Chariton

Chaereas and Callirhoe, 1

1.1

1.1.1Χαρίτων Ἀφροδισιεύς, Ἀθηναγόρου τοῦ ῥήτορος ὑπογραφεύς, πάθος ἐρωτικὸν ἐν Συρακούσαις γενόμενον διηγήσομαι. Ἑρμοκράτης, Συρακουσίων στρατηγός, οὗτος νικήσας Ἀθηναίους, εἶχε θυγατέρα Καλλιρρόην τοὔνομα, θαυμαστόν τι χρῆμα παρθένου καὶ ἄγαλμα τῆς ὅλης Σικελίας ·

1.1.2ἦν γὰρ τὸ κάλλος οὐκ ἀνθρώπινον ἀλλὰ θεῖον, οὐ δὲ Νηρηίδος Νύμφης τῶν ὀρειῶν ἀλλ’αὐτῆς Ἀφροδίτης. φήμη δὲ τοῦ παραδόξου θεάματος πανταχοῦ διέτρεχε καὶ μνηστῆρες κατέρρεον εἰς Συρακούσας, δυνάσταιτε καὶ παῖδες τυράννων, οὐκ ἐκ Σικελίας μόνον, ἀλλὰ καὶ ἐξ Ἰταλίας καὶ Ἠπείρου καὶ νήσων τῶν ἐν Ἠπείρῳ.

1.1.3 δ’Ἔρως ζεῦγος ἴδιον ἠθέλησε συμπλέξαι. Χαιρέας γάρ τις ἦν μειράκιον εὔμορφον, πάντων ὑπερέχον, οἷον Ἀχιλλέα καὶ Νιρέα καὶ Ἱππόλυτον καὶ Ἀλκιβιάδην πλάσται καὶ γραφεῖς δεικνύουσι, πατρὸς Ἀρίστωνος, τὰ δεύτερα ἐν Συρακούσαις μετὰ Ἑρμοκράτην φερομένου. καί τις ἦν ἐν αὐτοῖς πολιτικὸς φθόνος, ὥστε θᾶττον ἂν πᾶσιν ἀλλήλοις ἐκήδευσαν.

1.1.4φιλόνεικος δ’ἐστὶν Ἔρως καὶ χαίρει τοῖς παραδόξοις κατορθώμασιν · ἐζήτησε δὲ τοιόνδε τὸν καιρόν. Ἀφροδίτης ἑορτὴ δημοτελής, καὶ πᾶσαι σχεδὸν αἱ γυναῖκες ἀπῆλθον εἰς τὸν νεών.

1.1.5τέως δὲ μὴ προϊοῦσαν τὴν Καλλιρρόην προήγαγεν μήτηρ, τοῦ Ἑρμοκράτους κελεύσαντος προσκυνῆσαι τὴν θεόν. τότε δὲ Χαιρέας ἀπὸ τῶν γυμνασίων ἐβάδιζεν οἴκαδε στίλβων ὥσπερ ἀστήρ · ἐπήνθει γὰρ αὐτοῦ τῷ λαμπρῷ τοῦ προσώπου τὸ ἐρύθημα τῆς παλαίστρας ὥσπερ ἀργύρῳ χρυσός.

1.1.6ἐκ τύχης οὖν περί τινα καμπὴν στενωτέραν συναντῶντες περιέπεσον ἀλλήλοις, τοῦ θεοῦ πολιτευσαμένου τήνδε τὴν συνοδίαν, ἵν’ἑκάτερος τῷ ἑτέρῳ ὀφθῇ. ταχέως οὖν πάθος ἐρωτικὸν ἀντέδωκαν ἀλλήλοις […].

1.1.7 μὲν οὖν Χαιρέας οἴκαδε μετὰ τοῦ τραύματος μόλις ἀπῄει καὶ ὥσπερ τις ἀριστεὺς ἐν πολέμῳ τρωθεὶς καιρίαν, τοῦ κάλλους τῇ εὐγενείᾳ συνελθόντος, καὶ καταπεσεῖν μὲν αἰδούμενος, στῆναι δὲ μὴ δυνάμενος · δὲ παρθένος τῆς Ἀφροδίτης τοῖς ποσὶ προσέπεσε καὶ καταφιλοῦσα σύ μοι, δέσποινα, εἷπεν δὸς ἄνδρα τοῦτον ὃν ἔδειξας.

1.1.8νὺξ ἐπῆλθεν ἀμφοτέροις δεινή · τὸ γὰρ πῦρ ἐξεκάετο. δεινότερα δ’ἔπασχεν παρθένος διὰ τὴν σιωπήν, αἰδουμένη κατάφωρος γενέσθαι · Χαιρέας δὲ νεανίας εὐφυὴς καὶ μεγαλόφρων, ἤδη τοῦ σώματος αὐτῷ φθίνοντος, ἀπετόλμησεν εἰπεῖν πρὸς τοὺς γονεῖς ὅτι ἐρᾷ καὶ οὐ βιώσεται τοῦ Καλλιρρόης γάμου μὴ τυχών.

1.1.9ἐστέναξεν πατὴρ ἀκούσας καὶ οἴχῃ δή μοι, τέκνον · δῆλον γάρ ἐστιν ὅτι Ἑρμοκράτης οὐκ ἂν δοίη σοὶ τὴν αὑτοῦ θυγατέρα τοσούτους ἔχων μνηστῆρας πλουσίους καὶ βασιλεῖς. οὔκουν οὐ δὲ πειρᾶσαι σε δεῖ, μὴ φανερῶς ὑβρισθῶμεν. εἶθ’ μὲν πατὴρ παρεμυθεῖτο τὸν παῖδα, τῷ δ’ηὔξετο τὸ κακόν, ὥστε μη δ’ἐπὶ τὰς συνήθεις προϊέναι διατριβάς.

1.1.10ἐπόθει δὲ τὸ γυμνάσιον Χαιρέαν καὶ ὥσπερ ἔρημον ἦν · ἐφίλει γὰρ αὐτὸν νεολαία. πολυπραγμονοῦντες δὲ τὴν αἰτίαν ἔμαθον τῆς νόσου, καὶ ἔλεος πάντας εἰσῄει μειρακίου καλοῦ κινδυνεύοντος ἀπολέσθαι διὰ πάθος ψυχῆς εὐφυοῦς.

1.1.11ἐνέστη νόμιμος ἐκκλησία. συγκαθεσθεὶς οὖν δῆμος τοῦτο πρῶτον καὶ μόνον ἐβόα καλὸς Ἑρμοκράτης μέγας στρατηγός, σῶζε Χαιρέαν. τοῦτο πρῶτον τῶν τροπαίων. πόλις μνηστεύεται τοὺς γάμους σήμερον ἀλλήλων ἀξίων.

1.1.12τίς ἂν μηνύσειε τὴν ἐκκλησίαν ἐκείνην, ἧς Ἔρως ἦν δημαγωγός; ἀνὴρ δὲ φιλόπατρις Ἑρμοκράτης ἀντειπεῖν οὐκ ἐδυνήθη τῇ πόλει δεομένῃ. κατανεύσαντος δ’αὐτοῦ πᾶς δῆμος ἐξεπήδησε τοῦ θεάτρου, καὶ οἱ μὲν νέοι ἀπῄεσαν ἐπὶ Χαιρέαν, βουλὴ δὲ καὶ οἱ ἄρχοντες ἠκολούθουν Ἑρμοκράτει ·

1.1.13παρῆσαν δὲ καὶ αἱ γυναῖκες αἱ Συρακουσίων ἐπὶ τὴν οἰκίαν νυμφαγωγοῦσαι. ὑμέναιος ᾔδετο κατὰ πᾶσαν τὴν πόλιν · μεσταὶ δὲ αἱ ῥύμαι στεφάνων, λαμπάδων · ἐρραίνετο τὰ πρόθυρα οἴνῳ καὶ μύροις. ἡδίονα ταύτην τὴν ἡμέραν ἤγαγον οἱ Συρακούσιοι τῆς τῶν ἐπινικίων.

1.1.14 δὲ παρθένος οὐδὲν εἰδυῖα τούτων ἔρριπτο ἐπὶ τῆς κοίτης ἐγκεκαλυμμένη, κλάουσα καὶ σιωπῶσα. προσελθοῦσα δὲ τροφὸς τῇ κλίνῃ τέκνον, εἶπεν, ἐξανίστασο, πάρεστι γὰρ εὐκταιοτάτη πασῶν ἡμῖν ἡμέρα · πόλις σε νυμφαγωγεῖ. τῆς δ’αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ · οὐ γὰρ ᾔδει, τίνι γαμεῖται. ἄφωνος εὐθὺς ἦν καὶ σκότος αὐτῆς τῶν ὀφθαλμῶν κατεχύθη καὶ ὀλίγου δεῖν ἐξέπνευσεν · ἐδόκει δὲ τοῦτο τοῖς ὁρῶσιν αἰδώς.

1.1.15ἐπεὶ δὲ ταχέως ἐκόσμησαν αὐτὴν αἱ θεραπαινίδες, τὸ πλῆθος ἐπὶ τῶν θυρῶν ἀπέλιπον · οἱ δὲ γονεῖς τὸν νυμφίον εἰσήγαγον πρὸς τὴν παρθένον. μὲν οὖν Χαιρέας προσδραμὼν αὐτὴν κατεφίλει, Καλλιρρόη δὲ γνωρίσασα τὸν ἐρώμενον, ὥσπερ τι λύχνου φῶς ἤδη σβεννύμενον ἐπιχυθέντος ἐλαίου πάλιν ἀνέλαμψε καὶ μείζων ἐγένετο καὶ κρείττων.

1.1.16ἐπεὶ δὲ προῆλθεν εἰς τὸ δημόσιον, θάμβος ὅλον τὸ πλῆθος κατέλαβεν, ὥσπερ Ἀρτέμιδος ἐν ἐρημίᾳ κυνηγέταις ἐπιστάσης · πολλοὶ δὲ τῶν παρόντων καὶ προσεκύνησαν. πάντες δὲ Καλλιρρόην μὲν ἐθαύμαζον, Χαιρέαν δὲ ἐμακάριζον. τοιοῦτον ὑμνοῦσι ποιηταὶ τὸν Θέτιδος γάμον ἐν Πηλίῳ γεγονέναι. πλὴν καὶ ἐνταῦθά τις εὑρέθη βάσκανος δαίμων, ὥσπερ ἐκεῖ φασὶ τὴν Ἔριν.

1.2

1.2.1οἱ γὰρ μνηστῆρες ἀποτυχόντες τοῦ γάμου λύπην ἐλάμβανον μετ’ὀργῆς. τέως οὖν μαχόμενοι πρὸς ἀλλήλους ὡμονόησαν τότε, διὰ δὲ τὴν ὁμόνοιαν, ὑβρίσθαι δοκοῦντες, συνῆλθον εἰς βουλευτήριον κοινόν · ἐστρατολόγει δὲ αὐτοὺς ἐπὶ τὸν κατὰ Χαιρέου πόλεμον φθόνος.

1.2.2καὶ πρῶτος ἀναστὰς νεανίας τις Ἰταλιώτης, υἱὸς τοῦ Ῥηγίνων τυράννου, τοιαῦτα ἔλεγεν εἰ μέν τις ἐξ ἡμῶν ἔγημεν, οὐκ ἂν ὠργίσθην, ὥσπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ἕνα δεῖ νικῆσαι τῶν ἀγωνισαμένων · ἐπεὶ δὲ παρευδοκίμησεν ἡμᾶς μηδὲν ὑπὲρ τοῦ γάμου πονήσας, οὐ φέρω τὴν ὕβριν.

1.2.3ἡμεῖς δὲ παρετάθημεν αὐλείοις θύραις προσαγρυπνοῦντες, καὶ κολακεύοντες τίτθας καὶ θεραπαινίδας καὶ δῶρα πέμποντες τροφοῖς πόσον χρόνον δεδουλεύκαμεν καί, τὸ πάντων χαλεπώτατον, ὡς ἀντεραστὰς ἀλλήλους ἐμισήσαμεν · δὲ πόρνος καὶ πένης καὶ μηδενὸς κρείττων βασιλέων ἀγωνισαμένων αὐτὸς ἀκονιτὶ τὸν στέφανον ἤρατο.

1.2.4ἀλλὰ ἀνόνητον αὐτῷ γενέσθω τὸ ἆθλον καὶ τὸν γάμον θάνατον τῷ νυμφίῳ ποιήσωμεν. πάντες οὖν ἐπῄνεσαν, μόνος δὲ Ἀκραγαντίνων τύραννος ἀντεῖπεν. οὐκ εὐνοίᾳ δὲ εἶπε τῇ πρὸς Χαιρέαν κωλύω τὴν ἐπιβουλήν, ἀλλὰ ἀσφαλεστέρῳ τῷ λογισμῷ · μέμνησθε γὰρ ὅτι Ἑρμοκράτης οὐκ ἔστιν εὐκαταφρόνητος · ὥστε ἀδύνατος ἡμῖν πρὸς αὐτὸν ἐκ τοῦ φανεροῦ μάχη, κρείττων δὲ μετὰ τέχνης ·

1.2.5καὶ γὰρ τὰς τυραννίδας πανουργίᾳ μᾶλλον βίᾳ κτώμεθα. χειροτονήσατέ με τοῦ πρὸς Χαιρέαν πολέμου στρατηγόν. ἐπαγγέλλομαι διαλύσειν τὸν γάμον · ἐφοπλιῶ γὰρ αὐτῷ ζηλοτυπίαν, ἥτις σύμμαχον λαβοῦσα τὸν ἔρωτα μέγα τι κακὸν διαπράξεται.

1.2.6Καλλιρρόη μὲν οὖν εὐσταθὴς καὶ ἄπειρος κακοήθους ὑποψίας, δὲ Χαιρέας, οἷα δὴ γυμνασίοις ἐντραφεὶς καὶ νεωτερικῶν ἁμαρτημάτων οὐκ ἄπειρος, δύναται ῥᾳδίως ὑποπτεύσας ἐμπεσεῖν εἰς ἐρωτικὴν ζηλοτυπίαν · ἔστι δὲ καὶ προσελθεῖν ἐκείνῳ ῥᾷον καὶ λαλῆσαι. πάντες ἔτι λέγοντος αὐτοῦ τὴν γνώμην ἐπεψηφίσαντο καὶ τὸ ἔργον ἐνεχείρισαν ὡς ἀνδρὶ πᾶν ἱκανῷ μηχανήσασθαι. τοιαύτης οὖν ἐπινοίας ἐκεῖνος ἤρξατο.

1.3

1.3.1ἑσπέρα μὲν ἦν, ἧκε δὲ ἀγγέλλων τις ὅτι Ἀρίστων πατὴρ Χαιρέου πεσὼν ἀπὸ κλίμακος ἐν ἀγρῷ πάνυ ὀλίγας ἔχει τοῦ ζῆν τὰς ἐλπίδας. δὲ Χαιρέας ἀκούσας, καίτοι φιλοπάτωρ ὤν, ὅμως ἐλυπήθη, ὅτι ἔμελλεν ἀπελεύσεσθαι μόνος · οὐ γὰρ οἷόντε ἦν ἐξάγειν ἤδη τὴν κόρην.

1.3.2ἐν δὲ τῇ νυκτὶ ταύτῃ φανερῶς μὲν οὐδεὶς ἐτόλμησεν ἐπικωμάσαι, κρύφα δὲ καὶ ἀδήλως ἐπελθόντες σημεῖα κώμου ᾖσαν καὶ κατέλιπον · ἐστεφάνωσαν τὰ πρόθυρα, μύροις ἔρραναν, οἴνου πηλὸν ἐποίησαν, δᾷδας ἔρριψαν ἡμικαύτους.

1.3.3διέλαμψεν ἡμέρα, καὶ πᾶς παριὼν ἐφειστήκει κοινῷ τινὶ πολυπραγμοσύνης πάθει · Χαιρέας δὲ τοῦ πατρὸς αὐτοῦ ῥᾷον ἐσχηκότος ἔσπευδε πρὸς τὴν γυναῖκα. ἰδὼν δὲ τὸν ὄχλον πρὸ τῶν θυρῶν τὸ μὲν πρῶτον ἐθαύμασεν · ἐπεὶ δὲ ἔμαθε τὴν αἰτίαν, ἐνθουσιῶν εἰστρέχει ·

1.3.4καταλαβὼν δὲ τὸν θάλαμον ἔτι κεκλεισμένον, ἤρασσε μετὰ σπουδῆς. ἐπεὶ δ’ἀνέῳγεν θεραπαινίς, ἐπιπεσὼν τῇ Καλλιρρόῃ, τὴν ὀργὴν μετέβαλεν εἰς λύπην καὶ περιρρηξάμενος ἔκλαε. πυνθανομένης δὲ τί γέγονεν, ἄφωνος ἦν, οὔτε ἀπιστεῖν οἷς εἶδεν οὔτε πιστεύειν οἷς οὐκ ἤθελε δυνάμενος.

1.3.5ἀπορουμένου δὲ αὐτοῦ καὶ τρέμοντος γυνὴ μηδὲν ὑπονοοῦσα τῶν γεγονότων ἱκέτευεν εἰπεῖν τὴν αἰτίαν τοῦ δ’ὑφαίμοις τοῖς ὀφθαλμοῖς καὶ τραχεῖ τῷ φθέγματι κλάω φησὶ τὴν ἐμαυτοῦ τύχην, ὅτι μου ταχέως ἐπελάθου, καὶ τὸν κῶμον ὠνείδισεν.

1.3.6 δὲ οἷα θυγάτηρ στρατηγοῦ καὶ φρονήματος πλήρης πρὸς τὴν ἄδικον διαβολὴν παρωξύνθη καὶ οὐδεὶς ἐπὶ τὴν πατρῴαν οἰκίαν ἐκώμασεν εἶπε, τὰ δὲ σὰ πρόθυρα συνήθη τυχόν ἐστι τοῖς κώμοις, καὶ τὸ γεγαμηκέναι σε λυπεῖ τοὺς ἐραστάς. ταῦτα εἰποῦσα ἀπεστράφη καὶ ἐγκαλυψαμένη δακρύων ἀφῆκε πηγάς.

1.3.7εὔκολοι δὲ τοῖς ἐρῶσιν αἱ διαλλαγαὶ καὶ πᾶσαν ἀπολογίαν ἡδέως ἀλλήλων προσδέχονται. μεταβαλλόμενος οὖν Χαιρέας ἤρξατο κολακεύειν, καὶ γυνὴ ταχέως αὐτοῦ τὴν μετάνοιαν ἠσπάζετο. ταῦτα μᾶλλον ἐξέκαυσε τὸν ἔρωτα, καὶ οἱ ἀμφοτέρων αὐτῶν γονεῖς μακαρίους αὑτοὺς ὑπελάμβανον τὴν τῶν τέκνων ὁρῶντες ὁμόνοιαν.

1.4

1.4.1 δ’Ἀκραγαντῖνος διαπεπτωκυίας αὐτῷ τῆς πρώτης τέχνης ἥπτετο λοιπὸν ἐνεργεστέρας κατασκευῆς τι τοιοῦτον. ἦν αὐτῷ παράσιτος στωμύλος καὶ πάσης χάριτος ὁμιλητικῆς ἔμπλεως. τοῦτον ἐκέλευσεν ὑποκριτὴν ἔρωτος γενέσθαι. τὴν ἅβραν γὰρ τῆς Καλλιρρόης καὶ τιμιωτάτην τῶν θεραπαινίδων προσπίπτων φιλεῖν ἐποίει.

1.4.2μόλις οὖν ἔκειτο, πλὴν ὑπηγάγετο τὴν μείρακα μεγάλαις δωρεαῖς τῷτε λέγειν ἀπάγξεσθαι μὴ τυχὼν τῆς ἐπιθυμίας. γυνὴ δὲ εὐάλωτόν ἐστιν, ὅταν ἐρᾶσθαι δοκῇ. ταῦτα οὖν προκατασκευασάμενος δημιουργὸς τοῦ δράματος, ὑποκριτὴν ἕτερον ἐξεῦρεν, οὐκέτι ὁμοίως εὔχαριν, ἀλλὰ πανοῦργον καὶ ἀξιόπιστον λαλῆσαι.

1.4.3τοῦτον προδιδάξας χρὴ πράττειν καὶ λέγειν, ὑπέπεμψεν ἀγνῶτα τῷ Χαιρέᾳ. προσελθὼν δὲ ἐκεῖνος αὐτῷ περὶ τὰς παλαίστρας ἀλύοντι κἀμοὶ φησὶν υἱὸς ἦν, Χαιρέα, σὸς ἡλικιώτης, πάνυ σε θαυμάζων καὶ φιλῶν, ὅτε ἔζη. τελευτήσαντος δὲ αὐτοῦ σὲ υἱὸν ἐμαυτοῦ νομίζω, καὶ γὰρ εἶ κοινὸν ἀγαθὸν πάσης Σικελίας εὐτυχῶν.

1.4.4δὸς οὖν μοι σχολάζοντα σεαυτὸν καὶ ἀκούσῃ μεγάλα πράγματα ὅλῳ τῷ βίῳ σου διαφέροντα. τοιούτοις ῥήμασιν μιαρὸς ἐκεῖνος ἄνθρωπος τοῦ μειρακίου τὴν ψυχὴν ἀνακουφίσας καὶ μεστὸν ποιήσας ἐλπίδος καὶ φόβου καὶ πολυπραγμοσύνης, δεομένου λέγειν ὤκνει καὶ προυφασίζετο μὴ εἶναι τὸν καιρὸν ἐπιτήδειον τὸν παρόντα, δεῖν δὲ ἀναβολῆς καὶ σχολῆς μακροτέρας.

1.4.5ἐνέκειτο μᾶλλον Χαιρέας, ἤδη τι προσδοκῶν βαρύτερον · δ’ἐμβαλὼν αὐτῷ τὴν δεξιὰν ἀπῆγεν εἴς τι χωρίον ἠρεμαῖον, εἶτα συναγαγὼν τὰς ὀφρῦς καὶ ὅμοιος γενόμενος λυπουμένῳ, μικρὸν δέ τι καὶ δακρύσας ἀηδῶς μὲν εἶπεν Χαιρέα, σκυθρωπόν σοι πρᾶγμα μηνύω καὶ πάλαι βουλόμενος εἰπεῖν ὤκνουν · ἐπεὶ δὲ ἤδη φανερῶς ὑβρίζῃ καὶ θρυλεῖται πανταχοῦ τὸ δεινόν, οὐχ ὑπομένω σιωπᾶν · φύσειτε γὰρ μισοπόνηρός εἰμι καὶ σοὶ μάλιστα εὔνους.

1.4.6γίνωσκε τοίνυν μοιχευομένην σου τὴν γυναῖκα, καὶ ἵνα τούτῳ πιστεύσῃς, ἕτοιμος ἐπ’αὐτοφώρῳ τὸν μοιχὸν δεικνύειν. ὣς φάτο · τὸν δ’ἄχεος νεφέλη ἐκάλυψε μέλαινα, ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν χεύατο κὰκ κεφαλῆς, χάριεν δ’ᾔσχυνε πρόσωπον.

1.4.7ἐπὶ πολὺ μὲν οὖν ἀχανὴς ἔκειτο, μήτε τὸ στόμα μήτε τοὺς ὀφθαλμοὺς ἐπᾶραι δυνάμενος · ἐπεὶ δὲ φωνὴν οὐχ ὁμοίαν μὲν ὀλίγην δὲ συνελέξατο, δυστυχῆ μὲν εἶπεν αἰτῶ παρὰ σοῦ χάριν αὐτόπτης γενέσθαι τῶν ἐμῶν κακῶν · ὅμως δὲ δεῖξον, ὅπως εὐλογώτερον ἐμαυτὸν ἀνέλω · Καλλιρρόης γὰρ καὶ ἀδικούσης φείσομαι.

1.4.8προσποίησαι φησὶν ὡς εἰς ἀγρὸν ἀπιέναι, βαθείας δὲ ἑσπέρας παραφύλαττε τὴν οἰκίαν · ὄψει γὰρ εἰσιόντα τὸν μοιχόν. συνέθεντο ταῦτα, καὶ μὲν Χαιρέας πέμψας (οὐ γὰρ αὐτὸς ὑπέμεινεν οὐ δὲ εἰσελθεῖν) ἄπειμι φησὶν εἰς ἀγρόν · δὲ κακοήθης ἐκεῖνος καὶ διάβολος συνέταττε τὴν σκηνήν.

1.4.9ἑσπέρας οὖν ἐπιστάσης μὲν ἐπὶ τὴν κατασκοπὴν ἦλθεν, δὲ τὴν ἅβραν τῆς Καλλιρρόης διαφθείρας ἐνέβαλεν εἰς τὸν στενωπόν, ὑποκρινόμενος μὲν τὸν λαθραίοις ἔργοις ἐπιχειρεῖν προαιρούμενον, πάντα δὲ μηχανώμενος ἵνα μὴ λάθοι · κόμην εἶχε λιπαρὰν καὶ βοστρύχους μύρων ἀποπνέοντας, ὀφθαλμοὺς ὑπογεγραμμένους, ἱμάτιον μαλακόν, ὑπόδημα λεπτόν · δακτύλιοι βαρεῖς ὑπέστιλβον. εἶτα πολὺ περιβλεψάμενος τῇ θύρᾳ προσῆλθε, κρούσας δὲ ἐλαφρῶς τὸ εἰωθὸς ἔδωκε σημεῖον.

1.4.10 δὲ θεράπαινα καὶ αὐτὴ περίφοβος ἠρέμα παρανοίξασα καὶ λαβομένη τῆς χειρὸς εἰσήγαγε. ταῦτα θεασάμενος Χαιρέας οὐκέτι κατέσχεν ἀλλὰ εἰσέδραμεν ἐπ’αὐτοφώρῳ τὸν μοιχὸν ἀναιρήσων.

1.4.11 μὲν οὖν παρὰ τὴν αὔλειον θύραν ὑποστὰς εὐθὺς ἐξῆλθεν, δὲ Καλλιρρόη καθῆστο ἐπὶ τῆς κλίνης ζητοῦσα Χαιρέαν καὶ μη δὲ λύχνον ἅψασα διὰ τὴν λύπην · ψόφου δὲ ποδῶν γενομένου πρώτη τοῦ ἀνδρὸς ᾔσθετο τὴν ἀναπνοὴν καὶ χαίρουσα αὐτῷ προσέδραμεν.

1.4.12 δὲ φωνὴν μὲν οὐκ ἔσχεν ὥστε λοιδορήσασθαι, κρατούμενος δὲ ὑπὸ τῆς ὀργῆς ἐλάκτισε προσιοῦσαν. εὐστόχως οὖν ποὺς κατὰ τοῦ διαφράγματος ἐνεχθεὶς ἐπέσχε τῆς παιδὸς τὴν ἀναπνοήν, ἐρριμμένην δὲ αὐτὴν αἱ θεραπαινίδες βαστάσασαι κατέκλιναν ἐπὶ τὴν κοίτην.

1.5

1.5.1Καλλιρρόη μὲν οὖν ἄφωνος καὶ ἄπνους ἔκειτο νεκρᾶς εἰκόνα πᾶσι παρέχουσα, φήμη δὲ ἄγγελος τοῦ πάθους καθ’ὅλην τὴν πόλιν διέτρεχεν, οἰμωγὴν ἐγείρουσα διὰ τῶν στενωπῶν ἄχρι τῆς θαλάττης · καὶ πανταχόθεν θρῆνος ἠκούετο, καὶ τὸ πρᾶγμα ἐῴκει πόλεως ἁλώσει. Χαιρέας δὲ ἔτι τῷ θυμῷ ζέων δι’ὅλης τῆς νυκτὸς ἀποκλείσας ἑαυτὸν ἐβασάνιζε τὰς θεραπαινίδας, πρώτην δὲ καὶ τελευταίαν τὴν ἅβραν.

1.5.2ἔτι δὲ καομένων καὶ τεμνομένων αὐτῶν ἔμαθε τὴν ἀλήθειαν. τότε ἔλεος αὐτὸν εἰσῆλθε τῆς ἀποθανούσης καὶ ἀποκτεῖναι μὲν ἑαυτὸν ἐπεθύμει, Πολύχαρμος δ’ἐκώλυε, φίλος ἐξαίρετος τοιοῦτος, οἷον Ὅμηρος ἐποίησε Πάτροκλον Ἀχιλλέως. ἡμέρας δὲ γενομένης οἱ ἄρχοντες ἐκλήρουν δικαστήριον τῷ φονεῖ, διὰ τὴν πρὸς Ἑρμοκράτην τιμὴν ἐπισπεύδοντες τὴν κρίσιν.

1.5.3ἀλλὰ καὶ δῆμος ἅπας εἰς τὴν ἀγορὰν συνέτρεχεν, ἄλλων ἄλλα κεκραγότων · ἐδημοκόπουν δὲ οἱ τῆς μνηστείας ἀποτυχόντες καὶ Ἀκραγαντῖνος ὑπὲρ ἅπαντας, λαμπρόςτε καὶ σοβαρός, οἷον διαπραξάμενος ἔργον μηδεὶς ἂν προσεδόκησε.

1.5.4συνέβη δὲ πρᾶγμα καινὸν καὶ ἐν δικαστηρίῳ μηδεπώποτε πραχθέν · ῥηθείσης γὰρ τῆς κατηγορίας φονεὺς μετρηθέντος αὐτῷ τοῦ ὕδατος ἀντὶ τῆς ἀπολογίας αὐτοῦ κατηγόρησε πικρότερον καὶ πρῶτος τὴν καταδικάζουσαν ψῆφον ἤνεγκεν, οὐδὲν εἰπὼν τῶν πρὸς τὴν ἀπολογίαν δικαίων, οὐ τὴν διαβολήν, οὖ τὴν ζηλοτυπίαν, οὐ τὸ ἀκούσιον, ἀλλ’ἐδεῖτο πάντων δημοσίᾳ με καταλεύσατε · ἀπεστεφάνωσα τὸν δῆμον.

1.5.5φιλάνθρωπόν ἐστιν ἂν παραδῶτέ με δημίῳ. τοῦτο ὤφειλον ἂν παθεῖν, εἰ καὶ θεραπαινίδα Ἑρμοκράτους ἀπέκτεινα. τρόπον ζητήσατε κολάσεως ἀπόρρητον. χείρονα δέδρακα ἱεροσύλων καὶ πατροκτόνων. μὴ θάψητέ με, μὴ μιάνητε τὴν γῆν, ἀλλὰ τὸ ἀσεβὲς καταποντώσατε σῶμα.

1.5.6ταῦτα λέγοντος θρῆνος ἐξερράγη, καὶ πάντες ἀφέντες τὴν νεκρὰν τὸν ζῶντα ἐπένθουν. Ἑρμοκράτης συνηγόρησε Χαιρέᾳ πρῶτος. ἐγὼ φησὶν ἐπίσταμαι τὸ συμβὰν ἀκούσιον ὄν. βλέπω τοὺς ἐπιβουλεύοντας ἡμῖν. οὐκ ἐφησθήσονται δυσὶ νεκροῖς, οὐ δὲ λυπήσω τεθνεῶσαν τὴν θυγατέρα.

1.5.7ἤκουσα λεγούσης αὐτῆς πολλάκις ὅτι αὑτῆς μᾶλλον θέλει Χαιρέαν ζῆν. παύσαντες οὖν τὸ περισσὸν δικαστήριον ἐπὶ τὸν ἀναγκαῖον ἀπίωμεν τάφον. μὴ παραδῶμεν χρόνῳ τὴν νεκράν, μη δὲ ἄμορφον τῇ παρολκῇ ποιήσωμεν τὸ σῶμα. θάψωμεν Καλλιρρόην ἔτι καλήν.

1.6

1.6.1οἱ μὲν οὖν δικασταὶ τὴν ἀπολύουσαν ψῆφον ἔθεσαν, Χαιρέας δὲ οὐκ ἀπέλυεν ἑαυτόν, ἀλλ’ἐπεθύμει θανάτου καὶ πάσας ὁδοὺς ἐμηχανᾶτο τῆς τελευτῆς. Πολύχαρμος δὲ ὁρῶν ἄλλως ἀδύνατον ἑαυτῷ τὴν σωτηρίαν προδότα φησὶ τῆς νεκρᾶς, οὐ δὲ θάψαι Καλλιρρόην ὑπομενεῖς; ἀλλοτρίαις χερσὶ τὸ σῶμα πιστεύεις; καιρός ἐστί σοι νῦν ἐνταφίων ἐπιμελεῖσθαι πολυτελείας καὶ τὴν ἐκκομιδὴν κατασκευάσαι βασιλικήν. ἔπεισεν οὗτος λόγος ·

1.6.2ἐνέβαλε γὰρ φιλοτιμίαν καὶ φροντίδα. τίς ἂν οὖν ἀπαγγεῖλαι δύναιτο κατ’ἀξίαν τὴν ἐκκομιδὴν ἐκείνην; κατέκειτο μὲν Καλλιρρόη νυμφικὴν ἐσθῆτα περικειμένη καὶ ἐπὶ χρυσηλάτου κλίνης μείζωντε καὶ κρείττων, ὥστε πάντες εἴκαζον αὐτὴν Ἀριάδνῃ καθευδούσῃ.

1.6.3προῄεσαν δὲ τῆς κλίνης πρῶτοι μὲν οἱ Συρακουσίων ἱππεῖς αὐτοῖς ἵπποις κεκοσμημένοι, μετὰ τούτους ὁπλῖται φέροντες τὰ σημεῖα τῶν Ἑρμοκράτους τροπαίων, εἶτα βουλή, καὶ ἐν μέσῳ τῷ δήμῳ πάντες οἱ Ἑρμοκράτην δορυφοροῦντες · ἐφέρετο δὲ καὶ Ἀρίστων, ἔτι νοσῶν, θυγατέρα καὶ κυρίαν Καλλιρρόην ἀποκαλῶν. ἐπὶ τούτοις αἱ γυναῖκες τῶν πολιτῶν μελανείμονες, εἶτα πλοῦτος ἐνταφίων βασιλικός ·

1.6.4πρῶτος μὲν τῆς φερνῆς χρυσόςτε καὶ ἄργυρος καὶ ἐσθήτων κάλλος καὶ κόσμος (συνέπεμψε δὲ Ἑρμοκράτης πολλὰ ἐκ τῶν λαφύρων) συγγενῶντε δωρεαὶ καὶ φίλων, τελευταῖος δὲ Χαιρέου πλοῦτος · ἐπεθύμει γάρ, εἰ δυνατὸν ἦν, πᾶσαν τὴν οὐσίαν συγκαταφλέξαι τῇ γυναικί.

1.6.5ἔφερον δὲ τὴν κλίνην οἱ Συρακουσίων ἔφηβοι, καὶ ἐπηκολούθει τὸ πλῆθος. πάντων δὲ θρηνούντων μάλιστα Χαιρέας ἠκούετο. ἦν δὲ τάφος μεγαλοπρεπὴς Ἑρμοκράτους πλησίον τῆς θαλάσσης, ὥστε καὶ τοῖς πόρρωθεν πλέουσι περίβλεπτος εἶναι · τοῦτον ὥσπερ θησαυρὸν ἐπλήρωσεν τῶν ἐνταφίων πολυτέλεια. τὸ δὲ δοκοῦν εἰς τιμὴν τῆς νεκρᾶς γεγονέναι μειζόνων πραγμάτων ἐκίνησεν ἀρχήν.

1.7

1.7.1Θήρων γάρ τις ἦν, πανοῦργος ἄνθρωπος, ἐξ ἀδικίας πλέων τὴν θάλασσαν καὶ λῃστὰς ἔχων ἐφορμοῦντας τοῖς λιμέσιν. ὀνόματι πορθμείου πειρατήριον συγκροτῶν οὗτος, τῇ ἐκκομιδῇ παρατυχὼν ἐπωφθαλμίασε τῷ χρυσῷ καὶ νύκτωρ κατὰ κλίνης οὐκ ἐκοιμᾶτο λέγων πρὸς ἑαυτὸν ἀλλ’ἐγὼ κινδυνεύω μαχόμενος τῇ θαλάσσῃ καὶ τοὺς ζῶντας ἀποκτείνων ἕνεκα λημμάτων μικρῶν, ἐξὸν πλουτῆσαι παρὰ μιᾶς νεκρᾶς. ἀνερρίφθω κύβος · οὐκ ἀφήσω τὸ κέρδος.

1.7.2τίνας δ’οὖν ἐπὶ τὴν πρᾶξιν στρατολογήσω; σκέψαι, Θήρων, τίς ἐπιτήδειος ὧν οἶδας. Ζηνοφάνης Θούριος; συνετὸς μὲν ἀλλὰ δειλός. μένων Μεσσήνιος; τολμηρὸς μὲν ἀλλὰ προδότης.

1.7.3ἐπεξιὼν δὲ τῷ λογισμῷ καθέκαστον, ὥσπερ ἀργυρογνώμων, πολλοὺς ἀποδοκιμάσας, ὅμως ἔδοξε τινὰς ἐπιτηδείους. ἕωθεν οὖν διατρέχων εἰς τὸν λιμένα, ἕκαστον αὐτῶν ἀνεζήτει. εὗρε δ’ἐνίους μὲν ἐν πορνείοις, τοὺς δ’ἐν καπηλείοις, οἰκεῖον στρατὸν τοιούτῳ στρατηγῷ.

1.7.4φήσας οὖν ἔχειν τι διαλεχθῆναι πρὸς αὐτοὺς ἀναγκαῖον, κατόπιν τοῦ λιμένος ἀπήγαγε καὶ τούτων ἤρξατο τῶν λόγων ἐγὼ θησαυρὸν εὑρὼν ὑμᾶς κοινωνοὺς εἱλόμην ἐξ ἁπάντων · οὐ γάρ ἐστιν ἑνὸς τὸ κέρδος, οὐ δὲ πόνου πολλοῦ δεόμενον, ἀλλὰ μία νὺξ δύναται ποιῆσαι πάντας ἡμᾶς πλουσίους.

1.7.5οὐκ ἄπειροι δ’ἐσμὲν τοιούτων ἐπιτηδευμάτων, παρὰ μὲν τοῖς ἀνοήτοις ἀνθρώποις ἔχει διαβολήν, ὠφέλειαν δὲ τοῖς φρονίμοις δίδωσι. συνῆκαν εὐθὺς ὅτι λῃστείαν τυμβωρυχίαν ἱεροσυλίαν καταγγέλλει, καὶ παῦσαι ἔφασαν πείθων τοὺς πεπεισμένους ἤδη καὶ μόνον μήνυε τὴν πρᾶξιν, καὶ τὸν καιρὸν μὴ παραπολλύωμεν.

1.7.6 δὲ. Θήρων ἔνθεν ἑλὼν ἑωράκατε φησὶ τὸν χρυσὸν καὶ ἄργυρον τῆς νεκρᾶς. οὗτος ἡμῶν τῶν ζώντων δικαιότερον γένοιτ’ἄν. δοκεῖ δή μοι νυκτὸς ἀνοῖξαι τὸν τάφον, εἶτα ἐνθεμένους τῷ κέλητι, πλεύσαντας ὅποι ποτ’ἂν φέρῃ τὸ πνεῦμα διαπωλῆσαι τὸν φόρτον ἐπὶ ξένης. ἤρεσε. νῦν μὲν οὖν φησὶ τρέπεσθε ἐπὶ τὰς συνήθεις διατριβάς · βαθείας δὲ ἑσπέρας ἕκαστος ἐπὶ τὸν κέλητα κατίτω κομίζων οἰκοδομικὸν ὄργανον.

1.8

1.8.1οὗτοι μὲν δὴ ταῦτα ἔπραττον · τὰ δὲ περὶ Καλλιρρόην δευτέραν ἄλλην ἐλάμβανε παλιγγενεσίαν, καί τινος ἀνέσεως ταῖς ἀποληφθείσαις ἀναπνοαῖς ἐκ τῆς ἀσιτίας ἐγγενομένης μόλις καὶ κατ’ὀλίγον ἀνέπνευσεν · ἔπειτα κινεῖν ἤρξατο κατὰ μέλη τὸ σῶμα, διανοίγουσα δὲ τοὺς ὀφθαλμοὺς αἴσθησιν ἐλάμβανεν ἐγειρομένης ἐξ ὕπνου καὶ ὡς συγκαθεύδοντα Χαιρέαν ἐκάλεσεν.

1.8.2ἐπεὶ δὲ οὔτε ἀνὴρ οὔτε αἱ θεραπαινίδες ἤκουον, πάντα δὲ ἦν ἐρημία καὶ σκότος, φρίκη καὶ τρόμος τὴν παῖδα κατελάμβανεν οὐ δυναμένην τῷ λογισμῷ συμβαλεῖν τὴν ἀλήθειαν, μόλις δὲ ἀνεγειρομένη στεφάνων προσήψατο καὶ ταινιῶν καὶ ψόφον ἐποίει χρυσοῦτε καὶ ἀργύρου · πολλὴ δὲ ἦν ἀρωμάτων εὐωδία.

1.8.3τότ’οὖν ἀνεμνήσθη τοῦ λακτίσματος καὶ τοῦ δι’ἐκεῖνο πτώματος, μόλιςτε τὸν ἐκ τῆς ἀγωνίας ἐνόησε τάφον. ἔρρηξεν οὖν φωνήν, ὅσην ἐδύνατο σώζετε, βοηθεῖτε. ἐπεὶ δὲ πολλάκις αὐτῆς κεκραγυίας οὐδὲν ἐγίνετο πλέον, ἀπήλπισεν ἤδη τὴν σωτηρίαν καὶ ἐνθεῖσα τοῖς γόνασι τὴν κεφαλὴν ἐθρήνει λέγουσα οἴμοι τῶν κακῶν · ζῶσα κατορώρυγμαι μηδὲν ἀδικοῦσα καὶ ἀποθνήσκω θάνατον μακρόν.

1.8.4ὑγιαίνουσάν με πενθοῦσι. τίνα τίς ἄγγελον πέμψει; ἄδικε Χαιρέα, μέμφομαί σε οὐχ ὅτι με ἀπέκτεινας, ἀλλ’ὅτι με ἔσπευσας ἐκβαλεῖν τῆς οἰκίας. οὐκ ἔδει σε ταχέως θάψαι Καλλιρρόην οὐ δ’ἀληθῶς ἀποθανοῦσαν. ἀλλ’ἤδη τάχα τι βουλεύῃ περὶ γάμου.

1.9

1.9.1 κἀκείνη μὲν ἐν ποικίλοις ἦν ὀδυρμοῖς · δὲ Θήρων φυλάξας αὐτὸ τὸ μεσονύκτιον ἀψοφητὶ προσῄει τῷ τάφῳ, κούφως ταῖς κώπαις ἁπτόμενος τῆς θαλάσσης. ἐκβαίνων δὲ πρῶτον ἐπέταξε τὴν ὑπηρεσίαν τὸν τρόπον τοῦτον.

1.9.2τέσσαρας μὲν ἀπέστειλεν ἐπὶ κατασκοπήν, εἴ τινες προσίοιεν εἰς τὸν τόπον, εἰ μὲν δύναιντο, φονεύειν · εἰ δὲ μή, συνθήματι μηνύειν τὴν ἄφιξιν αὐτῶν · πέμπτος δὲ αὐτὸς προσῄει τῷ τάφῳ. τοὺς δὲ λοιποὺς (ἦσαν γὰρ οἱ σύμπαντες ἑκκαίδεκα) μένειν ἐπὶ τοῦ κέλητος ἐκέλευσε καὶ τὰς κώπας ἔχειν ἐπτερωμένας, ἵνα, ἐάν τι αἰφνίδιον συμβαίνῃ, ταχέως τοὺς ἀπὸ γῆς ἁρπάσαντες ἀποπλεύσωσιν.

1.9.3ἐπεὶ δὲ μοχλοὶ προσηνέχθησαν καὶ σφοδροτέρα πληγὴ πρὸς τὴν ἀνάρρηξιν τοῦ τάφου, τὴν Καλλιρρόην κατελάμβανεν ὁμοῦ πάντα, φόβος, χαρά, λύπη, θαυμασμός, ἐλπίς, ἀπιστία. πόθεν ψόφος; ἆρά τις δαίμων κατὰ νόμον κοινὸν τῶν ἀποθνησκόντων ἐπ’ἐμὲ παραγίνεται τὴν ἀθλίαν; ψόφος οὐκ ἔστιν, ἀλλὰ φωνὴ καλούντων με τῶν ὑποχθονίων πρὸς αὑτούς; τυμβωρύχους μᾶλλον εἰκὸς εἶναι · καὶ γὰρ τοῦτό μου ταῖς συμφοραῖς προσετέθη · πλοῦτος ἄχρηστος νεκρῷ.

1.9.4ταῦτα ἔτι λογιζομένης αὐτῆς προύβαλε τὴν κεφαλὴν λῃστὴς καὶ κατὰ μικρὸν εἰσεδύετο. Καλλιρρόη δ’αὐτῷ προσέπεσε, βουλομένη δεηθῆναι · κἀκεῖνος φοβηθεὶς ἐξεπήδησε, τρέμων δὲ πρὸς τοὺς ἑταίρους ἐφθέγξατο φεύγωμεν ἐντεῦθεν · δαίμων γάρ τις φυλάττει τὰ ἔνδον καὶ εἰσελθεῖν ἡμῖν οὐκ ἐπιτρέπει. κατεγέλασε Θήρων, δειλὸν εἰπὼν καὶ νεκρότερον τῆς τεθνεώσης, εἶτα ἐκέλευσε ἄλλον εἰσελθεῖν.

1.9.5ἐπεὶ δὲ οὐδεὶς ὑπέμενεν, αὐτὸς εἰσῆλθε προβαλλόμενος τὸ ξίφος. λάμψαντος δὲ τοῦ σιδήρου, δείσασα Καλλιρρόη, μὴ φονευθῇ, πρὸς τὴν γωνίαν ἐξέτεινεν ἑαυτὴν κἀκεῖθεν ἱκέτευε, λεπτὴν ἀφιεῖσα φωνήν ἐλέησον, ὅστις ποτ’εἶ, τὴν οὐκ ἐλεηθεῖσαν ὑπ’ἀνδρὸς οὐ δὲ γονέων · μὴ ἀποκτείνῃς ἣν σέσωκας.

1.9.6μᾶλλον ἐθάρρησεν Θήρων καὶ οἷα δεινὸς ἀνὴρ ἐνόησε τὴν ἀλήθειαν · ἔστη δὲ σύννους καὶ τὸ μὲν πρῶτον ἐβουλεύσατο κτεῖναι τὴν γυναῖκα, νομίζων ἐμπόδιον ἔσεσθαι τῆς ὅλης πράξεως · ταχεῖα δὲ διὰ τὸ κέρδος ἐγένετο μετάνοια καὶ πρὸς αὑτὸν εἶπεν ἔστω καὶ αὐτὴ τῶν ἐνταφίων μέρος · πολὺς μὲν ἄργυρος ἐνταῦθα πολὺς δὲ χρυσός, τούτων δὲ πάντων τὸ τῆς γυναικὸς τιμιώτερον κάλλος.

1.9.7λαβόμενος οὖν τῆς χειρὸς ἐξήγαγεν αὐτήν, εἶτα καλέσας τὸν συνεργὸν ἰδοὺ φησὶν δαίμων, ὃν ἐφοβοῦ · καλός γε λῃστὴς φοβηθεὶς γυναῖκα. σὺ μὲν οὖν φύλαττε ταύτην · θέλω γὰρ αὐτὴν ἀποδοῦναι τοῖς γονεῦσιν · ἡμεῖς δὲ ἐκφέρωμεν τὰ ἔνδον ἀποκείμενα, μηκέτι μη δὲ τῆς νεκρᾶς αὐτὰ τηρούσης.

1.10

1.10.1ἐπεὶ δὲ ἐνέπλησαν τὸν κέλητα τῶν λαφύρων, ἐκέλευσεν Θήρων τὸν φύλακα μικρὸν ἀποστῆναι μετὰ τῆς γυναικός · εἶτα βουλὴν προύθηκε περὶ αὐτῆς. ἐγένοντο δὲ αἱ γνῶμαι διάφοροι καὶ ἀλλήλαις ὑπεναντίαι.

1.10.2πρῶτος γάρ τις εἶπεν ἐφ’ἕτερα μὲν ἤλθομεν, συστρατιῶται, βέλτιον δὲ τὸ παρὰ τῆς τύχης ἀποβέβηκε · χρησώμεθα αὐτῷ · δυνάμεθα γὰρ ἀκινδύνως εἰργάσθαι. δοκεῖ δή μοι τὰ μὲν ἐντάφια κατὰ χώραν ἐᾶν, ἀποδοῦναι δὲ τὴν Καλλιρρόην ἀνδρὶ καὶ πατρί, φήσαντας ὅτι προσωρμίσθημεν τῷ τόπῳ κατὰ συνήθειαν ἁλιευτικήν, ἀκούσαντες δὲ φωνὴν ἠνοίξαμεν κατὰ φιλανθρωπίαν, ἵνα σώσωμεν τὴν ἔνδον ἀποκεκλεισμένην.

1.10.3ὁρκίσωμεν δὲ τὴν γυναῖκα πάντα ἡμῖν μαρτυρεῖν. ἡδέως δὲ ποιήσει χάριν ὀφείλουσα τοῖς εὐεργέταις, δι’ὧν ἐσώθη. πόσης οἴεσθε χαρᾶς ἐμπλήσομεν τὴν ὅλην Σικελίαν; πόσας ληψόμεθα δωρεάς; ἅμα δὲ καὶ πρὸς ἀνθρώπους δίκαια καὶ πρὸς θεοὺς ὅσια ταῦτα ποιήσομεν.

1.10.4ἔτι δὲ αὐτοῦ λέγοντος ἕτερος ἀντεῖπεν ἄκαιρε καὶ ἀνόητε, νῦν ἡμᾶς κελεύεις φιλοσοφεῖν; ἆρά γε τὸ τυμβωρυχεῖν ἡμᾶς ἐποίησε χρηστούς; ἐλεήσομεν ἣν οὐκ ἠλέησεν ἴδιος ἀνὴρ ἀλλ’ἀπέκτεινεν; οὐδὲν γὰρ ἠδίκηκεν ἡμᾶς ·

1.10.5ἀλλ’ἀδικήσει τὰ μέγιστα. πρῶτον μὲν γάρ, ἂν ἀποδῶμεν αὐτὴν τοῖς προσήκουσιν, ἄδηλον ἣν ἕξουσι γνώμην περὶ τοῦ γεγονότος, καὶ ἀδύνατον μὴ ὑποπτευθῆναι τὴν αἰτίαν, δι’ἣν ἤλθομεν ἐπὶ τὸν τάφον. ἐὰν δὲ καὶ χαρίσωνται τὴν τιμωρίαν ἡμῖν οἱ τῆς γυναικὸς συγγενεῖς, ἀλλ’οἱ ἄρχοντες καὶ δῆμος αὐτὸς οὐκ ἀφήσει τυμβωρύχους ἄγοντας καθ’αὑτῶν τὸ φορτίον.

1.10.6τάχα δέ τις ἐρεῖ λυσιτελέστερον εἶναι πωλῆσαι τὴν γυναῖκα · τιμὴν γὰρ εὑρήσειν διὰ τὸ κάλλος. ἔχει δὲ καὶ τοῦτο κίνδυνον. μὲν γὰρ χρυσὸς οὐκ ἔχει φωνήν, οὐ δὲ ἄργυρος ἐρεῖ πόθεν αὐτὸν εἰλήφαμεν. ἔξεστιν ἐπὶ τούτοις πλάσασθαι καὶ διήγημα.

1.10.7φορτίον δὲ ἔχον ὀφθαλμούςτε καὶ ὦτα καὶ γλῶσσαν τίς ἂν ἀποκρύψαι δύναιτο; καὶ γὰρ οὐ δὲ ἀνθρώπινον τὸ κάλλος, ἵνα λάθωμεν. ὅτε δούλην ἐροῦμεν τίς αὐτὴν ἰδὼν τούτῳ πιστεύσει; φονεύσωμεν οὖν αὐτὴν ἐνθάδε, καὶ μὴ περιαγάγωμεν καθ’αὑτῶν τὸν κατήγορον.

1.10.8πολλῶν δὲ τούτοις συντιθεμένων οὐδετέρᾳ γνώμῃ Θήρων ἐπεψήφισε. σὺ μὲν γὰρ εἶπε κίνδυνον ἐπάγεις, σὺ δὲ κέρδος ἀπολλύεις. ἐγὼ δὲ ἀποδώσομαι τὴν γυναῖκα μᾶλλον ἀπολῶ · πωλουμένη μὲν γὰρ σιγήσει διὰ τὸν φόβον, πραθεῖσα δὲ κατηγορείτω τῶν μὴ παρόντων. ἀλλ’ἐμβαίνετε · πλέωμεν · ἤδη γάρ ἐστι πρὸς ἡμέραν.

1.11

1.11.1ἀναχθεῖσα δὲ ναῦς ἐφέρετο λαμπρῶς · οὐ δὲ γὰρ ἐβιάζοντο πρὸς κῦμα καὶ πνεῦμα τῷ μὴ προκεῖσθαί τινα πλοῦν ἴδιον αὐτοῖς, ἀλλὰ πᾶς ἄνεμος οὔριος αὐτοῖς ἐδόκει καὶ κατὰ πρύμναν εἱστήκει. Καλλιρρόην δὲ παρεμυθεῖτο Θήρων, ποικίλαις ἐπινοίαις πειρώμενος ἀπατᾶν.

1.11.2ἐκείνη δὲ ᾐσθάνετο τὰ καθ’ἑαυτὴν καὶ ὅτι ἄλλως ἐσώθη · προσεποιεῖτο δὲ μὴ νοεῖν, ἀλλὰ πιστεύειν, δεδοικυῖα μὴ ἄρα καὶ ἀνέλωσιν αὐτὴν ὡς ὀργιζομένην. εἰποῦσα δὲ μὴ φέρειν τὴν θάλασσαν, ἐγκαλυψαμένη καὶ δακρύσασα σὺ μὲν ἔφη, πάτερ, ἐν ταύτῃ τῇ θαλάσσῃ τριακοσίας ναῦς Ἀθηναίων κατεναυμάχησας, ἥρπασε δέ σου τὴν θυγατέρα κέλης μικρὸς καὶ οὐδέν μοι βοηθεῖς.

1.11.3ἐπὶ ξένην ἄγομαι γῆν καὶ δουλεύειν με δεῖ τὴν εὐγενῆ · τάχα δὲ ἀγοράσει τις τὴν Ἑρμοκράτους θυγατέρα δεσπότης Ἀθηναῖος. πόσῳ μοι κρεῖττον ἦν ἐν τάφῳ κεῖσθαι νεκράν · πάντως ἂν μετ’ἐμοῦ Χαιρέας ἐκηδεύθη · νῦν δὲ καὶ ζῶντες καὶ ἀποθανόντες διεζεύχθημεν.

1.11.4 μὲν οὖν ἐν τοιούτοις ἦν ὀδυρμοῖς, οἱ δὲ λῃσταὶ νήσους μικρὰς καὶ πόλεις παρέπλεον · οὐ γὰρ ἦν τὰ φορτία πενήτων, ἐζήτουν δὲ πλουσίους ἄνδρας. ὡρμίσαντο δὴ καταντικρὺ τῆς Ἀττικῆς ὑπό τινα χηλήν · πηγὴ δ’ἦν αὐτόθι πολλοῦ καὶ καθαροῦ νάματος καὶ λειμὼν εὐφυής.

1.11.5ἔνθα τὴν Καλλιρρόην προαγαγόντες φαιδρύνεσθαι καὶ ἀναπαύσασθαι κατὰ μικρὸν ἀπὸ τῆς θαλάσσης ἠξίωσαν, διασώζειν θέλοντες αὐτῆς τὸ κάλλος · μόνοι δὲ ἐβουλεύοντο ὅποι χρὴ τὸν στόλον ποιεῖσθαι. καί τις εἶπεν Ἀθῆναι πλησίον, μεγάλη καὶ εὐδαίμων πόλις. ἐκεῖ πλῆθος μὲν ἐμπόρων εὑρήσομεν, πλῆθος δὲ πλουσίων. ὥσπερ γὰρ ἐν ἀγορᾷ τοὺς ἄνδρας οὕτως ἐν Ἀθήναις τὰς πόλεις ἔστιν ἰδεῖν. ἐδόκει δὴ πᾶσι καταπλεῖν εἰς Ἀθήνας, οὐκ ἤρεσκε δὲ Θήρωνι τῆς πόλεως περιεργία ·

1.11.6μόνοι γὰρ ὑμεῖς οὐκ ἀκούετε τὴν πολυπραγμοσύνην τῶν Ἀθηναίων; δῆμός ἐστι λάλος καὶ φιλόδικος, ἐν δὲ τῷ λιμένι μυρίοι συκοφάνται πεύσονται τίνες ἐσμὲν καὶ πόθεν ταῦτα φέρομεν τὰ φορτία. ὑποψία καταλήψεται πονηρὰ τοὺς κακοήθεις.

1.11.7Ἄρειος πάγος εὐθὺς ἐκεῖ καὶ ἄρχοντες τυράννων βαρύτεροι. μᾶλλον Συρακουσίων Ἀθηναίους φοβηθῶμεν. χωρίον ἡμῖν ἐπιτήδειόν ἐστιν Ἰωνία, καὶ γὰρ πλοῦτος ἐκεῖ βασιλικὸς ἐκ τῆς μεγάλης Ἀσίας ἄνωθεν ἐπιρρέων καὶ ἄνθρωποι τρυφῶντες καὶ ἀπράγμονες · ἐλπίζω δέ τινας αὐτόθεν εὑρήσειν καὶ γνωρίμους.

1.11.8ὑδρευσάμενοι δὴ καὶ λαβόντες ἀπὸ τῶν παρουσῶν ὁλκάδων ἐπισιτισμὸν ἔπλεον εὐθὺ Μιλήτου, τριταῖοι δὲ κατήχθησαν εἰς ὅρμον ἀπέχοντα τῆς πόλεως σταδίους ὀγδοήκοντα, εὐφυέστατον εἰς ὑποδοχήν.

1.12

1.12.1ἔνθα δὴ Θήρων κώπας ἐκέλευσεν ἐκφέρειν καὶ μονὴν ποιεῖν τῇ Καλλιρόῃ καὶ πάντα παρέχειν εἰς τρυφήν. ταῦτα δὲ οὐκ ἐκ φιλανθρωπίας ἔπραττεν ἀλλ’ἐκ φιλοκερδίας, ὡς ἔμπορος μᾶλλον λῃστής. αὐτὸς δὲ διέδραμεν εἰς ἄστυ παραλαβὼν δύο τῶν ἐπιτηδείων. εἶτα φανερῶς μὲν οὐκ ἐβουλεύετο ζητεῖν τὸν ὠνητὴν οὐ δὲ περιβόητον τὸ πρᾶγμα ποιεῖν, κρύφα δὲ καὶ διὰ χειρὸς ἔσπευδε τὴν πρᾶσιν. δυσδιάθετον δὲ ἀπέβαινεν · οὐ γὰρ ἦν τὸ κτῆμα πολλῶν οὐ δὲ ἑνὸς τῶν ἐπιτυχόντων, ἀλλὰ πλουσίου τινὸς καὶ βασιλέως, τοῖς δὲ τοιούτοις ἐφοβεῖτο προσιέναι.

1.12.2γινομένης οὖν διατριβῆς μακροτέρας οὐκέτι φέρειν ὑπέμενε τὴν παρολκήν · νυκτὸς δὲ ἐπελθούσης καθεύδειν μὲν οὐκ ἐδύνατο, ἔφη δὲ πρὸς αὑτὸν ἀνόητος, Θήρων, εἶ · ἀπολέλοιπας γὰρ ἤδη τοσαύταις ἡμέραις ἄργυρον καὶ χρυσὸν ἐν ἐρημίᾳ, ὡς μόνος λῃστής.

1.12.3οὐκ οἶδας ὅτι τὴν θάλασσαν καὶ ἄλλοι πλέουσι πειραταί; ἐγὼ δὲ καὶ τοὺς ἡμετέρους φοβοῦμαι μὴ καταλιπόντες ἡμᾶς ἀποπλεύσωσιν · οὐ δήπου γὰρ τοὺς δικαιοτάτους ἐστρατολόγησας, ἵνα σοι τὴν πίστιν φυλάττωσιν, ἀλλὰ τοὺς πονηροτάτους ἄνδρας ὧν ᾔδεις.

1.12.4νῦν μὲν οὖν εἶπεν ἐξ ἀνάγκης κάθευδε, ἡμέρας δὲ ἐπιστάσης διαδραμὼν ἐπὶ τὸν κέλητα ῥῖψον εἰς θάλασσαν τὴν ἄκαιρον καὶ περιττήν σοι γυναῖκα καὶ μηκέτι φορτίον ἐπάγου δυσδιάθετον. κοιμηθεὶς δὲ ἐνύπνιον εἶδε κεκλεισμένας τὰς θύρας.

1.12.5ἔδοξεν οὖν αὐτῷ τὴν ἡμέραν ἐκείνην ἐπισχεῖν. οἷα δὲ ἀλύων ἐπί τινος ἐργαστηρίου καθῆστο, ταραχώδης παντάπασι τὴν ψυχήν.

1.12.6ἐν δὲ τῷ μεταξὺ παρῄει πλῆθος ἀνθρώπων ἐλευθέρωντε καὶ δούλων, ἐν μέσοις δὲ αὐτοῖς ἀνὴρ ἡλικίᾳ καθεστώς, μελανειμονῶν καὶ σκυθρωπός. ἀναστὰς οὖν Θήρων (περίεργον γὰρ ἀνθρώπου φύσις) ἐπυνθάνετο ἑνὸς τῶν ἐπακολουθούντων τίς οὗτος; δὲ ἀπεκρίνατο ξένος εἶναί μοι δοκεῖς μακρόθεν ἥκειν, ὃς ἀγνοεῖς Διονύσιον πλούτῳ καὶ γένει καὶ παιδείᾳ τῶν ἄλλων Ἰώνων ὑπερέχοντα, φίλον τοῦ μεγάλου βασιλέως.

1.12.7διατί τοίνυν μελανειμονεῖ; τέθνηκε γὰρ αὐτοῦ γυνὴ ἧς ἤρα. ἔτι μᾶλλον εἴχετο τῆς ὁμιλίας Θήρων, εὑρηκὼς ἄνδρα πλούσιον καὶ φιλογύναιον. οὐκέτ’οὖν ἀνῆκε τὸν ἄνδρα ἀλλ’ἐπυνθάνετο τίνα χώραν ἔχεις παρ’αὐτῷ;

1.12.8 κἀκεῖνος ἀπεκρίνατο διοικητής εἰμι τῶν ὅλων, τρέφω δὲ αὐτῷ καὶ τὴν θυγατέρα, παιδίον νήπιον, μητρὸς ἀθλίας πρὸ ὥρας ὀρφανόν. Θήρων τί σὺ καλῇ; Λεωνᾶς. εὐκαίρως φησίν, Λεωνᾶ, συνέβαλον. ἔμπορός εἰμι καὶ πλέω νῦν ἐξ Ἰταλίας, ὅθεν οὐδὲν οἶδα τῶν ἐν Ἰωνίᾳ. γυνὴ δὲ Συβαρῖτις, εὐδαιμονεστάτη τῶν ἐκεῖ, καλλίστην ἅβραν ἔχουσα διὰ ζηλοτυπίαν ἐπώλησεν, ἐγὼ δὲ αὐτὴν ἐπριάμην.

1.12.9σοὶ οὖν γενέσθω τὸ κέρδος, εἴτε σεαυτῷ θέλεις τροφὸν κατασχεῖν τοῦ παιδίου (πεπαίδευται γὰρ ἱκανῶς) εἴτε καὶ ἀξίαν ὑπολαμβάνεις χαρίσασθαι τῷ δεσπότῃ. λυσιτελεῖ δέ σοι μᾶλλον ἀργυρώνητον ἔχειν αὐτόν, ἵνα μὴ τῇ τροφίμῃ σου μητρυιὰν ἐπαγάγηται.

1.12.10τούτων Λεωνᾶς ἤκουσεν ἄσμενος καὶ θεός μοί τις εἶπεν εὐεργέτην σε κατέπεμψεν · γὰρ ὠνειροπόλουν ὕπαρ μοι δεικνύεις · ἐλθὲ τοίνυν εἰς τὴν οἰκίαν καὶ φίλος ἤδη γενοῦ καὶ ξένος · τὴν δὲ περὶ τῆς γυναικὸς αἵρεσιν ὄψις κρινεῖ, πότερον δεσποτικόν ἐστι τὸ κτῆμα καθ’ἡμᾶς.

1.13

1.13.1ἐπεὶ δὲ ἧκον εἰς τὴν οἰκίαν, μὲν Θήρων ἐθαύμαζε τὸ μέγεθος καὶ τὴν πολυτέλειαν (ἦν γὰρ εἰς ὑποδοχὴν τοῦ Περσῶν βασιλέως παρεσκευασμένη), Λεωνᾶς δὲ ἐκέλευσε περιμένειν αὐτὸν περὶ τὴν θεραπείαν τοῦ δεσπότου πρῶτον.

1.13.2ἔπειτα ἐκεῖνον λαβὼν ἀνήγαγεν εἰς τὴν οἴκησιν τὴν ἑαυτοῦ σφόδρα ἐλευθέριον οὖσαν, ἐκέλευσε δὲ παραθεῖναι τράπεζαν. καὶ Θήρων, οἷα πανοῦργος ἄνθρωπος καὶ πρὸς πάντα καιρὸν ἁρμόσασθαι δεινός, ἥπτετο τροφῆς καὶ ἐφιλοφρονεῖτο ταῖς προπόσεσι τὸν Λεωνᾶν, τὰ μὲν ἁπλότητος ἐνδείξει, τὸ δὲ πλέον κοινωνίας πίστει.

1.13.3μεταξὺ δὲ ὁμιλία περὶ τῆς γυναικὸς ἐγίνετο πολλή, καὶ Θήρων ἐπῄνει τὸν τρόπον μᾶλλον τῆς γυναικὸς τὸ κάλλος, εἰδὼς ὅτι τὸ μὲν ἄδηλον συνηγορίας ἔχει χρείαν, δὲ ὄψις αὑτὴν συνίστησιν. ἀπίωμεν οὖν ἔφη Λεωνᾶς, καὶ δεῖξον αὐτήν.

1.13.4 δὲ οὐκ ἐνταῦθά ἐστιν ἀπεκρίνατο, διὰ γὰρ τοὺς τελώνας περιέστημεν τὴν πόλιν, ἀπὸ ὀγδοήκοντα δὲ σταδίων τὸ πλοῖον ὁρμεῖ, καὶ τὸν τόπον ἔφραζεν. ἐν τοῖς ἡμετέροις φησὶ χωρίοις ὡρμίσασθε · καὶ τοῦτο βέλτιον, ἤδη τῆς τύχης ὑμᾶς ἀγούσης ἐπὶ Διονύσιον.

1.13.5ἀπίωμεν οὖν εἰς τὸν ἀγρόν, ἵνα καὶ ἐκ τῆς θαλάσσης αὑτοὺς ἀναλάβητε · γὰρ πλησίον ἔπαυλις κατεσκεύασται πολυτελῶς. ἥσθη μᾶλλον Θήρων, εὐκολωτέραν ἔσεσθαι τὴν πρᾶσιν οὐκ ἐν ἀγορᾷ νομίζων ἀλλ’ἐν ἐρημίᾳ, καὶ ἕωθεν φησὶν ἀπίωμεν, σὺ μὲν εἰς τὴν ἔπαυλιν, ἐγὼ δ’εἰς τὴν ναῦν, κἀκεῖθεν ἄξω τὴν γυναῖκα πρὸς σέ.

1.13.6συνέθεντο ταῦτα καὶ δεξιὰς ἀλλήλοις ἐμβαλόντες ἀπηλλάγησαν. ἀμφοτέροις δὲ νὺξ ἐδόκει μακρά, τοῦ μὲν δὴ σπεύδοντος ἀγοράσαι, τοῦ δὲ πωλῆσαι.

1.13.7τῇ δὲ ὑστεραίᾳ μὲν Λεωνᾶς παρέπλευσεν εἰς τὴν ἔπαυλιν, ἅμα καὶ ἀργύριον κομίζων ἵνα προκαταλάβῃ τὸν ἔμπορον · δὲ Θήρων ἐπὶ τὴν ἀκτὴν καὶ σφόδρα ποθοῦσιν ἐπέστη τοῖς συνεργοῖς, διηγησάμενος δὲ τὴν πρᾶξιν αὐτοῖς Καλλιρρόην κολακεύειν ἤρξατο.

1.13.8 κἀγὼ φησί, θύγατερ, εὐθὺς μὲν ἤθελόν σε πρὸς τοὺς σοὺς ἀπαγαγεῖν · ἐναντίου δὲ ἀνέμου γενομένου διεκωλύθην ὑπὸ τῆς θαλάσσης · ἐπίστασαι δὲ πόσην σου πεποίημαι πρόνοιαν · καὶ τὸ μέγιστον, καθαρὰν ἐτηρήσαμεν · ἀνύβριστον ἀπολήψεταί σε Χαιρέας, ὡς ἐκ θαλάμου τοῦ τάφου σωθεῖσαν δι’ἡμᾶς.

1.13.9νῦν μὲν οὖν ἀναγκαῖόν ἐστιν ἡμῖν μέχρι Λυκίας διαδραμεῖν, οὐκ ἀναγκαῖον δὲ καὶ σὲ μάτην ταλαιπωρεῖν καὶ ταῦτα χαλεπῶς ναυτιῶσαν · ἐνταῦθα δὲ δὴ παραθήσομαί σε φίλοις πιστοῖς, ἐπανιὼν δὲ παραλήψομαι καὶ μετὰ πολλῆς ἐπιμελείας ἄξω λοιπὸν εἰς Συρακούσας. λάβε τῶν σῶν τι ἂν θέλῃς · σοὶ γὰρ καὶ τὰ λοιπὰ τηροῦμεν.

1.13.10ἐπὶ τούτῳ πρὸς αὑτὴν ἐγέλασε Καλλιρρόη, καίτοι σφόδρα λυπουμένη ὅτι παντελῶς αὐτὴν ἀνόητον ὑπελάμβανεν · ἤδη γὰρ πωλουμένη ἠπίστατο, τῆς δὲ πάλαι εὐγενείας τὴν πρᾶσιν εὐτυχεστέραν ὑπελάμβανεν, ἀπαλλαγῆναι θέλουσα λῃστῶν. καὶ χάριν σοι φησὶν ἔχω, πάτερ, ὑπὲρ τῆς εἰς ἐμὲ φιλανθρωπίας · ἀποδοῖεν δὲ ἔφη πᾶσιν ὑμῖν οἱ θεοὶ τὰς ἀξίας ἀμοιβάς.

1.13.11χρήσασθαι δὲ τοῖς ἐνταφίοις δυσοιώνιστον ὑπολαμβάνω. πάντα μοι φυλάξατε καλῶς · ἐμοὶ δὲ ἀρκεῖ δακτυλίδιον μικρόν, εἶχον καὶ νεκρά. εἶτα συγκαλυψαμένη τὴν κεφαλὴν ἄγε με φησίν, Θήρων, ὅποι ποτὲ θέλεις · πᾶς γὰρ τόπος θαλάσσης καὶ τάφου κρείσσων.

1.14

1.14.1ὡς δὲ πλησίον ἐγένετο τῆς ἐπαύλεως Θήρων, ἐστρατήγησέ τι τοιοῦτον. ἀποκαλύψας τὴν Καλλιρρόην καὶ λύσας αὐτῆς τὴν κόμην, διανοίξας τὴν θύραν, πρώτην ἐκέλευσεν εἰσελθεῖν. δὲ Λεωνᾶς καὶ πάντες οἱ ἔνδον ἐπιστάσης αἰφνίδιον κατεπλάγησαν, δοκοῦντες θεὰν ἑωρακέναι · καὶ γὰρ ἦν τις λόγος ἐν τοῖς ἀγροῖς Ἀφροδίτην ἐπιφαίνεσθαι.

1.14.2καταπεπληγμένων δὲ αὐτῶν κατόπιν Θήρων ἑπόμενος προσῆλθε τῷ Λεωνᾷ καὶ ἀνάστα φησὶ καὶ γενοῦ περὶ τὴν ὑποδοχὴν τῆς γυναικός · αὕτη γάρ ἐστιν ἣν θέλεις ἀγοράσαι. χαρὰ καὶ θαυμασμὸς ἐπηκολούθησε πάντων.

1.14.3τὴν μὲν οὖν Καλλιρρόην ἐν τῷ καλλίστῳ τῶν οἰκημάτων κατακλίναντες εἴασαν ἡσυχάζειν · καὶ γὰρ ἐδεῖτο πολλῆς ἀναπαύσεως ἐκ λύπης καὶ καμάτου καὶ φόβου · Θήρων δὲ τῆς δεξιᾶς λαβόμενος τοῦ Λεωνᾶ τὰ μὲν παρ’ἐμοῦ σοι φησὶ πιστῶς πεπλήρωται, σὺ δὲ ἔχε μὲν ἤδη τὴν γυναῖκα (φίλος γὰρ εἶ λοιπόν), ἧκε δὲ εἰς ἄστυ καὶ λάμβανε τὰς καταγραφὰς καὶ τότε μοι τιμήν, ἣν θέλεις, ἀποδώσεις.

1.14.4ἀμείψασθαι δὲ θέλων Λεωνᾶς οὐ μὲν οὖν φησὶν ἀλλὰ κἀγώ σοι τὸ ἀργύριον ἤδη πιστεύω πρὸ τῆς καταγραφῆς, ἅμα δὲ καὶ προκαταλαβεῖν ἤθελε, δεδιὼς μὴ ἄρα μετάθηται · πολλοὺς γὰρ ἂν ἐν τῇ πόλει γενέσθαι τοὺς ἐθέλοντας ὠνεῖσθαι.

1.14.5τάλαντον οὖν ἀργυρίου προκομίσας ἠνάγκαζε λαβεῖν, δὲ Θήρων ἀκκισάμενος λαμβάνει. κατέχοντος δὲ ἐπὶ δεῖπνον αὐτὸν τοῦ Λεωνᾶ (καὶ γὰρ ἦν ὀψὲ τῆς ὥρας) βούλομαι φησὶν ἀφ’ἑσπέρας εἰς τὴν πόλιν πλεῦσαι, τῇ δ’ὑστεραίᾳ ἐπὶ τῷ λιμένι συμβαλοῦμεν.

1.14.6ἐπὶ τούτοις ἀπηλλάγησαν. ἐλθὼν δ’ἐπὶ τὴν ναῦν Θήρων ἐκέλευσεν ἀραμένους τὰς ἀγκύρας ἀνάγεσθαι τὴν ταχίστην, πρὶν ἐκπύστους γενέσθαι. καὶ οἱ μὲν ἀπεδίδρασκον ἔνθα τὸ πνεῦμα ἔφερε, μόνη δὲ Καλλιρρόη γενομένη ἤδη μετ’ἐξουσίας τὴν ἰδίαν ἀπωδύρετο τύχην. ἰδοὺ φησὶν ἄλλος τάφος, ἐν Θήρων με κατέκλεισεν, ἐρημότερος ἐκείνου μᾶλλον ·

1.14.7πατὴρ γάρ μοι ἂν ἐκεῖ προσῆλθε καὶ μήτηρ, καὶ Χαιρέας ἐπέσπεισε δακρύων · ᾐσθόμην ἂν καὶ τεθνεῶσα. τίνα δὲ ἐνταῦθα καλέσω; γινώσκεις. τύχη βάσκανε, διὰ γῆς καὶ θαλάσσης τῶν ἐμῶν κακῶν οὐκ ἐπληρώθης, ἀλλὰ πρῶτον μὲν τὸν ἐραστήν μου σὺ φονέα ἐποίησας (Χαιρέας, μη δὲ δοῦλον μηδέποτε πλήξας, ἐλάκτισε καιρίως ἐμὲ τὴν φιλοῦσαν) ·

1.14.8εἶτά με τυμβωρύχων χερσὶ παρέδωκας καὶ ἐκ τάφου προήγαγες εἰς θάλασσαν καὶ τῶν κυμάτων τοὺς πειρατὰς φοβερωτέρους ἐπέστησας. τὸ δὲ περιβόητον κάλλος εἰς τοῦτο ἐκτησάμην, ἵν’ὑπὲρ ἐμοῦ Θήρων λῃστὴς μεγάλην λάβῃ τιμήν.

1.14.9ἐν ἐρημίᾳ πέπραμαι καὶ οὐ δὲ εἰς πόλιν ἠνέχθην, ὡς ἄλλη τις τῶν ἀργυρωνήτων · ἐφοβήθης γάρ, Τύχη, μή τις ἰδὼν εὐγενῆ δόξῃ. διὰ τοῦτο ὡς σκεῦος παρεδόθην οὐκ οἶδα τίσιν, Ἕλλησιν βαρβάροις πάλιν λῃσταῖς. κόπτουσα δὲ τῇ χειρὶ τὸ στῆθος εἶδεν ἐν τῷ δακτυλίῳ τὴν εἰκόνα τὴν Χαιρέου καὶ καταφιλοῦσα ἀληθῶς ἀπόλωλα, Χαιρέα φησί, τοσούτῳ διαζευχθεῖσα πάθει.

1.14.10καὶ σὺ μὲν πενθεῖς καὶ μετανοεῖς καὶ τάφῳ κενῷ παρακάθησαι, μετὰ θάνατόν μοι τὴν σωφροσύνην μαρτυρῶν, ἐγὼ δὲ Ἑρμοκράτους θυγάτηρ, σὴ γυνή, δεσπότῃ σήμερον ἐπράθην. τοιαῦτα ὀδυρομένῃ μόλις ὕπνος ἐπῆλθεν αὐτῇ.