Numbers, Chapter 19

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
19

19.1καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων ·

19.2αὕτη διαστολὴ τοῦ νόμου, ὅσα συνέταξε Κύριος λέγων · λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ λαβέτωσαν πρὸς σὲ δάμαλιν πυρρὰν ἄμωμον, ἥτις οὐκ ἔχει ἐν αὐτῇ μῶμον, καὶ οὐκ ἐπεβλήθη ἐπ’αὐτὴν ζυγός.

19.3καὶ δώσεις αὐτὴν πρὸς Ἐλεάζαρ τὸν ἱερέα, καὶ ἐξάξουσιν αὐτὴν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν καὶ σφάξουσιν αὐτὴν ἐνώπιον αὐτοῦ.

19.4καὶ λήψεται Ἐλεάζαρ ἀπὸ τοῦ αἵματος αὐτῆς καὶ ρανεῖ ἀπέναντι τοῦ προσώπου τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπὸ τοῦ αἵματος αὐτῆς ἑπτάκις.

19.5καὶ κατακαύσουσιν αὐτὴν ἐναντίον αὐτοῦ, καὶ τὸ δέρμα καὶ τὰ κρέα αὐτῆς καὶ τὸ αἷμα αὐτῆς σὺν τῇ κόπρῳ αὐτῆς κατακαυθήσεται.

19.6καὶ λήψεται ἱερεὺς ξύλον κέδρινον καὶ ὕσσωπον καὶ κόκκινον καὶ ἐμβαλοῦσιν εἰς μέσον τοῦ κατακαύματος τῆς δαμάλεως.

19.7καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ ἱερεὺς καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν, καὶ ἀκάθαρτος ἔσται ἱερεὺς ἕως ἑσπέρας.

19.8καὶ κατακαίων αὐτὴν πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

19.9καὶ συνάξει ἄνθρωπος καθαρὸς τὴν σποδὸν τῆς δαμάλεως καὶ ἀποθήσει ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν, καὶ ἔσται τῇ συναγωγῇ υἱῶν Ἰσραὴλ εἰς διατήρησιν, ὕδωρ ραντισμοῦ, ἅγνισμά ἐστι.

19.10καὶ συνάγων τὴν σποδιὰν τῆς δαμάλεως πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ καὶ τοῖς προσηλύτοις προσκειμένοις νόμιμον αἰώνιον.

19.11 ἁπτόμενος τοῦ τεθνηκότος πάσης ψυχῆς ἀνθρώπου ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας ·

19.12οὗτος ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρα τῇ ἑβδόμῃ καὶ καθαρὸς ἔσται · ἐὰν δὲ μὴ ἀφαγνισθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, οὐ καθαρὸς ἔσται.

19.13πᾶς ἁπτόμενος τοῦ τεθνηκότος ἀπὸ ψυχῆς ἀνθρώπου, ἐὰν ἀποθάνῃ, καὶ μὴ ἀφαγνισθῇ, τὴν σκηνὴν Κυρίου ἐμίανεν · ἐκτριβήσεται ψυχὴ ἐκείνη ἐξ Ἰσραήλ, ὅτι ὕδωρ ραντισμοῦ οὐ περιερραντίσθη ἐπ’αὐτόν, ἀκάθαρτός ἐστιν, ἔτι ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ ἐστι.

19.14καὶ οὗτος νόμος · ἄνθρωπος ἐὰν ἀποθάνῃ ἐν οἰκίᾳ, πᾶς εἰσπορευόμενος εἰς τὴν οἰκίαν καὶ ὅσα ἐστὶν ἐν τῇ οἰκίᾳ, ἀκάθαρτα ἔσται ἑπτὰ ἡμέρας.

19.15καὶ πᾶν σκεῦος ἀνεῳγμένον, ὅσα οὐχὶ δεσμὸν καταδέδεται ἐπ’αὐτῷ, ἀκάθαρτά ἐστι.

19.16καὶ πᾶς, ὃς ἐὰν ἅψηται ἐπὶ προσώπου τοῦ πεδίου τραυματίου νεκροῦ ὀστέου ἀνθρωπίνου μνήματος, ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται.

19.17καὶ λήψονται τῷ ἀκαθάρτῳ ἀπὸ τῆς σποδιᾶς τῆς κατακεκαυμένης τοῦ ἁγνισμοῦ καὶ ἐκχεοῦσιν ἐπ’αὐτὴν ὕδωρ ζῶν εἰς σκεῦος ·

19.18καὶ λήψεται ὕσσωπον καὶ βάψει εἰς τὸ ὕδωρ ἀνὴρ καθαρός, καὶ περιρρανεῖ ἐπὶ τὸν οἶκον καὶ ἐπὶ τὰ σκεύη καὶ ἐπὶ τὰς ψυχάς, ὅσαι ἂν ὦσιν ἐκεῖ, καὶ ἐπὶ τὸν ἡμμένον τοῦ ὀστέου τοῦ ἀνθρωπίνου τοῦ τραυματίου τοῦ τεθνηκότος τοῦ μνήματος ·

19.19καὶ περιρρανεῖ καθαρὸς ἐπὶ τὸν ἀκάθαρτον ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἀφαγνισθήσεται τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

19.20καὶ ἄνθρωπος, ὃς ἐὰν μιανθῇ καὶ μὴ ἀφαγνισθῇ, ἐξολοθρευθήσεται ψυχὴ ἐκείνη ἐκ μέσου τῆς συναγωγῆς, ὅτι τὰ ἅγια Κυρίου ἐμίανεν, ὅτι ὕδωρ ραντισμοῦ οὐ περιερραντίσθη ἐπ’αὐτόν, ἀκάθαρτός ἐστι.

19.21καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον · καὶ περιρραίνων ὕδωρ ραντισμοῦ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ ἁπτόμενος τοῦ ὕδατος τοῦ ραντισμοῦ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας ·

19.22καὶ παντὸς οὗ ἐὰν ἅψηται αὐτοῦ ἀκάθαρτος, ἀκάθαρτον ἔσται, καὶ ψυχὴ ἁπτομένη ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.