσπευδεν ὡς τάχιστα τοῖς πολεμίοις συμμίξαι. πυθόμενος γὰρ Τύρον ἑαλωκέναι περὶ Σιδῶνος ἐφοβεῖτο καὶ τῆς ὅλης Συρίας, ὁρῶν τὸν πολέμιον ἀντίπαλον ἤδη.

7.4.12διὰ τοῦτο ἔδοξεν αὐτῷ μηκέτι μετὰ πάσης τῆς θεραπείας ὁδεύειν, ἀλλ’εὐζωνότερον, ἵνα μηδὲν ἐμπόδιον τῷ τάχει. παραλαβὼν δὲ τῆς στρατιᾶς τὸ καθαρώτατον τὴν ἄχρηστον ἡλικίαν αὐτοῦ κατέλιπε μετὰ τῆς βασιλίδος καὶ τὰ χρήματα καὶ τὰς ἐσθῆτας καὶ τὸν πλοῦτον τὸν βασιλικόν.

7.4.13ἐπεὶ δὲ πάντα θορύβου καὶ ταραχῆς ἐπέπληστο καὶ μέχρις Εὐφράτου τὰς πόλεις κατειλήφει πόλεμος, ἔδοξεν ἀσφαλέστερον εἶναι, τοὺς καταλειπομένους εἰς Ἄραδον ἀποθέσθαι.

7.5

7.5.1νῆσος δέ ἐστιν αὕτη ἀπέχουσα τῆς ἠπείρου σταδίους τριάκοντα, παλαιὸν ἱερὸν ἔχουσα Ἀφροδίτης. ὥσπερ οὖν ἐν οἰκίᾳ, μετὰ πάσης ἀδείας αἱ γυναῖκες ἐνταῦθα διῆγον.

7.5.2θεασαμένη δὲ Καλλιρρόη τὴν Ἀφροδίτην, στᾶσα καταντικρὺ τὸ μὲν πρῶτον ἐσιώπα καὶ ἔκλαεν, ὀνειδίζουσα τῇ θεῷ τὰ δάκρυα · μόλις δὲ ὑπεφθέγξατο ἰδοὺ καὶ Ἄραδος, μικρὰ νῆσος ἀντὶ τῆς μεγάλης Σικελίας καὶ οὐδεὶς ἐνταῦθα ἐμός.

7.5.3ἀρκεῖ δέσποινα. μέχρι πότε με πολεμεῖς; εἰ καὶ ὅλως σοι προσέκρουσα, τετιμώρησαί με · εἰ καὶ νεμεσητὸν ἔδοξέ μοι τὸ δυστυχὲς κάλλος, ὀλέθρου μοι γέγονεν αἴτιον. μόνον ἔλιπέ μου ταῖς συμφοραῖς, ἤδη καὶ πολέμου πεπείραμαι.

7.5.4πρὸς τὴν σύγκρισιν τῶν παρόντων ἦν μοι καὶ Βαβυλὼν φιλάνθρωπος. ἐγγὺς ἐκεῖ Χαιρέας ἦν. νῦν δὲ πάντως τέθνηκεν · ἐμοῦ γὰρ ἐξελθούσης οὐκ ἂν ἔζησεν. ἀλλ’οὐκ ἔχω παρὰ τίνος πύθωμαι τί γέγονε.

7.5.5πάντες ἀλλότριοι, πάντες βάρβαροι, φθονοῦντες, μισοῦντες, τῶν δὲ μισούντων χείρονες οἱ φιλοῦντες. σύ μοι, δέσποινα, δήλωσον εἰ Χαιρέας ζῇ. ταῦτα λέγουσα ἔτι ἀπῄει · ἐπιστᾶσα δὲ Ῥοδογύνη, Ζωπύρου μὲν θυγάτηρ, γυνὴ δὲ Μεγαβύζου, καὶ πατρὸς καὶ ἀνδρὸς Περσῶν ἀρίστων αὕτη δὲ ἦν Καλλιρρόῃ ἀπαντήσασα πρώτη Περσίδων, ὅτε εἰς Βαβυλῶνα εἰσῄει.

7.5.6 δὲ Αἰγύπτιος ἐπειδήπερ ἤκουσε βασιλέα πλησίον ὄντα καὶ παρεσκευασμένον κατὰ γῆν καὶ κατὰ θάλασσαν, καλέσας Χαιρέαν εἶπε τὰ μὲν πρῶτά σου τῶν κατορθωμάτων ἀμείψασθαι καιρὸν οὐκ ἔσχον · σὺ γάρ μοι Τύρον ἔδωκας · περὶ δὲ τῶν ἑξῆς παρακαλῶ, μὴ ἀπολέσωμεν ἕτοιμα ἀγαθά, ὧν κοινωνόν σε ποιήσομαι.

7.5.7ἐμοὶ μὲν γὰρ ἀρκεῖ Αἴγυπτος, σοὶ δὲ γενήσεται κτῆμα Συρία. φέρ’οὖν σκεψώμεθα τί ποιητέον · ἐν ἀμφοτέροις γὰρ τοῖς στοιχείοις πόλεμος ἀκμάζει. σοὶ δὲ ἐπιτρέπω τὴν αἵρεσιν, εἴτε τῆς πεζῆς θέλεις στρατηγεῖν εἴτε τῆς ναυτικῆς δυνάμεως.

7.5.8οἴομαι δὲ οἰκειότερόν σοι εἶναι τὴν θάλασσαν · ὑμεῖς γὰρ οἱ Συρακούσιοι καὶ Ἀθηναίους κατεναυμαχήσατε. σήμερον δὲ ἀγών ἐστί σοι πρὸς Πέρσας τοὺς ὑπὸ Ἀθηναίων νενικημένους. ἔχεις τριήρεις Αἰγυπτίας, μείζονας καὶ πλείονας τῶν Σικελικῶν · μίμησαι τὸν κηδεστὴν Ἑρμοκράτην ἐν τῇ θαλάσσῃ. Χαιρέας δὲ ἀπεκρίνατο πᾶς ἐμοὶ κίνδυνος ἡδύς · ὑπὲρ σοῦ δὲ ἀναδέξομαι τὸν πόλεμον καὶ πρὸς τὸν ἔχθιστόν μοι βασιλέα.

7.5.9δὸς δέ μοι μετὰ τῶν τριηρῶν καὶ τοὺς τριακοσίους τοὺς ἐμούς. ἔχε φησὶ καὶ τούτους καὶ ἄλλους, ὅσους ἂν θέλῃς. καὶ εὐθὺς ἔργον ἐγένετο λόγος · κατήπειγε γὰρ χρεία. καὶ μὲν Αἰγύπτιος ἔχων τὴν πεζὴν στρατιὰν ἀπήντα τοῖς πολεμίοις, δὲ Χαιρέας ναύαρχος ἀπεδείχθη.

7.5.10τοῦτο ἀθυμοτέρους ἐποίησε τοὺς πεζούς, ὅτι μετ’αὐτῶν οὐκ ἐστρατεύσατο Χαιρέας, καὶ γὰρ ἐφίλουν αὐτὸν ἤδη καὶ ἀγαθὰς εἶχον ἐλπίδας ἐκείνου στρατηγοῦντος. ἔδοξεν οὖν ὥσπερ ὀφθαλμὸς ἐξῃρῆσθαι μεγάλου σώματος.

7.5.11τὸ δὲ ναυτικὸν ἐπήρθη ταῖς ἐλπίσι καὶ φρονήματος ἐνεπλήσθησαν, ὅτι τὸν ἀνδρειότατον καὶ κάλλιστον εἶχον ἡγούμενον. ὀλίγοντε ἐπένθουν οὐδέν, ἀλλὰ ὥρμηντο καὶ τριήραρχοι καὶ κυβερνῆται καὶ ναῦται καὶ στρατιῶται πάντες ὁμοίως, τίς προθυμίαν ἐπιδείξεται Χαιρέᾳ πρῶτος.

7.5.12τῆς δὲ αὐτῆς ἡμέρας καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν μάχη συνήφθη. χρόνον μὲν οὖν πολὺν ἀντέσχεν πεζὴ στρατιὰ τῶν Αἰγυπτίων Μήδοιςτε καὶ Πέρσαις, εἶτα πλήθει βιασθέντες ἐνέδωκαν. καὶ βασιλεὺς δὲ ἔφιππος διώκων. σπουδὴ δὲ ἦν τοῦ Αἰγυπτίου καταφυγεῖν εἰς Πηλούσιον, τοῦ δὲ Πέρσου θᾶττον καταλαβεῖν · τάχα δ’ἂν καὶ διέφυγεν, εἰ μὴ Διονύσιος ἔργον θαυμαστὸν ἐπεδείξατο.

7.5.13καὶ ἐν τῇ συμβολῇ ἠγωνίσατο λαμπρῶς, ἀεὶ μαχόμενος πλησίον βασιλέως, ἵνα αὐτὸν βλέπῃ, καὶ πρῶτος ἐτρέψατο τοὺς καθ’αὑτόν · τότε δὲ τῆς φυγῆς μακρᾶς οὔσης καὶ συνεχοῦς ἡμέραιςτε καὶ νυξίν, ὁρῶν ἐπὶ τούτοις λυπούμενον βασιλέα μὴ λυποῦ φησίν, δέσποτα · κωλύσω γὰρ ἐγὼ τὸν Αἰγύπτιον διαφυγεῖν, ἄν μοι δῷς ἱππεῖς ἐπιλέκτους. ἐπῄνεσε βασιλεὺς καὶ δίδωσιν ·

7.5.14 δὲ πεντακισχιλίους λαβὼν συνῆψε σταθμοὺς δύο ἡμέρᾳ μιᾷ, καὶ νυκτὸς ἐπιπεσὼν τοῖς Αἰγυπτίοις ἀπροσδόκητος πολλοὺς μὲν ἐζώγρησε, πλείονας δὲ ἀπέκτεινεν. δὲ Αἰγύπτιος ζῶν καταλαμβανόμενος ἀπέσφαξεν ἑαυτὸν καὶ Διονύσιος τὴν κεφαλὴν ἐκόμισε πρὸς βασιλέα.

7.5.15θεασάμενος δὲ ἐκεῖνος ἀναγράψω σε εἶπεν εὐεργέτην εἰς τὸν οἶκον τὸν ἐμὸν καὶ ἤδη σοι δίδωμι δῶρον τὸ ἥδιστον, οὗ μάλιστα πάντων αὐτὸς ἐπιθυμεῖς, Καλλιρρόην γυναῖκα. κέκρικε τὴν δίκην πόλεμος. ἔχεις τὸ κάλλιστον ἆθλον τῆς ἀριστείας. Διονύσιος δὲ προσεκύνησε καὶ ἰσόθεον ἔδοξεν ἑαυτόν, πεπεισμένος ὅτι βεβαίως ἤδη Καλλιρρόης ἀνήρ ἐστι.

7.6

7.6.1καὶ ἐν μὲν τῇ γῇ ταῦτα ἐπράσσετο · ἐν δὲ τῇ θαλάσσῃ Χαιρέας ἐνίκησεν, ὥστε μη δὲ ἀντίπαλον αὐτῷ γενέσθαι τὸ πολέμιον ναυτικόν · οὔτε γὰρ τὰς ἐμβολὰς ἐδέξαντο τῶν Αἰγυπτίων τριηρῶν, οὔτε ὅλως ἀντίπρῳροι κατέστησαν, ἀλλὰ αἱ μὲν εὐθὺς ἀνετράπησαν, τὰς δὲ καὶ πρὸς τὴν γῆν ἐξενεχθείσας ἐζώγρησεν αὐτάνδρους · ἐνεπλήσθη δὲ θάλασσα ναυαγίων Μηδικῶν.

7.6.2ἀλλ’οὔτε βασιλεὺς ἐγίνωσκε τὴν ἧτταν τὴν ἐν τῇ θαλάσσῃ τῶν ἰδίων οὔτε Χαιρέας τὴν ἐν τῇ γῇ τῶν Αἰγυπτίων, ἐνόμιζε · δὲ ἑκάτερος κρατεῖν ἐν ἀμφοτέροις. ἐκείνης οὖν τῆς ἡμέρας, ἧς ἐναυμάχησε, καταπλεύσας εἰς Ἄραδον Χαιρέας τὴν μὲν νῆσον ἐκέλευσε περιπλέοντας ἐν κύκλῳ παραφυλάττειν, ὡς αὐτῆς ἀποδώσοντας λόγον τῷ δεσπότῃ.

7.6.3 κἀκεῖνοι τοὺς μὲν εὐνούχους καὶ θεραπαινίδας καὶ πάντα τὰ εὐωνότερα σώματα συνήθροισαν εἰς τὴν ἀγοράν, αὕτη γὰρ εὐρυχωρίαν εἶχε. τοσοῦτο δὲ ἦν τὸ πλῆθος, ὥστε οὐ μόνον ἐν ταῖς στοαῖς, ἀλλὰ καὶ ὑπαίθριοι διενυκτέρευσαν.

7.6.4τοὺς δὲ ἀξιώματός τι μετέχοντας εἰς οἴκημα τῆς ἀγορᾶς εἰσήγαγον, ἐν συνήθως οἱ ἄρχοντες ἐχρημάτιζον. αἱ δὲ γυναῖκες χαμαὶ ἐκαθέζοντο περὶ τὴν βασιλίδα καὶ οὔτε πῦρ ἀνῆψαν οὔτε τροφῆς ἐγεύσαντο · πεπυσμέναι γὰρ ἦσαν ἑαλωκέναι μὲν βασιλέα καὶ ἀπολωλέναι τὰ Περσῶν πράγματα, τὸν δὲ Αἰγύπτιον πανταχοῦ νικᾶν.

7.6.5 νὺξ ἐκείνη καὶ ἡδίστη καὶ χαλεπωτάτη κατέσχεν Ἄραδον. Αἰγύπτιοι μὲν γὰρ ἔχαιρον ἀπηλλαγμένοι πολέμου καὶ δουλείας Περσικῆς, οἱ δὲ ἑαλωκότες Περσῶν δεσμὰ καὶ μάστιγας καὶ ὕβρεις καὶ σφαγὰς προσεδόκων, τὸ φιλανθρωπότατον δέ, δουλείαν · δὲ Στάτειρα ἐνθεῖσα τὴν κεφαλὴν εἰς τὰ γόνατα Καλλιρρόης ἔκλαεν · ἐκείνη γάρ, ὡς ἂν Ἑλληνὶς καὶ πεπαιδευμένη καὶ οὐκ ἀμελέτητος κακῶν, παρεμυθεῖτο μάλιστα τὴν βασιλίδα.

7.6.6συνέβη δέ τι τοιοῦτον. Αἰγύπτιος στρατιώτης, πεπιστευμένος φυλάττειν τοὺς ἐν τῷ οἰκήματι, γνοὺς ἔνδον εἶναι τὴν βασιλίδα, κατὰ τὴν ἔμφυτον θρησκείαν τῶν βαρβάρων πρὸς τοὔνομα τὸ βασιλικὸν ἐγγὺς μὲν αὐτῇ προσελθεῖν οὐκ ἐτόλμησε, στὰς δὲ παρὰ τῇ θύρᾳ κεκλεισμένῃ ·

7.6.7θάρρει, δέσποινα εἶπε, νῦν μὲν γὰρ οὐκ οἶδεν ναύαρχος ὅτι καὶ σὺ μετὰ τῶν αἰχμαλώτων ἐνταῦθα κατεκλείσθης, μαθὼν δὲ προνοήσεταί σου φιλανθρώπως · οὐ μόνον γὰρ ἀνδρεῖος, ἀλλὰ καὶ γυναῖκα ποιήσεται · φύσει γάρ ἐστι φιλογύναιος. ταῦτα ἀκούσασα Καλλιρρόη μέγα ἀνεκώκυε καὶ τὰς τρίχας ἐσπάραττε λέγουσα νῦν ἀληθῶς αἰχμάλωτός εἰμι. φόνευσόν με μᾶλλον ταῦτα ἐπαγγέλλου.

7.6.8γάμον οὐχ ὑπομένω · θάνατον εὔχομαι. κεντείτωσαν καὶ καέτωσαν, ἐντεῦθεν οὐκ ἀναστήσομαι · τάφος ἐμὸς ἔσται οὗτος τόπος. εἰ δέ, ὡς λέγεις, φιλάνθρωπός ἐστιν στρατηγός, ταύτην μοι δότω τὴν χάριν ·

7.6.9ἐνταῦθά με ἀποκτεινάτω. δεήσεις αὐτῇ πάλιν ἐκεῖνος προσέφερεν, δ’οὐκ ἀνίστατο, ἀλλ’ἐγκεκαλυμμένη πεσοῦσα ἐπὶ τῆς γῆς ἔκειτο. σκέψις προύκειτο τῷ Αἰγυπτίῳ τί καὶ πράξειε · βίαν μὲν γὰρ οὐκ ἐτόλμα προσφέρειν, πεῖσαι δὲ πάλιν οὐκ ἐδύνατο. διόπερ ὑποστρέψας προσῆλθε τῷ Χαιρέᾳ σκυθρωπός.

7.6.10 δὲ ἰδὼν τοῦτο ἄλλο φησὶν ἦν. κλέπτουσί τινες τὰ κάλλιστα τῶν λαφύρων, ἀλλ’οὐ χαίροντες αὐτὸ πράξουσι. ὡς οὖν εἶπεν Αἰγύπτιος οὐδεμιᾷ γέγονε κακόν, δέσποτα · τὴν γὰρ γυναῖκα, ἣν εὗρον ἐν Πλαταιαῖς τεταγμένην, οὐ βούλεται ἐλθεῖν, ἀλλ’ἔρριπται χαμαί, ξίφος αἰτοῦσα καὶ ἀποθανεῖν βουλομένη, γελάσας Χαιρέας εἶπεν πάντων ἀνθρώπων ἀφυέστατε, οὐκ οἶδας πῶς μεθοδεύεται γυνὴ παρακλήσεσιν, ἐπαίνοις, ἐπαγγελίαις, μάλιστα δέ, ἂν ἐρᾶσθαι δοκῇ; σὺ δὲ βίαν ἴσως προσῆγες καὶ ὕβριν. οὒ φησί, δέσποτα ·

7.6.11πάντα δὲ ταῦτα, ὅσα λέγεις, πεποίηκα ἐν διπλῷ μᾶλλον. καὶ γάρ σου κατεψευσάμην ὅτι ἕξεις αὐτὴν γυναῖκα, δὲ πρὸς τοῦτο μάλιστα ἠγανάκτησεν.

7.6.12 δὲ Χαιρέας ἐπαφρόδιτος ἄρα φησὶν εἰμὶ καὶ ἐράσμιος, εἰ καὶ πρὶν ἰδεῖν ἀπεστράφη με καὶ ἐμίσησεν. ἔοικε δὲ τὸ φρόνημα εἶναι τῆς γυναικὸς οὐκ ἀγεννές. μηδεὶς αὐτῇ προσφερέτω βίαν, ἀλλὰ ἐᾶτε διάγειν ὡς προῄρηται · πρέπει γάρ μοι σωφροσύνην τιμᾶν. καὶ αὐτὴ γὰρ ἴσως ἄνδρα πενθεῖ.