Deuteronomy, Chapter 4

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
4

4.1καὶ νῦν, Ἰσραήλ, ἄκουε τῶν δικαιωμάτων καὶ τῶν κριμάτων, ὅσα ἐγὼ διδάσκω ὑμᾶς σήμερον ποιεῖν, ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν, ἣν Κύριος Θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν.

4.2οὐ προσθήσετε πρὸς τὸ ρῆμα ἐγὼ ἐντέλλομαι ὑμῖν, καὶ οὐκ ἀφελεῖτε ἀπ’αὐτοῦ · φυλάσσεσθε τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον.

4.3οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασι πάντα, ὅσα ἐποίησε Κύριος Θεὸς ἡμῶν τῷ Βεελφεγώρ, ὅτι πᾶς ἄνθρωπος, ὅστις ἐπορεύθη ὀπίσω Βεελφεγώρ, ἐξέτριψεν αὐτὸν Κύριος Θεὸς ὑμῶν ἐξ ὑμῶν.

4.4ὑμεῖς δὲ οἱ προσκείμενοι Κυρίῳ τῷ Θεῷ ὑμῶν ζῆτε πάντες ἐν τῇ σήμερον.

4.5ἴδετε, δέδειχα ὑμῖν δικαιώματα καὶ κρίσεις, καθὰ ἐνετείλατό μοι Κύριος, ποιῆσαι οὕτως ἐν τῇ γῇ, εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομεῖν αὐτήν ·

4.6καὶ φυλάξεσθε καὶ ποιήσετε, ὅτι αὕτη σοφία καὶ σύνεσις ὑμῶν ἐναντίον πάντων τῶν ἐθνῶν, ὅσοι ἐὰν ἀκούσωσι πάντα τὰ δικαιώματα ταῦτα καὶ ἐροῦσιν · ἰδοὺ λαὸς σοφὸς καὶ ἐπιστήμων τὸ ἔθνος τὸ μέγα τοῦτο.

4.7ὅτι ποῖον ἔθνος μέγα, ἐστιν αὐτῷ Θεὸς ἐγγίζων αὐτοῖς, ὡς Κύριος Θεὸς ἡμῶν ἐν πᾶσιν, οἷς ἐὰν αὐτὸν ἐπικαλεσώμεθα;

4.8καὶ ποῖον ἔθνος μέγα, ἐστιν αὐτῷ δικαιώματα καὶ κρίματα δίκαια κατὰ πάντα τὸν νόμον τοῦτον, ὃν ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον;

4.9πρόσεχε σεαυτῷ καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα, μὴ ἐπιλάθῃ πάντας τοὺς λόγους, οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου · καὶ μὴ ἀποστήτωσαν ἀπὸ τῆς καρδίας σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ συμβιβάσεις τοὺς υἱούς σου καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου ἡμέραν, ἣν ἔστητε ἐνώπιον Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, ὅτι εἶπε Κύριος πρός με ·

4.10ἐκκλησίασον πρός με τὸν λαόν, καὶ ἀκουσάτωσαν τὰ ρήματά μου, ὅπως μάθωσι φοβεῖσθαί με πάσας τὰς ἡμέρας, ἃς αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, καὶ τοὺς υἱοὺς αὐτῶν διδάξουσι.

4.11καὶ προσήλθετε καὶ ἔστητε ὑπὸ τὸ ὄρος, καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ, σκότος, γνόφος, θύελλα, φωνὴ μεγάλη.

4.12καὶ ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρὸς φωνὴν ρημάτων, ἣν ὑμεῖς ἠκούσατε, καὶ ὁμοίωμα οὐκ εἴδετε, ἀλλ’ φωνήν ·

4.13καὶ ἀνήγγειλεν ὑμῖν τὴν διαθήκην αὐτοῦ, ἣν ἐνετείλατο ὑμῖν ποιεῖν, τὰ δέκα ρήματα, καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιθίνας.

4.14καὶ ἐμοὶ ἐνετείλατο Κύριος ἐν τῷ καιρῷ ἐκείνῳ διδάξαι ὑμᾶς δικαιώματα καὶ κρίσεις, ποιεῖν ὑμᾶς αὐτά ἐπὶ τῆς γῆς, εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν.

4.15καὶ φυλάξεσθε σφόδρα τὰς ψυχὰς ὑμῶν, ὅτι οὐκ εἴδετε ὁμοίωμα ἐν τῇ ἡμέρᾳ, ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐν Χωρὴβ ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός.

4.16μὴ ἀνομήσητε καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα πᾶσαν εἰκόνα ὁμοίωμα ἀρσενικοῦ θηλυκοῦ, ὁμοίωμα παντὸς κτήνους τῶν ὄντων ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ὀρνέου πτερωτοῦ, πέταται ὑπὸ τὸν οὐρανόν, ὁμοίωμα παντὸς ἑρπετοῦ, ἕρπει ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ἰχθύος, ὅσα ἐστὶν ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.

4.19καὶ μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς καὶ λατρεύσῃς αὐτοῖς, ἀπένειμε Κύριος Θεός σου αὐτὰ πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ.

4.20ὑμᾶς δὲ ἔλαβεν Θεὸς καὶ ἐξήγαγεν ὑμᾶς ἐκ τῆς καμίνου τῆς σιδηρᾶς, ἐξ Αἰγύπτου, εἶναι αὐτῷ λαὸν ἔγκληρον ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ.

4.21καὶ Κύριος Θεὸς ἐθυμώθη μοι περὶ τῶν λεγομένων ὑφ’ὑμῶν καὶ ὤμοσεν ἵνα μὴ διαβῶ τὸν Ἰορδάνην τοῦτον καὶ ἵνα μὴ εἰσέλθω εἰς τὴν γῆν, ἣν Κύριος Θεός σου δίδωσί σοι ἐν κλήρῳ ·

4.22ἐγὼ γὰρ ἀποθνήσκω ἐν τῇ γῇ ταύτῃ καὶ οὐ διαβαίνω τὸν Ἰορδάνην τοῦτον, ὑμεῖς δὲ διαβαίνετε καὶ κληρονομήσετε τὴν γῆν τὴν ἀγαθὴν ταύτην.

4.23προσέχετε ὑμεῖς, μὴ ἐπιλάθησθε τὴν διαθήκην Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἣν διέθετο πρὸς ὑμᾶς, καὶ ἀνομήσητε, καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα πάντων, ὧν συνέταξέ σοι Κύριος Θεός σου ·

4.24ὅτι Κύριος Θεός σου πῦρ καταναλίσκον ἐστί, Θεὸς ζηλωτής.

4.25ἐὰν δὲ γεννήσῃς υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν σου καὶ χρονίσητε ἐπὶ τῆς γῆς καὶ ἀνομήσητε καὶ ποιήσητε γλυπτὸν ὁμοίωμα παντὸς καὶ ποιήσητε τὸ πονηρὸν ἐνώπιον Κυρίου τοῦ Θεοῦ ὑμῶν παροργίσαι αὐτόν, διαμαρτύρομαι ὑμῖν σήμερον τόντε οὐρανὸν καὶ τὴν γῆν, ὅτι ἀπωλείᾳ ἀπολεῖσθε ἀπὸ τῆς γῆς, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν.

4.26οὐχὶ πολυχρονιεῖτε ἡμέρας ἐπ’αὐτῆς, ἀλλ’ ἐκτριβῇ ἐκτριβήσεσθε.

4.27καὶ διασπερεῖ Κύριος ὑμᾶς ἐν πᾶσι τοῖς ἔθνεσι καὶ καταλειφθήσεσθε ὀλίγοι ἀριθμῷ ἐν πᾶσι τοῖς ἔθνεσιν, εἰς οὓς εἰσάξει Κύριος ὑμᾶς ἐκεῖ.

4.28καὶ λατρεύσετε ἐκεῖ θεοῖς ἑτέροις, ἔργοις χειρῶν ἀνθρώπων, ξύλοις καὶ λίθοις, οἳ οὐκ ὄψονται οὐ δὲ μὴ ἀκούσωσιν οὔτε μὴ φάγωσιν οὔτε μὴ ὀσφρανθῶσι.

4.29καὶ ζητήσετε ἐκεῖ Κύριον τὸν Θεὸν ὑμῶν καὶ εὑρήσετε αὐτόν, ὅταν ἐκζητήσητε αὐτὸν ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου ἐν τῇ θλίψει σου ·

4.30καὶ εὑρήσουσί σε πάντες οἱ λόγοι οὗτοι ἐπ’ἐσχάτῳ τῶν ἡμερῶν, καὶ ἐπιστραφήσῃ πρὸς Κύριον τὸν Θεόν σου καὶ εἰσακούσῃ τῆς φωνῆς αὐτοῦ ·

4.31ὅτι Θεὸς οἰκτίρμων Κύριος Θεός σου, οὐκ ἐγκαταλείψει σε οὐ δὲ μὴ ἐκτρίψῃ σε, οὐκ ἐπιλήσεται τὴν διαθήκην τῶν πατέρων σου, ἣν ὤμοσεν αὐτοῖς Κύριος.

4.32ἐπερωτήσατε ἡμέρας προτέρας τὰς γενομένας προτέρας σου ἀπὸ τῆς ἡμέρας, ἧς ἔκτισεν Θεὸς ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ οὐρανοῦ ἕως τοῦ ἄκρου τοῦ οὐρανοῦ, εἰ γέγονε κατὰ τὸ ρῆμα τὸ μέγα τοῦτο, εἰ ἤκουσται τοιοῦτο ·

4.33εἰ ἀκήκοεν ἔθνος φωνὴν Θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρός, ὃν τρόπον ἀκήκοας σὺ καὶ ἔζησας ·

4.34εἰ ἐπείρασεν Θεὸς εἰσελθὼν λαβεῖν ἑαυτῷ ἔθνος ἐκ μέσου ἔθνους ἐν πειρασμῷ καὶ ἐν σημείοις καὶ ἐν τέρασι καί ἐν πολέμῳ καὶ ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν ὁράμασι μεγάλοις κατὰ πάντα, ὅσα ἐποίησε Κύριος Θεὸς ἡμῶν ἐν Αἰγύπτῳ ἐνώπιόν σου βλέποντος ·

4.35ὥστε εἰδῆσαί σε ὅτι Κύριος Θεός σου, οὗτος Θεός ἐστι, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ.

4.36ἐκ τοῦ οὐρανοῦ ἀκουστὴ ἐγένετο φωνὴ αὐτοῦ παιδεῦσαί σε, καὶ ἐπὶ τῆς γῆς ἔδειξέ σοι τὸ πῦρ αὐτοῦ τὸ μέγα, καὶ τὰ ρήματα αὐτοῦ ἤκουσας ἐκ μέσου τοῦ πυρός.

4.37διὰ τὸ ἀγαπῆσαι αὐτὸν τοὺς πατέρας σου καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ’αὐτοὺς ὑμᾶς καὶ ἐξήγαγέ σε αὐτὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ τῇ μεγάλῃ ἐξ Αἰγύπτου ἐξολοθρεῦσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερά σου πρὸ προσώπου σου, εἰσαγαγεῖν σε δοῦναί σοι τὴν γῆν αὐτῶν κληρονομεῖν, καθὼς ἔχεις σήμερον.

4.39καὶ γνώσῃ σήμερον καὶ ἐπιστραφήσῃ τῇ διανοίᾳ ὅτι Κύριος Θεός σου οὗτος Θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ ·

4.40καὶ φυλάξασθε τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σέ, ὅπως μακροήμεροι γένησθε ἐπὶ τῆς γῆς, ἧς Κύριος Θεός σου δίδωσί σοι πάσας τὰς ἡμέρας.

4.41τότε ἀφώρισε Μωυσῆς τρεῖς πόλεις πέραν τοῦ Ἰορδάνου ἀπὸ ἀνατολῶν ἡλίου φυγεῖν ἐκεῖ τὸν φονευτήν, ὃς ἂν φονεύσῃ τὸν πλησίον οὐκ εἰδώς, καὶ οὗτος οὐ μισῶν αὐτὸν πρὸ τῆς χθὲς καὶ τῆς τρίτης, καὶ καταφεύξεται εἰς μίαν τῶν πόλεων τούτων καὶ ζήσεται ·

4.43τὴν Βοσὸρ ἐν τῇ ἐρήμῳ ἐν τῇ γῇ τῇ πεδινῇ τῷ Ρουβὴν καὶ τὴν Ραμὼθ ἐν Γαλαὰδ τῷ Γαδδὶ καὶ τὴν Γαυλὼν ἐν Βασὰν τῷ Μανασσῇ.

4.44οὗτος νόμος, ὃν παρέθετο Μωυσῆς ἐνώπιον υἱῶν Ἰσραήλ ·

4.45ταῦτα τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου ἐν τῷ πέραν τοῦ Ἰορδάνου, ἐν φάραγγι, ἐγγὺς οἴκου Φογώρ, ἐν γῇ Σηὼν βασιλέως τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἐσεβών, ὃν ἐπάταξε Μωυσῆς καὶ οἱ υἱοὶ Ἰσραήλ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ καὶ τὴν γῆν Ὢγ βασιλέως τῆς Βασάν, δύο βασιλέων τῶν Ἀμορραίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου κατὰ ἀνατολὰς ἡλίου, ἀπὸ Ἀροήρ, ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Ἀρνῶν, καὶ ἐπὶ τοῦ ὄρους τοῦ Σηὼν ἐστιν Ἀερμών, πᾶσαν τὴν Ἄραβα πέραν τοῦ Ἰορδάνου κατὰ ἀνατολὰς ἡλίου ὑπὸ Ἀσηδὼθ τὴν λαξευτήν.