Chariton

Chaereas and Callirhoe, 6

6.1

6.1.1ἐπεὶ δὲ ἔμελλε βασιλεὺς τῇ ὑστεραίᾳ δικάζειν πότερον Χαιρέου γυναῖκα Καλλιρρόην εἶναι δεῖ Διονυσίου, μετέωρος ἦν πᾶσα Βαβυλών, καὶ ἐν οἰκίαιςτε πρὸς ἀλλήλους καὶ ἐν τοῖς στενωποῖς οἱ ἀπαντῶντες ἔλεγον αὔριον τῆς Καλλιρρόης οἱ γάμοι.

6.1.2τίς εὐτυχέστερος ἄρα; διέσχιστο δὲ πόλις, καὶ οἱ μὲν Χαιρέᾳ σπεύδοντες ἔλεγον πρῶτος ἦν ἀνήρ, παρθένον ἔγημεν, ἐρῶσαν ἐρῶν · πατὴρ ἐξέδωκεν αὐτῷ, πατρὶς ἔθαψε · τοὺς γάμους οὐκ ἀπέλιπεν, ἀπελείφθη · Διονύσιος δὲ ἠγόρασεν, οὐκ ἔγημεν · λῃσταὶ ἐπώλησαν · οὐκ ἐξὸν δὲ τὴν ἐλευθέραν ἀγοράσαι.

6.1.3οἱ δὲ Διονυσίῳ σπεύδοντες ἀντέλεγον πάλιν ἐξήγαγε πειρατῶν παρ’οὐδὲν μέλλουσαν φονεύεσθαι · τάλαντον ἔδωκεν ὑπὲρ τῆς σωτηρίας αὐτῆς · πρῶτον ἔσωσεν, εἶτα ἔγημε · Χαιρέας δὲ γήμας ἀπέκτεινε · μνημονεύειν ὀφείλει Καλλιρρόη τοῦ γάμου · χρηστὸν δὲ Διονυσίῳ πρόσεστιν εἰς τὸ νικᾶν ὅτι καὶ τέκνον ἔχουσι κοινόν.

6.1.4ταῦτα μὲν οὖν οἱ ἄνδρες · αἱ δὲ γυναῖκες οὐκ ἐρρητόρευον μόνον, ἀλλὰ καὶ συνεβούλευον ὡς παρούσῃ Καλλιρρόη, μὴ προῇς τὸν παρθένιον · ἑλοῦ τὸν πρῶτον φιλήσαντα, τὸν πολίτην, ἵνα καὶ τὸν πατέρα ἴδῃς · εἰ δὲ μή, ζήσεις ἐπὶ ξένης ὡς φυγάς ·

6.1.5αἱ δ’ἕτεραι τὸν εὐεργέτην ἑλοῦ, τὸν σώσαντα, μὴ τὸν ἀποκτείναντα · τί δὲ ἂν πάλιν ὀργισθῇ Χαιρέας; πάλιν τάφος. μὴ προδῷς τὸν υἱόν · τίμησον τὸν πατέρα τοῦ τέκνου. τοιαῦτα διαλαλούντων ἦν ἀκούειν, ὥστε εἶπεν ἄν τις ὅλην Βαβυλῶνα εἶναι δικαστήριον.

6.1.6νὺξ ἐκείνη τελευταία πρὸ τῆς δίκης ἐφειστήκει · κατέκειντο δὲ οἱ βασιλεῖς οὐχ ὁμοίους λαμβάνοντες λογισμούς, ἀλλὰ μὲν βασιλὶς ηὔχετο ἡμέραν γενέσθαι τάχιον, ἵνα ἀπόθηται τὴν παρακαταθήκην ὡς φορτίον · ἐβάρει γὰρ αὐτὴν τὸ κάλλος γυναικὸς ἀντισυγκρινόμενον ἐγγύς · ὑπώπτευε δὲ καὶ βασιλέως τὰς πυκνὰς εἰσόδους καὶ τὰς ἀκαίρους φιλοφροσύνας.

6.1.7πρότερον μὲν γὰρ σπανίως εἰς τὴν γυναικωνῖτιν εἰσῄει · ἀφ’οὗ δὲ Καλλιρρόην εἶχεν ἔνδον, συνεχῶς ἐφοίτα. παρεφύλαττε δὲ αὐτὸν καὶ ἐν ταῖς ὁμιλίαις ἡσυχῆ Καλλιρρόην ὑποβλέποντα, καὶ τοὺς ὀφθαλμοὺς κλέπτοντας μὲν τὴν θέαν, αὐτομάτως δὲ ἐκεῖ φερομένους.

6.1.8Στάτειρα μὲν οὗν ἡδεῖαν ἡμέραν ἐξεδέχετο, βασιλεὺς δὲ οὐχ ὁμοίαν, ἀλλ’ἠγρύπνει δι’ὅλης τῆς νυκτὸς ἄλλοτ’ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δ’αὖτε ὕπτιος, ἄλλοτε δὲ πρηνής, ἐννοούμενος καθ’αὑτὸν καὶ λέγων πάρεστιν κρίσις · γὰρ προπετὴς ἐγὼ σύντομον ἔδωκα προθεσμίαν. τί οὖν μέλλομεν πράττειν ἕωθεν; ἄπεισι Καλλιρρόη λοιπὸν εἰς Μίλητον εἰς Συρακούσας.

6.1.9ὀφθαλμοὶ δυστυχεῖς, μίαν ὥραν ἔχετε λοιπὸν ἀπολαῦσαι τοῦ καλλίστου θεάματος · εἶτα γενήσεται δοῦλος ἐμὸς εὐτυχέστερος ἐμοῦ. σκέψαι τί σοι πρακτέον ἐστίν, ψυχή · κατὰ σαυτὴν γενοῦ · σύμβουλον οὐκ ἔχεις ἄλλον · ἔρωτος σύμβουλός ἐστιν αὐτὸς ἔρως.

6.1.10πρῶτον οὖν ἀπόκριναι σεαυτῷ. τίς εἶ; Καλλιρρόης ἐραστὴς δικαστής; μὴ ἐξαπάτα σεαυτόν. ἀρνῇ μέν, ἀλλὰ ἐρᾷς · ἐλεγχθήσῃ δὲ μᾶλλον, ὅταν αὐτὴν μὴ βλέπῃς. τί οὖν σεαυτὸν θέλεις λυπεῖν; ἥλιος προπάτωρ σὸς ἐξεῖλέ σοι τοῦτο τὸ ζῶον, κάλλιστον ὧν αὐτὸς ἐφορᾷ, σὺ δ’ἀπελαύνεις τὸ δῶρον τοῦ θεοῦ.

6.1.11πάνυ γοῦν ἐμοὶ μέλει Χαιρέου καὶ Διονυσίου, δούλων ἐμῶν ἀδόξων, ἵνα βραβεύω τοὺς ἐκείνων γάμους καὶ μέγας βασιλεὺς ἔργον διαπράττωμαι προμνηστρίας γραΐδος. ἀλλὰ ἔφθην ἀναδέξασθαι τὴν κρίσιν καὶ πάντες τοῦτ’ἴσασι.

6.1.12μάλιστα δὲ Στάτειραν αἰδοῦμαι. μήτε οὖν δημοσίευε τὸν ἔρωτα μήτε τὴν δίκην ἀπάρτιζε. ἀρκεῖ σοι Καλλιρρόην κἂν βλέπειν · ὑπέρθου τὴν κρίσιν · τοῦτο γὰρ ἔξεστι καὶ ἰδιώτῃ δικαστῇ.

6.2

6.2.1ἡμέρας οὖν φανείσης οἱ μὲν ὑπηρέται τὸ βασιλικὸν ἡτοίμαζον δικαστήριον · τὸ δὲ πλῆθος συνέτρεχεν ἐπὶ τὰ βασίλεια, καὶ ἐδονεῖτο πᾶσα Βαβυλών. ὥσπερ δὲ ἐν Ὀλυμπίοις τοὺς ἀθλητὰς ἔστι θεάσασθαι παραγινομένους ἐπὶ τὸ στάδιον μετὰ παραπομπῆς, οὕτω δὴ κἀκείνους. τὸ μὲν δοκιμώτατον Περσῶν πλῆθος παρέπεμπε Διονύσιον, δὲ δῆμος Χαιρέαν.

6.2.2συνευχαὶ δὲ καὶ ἐπιβοήσεις μυρίαι τῶν σπευδόντων ἑκατέροις, ἐπευφημούντων σὺ κρείττων, σὺ νικᾷς. ἦν δὲ τὸ ἆθλον οὐ κότινος, οὐ μῆλα, οὐ πίτυς, ἀλλὰ κάλλος τὸ πρῶτον, ὑπὲρ οὗ δικαίως ἂν ἤρισαν καὶ θεοί. βασιλεὺς δὲ καλέσας τὸν εὐνοῦχον Ἀρταξάτην, ὃς ἦν αὐτῷ μέγιστος, ὄναρ μοὶ φησὶν ἐπιστάντες βασίλειοι θεοὶ θυσίαν ἀπαιτοῦσι καὶ δεῖ με πρῶτον ἐκτελέσαι τὰ τῆς εὐσεβείας.

6.2.3παράγγειλον οὖν τριάκοντα ἡμερῶν ἱερομηνίαν ἑορτάζειν πᾶσαν τὴν Ἀσίαν ἀφεμένην δικῶντε καὶ πραγμάτων. δὲ εὐνοῦχος τὸ προσταχθὲν ἀπήγγειλε, πάντα δὲ εὐθὺς μεστὰ θυόντων ἐστεφανωμένων.

6.2.4αὐλὸς ἤχει καὶ σύριγξ ἐκελάδει καὶ ᾅδοντος ἠκούετο μέλος · ἐθυμιᾶτο τὰ πρόθυρα, καὶ πᾶς στενωπὸς συμπόσιον ἦν, κνίσση δ’οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ, βασιλεὺς δὲ μεγαλοπρεπεῖς θυσίας παρέστησε τοῖς βωμοῖς. τότε πρῶτον καὶ Ἔρωτι ἔθυσε καὶ πολλὰ παρεκάλεσεν Ἀφροδίτην, ἵνα αὐτῷ βοηθῇ πρὸς τὸν υἱόν.

6.2.5πάντων δὲ ἐν θυμηδίαις ὄντων μόνοι τρεῖς ἐλυποῦντο, Καλλιρρόη, Διονύσιος καὶ πρὸ τούτων Χαιρέας. Καλλιρρόη δὲ οὐκ ἐδύνατο λυπεῖσθαι φανερῶς ἐν τοῖς βασιλείοις, ἀλλ’ἡσυχῆ καὶ λανθάνουσα ὑπέστενε καὶ τῇ ἑορτῇ κατηρᾶτο. Διονύσιος δ’ἑαυτῷ, διότι Μίλητον κατέλιπε. φέρε φησίν, τλῆμον, τὴν ἑκούσιον συμφοράν · ἑαυτῷ γὰρ αἴτιος τούτων.

6.2.6ἐξῆν σοι Καλλιρρόην ἔχειν καὶ Χαιρέου ζῶντος. σὺ ἦς ἐν Μιλήτῳ κύριος, καὶ οὐ δὲ ἐπιστολὴ Καλλιρρόῃ τότε σοῦ μὴ θέλοντος ἐδόθη. τίς ἂν εἶδε; τίς ἂν προσῆλθε; φέρων δὲ σεαυτὸν εἰς μέσους ἔρριψας τοὺς πολεμίους.

6.2.7καὶ εἴθε σεαυτὸν μόνον · νῦν δὲ καὶ τὸ τῆς ψυχῆς σου τιμιώτερον κτῆμα. διὰ τοῦτο πανταχόθεν σοι πόλεμος κεκίνηται. τί δικάζῃ, ἀνόητε; Χαιρέαν ἀντίδικον ἔχεις · κατεσκεύασας σεαυτῷ δεσπότην ἀντεραστήν. νῦν βασιλεὺς καὶ ὀνείρατα βλέπει, καὶ ἀπαιτοῦσιν αὐτὸν θυσίας οἷς καθ’ἡμέραν θύει.

6.2.8 τῆς ἀναισχυντίας. παρέλκει τις τὴν κρίσιν, ἔνδον ἔχων ἀλλοτρίαν γυναῖκα, καὶ τοιοῦτος εἶναι λέγει δικαστής. τοιαῦτα μὲν ὠδύρετο Διονύσιος, Χαιρέας δὲ οὐχ ἥπτετο τροφῆς, οὐ δὲ ὅλως ἤθελε ζῆν. Πολυχάρμου δὲ τοῦ φίλου κωλύοντος αὐτὸν ἀποκαρτερεῖν σύ μοι πάντων εἷπε πολεμιώτατος ὑπάρχεις φίλου σχήματι · βασανιζόμενον γάρ με κατέχεις καὶ ἡδέως κολαζόμενον ὁρᾷς.

6.2.9εἰ δὲ φίλος ἦς, οὐκ ἂν ἐφθόνεις μοι τῆς ἐλευθερίας ὑπὸ δαίμονος κακοῦ τυραννουμένῳ. πόσους μου καιροὺς εὐτυχίας ἀπολώλεκας; μακάριος ἦν, εἰ ἐν Συρακούσαις θαπτομένῃ Καλλιρρόῃ συνετάφην · ἀλλὰ καὶ τότε σύ με βουλόμενον ἀποθανεῖν ἐκώλυσας καὶ ἀφείλου καλῆς συνοδίας · τάχα γὰρ οὐκ ἂν ἐξῆλθε τοῦ τάφου καταλιποῦσα τὸν νεκρόν.

6.2.10εἰ δ’οὖν ἐκείμην ταύτην μετὰ ταῦτα κερδήσας, τὴν πρᾶσιν, τὸ λῃστήριον, τὰ δεσμά, τὸν τοῦ σταυροῦ χαλεπώτερον βασιλέα. θανάτου καλοῦ, μεθ’ὃν ἤκουσα τὸν δεύτερον Καλλιρρόης γάμον. οἷον πάλιν καιρὸν ἀπώλεσάς μου τῆς ἀποκαρτερήσεως, τὸν μετὰ τὴν δίκην.

6.2.11ἰδὼν Καλλιρρόην οὐ προσῆλθον, οὐ κατεφίλησα. καινοῦ καὶ ἀπίστου πράγματος · κρίνεται Χαιρέας εἰ Καλλιρρόης ἀνήρ ἐστιν. ἀλλ’οὐ δὲ τὴν ὁποιανδήποτε κρίσιν βάσκανος δαίμων ἐπιτρέπει τελεσθῆναι. καὶ ὄναρ καὶ ὕπαρ οἱ θεοί με μισοῦσι. ταῦτα λέγων ὥρμησεν ἐπὶ ξίφος, κατέσχε δὲ τὴν χεῖρα Πολύχαρμος καὶ μονονουχὶ δήσας παρεφύλαττεν αὐτόν.

6.3

6.3.1βασιλεὺς δὲ καλέσας τὸν εὐνοῦχον, ὃς ἦν αὐτῷ πιστότατος ἁπάντων, τὸ μὲν πρῶτον ᾐδεῖτο κἀκεῖνον · ἰδὼν δὲ αὐτὸν Ἀρταξάτης ἐρυθήματος μεστὸν καὶ βουλόμενον εἰπεῖν τί κρύπτεις ἔφη δέσποτα, δοῦλον σόν, εὔνουν σοι καὶ σιωπᾶν δυνάμενον; τί τηλικοῦτον συμβέβηκε δεινόν; ὡς ἀγωνιῶ μή τινα ἐπιβουλὴν . ἐπιβουλὴν εἶπε βασιλεὺς καὶ μεγίστην, ἀλλ’οὐχ ὑπ’ἀνθρώπων, ἀλλ’ὑπὸ θεοῦ.

6.3.2τίς γάρ ἐστιν Ἔρως πρότερον ἤκουον ἐν μύθοιςτε καὶ ποιήμασιν, ὅτι κρατεῖ πάντων τῶν θεῶν καὶ αὐτοῦ τοῦ Διός · ἠπίστουν δὲ ὅμως ὅτι δύναταί τις παρ’ἐμοὶ ἐμοῦ γενέσθαι δυνατώτερος. ἀλλὰ πάρεστιν θεός · ἐνδεδήμηκεν εἰς τὴν ἐμὴν ψυχὴν πολὺς καὶ σφοδρός · ἐρῶ δεινὸν μὲν ὁμολογεῖν, ἀληθῶς δὲ ἑάλωκα.

6.3.3ταῦτα ἅμα λέγων ἐνεπλήσθη δακρύων, ὥστε μηκέτι μηδὲν δύνασθαι προσθεῖναι τοῖς λόγοις · ἀποσιωπήσαντος δὲ εὐθὺς μὲν Ἀρταξάτης ἠπίστατο πόθεν ἐτρώθη · οὐ δὲ γὰρ πρότερον ἀνύποπτος ἦν, ἀλλ’ᾐσθάνετο μὲν τυφομένου τοῦ πυρός, ἔτι γε μὴν οὐ δὲ ἀμφίβολον ἦν οὐ δὲ ἄδηλον ὅτι Καλλιρρόης παρούσης οὐκ ἂν ἄλλου τινὸς ἠράσθη ·

6.3.4προσεποιεῖτο δ’ὅμως ἀγνοεῖν καὶ ποῖον ἔφη κάλλος δύναται τῆς σῆς κρατῆσαι, δέσποτα, ψυχῆς, τὰ καλὰ πάντα δουλεύει; χρυσός, ἄργυρος, ἐσθής, ἵπποι, πόλεις, ἔθνη, καλαὶ μὲν μυρίαι γυναῖκες, ἀλλὰ καὶ Στάτειρα καλλίστη τῶν ὑπὸ τὸν ἥλιον, ἧς ἀπολαύεις μόνος. ἐξουσία δὲ ἔρωτα καταλύει, πλὴν εἰ μή τις ἐξ οὐρανοῦ καταβέβηκε τῶν ἄνωθεν ἐκ θαλάττης ἀναβέβηκεν ἄλλη Θέτις.

6.3.5πιστεύω γὰρ ὅτι καὶ θεοὶ τῆς σῆς ἐρῶσι συνουσίας. ἀπεκρίνατο βασιλεὺς τοῦτ’ἴσως ἀληθές ἐστιν, λέγεις, ὅτι θεῶν τίς ἐστιν ἥδε γυνή · οὐ δὲ γὰρ ἀνθρώπινον τὸ κάλλος · πλὴν οὐχ ὁμόλογα. προσποιεῖται δὲ Ἑλληνὶς εἶναι Συρακουσία. καὶ τοῦτο δὲ τῆς ἀπάτης ἐστὶ σημεῖον.

6.3.6ἐλεγχθῆναι γὰρ οὐ βούλεται πόλιν εἰποῦσα μίαν τῶν ὑφ’ἡμᾶς, ἀλλ’ὑπὲρ τὸν Ἰόνιον καὶ τὴν πολλὴν θάλασσαν τὸν περὶ αὑτῆς μῦθον ἐκπέμπει. προφάσει δὲ δίκης ἦλθεν ἐπ’ἐμὲ καὶ ὅλον τὸ δρᾶμα τοῦτο ἐκείνη κατεσκεύασε. θαυμάζω δέ σε πῶς ἐτόλμησας Στάτειραν λέγειν καλλίστην ἁπασῶν, Καλλιρρόην βλέπων.

6.3.7σκεπτέον οὖν πῶς ἂν ἀπαλλαγείην τῆς ἀνίας. ζήτει πανταχόθεν εἴ τι ἄρα δυνατόν ἐστιν εὑρεῖν φάρμακον. εὕρηται φησὶ φάρμακον, βασιλεῦ. καὶ παρ’Ἕλλησι καὶ βαρβάροις τοῦτο, ὅπερ ζητεῖς. φάρμακον γὰρ ἕτερον Ἔρωτος οὐδέν ἐστι πλὴν αὐτὸς ἐρώμενος · τοῦτο δὲ ἄρα καὶ τὸ ᾀδόμενον λόγιον ἦν ὅτι τρώσας αὐτὸς ἰάσεται. κατῃδέσθη βασιλεὺς τὸν λόγον καὶ μὴ σύ γε ἔφη τοιοῦτο μηδὲν εἴπῃς, ἵνα γυναῖκα ἀλλοτρίαν διαφθείρω.

6.3.8μέμνημαι νόμων, οὓς αὐτὸς ἔθηκα, δικαιοσύνης, ἣν ἐν ἅπασιν ἀσκῶ. μηδεμίαν μου καταγνῷς ἀκρασίαν. οὐχ οὕτως ἑαλώκαμεν. δείσας Ἀρταξάτης ὡς εἰπών τι προπετές, μετέβαλε τὸν λόγον εἰς ἔπαινον. σεμνῶς ἔφη διανοῇ, βασιλεῦ. μὴ τὴν ὁμοίαν τοῖς ἄλλοις ἀνθρώποις θεραπείαν τῷ Ἔρωτι προσαγάγῃς, ἀλλὰ τὴν κρείττονα καὶ βασιλικήν, ἀνταγωνιζόμενος σεαυτῷ · δύνασαι γάρ, δέσποτα, σὺ μόνος κρατεῖν καὶ θεοῦ.

6.3.9ἄπαγε δὲ τὴν σεαυτοῦ ψυχὴν εἰς πάσας ἡδονάς. μάλιστα δὲ κυνηγεσίοις ἐξαιρέτως χαίρεις. οἶδα γάρ σε ὑφ’ἡδονῆς διημερεύοντα ἄβρωτον, ἄποτον. ἐν θήρᾳ δ’ἐνδιατρίβειν, τοῖς βασιλείοις καὶ ἐγγὺς εἶναι τοῦ πυρός.

6.4

6.4.1ταῦτα ἤρεσε καὶ θήρα κατηγγέλλετο μεγαλοπρεπής. ἐξήλαυνον ἱππεῖς κεκοσμημένοι καὶ Περσῶν οἱ ἄριστοι καὶ τῆς ἄλλης στρατιᾶς τὸ ἐπίλεκτον. πάντων δὲ ὄντων ἀξιοθεάτων διαπρεπέστατος ἦν ἐν αὐτοῖς βασιλεύς.

6.4.2καθῆστο γὰρ ἵππῳ Νισαίῳ καλλίστῳ καὶ μεγίστῳ χρύσεον ἔχοντι χαλινόν, χρύσεα δὲ φάλαρα καὶ προμετωπίδια καὶ προστερνίδια · πορφύραν δὲ ἠμφίεστο Τυρίαν (τὸ δὲ ὕφασμα Βαβυλώνιον) καὶ τιάραν ὑακινθινοβαφῆ · χρύσεον δὲ ἀκινάκην ὑπεζωσμένος δύο ἄκοντας ἐκράτει, καὶ φαρέτρα καὶ τόξον αὐτῷ παρήρτητο, Σηρῶν ἔργον πολυτελέστατον.

6.4.3καθῆστο δὲ σοβαρός · ἔστι γὰρ ἴδιον ἔρωτος τὸ φιλόκοσμον · ἤθελε δὲ μέσος ὑπὸ Καλλιρρόης ὁραθῆναι, καὶ διὰ τῆς πόλεως ἁπάσης ἐξιὼν περιέβλεπεν εἴ που κἀκείνη θεᾶται τὴν πομπήν. ταχέως δὲ ἐνεπλήσθη τὰ ὄρη βοώντων, θεόντων, κυνῶν ὑλασσόντων, ἵππων χρεμετιζόντων, θηρῶν ἐλαυνομένων.

6.4.4 σπουδὴ καὶ θόρυβος ἐκεῖνος καὶ αὐτὸν ἐξέστησεν ἄν τὸν Ἔρωτα · τέρψις γὰρ ἦν μετ’ἀγωνίας καὶ χαρὰ μετὰ φόβου καὶ κίνδυνος ἡδύς. ἀλλὰ βασιλεὺς οὔτε ἵππον ἔβλεπε, τοσούτων αὐτῷ παραθεόντων, οὔτε θηρίον, τοσούτων διωκομένων, οὔτε κυνὸς ἤκουε, τοσούτων ὑλακτούντων, οὔτε ἀνθρώπων, πάντων βοώντων.

6.4.5ἔβλεπε δὲ Καλλιρρόην μόνην τὴν μὴ παροῦσαν, καὶ ἤκουεν ἐκείνης τῆς μὴ λαλούσης. συνεξῆλθε γὰρ ἐπὶ τὴν θήραν Ἔρως αὐτῷ, καί, ἅτε δὴ φιλόνεικος θεός, ἀντιταττόμενον ἰδὼν καὶ βεβουλευμένον, ὡς ᾤετο, καλῶς, εἰς τοὐναντίον τὴν τέχνην περιέτρεψεν αὐτῷ καὶ δι’αὐτῆς τῆς θεραπείας ἐξέκαυσε τὴν ψυχήν, ἔνδον παρὼν καὶ λέγων οἷον ἦν ἐνθάδε Καλλιρρόην ἰδεῖν, κνήμας ἀνεζωσμένην καὶ βραχίονας γεγυμνωμένην, πρόσωπον ἐρυθήματος, στῆθος ἄσθματος πλῆρες.

6.4.6ἀληθῶς οἵη δ’Ἄρτεμις εἶσι κατ’οὔρεος ἰοχέαιρα, κατὰ Τηΰγετον περιμήκετον Ἐρύμανθον, τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι. ταῦτ’ἀναζωγραφῶν καὶ ἀναπλάττων ἐξεκάετο σφόδρα.

6.4.7ταῦτα λέγοντος Ἀρταξάτης ὑπολαβὼν ἐπιλέλησαι φησί, δέσποτα, τῶν γεγονότων · Καλλιρρόη γὰρ ἄνδρα οὐκ ἔχει, μένει δὲ τὴν κρίσιν, τίνι ὀφείλει γαμηθῆναι. μέμνησο οὖν ὅτι χήρας ἐρᾷς · καὶ μήτε τοὺς νόμους αἰδοῦ, κεῖνται γὰρ ἐπὶ τοῖς γάμοις, μήτε μοιχείαν, δεῖ γὰρ πρῶτον εἶναι ἄνδρα τὸν ἀδικούμενον, εἶτα τὸν ἀδικοῦντα μοιχόν.

6.4.8ἤρεσεν λόγος βασιλεῖ, πρὸς ἡδονὴν γὰρ ἦν, καὶ προσλαβόμενος ὑπὸ χεῖρα τὸν εὐνοῦχον κατεφίλησε καὶ δικαίως ἄρα σε ἐγὼ ἔφη πάντων προτιμῶ · σὺ γὰρ εὐνούστατος καὶ φύλαξ ἀγαθὸς ἐμοί. ἄπιθι δὲ καὶ Καλλιρρόην ἄγε. δύο δέ σοι προστάσσω, μὴ ἄκουσαν, μήτε φανερῶς · θέλω γάρ σε καὶ πεῖσαι καὶ λαθεῖν.

6.4.9εὐθὺς οὖν ἀνακλητικὸν τῆς θήρας σύνθημα διεδόθη καὶ πάντες ἀνέστρεφον · βασιλεὺς δὲ ἀνηρτημένος ταῖς ἐλπίσιν εἰσήλαυνεν εἰς τὰ βασίλεια χαίρων ὡς τὸ κάλλιστον θήραμα θηράσας.

6.4.10καὶ Ἀρταξάτης δὲ ἔχαιρε νομίζων πρὸς ὑπηρεσίαν ὑπεσχῆσθαι, βραβεύσειν δὲ λοιπὸν ἅρμα βασιλικόν, χάριν εἰδότων ἀμφοτέρων αὐτῷ, Καλλιρρόης δὲ μᾶλλον · ἐπίστευε γὰρ τὴν πρᾶξιν ῥᾳδίαν, ὡς εὐνοῦχος, ὡς δοῦλος, ὡς βάρβαρος. οὐκ ᾔδει δὲ φρόνημα Ἑλληνικὸν εὐγενὲς καὶ μάλιστα τὸ Καλλιρρόης τῆς σώφρονος καὶ φιλάνδρου.

6.5

6.5.1καιρὸν οὖν ἐπιτηρήσας ἧκε πρὸς αὐτὴν καὶ μόνης λαβόμενος μεγάλων εἶπεν ἀγαθῶν, γύναι, θησαυρόν σοι κεκόμικα · σὺ δὲ μνημόνευέ μου τῆς εὐεργεσίας · εὐχάριστον γὰρ εἶναί σε πιστεύω. πρὸς τὴν ἀρχὴν τοῦ λόγου Καλλιρρόη περιχαρὴς ἐγένετο · φύσει γὰρ ἄνθρωπος, βούλεται, τοῦτο καὶ οἴεται.

6.5.2τάχ’οὖν ἔδοξεν ἀποδίδοσθαι Χαιρέᾳ καὶ ἔσπευδε τοῦτο ἀκοῦσαι, τῶν εὐαγγελίων ἀμείψεσθαι τὸν εὐνοῦχον ὑπισχνουμένη. πάλιν δὲ ἐκεῖνος ἀναλαβὼν ἀπὸ προοιμίων ἤρξατο σύ, γύναι, κάλλος μὲν θεῖον ηὐτύχησας, μέγα δέ τι ἀπ’αὐτοῦ καὶ σεμνὸν οὐκ ἐκαρπώσω.

6.5.3τὸ διὰ γῆς πάσης ἔνδοξον καὶ περιβόητον ὄνομα μέχρι σήμερον οὐχ εὗρεν οὔτε ἄνδρα κατ’ἀξίαν οὔτ’ἐραστήν, ἀλλ’ἐνέπεσεν εἰς δύο, νησιώτην πένητα, καὶ ἕτερον, δοῦλον βασιλέως.

6.5.4τί σοι γέγονεν ἐκ τούτων μέγα καὶ λαμπρόν; ποίαν χώραν ἔχεις εὔφορον; ποῖον κόσμον πολυτελῆ; τίνων πόλεων ἄρχεις; πόσοι δοῦλοί σε προσκυνοῦσι; γυναῖκες Βαβυλώνιαι θεραπαινίδας ἔχουσι πλουσιωτέρας σου. πλὴν οὐκ ἠμελήθης εἰς πάντα, ἀλλὰ κήδονταί σου θεοί.

6.5.5διὰ τοῦτό σε ἐνθάδε ἤγαγον, πρόφασιν εὑρόντες τὴν δίκην, ἵνα σε μέγας βασιλεὺς θεάσηται. καὶ τοῦτο πρῶτον εὐαγγέλιον ἔχεις · ἡδέως σε εἶδε. κἀγὼ δὲ αὐτὸν ἀναμιμνήσκω καὶ ἐπαινῶ σε παρ’ἐκείνῳ. τοῦτο δὲ προσέθηκεν · εἴωθε γὰρ πᾶς δοῦλος, ὅταν διαλέγηταί τινι περὶ τοῦ δεσπότου, καὶ ἑαυτὸν συνιστᾶν, ἴδιον ἐκ τῆς ὁμιλίας μνώμενος κέρδος.

6.5.6Καλλιρρόη δὲ εὐθὺς τὴν καρδίαν ἐπλήγη ὥσπερ ὑπὸ ξίφους τοῦ λόγου · προσεποιεῖτο δὲ μὴ συνιέναι καὶ θεοὶ φησὶν ἵλεῳ βασιλεῖ διαμένοιεν, σοὶ δὲ ἐκεῖνος, ὅτι ἐλεεῖτε γυναῖκα δυστυχῆ. δέομαι, θᾶττον ἀπαλλαξάτω με τῆς φροντίδος, ἀπαρτίσας τὴν κρίσιν, ἵνα μηκέτι ἐνοχλῶ μη δὲ τῇ βασιλίδι. δόξας δὲ εὐνοῦχος, ὅτι ἀσαφῶς εἴρηκεν ἤθελε καὶ οὐ νενόηκεν γυνή, φανερώτερον ἤρξατο λέγειν.

6.5.7αὐτὸ τοῦτο ηὐτύχηκας, ὅτι οὐκέτι δούλους καὶ πένητας ἔχεις ἐραστὰς ἀλλὰ τὸν μέγαν βασιλέα, τὸν δυνάμενόν σοι Μίλητον αὐτὴν καὶ ὅλην Ἰωνίαν καὶ Σικελίαν καὶ ἄλλα ἔθνη μείζονα χαρίσασθαι. θῦε δὲ τοῖς θεοῖς καὶ μακάριζε σεαυτήν, καὶ βλέπε ὅπως ἀρέσεις μᾶλλον αὐτῷ, καὶ ὅταν πλουτήσῃς ἐμοῦ μνημόνευε.

6.5.8Καλλιρρόη μὲν τὸ μὲν πρῶτον ὥρμησεν, εἰ δυνατόν, καὶ τοὺς ὀφθαλμοὺς ἐξορύξαι τοῦ διαφθείροντος αὐτήν, οἷα δὲ γυνὴ πεπαιδευμένη καὶ φρενήρης ταχέως λογισαμένη καὶ τὸν τόπον καὶ τίς ἐστιν αὐτὴ καὶ τίς λέγων, τὴν ὀργὴν μετέβαλε καὶ κατειρωνεύσατο λοιπὸν τοῦ βαρβάρου.

6.5.9μὴ γὰρ οὕτω φησὶ μαινοίμην, ἵνα ἐμαυτὴν ἀξίαν εἶναι πεισθῶ τοῦ μεγάλου βασιλέως. εἰμὶ δὲ θεραπαινίσιν ὁμοία Περσίδων γυναικῶν. μὴ σύ, δέομαί σου, μνημονεύσῃς ἔτι περὶ ἐμοῦ πρὸς τὸν δεσπότην. καὶ γὰρ ἂν ἐν τῷ παραυτίκα μηδὲν ὀργισθῇ, μετὰ ταῦτά σοι χαλεπανεῖ, λογισάμενος ὅτι τὸν γῆς ἁπάσης κύριον ὑπέρριψας Διονυσίου δούλῃ.

6.5.10θαυμάζω δὲ πῶς συνετώτατος ὑπάρχων ἀγνοεῖς τὴν βασιλέως φιλανθρωπίαν, ὅτι οὐκ ἐρᾷ δυστυχοῦς γυναικὸς ἀλλὰ ἐλεεῖ. παυσώμεθα τοίνυν λαλοῦντες, μὴ καὶ τῇ βασιλίδι τις ἡμᾶς διαβάλῃ. καὶ μὲν ἀπέδραμεν, ἔστη δὲ εὐνοῦχος ἀχανής · οἷα γὰρ ἐν μεγάλῃ τυραννίδι τεθραμμένος οὐδὲν ἀδύνατον ὑπελάμβανεν, οὐ βασιλεῖ μόνον, ἀλλὰ οὐ δ’ἑαυτῷ.

6.6

6.6.1καταλειφθεὶς οὖν καὶ μη δὲ ἀποκρίσεως καταξιωθεὶς ἀπηλλάττετο μυρίων παθῶν μεστός, ὀργιζόμενος μὲν Καλλιρρόῃ, λυπούμενος δὲ ἐφ’ἑαυτῷ, φοβούμενος δὲ βασιλέα · τάχα γὰρ οὐ δὲ πιστεύσειν αὐτὸν ὅτι ἀτυχῶς μέν, ἀλλὰ διελέχθη · δόξει δὲ καταπροδιδόναι τὴν ὑπηρεσίαν χαριζόμενος τῇ βασιλίδι.

6.6.2ἐδεδοίκει δὲ μὴ καὶ πρὸς ἐκείνην Καλλιρρόη κατείπῃ τοὺς λόγους. Στάτειραν δὲ βαρυθυμοῦσαν μέγα τι βουλεύσειν αὐτῷ κακὸν ὡς οὐχ ὑπηρετοῦντι μόνον ἀλλὰ καὶ κατασκευάζοντι τὸν ἔρωτα. καὶ μὲν εὐνοῦχος ἐσκέπτετο πῶς ἂν ἀσφαλῶς ἀπαγγείλῃ βασιλεῖ περὶ τῶν γεγονότων · Καλλιρρόη δὲ καθ’ἑαυτὴν γενομένη ταῦτα φησὶν ἐγὼ προυμαντευόμην.

6.6.3ἔχω σε μάρτυν, Εὐφρᾶτα. προεῖπον ὅτι οὐκέτι σε διαβήσομαι. ἔρρωσο, πάτερ, καὶ σύ, μῆτερ, καὶ Συρακοῦσαι πατρίς · οὐκέτι γὰρ ὑμᾶς ὄψομαι. νῦν ὡς ἀληθῶς Καλλιρρόη τέθνηκεν. ἐκ τοῦ τάφου μὲν ἐξῆλθον, οὐκ ἐξάξει δέ με ἐντεῦθεν λοιπὸν οὐ δὲ Θήρων λῃστής.

6.6.4 κάλλος ἐπίβουλον, σύ μοι πάντων κακῶν αἴτιον. διὰ σὲ ἀνῃρέθην, διὰ σὲ ἐπράθην, διὰ σὲ ἔγημα μετὰ Χαιρέαν, διὰ σὲ εἰς Βαβυλῶνα ἤχθην, διὰ σὲ παρέστην δικαστηρίῳ. πόσοις με παρέδωκας; λῃσταῖς, θαλάττῃ, τάφῳ, δουλείᾳ, κρίσει. πάντων δέ μοι βαρύτατος ἔρως βασιλέως.

6.6.5καὶ οὔπω λέγω τὴν βασιλέως ὀργήν · φοβερωτέραν ἡγοῦμαι τὴν τῆς βασιλίδος ζηλοτυπίαν, ἣν οὐκ ἤνεγκε Χαιρέας, ἀνὴρ Ἕλλην. τί ποιήσει γυνὴ καὶ δέσποινα βάρβαρος; ἄγε δή; Καλλιρρόη, βούλευσαί τι γενναῖον, Ἑρμοκράτους ἄξιον · ἀπόσφαξον σεαυτήν. ἀλλὰ μήπω · μέχρι γὰρ νῦν ὁμιλία πρώτη καὶ παρ’εὐνούχου · ἂν δὲ βιαιότερόν τι γένηται, τότε ἐστί σοι καιρὸς ἐπιδεῖξαι Χαιρέᾳ παρόντι τὴν πίστιν.

6.6.6 δ’εὐνοῦχος ἐλθὼν πρὸς βασιλέα τὴν μὲν ἀλήθειαν ἀπέκρυπτε τῶν γεγονότων, ἀσχολίαν δὲ ἐσκήπτετο καὶ τήρησιν ἀκριβῆ τῆς βασιλίδος, ὥστε μη δὲ δύνασθαι τῇ Καλλιρρόῃ προσελθεῖν · σὺ δὲ ἐκέλευσάς μοι, δέσποτα, προνοεῖσθαι τοῦ λαθεῖν.

6.6.7ὀρθῶς δὲ προσέταξας · ἀνείληφας γὰρ τὸ σεμνότατον πρόσωπον τοῦ δικαστοῦ καὶ θέλεις παρὰ Πέρσαις εὐδοκιμεῖν. διὰ τοῦτό σε πάντες ὑμνοῦσιν. Ἕλληνες δέ εἰσι μικραίτιοι καὶ λάλοι. περιβόητον αὐτοὶ ποιήσουσι τὴν πρᾶξιν, Καλλιρρόη μὲν ὑπ’ἀλαζονείας ὅτι αὐτῆς βασιλεὺς ἐρᾷ, Διονύσιος δὲ καὶ Χαιρέας ὑπὸ ζηλοτυπίας.

6.6.8οὐκ ἔστι δὲ ἄξιον οὐ δὲ τὴν βασιλίδα λυπῆσαι, ἣν εὐμορφοτέραν ἐποίησεν δίκη δόξαι. ταύτην δὲ παρέμισγε τὴν παλινῳδίαν, εἴ πως ἀποστρέψαι δύναιτο τὸν βασιλέα τοῦ ἔρωτος, καὶ ἑαυτὸν ἐλευθερῶσαι διακονίας δυσχεροῦς.

6.7

6.7.1παραυτίκα μὲν οὖν ἔπεισε, πάλιν δὲ νυκτὸς γενομένης ἀνεκάετο καὶ ἔρως αὐτὸν ἀνεμίμνησκεν οἵους μὲν ὀφθαλμοὺς ἔχει Καλλιρρόη, πῶς δὲ καλὸν τὸ πρόσωπον. τὰς τρίχας ἐπῄνει, τὸ βάδισμα, τὴν φωνήν · οἵα μὲν εἰσῆλθεν εἰς τὸ δικαστήριον, οἵα δὲ ἔστη, πῶς ἐλάλησε, πῶς ἐσίγησε, πῶς ἥδετο, πῶς ἔκλαυσε.

6.7.2διαγρυπνήσας δὲ τὸ πλεῖστον μέρος καὶ τοσοῦτον καταδραθών, ὅσον καὶ ἐν τοῖς ὕπνοις Καλλιρρόην ἰδεῖν, ἕωθεν καλέσας τὸν εὐνοῦχον ἄπιθι φησὶ καὶ παραφύλαττε δι’ὅλης τῆς ἡμέρας · πάντως γὰρ καιρὸν εὑρήσεις κἂν βραχύτατον ὁμιλίας λανθανούσης. εἰ γὰρ ἤθελον φανερῶς καὶ βίᾳ περιγενέσθαι τῆς ἐπιθυμίας, εἶχον δορυφόρους.

6.7.3προσκυνήσας εὐνοῦχος ὑπέσχετο · οὐδενὶ γὰρ ἔξεστιν ἀντειπεῖν βασιλέως κελεύοντος. εἰδὼς δὲ ὅτι Καλλιρρόη καιρὸν οὐ δώσει, διακρούσεται δὲ τὴν ὁμιλίαν ἐξεπίτηδες συνοῦσα τῇ βασιλίδι, τοῦτο θεραπεῦσαι θέλων ἔτρεψε τὴν αἰτίαν οὐκ εἰς τὴν φυλαττομένην ἀλλ’εἰς τὴν φυλάττουσαν.

6.7.4 κἄν σοι δοκῇ φησίν, δέσποτα, μετάπεμψαι Στάτειραν, ὡς ἰδιολογήσασθαί τι βουλόμενος πρὸς αὐτήν · ἐμοὶ γὰρ ἐκείνης ἀπουσία Καλλιρρόης ἐξουσίαν δώσει. ποίησον οὕτως εἶπε βασιλεύς.

6.7.5ἐλθὼν δὲ Ἀρταξάτης καὶ προσκυνήσας τὴν βασιλίδα καλεῖ σε φησίν, δέσποινα, ἀνήρ. ἀκούσασα Στάτειρα προσεκύνησε καὶ μετὰ σπουδῆς ἀπῄει πρὸς αὐτόν. δὲ εὐνοῦχος ἰδὼν τὴν Καλλιρρόην μόνην ἀπολελειμμένην, ἐμβαλὼν τὴν δεξιάν, ὡς δή τις φιλέλλην καὶ φιλάνθρωπος, ἀπήγαγε τοῦ πλήθους τῶν θεραπαινίδων.

6.7.6 δὲ ἠπίστατο μὲν καὶ εὐθὺς ὠχράτε ἦν καὶ ἄφωνος, ἠκολούθει δ’ὅμως. ἐπεὶ δὲ κατέστησαν μόνοι, λέγει πρὸς αὐτὴν ἑώρακας τὴν βασιλίδα πῶς ἀκούσασα τὸ βασιλέως ὄνομα προσεκύνησε καὶ τρέχουσα ἄπεισι · σὺ δέ, δούλη, τὴν εὐτυχίαν οὐ φέρεις, οὐ δ’ἀγαπᾷς ὅτι σε παρακαλεῖ κελεῦσαι δυνάμενος.

6.7.7ἀλλ’ἐγὼ (τιμῶ γάρ σε) πρὸς ἐκεῖνον οὐ κατηγόρευσα τὴν μανίαν τὴν σήν, τοὐναντίον δέ, ὑπεσχόμην ὑπὲρ σοῦ. πάρεισιν οὖν σοι δύο ὁδοί. ὁποτέραν βούλει τρέπεσθαι; μηνύσω δὲ ἀμφοτέρας · πεισθεῖσα μὲν βασιλεῖ δῶρα λήψῃ τὰ κάλλιστα καὶ ἄνδρα ὃν θέλεις · οὐ δήπου γάρ σε αὐτὸς μέλλει γαμεῖν ἀλλὰ πρόσκαιρον αὐτῷ χάριν δώσεις · εἰ δὲ μή, πείσῃ ἄκουσα πάσχουσιν οἱ βασιλέως ἐχθροί, μόνοις γὰρ τούτοις οὐ δὲ ἀποθανεῖν θέλουσιν ἔξεστι.

6.7.8κατεγέλασε Καλλιρόη τῆς ἀπειλῆς καὶ ἔφη οὐ νῦν πρῶτον πείσομαί τι δεινόν · ἔμπειρός εἰμι τοῦ δυστυχεῖν. τί με δύναται βασιλεὺς ὧν πέπονθα διαθεῖναι χαλεπώτερον; ζῶσα κατεχώσθην · παντὸς δεσμωτηρίου τάφος ἐστὶ στενότερος.

6.7.9λῃστῶν χερσὶ παρεδόθην. ἄρτι τὸ μέγιστον τῶν κακῶν πάσχω · παρόντα Χαιρέαν οὐ βλέπω. τοῦτο τὸ ῥῆμα προέδωκεν αὐτήν · γὰρ εὐνοῦχος δεινὸς ὢν τὴν φύσιν ἐνόησεν ὅτι ἐρᾷ. φησὶ πασῶν ἀνοητοτάτη γυναικῶν, τοῦ βασιλέως τὸν Μιθριδάτου δοῦλον προτιμᾷς; ἠγανάκτησε Καλλιρόη Χαιρέου λοιδορηθέντος καὶ εὐφήμησον εἶπεν, ἄνθρωπε.

6.7.10Χαιρέας εὐγενής ἐστι, πόλεως πρώτης, ἣν οὐκ ἐνίκησαν οὐ δὲ Ἀθηναῖοι οἱ ἐν Μαραθῶνι καὶ Σαλαμῖνι νικήσαντες τὸν μέγαν σου βασιλέα. ταῦτα ἅμα λέγουσα δακρύων πηγὰς ἀφῆκεν · δὲ εὐνοῦχος ἐπέθετο μᾶλλον καὶ σεαυτῇ φησὶ τῆς βραδυτῆτος αἰτία γίνῃ.

6.7.11πῶς οὖν εὐμενῆ τὸν δικαστὴν ἕξεις, σχεῖν κάλλιον ἵνα καὶ τὸν ἄνδρα κομίσῃ; τάχα μὲν οὐ δὲ Χαιρέας γνοίη τὸ πραχθέν, ἀλλὰ καὶ γνοὺς οὐ ζηλοτυπήσει τὸν κρείττονα ·

6.7.12δόξει δέ σε τιμιωτέραν, ὡς ἀρέσασαν βασιλεῖ. τοῦτο δὲ προσέθηκεν οὐχὶ δι’ἐκείνην ἀλλὰ καὶ αὐτὸς οὕτω φρονῶν · καταπεπλήγασι γὰρ πάντες οἱ βάρβαροι καὶ θεὸν φανερὸν νομίζουσι τὸν βασιλέα. Καλλιρόη δὲ καὶ αὐτοῦ τοῦ Διὸς οὐκ ἂν ἠσπάσατο γάμους, οὐ δὲ ἀθανασίαν προετίμησεν ἂν ἡμέρας μιᾶς τῆς μετὰ Χαιρέου.

6.7.13μηδὲν οὖν ἀνύσαι δυνάμενος εὐνοῦχος δίδωμί σοι φησίν, γύναι, σκέψεως καιρόν. σκέπτου δὲ μὴ περὶ σεαυτῆς μόνης, ἀλλὰ καὶ Χαιρέου κινδυνεύοντος ἀπολέσθαι τὸν οἴκτιστον μόρον · οὐ γὰρ ἀνέξεται βασιλεὺς ἐν ἔρωτι παρευδοκιμούμενος. κἀκεῖνος μὲν ἀπηλλάγη, τὸ δὲ τελευταῖον τῆς ὁμιλίας ἥψατο Καλλιρόης.

6.8

6.8.1πᾶσαν δὲ σκέψιν καὶ πᾶσαν ἐρωτικὴν ὁμιλίαν ταχέως μετέβαλεν Τύχη, καινοτέρων εὑροῦσα πραγμάτων ὑπόθεσιν · βασιλεῖ γὰρ ἧκον ἀπαγγέλλοντες Αἴγυπτον ἀφεστάναι μετὰ μεγάλης παρασκευῆς.

6.8.2τὸν μὲν γὰρ σατράπην τὸν βασιλικὸν τοὺς Αἰγυπτίους ἀνῃρηκέναι, κεχειροτονηκέναι δὲ βασιλέα τῶν ἐπιχωρίων, ἐκεῖνον δὲ ἐκ Μέμφεως ὁρμώμενον διαβεβηκέναι μὲν Πηλούσιον, ἤδη δὲ Συρίαν καὶ Φοινίκην κατατρέχειν, ὡς μηκέτι τὰς πόλεις ἀντέχειν, ὥσπερ χειμάρρου τινὸς πυρὸς αἰφνίδιον ἐπιρρυέντος αὐταῖς.

6.8.3πρὸς δὲ τὴν φήμην ἐταράχθη μὲν βασιλεύς, κατεπλάγησαν δὲ Πέρσαι · κατήφεια δὲ πᾶσαν ἔσχε Βαβυλῶνα. τότε καὶ ὄναρ βασιλέως λογοποιοὶ καὶ μάντεις ἔφασκον τὰ μέλλοντα προειρηκέναι · θυσίας γὰρ ἀπαιτοῦντας τοὺς θεοὺς κίνδυνον μὲν ἀλλὰ καὶ νίκην προσημαίνειν.

6.8.4πάντα μὲν τὰ εἰωθότα συμβαίνειν καὶ ὅσα εἰκὸς ἐν ἀπροσδοκήτῳ πολέμῳ, καὶ ἐλέγετο καὶ ἐγίνετο · κίνησις γὰρ μεγάλη Ἀσίαν κατέλαβε. συγκαλέσας οὖν βασιλεὺς Περσῶν τοὺς ὁμοτίμους καὶ ὅσοι παρῆσαν ἡγεμόνες τῶν ἐθνῶν, μεθ’ὧν εἰώθει τὰ μεγάλα χρηματίζειν, ἐβουλεύετο περὶ τῶν καθεστηκότων καὶ ἄλλος ἄλλο τι παρῄνει ·

6.8.5πᾶσι δὲ ἤρεσκε τὸ σπεύδειν καὶ μη δὲ μίαν ἡμέραν, εἰ δυνατόν, ἀναβαλέσθαι δυοῖν ἕνεκεν · ἵνα καὶ τοὺς πολεμίους ἐπίσχωσι τῆς πρὸς τὸ πλεῖον αὐξήσεως καὶ τοὺς φίλους εὐθυμοτέρους ποιήσωσι, δείξαντες αὐτοῖς ἐγγύθεν τὴν βοήθειαν · βραδυνόντων δὲ εἰς τοὐναντίον πάντα χωρήσειν · τοὺς μὲν γὰρ πολεμίους καταφρονήσειν ὡς δεδιότων, τοὺς δὲ οἰκείους ἐνδώσειν ὡς ἀμελουμένους.

6.8.6εὐτύχημα δὲ μέγιστον βασιλεῖ γεγονέναι τὸ μήτε ἐν Βάκτροις, μήτε ἐν Ἐκβατάνοις, ἀλλ’ἐν Βαβυλῶνι κατειλῆφθαι, πλησίον τῆς Συρίας · ἐκβὰς γὰρ τὸν Εὐφράτην εὐθὺς ἐν χερσὶν ἕξει τοὺς ἀφεστῶτας. ἔδοξεν οὖν τὴν μὲν ἤδη περὶ αὐτὸν δύναμιν ἐξάγειν, διαπέμψαι δὲ πανταχόσε κελεύοντας τὴν στρατιὰν ἐπὶ ποταμὸν Εὐφράτην ἀθροίζεσθαι. ῥᾴστη δέ ἐστι Πέρσαις παρασκευὴ τῆς δυνάμεως.

6.8.7συντέτακται γὰρ ὑπὸ Κύρου, τοῦ πρώτου Περσῶν βασιλεύσαντος, ποῖα μὲν τῶν ἐθνῶν εἰς πόλεμον ἱππείαν καὶ πόσην τὸν ἀριθμὸν δεῖ παρέχειν, ποῖα δὲ πεζὴν στρατιὰν καὶ πόσην, τίνας δὲ τοξότας καὶ πόσα ἑκάστους ἅρματα ψιλάτε καὶ δρεπανηφόρα καὶ ἐλέφαντας ὁπόθεν καὶ πόσους καὶ χρήματα παρ’ὧντινων καὶ πόσα. τοσούτῳ δὲ παρασκευάζεται χρόνῳ πάντα ὑπὸ πάντων, ὅσῳ καὶ εἷς ἀνὴρ παρεσκεύασε.

6.9

6.9.1τῇ δὲ πέμπτῃ τῶν ἡμερῶν μετὰ τὴν ἀγγελίαν ἐξήλαυνε Βαβυλῶνος βασιλεύς, κοινῷ παραγγέλματι πάντων αὐτῷ συνακολουθούντων, ὅσοι τὴν στρατεύσιμον εἶχον ἡλικίαν. ἐν δὲ τούτοις ἐξῆλθε καὶ Διονύσιος · Ἴων γὰρ ἦν καὶ οὐδενὶ τῶν ὑπηκόων μένειν ἐξῆν.

6.9.2κοσμησάμενος δὲ ὅπλοις καλλίστοις καὶ ποιήσας στῖφος οὐκ εὐκαταφρόνητον ἐκ τῶν μεθ’ἑαυτοῦ, ἐν τοῖς πρώτοις καὶ φανερωτάτοις κατέταξεν ἑαυτὸν καὶ δῆλος ἦν πράξων τι γενναῖον, οἷα δὴ καὶ φύσει φιλότιμος ἀνὴρ καὶ οὐ πάρεργον τὴν ἀρετὴν τιθέμενος, ἀλλὰ τῶν καλλίστων ἀξιῶν.

6.9.3τότε δὲ καὶ ἐλπίδος εἶχέ τι κούφης, ὅτι ἂν χρήσιμος ὢν ἐν τῷ πολέμῳ φανῇ, λήψεται παρὰ βασιλέως καὶ δίχα κρίσεως ἆθλον τῆς ἀριστείας τὴν γυναῖκα.

6.9.4Καλλιρρόην δὲ μὲν βασιλὶς οὐκ ἤθελεν ἐπάγεσθαι · διὰ τοῦτο οὐ δὲ ἐμνημόνευσεν αὐτῆς πρὸς βασιλέα, οὐ δὲ ἐπύθετο τί κελεύει γενέσθαι περὶ τῆς ξένης · ἀλλὰ καὶ Ἀρταξάτης κατεσιώπησεν, ὡς δῆτα μὴ θαρρῶν ἐν κινδύνῳ τοῦ δεσπότου καθεστηκότος παιδιᾶς ἐρωτικῆς μνημονεύειν, τὸ δὲ ἀληθὲς ἄσμενος ἀπηλλαγμένος καθάπερ ἀγρίου θηρίου · ἐδόκει δὲ μονονουχὶ χάριν ἔχειν τῷ πολέμῳ διακόψαντι τὴν βασιλέως ἐπιθυμίαν ὑπὸ ἀργίας τρεφομένην.

6.9.5οὐ μὴν Καλλιρρόης ἐπελέληστο βασιλεύς, ἀλλὰ ἐν ἐκείνῳ τῷ ἀδιηγήτῳ ταράχῳ μνήμη τις αὐτὸν εἰσῆλθε τοῦ κάλλους · ᾐδεῖτο δὲ εἰπεῖν τὸ περὶ αὐτῆς, μὴ δόξῃ παιδαριώδης εἶναι παντάπασιν, ἐν πολέμῳ τηλικούτῳ γυναικὸς εὐμόρφου μνημονεύων. βιαζομένης δὲ τῆς ὁρμῆς πρὸς μὲν Στάτειραν αὐτὴν οὐδὲν εἶπεν, ἀλλ’οὐ δὲ πρὸς τὸν εὐνοῦχον, ἐπειδὴ αὐτῷ συνῄδει τὸν ἔρωτα, ἐπενόησε δέ τι τοιοῦτον.

6.9.6ἔθος ἐστὶν αὐτῷτε βασιλεῖ καὶ Περσῶν τοῖς ἀρίστοις, ὅταν εἰς πόλεμον ἐξίωσιν, ἐπάγεσθαι καὶ γυναῖκας καὶ τέκνα καὶ χρυσὸν καὶ ἄργυρον καὶ ἐσθῆτα καὶ εὐνούχους καὶ παλλακίδας καὶ κύνας καὶ τραπέζας καὶ πλοῦτον πολυτελῆ καὶ τρυφήν.

6.9.7τὸν οὖν ἐπὶ τούτων διάκονον καλέσας βασιλεύς, πολλὰ πρῶτον εἰπὼν καὶ τἆλλα διατάξας ὡς ἕκαστον ἔδει γενέσθαι, τελευταίας ἐμνημόνευσε Καλλιρρόης ἀξιοπίστῳ τῷ προσώπῳ, ὡς οὐδὲν αὐτῷ μέλον. κἀκεῖνο φησὶ τὸ γύναιον τὸ ξένον, περὶ οὗ τὴν κρίσιν ἀνεδεξάμην, σὺν ταῖς ἄλλαις γυναιξὶν ἀκολουθείτω.

6.9.8καὶ Καλλιρρόη μὲν οὕτως ἐξῆλθε Βαβυλῶνος οὐκ ἀηδῶς, ἤλπιζε γὰρ καὶ Χαιρέαν ἐξελεύσεσθαι · πολλὰ μὲν οὖν φέρειν καὶ πόλεμον ἄδηλα καὶ μεταβολὰς τοῖς δυστυχοῦσι βελτίονας, τάχα δὲ καὶ τὴν δίκην ἕξειν τέλος ἐκεῖ ταχείας εἰρήνης γενομένης.