99.1ἄκουε, Ἰσραήλ · σὺ διαβαίνεις σήμερον τὸν Ἰορδάνην εἰσελθεῖν κληρονομῆσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερα μᾶλλον ἢ ὑμεῖς, πόλεις μεγάλας καὶ τειχήρεις ἕως τοῦ οὐρανοῦ, λαὸν μέγαν καὶ πολὺν καὶ εὐμήκη, υἱοὺς Ἐνάκ, οὓς σὺ οἶσθα καὶ σὺ ἀκήκοας ·
9.2τίς ἀντιστήσεται κατὰ πρόσωπον υἱῶν Ἐνάκ;
9.3καὶ γνώσῃ σήμερον, ὅτι Κύριος ὁ Θεός σου, οὗτος προπορεύσεται πρὸ προσώπου σου · πῦρ καταναλίσκον ἐστίν · οὗτος ἐξολοθρεύσει αὐτούς, καὶ οὗτος ἀποστρέψει αὐτοὺς ἀπὸ προσώπου σου, καὶ ἀπολεῖ αὐτοὺς ἐν τάχει, καθάπερ εἶπέ σοι Κύριος.
9.4μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ἐν τῷ ἐξαναλῶσαι Κύριον τὸν Θεόν σου τὰ ἔθνη ταῦτα πρὸ προσώπου σου λέγων · διὰ τὰς δικαιοσύνας μου εἰσήγαγέ με Κύριος κληρονομῆσαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην ·
9.5οὐχὶ διὰ τὴν δικαιοσύνην σου, οὐ δὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων Κύριος ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν, τῷ Ἁβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ.
9.6καὶ γνώσῃ σήμερον ὅτι οὐχὶ διὰ τὰς δικαιοσύνας σου Κύριος ὁ Θεός σου δίδωσί σοι τὴν γῆν τὴν ἀγαθὴν ταύτην κληρονομῆσαι, ὅτι λαὸς σκληροτράχηλος εἶ.
9.7μνήσθητι, μὴ ἐπιλάθῃ ὅσα παρώξυνας Κύριον τὸν Θεόν σου ἐν τῇ ἐρήμῳ · ἀφ’ἧς ἡμέρας ἐξήλθετε ἐξ Αἰγύπτου ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον, ἀπειθοῦντες διετελεῖτε τὰ πρὸς Κύριον.
9.8καὶ ἐν Χωρὴβ παρωξύνατε Κύριον, καὶ ἐθυμώθη Κύριος ἐφ’ὑμῖν ἐξολοθρεῦσαι ὑμᾶς, ἀναβαίνοντός μου εἰς τὸ ὄρος λαβεῖν τὰς πλάκας τὰς λιθίνας, πλάκας διαθήκης, ἃς διέθετο Κύριος πρὸς ὑμᾶς.
9.9καὶ κατεγινόμην ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας · ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον.
9.10καὶ ἔδωκέ μοι Κύριος τὰς δύο πλάκας τὰς λιθίνας γεγραμμένας ἐν τῷ δακτύλῳ τοῦ Θεοῦ, καὶ ἐπ’αὐταῖς ἐγέγραπτο πάντες οἱ λόγοι, οὓς ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἡμέρᾳ ἐκκλησίας ·
9.11καὶ ἐγένετο διὰ τεσσαράκοντα ἡμερῶν καὶ διὰ τεσσαράκοντα νυκτῶν ἔδωκε Κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιθίνας, πλάκας διαθήκης.
9.12καὶ εἶπε Κύριος πρός με · ἀνάστηθι, κατάβηθι τὸ τάχος ἐντεῦθεν, ὅτι ἠνόμησεν ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου · παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐνετείλω αὐτοῖς · καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα.
9.13καὶ εἶπε Κύριος πρός με λέγων · λελάληκα πρός σε ἅπαξ καὶ δὶς λέγων · ἑώρακα τὸν λαὸν τοῦτον, καὶ ἰδοὺ λαὸς σκληροτράχηλός ἐστι ·
9.14καὶ νῦν ἔασόν με ἐξολοθρεῦσαι αὐτούς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ ἰσχυρὸν καὶ πολὺ μᾶλλον ἢ τοῦτο.
9.15καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους, καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ, καὶ αἱ δύο πλάκες τῶν μαρτυρίων ἐπὶ ταῖς δυσὶ χερσί μου.
9.16καὶ ἰδὼν ὅτι ἡμάρτετε ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν καὶ ἐποιήσατε ὑμῖν αὐτοῖς χωνευτὸν καὶ παρέβητε ἀπὸ τῆς ὁδοῦ, ἧς ἐνετείλατο Κύριος ὑμῖν ποιεῖν, καὶ ἐπιλαβόμενος τῶν δύο πλακῶν ἔρριψα αὐτὰς ἀπὸ τῶν δύο χειρῶν μου, καὶ συνέτριψα ἐναντίον ὑμῶν.
9.18καὶ ἐδεήθην ἐναντίον Κυρίου δεύτερον καθάπερ καὶ τὸ πρότερον τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον, περὶ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν, ὧν ἡμάρτετε ποιῆσαι τὸ πονηρὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ παροξῦναι αὐτόν.
9.19καὶ ἔκφοβός εἰμι διὰ τὸν θυμὸν καὶ τὴν ὀργήν, ὅτι παρωξύνθη Κύριος ἐφ’ὑμῖν τοῦ ἐξολοθρεῦσαι ὑμᾶς καὶ εἰσήκουσε Κύριος ἐμοῦ καὶ ἐν τῷ καιρῷ τούτῳ.
9.20καὶ ἐπὶ Ἀαρὼν ἐθυμώθη ἐξολοθρεῦσαι αὐτόν, καὶ ηὐξάμην καὶ περὶ Ἀαρὼν ἐν τῷ καιρῷ ἐκείνῳ.
9.21καὶ τὴν ἁμαρτίαν ὑμῶν, ἣν ἐποιήσατε, τὸν μόσχον, ἔλαβον αὐτὸν καὶ κατέκαυσα αὐτὸν ἐν πυρὶ καὶ συνέκοψα αὐτὸν καταλέσας σφόδρα, ἕως οὗ ἐγένετο λεπτόν · καὶ ἐγένετο ὡσεὶ κονιορτός, καὶ ἔρριψα τὸν κονιορτὸν εἰς τὸν χειμάρρουν τὸν καταβαίνοντα ἐκ τοῦ ὄρους.
9.22καὶ ἐν τῷ Ἐμπυρισμῷ καὶ ἐν τῷ Πειρασμῷ, καὶ ἐν τοῖς Μνήμασι τῆς ἐπιθυμίας παροξύναντες ἦτε Κύριον τὸν Θεὸν ὑμῶν.
9.23καὶ ὅτε ἐξαπέστειλεν ὑμᾶς Κύριος ἐκ Κάδης Βαρνὴ λέγων · ἀνάβητε καὶ κληρονομήσατε τὴν γῆν, ἣν δίδωμι ὑμῖν, καὶ ἠπειθήσατε τῷ ρήματι Κυρίου τοῦ Θεοῦ ὑμῶν καὶ οὐκ ἐπιστεύσατε αὐτῷ καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς αὐτοῦ.
9.24ἀπειθοῦντες ἦτε τὰ πρὸς Κύριον ἀπὸ τῆς ἡμέρας, ἧς ἐγνώσθη ὑμῖν.
9.25καὶ ἐδεήθην ἔναντι Κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ὅσας ἐδεήθην · εἶπε γὰρ Κύριος ἐξολοθρεῦσαι ὑμᾶς ·
9.26καὶ ηὐξάμην πρὸς τὸν Θεὸν καὶ εἶπα · Κύριε βασιλεῦ τῶν θεῶν, μὴ ἐξολοθρεύσῃς τὸν λαόν σου καὶ τὴν μερίδα σου, ἣν ἐλυτρώσω, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύϊ σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ ·
9.27μνήσθητι Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν θεραπόντων σου, οἷς ὤμοσας κατὰ σεαυτοῦ · μὴ ἐπιβλέψῃς ἐπὶ τὴν σκληρότητα τοῦ λαοῦ τούτου καὶ τὰ ἀσεβήματα, καὶ τὰ ἁμαρτήματα αὐτῶν, μὴ εἴπωσιν οἱ κατοικοῦντες τὴν γῆν, ὅθεν ἐξήγαγες ἡμᾶς ἐκεῖθεν, λέγοντες ·
9.28παρὰ τὸ μὴ δύνασθαι Κύριον εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν, ἣν εἶπεν αὐτοῖς, καὶ παρὰ τὸ μισῆσαι αὐτοὺς ἐξήγαγεν αὐτοὺς ἐν τῇ ἐρήμῳ ἀποκτεῖναι αὐτούς.
9.29καὶ οὗτοι λαός σου καὶ κλῆρός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύϊ σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ.