Jeremiah, Chapter 47

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
  37. 37
  38. 38
  39. 39
  40. 40
  41. 41
  42. 42
  43. 43
  44. 44
  45. 45
  46. 46
  47. 47
  48. 48
  49. 49
  50. 50
  51. 51
  52. 52
47

47.1 λόγος γενόμενος παρὰ Κυρίου πρὸς Ἱερεμίαν ὕστερον μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ναβουζαρδὰν τὸν ἀρχιμάγειρον τὸν ἐκ Δαμὰν ἐν τῷ λαβεῖν αὐτὸν ἐν χειροπέδαις, ἐν μέσῳ ἀποικίας Ἰούδα τῶν ἠγμένων εἰς Βαβυλῶνα.

47.2καὶ ἔλαβεν αὐτὸν ἀρχιμάγειρος καὶ εἶπεν αὐτῷ · Κύριος Θεός σου ἐλάλησε τὰ κακὰ ταῦτα ἐπὶ τὸν τόπον τοῦτον, καὶ ἐποίησε Κύριος, ὅτι ἡμάρτετε αὐτῷ, καὶ οὐκ ἠκούσατε τῆς φωνῆς αὐτοῦ.

47.4ἰδοὺ ἔλυσά σε ἀπὸ τῶν χειροπέδων τῶν ἐπὶ τὰς χεῖράς σου · εἰ καλὸν ἐναντίον σου ἐλθεῖν μετ’ἐμοῦ εἰς Βαβυλῶνα, ἧκε, καὶ θήσω τοὺς ὀφθαλμούς μου ἐπὶ σέ ·

47.5εἰ δὲ μή, ἀπότρεχε καὶ ἀνάστρεψον πρὸς τὸν Γοδολίαν υἱὸν Ἀχεικάμ, υἱοῦ Σαφάν, ὃν κατέστησε βασιλεὺς Βαβυλῶνος ἐν γῇ Ἰούδα, καὶ οἴκησον μετ’αὐτοῦ ἐν μέσῳ τοῦ λαοῦ ἐν γῇ Ἰούδα · εἰς ἅπαντα τὰ ἀγαθὰ ἐν ὀφθαλμοῖς σου τοῦ πορευθῆναι ἐκεῖ, καὶ πορεύου. καὶ ἔδωκεν αὐτῷ ἀρχιμάγειρος δῶρα καὶ ἀπέστειλεν αὐτόν.

47.6καὶ ἦλθε πρὸς Γοδολίαν εἰς Μασσηφὰ καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ αὐτοῦ τοῦ καταλειφθέντος ἐν τῇ γῇ. καὶ ἤκουσαν πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως τῆς ἐν ἀγρῷ αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησε βασιλεὺς Βαβυλῶνος τὸν Γοδολίαν ἐν τῇ γῇ καὶ παρακατέθετο αὐτῷ ἄνδρας καὶ γυναῖκας αὐτῶν, οὓς οὐκ ἀπῴκισεν εἰς Βαβυλῶνα.

47.8καὶ ἦλθε πρὸς Γοδολίαν εἰς Μασσηφὰ Ἰσμαὴλ υἱὸς Ναθανίου καὶ Ἰωνὰν υἱὸς Καρηὲ καὶ Σαραίας υἱὸς Θαναεμὲθ καὶ υἱοὶ Ἰωφὲ τοῦ Νετωφαθὶ καὶ Ἐζονίας υἱὸς τοῦ Μωχαθί, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν.

47.9καὶ ὤμοσεν αὐτοῖς Γοδολίας καὶ τοῖς ἀνδράσιν αὐτῶν λέγων · μὴ φοβηθῆτε ἀπὸ προσώπου τῶν παίδων τῶν Χαλδαίων · κατοικήσατε ἐν τῇ γῇ καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ βέλτιον ἔσται ὑμῖν.

47.10καὶ ἰδοὺ ἐγὼ κάθημαι ἐναντίον ὑμῶν εἰς Μασσηφὰ στῆναι κατὰ πρόσωπον τῶν Χαλδαίων, οἳ ἂν ἔλθωσιν ἐφ’ὑμᾶς, καὶ ὑμεῖς συνάγετε οἶνον καὶ ὀπώραν καὶ ἔλαιον καὶ βάλετε εἰς τὰ ἀγγεῖα ὑμῶν καὶ οἰκήσατε ἐν ταῖς πόλεσιν, αἷς κατεκρατήσατε.

47.11καὶ πάντες οἱ Ἰουδαῖοι οἱ ἐν γῇ Μωὰβ καὶ ἐν υἱοῖς Ἀμμὼν καὶ οἱ ἐν τῇ Ἰδουμαίᾳ καὶ οἱ ἐν πάσῃ τῇ γῇ ἤκουσαν ὅτι ἔδωκε βασιλεὺς Βαβυλῶνος κατάλειμμα τῷ Ἰούδᾳ, καὶ ὅτι κατέστησεν ἐπ’αὐτοὺς τὸν Γοδολίαν υἱὸν Ἀχεικάμ.

47.12καὶ ἦλθον πρὸς Γοδολίαν εἰς γῆν Ἰούδα εἰς Μασσηφὰ καὶ συνήγαγον οἶνον καὶ ὀπώραν πολλὴν σφόδρα καὶ ἔλαιον. καὶ Ἰωανὰν υἱὸς Καρηὲ καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως, οἱ ἐν τοῖς ἀγροῖς, ἦλθον πρὸς τὸν Γοδολίαν εἰς Μασσηφὰ καὶ εἶπαν αὐτῷ ·

47.14εἰ γνώσει γινώσκεις ὅτι Βελεισσὰ βασιλεὺς υἱὸς υἱῶν Ἀμμὼν ἀπέστειλε πρὸς σὲ τὸν Ἰσμαὴλ πατάξαι σου ψυχήν; καὶ οὐκ ἐπίστευσεν αὐτοῖς Γοδολίας.

47.15καὶ εἶπεν Ἰωανὰν τῷ Γοδολίᾳ κρυφαίως ἐν Μασσηφᾷ · πορεύσομαι δὴ καὶ πατάξω τὸν Ἰσμαὴλ καὶ μηθεὶς γνώτω, μὴ πατάξῃ σου ψυχὴν καὶ διασπαρῇ πᾶς Ἰούδα οἱ συνηγμένοι πρὸς σὲ καὶ ἀπολοῦνται οἱ κατάλοιποι Ἰούδα.

47.16καὶ εἶπε Γοδολίας πρὸς Ἰωανάν · μὴ ποιήσῃς τὸ πρᾶγμα τοῦτο, ὅτι ψευδῆ σὺ λέγεις περὶ Ἰσμαήλ.