Numbers, Chapter 23

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
23

23.1καὶ εἶπε Βαλαὰμ τῷ Βαλάκ · οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ἐνταῦθα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.

23.2καὶ ἐποίησε Βαλὰκ ὃν τρόπον εἶπεν αὐτῷ Βαλαάμ, καὶ ἀνήνεγκε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

23.3καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ · παράστηθι ἐπὶ τῆς θυσίας σου, καὶ πορεύσομαι εἴ μοι φανεῖται Θεὸς ἐν συναντήσει, καὶ ρῆμα, ἐάν μοι δείξῃ, ἀναγγελῶ σοι. καὶ παρέστη Βαλὰκ ἐπὶ τῆς θυσίας αὐτοῦ, καὶ Βαλαὰμ ἐπορεύθη ἐπερωτῆσαι τὸν Θεὸν καὶ ἐπορεύθη εὐθεῖαν.

23.4καὶ ἐφάνη Θεὸς τῷ Βαλαάμ, καὶ εἶπε πρὸς αὐτὸν Βαλαάμ · τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

23.5καὶ ἐνέβαλεν Θεὸς ρῆμα εἰς τὸ στόμα Βαλαὰμ καὶ εἶπεν · ἐπιστραφεὶς πρὸς Βαλὰκ οὕτω λαλήσεις.

23.6καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῶν ὁλοκαυτωμάτων αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετ’αὐτοῦ. καὶ ἐγενήθη πνεῦμα Θεοῦ ἐπ’αὐτῷ, καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ·

23.7ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλάκ, βασιλεὺς Μωάβ, ἐξ ὀρέων ἀπ’ἀνατολῶν λέγων · δεῦρο ἄρασαί μοι τὸν Ἰακὼβ καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν Ἰσραήλ.

23.8τί ἀράσωμαι ὃν μὴ ἀρᾶται Κύριος, τί καταράσωμαι ὃν μὴ καταρᾶται Θεός;

23.9ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτὸν καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν. ἰδοὺ λαὸς μόνος κατοικήσει καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται.

23.10τίς ἐξηκριβάσατο τὸ σπέρμα Ἰακώβ, καὶ τίς ἐξαριθμήσεται δήμους Ἰσραήλ; ἀποθάνοι ψυχή μου ἐν ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων.

23.11καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ · τί πεποίηκάς μοι; εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν.

23.12καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ · οὐχὶ ὅσα ἂν ἐμβάλῃ Θεὸς εἰς τὸ στόμα μου, τοῦτο φυλάξω λαλῆσαι;

23.13καὶ εἶπε πρὸς αὐτὸν Βαλάκ · δεῦρο ἔτι μετ’ἐμοῦ εἰς τόπον ἄλλον, ἐξ οὗ οὐκ ὄψει αὐτὸν ἐκεῖθεν, ἀλλ’ μέρος τι αὐτοῦ ὄψει, πάντας δὲ οὐ μὴ ἴδῃς, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν.

23.14καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν λελαξευμένου καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμοὺς καὶ ἀνεβίβασε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

23.15καὶ εἶπε Βαλαὰμ πρός Βαλάκ · παράστηθι ἐπὶ τῆς θυσίας σου, ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν Θεόν.

23.16καὶ συνήντησεν Θεὸς τῷ Βαλαὰμ καὶ ἐνέβαλε ρῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν · ἀποστράφηθι πρὸς Βαλὰκ καὶ τάδε λαλήσεις.

23.17καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετ’αὐτοῦ. καὶ εἶπεν αὐτῷ Βαλάκ · τί ἐλάλησε Κύριος;

23.18καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν · ἀνάστηθι Βαλάκ, καὶ ἄκουε · ἐνώτισαι μάρτυς, υἱὸς Σεπφώρ.

23.19οὐχ ὡς ἄνθρωπος Θεὸς διαρτηθῆναι, οὐ δ’ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι · αὐτὸς εἴπας, οὐχὶ ποιήσει; λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ;

23.20ἰδοὺ εὐλογεῖν παρείλημμαι · εὐλογήσω καὶ οὐ μὴ ἀποστρέψω.

23.21οὐκ ἔσται μόχθος ἐν Ἰακώβ, οὐ δὲ ὀφθήσεται πόνος ἐν Ἰσραήλ · Κύριος Θεὸς αὐτοῦ μετ’αὐτοῦ, τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ ·

23.22Θεὸς ἐξαγαγὼν αὐτοὺς ἐξ Αἰγύπτου · ὡς δόξα μονοκέρωτος αὐτῷ.

23.23οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ἰακώβ, οὐ δὲ μαντεία ἐν Ἰσραήλ · κατὰ καιρὸν ρηθήσεται Ἰακὼβ καὶ τῷ Ἰσραήλ, τί ἐπιτελέσει Θεός.

23.24ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται καὶ ὡς λέων γαυρωθήσεται · οὐ κοιμηθήσεται, ἕως φάγῃ θήραν, καὶ αἷμα τραυματιῶν πίεται.

23.25καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ · οὔτε κατάραις καταράσῃ μοι αὐτὸν οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν.

23.26καὶ ἀποκριθεὶς Βαλαὰμ εἶπε τῷ Βαλάκ · οὐκ ἐλάλησά σοι λέγων, τὸ ρῆμα, ἐὰν λαλήσῃ Θεός, τοῦτο ποιήσω;

23.27καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ · δεῦρο παραλάβω σε εἰς τόπον ἄλλον, εἰ ἀρέσει τῷ Θεῷ, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν.

23.28καὶ παρέλαβε Βαλὰκ τὸν Βαλαὰμ ἐπὶ κορυφὴν τοῦ Φογὼρ τὸ παρατεῖνον εἰς τὴν ἔρημον.

23.29καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ · οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.

23.30καὶ ἐποίησε Βαλὰκ καθάπερ εἶπεν αὐτῷ Βαλαάμ, καὶ ἀνήνεγκε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.