Numbers, Chapter 25

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
25

25.1καὶ κατέλυσεν Ἰσραὴλ ἐν Σαττείν · καὶ ἐβεβηλώθη λαὸς ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωάβ.

25.2καὶ ἐκάλεσαν αὐτοὺς εἰς τὰς θυσίας τῶν εἰδώλων αὐτῶν, καὶ ἔφαγεν λαὸς τῶν θυσιῶν αὐτῶν καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν.

25.3καὶ ἐτελέσθη Ἰσραὴλ τῷ Βεελφεγώρ · καὶ ὠργίσθη θυμῷ Κύριος τῷ Ἰσραήλ.

25.4καὶ εἶπε Κύριος τῷ Μωυσῇ · λαβὲ πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παραδειγμάτισον αὐτοὺς Κυρίῳ κατέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ θυμοῦ Κυρίου ἀπὸ Ἰσραήλ.

25.5καὶ εἶπε Μωυσῆς ταῖς φυλαῖς Ἰσραήλ · ἀποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐτοῦ τὸν τετελεσμένον τῷ Βεελφεγώρ.

25.6καὶ ἰδοὺ ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ ἐλθὼν προσήγαγε τὸν ἀδελφὸν αὐτοῦ πρὸς τὴν Μαδιανῖτιν ἐναντίον Μωυσῆ καὶ ἐναντίον πάσης συναγωγῆς υἱῶν Ἰσραήλ, αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου.

25.7καὶ ἰδὼν Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς καὶ λαβὼν σειρομάστην ἐν τῇ χειρὶ εἰσῆλθεν ὀπίσω τοῦ ἀνθρώπου τοῦ Ἰσραηλίτου εἰς τὴν κάμινον καὶ ἀπεκέντησεν ἀμφοτέρους, τόντε ἄνθρωπον τὸν Ἰσραηλίτην καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς ·

25.8καὶ ἐπαύσατο πληγὴ ἀπὸ υἱῶν Ἰσραήλ.

25.9καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ πληγῇ τέσσαρες καὶ εἴκοσι χιλιάδες.

25.10καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων ·

25.11Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως κατέπαυσε τὸν θυμόν μου ἀπὸ υἱῶν Ἰσραὴλ ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς, καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ζήλῳ μου.

25.12οὕτως εἶπον · ἰδοὺ ἐγὼ δίδωμι αὐτῷ διαθήκην εἰρήνης, καὶ ἔσται αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ’αὐτὸν διαθήκη ἱερατείας αἰωνία, ἀνθ’ὧν ἐζήλωσε τῷ Θεῷ αὐτοῦ καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν Ἰσραήλ.

25.14τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου τοῦ Ἰσραηλίτου τοῦ πεπληγότος, ὃς ἐπλήγη μετὰ τῆς Μαδιανίτιδος, Ζαμβρὶ υἱὸς Σαλώ, ἄρχων οἴκου πατριᾶς τῶν Συμεών ·

25.15καὶ ὄνομα τῇ γυναικὶ τῇ Μαδιανίτιδι τῇ πεπληγυίᾳ Χασβί, θυγάτηρ Σοὺρ ἄρχοντος ἔθνους Ὀμμώθ, οἴκου πατριᾶς ἐστι τῶν Μαδιάμ.

25.16καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων · λάλησον τοῖς υἱοῖς Ἰσραὴλ λέγων ·

25.17ἐχθραίνετε τοῖς Μαδιηναίοις καὶ πατάξατε αὐτούς, ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι, ὅσα δολιοῦσιν ὑμᾶς διὰ Φογὼρ καὶ διὰ Χασβὶ θυγατέρα ἄρχοντος Μαδιὰμ ἀδελφὴν αὐτῶν τὴν πεπληγυῖαν ἐν τῇ ἡμέρᾳ τῆς πληγῆς διὰ Φογώρ.