2424.1καὶ ἰδὼν Βαλαὰμ ὅτι καλόν ἐστιν ἐναντίον Κυρίου εὐλογεῖν τὸν Ἰσραήλ, οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς καὶ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἔρημον.
24.2καὶ ἐξάρας Βαλαὰμ τοὺς ὀφθαλμοὺς αὐτοῦ καθορᾷ τὸν Ἰσραὴλ ἐστρατοπεδευκότα κατὰ φυλάς, καὶ ἐγένετο πνεῦμα Θεοῦ ἐν αὐτῷ, καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπε ·
24.3φησὶ Βαλαὰμ υἱὸς Βεώρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, φησὶν ἀκούων λόγια ἰσχυροῦ, ὅστις ὅρασιν Θεοῦ εἶδεν ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ ·
24.5ὡς καλοὶ οἱ οἶκοί σου Ἰακώβ, αἱ σκηναί σου Ἰσραήλ.
24.6ὡσεὶ νάπαι σκιάζουσαι καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῷ καὶ ὡσεὶ σκηναί, ἃς ἔπηξε Κύριος, καὶ ὡσεὶ κέδροι παρ’ὕδατα.
24.7ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἢ Γὼγ βασιλεία αὐτοῦ, καὶ αὐξηθήσεται βασιλεία αὐτοῦ.
24.8Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ · ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν ·
24.9κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος · τίς ἀναστήσει αὐτόν; οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται.
24.10καὶ ἐθυμώθη Βαλὰκ ἐπὶ Βαλαὰμ καὶ συνεκρότησε ταῖς χερσὶν αὐτοῦ, καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ · καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο ·
24.11νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου · εἶπα, τιμήσω σε, καὶ νῦν ἐστέρησέ σε Κύριος τῆς δόξης.
24.12καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ · οὐχὶ καὶ τοῖς ἀγγέλοις σου, οὓς ἀπέστειλας πρός με, ἐλάλησα λέγων ·
24.13ἐάν μοι δῷ Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ρῆμα Κυρίου ποιῆσαι αὐτὸ καλὸν ἢ πονηρὸν παρ’ἐμαυτοῦ · ὅσα ἐὰν εἴπῃ ὁ Θεός, ταῦτα ἐρῶ.
24.14καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου · δεῦρο συμβουλεύσω σοι, τί ποιήσει ὁ λαὸς οὗτος τὸν λαόν σου ἐπ’ἐσχάτου τῶν ἡμερῶν.
24.15καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπε · φυσὶ Βαλαὰμ υἱὸς Βεώρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, ἀκούων λόγια Θεοῦ, ἐπιστάμενος ἐπιστήμην παρὰ ὑψίστου καὶ ὅρασιν Θεοῦ ἰδὼν ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ ·
24.17δείξω αὐτῷ, καὶ οὐχὶ νῦν · μακαρίζω, καὶ οὐκ ἐγγίζει · ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ καὶ προνομεύσει πάντας υἱοὺς Σήθ.
24.18καὶ ἔσται Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἡσαῦ ὁ ἐχθρὸς αὐτοῦ · καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύϊ.
24.19καὶ ἐξεγερθήσεται ἐξ Ἰακὼβ καὶ ἀπολεῖ σῳζόμενον ἐκ πόλεως.
24.20καὶ ἰδὼν τὸν Ἀμαλὴκ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν · ἀρχὴ ἐθνῶν Ἀμαλήκ, καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται.
24.21καὶ ἰδὼν τὸν Κεναῖον καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν · ἰσχυρὰ ἡ κατοικία σου · καὶ ἐὰν θῇς ἐν πέτρᾳ τὴν νοσσιάν σου, καὶ ἐὰν γένηται τῷ Βεὼρ νοσσιὰ πανουργίας, Ἀσσύριοι αἰχμαλωτεύσουσί σε.
24.23καὶ ἰδὼν τὸν Ὢγ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν · ὦ ὦ, τίς ζήσεται, ὅταν θῇ ταῦτα ὁ Θεός;
24.24καὶ ἐξελεύσεται ἐκ χειρῶν Κιτιαίων καὶ κακώσουσιν Ἀσσοὺρ καὶ κακώσουσιν Ἑβραίους, καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολοῦνται.
24.25καὶ ἀναστὰς Βαλαὰμ ἀπῆλθεν ἀποστραφεὶς εἰς τὸν τόπον αὐτοῦ, καὶ Βαλὰκ ἀπῆλθε πρὸς ἑαυτόν.