Jeremiah, Chapter 37

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
  37. 37
  38. 38
  39. 39
  40. 40
  41. 41
  42. 42
  43. 43
  44. 44
  45. 45
  46. 46
  47. 47
  48. 48
  49. 49
  50. 50
  51. 51
  52. 52
37

37.1 λόγος γενόμενος πρὸς Ἱερεμίαν παρὰ Κυρίου εἰπεῖν ·

37.2οὕτως εἶπε Κύριος Θεὸς Ἰσραὴλ λέγων · γράψον πάντας τοὺς λόγους, οὓς ἐχρημάτισα πρός σε, ἐπὶ βιβλίου.

37.3ὅτι ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ ἀποστρέψω τὴν ἀποικίαν λαοῦ μου Ἰσραὴλ καὶ Ἰούδα, εἶπε Κύριος, καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γῆν, ἣν ἔδωκα τοῖς πατράσιν αὐτῶν, καὶ κυριεύσουσιν αὐτῆς. καὶ οὗτοι οἱ λόγοι, οὓς ἐλάλησε Κύριος ἐπὶ Ἰσραὴλ καὶ Ἰούδα.

37.5οὕτως εἶπε Κύριος · φωνὴν φόβου ἀκούσεσθε · φόβος, καὶ οὐκ ἔστιν είρήνη.

37.6ἐρωτήσατε καὶ ἴδετε εἰ ἔτεκεν ἄρσεν, καὶ περὶ φόβου, ἐν καθέξουσιν ὀσφὺν καὶ σωτηρίαν · διότι ἑώρακα πάντα ἄνθρωπον καὶ αἱ χεῖρες αὐτοῦ ἐπὶ τῆς ὀσφύος αὐτοῦ, ἐστράφησαν πρόσωπα, εἰς ἴκτερον ἐγενήθη.

37.7ὅτι μεγάλη ἡμέρα ἐκείνη καὶ οὐκ ἔστιν τοιαύτη, καὶ χρόνος στενός ἐστι τῷ Ἰακώβ, καὶ ἀπὸ τούτου σωθήσεται.

37.8ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπε Κύριος, συντρίψω τὸν ζυγὸν ἀπὸ τοῦ τραχήλου αὐτῶν καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται αὐτοὶ ἔτι ἀλλοτρίοις ·

37.9καὶ ἐργῶνται τῷ Κυρίῳ Θεῷ αὐτῶν, καὶ τὸν Δαυὶδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς. οὕτως εἶπε Κύριος ·

37.12ἀνέστησα σύντριμμα, ἀλγηρὰ πληγή σου ·

37.13οὐκ ἔστι κρίνων κρίσιν σου, εἰς ἀλγηρὸν ἰατρεύθης, ὠφέλειά σοι οὐκ ἔστι.

37.14πάντες οἱ φίλοι σου ἐπελάθοντό σου, οὐ μὴ ἐπερωτήσωσιν · ὅτι πληγὴν ἐχθροῦ ἔπαισά σε, παιδείαν στερεάν · ἐπὶ πᾶσαν ἀδικίαν σου ἐπλήθυναν αἱ ἁμαρτίαι σου.

37.16διὰ τοῦτο πάντες οἱ ἔσθοντές σε βρωθήσονται, καὶ πάντες οἱ ἐχθροί σου κρέας αὐτῶν πᾶν ἔδονται · ἐπὶ πλῆθος ἀδικιῶν σου ἐπληθύνθησαν αἱ ἁμαρτίαι σου, ἐποίησαν ταῦτά σοι · καὶ ἔσονται οἱ διαφοροῦντές σε εἰς διαφόρημα, καὶ πάντας τοὺς προνομεύσαντάς σε δώσω εἰς προνομήν.

37.17ὅτι ἀνάξω τὸ ἴαμά σου, ἀπὸ πληγῆς ὀδυνηρᾶς ἰατρεύσω σε, φησὶ Κύριος, ὅτι Ἐσπαρμένη ἐκλήθης · θήρευμα ὑμῶν ἐστιν, ὅτι ζητῶν οὐκ ἔστιν αὐτήν.

37.18οὕτως εἶπε Κύριος · ἰδοὺ ἐγὼ ἀποστρέψω τὴν ἀποικίαν Ἰακὼβ καὶ τὴν αἰχμαλωσίαν αὐτοῦ ἐλεήσω · καὶ οἰκοδομηθήσεται πόλις ἐπὶ τὸ ὕψος αὐτῆς, καὶ ναὸς κατὰ τὸ κρίμα αὐτοῦ καθεδεῖται.

37.19καὶ ἐξελεύσονται ἀπ’αὐτῶν ᾄδοντες καὶ φωνὴ παιζόντων · καὶ πλεονάσω αὐτούς, καὶ οὐ μὴ ἐλαττωθῶσι.

37.20καὶ εἰσελεύσονται οἱ υἱοὶ αὐτῶν ὡς τὸ πρότερον, καὶ τὰ μαρτύρια αὐτῶν κατὰ πρόσωπόν μου ὀρθωθήσεται · καὶ ἐπισκέψομαι τοὺς θλίβοντας αὐτούς.

37.21καὶ ἔσονται ἰσχυρότεροι αὐτοῦ ἐπ’αὐτούς, καὶ ἄρχων αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται · καὶ συνάξω αὐτούς, καὶ ἀποστρέψουσι πρός με, ὅτι τίς ἐστιν οὗτος, ὃς ἔδωκε τὴν καρδίαν αὐτοῦ ἀποστρέψαι πρός με; φησὶ Κύριος.

37.23ὅτι ὀργὴ Κυρίου ἐξῆλθε θυμώδης, ἐξῆλθεν ὀργὴ στρεφομένη, ἐπ’ἀσεβεῖς ἥξει.

37.24οὐ μὴ ἀποστραφῇ ὀργὴ θυμοῦ Κυρίου, ἕως ποιήσῃ καὶ ἕως καταστήσῃ ἐγχείρημα καρδίας αὐτοῦ · ἐπ’ἐσχάτων τῶν ἡμερῶν γνώσεσθε αὐτά.