Chaereas and Callirhoe, 4
4.1.1ταύτην μὲν οὖν τὴν νύκτα Καλλιρρόη διῆγεν ἐν θρήνοις, Χαιρέαν ἔτι ζῶντα πενθοῦσα · μικρὸν δὲ καταδραθοῦσα ὄναρ ἑώρα λῃστήριον βαρβάρων πῦρ ἐπιφέροντας, ἐμπιμπραμένην δὲ τριήρη, Χαιρέᾳ δὲ βοηθοῦσαν ἑαυτήν.
4.1.2ὁ δὲ Διονύσιος ἐλυπεῖτο μὲν ὁρῶν τρυχομένην τὴν γυναῖκα, μὴ ἄρα τι καὶ τοῦ κάλλους αὐτῇ παραπόληται, λυσιτελεῖν δὲ ὑπελάμβανε εἰς τὸν ἴδιον ἔρωτα, τὸν πρότερον ἄνδρα βεβαίως αὐτὴν ἀπογνῶναι.
4.1.3θέλων οὖν ἐνδείξασθαι στοργὴν καὶ μεγαλοψυχίαν ἔφη πρὸς αὐτὴν “ἀνάστηθι, ὦ γύναι, καὶ τάφον κατασκεύασον τῷ ταλαιπώρῳ. τί τὰ μὲν ἀδύνατα σπεύδεις, ἀμελεῖς δὲ τῶν ἀναγκαίων; νόμιζε ἐφεστηκότα σοι λέγειν αὐτὸν” θάπτε με, ὅττι τάχιστα πύλας Ἀίδαο περήσω “. καὶ γὰρ εἰ μὴ τὸ σῶμα εὕρηται τοῦ δυστυχοῦς, ἀλλὰ νόμος οὗτος ἀρχαῖος Ἑλλήνων, ὥστε καὶ τοὺς ἀφανεῖς τάφοις κοσμεῖν”.
4.1.4ἔπεισε ταχέως, τὸ γὰρ πρὸς ἡδονὴν εἶχεν ἡ συμβουλία. φροντίδος οὖν ἐμπεσούσης ἐλώφησεν ἡ λύπη, καὶ ἐξαναστᾶσα τῆς κλίνης κατεσκόπει χωρίον, ἐν ᾧ ποιήσει τὸν τάφον. ἤρεσε δ’αὐτῇ πλησίον τοῦ νεὼ τῆς Ἀφροδίτης, ὥστε καὶ τοὺς αὖθις ἔχειν ἔρωτος ὑπόμνημα.
4.1.5Διονύσιος δὲ ἐφθόνησε Χαιρέᾳ τῆς γειτνιάσεως καὶ τὸν τόπον τοῦτον ἐφύλαττεν ἑαυτῷ. θέλων οὖν ἅμα καὶ τριβὴν ἐγγενέσθαι τῇ φροντίδι “βαδίζωμεν, ὦ γύναι” φησὶν “εἰς ἄστυ, κα- κἀκεῖ πρὸ τῆς πόλεως ὑψηλὸν καὶ ἀρίδηλον κατασκευάσωμεν τάφον, ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη. καλοὶ δὲ Μιλησίων εἰσὶ λιμένες, εἰς οὓς καθορμίζονται καὶ Συρακούσιοι πολλάκις. οὔκουν οὐ δὲ παρὰ τοῖς πολίταις ἀκλεᾶ τὴν φιλοτιμίαν ἕξεις”.
4.1.6ὁ λόγος ἤρεσε Καλλιρρόῃ, καὶ τότε μὲν ἐπέσχε τὴν σπουδήν · ἐπειδὴ δὲ ἧκεν εἰς τὴν πόλιν, ἐπί τινος ὑψηλῆς ᾐόνος οἰκοδομεῖν ἤρξατο τάφον, πάντα ὅμοιον τῷ ἰδίῳ τῷ ἐν Συρακούσαις, τὸ σχῆμα, τὸ μέγεθος, τὴν πολυτέλειαν, καὶ οὗτος δέ, ὡς ἐκεῖνος, ζῶντος. ἐπεὶ δὲ ἀφθόνοις ἀναλώμασι καὶ πολυχειρίᾳ ταχέως τὸ ἔργον ἠνύσθη, τότε ἤδη καὶ τὴν ἐκκομιδὴν ἐμιμήσατο τὴν ἐπ’αὐτῷ.
4.1.7προηγγέλλετο μὲν γὰρ ἡμέρα ῥητή, συνῆλθε δὲ εἰς ἐκείνην οὐ μόνον τὸ Μιλησίων πλῆθος ἀλλὰ καὶ τῆς Ἰωνίας σχεδὸν ὅλης. παρῆσαν δὲ καὶ δύο σατράπαι κατὰ καιρὸν ἐπιδημοῦντες, Μιθριδάτης ὁ ἐν Καρίᾳ καὶ Φαρνάκης δὲ ὁ Λυδίας.
4.1.8ἡ μὲν οὖν πρόφασις ἦν τιμῆσαι Διονύσιον, ἡ δὲ ἀλήθεια Καλλιρρόην ἰδεῖν. ἦν δὲ καὶ κλέος μέγα τῆς γυναικὸς ἐπὶ τῆς Ἀσίας πάσης καὶ ἀνέβαινεν ἤδη μέχρι τοῦ μεγάλου βασιλέως ὄνομα Καλλιρρόης, οἷον οὐ δὲ Ἀριάδνης οὐ δὲ Λήδας. τότε δὲ καὶ τῆς δόξης εὑρέθη κρείττων · προῆλθε γὰρ μελανείμων, λελυμένη τὰς τρίχας · ἀστράπτουσα δὲ τῷ προσώπῳ καὶ παραγυμνοῦσα τοὺς βραχίονας ὑπὲρ τὴν Λευκώλενον καὶ Καλλίσφυρον ἐφαίνετο τὰς Ὁμήρου.
4.1.9οὐδεὶς μὲν οὖν οὐ δὲ τῶν ἄλλων τὴν μαρμαρυγὴν ὑπήνεγκε τοῦ κάλλους, ἀλλ’οἱ μὲν ἀπεστράφησαν, ὡς ἀκτῖνος ἡλιακῆς ἐμπεσούσης, οἱ δὲ καὶ προσεκύνησαν. ἔπαθόν τι καὶ παῖδες. Μιθριδάτης δέ, ὁ Καρίας ἔπαρχος, ἀχανὴς κατέπεσεν, ὥσπερ τις ἐξ ἀπροσδοκήτου σφενδόνῃ βληθείς, καὶ μόλις αὐτὸν οἱ θεραπευτῆρες ὑποβαστάζοντες ἔφερον.
4.1.10ἐπόμπευε δ’εἴδωλον Χαιρέου πρὸς τὴν ἐν τῷ δακτυλίῳ σφραγῖδα διατυπωθέν · καλλίστην δὲ οὖσαν τὴν εἰκόνα προσέβλεψεν οὐδεὶς Καλλιρρόης παρούσης, ἀλλ’ἐκείνη μόνη τοὺς ἁπάντων ἐδημαγώγησεν ὀφθαλμούς.
4.1.11πῶς ἄν τις διηγήσαιτο κατ’ἀξίαν τὰ τελευταῖα τῆς πομπῆς; ἐπεὶ γὰρ ἐγένοντο τοῦ τάφου πλησίον, οἱ μὲν κομίζοντες τὴν κλίνην ἔθηκαν, ἀναβᾶσα δὲ ἐπ’αὐτὴν ἡ Καλλιρρόη Χαιρέᾳ περιεχύθη καὶ καταφιλοῦσα τὴν εἰκόνα “σὺ μὲν ἔθαψας ἐμὲ πρῶτος ἐν Συρακούσαις, ἐγὼ δὲ ἐν Μιλήτῳ πάλιν σέ.
4.1.12μὴ γὰρ μεγάλα μόνον, ἀλλὰ καὶ παράδοξα δυστυχοῦμεν · ἀλλήλους ἐθάψαμεν. οὐκ ἔχει δὲ ἡμῶν οὐδέτερος οὐ δὲ τὸν νεκρόν. τύχη βάσκανε, καὶ ἀποθανοῦσιν ἡμῖν ἐφθόνησας κοινὴν γῆν ἐπιθέσθαι καὶ φυγάδας ἡμῶν ἐποίησας καὶ τοὺς νεκρούς”. θρῆνον ἐξέρρηξε τὸ πλῆθος καὶ πάντες οὐχ ὅτι τέθνηκε Χαιρέαν ἠλέουν, ἀλλ’ὅτι τοιαύτης γυναικὸς ἀφῄρητο.
4.2.1Καλλιρρόη μὲν οὖν ἐν Μιλήτῳ Χαιρέαν ἔθαπτε, Χαιρέας δὲ ἐν Καρίᾳ δεδεμένος εἰργάζετο. σκάπτων δὲ τὸ σῶμα ταχέως ἐξετρυχώθη · πολλὰ γὰρ αὐτὸν ἐβάρει, κόπος, ἀμέλεια, τὰ δεσμά, καὶ τούτων μᾶλλον ὁ ἔρως. ἀποθανεῖν δὲ βουλόμενον αὐτὸν οὐκ εἴα λεπτή τις ἐλπίς, ὅτι τάχα ποτὲ Καλλιρρόην ὄψεται.
4.2.2Πολύχαρμος οὖν, ὁ συναλοὺς αὐτῷ φίλος, βλέπων Χαιρέαν ἐργάζεσθαι μὴ δυνάμενον, ἀλλὰ πληγὰς λαμβάνοντα καὶ προπηλακιζόμενον αἰσχρῶς, λέγει πρὸς τὸν ἐργοστόλον “χωρίον ἡμῖν ἀπομέρισον ἐξαίρετον, ἵνα μὴ τὴν τῶν ἄλλων δεσμωτῶν ῥᾳθυμίαν ἡμῖν καταλογίζῃ · τὸ δὲ ἴδιον μέτρον αὐτοὶ ἀποδώσομεν πρὸς ἡμέραν”. πείθεται καὶ δίδωσιν.
4.2.3ὁ δὲ Πολύχαρμος, οἷα δὴ νεανίας ἀνδρικὸς τὴν φύσιν καὶ μὴ δουλεύων ἔρωτι, χαλεπῷ τυράννῳ, τὰς δύο μοίρας αὐτὸς σχεδὸν εἰργάζετο μόνος, πλεονεκτῶν ἐν τοῖς πόνοις ἡδέως, ἵνα περισώσῃ τὸν φίλον.
4.2.4καὶ οὗτοι μὲν ἦσαν ἐν τοιαύταις συμφοραῖς, ὀψὲ μεταμανθάνοντες τὴν ἐλευθερίαν · ὁ δὲ Μιθριδάτης ὁ σατράπης ἐπανῆλθεν εἰς Καρίαν οὐ τοιοῦτος, οἷος εἰς Μίλητον ἐξῆλθεν, ἀλλ’ὠχρόςτε καὶ λεπτός, οἷα δὴ τραῦμα ἔχων ἐν τῇ ψυχῇ θερμόντε καὶ γλυκύ.
4.2.5τηκόμενος δὲ ὑπὸ τοῦ Καλλιρρόης ἔρωτος πάντως ἂν ἐτελεύτησεν, εἰ μὴ τοιᾶσδέ τινος ἐτύγχανε παραμυθίας. τῶν ἐργατῶν τινὲς τῶν ἅμα Χαιρέᾳ δεδεμένων (ἓξ καὶ δέκα δ’ἦσαν τὸν ἀριθμὸν ἐν οἰκίσκῳ σκοτεινῷ καθειργμένοι) νύκτωρ διακόψαντες τὰ δεσμὰ τὸν ἐπιστάτην ἀπέσφαξαν, εἶτα δρασμὸν ἐπεχείρουν.
4.2.6ἀλλ’οὐ διέφυγον, οἱ γὰρ κύνες οἱ φυλάσσοντες ἐμήνυσαν αὐτούς. φωραθέντες οὖν ἐκείνης τῆς νυκτὸς ἐδέθησαν ἐπιμελέστερον ἐν ξύλῳ πάντες, μεθ’ἡμέραν δὲ ὁ οἰκονόμος ἐμήνυσε τῷ δεσπότῃ τὸ συμβάν, κα- κἀκεῖνος οὐ δὲ ἰδὼν αὐτοὺς οὐ δὲ ἀπολογουμένων ἀκούσας εὐθὺς ἐκέλευσε τοὺς ἓξ καὶ δέκα τοὺς ὁμοσκήνους ἀνασταυρῶσαι.
4.2.7προήχθησαν οὖν πόδαςτε καὶ τραχήλους συνδεδεμένοι, καὶ ἕκαστος αὐτῶν τὸν σταυρὸν ἔφερε · τῇ δὲ ἀναγκαίᾳ τιμωρίᾳ καὶ τὴν ἔξωθεν φαντασίαν σκυθρωπὴν προσέθηκαν οἱ κολάζοντες εἰς φόβου παράδειγμα τοῖς ὁμοίοις. Χαιρέας μὲν οὖν ἀπαγόμενος ἐσίγα, Πολύχαρμος δὲ τὸν σταυρὸν βαστάζων “διὰ σὲ” φησίν, “ὦ Καλλιρρόη, ταῦτα πάσχομεν.
4.2.8σὺ πάντων ἡμῖν τῶν κακῶν αἰτία”. τοῦτον δὲ τὸν λόγον ὁ οἰκονόμος ἀκούσας ἔδοξεν εἶναί τινα γυναῖκα τὴν συνειδυῖαν τοῖς τετολμημένοις. ὅπως οὖν κα- κἀκείνη κολασθῇ καὶ ζήτησις γένηται τῆς ἐπιβουλῆς, ταχέως τὸν Πολύχαρμον ἀπορρήξας τῆς κοινῆς ἁλύσεως πρὸς Μιθριδάτην ἤγαγεν. ὁ δὲ ἐν παραδείσῳ τινὶ κατέκειτο μόνος ἀλύων καὶ Καλλιρρόην ἀναπλάττων ἑαυτῷ τοιαύτην, ὁποίαν εἶδε πενθοῦσαν · ὅλος δὲ ὢν ἐπὶ τῇ ἐννοίᾳ ἐκείνῃ τὸν οἰκέτην ἀηδῶς ἐθεάσατο.
4.2.9“τί γὰρ” φησὶν “παρενοχλεῖς”; “ἀναγκαῖον” εἶπεν, “ὦ δέσποτα · τὴν γὰρ πηγὴν ἀνεύρηκα τοῦ μεγάλου λήματος, καὶ οὗτος ὁ κατάρατος ἄνθρωπος ἐπίσταται γυναῖκα μιαρὰν συμπράξασαν τῷ φόνῳ”. ἀκούσας οὖν ὁ Μιθριδάτης συνήγαγε τὰς ὀφρῦς καὶ δεινὸν βλέπων “λέγε” φησὶ “τὴν συνειδυῖαν καὶ κοινωνὸν ὑμῖν τῶν ἀδικημάτων”.
4.2.10ὁ δὲ Πολύχαρμος ἔξαρνος ἦν εἰδέναι, μη δὲ γὰρ ὅλως τῆς πράξεως κεκοινωνηκέναι. μάστιγες ᾐτοῦντο καὶ πῦρ ἐφέρετο καὶ βασανιστηρίων ἦν παρασκευή, καί τις ἤδη τοῦ σώματος ἁπτόμενος αὐτοῦ “λέγε” φησὶ “το- τοὔνομα τῆς γυναικός, ἣν αἰτίαν ὡμολόγησας εἶναί σοι τῶν κακῶν”. Καλλιρρόην εἶπεν ὁ Πολύχαρμος.
4.2.11ἔπληξε το- τοὔνομα Μιθριδάτην, καὶ ἀτυχῆ τινὰ ἔδοξεν ὁμωνυμίαν ἔχειν ἐκείνῃ τὴν γυναῖκα. οὐκέτι οὖν προθύμως ἐξελέγχειν ἤθελε, δεδοικὼς μὴ καταστῇ ποτε εἰς ἀνάγκην ὑβρίσαι τὸ ἥδιστον ὄνομα · τῶν δὲ φίλων καὶ τῶν οἰκετῶν εἰς ἔρευναν ἀκριβεστέραν παρακαλούντων “ἡκέτω” φησὶ “Καλλιρρόη”.
4.2.12παίοντες οὖν τὸν Πολύχαρμον ἠρώτων τίς ἐστι καὶ πόθεν ἄξουσιν αὐτήν. ὁ δὲ ἄθλιος ἐν ἀμηχανίᾳ γενόμενος καταψεύσασθαι μὲν οὐδεμιᾶς ἤθελε · “τί δὲ μάτην” εἶπε “θορυβεῖσθε ζητοῦντες τὴν οὐ παροῦσαν; Καλλιρρόης ἐγὼ Συρακουσίας ἐμνημόνευσα, θυγατρὸς Ἑρμοκράτους τοῦ στρατηγοῦ”.
4.2.13ταῦτα ἀκούσας Μιθριδάτης ἐρυθήματος ἐνεπλήσθη καὶ ἵδρου τὰ ἔνδον, καί που καὶ δάκρυον αὐτοῦ μὴ θέλοντος προὔπεσεν, ὥστε καὶ τὸν Πολύχαρμον διασιωπῆσαι καὶ πάντας ἀπορεῖν τοὺς παρόντας. ὀψὲ δὲ καὶ μόλις ὁ Μιθριδάτης συναγαγὼν ἑαυτὸν “τί δὲ σοὶ” φησὶ “πρᾶγμα πρὸς Καλλιρρόην ἐκείνην, καὶ διὰ τί μέλλων ἀποθνήσκειν ἐμνημόνευσας αὐτῆς”; ὁ δὲ ἀπεκρίνατο “μακρὸς ὁ μῦθος, ὦ δέσποτα, καὶ πρὸς οὐδὲν ἔτι χρήσιμός μοι.
4.2.14οὐκ ἐνοχλήσω δέ σε ληρῶν ἀκαίρως, ἅμα δὲ καὶ δέδοικα μή, ἐὰν βραδύνω φθάσῃ μὲ ὁ φίλος · θέλω δὲ αὐτῷ καὶ συναποθανεῖν”. ἐπεκλάσθησαν αἱ ὀργαὶ τῶν ἀκουόντων καὶ ὁ θυμὸς εἰς ἔλεον μετέπεσε, Μιθριδάτης δὲ ὑπὲρ πάντας συνεχύθη καὶ “μὴ δέδιθι” φησίν, “οὐ γὰρ ἐνοχλήσεις μοι διηγούμενος ·
4.2.15ἔχω γὰρ ψυχὴν φιλάνθρωπον. λέγε πάντα θαρρῶν καὶ μηδὲν παραλίπῃς, τίς εἶ καὶ πόθεν, καὶ πῶς ἦλθες εἰς Καρίαν καὶ διὰ τί σκάπτεις δεδεμένος; μάλιστα δέ μοι διήγησαι περὶ Καλλιρρόης καὶ τίς ὁ φίλος”.
4.3.1ἤρξατο οὖν ὁ Πολύχαρμος λέγειν “ἡμεῖς, οἱ δύο δεσμῶται, Συρακούσιοι γένος ἐσμέν. ἀλλ’ὁ μὲν ἕτερος νεανίσκος πρῶτος Σικελίας δόξῃτε καὶ πλούτῳ καὶ εὐμορφίᾳ ποτέ, ἐγὼ δὲ εὐτελὴς μέν, συμφοιτητὴς δὲ ἐκείνου καὶ φίλος.
4.3.2καταλιπόντες οὖν τοὺς γονεῖς ἐξεπλεύσαμεν τῆς πατρίδος, ἐγὼ μὲν δι’ἐκεῖνον, ἐκεῖνος δὲ διὰ γυναῖκα Καλλιρρόην το- τοὔνομα, ἥν, δόξας ἀποτεθνηκέναι, ἔθαψε πολυτελῶς, τυμβωρύχοι δὲ ζῶσαν εὑρόντες εἰς Ἰωνίαν ἐπώλησαν. τοῦτο γὰρ ἡμῖν ἐμήνυσε δημοσίᾳ βασανιζόμενος Θήρων ὁ λῃστής.
4.3.3ἔπεμψεν οὖν ἡ πόλις ἡ Συρακουσίων τριήρη καὶ πρέσβεις τοὺς ἀναζητήσοντας τὴν γυναῖκα. ταύτην τὴν τριήρη νυκτὸς ὁρμοῦσαν ἐνέπρησαν βάρβαροι καὶ τοὺς μὲν πολλοὺς ἀπέσφαξαν, ἐμὲ δὲ καὶ τὸν φίλον δήσαντες ἐπώλησαν ἐνταῦθα. ἡμεῖς μὲν οὖν σωφρόνως ἐφέρομεν τὴν συμφοράν · ἕτεροι δέ τινες τῶν ἡμῖν συνδεδεμένων, οὓς ἀγνοοῦμεν, διαρρήξαντες τὰ δεσμὰ φόνον εἰργάσαντο καὶ σοῦ κελεύσαντος τὴν ἐπὶ τὸν σταυρὸν ἠγόμεθα πάντες.
4.3.4ὁ μὲν οὖν φίλος οὐ δὲ ἀποθνήσκων ἐνεκάλει τῇ γυναικί, προήχθην δὲ αὐτῆς μνημονεῦσαι καὶ τῶν κακῶν αἰτίαν εἰπεῖν ἐκείνην, δι’ἣν ἐπλεύσαμεν”. ἔτι λέγοντος αὐτοῦ Μιθριδάτης ἀνεβόησε “Χαιρέαν λέγεις”.
4.3.5“τὸν φίλον” εἶπεν ὁ Πολύχαρμος · “ἀλλὰ δέομαί σου, δέσποτα, κέλευσον τῷ δημίῳ μη δὲ τοὺς σταυροὺς ἡμῶν διαζεῦξαι”. δάκρυα καὶ στεναγμὸς ἐπηκολούθησε τῷ διηγήματι, καὶ πάντας ἔπεμψε Μιθριδάτης ἐπὶ Χαιρέαν, ἵνα μὴ φθάσῃ τελευτήσας. εὗρον δὲ τοὺς μὲν ἄλλους ἀνῃρημένους, ἄρτι δ’ἐκεῖνον ἐπιβαίνοντα τοῦ σταυροῦ.
4.3.6πόρρωθεν οὖν ἐκεκράγεσαν ἄλλος ἄλλο τι “φεῖσαι, κατάβηθι, μὴ τρώσῃς, ἄφες”. ὁ μὲν οὖν δήμιος ἐπέσχε τὴν ὁρμήν · Χαιρέας δὲ λυπούμενος κατέβαινε τοῦ σταυροῦ · χαίρων γὰρ ἀπηλλάσσετο βίου πονήρου καὶ ἔρωτος ἀτυχοῦς. ἀγομένῳ δὲ αὐτῷ Μιθριδάτης ἀπήντησε καὶ περιπτυξάμενος εἶπεν “ἀδελφὲ καὶ φίλε, μικροῦ με ἐνήδρευσας ἔργον ἀσεβὲς ἐργάσασθαι διὰ τὴν ἐγκρατῆ μὲν ἀλλ’ἄκαιρόν σου σιωπήν”.
4.3.7εὐθὺς οὖν προσέταξε τοῖς οἰκέταις ἄγειν ἐπὶ λουτρὰ καὶ τὰ σώματα θεραπεῦσαι, λουσαμένοις δὲ περιθεῖναι χλανίδας Ἑλληνικὰς πολυτελεῖς · αὐτὸς δὲ τοὺς γνωρίμους ἐς τὸ συμπόσιον παρεκάλει καὶ ἔθυε Χαιρέου σωτήρια. πότος ἦν μακρὸς καὶ ἡδεῖα φιλοφρόνησις καὶ θυμηδίας οὐδὲν ἐνέδει.
4.3.8προκοπτούσης δὲ τῆς εὐωχίας θερμανθεὶς Μιθριδάτης οἴνῳ καὶ ἔρωτι “μὴ γὰρ τὰ δεσμὰ καὶ τὸν σταυρὸν ἐλεῶ σου, Χαιρέα” φησίν, “ἀλλ’ὅτι τοιαύτης γυναικὸς ἀφῃρέθης”. ἐκπλαγεὶς οὖν ὁ Χαιρέας ἀνέκραγε “ποῦ γὰρ σὺ Καλλιρρόην εἶδες τὴν ἐμήν”; “οὐκέτι σὴν” εἶπεν ὁ Μιθριδάτης, “ἀλλὰ Διονυσίου τοῦ Μιλησίου νόμῳ γαμηθεῖσαν · ἤδη δὲ καὶ τέκνον ἐστὶν αὐτοῖς”.
4.3.9οὐκ ἐκαρτέρησεν ὁ Χαιρέας ἀκούσας, ἀλλὰ τοῖς γόνασι Μιθριδάτου προσπεσὼν “ἱκετεύω σε, πάλιν, ὦ δέσποτα, τὸν σταυρόν μοι ἀπόδος. χεῖρόν με βασανίζεις, ἐπὶ τοιούτῳ διηγήματι ζῆν ἀναγκάζων.
4.3.10ἄπιστε Καλλιρρόη καὶ πασῶν ἀσεβεστάτη γυναικῶν, ἐγὼ μὲν ἐπράθην διὰ σὲ καὶ ἔσκαψα καὶ σταυρὸν ἐβάστασα καὶ δημίου χερσὶ παρεδόθην, σὺ δὲ ἐτρύφας καὶ γάμους ἔθυες ἐμοῦ δεδεμένου. οὐκ ἤρκεσεν ὅτι γυνὴ γέγονας ἄλλου Χαιρέου ζῶντος, γέγονας δὲ καὶ μήτηρ”.
4.3.11κλάειν ἤρξαντο πάντες καὶ μετέβαλε τὸ συμπόσιον εἰς σκυθρωπὴν ὑπόθεσιν. μόνος ἐπὶ τούτοις Μιθριδάτης ἔχαιρεν, ἐλπίδα τινὰ λαμβάνων ἐρωτικήν, ὡς δυνάμενος ἤδη καὶ λέγειν καὶ πράττειν τι περὶ Καλλιρρόης, ἵνα δοκῇ φίλῳ βοηθεῖν.
4.3.12“ἅρτι μὲν οὖν” ἔφη, “νὺξ γάρ ἐστιν, ἀπίωμεν, τῇ δ’ὑστεραίᾳ νήφοντες βουλευώμεθα περὶ τούτων · δεῖται γὰρ ἡ σκέψις σχολῆς μακροτέρας”. ἐπὶ τούτοις ἀναστὰς διέλυσε τὸ συμπόσιον καὶ αὐτὸς μὲν ἀνεπαύετο, καθάπερ ἦν ἔθος αὐτῷ, τοῖς δὲ Συρακουσίοις νεανίσκοις θεραπείαντε καὶ οἶκον ἐξαίρετον ἀπέδειξε.
4.4.1νὺξ ἐκείνη φροντίδων μεστὴ πάντας κατελάμβανε καὶ οὐδεὶς ἐδύνατο καθεύδειν · Χαιρέας μὲν γὰρ ὠργίζετο, Πολύχαρμος δὲ παρεμυθεῖτο, Μιθριδάτης δὲ ἔχαιρεν ἐλπίζων ὅτι καθάπερ ἐν τοῖς ἀγῶσι τοῖς γυμνικοῖς ἔφεδρος ὢν μεταξὺ Χαιρέουτε καὶ Διονυσίου αὐτὸς ἀκονιτὶ τὸ ἆθλον Καλλιρρόην ἀποίσεται.
4.4.2τῆς δ’ὑστεραίας προτεθείσης τῆς γνώμης ὁ μὲν Χαιρέας εὐθὺς ἠξίου βαδίζειν εἰς Μίλητον καὶ Διονύσιον ἀπαιτεῖν τὴν γυναῖκα · μὴ γὰρ ἂν μη δὲ Καλλιρρόην ἐμμένειν ἰδοῦσαν αὐτόν · ὁ δὲ Μιθριδάτης “ἐμοῦ μὲν ἕνεκα” φησὶν “ἄπιθι, βούλομαι γάρ σε μηδεμίαν ἡμέραν ἀπεζεῦχθαι τῆς γυναικός · ὄφελον μη δὲ Σικελίας ἐξήλθετε, μη δὲ συνέβη τι δεινὸν ἀμφοῖν · ἐπεὶ δὲ ἡ φιλόκαινος τύχη δρᾶμα σκυθρωπὸν ὑμῖν περιτέθεικε, βουλεύσασθαι δεῖ περὶ τῶν ἑξῆς φρονιμώτερον · νῦν γὰρ σπεύδεις πάθει μᾶλλον ἢ λογισμῷ μηδὲν τῶν μελλόντων προορώμενος.
4.4.3μόνος καὶ ξένος εἰς πόλιν ἀπέρχῃ τὴν μεγίστην καὶ ἀνδρὸς πλουσίου καὶ πρωτεύοντος ἐν Ἰωνίᾳ θέλεις ἀποσπάσαι γυναῖκα ἐξαιρέτως αὐτῷ συναφθεῖσαν ποίᾳ δυνάμει πεποιθώς; μακρὰν Ἑρμοκράτης σου καὶ Μιθριδάτης οἱ μόνοι σύμμαχοι, πενθῆσαι δυνάμενοί σε μᾶλλον ἢ βοηθῆσαι.
4.4.4φοβοῦμαι καὶ τὴν τύχην τοῦ τόπου. δεινὰ μὲν ἐκεῖ πέπονθας ἤδη · δόξει δέ σοι τὰ τότε φιλανθρωπότερα. τότε Μίλητος ἦν. ἐδέθης μέν, ἀλλ’ἔζησας · ἐπράθης, ἀλλ’ἐμοί. νῦν δέ, ἂν αἴσθηται Διονύσιος ἐπιβουλεύοντα τοῖς γάμοις αὐτοῦ, τίς σε θεῶν δυνήσεται σῶσαι; παραδοθήσῃ δὲ ἀντεραστῇ τυράννῳ, καὶ τάχα μὲν οὐ δὲ πιστευθήσῃ Χαιρέας εἶναι, κινδυνεύσεις δὲ μᾶλλον, κα- κἂν ἀληθῶς εἶναί σε νομίσῃ.
4.4.5σὺ μόνος ἀγνοεῖς τὴν φύσιν τοῦ ἔρωτος, ὅτι οὗτος ὁ θεὸς ἀπάταις χαίρει καὶ δόλοις; δοκεῖ δέ μοι πρῶτον ἀποπειραθῆναί σε τῆς γυναικὸς διὰ γραμμάτων εἰ μέμνηταί σου καὶ Διονύσιον θέλει καταλιπεῖν ἢ κείνου βούλεται οἶκον ὀφέλλειν, ὅς κεν ὀπυίῃ.
4.4.6ἐπιστολὴν γράψον αὐτῇ · λυπηθήτω, χαρήτω, ζητησάτω, καλεσάτω · τῆς δὲ τῶν γραμμάτων διαπομπῆς ἐγὼ προνοήσομαι. βάδιζε καὶ γράφε”. πείθεται Χαιρέας καὶ μόνος ἐπ’ἐρημίας γενόμενος ἤθελε γράφειν, ἀλλ’οὐκ ἐδύνατο, δακρύων ἐπιρρεόντων καὶ τῆς χειρὸς αὐτοῦ τρεμούσης. ἀποκλαύσας δὲ τὰς ἑαυτοῦ συμφορὰς μόλις ἤρξατο τοιαύτης ἐπιστολῆς · Καλλιρόῃ Χαιρέας ·
4.4.7ζῶ, καὶ ζῶ διὰ Μιθριδάτην, τὸν ἐμὸν εὐεργέτην, ἐλπίζω δὲ καὶ σόν · ἐπράθην γὰρ εἰς Καρίαν ὑπὸ βαρβάρων, οἵτινες ἐνέπρησαν τριήρη τὴν καλήν, τὴν στρατηγικήν, τὴν τοῦ σοῦ πατρός · ἐξέπεμψε δὲ ἐπ’αὐτῆς ἡ πόλις πρεσβείαν ὑπὲρ σοῦ. τοὺς μὲν οὖν ἄλλους πολίτας οὐκ οἶδ’ὅ τι γεγόνασιν, ἐμὲ δὲ καὶ Πολύχαρμον τὸν φίλον ἤδη μέλλοντας φονεύεσθαι σέσωκεν ἔλεος δεσπότου.
4.4.8πάντα δὲ Μιθριδάτης εὐεργετήσας τοῦτό με λελύπηκεν ἀντὶ πάντων, ὅτι μοι τὸν σὸν γάμον διηγήσατο · θάνατον μὲν γὰρ ἄνθρωπος ὢν προσεδόκων, τὸν δὲ σὸν γάμον οὐκ ἤλπισα. ἀλλ’ἱκετεύω, μετανόησον. κατασπένδω τούτων μου τῶν γραμμάτων δάκρυα καὶ φιλήματα.
4.4.9ἐγὼ Χαιρέας εἰμὶ ὁ σὸς ἐκεῖνος, ὃν εἶδες παρθένος εἰς Ἀφροδίτην βαδίζουσα, δι’ὃν ἠγρύπνησας. μνήσθητι τοῦ θαλάμου καὶ τῆς νυκτὸς τῆς μυστικῆς, ἐν ᾗ πρῶτον σὺ μὲν ἀνδρός, ἐγὼ δὲ γυναικὸς κεῖραν ἐλάβομεν. ἀλλ’ἐζηλοτύπησα. τοῦτο ἴδιόν ἐστι φιλοῦντος. δέδωκά σοι δίκας.
4.4.10ἐπράθην, ἐδούλευσα, ἐδέθην. μή μοι μνησικακήσῃς τοῦ λακτίσματος τοῦ προπετοῦς · κα- κἀγὼ γὰρ ἐπὶ σταυρὸν ἀνέβην διὰ σέ, σοὶ μηδὲν ἐγκαλῶν. εἰ μὲν οὖν ἔτι μνημονεύσειας, οὐδὲν ἔπαθον · εἰ δὲ ἄλλο τι φρονεῖς, θανάτου μοι δώσεις ἀπόφασιν.
4.5.1ταύτην τὴν ἐπιστολὴν ἔδωκεν Ὑγίνῳ τῷ πιστοτάτῳ, ὃν καὶ διοικητὴν εἶχεν ἐν Καρίᾳ τῆς ὅλης οὐσίας, παραγυμνώσας αὐτῷ καὶ τὸν ἴδιον ἔρωτα. ἔγραψε δὲ καὶ αὐτὸς πρὸς Καλλιρρόην, εὔνοιαν ἐπιδεικνύμενος αὐτῇ καὶ κηδεμονίαν, ὅτι δι’ἐκείνην Χαιρέαν ἔσωσε, καὶ συμβουλεύων μὴ ὑβρίσαι τὸν πρῶτον ἄνδρα, ὑπισχνούμενος αὐτὸς στρατηγήσειν ὅπως ἀλλήλους ἀπολάβωσιν, ἂν καὶ τὴν ἐκείνης προσλάβῃ ψῆφον.
4.5.2συνέπεμψε δὲ τῷ Ὑγίνῳ τρεῖς ὑπηρέτας καὶ δῶρα πολυτελῆ καὶ χρυσίον συχνόν · εἴρητο δὲ πρὸς τοὺς ἄλλους οἰκέτας, ὅτι πέμπει ταῦτα Διονυσίῳ, πρὸς τὸ ἀνύποπτον. κελεύει δὲ τὸν Ὑγῖνον, ἐπειδὰν ἐν Πριήνῃ γένηται, τοὺς μὲν ἄλλους αὐτοῦ καταλιπεῖν, μόνον δὲ αὐτόν, ὡς Ἴωνα (καὶ γὰρ ἡλλήνιζε τῇ φωνῇ) κατάσκοπον εἰς τὴν Μίλητον πορευθῆναι · εἶτ’ἐπειδὰν μάθῃ πῶς ἂν χρήσαιτο τοῖς πράγμασι, τότε τοὺς ἐκ Πριήνης εἰς Μίλητον ἀπαγαγεῖν.
4.5.3ὁ μὲν οὖν ἀπῄει καὶ ἔπραττε τὰ κεκελευσμένα, ἡ τύχη δὲ οὐχ ὅμοιον τῇ γνώμῃ τὸ τέλος ἐβράβευσεν, ἀλλὰ μειζόνων πραγμάτων ἐκίνησεν ἀρχήν. ἐπειδὴ γὰρ Ὑγῖνος εἰς Μίλητον ἀπηλλάγη, καταλειφθέντες οἱ δοῦλοι τοῦ προεστηκότος ἔρημοι πρὸς ἀσωτίαν ὥρμων, ἔχοντες χρυσίον ἄφθονον.
4.5.4ἐν πόλει δὲ μικρᾷ καὶ περιεργίας Ἑλληνικῆς πλήρει ξενικὴ πολυτέλεια τοὺς πάντων ἐπέστρεψεν ὀφθαλμούς · ἄγνωστοι γὰρ ἄνθρωποι καὶ τρυφῶντες ἔδοξαν αὐτοῖς μάλιστα μὲν λῃσταί, δραπέται δὲ πάντως.
4.5.5ἧκεν οὖν εἰς τὸ πανδοκεῖον ὁ στρατηγὸς καὶ διερευνώμενος εὗρε χρυσίον καὶ κόσμον πολυτελῆ · φώρια δὲ νομίσας ἀνέκρινε τοὺς οἰκέτας τίνες εἶεν καὶ πόθεν ταῦτα. φόβῳ δὲ βασάνων κατεμήνυσαν τὴν ἀλήθειαν ὅτι Μιθριδάτης ὁ Καρίας ὕπαρχος δῶρα πέπομφε Διονυσίῳ, καὶ τὰς ἐπιστολὰς ἐπεδείκνυσαν.
4.5.6ὁ δὲ στρατηγὸς τὰ μὲν γράμματα οὐκ ἔλυσεν · ἦν γὰρ ἔξωθεν κατασεσημασμένα, δημοσίοις δὲ παραδοὺς ἅπαντα μετὰ τῶν οἰκετῶν ἔπεμψε πρὸς Διονύσιον, εὐεργεσίαν εἰς αὐτὸν κατατίθεσθαι νομίζων.
4.5.7ἐτύγχανε μὲν οὖν ἑστιῶν τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν καὶ λαμπρὸν τὸ συμπόσιον ἦν, ἤδη δέ που καὶ αὐλὸς ἐφθέγγετο καὶ δι’ᾠδῆς ἠκούετο μέλος. μεταξὺ δὲ ἐπέδωκέ τις αὐτῷ τὴν ἐπιστολὴν · στρατηγὸς Πριηνέων Βίας εὐεργέτῃ Διονυσίῳ χαίρειν Δῶρα καὶ γράμματα κομιζόμενά σοι παρὰ Μιθριδάτου τοῦ Καρίας ὑπάρχου δοῦλοι πονηροὶ κατέφθειρον, οὓς ἐγὼ συλλαβὼν ἀνέπεμψα πρὸς σέ.
4.5.8ταύτην τὴν ἐπιστολὴν ἐν μέσῳ τῷ συμποσίῳ Διονύσιος ἀνέγνω, καλλωπιζόμενος ἐπὶ ταῖς βασιλικαῖς δωρεαῖς · ἐντεμεῖν δὲ τὰς σφραγῖδας κελεύσας ἐντυγχάνειν ἐπειρᾶτο τοῖς γράμμασιν. εἶδεν οὖν Καλλιρόῃ Χαιρέας. ζῶ.
4.5.9τοῦ δ’αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, εἶτα σκότος τῶν ὀφθαλμῶν αὐτοῦ κατεχύθη. καὶ μέντοι λιποθυμήσας ὅμως ἐκράτησε τὰ γράμματα, φοβούμενος ἄλλον αὐτοῖς ἐντυχεῖν. θορύβου δὲ καὶ συνδρομῆς γενομένης ἐπηγέρθη, καὶ συνεὶς τὸ πάθος ἐκέλευσε τοῖς οἰκέταις μετενεγκεῖν αὐτὸν εἰς ἕτερον οἰκίσκον, ὡς δῆθεν βουλόμενος ἠρεμίας μετασχεῖν.
4.5.10τὸ μὲν οὖν συμπόσιον σκυθρωπῶς διελύθη (φαντασία γὰρ ἀποπληξίας αὐτοὺς ἔσχε), Διονύσιος δὲ καθ’ἑαυτὸν γενόμενος πολλάκις ἀνεγίνωσκε τὰς ἐπιστολάς. κατελάμβανε δὲ αὐτὸν πάθη ποικίλα, θυμός, ἀθυμία, φόβος, ἀπιστία. ζῆν μὲν οὖν Χαιρέαν οὐκ ἐπίστευε (τοῦτο γὰρ οὐ δὲ ὅλως ἤθελε), σκῆψιν δὲ μοιχικὴν ὑπελάμβανε Μιθριδάτου διαφθεῖραι θέλοντος Καλλιρρόην ἐλπίδι Χαιρέου.
4.6.1μεθ’ἡμέραν οὖν τήρησιν ἐποιεῖτο τῆς γυναικὸς ἀκριβεστέραν, ἵνα μή τις αὐτῇ προσέλθῃ μη δ’ἀπαγγείλῃ τι τῶν ἐν Καρίᾳ διηγημάτων · αὐτὸς δὲ ἄμυναν ἐπενόησε τοιαύτην. ἐπεδήμει κατὰ καιρὸν ὁ Λυδίας καὶ Ἰωνίας ὕπαρχος Φαρνάκης, ὃς δὴ καὶ μέγιστος εἶναι δοκεῖ τῶν ὑπὸ βασιλέως καταπεμπομένων ἐπὶ θάλατταν. ἐπὶ τοῦτον ἦλθεν ὁ Διονύσιος, ἦν γὰρ αὐτῷ φίλος, καὶ ἰδιολογίαν ᾐτήσατο. “ἱκετεύω σε” φησίν, “ὦ δέσποτα, βοήθησον ἐμοίτε καὶ σεαυτῷ. Μιθριδάτης γάρ, ὁ κάκιστος ἀνδρῶν, καὶ σοὶ φθονῶν, ξένος μου γενόμενος ἐπιβουλεύει μου τῷ γάμῳ καὶ πέπομφε γράμματα μοιχικὰ μετὰ χρυσίου πρὸς τὴν γυναῖκα τὴν ἐμήν”.
4.6.2ἐπὶ τούτοις ἀνεγίνωσκε τὰς ἐπιστολὰς καὶ διηγεῖτο τὴν τέχνην. ἄσμενος ἤκουσε Φαρνάκης τῶν λόγων τάχα μὲν καὶ διὰ Μιθριδάτην (ἐγεγόνει γὰρ αὐτοῖς οὐκ ὀλίγα προσκρούσματα διὰ τὴν γειτνίασιν), τὸ δὲ πλέον διὰ τὸν ἔρωτα · καὶ γὰρ αὐτὸς ἐκάετο τῆς Καλλιρρόης καὶ δι’αὐτὴν ἐπεδήμει τὰ πολλὰ Μιλήτῳ, καλῶν ἐπὶ τὰς ἑστιάσεις Διονύσιον μετὰ τῆς γυναικός.
4.6.3ὑπέσχετο οὖν βοηθήσειν αὐτῷ κατὰ τὸ δυνατὸν καὶ γράφει δι’ἀπορρήτων ἐπιστολήν. βασιλεῖ Βασιλέων Ἀρταξέρξῃ σατράπης Λυδίας καὶ Ἰωνίας Φαρνάκης ἰδίῳ δεσπότῃ χαίρειν.
4.6.4Διονύσιος ὁ Μιλήσιος δοῦλός ἐστι σὸς ἐκ προγόνων πιστὸς καὶ πρόθυμος εἰς τὸν σὸν οἶκον. οὗτος ἀπωδύρατο πρός με ὅτι Μιθριδάτης ὁ Καρίας ὕπαρχος ξένος αὐτῷ γενόμενος διαφθείρει αὐτοῦ τὴν γυναῖκα. φέρει δὲ μεγάλην ἀδοξίαν εἰς τὰ σὰ πράγματα, μᾶλλον δὲ ταραχήν. πᾶσα μὲν γὰρ παρανομία σατράπου μεμπτή, μάλιστα δὲ αὕτη. καὶ γὰρ ὁ Διονύσιός ἐστι δυνατώτατος Ἰώνων καὶ τὸ κάλλος τῆς γυναικὸς περιβόητον, ὥστε τὴν ὕβριν μὴ δύνασθαι λαθεῖν.
4.6.5ταύτην τὴν ἐπιστολὴν κομισθεῖσαν βασιλεὺς ἀνέγνω τοῖς φίλοις καὶ τί χρὴ πράττειν ἐβουλεύετο. γνῶμαι δὲ ἐρρήθησαν διάφοροι · τοῖς μὲν γὰρ Μιθριδάτῃ φθονοῦσιν ἢ τὴν σατραπείαν αὐτοῦ μνωμένοις, ἐδόκει μὴ περιορᾶν ἐπιβουλὴν εἰς γάμον ἀνδρὸς ἐνδόξου, τοῖς δὲ ῥᾳθυμοτέροις τὰς φύσεις ἢ τιμῶσι τὸν Μιθριδάτην (εἶχε δὲ πολλοὺς καὶ προεστηκότας) οὐκ ἤρεσκεν ἀνάρπαστον ἐκ διαβολῆς ποιεῖν ἄνδρα δόκιμον.
4.6.6ἀνωμάλων δὲ τῶν γνωμῶν γενομένων ἐκείνης μὲν τῆς ἡμέρας οὐδὲν ἐπεκύρωσεν βασιλεύς, ἀλλ’ὑπερέθετο τὴν σκέψιν · νυκτὸς δὲ ἐπελθούσης ὑπεδύετο αὐτὸν μισοπονηρία μὲν διὰ τὸ τῆς βασιλείας εὐπρεπές, εὐλάβεια δὲ περὶ τοῦ μέλλοντος · ἀρχὴν γὰρ ἔχειν τὸν Μιθριδάτην καταφρονήσεως.
4.6.7ὥρμησεν οὖν καλεῖν ἐπὶ τὴν δίκην αὐτόν · ἄλλο δὲ πάθος παρῄνει μεταπέμπεσθαι καὶ τὴν γυναῖκα τὴν καλήν. σύμβουλοι μὲν οὖν νὺξ καὶ σκότος ἐν ἐρημίᾳ γενόμενοι καὶ τούτου τοῦ μέρους τῆς ἐπιστολῆς ἀνεμίμνησκον βασιλέα, προσηρέθιζε δὲ καὶ φήμη, Καλλιρρόην τινὰ καλλίστην ἐπὶ τῆς Ἰωνίας εἶναι · καὶ τοῦτο μόνον ἐμέμφετο βασιλεὺς Φαρνάκην, ὅτι οὐ προσέγραψεν ἐν τῇ ἐπιστολῇ το- τοὔνομα τῆς γυναικός.
4.6.8ὅμως δ’ἐπ’ἀμφιβόλῳ τοῦ τάχα καὶ κρείττονα τυγχάνειν τῆς φημιζομένης ἑτέραν ἔδοξε καλέσαι καὶ τὴν γυναῖκα. γράφει δὲ πρὸς Φαρνάκην Διονύσιον, ἐμὸν δοῦλον, Μιλήσιον, πέμψον πρὸς δὲ Μιθριδάτην. ἧκε ἀπολογησόμενος ὅτι οὐκ ἐπεβούλευσας γάμῳ Διονυσίου.
4.7.1καταπλαγέντος δὲ τοῦ Μιθριδάτου καὶ ἀποροῦντος τὴν αἰτίαν τῆς διαβολῆς ὑποστρέψας ὁ Ὑγῖνος ἐδήλωσε τὰ πεπραγμένα περὶ τοὺς οἰκέτας. προδοθεὶς οὖν ὑπὸ τῶν γραμμάτων ἐβουλεύετο μὴ βαδίζειν ἄνω, δεδοικὼς τὰς διαβολὰς καὶ τὸν θυμὸν τὸν βασιλέως, ἀλλὰ Μίλητον μὲν καταλαβεῖν καὶ Διονύσιον ἀνελεῖν τὸν αἴτιον, Καλλιρρόην δ’ἁρπάσας ἀποστῆναι βασιλέως.
4.7.2“τί γὰρ σπεύδεις” φησὶ “παραδοῦναι δεσπότου χερσὶ τὴν ἐλευθερίαν; τάχα δὲ καὶ κρατήσεις ἐνθάδε μένων · μακρὰν γάρ ἐστι βασιλεὺς καὶ φαύλους ἔχει στρατηγούς · εἰ δὲ καὶ ἄλλως ἀθετήσειεν, οὐδὲν δυνήσῃ χεῖρον παθεῖν. ἐν τοσούτῳ δὲ σὺ μὴ προδῷς δύο τὰ κάλλιστα, ἔρωτα καὶ ἀρχήν. ἐντάφιον ἔνδοξον ἡ ἡγεμονία καὶ μετὰ Καλλιρρόης θάνατος ἡδύς”.
4.7.3ἔτι ταῦτα βουλευομένου καὶ παρασκευαζομένου πρὸς ἀπόστασιν ἧκέ τις ἀγγέλλων ὡς Διονύσιος ἐξώρμηκε Μιλήτου καὶ Καλλιρρόην ἐπάγεται. τοῦτο λυπηρότερον ἤκουσε Μιθριδάτης ἢ τὸ πρόσταγμα τὸ καλοῦν ἐπὶ τὴν δίκην · ἀποκλαύσας δὲ τὴν ἑαυτοῦ συμφορὰν “ἐπὶ ποίαις” φησὶν “ἐλπίσιν ἔτι μένω;
4.7.4προδίδωσί με πανταχόθεν ἡ τύχη. τάχα γὰρ ἐλεήσει με βασιλεὺς μηδὲν ἀδικοῦντα · εἰ δὲ ἀποθανεῖν δεήσειε, πάλιν ὄψομαι Καλλιρρόην · κα- κἂν ἐν τῇ κρίσει Χαιρέαν ἕξω μετ’ἐμαυτοῦ καὶ Πολύχαρμον οὐ συνηγόρους μόνον, ἀλλὰ καὶ μάρτυρας”. πᾶσαν οὖν τὴν θεραπείαν κελεύσας συνακολουθεῖν ἐξώρμησε Καρίας, ἀγαθὴν ἔχων ψυχὴν ἐκ τοῦ μηδὲν ἀδικεῖν ἂν δόξαι · ὥστε οὐ δὲ μετὰ δακρύων προύπεμψαν αὐτόν, ἀλλὰ μετὰ θυσιῶν καὶ πομπῆς.
4.7.5ἕνα μὲν οὖν στόλον τοῦτον ἐκ Καρίας ἔστελλεν ὁ Ἔρως, ἐξ Ἰωνίας δὲ ἐνδοξότερον ἄλλον · ἐπιφανέστερον γὰρ καὶ βασιλικώτερον ἦν τὸ κάλλος. προύτρεχε γὰρ τῆς γυναικὸς ἡ φήμη, καταγγέλλουσα πᾶσιν ἀνθρώποις ὅτι Καλλιρρόη παραγίνεται, τὸ περιβόητον ὄνομα, τὸ μέγα τῆς φύσεως κατόρθωμα, Ἀρτέμιδι ἰκέλη ἢ χρυσείῃ Ἀφροδίτῃ.
4.7.6ἐνδοξοτέραν αὐτὴν ἐποίει καὶ τὸ τῆς δίκης διήγημα. πόλεις ἀπήντων ὅλαι καὶ τὰς ὁδοὺς ἐστενοχώρουν οἱ συντρέχοντες ἐπὶ τὴν θέαν · ἐδόκει δὲ τοῖς πᾶσι τῆς φήμης ἡ γυνὴ κρείττων. μακαριζόμενος δὲ Διονύσιος ἐλυπεῖτο, καὶ δειλότερον αὐτὸν ἐποίει τῆς εὐτυχίας τὸ μέγεθος · οἷα γὰρ πεπαιδευμένος ἐνεθυμεῖτο ὅτι φιλόκαινός ἐστιν ὁ Ἔρως · διὰ τοῦτο καὶ τόξα καὶ πῦρ ποιηταίτε καὶ πλάσται περιτεθείκασιν αὐτῷ, τὰ κουφότατα καὶ στῆναι μὴ θέλοντα.
4.7.7μνήμη δὲ ἐλάμβανεν αὐτὸν παλαιῶν διηγημάτων, ὅσαι μεταβολαὶ γεγόνασι τῶν καλῶν γυναικῶν. πάντα οὖν Διονύσιον ἐφόβει, πάντας ἔβλεπεν ὡς ἀντεραστάς, οὐ τὸν ἀντίδικον μόνον, ἀλλ’αὐτὸν τὸν δικαστήν, ὥστε καὶ μετενόει προπετέστερον Φαρνάκῃ ταῦτα μηνύσας, ἐξὸν καθεύδειν τήντ’ἐρωμένην ἔχειν · οὐ γὰρ ὅμοιον ἐν Μιλήτῳ φυλάττειν Καλλιρρόην καὶ ἐπὶ τῆς Ἀσίας ὅλης.
4.7.8διεφύλαττε δ’ὅμως τὸ ἀπόρρητον μέχρι τέλους, καὶ τὴν αἰτίαν οὐχ ὡμολόγει πρὸς τὴν γυναῖκα, ἀλλ’ἡ πρόφασις ἦν ὅτι βασιλεὺς αὐτὸν μεταπέμπεται, βουλεύσασθαι θέλων περὶ τῶν ἐν Ἰωνίᾳ πραγμάτων. ἐλυπεῖτο δὲ Καλλιρρόη, μακρὰν στελλομένη θαλάσσης Ἑλληνικῆς · ἕως γὰρ τοὺς Μιλησίων λιμένας ἑώρα, Συρακουσῶν ἐδόκει ἐγγὺς τυγχάνειν · μέγα δὲ εἶχε παραμύθιον καὶ τὸν Χαιρέου τάφον ἐκεῖ.