Deuteronomy, Chapter 27

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
27

27.1καὶ προσέταξε Μωυσῆς καὶ γερουσία Ἰσραὴλ λέγων · φυλάσσεσθε πάσας τὰς ἐντολὰς ταύτας, ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον.

27.2καὶ ἔσται ἂν ἡμέρᾳ διαβῆτε τὸν Ἰορδάνην εἰς τὴν γῆν, ἣν Κύριος Θεός σου δίδωσί σοι, καὶ στήσεις σεαυτῷ λίθους μεγάλους καὶ κονιάσεις αὐτοὺς κονίᾳ καὶ γράψεις ἐπὶ τῶν λίθων τούτων πάντας τοὺς λόγους τοῦ νόμου τούτου, ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην, ἡνίκα ἂν εἰσέλθητε εἰς τὴν γῆν, ἣν Κύριος Θεὸς τῶν πατέρων σου δίδωσί σοι, γῆν ρέουσαν γάλα καὶ μέλι, ὃν τρόπον εἶπε Κύριος Θεὸς τῶν πατέρων σού σοι ·

27.4καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην, στήσετε τοὺς λίθους τούτους, οὓς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν ὄρει Γαιβὰλ καὶ κονιάσεις αὐτοὺς κονίᾳ.

27.5καὶ οἰκοδομήσεις ἐκεῖ θυσιαστήριον Κυρίῳ τῷ Θεῷ σου, θυσιαστήριον ἐκ λίθων, οὐκ ἐπιβαλεῖς ἐπ’αὐτὸ σίδηρον ·

27.6λίθους ὁλοκλήρους οἰκοδομήσεις θυσιαστήριον Κυρίῳ τῷ Θεῷ σου καὶ ἀνοίσεις ἐπ’αὐτὸ ὁλοκαυτώματα Κυρίῳ τῷ Θεῷ σου καὶ θύσεις ἐκεῖ θυσίαν σωτηρίου καὶ φαγῇ καὶ ἐμπλησθήσῃ και εὐφρανθήσῃ ἔναντι Κυρίου τοῦ Θεοῦ σου.

27.8καὶ γράψεις ἐπὶ τῶν λίθων πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα.

27.9καὶ ἐλάλησε Μωυσῆς καὶ οἱ ἱερεῖς οἱ Λευῖται παντὶ Ἰσραὴλ λέγοντες · σιώπα καὶ ἄκουε, Ἰσραήλ · ἐν τῇ ἡμέρᾳ ταύτῃ γέγονας εἰς λαὸν Κυρίῳ τῷ Θεῷ σου ·

27.10καὶ εἰσακούσῃ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον.

27.11καὶ ἐνετείλατο Μωυσῆς τῷ λαῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων ·

27.12οὗτοι στήσονται εὐλογεῖν τὸν λαὸν ἐν ὄρει Γαριζὶν διαβάντες τὸν Ἰορδάνην · Συμεών, Λευί, Ἰούδας, Ἰσσάχαρ, Ἰωσὴφ καὶ Βενιαμίν.

27.13καὶ οὗτοι στήσονται ἐπὶ τῆς κατάρας ἐν ὄρει Γαιβάλ · Ρουβήν, Γὰδ καὶ Ἀσήρ, Ζαβουλών, Δὰν καὶ Νεφθαλί.

27.14καὶ ἀποκριθέντες ἐροῦσιν οἱ Λευῖται παντὶ Ἰσραὴλ φωνῇ μεγάλῃ ·

27.15ἐπικατάρατος ἄνθρωπος, ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν, βδέλυγμα Κυρίῳ, ἔργον χειρῶν τεχνιτῶν, καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ · καὶ ἀποκριθεὶς πᾶς λαὸς ἐροῦσι · γένοιτο.

27.16ἐπικατάρατος ἀτιμάζων πατέρα αὐτοῦ μητέρα αὐτοῦ · καὶ ἐροῦσι πᾶς λαός · γένοιτο.

27.17ἐπικατάρατος μετατιθεὶς ὅρια τοῦ πλησίον · καὶ ἐροῦσι πᾶς λαός · γένοιτο.

27.18ἐπικατάρατος πλανῶν τυφλὸν ἐν ὁδῷ · καὶ ἐροῦσι πᾶς λαός · γένοιτο.

27.19ἐπικατάρατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας · καὶ ἐροῦσι πᾶς λαός · γένοιτο.

27.20ἐπικατάρατος κοιμώμενος μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀπεκάλυψε συγκάλυμμα τοῦ πατρὸς αὐτοῦ · καὶ ἐροῦσι πᾶς λαός · γένοιτο.

27.21ἐπικατάρατος κοιμώμενος μετὰ παντὸς κτήνους · καὶ ἐροῦσι πᾶς λαός · γένοιτο.

27.22ἐπικατάρατος κοιμώμενος μετὰ ἀδελφῆς ἐκ πατρὸς μητρὸς αὐτοῦ · καὶ ἐροῦσι πᾶς λαός · γένοιτο.

27.23ἐπικατάρατος κοιμώμενος μετὰ πενθερᾶς αὐτοῦ · καὶ ἐροῦσι πᾶς λαός · γένοιτο. ἐπικατάρατος κοιμώμενος μετὰ τῆς ἀδελφῆς τῆς γυναικὸς αὐτοῦ · καὶ ἐροῦσι πᾶς λαός · γένοιτο.

27.24ἐπικατάρατος τύπτων τὸν πλησίον δόλῳ · καὶ ἐροῦσι πᾶς λαός · γένοιτο.

27.25ἐπικατάρατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀθῴου · καὶ ἐροῦσι πᾶς λαός · γένοιτο.

27.26ἐπικατάρατος πᾶς ἄνθρωπος ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσι τοῖς λόγοις τοῦ νόμου τούτου ποιῆσαι αὐτούς · καὶ ἐροῦσι πᾶς λαός · γένοιτο.