Jeremiah, Chapter 18

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
  37. 37
  38. 38
  39. 39
  40. 40
  41. 41
  42. 42
  43. 43
  44. 44
  45. 45
  46. 46
  47. 47
  48. 48
  49. 49
  50. 50
  51. 51
  52. 52
18

18.1 λόγος γενόμενος παρὰ Κυρίου πρὸς Ἱερεμίαν λέγων ·

18.2ἀνάστηθι, καὶ κατάβηθι εἰς οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου.

18.3καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων ·

18.4καὶ ἔπεσε τὸ ἀγγεῖον, αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ πάλιν αὐτὸς ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ τοῦ ποιῆσαι.

18.5καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων ·

18.6εἰ καθὼς κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς, οἶκος Ἰσραήλ; ἰδοὺ ὡς πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν ταῖς χερσί μου.

18.7πέρας λαλήσω ἐπὶ ἔθνος ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς καὶ τοῦ ἀπολλύειν, καὶ ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς.

18.9καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι, καὶ ποιήσωσι τὰ πονηρὰ ἐναντίον μου τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν, ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς.

18.11καὶ νῦν εἰπὸν πρὸς ἄνδρας Ἰούδα καὶ πρὸς τοὺς κατοικοῦντας Ἱερουσαλήμ · ἰδοὺ ἐγὼ πλάσσω ἐφ’ὑμᾶς κακὰ καὶ λογίζομαι ἐφ’ὑμᾶς λογισμόν · ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ καλλίονα ποιήσατε τά ἐπιτηδεύματα ὑμῶν.

18.12καὶ εἶπαν · ἀνδριούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα καὶ ἕκαστος τὰ ἀρεστά τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν.

18.13διὰ τοῦτο τάδε λέγει Κύριος · ἐρωτήσατε δὴ ἐν ἔθνεσι · τίς ἤκουσε τοιαῦτα φρικτά, ἐποίησε σφόδρα παρθένος Ἰσραήλ;

18.14μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοὶ χιὼν ἀπὸ τοῦ Λιβάνου; μὴ ἐκκλινῇ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον;

18.15ὅτι ἐπελάθοντό μου λαός μου, εἰς κενὸν ἐθυμίασαν · καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ σύριγμα αἰώνιον ·

18.16πάντες οἱ διαπορευόμενοι δι’αὐτῆς ἐκστήσονται καὶ κινήσουσι τὴν κεφαλὴν αὐτῶν.

18.17ὡς ἄνεμον καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν αὐτῶν, δείξω αὐτοῖς ἡμέραν ἀπωλείας αὐτῶν.

18.18καὶ εἶπαν · δεῦτε καὶ λογισώμεθα ἐπὶ Ἱερεμίαν λογισμόν, ὅτι οὐκ ἀπολεῖται νόμος ἀπὸ ἱερέως καὶ βουλὴ ἀπὸ συνετοῦ καὶ λόγος ἀπὸ προφήτου · δεῦτε καὶ πατάξωμεν αὐτὸν ἐν γλώσσῃ καὶ ἀκουσόμεθα πάντας τοὺς λόγους αὐτοῦ.

18.19εἰσάκουσόν μου, Κύριε, καὶ εἰσάκουσον τῆς φωνῆς τοῦ δικαιώματός μου.

18.20εἰ ἀνταποδίδοται ἀντὶ ἀγαθῶν κακά; ὅτι συνελάλησαν ρήματα κακὰ τῆς ψυχῆς μου καὶ τὴν κόλασιν αὐτῶν ἔκρυψάν μοι · μνήσθητι ἑστηκότος μου κατὰ πρόσωπόν σου τοῦ λαλῆσαι ὑπὲρ αὐτῶν ἀγαθά, τοῦ ἀποστρέψαι τὸν θυμόν σου ἀπ’αὐτῶν.

18.21διὰ τοῦτο δὸς τοὺς υἱοὺς αὐτῶν εἰς λιμὸν καὶ ἄθροισον αὐτοὺς εἰς χεῖρας μαχαίρας · γενέσθωσαν αἱ γυναῖκες αὐτῶν ἄτεκνοι καὶ χῆραι, καὶ οἱ ἄνδρες αὐτῶν γενέσθωσαν ἀνῃρημένοι θανάτῳ καὶ οἱ νεανίσκοι αὐτῶν πεπτωκότες μαχαίρᾳ ἐν πολέμῳ.

18.22γενηθήτω κραυγὴ ἐν ταῖς οἰκίαις αὐτῶν, ἐπάξεις ἐπ’αὐτοὺς ληστὰς ἄφνω, ὅτι ἐνεχείρησαν λόγον εἰς σύλληψίν μου, καὶ παγίδας ἔκρυψαν ἐπ’ἐμέ.

18.23καὶ σύ, Κύριε, ἔγνως ἅπασαν τὴν βουλὴν αὐτῶν ἐπ’ἐμὲ εἰς θάνατον · μὴ ἀθῳώσῃς τὰς ἀδικίας αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀπὸ προσώπου σου μὴ ἐξαλείψῃς · γενέσθω ἀσθένεια αὐτῶν ἐναντίον σου, ἐν καιρῷ θυμοῦ σου ποίησον ἐν αὐτοῖς.