99.1καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σινὰ ἐν τῷ ἔτει τῷ δευτέρῳ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου ἐν τῷ μηνὶ τῷ πρώτῳ, λέγων ·
9.2εἶπον καὶ ποιείτωσαν οἱ υἱοὶ Ἰσραήλ τὸ πάσχα καθ’ὥραν αὐτοῦ ·
9.3τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρα τοῦ μηνὸς τοῦ πρώτου πρὸς ἑσπέραν ποιήσεις αὐτὸ κατὰ καιρούς, κατὰ τὸν νόμον αὐτοῦ καὶ κατὰ τὴν σύγκρισιν αὐτοῦ ποιήσεις αὐτό.
9.4καὶ ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ ποιῆσαι τὸ πάσχα.
9.5ἐναρχομένου τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἐν τῇ ἐρήμῳ τοῦ Σινά, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ.
9.6καὶ παρεγένοντο οἱ ἄνδρες, οἳ ἦσαν ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου, καὶ οὐκ ἠδύναντο ποιῆσαι τὸ πάσχα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. καὶ προσῆλθον ἐναντίον Μωυσῆ καὶ Ἀαρὼν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ εἶπαν οἱ ἄνδρες ἐκεῖνοι πρὸς αὐτόν ·
9.7ἡμεῖς ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου, μὴ οὖν ὑστερήσωμεν προσενέγκαι τὸ δῶρον Κυρίῳ κατὰ καιρὸν αὐτοῦ ἐν μέσῳ υἱῶν Ἰσραήλ;
9.8καὶ εἶπε πρὸς αὐτοὺς Μωυσῆς · στῆτε αὐτοῦ, καὶ ἀκούσομαι τί ἐντελεῖται Κύριος περὶ ὑμῶν.
9.9καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων ·
9.10λάλησον τοῖς υἱοῖς Ἰσραὴλ λέγων · ἄνθρωπος ἄνθρωπος, ὃς ἐὰν γένηται ἀκάθαρτος ἐπὶ ψυχῇ ἀνθρώπου, ἢ ἐν ὁδῷ μακρὰν ὑμῖν, ἢ ἐν ταῖς γενεαῖς ὑμῶν, καὶ ποιήσει τὸ πάσχα Κυρίῳ ·
9.11ἐν τῷ μηνὶ τῷ δευτέρῳ, ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ, τὸ πρὸς ἑσπέραν ποιήσουσιν αὐτό, ἐπ’ἀζύμων καὶ πικρίδων φάγονται αὐτό, οὐ καταλείψουσιν ἀπ’αὐτοῦ εἰς τὸ πρωΐ, καὶ ὀστοῦν οὐ συντρίψουσιν ἀπ’αὐτοῦ ·
9.12κατὰ τὸν νόμον τοῦ πάσχα ποιήσουσιν αὐτό.
9.13καὶ ἄνθρωπος, ὃς ἐὰν καθαρὸς ᾖ καὶ ἐν ὁδῷ μακρὰν οὐκ ἔστι καὶ ὑστερήσῃ ποιῆσαι τὸ πάσχα, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς, ὅτι τὸ δῶρον Κυρίῳ οὐ προσήνεγκε κατὰ τὸν καιρὸν αὐτοῦ, ἁμαρτίαν αὐτοῦ λήψεται ὁ ἄνθρωπος ἐκεῖνος.
9.14ἐὰν δὲ προσέλθῃ πρὸς ὑμᾶς προσήλυτος ἐν τῇ γῇ ὑμῶν καὶ ποιήσῃ τὸ πάσχα Κυρίῳ, κατὰ τὸν νόμον τοῦ πάσχα καὶ κατὰ τὴν σύνταξιν αὐτοῦ ποιήσει αὐτό · νόμος εἷς ἔσται ὑμῖν καὶ τῷ προσηλύτῳ καὶ τῷ αὐτόχθονι τῆς γῆς.
9.15καὶ τῇ ἡμέρᾳ, ᾗ ἐστάθη ἡ σκηνή, ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνήν, τὸν οἶκον τοῦ μαρτυρίου · καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωΐ.
9.16οὕτως ἐγίνετο διαπαντός · ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας καὶ εἶδος πυρὸς τὴν νύκτα.
9.17καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, καὶ μετὰ ταῦτα ἀπῇραν οἱ υἱοὶ Ἰσραήλ · καὶ ἐν τῷ τόπῳ, οὗ ἂν ἔστη ἡ νεφέλη, ἐκεῖ παρενέβαλον οἱ υἱοὶ Ἰσραήλ.
9.18διὰ προστάγματος Κυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσι · πάσας τὰς ἡμέρας, ἐν αἷς σκιάζει ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ ·
9.19καὶ ὅταν ἐφέλκηται ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς ἡμέρας πλείους, καὶ φυλάξονται οἱ υἱοὶ Ἰσραὴλ τὴν φυλακὴν τοῦ Θεοῦ καὶ οὐ μὴ ἐξάρωσι.
9.20καὶ ἔσται ὅταν σκεπάζῃ ἡ νεφέλη ἡμέρας ἀριθμῷ ἐπὶ τῆς σκηνῆς, διὰ φωνῆς Κυρίου παρεμβαλοῦσι, καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσι ·
9.21καὶ ἔσται ὅταν γένηται ἡ νεφέλη ἀφ’ἑσπέρας ἕως πρωΐ καὶ ἀναβῇ ἡ νεφέλη τὸ πρωΐ, καὶ ἀπαροῦσιν ἡμέρας ἢ νυκτός ·
9.22μηνὸς ἡμέρας πλεοναζούσης τῆς νεφέλης σκιαζούσης ἐπ’αὐτῆς παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ, καὶ οὐ μὴ ἀπάρωσιν ·
9.23ὅτι διὰ προστάγματος Κυρίου ἀπαροῦσι, τὴν φυλακὴν Κυρίου ἐφυλάξαντο διὰ προστάγματος Κυρίου ἐν χειρὶ Μωυσῆ.