Deuteronomy, Chapter 33

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
33

33.1καὶ αὕτη εὐλογία ἣν ηὐλόγησε Μωυσῆς ἄνθρωπος τοῦ Θεοῦ τοὺς υἱοὺς Ἰσραὴλ πρὸ τῆς τελευτῆς αὐτοῦ ·

33.2καὶ εἶπε · Κύριος ἐκ Σινὰ ἥκει καὶ ἐπέφανεν ἐκ Σηεὶρ ἡμῖν καὶ κατέσπευσεν ἐξ ὄρους Φαρὰν σὺν μυριάσι Κάδης, ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ’αὐτοῦ.

33.3καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ, καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου · καὶ οὗτοι ὑπὸ σέ εἰσι, καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ νόμον, ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς, κληρονομίαν συναγωγαῖς Ἰακώβ.

33.5καὶ ἔσται ἐν τῷ ἠγαπημένῳ ἄρχων, συναχθέντων ἀρχόντων λαῶν ἅμα φυλαῖς Ἰσραήλ.

33.6ζήτω Ρουβὴν καὶ μὴ ἀποθανέτω καὶ ἔστω πολὺς ἐν ἀριθμῷ.

33.7καὶ αὕτη Ἰούδα. εἰσάκουσον, Κύριε, φωνῆς Ἰούδα, καὶ εἰς τὸν λαὸν αὐτοῦ εἰσέλθοισαν · αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ, καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν αὐτοῦ ἔσῃ.

33.8καὶ τῷ Λευὶ εἶπε · δότε Λευὶ δήλους αὐτοῦ καὶ ἀλήθειαν αὐτοῦ, τῷ ἀνδρὶ τῷ ὁσίῳ, ὃν ἐπείρασαν αὐτὸν ἐν πείρᾳ, ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας ·

33.9 λέγων τῷ πατρὶ καὶ τῇ μητρί · οὐχ ἑώρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω · ἐφύλαξε τὰ λόγιά σου καὶ τὴν διαθήκην σου διετήρησε.

33.10δηλώσουσι τὰ δικαιώματά σου τῷ Ἰακὼβ καὶ τὸν νόμον σου τῷ Ἰσραήλ · ἐπιθήσουσι θυμίαμα ἐν ὀργῇ σου διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου.

33.11εὐλόγησον, Κύριε, τὴν ἰσχὺν αὐτοῦ καὶ τά ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι · κάταξον ὀσφὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ, καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν.

33.12καὶ τῷ Βενιαμὶν εἶπεν · ἠγαπημένος ὑπὸ Κυρίου κατασκηνώσει πεποιθώς, καὶ Θεὸς σκιάζει ἐπ’αὐτῷ πάσας τὰς ἡμέρας, καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ κατέπαυσε.

33.13καὶ τῷ Ἰωσὴφ εἶπεν · ἀπ’εὐλογίας Κυρίου γῆ αὐτοῦ, ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν καὶ καθ’ὥραν γενημάτων ἡλίου τροπῶν καὶ ἀπὸ συνόδων μηνῶν, ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς καὶ ἀπὸ κορυφῆς βουνῶν ἀενάων καὶ καθ’ὥραν γῆς πληρώσεως.

33.16καὶ τὰ δεκτὰ τῷ ὀφθέντι ἐν τῇ βάτῳ ἔλθοισαν ἐπὶ κεφαλὴν Ἰωσήφ, καὶ ἐπὶ κορυφῆς δοξασθεὶς ἐπ’ἀδελφοῖς.

33.17πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ, κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ · ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἀπ’ἄκρου γῆς. αὗται μυριάδες Ἐφραΐμ, καὶ αὗται χιλιάδες Μανασσῆ.

33.18καὶ τῷ Ζαβουλὼν εἶπεν · εὐφράνθητι, Ζαβουλών, ἐν ἐξοδίᾳ σου καὶ Ἰσσάχαρ ἐν τοῖς σκηνώμασιν αὐτοῦ.

33.19ἔθνη ἐξολοθρεύσουσι, καὶ ἐπικαλέσεσθε ἐκεῖ καὶ θύσετε ἐκεῖ θυσίαν δικαιοσύνης, ὅτι πλοῦτος θαλάσσης θηλάσει σε καὶ ἐμπόρια παράλιον κατοικούντων.

33.20καὶ τῷ Γὰδ εἶπεν · εὐλογημένος ἐμπλατύνων Γάδ · ὡς λέων ἐνεπαύσατο, συντρίψας βραχίονα καὶ ἄρχοντα.

33.21καὶ εἶδεν ἀπαρχὴν αὐτοῦ, ὅτι ἐκεῖ ἐμερίσθη γῆ ἀρχόντων συνηγμένων ἅμα ἀρχηγοῖς λαῶν · δικαιοσύνην Κύριος ἐποίησε καὶ κρίσιν αὐτοῦ μετὰ Ἰσραήλ.

33.22καὶ τῷ Δὰν εἶπε · Δὰν σκύμνος λέοντος καὶ ἐκπηδήσεται ἐκ τοῦ Βασάν.

33.23καὶ τῷ Νεφθαλὶ εἶπε · Νεφθαλὶ πλησμονὴ δεκτῶν καὶ ἐμπλησθήτω εὐλογίας παρὰ Κυρίου · θάλασσαν καὶ λίβα κληρονομήσει.

33.24καὶ τῷ Ἀσὴρ εἶπεν · εὐλογημένος ἀπὸ τέκνων Ἀσὴρ καὶ ἔσται δεκτὸς τοῖς ἀδελφοῖς αὐτοῦ. βάψει ἐν ἐλαίῳ τὸν πόδα αὐτοῦ ·

33.25σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ ἔσται, ὡς αἱ ἡμέραι σου ἰσχύς σου.

33.26οὔκ ἐστιν ὥσπερ Θεὸς τοῦ ἠγαπημένου · ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου καὶ μεγαλοπρεπὴς τοῦ στερεώματος.

33.27καὶ σκεπάσει σε Θεοῦ ἀρχὴ καὶ ὑπὸ ἰσχὺ βραχιόνων ἀενάων καὶ ἐκβαλεῖ ἀπὸ προσώπου σου ἐχθρὸν λέγων · ἀπόλοιο.

33.28καὶ κατασκηνώσει Ἰσραὴλ πεποιθὼς μόνος ἐπὶ γῆς Ἰακώβ, ἐπὶ σίτῳ καὶ οἴνῳ, καὶ οὐρανὸς αὐτῷ συνεφφὴς δρόσῳ.

33.29μακάριος σύ, Ἰσραήλ · τίς ὅμοιός σοι λαὸς σωζόμενος ὑπὸ Κυρίου; ὑπερασπιεῖ βοηθός σου, καὶ μάχαιρα καύχημά σου · καὶ ψεύσονταί σε οἱ ἐχθροί σου, καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτῶν ἐπιβήσῃ.