On Prayer, Chapter 29

Origen

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
29

29.1καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ · τὸ δὲ ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ παρὰ τῷ Λουκᾷ σεσιώπηται. εἰ μὴ ἀδύνατα προστάττει σωτὴρ ἡμᾶς εὔχεσθαι, ζητήσεώς μοι ἄξιον φαίνεται, πῶς κελευόμεθα, παντὸς τοῦ ἐπὶ γῆς ἀνθρώπων βίου πειρατηρίου ὄντος. προσεύχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν. γάρ ἐσμεν ἐπὶ γῆς περικείμενοι τὴν στρατευομένην σάρκα κατὰ τοῦ πνεύματος, ἧς τὸ φρόνημα ἔχθρα ἐστὶν εἰς θεὸν, μηδαμῶς δυναμένης ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ, ἐν πειρασμῷ ἐσμεν.

29.2ὅτι δὲ πειρατήριον πᾶς ἐπὶ γῆς ἀνθρώπινος βίος, ἀπὸ τοῦ Ἰὼβ μεμαθήκαμεν διὰ τούτων · πότερον οὐχὶ πειρατήριόν ἐστιν βίος τῶν ἀνθρώπων ἐπὶ γῆς; καὶ ἀπὸ τοῦ ἑπτακαιδεκάτου ψαλμοῦ τὸ αὐτὸ δηλοῦται ἐν τῷ · ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου. ἀλλὰ καὶ Παῦλος Κορινθίοις γράφων οὐχὶ τὸ μὴ πειράζεσθαι ἀλλὰ τὸ μὴ παρὰ δύναμιν πειράζεσθαί φησι χαρίζεσθαι τὸν θεὸν, λέγων · πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος · πιστὸς δὲ θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν. εἴτε γὰρ πάλη ἐστὶ πρὸς τὴν ἐπιθυμοῦσαν στρατευομένην κατὰ τοῦ πνεύματος σάρκα πρὸς τὴν ψυχὴν πάσης σαρκὸς (ἥτις ἐστὶν ὁμωνύμως ἐγκατοικεῖ σώματι τὸ ἡγεμονικὸν, καλεῖται καρδία), ὁποία ἐστὶν πάλη τοῖς τοὺς ἀνθρωπίνους πειραζομένοις πειρασμοὺς, εἴτε ὡς διαβεβηκόσι καὶ τελεωτέροις ἀθληταῖς, οὐκέτι πρὸς αἷμα καὶ σάρκα παλαίουσιν οὐ δὲ ἐν τοῖς ἀνθρωπίνοις πειρασμοῖς ἐξεταζομένοις, οὓς καταπεπατήκασιν ἤδη, πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου καὶ τὰ πνευματικὰ τῆς πονηρίας ἐστὶν ἡμῖν τὰ ἀγωνίσματα, τοῦ πειράζεσθαι οὐκ ἀπηλλάγμεθα.

29.3πῶς οὖν κελεύει ἡμᾶς σωτὴρ εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμὸν, πειράζοντός πως πάντας τοῦ θεοῦ; μνήσθητε γὰρ. φησὶν Ἰουδαία εἰ οὐ πρὸς τοὺς τότε πρεσβυτέρους μόνον ἀλλὰ καὶ πρὸς πάντας τοὺς ἐντυγχάνοντας αὐτῆς τῇ γραφῇ, ὅσα ἐποίησε μετὰ Ἀβραὰμ, καὶ ὅσα ἐπείρασε τὸν Ἰσαὰκ, καὶ ὅσα ἐγένετο τῷ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας. ποιμαίνοντι Λάβαν τὰ πρόβατα τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ · οὐ γὰρ καθὼς ἐκείνους ἐπύρωσεν εἰς ἐτασμὸν καρδίας αὐτῶν, καὶ ἡμᾶς ἐκδικεῖ εἰς νουθέτησιν μαστιγῶν κύριος τοὺς ἐγγίζοντας αὐτῷ. καὶ ὡς καθολικὸν δὲ ἀποφαίνεται περὶ πάντων δικαίων μὲν Δαυῒδ λέγων · πολλαὶ αἱ θλίψεις τῶν δικαίων, δὲ ἀπόστολος ἐν ταῖς Πράξεσιν · ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.

29.4καὶ ἐὰν μὴ συνῶμεν τὸ τοὺς πολλοὺς λανθάνον περὶ τοῦ μὴ εἰσελθεῖν εἰς πειρασμὸν προσεύχεσθαι. ὥρα λέγειν ὅτι οἱ ἀπόστολοι εὐχόμενοι οὐκ ἐπηκούοντο. μυρία ὅσα ἐν παντὶ τῷ χρόνῳ ἑαυτῶν πεπονθότες, ἐν κόποις περισσοτέρως ἐν πληγαῖς περισσοτέρως ἐν φυλακαῖς ὑπερβαλλόντως ἐν θανάτοις πολλάκις, δὲ Παῦλος ἰδίᾳ ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν εἴληφε. τρὶς ἐρραβδίσθη, ἅπαξ ἐλιθάσθη, τρὶς ἐναυάγησε, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκεν, ἄνθρωπος ἐν παντὶ θλιβόμενος καὶ ἀπορούμενος καὶ διωκόμενος καὶ καταβαλλόμενος ὁμολογῶντε τό · ἄχρι τῆς ἄρτι ὥρας πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί · λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν. τῶν δὲ ἀποστόλων ἐν τῷ εὔχεσθαι μὴ ἐπιτετευχότων, τίς ἐλπὶς τῶν ὑποδεεστέρων τινὶ παρ’ἐκείνους εὐχομένῳ ἐπηκόου θεοῦ τυχεῖν;

29.5τὸ δὲ ἐν τῷ εἰκοστῷ πέμπτῳ ψαλμῷ · δοκίμασόν με, κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου εὐλόγως τις ὑπολήψεται τῶν μὴ ἀκριβούντων, τί τὸ βούλημα τῆς προστάξεως τοῦ σωτῆρος, ἐναντίως γεγονέναι οἷς κύριος ἡμῶν περὶ εὐχῆς ἐδίδαξε. πότε δέ τις νενόμικεν εἶναι ἔξω πειρασμῶν ἀνθρώπους, ὧν ᾔδει τὸν λόγον συμπεπληρωκώς; καὶ ποῖος καιρός ἐστιν, ἐν ὡς μὴ ἀγωνιζόμενος περὶ τοῦ μὴ ἁμαρτήσεσθαι καταπεφρόνηκε; πένεταί τις; εὐλαβείσθω, μή ποτε κλέψας ὀμόσῃ τὸ ὄνομα τοῦ θεοῦ · ἀλλὰ πλουτεῖ; μὴ καταφρονείτω · δύναται γὰρ πλησθεὶς ψευδὴς γενέσθαι καὶ ἐπαρθεὶς εἰπεῖν · τίς με ὁρᾷ, · οὐ δὲ Παῦλος γοῦν πλουτῶν ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει κινδύνου ἀπήλλακται τοῦ ὡς ἐπὶ τούτοις ἐν τῷ ὑπεραίρεσθαι ἁμαρτάνειν, ἀλλὰ δεῖται σκόλοπος τοῦ σατανᾶ κολαφίζοντος αὐτὸν, ἵνα μὴ ὑπεραίρηται. κἂν συνειδῇ τις ἑαυτῷ τὰ κρείττονα καὶ ἀναπτερωθῇ ἀπὸ τῶν κακῶν, ἀναγινωσκέτω τὸ εἰρημένον ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων περὶ Ἐζεκίου, ὅστις πεπτωκέναι λέγεται ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ.

29.6εἰ δὲ, ἐπεὶ μὴ πλείονα περὶ τοῦ πένητος εἰρήκαμεν, καταφρονεῖ τις, ὡς μὴ πειρασμοῦ τοῦ περὶ τῆς πενίας, ἴστω ὅτι ἐπιβουλεύων ἐπιβουλεύει ὑπὲρ τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα, καὶ μάλιστα ἐπεὶ κατὰ τὸν Σολομῶντα πτωχὸς οὐχ ὑφίσταται ἀπειλήν. τί δὲ δεῖ λέγειν, ὅσοι διὰ τὸν σωματικὸν πλοῦτον, μὴ καλῶς αὐτὸν οἰκονομήσαντες, τὴν μετὰ τοῦ ἐν τῷ εὐαγγελίῳ πλουσίου χώραν ἐν τῇ κολάσει εἰλήφασι, καὶ ὅσοι ἀγεννῶς τὴν πενίαν φέροντες, δουλοπρεπέστερον καὶ ταπεινότερον κατὰ τὰ ἐν τοῖς ἁγίοις πρέποντα ἀναστρεφόμενοι, τῆς ἐπουρανίου ἐλπίδος ἀποπεπτώκασιν; οὐ δὲ οἱ μεταξὺ δὲ τούτων καθ’ἑκάτερον, πλοῦτον καὶ πενίαν, τοῦ κατὰ τὴν σύμμετρον κτῆσιν ἁμαρτάνειν πάντως εἰσὶν ἀπηλλαγμένοι.

29.7ἀλλὰ ὑγιαίνων τῷ σώματι καὶ εὐεκτῶν ἔξω παντὸς πειρασμοῦ κατ’αὐτὸ τὸ ὑγιαίνειν καὶ εὐεκτεῖν ὑπολαμβάνει τυγχάνειν · καὶ τίνων ἄλλων τῶν εὐεκτούντων καὶ ὑγιαινόντων ἐστὶν ἁμάρτημα τὸ φθείρειν τὸν ναὸν τοῦ θεοῦ, οὐ τολμήσει τις διὰ τὸ ἐκκεῖσθαι πᾶσι σαφῶς τὰ κατὰ τὸν. τόπον εἰπεῖν. νοσῶν δὲ τίς τοὺς εἰς τὸ φθείρειν τὸν ναὸν τοῦ θεοῦ τίς ἐρεθισμοὺς ἐκπέφευγε, σχολάζων κατ’ἐκεῖνο καιροῦ καὶ πάνυ τι δεχόμενος τοὺς περὶ τῶν ἀκαθάρτων πραγμάτων λογισμούς; ἀλλ’ὅσα παρὰ τούτους ταράττει αὐτὸν, ἐὰν μὴ πάσῃ φυλακῇ τηρῇ τὴν καρδίαν, τί δεῖ καὶ λέγειν; πολλοὶ γὰρ ὑπὸ τῶν πόνων νικώμενοι καὶ ἀνδρείως νόσους φέρειν οὐκ ἐπιστάμενοι μᾶλλον τὴν ψυχὴν ἠλέγχθησαν τότε νενοσηκότες τὰ σώματα · πολλοὶ δὲ καὶ διὰ τὸ φεύγειν τὴν ἀδοξίαν, ἐπαισχυνόμενοι τὸ Χριστοῦ εὐγενῶς ὄνομα φέρειν, εἰς αἰσχύνην αἰώνιον καταπεπτώκασιν.

29.8ἀλλ’οἴεταί τις ἀναπαύεσθαι ὡς μὴ πειραζόμενος, ὅτε δεδόξασται παρὰ τοῖς ἀνθρώποις · καὶ πῶς οὐ χαλεπὸν τὸ ἀπέχουσι τὸν μισθὸν ἀπὸ τῶν ἀνθρώπων, ἀπαγγελλόμενον τοῖς ἐπαιρομένοις ὡς ἐπ’ἀγαθῷ τῇ παρὰ τοῖς πολλοῖς δόξῃ; πῶς δ’οὐκ ἐπιπληκτικὸν τὸ πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρ’ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε; καὶ τί με δεῖ καταλέγειν τὰ τῶν νομιζομένων εὐγενῶν ἐν ὑπερηφανίᾳ πταίσματα καὶ τῶν λεγομένων δυσγενῶν διὰ τὸ ἀνεπίστημον τὴν πρὸς τοὺς ὑπερέχειν νομιζομένους ὑπόπτωσιν θωπευτικὴν, ἀφιστᾶσαν θεοῦ τοὺς γνησίαν μὲν φιλίαν οὐκ ἔχοντας τὸ δὲ κάλλιστον τῶν ἐν ἀνθρώποις. τὴν ἀγάπην, ὑποκρινομένους;

29.9πᾶς τοίνυν βίος, καθὼς προείρηται, τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἐστι πειρατήριον · διόπερ εὐχώμεθα ῥυσθῆναι πειρατηρίου. οὐκ ἐν τῷ μὴ πειράζεσθαι (τοῦτο γὰρ ἀμήχανον. μάλιστα τοῖς ἐπὶ γῆς) ἀλλὰ ἐν τῷ μὴ ἡττᾶσθαι πειραζομένους. τὸν δὲ ἡττώμενον ἐν τῷ πειράζεσθαι εἰσέρχεσθαι εἰς τὸν πειρασμὸν, ἐνεχόμενον τοῖς δικτύοις αὐτοῦ, ὑπολαμβάνω · εἰς ἅπερ δίκτυα διὰ τοὺς προκατειλημμένους ἐν αὐτοῖς εἰσελθὼν σωτὴρ, ἐκκύπτων διὰ τῶν δικτύων κατὰ τὸ ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων εἰρημένον. ἀποκρίνεται τοῖς προκατειλημμένοις ὑπ’αὐτῶν καὶ εἰσελθοῦσιν εἰς τὸν πειρασμὸν, καὶ λέγει οὖσι νύμφῃ αὐτοῦ · ἀνάστα, ἐλθὲ πλησίον μου, καλή μου, περιστερά μου. προσθήσω δὲ εἰς τὸ πειρασθῆναι πάντα καιρὸν πειρασμοῦ εἶναι τοῖς ἀνθρώποις καὶ ταῦτα · οὐ δὲ τὸν νόμον τοῦ θεοῦ μελετῶν ἡμέρας καὶ νυκτὸς καὶ ἀσκῶν κατορθῶσαι τὸ εἰρημένον · στόμα δικαίου μελετήσει σοφίαν τοῦ πειράζεσθαι ἀπήλλακται.

29.10ὅσοι γοῦν παρεκδεξάμενοι ἐν τῷ ἀνατεθεικέναι αὑτοὺς τῇ ἐξετάσει τῶν θείων γραφῶν τὰ ἐν νόμῳ καὶ προφήταις ἀπηγγελμένα ἀθέοις καὶ ἀσεβέσι δόγμασιν ἑαυτοὺς ἀνατεθείκασιν ἠλιθίοις καὶ γελοίοις, τί δεῖ καὶ λέγειν, τῶν δοκούντων τῷ τῆς ἀμελείας τῶν ἀναγνωσμάτων ἐγκλήματι μὴ εἶναι ἐνόχων μυρίων ὅσων τὰ τοιαῦτα πταιόντων; τὸ δ’αὐτὸ καὶ ἐπὶ τῶν ἀποστολικῶν καὶ εὐαγγελικῶν ἀναγνωσμάτων πολλοὶ πεπόνθασι, διὰ τὰς ἰδίας ἀνοίας ἀναπλάττοντες ἕτερον παρὰ τὸν θεολογούμενον καὶ κατὰ τὴν ἀλήθειαν νενοημένον τοῖς ἁγίοις υἱὸν πατέρα. γὰρ μὴ τὰ ἀληθῆ φρονῶν περὶ θεοῦ Χριστοῦ αὐτοῦ τοῦ μὲν ἀληθινοῦ ἀποπέπτωκε θεοῦ καὶ τοῦ μονογενοῦς αὐτοῦ · ὃν δὲ ἀνέπλασεν ἄνοια αὐτοῦ, νομίζουσα εἶναι πατέρα καὶ υἱὸν, οὐκ ὄντως προσκυνεῖ, τοῦτο παθὼν διὰ τὸ τὸν ἐν τῷ ἀναγινώσκειν τὰ ἅγια πειρασμὸν μὴ νενοηκέναι μη δὲ ὡς πρὸς ἀγῶνα καὶ τότε αὐτῷ ἐνεστηκότα ὁπλισάμενος καὶ στάς.

29.11χρὴ τοίνυν εὔχεσθαι οὐχ ἵνα μὴ πειρασθῶμεν (τοῦτο γὰρ ἀδύνατον) ἀλλ’ἵνα μὴ ὑπὸ τοῦ πειρασμοῦ περιβληθῶμεν, ὅπερ πάσχουσιν οἱ ἐνεχόμενοι αὐτῷ καὶ νενικημένοι. ἐπεὶ οὖν ἔξω μὲν τῆς εὐχῆς γέγραπται μὴ εἰσελθεῖν εἰς πειρασμὸν. ὅπερ ἐκ τῶν εἰρημένων δύναταί πως εἶναι σαφὲς, ἐν δὲ τῇ εὐχῇ λέγειν ἡμᾶς δεῖ · μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν τῷ πατρὶ θεῷ · ἄξιον ἰδεῖν, πῶς χρὴ νοεῖν τὸν θεὸν εἰσάγειν τὸν μὴ εὐξάμενον τὸν μὴ ἐπακουόμενον εἰς τὸν πειρασμόν. ἀπεμφαίνει γὰρ, τοῦ νικωμένου εἰσερχομένου εἰς τὸν πειρασμὸν, τὸν θεὸν νομίζειν εἰσάγειν τινὰ εἰς πειρασμὸν, οἱονεὶ τῷ νικᾶσθαι αὐτὸν παραδόντα. δ’αὐτὴ ἀπέμφασις περιμένει καὶ τὸν ὅπως ποτὲ ἐξηγούμενον τὸ εὔχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. εἰ γὰρ κακὸν τὸ ἐμπεσεῖν εἰς πειρασμὸν, ὅπερ ἵνα μὴ πάθωμεν εὐχόμεθα, πῶς οὐκ ἄτοπον νοεῖν τὸν ἀγαθὸν θεὸν, μὴ δυνάμενον καρποὺς φέρειν πονηροὺς, περιβάλλειν τινὰ τοῖς κακοῖς;

29.12χρήσιμον οὖν εἰς ταῦτα παραθέσθαι τὰ ἐν τῇ πρὸς Ῥωμαίους ὑπὸ τοῦ Παύλου εἰρημένα τοῦτον τὸν τρόπον · φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. διὸ παρέδωκεν αὐτοὺς θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς, καὶ μετ’ὀλίγα · διὰ τοῦτο παρέδωκεν αὐτοὺς θεὸς εἰς πάθη ἀτιμίας · αἵτε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν · ὁμοίως καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν καὶ τὰ ἑξῆς · καὶ πάλιν μετ’ὀλίγα · καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα. πλὴν ταῦτα πάντα προσεκτέον τοῖς διακόπτουσι τὴν θεότητα, καὶ λεκτέον πρὸς αὐτοὺς. ἕτερον νομίζοντας εἶναι τὸν ἀγαθὸν πατέρα τοῦ κυρίου ἡμῶν παρὰ τὸν τοῦ νόμου θεὸν. εἰ ἀγαθὸς θεὸς τὸν μὴ τυγχάνοντα τῆς εὐχῆς εἰσάγει εἰς πειρασμὸν, καὶ εἰ πατὴρ τοῦ κυρίου παραδίδωσιν ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν τοὺς προημαρτηκότας τι εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὑτοῖς, καὶ εἰ, ὡς αὐτοί φασι, τοῦ κρίνειν καὶ κολάζειν ἀπηλλαγμένος παραδίδωσιν εἰς πάθη ἀτιμίας καὶ εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, οὐκ ἂν ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν ἑαυτῶν γεγενημένων τῶν μὴ παραδοθέντων αὐταῖς ὑπὸ τοῦ θεοῦ, οὐ δ’ἂν πάθεσιν ἀτιμίας ὑποπεπτωκότων τῶν μὴ ὑπὸ τοῦ θεοῦ παραδοθέντων αὐτοῖς, οὐ δ’ἂν εἰς ἀδόκιμον νοῦν καταπιπτόντων χωρὶς τοῦ παραδίδοσθαι αὐτῷ ὑπὸ θεοῦ τοὺς οὕτω καταδικασθέντας;

29.13ἐκείνους μὲν οὖν εὖ οἶδα ὅτι σφόδρα ταράξει ταῦτα, διὰ τοῦτο ἄλλον ἀναπλάσαντας παρὰ τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς θεὸν, ἐπεὶ πολλὰ τοιαῦτα εὑρίσκοντες ἐν τῷ νόμῳ καὶ τοῖς προφήταις προσέκοψαν ὡς οὐκ ἀγαθῷ τῷ τοιαύτας προφερομένῳ φωνάς · ἡμῖν δὲ ἤδη διὰ τὰ ἐπαπορηθέντα περὶ τοῦ μὴ εἰσενέγκῃς εἰς πειρασμὸν ἡμᾶς, δι’ἅπερ καὶ τὰς ἀποστολικὰς λέξεις παρεθέμεθα, θεωρητέον εἰ καὶ ἡμεῖς εὑρίσκομεν ἀξιολόγους τῶν ἀπεμφάσεων λύσεις. ἡγοῦμαι δὴ τὸν θεὸν ἑκάστην λογικὴν οἰκονομεῖν ψυχὴν, ἀφορῶντα εἰς τὴν ἀΐδιον αὐτῆς ζωὴν, ἀεὶ ἔχουσαν τὸ αὐτεξούσιον καὶ παρὰ τὴν ἰδίαν αἰτίαν ἤτοι ἐν τοῖς κρείττοσι κατ’ἐπανάβασιν ἕως τῆς ἀκρότητος τῶν ἀγαθῶν γινομένην καταβαίνουσαν διαφόρως ἐξ ἀπροσεξίας ἐπὶ τὴν τοσήνδε τοσήνδε τῆς κακίας χύσιν. ἐπεὶ οὖν ταχεῖα θεραπεία καὶ συντομωτέρα καταφρόνησίν τισιν ἐμποιεῖ τῶν, εἰς ἐμπεπτώκασι, νοσημάτων ὡς εὐθεραπεύτων, ὥστε καὶ δεύτερον ἂν μετὰ τὸ ὑγιᾶσθαι τοῖς αὐτοῖς περιπεσεῖν, εὐλόγως ἐπὶ τῶν τοιούτων περιόψεται τὴν ἐπί τι κακίαν αὔξουσαν, καὶ ἐπὶ πλεῖστον χεομένην ἐν αὐτοῖς ἀνίατον ὑπερορῶν, ἵνα τῷ προσδιατρῖψαι τῷ κακῷ καὶ ἐμφορηθῆναι ἧς ἐπιθυμοῦσιν ἁμαρτίας κορεσθέντες αἰσθηθῶσι τῆς βλάβης, καὶ μισήσαντες ὅπερ πρότερον ἀπεδέξαντο δυνη θῶσι θεραπευθέντες βεβαιότερον ὄνασθαι τῆς ἐν τῷ θεραπευθῆναι ὑπαρχούσης ὑγείας τῶν ψυχῶν αὐτοῖς · οἷον ἐπίμικτός ποτε ἐν τοῖς υἱοῖς Ἰσραὴλ ἐπεθύμησαν ἐπιθυμίαν, καὶ καθίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ἰσραὴλ καὶ εἶπαν · τίς ἡμᾶς ψωμιεῖ κρέα; ἐμνήσθημεν τοὺς ἰχθύας, οὓς ἠσθίομεν δωρεὰν ἐν Αἰγύπτῳ, καὶ τοὺς σικυοὺς καὶ τοὺς πέπονας καὶ τὰ πράσα καὶ τὰ κρόμμυα καὶ τὰ σκόροδα · νυνὶ δὲ ψυχὴ ἡμῶν κατάξηρος, οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν. εἶτα μετ’ὀλίγα λέγεται · καὶ ἤκουσε Μωϋσῆς κλαιόντων αὐτῶν κατὰ δήμους αὐτῶν · ἕκαστος ἐπὶ τῆς θύρας αὐτοῦ. καὶ πάλιν μετ’ὀλίγα κύριός φησι τῷ Μωϋσεῖ · καὶ τῷ λαῷ ἐρεῖς · ἁγνίσασθε αὔριον, καὶ φάγεσθε κρέα, ὅτι ἐκλαύσατε ἐναντίον κυρίου λέγοντες · τίς ἡμᾶς ψωμιεῖ κρέα; ὅτι καλὸν ἡμῖν ἐστιν ἐν Αἰγύπτῳ · καὶ δώσει ὑμῖν κύριος κρέα φαγεῖν, καὶ φάγεσθε κρέα. οὐχ ἡμέραν μίαν φάγεσθε οὐ δὲ δύο οὐ δὲ πέντε ἡμέρας οὐ δὲ δέκα ἡμέρας οὐ δὲ εἴκοσιν ἡμέρας · ἕως μηνὸς ἡμερῶν φάγεσθε, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν · καὶ ἔσται ὑμῖν εἰς χολέραν, ὅτι ἠπειθήσατε κυρίῳ, ὅς ἐστιν ἐν ὑμῖν, καὶ ἐκλαύσατε ἐναντίον αὐτοῦ λέγοντες · ἵνα τί ἡμῖν ἐξελθεῖν ἐξ Αἰγύπτου;

29.14ἴδωμεν οὖν τὴν ἱστορίαν, εἰ χρησίμως ὑμῖν παρεβάλομεν αὐτὴν πρὸς λύσιν τοῦ ἀπεμφαίνοντος ἐν τῷ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρας μὸν καὶ ἐν ταῖς ἀποστολικαῖς λέξεσιν. ἐπιθυμήσαντες ἐπιθυμίαν ἐπίμικτος ἐν υἱοῖς Ἰσραὴλ ἔκλαιον καὶ οἱ υἱοὶ Ἰσραὴλ σὺν αὐτοῖς. καὶ φανερὸν ὅτι ὅσον οὐκ εἶχον τὰ ἐπιθυμούμενα. κόρον οὐκ ἠδύναντο αὐτῶν λαβεῖν οὐ δὲ παύσασθαι τοῦ πάθους · ἀλλὰ καὶ φιλάνθρωπος καὶ ἀγαθὸς θεὸς, διδοὺς αὐτοῖς τὸ ἐπιθυμούμενον, οὐχ οὕτως ἐβούλετο διδόναι, ὥστε καταλιπέσθαι ἐν αὐτοῖς ἐπιθυμίαν. διόπερ φησὶ μὴ μίαν ἡμέραν φάγεσθαι αὐτοὺς τὰ κρέα (ἔμενε γὰρ ἂν τὸ πάθος αὐτῶν ἐν τῇ ψυχῇ πεπυρωμένῃ καὶ φλεγομένῃ ὑπ’αὐτοῦ, εἰ ἐπ’ὀλίγον τῶν κρεῶν μετειλήφεσαν), ἀλλ’οὐ δὲ ἐπὶ δύο δίδωσιν αὐτοῖς τὸ ἐπιθυμούμενον ἡμέρας · βουλόμενος δὲ αὐτὸ προσκορὲς αὐτοῖς ποιῆσαι, οἱονεὶ οὐκ ἐπαγγέλλεται ἀλλὰ τῷ συνιέναι δυναμένῳ ἀπειλεῖ δι’ὧν χαρίζεσθαι αὐτοῖς ἐδόκει, λέγων · οὐ δὲ πέντε μόνας ποιήσετε ἡμέρας ἐσθίοντες τὰ κρέα οὐ δὲ τὰς τούτων διπλασίους οὐ δὲ ἔτι τὰς ἐκείνων διπλασίους, ἀλλ’ἐπὶ τοσοῦτον φάγεσθε, ἐφ’ὅλον κρεωφαγοῦντες μῆνα, ἕως ἐξέλθῃ ἐκ τῶν μυκτήρων μετὰ χολερικοῦ πάθους τὸ νενομισμένον ὑμῖν καλὸν καὶ περὶ αὐτὸ ψεκτὴ καὶ αἰσχρὰ ἐπιθυμία · ἵν’ὑμᾶς ἀπαλλάξω τοῦ βίου μηκέτι ἐπιθυμοῦντας, καὶ τοιοῦτοι ἐξελθόντες δυνηθῆτε ὡς καθαροὶ ἀπὸ ἐπιθυμίας μεμνημένοιτε. δι’ὅσων πόνων αὐτῆς ἀπηλλάγητε, ἤτοι μηδαμῶς αὐτῇ περιπεσεῖν ἔτι , εἰ ἄρα τοῦτό ποτε γίνεται, μακραῖς χρόνων περιόδοις, ἐπιλανθανόμενοι ὧν πεπόνθατε διὰ τὴν ἐπιθυμίαν, ἐὰν μὴ ἑαυτοῖς προσέχητε καὶ τὸν τελείως ἀπαλλάττοντα πάθους παντὸς λόγον ἀναλάβητε, τοῖς κακοῖς περιπέσητε ὕστερόντε τῆς γενέσεως ἐπιθυμήσαντες πάλιν δεηθῆτε τοῦ δὶς τυχεῖν ὧν ἐπιθυμεῖτε, μισήσαντες τὸ ἐπιθυμούμενον, καὶ τότε οὕτω παλινδρομεῖν ἐπὶ τὰ καλὰ καὶ τὴν οὐράνιον τροφὴν, ἧς καταφρονήσαντες τῶν χειρόνων ὠρέχθησαν.

29.15τὸ ὅμοιον οὖν τούτοις πείσονται οἱ ἀλλάξαντες τὴν δόξαν τοῦ θεοῦ τοῦ ἀφθάρτου ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν, διὰ τοῦ ἐγκαταλείπεσθαι παραδιδόμενοι ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα τῶν εἰς ἄψυχον σῶμα καὶ ἀναίσθητον καταβιβασάντων τὸ ὄνομα τοῦ πᾶσι τοῖς αἰσθομένοις λογικοῖς οὐ μόνον τὸ αἰσθέσθαι ἀλλὰ καὶ τὸ λογικῶς αἰσθέσθαι τισὶ δὲ καὶ τελείως καὶ ἐναρέτως αἰσθέσθαι καὶ νοεῖν χαρισαμένου. καὶ εὐλόγως οἱ τοιοῦτοι παραδίδονται ὑπὸ τοῦ καταλειφθέντος ὑπ’αὐτῶν θεοῦ, ἀντικαταλειπόμενοι ὑπ’αὐτοῦ, εἰς τὰ τῆς ἀτιμίας πάθη, τὴν ἀντιμισθίαν τῆς πλάνης δι’ἧς ἠγάπησαν ψωρώδους ἡδονῆς ἀπολαμβάνοντες. μᾶλλον γὰρ ἀντιμισθία τῆς πλάνης αὐτοῖς ἐγγίνεται, παραδιδομένοις εἰς πάθη ἀτιμίας, ἤπερ τῷ φρονίμῳ πυρὶ καθαιρομένοις καὶ ἐν τῇ φυλακῇ ἐκπρασσομένοις μέχρι τοῦ ἐσχάτου κοδράντου ἕκαστον τῶν ὀφλημάτων. ἐν γὰρ τῷ πάθεσιν ἀτιμίας οὐ μόνον τοῖς κατὰ φύσιν ἀλλὰ καὶ πολλοῖς τῶν παρὰ φύσιν παραδίδοσθαι μολύνονται καὶ ὑπὸ τῆς σαρκὸς παχύνονται, οἱονεὶ οὐκέτι ἔχοντες τότε ψυχὴν οὐ δὲ νοῦν ἀλλ’ὅλοι γινόμενοι σάρκες · ἐν δὲ τῷ πυρὶ καὶ τῇ φυλακῇ οὐκ ἀντιμισθίαν τῆς πλάνης ἀλλ’εὐεργεσίαν ἐπὶ καθάρσει τῶν ἐν τῇ πλάνῃ κακῶν μετὰ σωτηρίων λαμβάνοντες πόνων, ἑπομένων τοῖς φιληδόνοις, ἀπαλλάττονται παντὸς ῥύπου καὶ αἵματος, ἐν οἷς ἐρρυπωμένοι καὶ πεφυρμένοι οὐ δὲ τὸ ἐννοῆσαι περὶ τοῦ σῴζεσθαι ἐδύναντο τῇ σφῶν ἀπωλείᾳ. ἐκπλυνεῖ τοιγαροῦν θεὸς τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως · εἰσπορεύεται γὰρ ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων, ἀποπλύνων καὶ καθαίρων τοὺς τοιούτων φαρμάκων δεδε ημένους διὰ τὸ μὴ δεδοκιμασμένως θέλειν ἔχειν ἐν ἐπιγνώσει τὸν θεόν · οἷς παραδοθέντες ἑκόντες μισήσουσι τὸν ἀδόκιμον νοῦν · οὐ γὰρ βούλεται θεός τινι τὸ ἀγαθὸν ὡς κατὰ ἀνάγκην γενέσθαι ἀλλὰ ἑκουσίως, τάχα τινῶν ἐκ τοῦ ἐπὶ πλεῖον ὡμιληκέναι τῇ κακίᾳ μόγις τὸ αἶσχος αὐτῆς κατανενοηκότων καὶ ἀποστρεφομένων αὐτὴν ὡς ψευδῶς ὑποληφθεῖσαν εἶναι καλήν.

29.16ἐπίστησον δὲ εἰ διὰ τοῦτο καὶ σκληρύνει τὴν τοῦ Φαραὼ καρδίαν θεὸς, ἵν’ὅπερ εἶπε μὴ σκληρυνθεὶς δυνηθῇ εἰπεῖν · κύριος δίκαιος. ἐγὼ δὲ καὶ λαός μου ἀσεβής. ἀλλ’ἐπὶ πλεῖον δέεται τοῦ σκληρύνεσθαι καὶ ἐπὶ πλεῖον πάσχειν τινὰ, ἵνα μὴ ἐκ τοῦ τάχιον τοῦ σκληρύνεσθαι παύεσθαι καταφρονῶν ὡς κακοῦ τοῦ σκληρύνεσθαι ἔτι πλεονάκις ἄξιος τοῦ σκληρύνεσθαι γίνηται. εἰ τοίνυν οὐκ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς κατὰ τὰ ἐν ταῖς Παροιμίαις εἰρημένα, ἀλλὰ εὐλόγως εἰσάγει θεὸς εἰς τὴν παγίδα κατὰ τὸν εἰπόντα · εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, καὶ ἄνευ τῆς βουλῆς τοῦ πατρὸς οὐ δὲ τὸ εὐτελέστερον τῶν ἐπτερωμένων στρουθίον ἐμπίπτει εἰς τὴν παγίδα (τοῦ ἐμπίπτοντος εἰς τὴν παγίδα διὰ τοῦτο ἐμπίπτοντος. ἐπεὶ μὴ καλῶς τῇ τῶν πτερῶν ἐχρήσατο δεδομένων ἐπὶ τὸ ὑψοῦσθαι ἐξουσίᾳ). εὐχώμεθα μηδὲν ἄξιον ποιῆσαι τοῦ ὑπὸ τῆς δικαίας κρίσεως τοῦ θεοῦ εἰσενεχθῆναι εἰς τὸν πειρασμὸν, εἰσφερομένου παντόςτε τοῦ παραδιδομένου ὑπὸ τοῦ θεοῦ ἐν ταῖς ἐπιθυμίαις τῆς καρδίας ἑαυτοῦ εἰς ἀκαθαρσίαν καὶ παντὸς τοῦ παραδιδομένου εἰς πάθη ἀτιμίας καὶ παντὸς τοῦ, καθὼς οὐκ ἐδοκίμασε τὸν θεὸν ἔχειν ἐν ἑαυτῷ, παραδιδομένου εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.

29.17 δὲ χρεία τοῦ πειράζεσθαι τοιαύτη τις ἐστίν. ἅπερ ἐδέξατο ἡμῶν ψυχὴ, λανθάνοντα πάντας πλὴν τοῦ θεοῦ ἀλλὰ καὶ ἡμᾶς αὐτοὺς, φανερὰ διὰ τῶν πειρασμῶν γίνεται · ἵνα μηκέτι λανθάνωμεν. ὁποῖοί ποτε ἐσμὲν, ἀλλὰ καὶ αὐτοὺς ἐπιγινώσκοντες συναισθώμεθα, ἐὰν βουλώμεθα, τῶν ἰδίων κακῶν καὶ εὐχαριστῶμεν ἐπὶ τοῖς φανερουμένοις ἡμῖν διὰ τῶν πειρασμῶν ἀγαθοῖς. ὅτι δὲ οἱ γενόμενοι πειρασμοὶ ὑπὲρ τοῦ ἀναφανῆναι ἡμᾶς, οἵτινές ποτε ἐσμὲν, διαγνωσθῆναι τὰ ἐγκεκρυμμένα τῇ καρδίᾳ ἡμῶν γίνονται, παρίστησι τὸ ὑπὸ τοῦ κυρίου ἐν τῷ Ἰὼβ λεγόμενον καὶ τὸ ἐν τῷ Δευτερονομίῳ γεγραμμένον, οὕτως ἔχοντα · οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἵνα ἀναφανῇς δίκαιος; καὶ ἐν τῷ Δευτερονομίῳ οὕτως · ἐκάκωσέ σε καὶ ἐλιμαγχόνησέ σε καὶ ἐψώμισέ σε τὸ μάννα καὶ διή γαγέ σε ἐν τῇ ἐρήμῳ, οὗ ὄφις δάκνων καὶ σκορπίος καὶ δίψα, ὅπως διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου.

29.18εἰ δὲ καὶ ἀπὸ τῆς ἱστορίας ἀναμνησθῆναι βουλόμεθα, ἰστέον ὅτι τὸ τῆς Εὔας εὐεξαπάτητον καὶ τὸ σαθρὸν τοῦ λογισμοῦ αὐτῆς οὐχ, ὅτε παρακούσασα τοῦ θεοῦ τοῦ ὄφεως ἤκουσεν, ὑπέστη ἀλλὰ καὶ πρότερον ὂν ἠλέγχθη, τοῦ ὄφεως διὰ τοῦτο αὐτῇ προσεληλυθότος, ἐπεὶ τῇ ἰδίᾳ φρονιμότητι ἀντελάβετο τῆς ἀσθενείας αὐτῆς. ἀλλ’οὐ δὲ ἐν τῷ Κάϊν πονηρία ἤρξατο γίνεσθαι, ὅτε ἀπέκτεινε τὸν ἀδελφὸν αὐτοῦ (καὶ πρότερον γὰρ ἐπὶ τῷ Κάϊν καὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν καρδιογνώστης θεὸς), εἰς φανερὸν δὲ ἦλθεν κακία αὐτοῦ, ὅτε ἀνεῖλε τὸν Ἄβελ. ἀλλὰ καὶ εἰ μὴ πιὼν οὗ ἐγεώργησεν οἴνου ἐμεθύσθη Νῶε καὶ ἐγεγύμνωτο, οὐκ ἂν ἀνεφάνη οὔτε τοῦ Χὰμ προπέτεια καὶ εἰς τὸν πατέρα ἀσέβεια οὔτε τῶν ἀδελφῶν αὐτοῦ σεμνότης καὶ αἰδὼς πρὸς τὸν γεγεννηκότα. καὶ κατὰ τοῦ Ἰακὼβ τοῦ Ἠσαῦ ἐπιβουλὴ πρόφασιν ἔδοξεν ἐσχηκέναι τὴν τῆς εὐλογίας ἀφαίρεσιν, καὶ πρότερον δὲ τούτου ῥίζας τοῦ πόρνος καὶ βέβηλος εἶναι εἶχεν αὐτοῦ ψυχή · τήντε λαμπρότητα τῆς τοῦ Ἰωσὴφ σωφροσύνης, παρεσκευασμένου πρὸς τὸ μὴ ἁλῶναι ὑπό τινος ἐπιθυμίας, οὐκ ἂν ἐγνώκειμεν, μὴ ἐρασθείσης αὐτοῦ τῆς δεσποίνης.

29.19διὰ τοῦτο ἐν τοῖς μεταξὺ καιροῖς τῆς τῶν πειρασμῶν διαδοχῆς ἱστάμενοι πρὸς τὰ ἐνεστηκότα, παρασκευαζώμεθα πρὸς τὰ δυνατὰ πάντα συμβῆναι, ἵν’ τι ποτ’ἂν γένηται, μὴ ἐλεγχθῶμεν ὡς ἀνέτοιμοι ἀλλὰ φανερωθῶμεν ὡς ἐπιμελέστατα ἑαυτοὺς συγκροτήσαντες · τὸ γὰρ ἐλλεῖπον διὰ τὴν ἀνθρωπίνην ἀσθένειαν. ἐπὰν πάντα τὰ καθ’ἑαυτοὺς ἐπιτελέσωμεν, πληρώσει θεὸς, τοῖς ἀγαπῶσιν αὐτὸν πάντα συνεργῶν εἰς ἀγαθὸν, τοῖς κατὰ τὴν ἀψευδῆ πρόγνωσιν αὐτοῦ, τι ποτὲ ἔσονται παρ’αὑτοὺς, προεωραμένοις.