1111.1οὐ μόνος δὲ ὁ ἀρχιερεὺς τοῖς γνησίως εὐχομένοις συνεύχεται ἀλλὰ καὶ οἱ “ἐν οὐρανῷ” χαίροντες ἄγγελοι “ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις, οἳ οὐ χρείαν ἔχουσι μετανοίας,” αἵτε τῶν προκεκοιμημένων ἁγίων ψυχαί. ἅτινα δηλοῦται. Ῥαφαὴλ μὲν προσφέροντος περὶ Τωβὴτ καὶ Σάρρας λογικὴν ἱερουργίαν τῷ θεῷ (μετὰ γὰρ τὴν εὐχὴν ἀμφοτέρων “εἰσηκούσθη,” φησὶν ἡ γραφὴ, “προσευχὴ ἀμφοτέρων ἐνώπιον τῆς δόξης τοῦ μεγάλου Ῥαφαὴλ, καὶ ἀπεστάλη ἰάσασθαι τοὺς δύο” · καὶ αὐτὸς δὲ ὁ Ῥαφαὴλ, φανερῶν ἑαυτοῦ ὡς ἀγγέλου τὴν κατὰ πρόσταγμα τοῦ θεοῦ πρὸς ἀμφοτέρους οἰκονομίαν, φησί · “καὶ νῦν ὅτε προσηύξω σὺ καὶ ἡ νύμφη σου Σάρρα, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τοῦ ἁγίου,” καὶ μετ’ὀλίγα · “ἐγώ εἰμι Ῥαφαὴλ, εἷς τῶν ἑπτὰ ἀγγέλων, οἳ προσαναφέρουσι τὰς προσευχὰς τῶν ἁγίων καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης τοῦ ἁγίου” · κατὰ τὸν λόγον γοῦν τοῦ Ῥαφαὴλ “ἀγαθὸν προσευχὴ μετὰ νηστείας καὶ ἐλεημοσύνης καὶ δικαιοσύνης”) Ἱερεμίου δὲ, ὡς ἐν τοῖς Μακκαβαϊκοῖς ἐπιφαινομένου,. “πολιᾷ καὶ δόξῃ” διαφέροντος, ὡς “θαυμαστήν τινα καὶ μεγαλοπρεπεστάτην εἶναι τὴν περὶ αὐτὸν ὑπεροχὴν, καὶ προτείνοντος” τὴν δεξιὰν “παραδιδόντοςτε” τῷ Ἰούδᾳ ῥομφαίαν χρυσῆν, “ῳ ἐμαρτύρει ἄλλος ἅγιος προκεκοιμημένος λέγων · ” οὗτός ἐστιν ὁ προσευχόμενος πολλὰ περὶ τοῦ λαοῦ καὶ τῆς ἁγίας πόλεως, Ἱερεμίας ὁ τοῦ θεοῦ προφήτης “.
11.2καὶ γὰρ ἄτοπον, τῆς γνώσεως” δι’ἐσόπτρου “καὶ” ἐν αἰνίγματι “ἐπὶ τοῦ παρόντος τοῖς ἀξίοις φανερουμένης” τότε δὲ πρόσωπον πρὸς πρόσωπον “ἀποκαλυπτομένης, μὴ τὸ ἀνάλογον καὶ ἐπὶ τῶν λοιπῶν ἀρετῶν νοεῖν, τότε κυρίως τῶν προπαρεσκευασμένων ἐν τῷ βίῳ τούτῳ τελειουμένων. μία δὲ κυριωτάτη τῶν ἀρετῶν κατὰ τὸν θεῖον λόγον ἐστὶν ἡ πρὸς τὸν πλησίον ἀγάπη · ἣν πολλῷ μᾶλλον προσεῖναι τοῖς προκεκοιμημένοις ἁγίοις πρὸς τοὺς ἐν βίῳ ἀγωνιζομένους ἀναγκαῖον νοεῖν παρὰ τοὺς ἐν τῇ ἀνθρωπίνῃ ἀσθενείᾳ τυγχάνοντας καὶ συναγωνιζομένους τοῖς ὑποδεεστέροις, οὐ μόνον ἐνταῦθα τοῦ” εἰ πάσχει μέλος ἓν, συμπάσχει πάντα τὰ μέλη · καὶ εἰ δοξάζεται μέλος ἓν, συγχαίρει πάντα τὰ μέλη “τοῖς φιλαδέλφοις ἐγγινομένου · πρέπον γάρ ἐστι καὶ τῇ τῶν ἔξω τῆς παρούσης ζωῆς ἀγάπῃ λέγειν · ” ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι “; καὶ ταῦτα τοῦ Χριστοῦ ὁμολογοῦντος καθ’ἕκαστον τῶν ἀσθενούντων ἁγίων ἀσθενεῖν ὁμοίως καὶ” ἐν φυλακῇ “εἶναι καὶ γυμνιτεύειν ξενιτεύειντε καὶ πεινᾶν καὶ διψᾶν · τίς γὰρ ἀγνοεῖ τῶν ἐντυγχανόντων τῷ εὐαγγελίῳ τῇ ἐφ’ἑαυτὸν ἀναφορᾷ τῶν συμβαινόντων τοῖς πιστεύουσι λογιζόμενον τὸν Χριστὸν ἴδια εἶναι παθήματα;
11.3εἰ δὲ” ἄγγελοι “τοῦ θεοῦ προσελθόντες τῷ Ἰησοῦ” διηκόνουν αὐτῷ, “καὶ μὴ πρέπον ἐστὶν ἡμᾶς πρὸς ὀλίγον χρόνον νοεῖν γεγονέναι τὴν τῶν ἀγγέλων πρὸς τὸν Ἰησοῦν διακονίαν τῆς σωματικῆς αὐτοῦ παρὰ ἀνθρώποις ἐπιδημίας, καὶ αὐτοῦ ἔτι” ἐν μέσῳ “τῶν πιστευόντων οὐχ ὡς ἀνακειμένου ἀλλὰ ὡς διακονοῦντος · πόσους εἰκὸς ἀγγέλους διακονοῦντας τῷ Ἰησοῦ, βουλομένῳ συνάγειν” τοὺς υἱοὺς Ἰσραὴλ “” κατὰ ἕνα ἕνα “καὶ ἀθροίζειν τοὺς ἀπὸ τῆς διασπορᾶς τούςτε φοβουμένους καὶ ἐπικαλουμένους σῴζοντι, μᾶλλον τῶν ἀποστόλων συνεργεῖν τῇ αὐξήσει καὶ τῷ πληθυσμῷ τῆς ἐκκλησίας, ὡς καὶ προεστῶτάς τινας τῶν ἐκκλησιῶν ἀγγέλους λέγεσθαι παρὰ τῷ Ἰωάννῃ ἐν τῇ Ἀποκαλύψει; οὐ γὰρ μάτην οἱ ἄγγελοι” τοῦ θεοῦ “ἀναβαίνουσι καὶ καταβαίνουσι” ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, “ὁρώμενοι τοῖς τῷ φωτὶ τῆς” γνώσεως “πεφωτισμένοις ὀφθαλμοῖς.
11.4καὶ παρ’αὐτὸν οὖν τὸν καιρὸν τῆς εὐχῆς ὑπομιμνησκόμενοι ὑπὸ τοῦ εὐχομένου, ὧν δεῖται ὁ εὐχόμενος, ἃ δύνανται ὡς καθολικὴν εἰληφότες ἐντολὴν ἐπιτελοῦσι, χρηστέον δὲ εἰκόνι τινὶ τοιαύτῃ εἰς τὸν λόγον τοῦτον πρὸς τὸ παραδέξασθαι τὸ νενοημένον ἡμῖν. παρέστω τις ἰατρὸς δικαιοσύνης πεφροντικὼς εὐχομένῳ κάμνοντι περὶ τῆς ὑγείας, ἐπιστήμην ἔχων τοῦ ὃν δεῖ τρόπον θεραπεῦσαι περὶ οὗ ὁ δεῖνα ἀναφέρει τὴν εὐχὴν νοσήματος · φανερὸν δὴ ὅτι κινηθήσεται οὗτος πρὸς τὸ ἰάσασθαι τὸν εὐξάμενον, τάχα οὐ μάτην ὑπολαβὼν ὅτι τοῦτ’αὐτὸ γέγονεν ἐν νῷ τοῦ θεοῦ, ἐπακούσαντος τῆς εὐχῆς τοῦ τὴν ἀπαλλαγὴν τῆς νόσου γενέσθαι αὐτῷ εὐξαμένου. ἢ τῶν κεκτημένων τις τὰ τῆς τοῦ βίου χρείας ἐπὶ πλεῖον καὶ κοινωνικὸς ἀκουέτω εὐχῆς πένητος καὶ περὶ τῶν χρειῶν ἀναφέροντος ἔντευξιν τῷ θεῷ · δῆλον δὴ ὅτι καὶ οὗτος τὰ τῆς εὐχῆς ἐκπληρώσει τῷ πένητι, ὑπηρέτης γινόμενος τῆς πατρικῆς βουλῆς τοῦ συναγαγόντος κατὰ τὸν καιρὸν τῆς εὐχῆς τὸν παρασχεῖν δυνάμενον ἐπὶ τὸ αὐτὸ τῷ εὐξομένῳ, διὰ τὸ δεξιὸν τῆς προαιρέσεως μὴ δυνάμενον παρορᾶν τὸν δεδεημένον τῶνδέ τινων.
11.5ὥσπερ οὖν ταῦτα οὐ κατὰ συντυχίαν νομιστέον γίνεσθαὶ ὅτε γίνεται. τοῦ ἠριθμηκότος πάσας τὰς τρίχας τῆς τῶν ἁγίων κεφαλῆς ἁρμονίως συναγαγόντος παρὰ τὸν καιρὸν τῆς εὐχῆς τὸν ὑπηρέτην ἐσόμενον τῷ δεομένῳ τῆς εὐποιΐας τῆς ἀπ’αὐτοῦ εἰσακούοντα. τῷ πιστῶς δεδεημένῳ · οὕτως ὑποληπτέον συνάγεσθαί ποτε τῶν ἐπισκοπούντων καὶ λειτουργούντων τῷ θεῷ ἀγγέλων παρουσίαν τῷδέ τινι τῶν εὐχομένων, ἵνα συμπνεύσωσιν οἷς ὁ εὐχόμενος ἠξίωσεν. ἀλλὰ καὶ ὁ ἑκάστου ἄγγελος,” καὶ τῶν “ἐν τῇ ἐκκλησίᾳ” μικρῶν, “” διὰ παντὸς “βλέπων” τὸ πρόσωπον τοῦ πατρὸς “” τοῦ ἐν τοῖς οὐρανοῖς “καὶ ἐνορῶν τοῦ κτίσαντος ἡμᾶς τὴν θειότητα, συνεύχεταίτε ἡμῖν καὶ συμπράττει ἐν οἷς δυνατόν ἐστι περὶ ὧν εὐχόμεθα.