On Prayer, Chapter 20

Origen

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
20

20.1εἰ δέ ἐστι τὶς διαφορὰ ἐκκλησίας καὶ συναγωγῆς (τῆς μὲν κυρίως ἐκκλησίας οὐκ ἐχούσης σπῖλον ῥυτίδα τι τῶν τοιούτων ἀλλὰ ἁγίας καὶ ἀμώμου τυγχανούσης, εἰς ἣν οὔτε ἐκ πόρνης εἰσέρχεται οὔτε θλαδίας ἀποκεκομμένος ἀλλ’οὐ δὲ Αἰγύπτιος Ἰδουμαῖος, ἐὰν μὴ υἱῶν γεννηθέντων αὐτοῖς διὰ τὴν τρίτην γενεὰν μόλις δυνηθῶσιν ἐφαρμόσαι τῇ ἐκκλησίᾳ, οὐ δὲ Μωαβίτης καὶ Ἀμμανίτης, ἐὰν μὴ δεκάτη γενεὰ πληρωθῇ καὶ αἰὼν τελεσθῇ · τῆς δὲ συναγωγῆς ὑπὸ ἑκατοντάρχου οἰκοδομουμένης, ἐν τοῖς πρὸ τῆς Ἰησοῦ ἐπιδημίας χρόνοις τοῦτο ποιοῦντος, ὅτε οὐδέπω μεμαρτύρηται πίστιν ἔχειν, ὁπόσην οὐ δὲ ἐν τῷ Ἰσραὴλ εὗρεν υἱὸς τοῦ θεοῦ), φιλῶν δὴ προσεύχεσθαι ἐν ταῖς συναγωγαῖς οὐ μακράν ἐστι τῶν γωνιῶν τῶν πλατειῶν. ἀλλ’οὐχ ἅγιος τοιοῦτος · οὐ φιλεῖ γὰρ προσεύχεσθαι ἀλλὰ ἀγαπᾷ, καὶ οὐκ ἐν συναγωγαῖς ἀλλ’ἐν ἐκκλησίαις, καὶ οὐκ ἐν γωνίαις πλατειῶν ἀλλ’ἐν τῇ εὐθύτητι τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, ἀλλὰ καὶ οὐκ ἵνα φανῇ τοῖς ἀνθρώποις ἀλλ’ἵν’ὀφθῇ ἐνώπιον κυρίου τοῦ θεοῦ. ἄρρην γάρ ἐστι τὸν δεκτὸν ἐνιαυτὸν κυρίου νοῶν καὶ τὴν ἐντολὴν τηρῶν τὴν λέγουσαν · τρὶς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικὸν ἐνώπιον κυρίου τοῦ θεοῦ.

20.2ἐπιμελῶς δὲ ἀκουστέον τοῦ φανῶσιν, ἐπεὶ οὐδὲν φαινόμενον καλόν ἐστιν, οἱονεὶ δοκήσει ὂν καὶ οὐκ ἀληθῶς καὶ τὴν φαντασίαν πλανῶν ἀλλ’οὐκ ἀκριβῶς καὶ ἀληθῶς ἐκτυποῦν. ὥσπερ δὲ οἱ ἐν τοῖς θεάτροις δραμάτων τινῶν ὑποκριταὶ οὐχ ὅπερ λέγουσίν εἰσιν, οὐ δ’ὅπερ βλέπονται καθ’ περίκεινται πρόσωπον τοῦτο τυγχάνουσιν · οὕτως καὶ πάντες οἱ ἐπιμορφάζοντες τῷ δοκεῖν τὴν τοῦ καλοῦ φαντασίαν οὐ δίκαιοι ἀλλ’ὑποκριταί εἰσι δικαιοσύνης, καὶ αὐτοὶ ἐν ἰδίῳ θεάτρῳ ὑποκρι νόμενοι, ταῖς συναγωγαῖς καὶ ταῖς γωνίαις τῶν πλατειῶν. δὲ μὴ ὑποκριτὴς ἀλλὰ πᾶν τὸ ἀλλότριον ἀποθέμενος, ἐν τῷ παντὸς τοῦ προειρημένου θεάτρου καθ’ὑπερβολὴν μείζονι ἑαυτὸν ἀρέσκειν εὐτρεπίζων, εἰσέρχεται εἰς τὸ ἑαυτοῦ ταμεῖον, ἐπὶ τοῦ ἐναποτεθησαυρισμένου πλούτου τὸν τῆς σοφίας καὶ γνώσεως θησαυρὸν ἑαυτῷ ἀποκλείσας · καὶ μηδαμῶς ἔξω νεύων μη δὲ περὶ τὰ ἔξω κεχηνὼς πᾶσάντε τὴν θύραν τῶν αἰσθητηρίων ἀποκλείσας, ἵνα μὴ ἕλκηται ὑπὸ τῶν αἰσθήσεων μη δὲ ἐκείνων φαντασία τῷ νῷ αὐτοῦ ἐπεισκρίνηται, προσεύχεται τῷ τὸ τοιοῦτον κρυπτὸν μὴ φεύγοντι μη δὲ ἐγκαταλείποντι πατρὶ ἀλλ’ἐν αὐτῷ κατοικοῦντι, συμπαρόντος αὐτῷ καὶ τοῦ μονογενοῦς. ἐγὼ γὰρ, φησὶ, καὶ πατὴρ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ’αὐτῷ ποιησόμεθα. δῆλον δὲ ὅτι τῷ δικαίῳ, ἐὰν δὴ οὕτως εὐχώμεθα, οὐ μόνον θεῷ ἀλλὰ καὶ πατρὶ ἐντευξόμεθα, ὡς υἱῶν μὴ ἀπολειπομένῳ ἀλλὰ παρόντι ἡμῶν τῷ κρυπτῷ καὶ ἐφορῶντι αὐτὸ καὶ πλείονα τὰ ἐν τῷ ταμείῳ ποιοῦντι, ἐὰν αὐτοῦ τὴν θύραν ἀποκλείσωμεν.