1010.1ἀκούσατε τὸν λόγον Κυρίου, ὃν ἐλάλησεν ἐφ’ὑμᾶς, οἶκος Ἰσραήλ ·
10.2τάδε λέγει Κύριος · κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε, ὅτι φοβοῦνται αὐτὰ τοῖς προσώποις αὐτῶν.
10.3ὅτι τὰ νόμιμα τῶν ἐθνῶν μάταια · ξύλον ἐστὶν ἐκ τοῦ δρυμοῦ ἐκκεκομμένον, ἔργον τέκτονος καὶ χώνευμα ·
10.4ἀργυρίῳ καὶ χρυσίῳ κεκαλλωπισμένα ἐστίν · ἐν σφύραις καὶ ἥλοις ἐστερέωσαν αὐτά, θήσουσιν αὐτά, καὶ οὐ κινηθήσονται ·
10.5ἀργύριον τορευτόν ἐστιν, οὐ πορεύσονται · ἀργύριον προσβλητὸν ἀπὸ Θαρσὶς ἥξει, χρυσίον Μωφὰζ καὶ χεὶρ χρυσοχόων, ἔργα τεχνιτῶν πάντα · ὑάκινθον καὶ πορφύραν ἐνδύσουσιν αὐτά · αἰρόμενα ἀρθήσονται, ὅτι οὐκ ἐπιβήσονται. μὴ φοβηθῆτε αὐτά, ὅτι οὐ μὴ κακοποιήσωσι, καὶ ἀγαθὸν οὐκ ἔστιν ἐν αὐτοῖς.
10.11οὕτως ἐρεῖτε αὐτοῖς · θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἐκ τῆς γῆς καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ τούτου.
10.12Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ὁ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ καὶ τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανόν, καὶ πλῆθος ὕδατος ἐν οὐρανῷ, καὶ ἀνήγαγε νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησε καὶ ἐξήγαγε φῶς ἐκ θησαυρῶν αὐτοῦ.
10.14ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως, κατῃσχύνθη πᾶς χρυσοχόος ἐπὶ τοῖς γλυπτοῖς αὐτοῦ, ὅτι ψευδῆ ἐχώνευσεν, οὐκ ἔστι πνεῦμα ἐν αὐτοῖς ·
10.15μάταιά ἐστιν, ἔργα ἐμπεπαιγμένα, ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται.
10.16οὐκ ἔστι τοιαύτη μερὶς τῷ Ἰακώβ, ὅτι ὁ πλάσας τὰ πάντα αὐτὸς κληρονομία αὐτοῦ, Κύριος ὄνομα αὐτῷ.
10.17συνήγαγεν ἔξωθεν τὴν ὑπόστασίν σου, κατοικοῦσα ἐν ἐκλεκτοῖς.
10.18ὅτι τάδε λέγει Κύριος · ἰδοὺ ἐγὼ σκελίζω τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἐν θλίψει, ὅπως εὑρεθῇ ἡ πληγή σου ·
10.19οὐαὶ ἐπὶ συντρίμματί σου, ἀλγηρὰ ἡ πληγή σου, κα- κἀγὼ εἶπα · ὄντως τοῦτο τὸ τραῦμά μου καὶ κατέλαβέ με ·
10.20ἡ σκηνή μου ἐταλαιπώρησεν, ὤλετο, καὶ πᾶσαι αἱ δέρρεις μου διεσπάσθησαν · οἱ υἱοί μου καὶ τὰ πρόβατά μου οὐκ εἰσίν, οὐκ ἔστιν ἔτι τόπος τῆς σκηνῆς μου, τόπος τῶν δέρρεών μου.
10.21ὅτι οἱ ποιμένες ἠφρονεύσαντο καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν · διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ καὶ διεσκοσπίσθησαν.
10.22φωνὴ ἀκοῆς ἰδοὺ ἔρχεται καὶ σεισμὸς μέγας ἐκ γῆς βορρᾶ τοῦ τάξαι τὰς πόλεις Ἰούδα εἰς ἀφανισμὸν καὶ κοίτην στρουθῶν.
10.23οἶδα, Κύριε, ὅτι οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐ δὲ ἀνὴρ πορεύσεται καὶ κατορθώσει πορείαν αὐτοῦ.
10.24παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς.
10.25ἔκχεον τὸν θυμόν σου ἐπὶ ἔθνη τὰ μὴ εἰδότα σε καὶ ἐπὶ γενεάς, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο, ὅτι κατέφαγον τὸν Ἰακὼβ καὶ ἐξανήλωσαν αὐτὸν καὶ τὴν νομὴν αὐτοῦ ἠρήμωσαν.