On Prayer, Chapter 2

Origen

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
2

2.1ἀλλ’εἰκὸς, Ἀμβρόσιε θεοσεβέστατε καὶ φιλοπονώτατε καὶ Τατιανὴ κοσμιωτάτη καὶ ἀνδρειοτάτη (ἀφ’ἧς ἐκλελοιπέναι τὰ γυναικεῖα ὃν τρόπον ἐκλελοίπει τῇ Σάρρᾳ ἤδη εὔχομαι), ὑμᾶς ἀπορεῖν τί δή ποτε, περὶ εὐχῆς προκειμένου ἡμῖν τοῦ λόγου, ταῦτα ἐν προοιμίοις περὶ τῶν ἀδυνάτων ἀνθρώποις δυνατῶν χάριτι θεοῦ γινομένων εἴρηται. ἓν τῶν ἀδυνάτων ὅσον ἐπὶ τῇ ἀσθενείᾳ ἡμῶν πείθομαι τυγχάνειν τρανῶσαι τὸν περὶ τῆς εὐχῆς ἀκριβῶς καὶ θεοπρεπῶς πάντα λόγον καὶ τὸν περὶ τοῦ, τίνα τρόπον εὔχεσθαι δεῖ, καὶ τίνα ἐπὶ τῆς εὐχῆς λέγειν πρὸς θεὸν. καὶ ποῖοι καιροὶ ποίων καιρῶν πρὸς τὴν εὐχήν εἰσιν ἐπιτηδειότεροι […] τὸν διὰ τὴν ὑπερβολὴν τῶν ἀποκαλύψεων εὐλαβούμενον, μή τις εἰς αὐτὸν λογίσηται ὑπὲρ βλέπει ἀκούει ἐξ αὐτοῦ, ὁμολογεῖν καθὸ δεῖ προσεύχεσθαι μὴ εἰδέναι · γὰρ δεῖ προσεύξασθαι, φησὶ, καθὸ δεῖ οὐκ οἴδαμεν. ἀναγκαῖον δὲ οὐ τὸ προσεύχεσθαι μόνον ἀλλὰ καὶ τὸ προσεύχεσθαι καθὸ δεῖ καὶ προσεύχεσθαι δεῖ. ἵνα γὰρ καὶ δεῖ προσεύχεσθαι δυνηθῶμεν καταλαβεῖν, ἐλλιπές ἐστι τοῦτο, ἐὰν μὴ καὶ τὸ καθὸ δεῖ προσλάβωμεν. τί δὲ ἡμῖν ὄφελος τοῦ καθὸ δεῖ, μὴ εἰδόσιν εὔχεσθαι δεῖ;

2.2τὸ μὲν οὖν ἕτερον τούτων, λέγω δὴ τὸ δεῖ. οἱ λόγοι εἰσὶ τῆς εὐχῆς, τὸ δὲ καθὸ δεῖ κατάστασις τοῦ εὐχομένου · οἷον ὡς ἐπὶ παραδείγματος τὸ μὲν δεῖ · αἰτεῖτε τὰ μεγάλα, καὶ τὰ μικρὰ ὑμῖν προστεθήσεται, καὶ αἰτεῖτε τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια ὑμῖν προστεθήσεται, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, καὶ δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ἵνα ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ, καὶ προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμὸν, καὶ προσεύχεσθε, ἵνα μὴ γένηται ὑμῶν φυγὴ χειμῶνι μη δὲ σαββάτῳ, καὶ προσευχόμενοι δὲ μὴ βαττολογήσητε, καὶ εἴ τι τούτοις ἐστὶ παραπλήσιον · τὸ δὲ καθὸ δεῖ · βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίας χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ · ὡσαύτως καὶ γυναῖκας ἐν καταστολῇ κοσμίῳ, μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν χρυσῷ μαργαρίταις ἱματισμῷ πολυτελεῖ ἀλλ’, πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι’ἔργων ἀγαθῶν. τοῦ δὲ καθὸ δεῖ διδασκαλικόν ἐστι καὶ τό · ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου · ποῖον γὰρ θεῷ δῶρον ἀπὸ τοῦ λογικοῦ μεῖζον ἀναπέμπεσθαι δύναται εὐώδους λόγου εὐχῆς, προσφερομένης ἀπὸ συνειδότος μὴ ἔχοντος δυσῶδες ἀπὸ τῆς ἁμαρτίας; ἔτι δὲ τοῦ καθὸ δεῖ τό · μὴ ἀποστερεῖτε ἀλλήλους, ἐὰν μή τι ἐκ συμφωνίας πρὸς καιρὸν, ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ ἐπιχαρῇ ὑμῖν σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. διὰ τούτων γὰρ ἐμποδίζεται τὸ καθὸ δεῖ, ἐὰν μὴ καὶ τῶν κατὰ τὸν γάμον σιωπᾶσθαι ἀξίων μυστηρίων τὸ ἔργον σεμνότερον καὶ βραδύτερον καὶ ἀπαθέστερον γίνηται, τῆς λεγομένης ἐνταυθοῖ συμφωνίας τὸ ἀσύμφωνον τοῦ πάθους ἀφανιζούσης καὶ τὴν ἀκρασίαν ἀναλισκούσης τοῦτε σατανᾶ τὸ ἐπιχαιρησίκακον κωλυούσης. πρὸς τούτοις τοῦ καθὸ δεῖ ἐστι διδασκαλικὸν τό · ἐὰν στήκητε προσευχόμενοι, ἀφίετε, εἴ τι ἂν ἔχητε κατά τινος · καὶ τὸ παρὰ τῷ Παύλῳ δέ · πᾶς ἀνὴρ εὐχόμενος προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ, πᾶσα δὲ γυνὴ προσευχομένη προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν ἑαυτῆς τοῦ καθὸ δεῖ ἐστι παραστατικόν.

2.3ἀλλὰ ταῦτα πάντα ἐπιστάμενος Παῦλος καὶ τούτων πολλαπλασίονα ἀπὸ νόμου καὶ προφητῶν τοῦτε εὐαγγελικοῦ πληρώματος παραθέσθαι δυνάμενος μετὰ ποικιλότητος τῆς εἰς ἕκαστον διηγήσεως, ἀπὸ διαθέσεως οὐ μετριαζούσης μόνον ἀλλὰ καὶ ἀληθευούσης φησίν (ὁρῶν δὲ καὶ μετὰ ταῦτα πάντα ὅσον ἀπολείπεται τοῦ εἰδέναι προσεύξασθαι τί δεῖ καθὸ δεῖ) · τὸ δὲ τι προσεύξασθαι δεῖ καθὸ δεῖ οὐκ οἴδαμεν · καὶ τοῦτο τῷ λόγῳ προστίθησιν. ὅθεν ἀναπληροῦται τὸ ἐλλεῖπον τῷ μὴ εἰδότι μὲν ἑαυτὸν δὲ ἄξιον τοῦ ἀναπληρωθῆναι ἐν αὐτῷ τὸ ἐλλεῖπον παρασκευάσαντι. λέγει γὰρ ὅτι αὐτὸ τὸ πνεῦμα στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνει τῷ θεῷ · δὲ ἐρευνῶν τὰς καρδίας οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων . τὸ δὲ ἐν ταῖς καρδίαις τῶν μακαρίων κρᾶζον ἀββὰ πατὴρ πνεῦμα . ἐπιστάμενον ἐπιμελῶς τοὺς ἐν τῷ σκήνει στεναγμοὺς. ἀξίους τυγχάνοντας εἰς τὸ βαρῦναι τοὺς πεπτωκότας παραβεβηκότας, στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνει τῷ θεῷ . τοὺς ἡμετέρους διὰ τὴν πολλὴν φιλανθρωπίαν καὶ συμπάθειαν ἀναδεχόμενον στεναγμούς · κατὰ δὲ τὴν ἐν αὐτῷ σοφίαν ὁρῶν τὴν ταπεινωθεῖσαν εἰς χοῦν ψυχὴν ἡμῶν καὶ ἐν τῷ σώματι τῆς ταπεινώσεως καθειργμένην, οὐ τοῖς τυχοῦσι στεναγμοῖς χρώμενον ὑπερεντυγχάνει τῷ θεῷ ἀλλά τισιν ἀλαλήτοις, ἐχομένοις τῶν ἀρρήτων λόγων, ὧν οὐκ ἔστιν ἀνθρώπῳ λαλεῖν. τοῦτο δὴ τὸ πνεῦμα. οὐκ ἀρκούμενον τῷ ἐντυγχάνειν τῷ θεῷ, ἐπιτεῖνον τὴν ἔντευξιν ὑπερεντυγχάνει, ἐγὼ οἶμαι ὅτι περὶ τῶν ὑπερνικώντων, ὁποῖος Παῦλος ἦν λέγων · ἀλλ’ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν . εἰκὸς δ’ὅτι ἐντυγχάνει μόνον περὶ τῶν οὐ τηλικούτων μὲν, ὡς ὑπερνικᾶν, οὐ τοιούτων δὲ πάλιν, ὥστε νικᾶσθαι, ἀλλὰ νικώντων.

2.4ἐχόμενον δὲ τοῦ τί δὲ δεῖ προσεύξασθαι καθὸ δεῖ οὐκ οἴδαμεν. ἀλλὰ τὸ πνεῦμα στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνει τῷ θεῷ τὸ προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ · ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ . οὐ δὲ γὰρ δύναται ἡμῶν νοῦς προσεύξασθαι, ἐὰν μὴ πρὸ αὐτοῦ τὸ πνεῦμα προσεύξηται οἱονεὶ ἐν ὑπηκόῳ αὐτοῦ, ὥσπερ οὐ δὲ ψᾶλαι καὶ εὐρύθμως καὶ ἐμμελῶς καὶ ἐμμέτρως καὶ συμφώνως ὑμνῆσαι τὸν πατέρα ἐν Χριστῷ, ἐὰν μὴ τὸ πνεῦμα τὸ πάντα ἐρευνῶν, καὶ τὰ βάθη τοῦ θεοῦ, πρότερον αἰνέσῃ καὶ ὑμνήσῃ τοῦτον, οὗ τὰ βάθη ἠρεύνηκε καὶ, ὡς ἐξίσχυσε, κατείληφεν. ἐγὼ δὲ οἴομαι συναισθόμενόν τινα τῶν τοῦ Ἰησοῦ μαθητῶν τῆς ἀνθρωπίνης ἀσθενείας, ἀπολειπομένης τοῦ ὃν τρόπον εὔχεσθαι δεῖ, καὶ μάλιστα τοῦτ’ἐγνωκότα, ὅτε ἐπιστημόνων καὶ μεγάλων λόγων ἤκουεν ἀπαγγελλομένων ὑπὸ τοῦ σωτῆρος ἐν τῇ πρὸς τὸν πατέρα εὐχῇ, παυσαμένῳ τοῦ προσεύχεσθαι τῷ κυρίῳ εἰρηκέναι · κύριε, δί δαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξε τοὺς μαθητὰς αὐτοῦ . ὅλος δὲ εἱρμὸς τοῦ ῥητοῦ οὕτως ἔχει · καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον ἐν τόπῳ τινὶ, ὡς ἐπαύσατο, εἶπέ τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν · κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξε προσεύχεσθαι τοὺς μαθητὰς αὐτοῦ […] ἆρα γὰρ ἄνθρωπος, ἐντεθραμμένος τῇ νομικῇ κατηχήσει καὶ τῇ ἀκροάσει τῶν προφητικῶν λόγων τῶντε συναγωγῶν μὴ ἀπολειπόμενος, οὐκ ἠπίστατο ὁπωσδήποτε εὔχεσθαι, μέχρις οὗ ἴδῃ τὸν κύριον εὐχόμενον ἐν τόπῳ τινί ; ἀλλὰ τοῦτο ἄτοπον φάσκειν · ηὔχετο μὲν γὰρ κατὰ τὰ Ἰουδαίων ἔθη, ἑώρα δὲ μείζονος ἐπιστήμης ἑαυτὸν δεόμενον εἰς τὸν περὶ τῆς εὐχῆς τόπον. τί δὲ καὶ Ἰωάννης ἐδίδασκε τοὺς μαθητὰς περὶ τῆς εὐχῆς, ἀπὸ Ἱεροσολύμων καὶ πάσης τῆς Ἰουδαίας καὶ τῆς περιχώρου ἐρχομένους βαπτίζεσθαι πρὸς αὐτὸν, εἰ μή τινα κατὰ τὸ περισσότερον εἶναι προφήτου ἔβλεπε περὶ τῆς εὐχῆς, ἅπερ εἰκὸς ὅτι οὐ πᾶσι τοῖς βαπτιζομένοις ἀλλὰ τοῖς πρὸς τὸ βαπτίζεσθαι μαθητευομένοις ἐν ἀπορρήτῳ παρεδίδου;

2.5αἱ τοιαῦται δὲ εὐχαὶ αἱ ὄντως πνευματικαὶ, προσευχομένου ἐν τῇ καρδίᾳ τῶν ἁγίων τοῦ πνεύματος, ἀνεγράφησαν, πεπληρωμέναι ἀπορρήτων καὶ θαυμασίων δογμάτων · ἐν μὲν γὰρ τῇ πρώτῃ τῶν Βασιλειῶν ἐκ μέρους τῆς Ἄννης (ὅλη γὰρ. ὅτε ἐπλήθυνε προσευχομένη ἐνώπιον κυρίου, λαλοῦσα ἐν τῇ καρδίᾳ αὐτῆς, οὐκ ἐχάρη γραφῇ), ἐν δὲ ψαλμοῖς ἑκκαιδέκατος ψαλμὸς προσευχὴ τοῦ Δαυΐδ ἐπιγέγραπται, καὶ ἔνατος καὶ ὀγδοηκοστὸς προσευχὴ τῷ Μωϋσεῖ, ἀνθρώπῳ τοῦ θεοῦ, καὶ πρῶτος καὶ ἑκατοστὸς προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ καὶ ἐναντίον κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ · αἵτινες προσευχαὶ, ἐπεὶ ἀληθῶς ἦσαν προσευχαὶ γινόμεναι πνεύματι λεγόμεναίτε, καὶ τῶν δογμάτων τῆς τοῦ θεοῦ σοφίας πεπλήρωνται, ὥστε εἰπεῖν ἄν τινα περὶ τῶν ἐν αὐταῖς ἐπαγγελλομένων · τίς σοφὸς, καὶ συνήσει ταύτας; καὶ συνετὸς, καὶ ἐπιγνώσεται αὐτάς ;

2.6ἐπεὶ τοίνυν τηλικοῦτόν ἐστι τὸ περὶ τῆς εὐχῆς διαλαβεῖν, ὡς δεῖσθαι τοῦ καὶ εἰς τοῦτο φωτίζοντος πατρὸς καὶ αὐτοῦ τοῦ πρωτοτόκου λόγου διδάσκοντος τοῦτε πνεύματος ἐνεργοῦντος εἰς τὸ νοεῖν καὶ λέγειν ἀξίως τοῦ τηλικούτου προβλήματος, εὐξάμενος ὡς ἄνθρωπος (οὐ γάρ που ἐμαυτῷ δίδωμι χωρεῖν τὴν προσευχὴν) τοῦ πνεύματος πρὸ τοῦ λόγου τυχεῖν τῆς εὐχῆς ἀξιῶ, ἵνα λόγος πληρέστατος καὶ πνευματικὸς ἡμῖν δωρηθῇ, καὶ αἱ ἐν τοῖς εὐαγγελίοις ἀναγεγραμμέναι σαφηνισθῶσιν εὐχαί. ἀρκτέον οὖν ἤδη τοῦ περὶ τῆς εὐχῆς λόγου.