Chariton

Chaereas and Callirhoe, 2

2.1

2.1.1Λεωνᾶς δὲ κελεύσας Φωκᾷ τῷ οἰκονόμῳ πολλὴν ἐπιμέλειαν ἔχειν τῆς γυναικὸς αὐτὸς ἔτι νυκτὸς ἐξῆλθεν εἰς τὴν Μίλητον, σπεύδων εὐαγγελίσασθαι τῷ δεσπότῃ τὰ περὶ τῆς νεωνήτου, μεγάλην οἰόμενος αὐτῷ φέρειν τοῦ πένθους παραμυθίαν. εὗρε δὲ ἔτι κατακείμενον τὸν Διονύσιον · ἀλύων γὰρ ὑπὸ τῆς λύπης οὐ δὲ προῄει τὰ πολλά, καίτοι ποθούσης αὐτὸν τῆς πατρίδος, ἀλλὰ διέτριβεν ἐν τῷ θαλάμῳ, ὡς ἔτι παρούσης αὐτῷ τῆς γυναικός.

2.1.2ἰδὼν δὲ τὸν Λεωνᾶν ἔφη πρὸς αὐτὸν μίαν ταύτην ἐγὼ νύκτα μετὰ τὸν θάνατον τῆς ἀθλίας ἡδέως κεκοίμημαι · καὶ γὰρ εἶδον αὐτὴν ἐναργῶς μείζονάτε καὶ κρείττονα γεγενημένην, καὶ ὡς ὕπαρ μοι συνῆν. ἔδοξα δὲ εἶναι τὴν πρώτην ἡμέραν τῶν γάμων καὶ ἀπὸ τῶν χωρίων μου τῶν παραθαλαττίων αὐτὴν νυμφαγωγεῖν, σοῦ μοι τὸν ὑμέναιον ᾅδοντος. ἔτι δὲ αὐτοῦ διηγουμένου, Λεωνᾶς ἀνεβόησεν εὐτυχὴς εἶ, δέσποτα, καὶ ὄναρ καὶ ὕπαρ.

2.1.3μέλλεις ἀκούειν ταῦτα, τεθέασαι. καὶ ἀρξάμενος αὐτῷ διηγεῖται προσῆλθέ μοί τις ἔμπορος πιπράσκων γυναῖκα καλλίστην, διὰ δὲ τοὺς τελώνας ἔξω τῆς πόλεως ὥρμισε τὴν ναῦν πλησίον τῶν σῶν χωρίων.

2.1.4 κἀγὼ συνταξάμενος ἀπῆλθον εἰς ἀγρόν. ἐκεῖ δὲ συμβαλόντες ἀλλήλοις ἔργῳ μὲν τὴν πρᾶσιν ἀπηρτίκαμεν · ἐγὼ γὰρ ἐκείνῳ τάλαντον δέδωκα · δεῖ δὲ ἐνταῦθα γενέσθαι νομίμως τὴν καταγραφήν.

2.1.5 δὲ Διονύσιος τὸ μὲν κάλλος ἡδέως ἤκουσε τῆς γυναικὸς (ἦν γὰρ φιλογύνης ἀληθῶς), τὴν δὲ δουλείαν ἀηδῶς · ἀνὴρ γὰρ βασιλικός, διαφέρων ἀξιώματι καὶ παιδείᾳ τῆς ὅλης Ἰωνίας, ἀπηξίου κοίτην θεραπαινίδος, καὶ ἀδύνατον εἶπεν, Λεωνᾶ, καλὸν εἶναι σῶμα μὴ πεφυκὸς ἐλεύθερον. οὐκ ἀκούεις τῶν ποιητῶν ὅτι θεῶν παῖδές εἰσιν οἱ καλοί, πολὺ δὲ πρότερον ἀνθρώπων εὐγενῶν; σοὶ δὲ ἤρεσεν ἐπ’ἐρημίας · συνέκρινας γὰρ αὐτὴν ταῖς ἀγροίκοις.

2.1.6ἀλλ’ἐπείπερ ἐπρίω, βάδιζε εἰς τὴν ἀγοράν · Ἄδραστος δὲ ἐμπειρότατος τῶν νόμων διοικήσει τὰς καταγραφάς. ἔχαιρεν Λεωνᾶς ἀπιστούμενος · τὸ γὰρ ἀπροσδόκητον ἔμελλε τὸν δεσπότην μᾶλλον ἐκπλήσσειν. περιιὼν δὲ τοὺς Μιλησίων λιμένας ἅπαντας καὶ τὰς τραπέζας καὶ τὴν πόλιν ὅλην οὐδαμοῦ Θήρωνα εὑρεῖν ἐδύνατο.

2.1.7ἐμπόρους ἐξήταζε καὶ πορθμεῖς, ἐγνώριζε δὲ οὐδείς. ἐν πολλῇ τοίνυν ἀπορίᾳ γενόμενος κωπήρεις λαβὼν παρέπλευσεν ἐπὶ τὴν ἀκτὴν κἀκεῖθεν ἐπὶ τὸ χωρίον · οὐκ ἔμελλε δὲ εὑρήσειν τὸν ἤδη πλέοντα. μόλις οὖν καὶ βραδέως ἀπῆλθε πρὸς τὸν δεσπότην.

2.1.8ἰδὼν δ’αὐτὸν Διονύσιος σκυθρωπὸν ἤρετο τί πέπονθεν · δέ φησιν ἀπολώλεκά σοι, δέσποτα, τάλαντον. συμβαῖνον εἶπεν Διονύσιος ἀσφαλέστερόν σε τοῦτο πρὸς τὰ λοιπὰ ποιήσει. τί δ’ὅμως συμβέβηκε; μή τι νεώνητος ἀποδέδρακεν; οὐκ ἐκείνη φησὶν ἀλλ’ πωλήσας. ἀνδραποδιστὴς ἄρα ἦν, καὶ ἀλλοτρίαν σοι πέπρακε δούλην διὰ τοῦτο ἐπ’ἐρημίας.

2.1.9πόθεν δὲ ἔλεγε τὴν ἄνθρωπον εἶναι; Συβαρῖτιν ἐξ Ἰταλίας, πραθεῖσαν ὑπὸ δεσποίνης κατὰ ζηλοτυπίαν. ζήτησον Συβαριτῶν εἴ τινες ἐπιδημοῦσιν · ἐν δὲ τῷ μεταξὺ ἐκεῖ κατάλιπε τὴν γυναῖκα. τότε μὲν οὖν Λεωνᾶς ἀπῆλθε λυπούμενος, ὡς οὐκ εὐτυχοῦς τῆς πραγματείας αὐτῷ γεγενημένης · ἐπετήρει δὲ καιρὸν ἀναπεῖσαι τὸν δεσπότην ἐξελθεῖν εἰς τὰ χωρία, λοιπὸν μίαν ἔχων ἐλπίδα τὴν ὄψιν τῆς γυναικός.

2.2

2.2.1πρὸς δὲ τὴν Καλλιρρόην εἰσῆλθον αἱ ἄγροικοι γυναῖκες καὶ εὐθὺς ὡς δέσποιναν ἤρξαντο κολακεύειν. Πλαγγὼν δέ, τοῦ οἰκονόμου γυνή, ζῶον οὐκ ἄπρακτον, ἔφη πρὸς αὐτὴν ζητεῖς μέν, τέκνον, πάντως τοὺς σεαυτῆς · ἀλλὰ καλῶς καὶ τοὺς ἐνθάδε νόμιζε σούς · Διονύσιος γάρ, δεσπότης ἡμῶν, χρηστός ἐστι καὶ φιλάνθρωπος. εὐτυχῶς σε ἤγαγεν εἰς ἀγαθὴν θεὸς οἰκίαν.

2.2.2ὥσπερ ἐν πατρίδι διάξεις. ἐκ μακρᾶς οὖν θαλάσσης ἀπόλουσαι τὴν ἄσιν · ἔχεις θεραπαινίδας. μόλις μὲν καὶ μὴ βουλομένην, προήγαγε δ’ὅμως εἰς τὸ βαλανεῖον. εἰσελθοῦσαν δὲ ἤλειψάντε καὶ ἀπέσμηξαν ἐπιμελῶς καὶ μᾶλλον ἀποδυσαμένης κατεπλάγησαν · ὥστε ἐνδεδυμένης αὐτῆς θαυμάζουσαι τὸ πρόσωπον θεῖον πρόσωπον ἔδοξαν ἰδοῦσαι · χρὼς γὰρ λευκὸς ἔστιλψεν εὐθὺς μαρμαρυγῇ τινι ὅμοιον ἀπολάμπων · τρυφερὰ δὲ σάρξ, ὥστε δεδοικέναι μὴ καὶ τῶν δακτύλων ἐπαφὴ μέγα τραῦμα ποιήσῃ.

2.2.3ἡσυχῆ δὲ διελάλουν πρὸς ἀλλήλας καλὴ μὲν δέσποινα ἡμῶν καὶ περιβόητος · ταύτης δὲ ἂν θεραπαινὶς ἔδοξεν. ἐλύπει τὴν Καλλιρρόην ἔπαινος καὶ τοῦ μέλλοντος οὐκ ἀμάντευτος ἦν. ἐπεὶ δὲ ἐλέλουτο καὶ τὴν κόμην συνεδέσμουν, καθαρὰς αὐτῇ προσήνεγκαν ἐσθῆτας · δὲ οὐ πρέπειν ἔλεγε ταῦτα τῇ νεωνήτῳ.

2.2.4χιτῶνά μοι δότε δουλικόν · καὶ γὰρ ὑμεῖς ἐστέ μου κρείττονες. ἐνεδύσατο μὲν οὖν τι τῶν ἐπιτυχόντων · κἀκεῖνο δὲ ἔπρεπεν αὐτῇ καὶ πολυτελὲς ἔδοξε καταλαμπόμενον ὑπὸ κάλλους.

2.2.5ἐπεὶ δὲ ἠρίστησαν αἱ γυναῖκες, λέγει Πλαγγὼν ἐλθὲ πρὸς τὴν Ἀφροδίτην καὶ εὖξαι περὶ σαυτῆς · ἐπιφανὴς δέ ἐστιν ἐνθάδε θεός, καὶ οὐ μόνον οἱ γείτονες, ἀλλὰ καὶ οἱ ἐξ ἄστεος παραγινόμενοι θύουσιν αὐτῇ. μάλιστα δὲ ἐπήκοος Διονυσίῳ · ἐκεῖνος οὐδέποτε παρῆλθεν αὐτήν.

2.2.6εἶτα διηγοῦντο τῆς θεοῦ τὰς ἐπιφανείας καί τις εἶπε τῶν ἀγροίκων δόξεις, γύναι, θεασαμένη τὴν Ἀφροδίτην εἰκόνα βλέπειν σεαυτῆς. ἀκούσασα δὲ Καλλιρρόη δακρύων ἐνεπλήσθη καὶ λέγει πρὸς ἑαυτὴν οἴμοι τῆς συμφορᾶς, κἀνταῦθά ἐστιν Ἀφροδίτη θεὸς ἐμοὶ τῶν πάντων κακῶν αἰτία. πλὴν ἄπειμι, θέλω γὰρ αὐτὴν πολλὰ μέμψασθαι.

2.2.7τὸ δὲ ἱερὸν πλησίον ἦν τῆς ἐπαύλεως παρ’αὐτὴν τὴν λεωφόρον. προσκυνήσασα δὲ Καλλιρρόη καὶ τῶν ποδῶν λαβομένη τῆς Ἀφροδίτης σύ μοι φησὶ πρώτη Χαιρέαν ἔδειξας, συναρμόσασα δὲ καλὸν ζεῦγος οὐκ ἐτήρησας · καίτοιγε ἡμεῖς σε ἐκοσμοῦμεν.

2.2.8ἐπεὶ δὲ οὕτως ἐβουλήθης, μίαν αἰτοῦμαι παρὰ σοῦ χάριν · μηδενί με ποιήσῃς μετ’ἐκεῖνον ἀρέσαι. πρὸς τοῦτο ἀνένευσεν Ἀφροδίτη · μήτηρ γάρ ἐστι τοῦ Ἔρωτος, καὶ πάλιν ἄλλον ἐπολιτεύετο γάμον, ὃν οὐ δὲ αὐτὸν ἔμελλε τηρήσειν. ἀπαλλαγεῖσα δὲ Καλλιρρόη λῃστῶν καὶ θαλάσσης τὸ ἴδιον κάλλος ἀνελάμβανεν, ὥστε θαυμάζειν τοὺς ἀγροίκους καθ’ἡμέραν εὐμορφοτέρας αὐτῆς βλεπομένης.

2.3

2.3.1 δὲ Λεωνᾶς, καιρὸν ἐπιτήδειον εὑρών, Διονυσίῳ λόγους προσήνεγκε τοιούτους ἐν τοῖς παραθαλασσίοις, δέσποτα, χωρίοις οὐ γέγονας ἤδη χρόνῳ πολλῷ καὶ ποθεῖ τὰ ἐκεῖ τὴν σὴν ἐπιδημίαν. ἀγέλας σε δεῖ καὶ φυτείας θεάσασθαι, καὶ συγκομιδὴ τῶν καρπῶν ἐπείγει.

2.3.2χρῆσαι καὶ τῇ πολυτελείᾳ τῶν οἰκιῶν, ἅς σοῦ κελεύσαντος ᾠκοδομήσαμεν · οἴσεις δὲ καὶ τὸ πένθος ἐλαφρότερον ἐκεῖ, περισπώμενος ὑπὸ τῆς τῶν ἀγρῶν ἀπολαύσεως καὶ διοικήσεως. ἐὰν δέ τινα ἐπαινέσῃς βουκόλον ποιμένα, δώσεις αὐτῷ τὴν νεώνητον γυναῖκα. ἤρεσε τῷ Διονυσίῳ ταῦτα καὶ προεῖπε τὴν ἔξοδον εἰς ῥητὴν ἡμέραν.

2.3.3παραγγελίας δὲ γενομένης παρεσκεύαζον ἡνίοχοι μὲν ὀχήματα, ἱπποκόμοι δὲ ἵππους, ναῦται δὲ πορθμεῖα · φίλοι παρεκαλοῦντο συνοδεύειν καὶ πλῆθος ἀπελευθέρων · φύσει γὰρ ἦν Διονύσιος μεγαλοπρεπής.

2.3.4ἐπεὶ δὲ πάντα εὐτρέπιστο, τὴν μὲν παρασκευὴν καὶ τοὺς πολλοὺς ἐκέλευσε διὰ θαλάσσης κομίζεσθαι, τὰ δὲ ὀχήματα ἐπακολουθεῖν, ὅταν αὐτὸς προέλθῃ, πενθοῦντι γὰρ μὴ πρέπειν πομπήν. ἅμα δὲ τῇ ἕῳ, πρὶν αἰσθέσθαι τοὺς πολλούς, ἵππου ἐπέβη, πέμπτος δέ εἷς ἦν ἐν αὐτοῖς καὶ Λεωνᾶς.

2.3.5 μὲν οὖν Διονύσιος ἐξήλαυνεν εἰς τοὺς ἀγρούς, δὲ Καλλιρρόη τῆς νυκτὸς ἐκείνης θεασαμένη τὴν Ἀφροδίτην ἐβουλήθη καὶ πάλιν αὐτὴν προσκυνῆσαι · καὶ μὲν ἑστῶσα εὔχετο, Διονύσιος δὲ ἀποπηδήσας ἀπὸ τοῦ ἵππου πρῶτος εἰσῆλθεν εἰς τὸν νεών. ψόφου δὲ ποδῶν αἰσθομένη Καλλιρρόη πρὸς αὐτὸν ἐπεστράφη.

2.3.6θεασάμενος οὖν Διονύσιος ἀνεβόησεν ἵλεως εἴης, Ἀφροδίτη, καὶ ἐπ’ἀγαθῷ μοι φανείης. καταπίπτοντα δὲ αὐτὸν ἤδη Λεωνᾶς ὑπέλαβε καὶ αὕτη φησίν, δέσποτα, νεώνητος · μηδὲν ταραχθῇς. καὶ σὺ δέ, γύναι, πρόσελθε τῷ κυρίῳ. Καλλιρρόη μὲν οὖν πρὸς τοὔνομα τοῦ κυρίου πηγὴν ἀφῆκε δακρύων, κάτω κύψασα, ὀψὲ μεταμανθάνουσα τὴν ἐλευθερίαν · δὲ Διονύσιος, πλήξας τὸν Λεωνᾶν ἀσεβέστατε εἶπεν, ὡς ἀνθρώποις διαλέγῃ τοῖς θεοῖς;

2.3.7σὺ ταύτην λέγεις ἀργυρώνητον καὶ ὡς οὐχ εὗρες τὸν πιπράσκοντα; οὐκ ἤκουσας οὐ δὲ Ὁμήρου διδάσκοντος ἡμᾶς καίτε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσιν ἀνθρώπων ὕβριντε καὶ εὐνομίην ἐφορῶσι . […] τὸ γοῦν λοιπὸν παῦσαί μου καταγελῶν καὶ θεὸν εἶναι νομίζων τὴν οὐ δὲ ἄνθρωπον εὐτυχῆ.

2.3.8λαλούσης δὲ αὐτῆς φωνὴ τῷ Διονυσίῳ θεία τις ἐφάνη · μουσικὸν γὰρ ἐφθέγγετο καὶ ὥσπερ κιθάρας ἀπεδίδου τὸν ἦχον. ἀπορηθεὶς οὖν καὶ ἐπὶ πλέον ὁμιλεῖν καταιδεσθεὶς ἀπῆλθεν εἰς τὴν ἔπαυλιν, φλεγόμενος ἤδη τῷ ἔρωτι. μετ’οὐ πολὺ δὲ ἧκεν ἐξ ἄστεος παρασκευή, καὶ ταχεῖα φήμη διέδραμε τοῦ γεγονότος.

2.3.9ἔσπευδον οὖν πάντες τὴν γυναῖκα ἰδεῖν, προσεποιοῦντο δὲ πάντες τὴν Ἀφροδίτην προσκυνεῖν. αἰδουμένη δὲ Καλλιρρόη τὸ πλῆθος οὐκ εἶχεν τι πράξειε · πάντα γὰρ ἦν αὐτῇ ξένα καὶ οὐκ ἔβλεπεν οὐ δὲ τὴν συνήθη Πλαγγόνα, ἀλλ’ἐκείνη περὶ τὴν ὑποδοχὴν ἐγίνετο τοῦ δεσπότου.

2.3.10προκοπτούσης δὲ τῆς ὥρας καὶ μηδενὸς ἥκοντος εἰς τὴν ἔπαυλιν, ἀλλὰ πάντων ἑστώτων ἐκεῖ ὡς κεκηλημένων, συνῆκε Λεωνᾶς τὸ γεγονὸς καὶ ἀφικόμενος εἰς τὸ τέμενος ἐξήγαγε τὴν Καλλιρρόην. τότε δὲ ἦν ἰδεῖν ὅτι φύσει γίνονται βασιλεῖς, ὥσπερ ἐν τῷ σμήνει τῶν μελισσῶν · ἠκολούθουν γὰρ ἅπαντες καθάπερ ὑπὸ τοῦ κάλλους δεσποίνῃ κεχειροτονημένῃ.

2.4

2.4.1 μὲν οὖν ἀπῆλθεν εἰς τὴν οἴκησιν τὴν συνήθη · Διονύσιος δὲ ἐτέτρωτο μέν, τὸ δὲ τραῦμα περιστέλλειν ἐπειρᾶτο. οἷα δὲ πεπαιδευμένος ἀνὴρ καὶ ἐξαιρέτως ἀρετῆς ἀντιποιούμενος, μήτε τοῖς οἰκέταις ἐθέλων εὐκαταφρόνητος δοκεῖν μήτε μειρακιώδης τοῖς φίλοις, διεκαρτέρει παρ’ὅλην τὴν ἑσπέραν, οἰόμενος μὲν λανθάνειν, κατάδηλος δὲ γινόμενος ἐκ τῆς σιωπῆς.

2.4.2μοῖραν δέ τινα λαβόμενος ἀπὸ τοῦ δείπνου ταύτην φησὶ κομισάτω τις τῇ ξένῃ. μὴ εἴπητε δὲ ὅτι παρὰ τοῦ κυρίου, ἀλλ’ὅτι παρὰ Διονυσίου. τὸν μὲν οὖν πότον προήγαγεν ἐπὶ πλεῖστον · ἠπίστατο γὰρ ὅτι οὐ μέλλει καθεύδειν. ἀγρυπνεῖν οὖν ἐβούλετο μετὰ τῶν φίλων.

2.4.3ἐπεὶ δὲ προύκοπτε τὰ τῆς νυκτός, ἀναλύσας ὕπνου μὲν οὐκ ἐλάγχανεν, ὅλος δὲ ἦν ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ καὶ πάντων ἀνεμιμνήσκετο, τοῦ προσώπου, τῆς κόμης, πῶς ἐστράφη, πῶς ἐνέβλεψε, τῆς φωνῆς, τοῦ σχήματος, τῶν ῥημάτων · ἐξέκαε δὲ αὐτὸν καὶ τὰ δάκρυα.

2.4.4τότ’ἦν ἰδεῖν ἀγῶνα λογισμοῦ καὶ πάθους. καίτοι γὰρ βαπτιζόμενος ὑπὸ τῆς ἐπιθυμίας γενναῖος ἀνὴρ ἐπειρᾶτο ἀντέχεσθαι, καθάπερ δὲ ἐκ κύματος ἀνέκυπτε λέγων πρὸς ἑαυτὸν οὐκ αἰσχύνῃ, Διονύσιε, ἀνὴρ πρῶτος τῆς Ἰωνίας ἕνεκεν ἀρετῆςτε καὶ δόξης, ὃν θαυμάζουσι σατράπαι καὶ βασιλεῖς καὶ πόλεις, παιδαρίου πράγματα πάσχων; ἅπαξ ἰδὼν ἐρᾷς, καὶ ταῦτα πενθῶν, πρὶν ἀφοσιώσασθαι τοὺς τῆς ἀθλίας δαίμονας.

2.4.5τούτου γε ἧκες εἰς ἀγρὸν ἵνα μελανείμων γάμους θύσῃς, καὶ γάμους δούλης, τάχα δὲ καὶ ἀλλοτρίας; οὐκ ἔχεις γὰρ αὐτῆς οὐ δὲ τὴν καταγραφήν. ἐφιλονείκει δὲ Ἔρως βουλευομένου καλῶς καὶ ὕβριν ἐδόκει τὴν σωφροσύνην τὴν ἐκείνου · διὰ τοῦτο ἐπυρπόλει σφοδρότερον ψυχὴν ἐν ἔρωτι φιλοσοφοῦσαν.

2.4.6μηκέτ’οὖν φέρων μόνος αὑτῷ διαλέγεσθαι, Λεωνᾶν μετεπέμψατο, κληθεὶς δὲ ἐκεῖνος συνῆκε μὲν τὴν αἰτίαν, προσεποιεῖτο δὲ ἀγνοεῖν καὶ ὥσπερ τεταραγμένος τί φησὶν ἀγρυπνεῖς, δέσποτα; μή τις πάλιν σε λύπη κατείληφε τῆς τεθνηκυίας γυναικός; γυναικὸς μὲν εἶπεν Διονύσιος, ἀλλ’οὐ τῆς τεθνηκυίας. οὐδὲν δὲ ἀπόρρητόν ἐστί μοι πρὸς σὲ δι’εὔνοιάντε καὶ πίστιν.

2.4.7ἀπολώλεκας, Λεωνᾶ. σύ μοι τῶν κακῶν αἴτιος. πῦρ ἐκόμισας εἰς τὴν οἰκίαν, μᾶλλον δὲ εἰς τὴν ἐμὴν ψυχήν. ταράσσει δέ με τὸ ἄδηλον τὸ περὶ τῆς γυναικός. μῦθόν μοι διηγῇ ἔμπορον πτηνόν, ὃν οὐκ οἶδας οὔτ’ὁπόθεν ἦλθεν οὔθ’ὅποι πάλιν ἀπῆλθεν. ἔχων δὲ τίς τοιοῦτον κάλλος ἐν ἐρημίᾳ πιπράσκει ταλάντου τὴν τῶν βασιλέως χρημάτων ἀξίαν; δαίμων σέ τις ἐξηπάτησεν.

2.4.8ἐπίστησον οὖν καὶ ἀναμνήσθητι τῶν γενομένων. τίνα εἶδες; τίνι ἐλάλησας; εἰπέ μοι τἀληθές. οὐ πλοῖον ἐθεάσω. οὐκ εἶδον, δέσποτα, ἀλλὰ ἤκουσα. τοῦτο ἐκεῖνο · μία Νυμφῶν Νηρηίδων ἐκ θαλάσσης ἀνελήλυθε. καταλαμβάνουσι δὲ καὶ δαίμονας καιροί τινες εἱμαρμένης ἀνάγκην φέροντες ὁμιλίας μετ’ἀνθρώπων · ταῦτα ἡμῖν ἱστοροῦσι ποιηταίτε καὶ συγγραφεῖς.

2.4.9ἡδέως ἀνέπειθεν αὑτὸν Διονύσιος ἀποσεμνύνειν τὴν γυναῖκα καὶ σεβασμιωτέραν ἀποφαίνειν κατ’ἀνθρώπων ὁμιλίαν. Λεωνᾶς δὲ χαρίσασθαι τῷ δεσπότῃ βουλόμενος εἶπε τίς μὲν ἐστί, δέσποτα, μὴ πολυπραγμονῶμεν · ἄξω δὲ αὐτήν, εἰ θέλεις, πρὸς σέ, καὶ μὴ ἔχε λύπην. ἀποτυγχάνεις ἐν ἔρωτος ἐξουσίᾳ;

2.4.10οὐκ ἂν ποιήσαιμι φησὶν Διονύσιος, πρὶν μαθεῖν τίς γυνὴ καὶ πόθεν. ἕωθεν οὖν πυθώμεθα παρ’αὐτῆς τὴν ἀλήθειαν. μεταπέμψομαι δ’αὐτὴν οὐκ ἐνθάδε, μὴ καί τινος βιαιοτέρου λάβωμεν ὑποψίαν, ἀλλ’ὅπου πρῶτον αὐτὴν ἐθεασάμην, ἐπὶ τῆς Ἀφροδίτης γενέσθωσαν ἡμῖν οἱ λόγοι.

2.5

2.5.1ταῦτα ἔδοξε, καὶ τῇ ὑστεραίᾳ μὲν Διονύσιος παραλαβὼν φίλουςτε καὶ ἀπελευθέρους καὶ τῶν οἰκετῶν τοὺς πιστοτάτους, ἵνα ἔχῃ καὶ μάρτυρας, ἧκεν εἰς τὸ τέμενος, οὐκ ἀμελῶς σχηματίσας ἑαυτόν, ἀλλὰ κοσμήσας ἠρέμα τὸ σῶμα, ὡς ἂν ἐρωμένῃ μέλλων ὁμιλεῖν.

2.5.2ἦν δὲ καὶ φύσει καλόςτε καὶ μέγας καὶ μάλιστα πάντων σεμνὸς ὀφθῆναι. Λεωνᾶς δὲ παραλαβὼν τὴν Πλαγγόνα καὶ μετ’αὐτῆς τὰς συνήθεις τῇ Καλλιρρόῃ θεραπαινίδας ἧκε πρὸς αὐτὴν καὶ λέγει Διονύσιος ἀνὴρ δικαιότατός ἐστι καὶ νομιμώτατος.

2.5.3ἧκε τοίνυν εἰς τὸ ἱερόν, γύναι, καὶ πρὸς αὐτὸν εἰπὲ τὴν ἀλήθειαν, τίς οὖσα τυγχάνεις · οὐ γὰρ ἀτυχήσεις οὐδεμιᾶς δικαίας βοηθείας. ἀλλὰ μόνον ἁπλῶς αὐτῷ διαλέγου, καὶ μηδὲν ἀποκρύψῃς τῶν ἀληθῶν · τοῦτο γὰρ αὐτοῦ ἐκκαλέσεται μᾶλλον τὴν εἴς σε φιλανθρωπίαν. ἄκουσα μὲν οὖν ἐβάδιζεν Καλλιρρόη, θαρροῦσα δ’ὅμως διὰ τὸ ἐν ἱερῷ γενήσεσθαι τὴν ὁμιλίαν αὐτοῖς.

2.5.4ἐπεὶ δὲ ἧκεν, ἔτι μᾶλλον αὐτὴν ἐθαύμασαν ἅπαντες. καταπλαγεὶς οὖν Διονύσιος ἄφωνος ἦν. οὔσης δὲ ἐπὶ τὸ πλεῖστον σιωπῆς ὀψέ ποτε καὶ μόλις ἐφθέγξατο τὰ μὲν ἐμὰ δῆλά σοι, γύναι, πάντα. Διονύσιός εἰμι, Μιλησίων πρῶτος, σχεδὸν δὲ καὶ τῆς ὅλης Ἰωνίας, ἐπ’εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ διαβόητος.

2.5.5δίκαιόν ἐστι καὶ σὲ περὶ σεαυτῆς εἰπεῖν ἡμῖν τὴν ἀλήθειαν · οἱ μὲν γὰρ πωλήσαντές · σε Συβαρῖτιν ἔφασαν κατὰ ζηλοτυπίαν ἐκεῖθεν πραθεῖσαν ὑπὸ δεσποίνης. ἠρυθρίασεν Καλλιρρόη καὶ κάτω κύψασα ἠρέμα εἶπεν ἐγὼ νῦν πρῶτον πέπραμαι · Σύβαριν δὲ οὐκ εἶδον.

2.5.6ἔλεγόν σοι φησὶ Διονύσιος ἀποβλέψας πρὸς τὸν Λεωνᾶν ὅτι οὐκ ἔστι δούλη · μαντεύομαι δὲ ὅτι καὶ εὐγενής. εἶπόν μοι, γύναι, πάντα, καὶ πρῶτόν γε τοὔνομα τὸ σόν. Καλλιρρόη φησίν (ἤρεσε Διονυσίῳ καὶ τοὔνομα), τὰ δὲ λοιπὰ ἐσιώπα. πυνθανομένου δὲ λιπαρῶς δέομαί σου φησίν, δέσποτα, συγχώρησόν μοι τὴν ἐμαυτῆς τύχην σιωπᾶν.

2.5.7ὄνειρος ἦν τὰ πρῶτα καὶ μῦθος, εἰμὶ δὲ νῦν γέγονα, δούλη καὶ ξένη. ταῦτα λέγουσα ἐπειρᾶτο μὲν λανθάνειν, ἐλείβετο δὲ αὐτῆς τὰ δάκρυα κατὰ τῶν παρειῶν · προήχθη δὲ καὶ Διονύσιος κλάειν καὶ πάντες οἱ περιεστηκότες · ἔδοξε δ’ἄν τις καὶ τὴν Ἀφροδίτην αὐτὴν σκυθρωποτέραν γεγονέναι. Διονύσιος δὲ ἐνέκειτο ἔτι μᾶλλον πολυπραγμονῶν καὶ ταύτην αἰτοῦμαι παρά σου χάριν πρώτην.

2.5.8διήγησαί μοι, Καλλιρρόη, τὰ σεαυτῆς. οὐ πρὸς ἀλλότριον ἐρεῖς · ἔστι γάρ τις καὶ τρόπου συγγένεια. μηδὲν φοβηθῇς, μη δ’εἰ πέπρακταί σοί τι δεινόν. ἠγανάκτησεν Καλλιρρόη πρὸς τοῦτο καὶ μή με ὕβριζε εἶπεν, οὐδὲν γὰρ σύνοιδα ἐμαυτῇ φαῦλον.

2.5.9ἀλλ’ἐπεὶ σεμνότερα τἀμὰ τῆς τύχης ἐστὶ τῆς παρούσης, οὐ θέλω δοκεῖν ἀλαζὼν οὐ δὲ λέγειν διηγήματα ἄπιστα τοῖς ἀγνοοῦσιν · οὐ γὰρ μαρτυρεῖ τὰ πρῶτα τοῖς νῦν. ἐθαύμασεν Διονύσιος τὸ φρόνημα τῆς γυναικὸς καὶ συνίημι φησὶν ἤδη, κἂν μὴ λέγῃς · εἰπὲ δ’ὅμως · οὐδὲν γάρ περὶ σεαυτῆς ἐρεῖς τηλικοῦτον, ἡλίκον ὁρῶμεν.

2.5.10πᾶν ἐστί σου σμικρότερον λαμπρὸν διήγημα. μόλις οὖν ἐκείνη τὰ καθ’ἑαυτὴν ἤρξατο λέγειν Ἑρμοκράτους εἰμὶ θυγάτηρ, τοῦ Συρακουσίων στρατηγοῦ. γενομένην δέ με ἄφωνον ἐξ αἰφνιδίου πτώματος ἔθαψαν οἱ γονεῖς πολυτελῶς. ἤνοιξαν τυμβωρύχοι τὸν τάφον · εὗρον κἀμὲ πάλιν ἐμπνέουσαν · ἤνεγκαν ἐνθάδε καὶ Λεωνᾷ με τούτῳ παρέδωκε Θήρων ἐπ’ἐρημίας. πάντα εἰποῦσα μόνον Χαιρέαν ἐσίγησεν.

2.5.11ἀλλὰ δέομαί σου, Διονύσιε (Ἕλλην γὰρ εἶ καὶ πόλεως φιλανθρώπου καὶ παιδείας μετείληφας), μὴ γένῃ τοῖς τυμβωρύχοις ὅμοιος μη δὲ ἀποστερήσῃς με πατρίδος καὶ συγγενῶν. μικρόν ἐστί σοι πλουτοῦντι σῶμα ἐᾶσαι · τὴν τιμὴν οὐκ ἀπολεῖς, ἐὰν ἀποδῷς με τῷ πατρί · Ἑρμοκράτης οὐκ ἔστιν ἀχάριστος. τὸν Ἀλκίνοον ἀγάμεθα δὴ καὶ πάντες φιλοῦμεν ὅτι εἰς τὴν πατρίδα ἀνέπεμψε τὸν ἱκέτην. ἱκετεύω δὲ κἀγώ.

2.5.12σῶσον αἰχμάλωτον ὀρφανήν. εἰ δὲ μὲ μὴ δύναμαι ζῆν ὡς εὐγενής, αἱροῦμαι θάνατον ἐλεύθερον. τούτων ἀκούων ἔκλαε προφάσει μὲν Καλλιρρόην, τὸ δὲ ἀληθὲς ἑαυτόν · ᾐσθάνετο γὰρ ἀποτυγχάνων τῆς ἐπιθυμίας. θάρρει δὲ ἔφη, Καλλιρρόη, καὶ ψυχὴν ἔχε ἀγαθήν · οὐ γὰρ ἀτυχήσεις ὧν ἀξιοῖς · μάρτυν καλῶ τήνδε τὴν Ἀφροδίτην. ἐν δὲ τῷ μεταξὺ θεραπείαν ἕξεις παρ’ἡμῖν δεσποίνης μᾶλλον δούλης.

2.6

2.6.1καὶ μὲν ἀπῄει πεπεισμένη μηδὲν ἄκουσα δύνασθαι παθεῖν, δὲ Διονύσιος λυπούμενος ἧκεν εἰς οἶκον τὸν ἴδιον καὶ μόνον καλέσας Λεωνᾶν κατὰ πάντα φησὶν ἐγὼ δυστυχής εἰμι καὶ μισούμενος ὑπὸ τοῦ Ἔρωτος. τὴν μὲν γαμετὴν ἔθαψα, φεύγει δὲ νεώνητος, ἣν ἤλπιζον ἐξ Ἀφροδίτης εἶναί μοι τὸ δῶρον, καὶ ἀνέπλαττον ἐμαυτῷ βίον μακάριον ὑπὲρ Μενέλεων τὸν τῆς Λακεδαιμονίας γυναικός · οὐ δὲ γὰρ τὴν Ἑλένην εὔμορφον οὕτως ὑπολαμβάνω γεγονέναι.

2.6.2πρόσεστι δὲ αὐτῇ καὶ τῶν λόγων πειθώ. βεβίωταί μοι. τῆς αὐτῆς ἡμέρας ἀπαλλαγήσεται Καλλιρρόη μὲν ἐντεῦθεν, ἐγὼ δὲ τοῦ ζῆν. πρὸς τοῦτο ἀνέκραγεν Λεωνᾶς μὴ σύ γε, δέσποτα, μὴ καταράσῃ σεαυτῷ · κύριος γὰρ εἶ καὶ ἐξουσίαν ἔχεις αὐτῆς, ὥστε καὶ ἑκοῦσα καὶ ἄκουσα ποιήσει τὸ σοὶ δοκοῦν ·

2.6.3ταλάντου γὰρ αὐτὴν ἐπριάμην. ἐπρίω σύ, τρισάθλιε, τὴν εὐγενῆ; οὐκ ἀκούεις Ἑρμοκράτην τὸν στρατηγὸν τῆς ὅλης Σικελίας ἐγκεχαραγμένον μεγάλως, ὃν βασιλεὺς Περσῶν θαυμάζει καὶ φιλεῖ, πέμπει δὲ αὐτῷ κατ’ἔτος δωρεάς, ὅτι Ἀθηναίους κατεναυμάχησε τοὺς Περσῶν πολεμίους; ἐγὼ τυραννήσω σώματος ἐλευθέρου, καὶ Διονύσιος ἐπὶ σωφροσύνῃ περιβόητος ἄκουσαν ὑβριῶ, ἣν οὐκ ἂν ὕβρισεν οὐ δὲ Θήρων λῃστής;

2.6.4ταῦτα μὲν οὖν εἶπε πρὸς τὸν Λεωνᾶν, οὐ μὴν οὐ δ’ἀπεγίνωσκε πείσειν (φύσει γὰρ εὔελπίς ἐστιν ἔρως), ἐθάρρει δὲ τῇ θεραπείᾳ κατεργάσασθαι τὴν ἐπιθυμίαν. καλέσας οὖν τὴν Πλαγγόνα δέδωκάς μοι φησὶν ἤδη πεῖραν ἱκανὴν τῆς ἐπιμελείας. ἐγχειρίζω δέ σοι τὸ μέγιστον καὶ τιμιώτατόν μου τῶν κτημάτων, τὴν ξένην. βούλομαι δὲ αὐτὴν μηδενὸς σπανίζειν, ἀλλὰ προϊέναι μέχρι τρυφῆς.

2.6.5κυρίαν ὑπολάμβανε, θεράπευε καὶ κόσμει καὶ ποίει φίλην ἡμῖν · ἐπαίνει με παρ’αὐτῇ πολλάκις καὶ οἷον ἐπίστασαι διηγοῦ. βλέπε μὴ δεσπότην εἴπῃς. συνῆκεν Πλαγγὼν τῆς ἐντολῆς, φύσει γὰρ ἦν ἐντρεχής · αἴφνης δὲ βαλοῦσα πρὸς τὸ πρᾶγμα τὴν διάνοιαν, ᾤχετο πρὸς τοῦτο. παραγενομένη τοίνυν πρὸς τὴν Καλλιρρόην, ὅτι μὲν κεκέλευσται θεραπεύειν αὐτὴν οὐκ ἐμήνυσεν, ἰδίαν δὲ εὔνοιαν ἐπεδείκνυτο · καὶ τὸ ἀξιόπιστον ὡς σύμβουλον ἤθελεν ἔχειν.

2.7

2.7.1συνέβη δέ τι τοιόνδε. Διονύσιος ἐνδιέτριβε τοῖς χωρίοις, προφάσεσι μὲν ἄλλοτε ἄλλαις, τὸ δὲ δὴ ἀληθές, οὔτε ἀπαλλαγῆναι τῆς Καλλιρρόης δυνάμενος οὔτε ἐπάγεσθαι θέλων αὐτήν · ἔμελλε γὰρ περιβόητος ὀφθεῖσα ἔσεσθαι καὶ τὸ κάλλος ὅλην τὴν Ἰωνίαν δουλαγωγήσειν, ἀναβήσεσθαίτε τὴν φήμην καὶ μέχρι τοῦ μεγάλου βασιλέως.

2.7.2ἐν δὲ τῇ μονῇ πολυπραγμονῶν ἀκριβέστερον τὰ περὶ τὴν κτῆσιν, ἐμέμψατό που καὶ τὰ περὶ τὸν οἰκονόμον Φωκᾶν · τὸ δὲ τῆς μέμψεως οὐ περαιτέρω προῆλθεν, ἀλλὰ μέχρι ῥημάτων. εὗρε δὲ καιρὸν Πλαγγών, καὶ περίφοβος εἰσέδραμε πρὸς τὴν Καλλιρρόην, σπαράσσουσα τὴν κόμην ἑαυτῆς · λαβομένη δὲ τῶν γονάτων αὐτῆς δέομαί σου φησίν, κυρία, σῶσον ἡμᾶς · τῷ γὰρ ἀνδρί μου χαλεπαίνει Διονύσιος · φύσει δέ ἐστι βαρύθυμος, ὥσπερ καὶ φιλάνθρωπος.

2.7.3οὐδεὶς ἂν ῥύσαιτο ἡμᾶς μόνη σύ · παρέξει γάρ σοι Διονύσιος ἡδέως αἰτουμένῃ χάριν πρώτην. ὤκνει μὲν οὖν Καλλιρρόη βαδίσαι πρὸς αὐτόν, λιπαρούσης δὲ καὶ δεομένης ἀντειπεῖν οὐκ ἐδυνήθη, προηνεχυριασμένη ταῖς εὐεργεσίαις ὑπ’αὐτῆς. ἵν’οὖν μὴ ἀχάριστος δοκῇ κἀγὼ μὲν φησὶν εἰμὶ δούλη καὶ οὐδεμίαν ἔχω παρρησίαν, εἰ δὲ ὑπολαμβάνεις δυνήσεσθαί τι κἀμέ, συνικετεύειν ἑτοίμη · γένοιτο δὲ ἡμᾶς τυχεῖν. ἐπεὶ δὲ ἦλθον, ἐκέλευσεν Πλαγγὼν τὸν ἐπὶ ταῖς θύραις εἰσαγγεῖλαι πρὸς τὸν δεσπότην ὅτι Καλλιρρόη πάρεστιν.

2.7.4ἐτύγχανε δὲ Διονύσιος ἐρριμμένος ὑπὸ λύπης, ἐτετήκει δὲ αὐτῷ καὶ τὸ σῶμα. ἀκούσας οὖν ὅτι Καλλιρρόη πάρεστιν, ἄφωνος ἐγένετο, καί τις ἀχλὺς αὐτοῦ κατεχύθη πρὸς τὸ ἀνέλπιστον, μόλις δὲ ἀνενεγκὼν ἡκέτω φησί.

2.7.5στᾶσα δὲ Καλλιρρόη πλησίον καὶ κάτω κύψασα πρῶτον μὲν ἐρυθήματος ἐνεπλήσθη, μόλις δ’ὅμως ἐφθέγξατο ἐγὼ Πλαγγόνι ταύτῃ χάριν ἐπίσταμαι · φιλεῖ γάρ με ὡς θυγατέρα. δέομαι δή σου, κύριε, μὴ ὀργίζου τῷ ἀνδρὶ αὐτῆς, ἀλλὰ χάρισαι τὴν σωτηρίαν.

2.7.6ἔτι δὲ βουλομένη λέγειν οὐκ ἐδυνήθη. συνεὶς οὖν Διονύσιος τὸ στρατήγημα τῆς Πλαγγόνος ὀργίζομαι μὲν εἶπε, καὶ οὐδεὶς ἂν ἀνθρώπων ἐρρύσατο μὴ ἀπολέσθαι Φωκᾶν καὶ τὴν Πλαγγόνα τοιαῦτα πεπραχότας · χαρίζομαι δὲ αὐτοὺς ἡδέως σοί, καὶ γινώσκετε ὑμεῖς ὅτι διὰ Καλλιρρόην ἐσώθητε. προσέπεσεν αὐτοῦ τοῖς γόνασιν Πλαγγών, καὶ Διονύσιος ἔφη τοῖς Καλλιρρόης προσπίπτετε γόνασιν, αὕτη γὰρ ὑμᾶς ἔσωσεν.

2.7.7ἐπεὶ δὲ Πλαγγὼν ἐθεάσατο τὴν Καλλιρρόην χαίρουσαν καὶ σφόδρα ἡδομένην ἐπὶ τῇ δωρεᾷ σὺ οὖν εἶπε χάριν ὁμολόγησον ὑπὲρ ἡμῶν Διονυσίῳ καὶ ἅμα ὤθησεν αὐτήν. δὲ τρόπον τινὰ καταπεσοῦσα περιέπεσε τῇ δεξιᾷ τοῦ Διονυσίου, κἀκεῖνος, ὡς δῆθεν ἀπαξιῶν τὴν χεῖρα δοῦναι, προσαγόμενος αὐτὴν κατεφίλησεν, εἶτα εὐθὺς ἀφῆκε, μὴ καί τις ὑποψία γένηται τῆς τέχνης.

2.8

2.8.1αἱ μὲν οὖν γυναῖκες ἀπῄεσαν, τὸ δὲ φίλημα καθάπερ ἰὸς εἰς τὰ σπλάγχνα Διονυσίου κατεδύετο καὶ οὔτε ὁρᾷν ἔτι οὔτε ἀκούειν ἐδύνατο, πανταχόθεν δὲ ἦν ἐκπεπολιορκημένος, οὐδεμίαν εὑρίσκων θεραπείαν τοῦ ἔρωτος · οὔτε διὰ δώρων, ἑώρα γὰρ τῆς γυναικὸς τὸ μεγαλόφρον · οὔτε δι’ἀπειλῆς βίας, πεπεισμένος ὅτι θάνατον αἱρήσεται θᾶττον βιασθήσεται. μίαν οὖν βοήθειαν ὑπελάμβανεν τὴν Πλαγγόνα καὶ μεταπεμψάμενος αὐτὴν τὰ μὲν πρῶτά σοι φησὶν ἐστρατήγηται, καὶ χάριν ἔχω τοῦ φιλήματος ·

2.8.2ἐκεῖνο δέ με σέσωκεν ἀπολώλεκε. σκόπει οὖν πῶς γυνὴ γυναικὸς περιγένῃ, σύμμαχον ἔχουσα κἀμέ. γίνωσκε δὲ ἐλευθερίαν σοι προκειμένην τὸ ἆθλον καὶ πέπεισμαί σοι πολὺ ἥδιον εἶναι τῆς ἐλευθερίας, τὸ ζῆν Διονύσιον. κελευσθεῖσα δὲ Πλαγγὼν πᾶσαν πεῖραν καὶ τέχνην προσέφερεν · ἀλλ’ Καλλιρρόη πανταχόθεν ἀήττητος ἦν καὶ ἔμενε Χαιρέᾳ μόνῳ πιστή.

2.8.3κατεστρατηγήθη δ’ὑπὸ τῆς τύχης, πρὸς ἣν μόνην οὐδὲν ἰσχύει λογισμὸς ἀνθρώπου · φιλόνεικος γὰρ δαίμων, καὶ οὐδὲν ἀνέλπιστον παρ’αὐτῇ. καὶ τότ’οὖν πρᾶγμα παράδοξον, μᾶλλον δὲ ἄπιστον κατώρθωκεν · ἄξιον δὲ ἀκοῦσαι τὸν τρόπον.

2.8.4ἐπεβούλευσεν τύχη τῇ σωφροσύνῃ τῆς γυναικός · ἐρωτικὴν γὰρ ποιησάμενοι τὴν πρώτην σύνοδον τοῦ γάμου Χαιρέας καὶ Καλλιρρόη, παραπλησίαν ἔσχον ὁρμὴν πρὸς τὴν ἀπόλαυσιν ἀλλήλων, ἰσόρροπος δὲ ἐπιθυμία τὴν συνουσίαν ἐποίησεν οὐκ ἀργήν.

2.8.5ὀλίγον οὖν πρὸ τοῦ πτώματος γυνὴ συνέλαβεν. ἀλλὰ διὰ τοὺς κινδύνους καὶ τὴν ταλαιπωρίαν τὴν ὕστερον οὐ ταχέως συνῆκεν ἐγκύμων γενομένη · τρίτου δὲ μηνὸς ἀρχομένου, προύκοπτεν γαστήρ · ἐν δὲ τῷ λουτρῷ συνῆκεν Πλαγγών, ὡς ἂν ἤδη πεῖραν ἔχουσα τῶν γυναικείων.

2.8.6εὐθὺς μὲν οὖν ἐσίγησε διὰ τὸ πλῆθος τῶν θεραπαινίδων · περὶ δὲ τὴν ἑσπέραν σχολῆς γενομένης, παρακαθίσασα ἐπὶ τῆς κλίνης ἴσθι φησίν, τέκνον, ὅτι ἐγκύμων ὑπάρχεις. ἀνέκλαυσεν Καλλιρρόη καὶ ὀλολύζουσα καὶ τίλλουσα τὴν κεφαλὴν ἔτι καὶ τοῦτό μου φησὶ ταῖς συμφοραῖς, Τύχη, προστέθεικας, ἵνα καὶ τέκω δοῦλον.

2.8.7τύπτουσα δὲ τὴν γαστέρα εἶπεν ἄθλιον πρὸ τοῦ γεννηθῆναι γέγονας · ἐν τάφῳ καὶ χερσὶ λῃστῶν παρεδόθης. εἰς ποῖον παρέρχῃ βίον; ἐπὶ ποίαις ἐλπίσι μέλλω σε κυοφορεῖν, ὀρφανὲ καὶ ἄπολι καὶ δοῦλε; πρὸ τῆς γενέσεως πειράθητι θανάτου. κατέσχε δὲ αὐτῆς τὰς χεῖρας Πλαγγών, ἐπαγγειλαμένη τῆς ὑστεραίας εὐκολωτέραν αὐτῇ ἔκτρωσιν παρασκευάσειν.

2.9

2.9.1γενομένη δὲ καθ’ἑαυτὴν ἑκατέρα τῶν γυναικῶν ἰδίους ἐλάμβανε λογισμούς · μὲν Πλαγγών, ὅτι καιρὸς ἐπιτήδειος πέφηνεν εἰς τὸ κατεργάσασθαι τὸν ἔρωτα τῷ δεσπότῃ, συνήγορον ἔχουσα τὸ κατὰ γαστρός · εὕρηται πειθοῦς ἐνέχυρον · νικήσει σωφροσύνην γυναικὸς μητρὸς φιλοστοργία. καὶ μὲν πιθανῶς τὴν πρᾶξιν συνετίθει ·

2.9.2Καλλιρρόη δὲ τὸ τέκνον ἐβουλεύετο φθεῖραι, λέγουσα πρὸς ἑαυτὴν ἀλλ’ἐγὼ τέκω δεσπότῃ τὸν Ἑρμοκράτους ἔγγονον καὶ προενέγκω παιδίον, οὗ μηδεὶς οἶδε πατέρα. τάχα δὲ ἐρεῖ τις τῶν φθονούντων (ἐν τῷ λῃστηρίῳ Καλλιρρόη συνέλαβεν). ἀρκεῖ μόνην ἐμὲ δυστυχεῖν.

2.9.3οὐ συμφέρει σοι, παιδίον, εἰς βίον ἄθλιον παρελθεῖν, ὃν ἔδει καὶ γεννώμενον φυγεῖν. ἄπιθι ἐλεύθερος, ἀπαθὴς κακῶν. μηδὲν ἀκούσῃς τῶν περὶ τῆς μητρὸς διηγημάτων. πάλιν δὲ μετενόει καί πως ἔλεος αὐτὴν τοῦ κατὰ γαστρὸς εἰσῄει. βουλεύῃ τεκνοκτονῆσαι, πασῶν ἀσεβεστάτη, καὶ Μηδείας λαμβάνεις λογισμούς;

2.9.4ἀλλὰ καὶ τῆς Σκυθίδος ἀγριωτέρα δόξεις · ἐκείνη μὲν γὰρ ἐχθρὸν εἶχε τὸν ἄνδρα, σὺ δὲ τὸ Χαιρέου τέκνον θέλεις ἀποκτεῖναι καὶ μη δὲ ὑπόμνημα τοῦ περιβοήτου γάμου καταλιπεῖν. τί δ’ἂν υἱὸς ; τί δ’ἂν ὅμοιος τῷ πατρί; τί δ’ἂν εὐτυχέστερος ἐμοῦ; μήτηρ ἀποκτείνῃ τὸν ἐκ τάφου σωθέντα καὶ λῃστῶν;

2.9.5πόσων ἀκούομεν θεῶν παῖδας καὶ βασιλέων ἐν δουλείᾳ γεννηθέντας ὕστερον ἀπολαβόντας τὸ τῶν πατέρων ἀξίωμα, τὸν Ζῆθον καὶ τὸν Ἀμφίονα καὶ Κῦρον; πλεύσῃ μοι καὶ σύ, τέκνον, εἰς Σικελίαν · ζητήσεις πατέρα καὶ πάππον καὶ τὰ τῆς μητρὸς αὐτοῖς διηγήσῃ. ἀναχθήσεται στόλος ἐκεῖθεν ἐμοὶ βοηθῶν.

2.9.6σύ, τέκνον, ἀλλήλοις ἀποδώσεις τοὺς γονεῖς. ταῦτα λογιζομένῃ δι’ὅλης τῆς νυκτὸς ὕπνος ἐπῆλθε πρὸς ὀλίγον. ἐπέστη δὲ αὐτῇ εἰκὼν Χαιρέου πάντ’αὐτῷ μέγεθόςτε καὶ ὄμματα κάλ’εἰκυῖα, καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο. ἑστὼς δὲ παρατίθεμαί σοι φησίν, γύναι, τὸν υἱόν. ἔτι δὲ βουλομένου λέγειν ἀνέθορεν Καλλιρρόη, θέλουσα αὐτῷ περιπλακῆναι. σύμβουλον οὖν τὸν ἄνδρα νομίσασα θρέψαι τὸ παιδίον ἔκρινε.

2.10

2.10.1τῆς δὲ ὑστεραίας ἐλθούσῃ Πλαγγόνι τὴν αὑτῆς γνώμην ἐδήλωσεν. δὲ τὸ ἄκαιρον τῆς βουλῆς οὐ παρέλαβεν, ἀλλ’ἀδύνατόν ἐστί σοι φησίν, γύναι, τὸ τέκνον θρέψαι παρ’ἡμῖν · γὰρ δεσπότης ἡμῶν ἐρωτικῶς σου διακείμενος ἄκουσαν μὲν οὐ βιάσεται δι’αἰδῶ καὶ σωφροσύνην, θρέψαι δὲ τὸ παιδίον οὐκ ἐπιτρέψει διὰ ζηλοτυπίαν, ὑβρίζεσθαι δοκῶν εἰ τὸν μὲν ἀπόντα περισπούδαστον ὑπολαμβάνεις, ὑπερορᾷς δὲ παρόντος αὐτοῦ.

2.10.2κρεῖττον οὖν μοι δοκεῖ πρὸ τοῦ γεννηθῆναι τὸ παιδίον γεννηθὲν ἀπολέσθαι · κερδανεῖς γὰρ ὠδῖνας ματαίας καὶ κυοφορίαν ἄχρηστον. ἐγὼ δέ σε φιλοῦσα συμβουλεύω τἀληθῆ. βαρέως ἤκουσεν Καλλιρρόη καὶ προσπεσοῦσα τοῖς γόνασιν αὐτῆς ἱκέτευεν ὅπως συνεξεύρῃ τινὰ τέχνην, δι’ἧς τὸ παιδίον θρέψει.

2.10.3πολλὰ τοίνυν ἀρνησαμένη, δύο καὶ τρεῖς ἡμέρας ὑπερθεμένη τὴν ἀπόκρισιν, ἐπειδὴ μᾶλλον ἐξέκαυσεν αὐτὴν πρὸς τὰς δεήσεις, ἀξιοπιστοτέρα γενομένη πρῶτον μὲν αὐτὴν ἐξώρκισε μηδενὶ κατειπεῖν τὴν τέχνην, ἔπειτα συναγαγοῦσα τὰς ὀφρῦς καὶ τρίψασα τὰς χεῖρας τὰ μεγάλα φησὶ τῶν πραγμάτων, γύναι, μεγάλαις ἐπινοίαις κατορθοῦται · κἀγὼ διὰ τὴν εὔνοιαν τὴν πρὸς σὲ προδίδωμι τὸν δεσπότην.

2.10.4ἴσθι τοίνυν ὅτι δεήσει δυοῖν θάτερον, παντάπασιν ἀπολέσθαι τὸ παιδίον γεννηθῆναι πλουσιώτατον Ἰώνων, κληρονόμον τῆς λαμπροτάτης οἰκίας. καὶ σὲ τὴν μητέρα ποιήσει μακαρίαν. ἑλοῦ δέ, πότερον θέλεις. καὶ τίς οὕτως εἶπεν ἀνόητος, ἵνα τεκνοκτονίαν ἀντ’εὐδαιμονίας ἕληται; δοκεῖς δέ μοί τι ἀδύνατον καὶ ἄπιστον λέγειν, ὥστε σαφέστερον αὐτὸ δήλωσον.

2.10.5ἤρετο οὖν Πλαγγὼν πόσον δοκεῖς χρόνον ἔχειν τῆς συλλήψεως; δὲ δύο μῆνας εἶπεν. χρόνος οὖν ἡμῖν βοηθεῖ · δύνασαι γὰρ δοκεῖν ἑπταμηνιαῖον ἐκ Διονυσίου τετοκέναι. πρὸς τοῦτο ἀνέκραγεν Καλλιρρόη μᾶλλον ἀπολέσθω.

2.10.6καὶ Πλαγγὼν κατειρωνεύσατο αὐτῆς καλῶς, γύναι, φρονεῖς, βουλομένη μᾶλλον ἐκτρῶσαι. τοῦτο πράττωμεν · ἀκινδυνότερον γὰρ ἐξαπατᾶν δεσπότην. πανταχόθεν ἀπόκοψόν σου τὰ τῆς εὐγενείας ὑπομνήματα, μη δ’ἐλπὶς ἔστω σοι πατρίδος.

2.10.7συνάρμοσαι τῇ παρούσῃ τύχῃ καὶ ἀκριβῶς γενοῦ δούλη. ταῦτα τῆς Πλαγγόνος παραινούσης οὐδὲν ὑπώπτευε Καλλιρρόη, μεῖραξ εὐγενὴς καὶ πανουργίας ἄπειρος δουλικῆς · ἀλλ’ὅσῳ μᾶλλον ἐκείνη τὴν φθορὰν ἔσπευδε, τοσούτῳ μᾶλλον αὐτὴ τὸ κατὰ γαστρὸς ἠλέει καὶ δός μοι φησὶ καιρὸν εἰς σκέψιν · περὶ τῶν μεγίστων γάρ ἐστιν αἵρεσις, σωφροσύνης τέκνου.

2.10.8πάλιν τοῦτο ἐπῄνεσεν Πλαγγών, ὅτι μὴ προπετῶς αἱρεῖται τὸ ἕτερον · πιθανὴ γὰρ εἰς ἑκάτερον ῥοπή · τὸ μὲν γὰρ ἔχει πίστιν γυναικός, τὸ δὲ μητρὸς φιλοστοργίαν. καιρὸς δ’οὐκ ἔστιν ὅμως μακρᾶς ἀναβολῆς, ἀλλὰ τῆς ὑστεραίας δεῖ πάντως θατέρου ἔχεσθαι, πρὶν ἔκπυστόν σου τὴν γαστέρα γενέσθαι. συνέθεντο ταῦτα καὶ ἀπηλλάγησαν ἀλλήλων.

2.11

2.11.1ἀνελθοῦσα δὲ εἰς τὸ ὑπερῷον Καλλιρρόη καὶ συγκλείσασα τὰς θύρας τὴν εἰκόνα Χαιρέου τῇ γαστρὶ προσέθηκε καὶ ἰδοὺ φησὶ τρεῖς γεγόναμεν, ἀνὴρ καὶ γυνὴ καὶ τέκνον. βουλευσώμεθα περὶ τοῦ κοινῇ συμφέροντος. ἐγὼ μὲν οὖν πρώτη τὴν ἐμὴν γνώμην ἀποφαίνομαι · θέλω γὰρ ἀποθανεῖν Χαιρέου μόνου γυνή. τοῦτό μοι καὶ γονέων ἥδιον καὶ πατρίδος καὶ τέκνου, πεῖραν ἑτέρου ἀνδρὸς μὴ λαβεῖν.

2.11.2σὺ δέ, παιδίον, ὑπὲρ σεαυτοῦ τί αἱρῇ; φαρμάκῳ τελευτῆσαι, πρὶν τὸν ἥλιον ἰδεῖν, καὶ μετὰ τῆς μητρὸς ἐρρῖφθαι, τάχα δὲ μη δὲ ταφῆς ἀξιωθῆναι, ζῆν καὶ δύο πατέρας ἔχειν, τὸν μὲν Σικελίας τὸν δὲ Ἰωνίας πρῶτον; ἀνὴρ δὲ γενόμενος γνωρισθήσῃ ῥᾳδίως ὑπὸ τῶν συγγενῶν · πέπεισμαι γὰρ ὅτι ὅμοιόν σε τέξομαι τῷ πατρί · καὶ καταπλεύσεις λαμπρῶς ἐπὶ τριήρους Μιλησίας, ἡδέως δὲ Ἑρμοκράτης ἔγγονον ἀπολήψεται, στρατηγεῖν ἤδη δυνάμενον.

2.11.3ἐναντίαν μοι φέρεις, τέκνον, ψῆφον καὶ οὐκ ἐπιτρέπεις ἡμῖν ἀποθανεῖν. πυθώμεθά σου καὶ τοῦ πατρός. μᾶλλον δὲ εἴρηκεν · αὐτὸς γάρ μοι παραστὰς ἐν τοῖς ὀνείροις (παρατίθεμαί σοι) φησὶ τὸν υἱόν . μαρτύρομαί σε, Χαιρέα, σύ με Διονυσίῳ νυμφαγωγεῖς.

2.11.4ταύτην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν νύκτα ἐν τούτοις ἦν τοῖς λογισμοῖς καὶ οὐ δι’αὑτὴν ἀλλὰ διὰ τὸ βρέφος ἐπείθετο ζῆν · τῆς δὲ ὑστεραίας ἐλθοῦσα Πλαγγὼν πρῶτον μὲν καθῆστο σκυθρωπὴ καὶ σχῆμα συμπαθὲς ἐπεδείξατο, σιγὴ δὲ ἦν ἀμφοτέρων.

2.11.5ἐπεὶ δὲ μακρὸς ἐγίνετο χρόνος, Πλαγγὼν ἐπύθετο τί σοι δέδοκται; τί ποιῶμεν; καιρὸς γὰρ οὐκ ἔστι τοῦ μέλλειν. Καλλιρρόη δὲ ἀποκρίνασθαι μὲν ταχέως οὐκ ἐδύνατο κλάουσα καὶ συγκεχυμένη, μόλις δὲ εἶπε τὸ τέκνον με προδίδωσιν ἀκούσης ἐμοῦ · σὺ πρᾶττε τὸ συμφέρον · δέδοικα δὲ μή, κἂν ὑπομείνω τὴν ὕβριν, Διονύσιός μου καταφρονήσῃ τῆς τύχης καὶ παλλακὴν μᾶλλον γυναῖκα νομίσας οὐ θρέψῃ τὸ ἐξ ἄλλου γεννώμενον κἀγὼ μάτην ἀπολέσω τὴν σωφροσύνην.

2.11.6ἔτι λεγούσης Πλαγγὼν ὑπολαβοῦσα ἔγωγε φησὶ περὶ τούτων προτέρα σοῦ βεβούλευμαι · δὲ γὰρ τοῦ δεσπότου μᾶλλον ἤδη φιλῶ. πιστεύω μὲν οὖν Διονυσίου τῷ τρόπῳ, χρηστὸς γάρ ἐστιν · ἐξορκιῶ δ’ὅμως αὐτόν, κἂν δεσπότης · δεῖ πάντα ἡμᾶς ἀσφαλῶς πράττειν. καὶ σύ, τέκνον, ὅπως μ’ἀντευποιήσεις. ἄπειμι δὲ ἐγὼ τὴν πρεσβείαν κομιοῦσα.