4.1Ἑβραίους δ’ὁ κατὰ τὴν ἐρημίαν βίος ἀηδὴς καὶ χαλεπὸς ὢν ἐπόνει καὶ κωλύοντος τοῦ θεοῦ τῶν Χαναναίων πεῖραν λαμβάνειν · οὐ γὰρ ἠξίουν τοῖς Μωυσέος πειθαρχοῦντες λόγοις ἠρεμεῖν, ἀλλὰ καὶ δίχα τῆς παρ’ἐκείνου προθυμίας κρατήσειν αὐτοὶ τῶν πολεμίων νομίζοντες κατηγόρουν μὲν αὐτοῦ καὶ πραγματεύεσθαι μένειν αὐτοὺς ἀπόρους ὑπενόουν, ἵν’ἀεὶ τῆς ἐξ αὐτοῦ βοηθείας δέωνται, πολεμεῖν δὲ τοῖς Χαναναίοις ὡρμήκεσαν λέγοντες τὸν θεὸν οὐχὶ Μωυσεῖ χαριζόμενον ἐπικουρεῖν αὐτοῖς, ἀλλὰ καὶ κοινῇ κηδόμενον αὐτῶν τοῦ ἔθνους διὰ τοὺς προγόνους ὧν ἐπετρόπευσε καὶ διὰ τὴν αὐτῶν ἀρετὴν πρότερόντε παρασχεῖν τὴν ἐλευθερίαν καὶ νῦν βουλομένοις πονεῖν ἀεὶ παρέσεσθαι σύμμαχον · 4.3εἶναίτε καὶ κατ’αὐτοὺς ἱκανοὶ κρατεῖν τῶν ἐθνῶν ἔφασκον, κα- κἂν ἀπαλλοτριοῦν αὐτῶν Μωυσῆς ἐθελήσῃ τὸν θεόν · ὅλωςτε συμφέρειν αὐτοῖς τὸ αὐτοκράτορσιν εἶναι, καὶ μὴ χαίροντας ἐπὶ τῷ τῆς παρ’Αἰγυπτίων ἐξελθεῖν ὕβρεως Μωυσῆν τύραννον ἀνέχεσθαι καὶ ζῆν πρὸς τὴν τούτου βούλησιν ἐξαπατωμένους, ὅτι μόνῳ τὸ θεῖον αὐτῷ προδηλοῖ περὶ τῶν ἡμετέρων κατὰ τὴν πρὸς αὐτὸν εὔνοιαν, ὡς οὐχ ἁπάντων ἐκ τῆς Ἁβράμου γενεᾶς ὄντων, ἀλλ’αἴτιον ἕνα τούτων τοῦ θεοῦ παρεσχηκότος εἰς τὸ πάντ’αὐτὸν εἰδέναι τὰ μέλλοντα παρ’αὐτοῦ μανθάνοντα · 4.5δόξειντε συνετοὺς εἶναι τῆς ἀλαζονείας αὐτοῦ καταγνόντες καὶ τῷ θεῷ πιστεύσαντες κτήσασθαι γῆν ἣν αὐτοῖς ὑπέσχηται θελήσασιν, ἀλλὰ μὴ τῷ διὰ τὴν αἰτίαν ταύτην ἐπ’ὀνόματι τοῦ θεοῦ κωλύοντι προσσχοῖεν. 4.6τὴν ἀπορίαν οὖν λογιζόμενοι καὶ τὴν ἐρημίαν, ὑφ’ἧς ἔτι ταύτην αὐτοῖς χείρω συνέβαινεν εἶναι δοκεῖν, ἐπὶ τὴν πρὸς τοὺς Χαναναίους μάχην ἦσαν ὡρμημένοι, τὸν θεὸν προστησάμενοι στρατηγὸν ἀλλ’οὐχὶ τὴν παρὰ τοῦ νομοθέτου συνεργίαν περιμένοντες. 4.7ὡς οὖν ταῦτ’ἄμεινον αὐτοῖς ἕξειν ἔκριναν καὶ τοῖς πολεμίοις ἐπῆλθον, οἱ μὲν οὐ καταπλαγέντες αὐτῶν τὴν ἔφοδον οὐ δὲ τὴν πληθὺν γενναίως αὐτοὺς ἐδέξαντο, τῶν δὲ Ἑβραίων ἀποθνήσκουσίτε πολλοὶ καὶ τὸ λοιπὸν στράτευμα τῆς φάλαγγος αὐτῶν διαλυθείσης ἀκόσμως διωκόμενον εἰς τὴν παρεμβολὴν συνέφυγε, καὶ τῷ παρ’ἐλπίδας ἀτυχῆσαι παντάπασιν ἀθυμοῦν οὐδὲν ἔτι χρηστὸν προσεδόκα λογιζόμενον, ὅτι καὶ ταῦτα κατὰ μῆνιν θεοῦ πάθοιεν προεξορμήσαντες ἐπὶ τὸν πόλεμον τῆς ἐκείνου βουλήσεως. 4.9Μωυσῆς δὲ τοὺς μὲν οἰκείους ὁρῶν ὑπὸ τῆς ἥττης καταπεπληγότας, φοβούμενος δὲ μὴ θαρσήσαντες ἐπὶ τῇ νίκῃ οἱ πολέμιοι καὶ μειζόνων ὀρεχθέντες ἐπ’αὐτοὺς ἔλθοιεν, ἔγνω δεῖν τὴν στρατιὰν ἀπαγαγεῖν πορρωτέρω τῶν Χαναναίων εἰς τὴν ἔρημον. 4.10καὶ τοῦ πλήθους ἐπιτρέψαντος ἑαυτὸ πάλιν ἐκείνῳ, συνῆκε γὰρ δίχα τῆς αὐτοῦ προνοίας οὐ δυνησόμενον ἐρρῶσθαι τοῖς πράγμασιν, ἀναστήσας τὸ στράτευμα προῆλθεν εἰς τὴν ἔρημον, ἐνταῦθα νομίζων ἡσυχάσειν αὐτοὺς καὶ μὴ πρότερον τοῖς Χαναναίοις εἰς χεῖρας ἥξειν πρὶν ἢ παρὰ τοῦ θεοῦ τὸν εἰς τοῦτο καιρὸν λάβωσιν. 4.11ὅπερ δὲ τοῖς μεγάλοις συμβαίνει στρατοπέδοις καὶ μάλιστα παρὰ τὰς κακοπραγίας δυσάρκτοις εἶναι καὶ δυσπειθέσι, τοῦτο καὶ τοῖς Ἰουδαίοις συνέπεσεν · ἑξήκοντα γὰρ ὄντες μυριάδες καὶ διὰ τὸ πλῆθος ἴσως ἂν μη δ’ἐν ἀγαθοῖς ὑποταγέντες τοῖς κρείττοσι, τότε μᾶλλον ὑπὸ τῆς ἀπορίας καὶ συμφορᾶς ἐξηγανάκτουν καὶ πρὸς ἀλλήλους καὶ πρὸς τὸν ἡγεμόνα. 4.12στάσις οὖν αὐτοὺς οἵαν ἴσμεν οὔτε παρ’Ἕλλησιν οὔτε παρὰ βαρβάροις γενομένην κατέλαβεν, ὑφ’ἧς ἅπαντας ἀπολέσθαι κινδυνεύσαντας ἔσωσε Μωυσῆς οὐ μνησικακῶν, ὅτι παρ’ὀλίγον ἦλθε καταλευσθεὶς ὑπ’αὐτῶν ἀποθανεῖν. 4.13οὐ δ’ὁ θεὸς δὲ ἠμέλησε τοῦ μηδὲν αὐτοὺς παθεῖν τῶν δεινῶν, ἀλλὰ καίπερ εἰς τὸν νομοθέτην αὐτῶν ἐξυβρισάντων καὶ τὰς ἐντολάς, ἃς αὐτὸς διὰ Μωυσέος αὐτοῖς ἐπέστειλεν, ἐρρύσατο τῶν ἐκ τοῦ στασιάζειν αὐτοῖς ἂν γενομένων δεινῶν, εἰ μὴ προενόησε. τήντε οὖν στάσιν καὶ ὅσα μετ’αὐτὴν Μωυσῆς ἐπολιτεύσατο διηγήσομαι προδιελθὼν τὴν αἰτίαν ἀφ’ἧς ἐγένετο. 4.14Κορῆς τις Ἑβραίων ἐν τοῖς μάλιστα καὶ γένει καὶ πλούτῳ διαφόρων ἱκανὸς δ’εἰπεῖν καὶ δήμοις ὁμιλεῖν πιθανώτατος, ὁρῶν ἐν ὑπερβαλλούσῃ τιμῇ τὸν Μωυσῆν καθεστῶτα χαλεπῶς εἶχεν ὑπὸ φθόνου, καὶ γὰρ φυλέτης ὢν ἐτύγχανεν αὐτοῦ καὶ συγγενής, ἀχθόμενος ὅτι ταύτης τῆς δόξης δικαιότερον ἂν τῷ πλουτεῖν ἐκείνου μᾶλλον μὴ χείρων ὢν κατὰ γένος αὐτὸς ἀπέλαυε. 4.15παράτε τοῖς Λευίταις, φυλέται δ’ἦσαν, καὶ μάλιστα παρὰ τοῖς συγγενέσι κατεβόα δεινὸν εἶναι λέγων Μωυσῆν δόξαν αὑτῷ θηρώμενον κατασκευάσαι καὶ κακουργοῦντα κτήσασθαι ταύτην ἐπὶ προφάσει τοῦ θεοῦ περιορᾶν, παρὰ τοὺς νόμους μὲν τα- τἀδελφῷ τὴν ἱερωσύνην Ἀαρῶνι δόντα, μὴ τῷ κοινῷ δόγματι τοῦ πλήθους ἀλλ’αὐτοῦ ψηφισαμένου, τυράννων δὲ τρόπῳ καταχαριζομένου τὰς τιμὰς οἷς ἂν ἐθελήσῃ χαλεπώτερον ἤδη τυγχάνειν τοῦ βιάζεσθαι τότε λεληθότως ἐξυβρίζειν, ὅτι μὴ μόνον ἄκοντας μη δὲ συνιέντας τῆς ἐπιβουλῆς τὴν ἰσχὺν ἀφαιρεῖται · 4.17ὅστις γὰρ αὐτῷ σύνοιδεν ὄντι λαβεῖν ἀξίῳ πείθει τυγχάνειν αὐτὸν καὶ τότε βιάσασθαι μὴ θρασυνόμενος, οἷς δὲ ἄπορον ἐκ τοῦ δικαίου τιμᾶσθαι, βίαν μὲν ἀγαθοὶ βουλόμενοι δοκεῖν οὐ προσφέρουσι, τέχνῃ δ’εἶναι κακουργοῦσι δυνατοί. 4.18συμφέρειν δὲ τῷ πλήθει τοὺς τοιούτους ἔτι λανθάνειν οἰομένους κολάζειν καὶ μὴ παρελθεῖν εἰς δύναμιν ἐάσαντας φανεροὺς ἔχειν πολεμίους. τίνα γὰρ καὶ λόγον ἀποδοῦναι δυνάμενος Μωυσῆς Ἀαρῶνι καὶ τοῖς υἱέσιν αὐτοῦ τὴν ἱερωσύνην παρέδωκεν; 4.19εἰ μὲν γὰρ ἐκ τῆς Λευίτιδος φυλῆς τὴν τιμὴν ὁ θεός τινι παρασχεῖν ἔκρινεν, ἐγὼ ταύτης δικαιότερος τυγχάνειν γένει μὲν ὁ αὐτὸς ὢν Μωυσεῖ, πλούτῳ δὲ καὶ ἡλικίᾳ διαφέρων · εἰ δὲ τῇ πρεσβυτάτῃ τῶν φυλῶν, εἰκότως ἂν ἡ Ῥουβήλου τὴν τιμὴν ἔχοι λαμβανόντων αὐτὴν Δαθάμου καὶ Ἀβιράμου καὶ Φαλαοῦς · πρεσβύτατοι γὰρ οὗτοι τῶν ταύτην τὴν φυλὴν νεμομένων καὶ δυνατοὶ χρημάτων περιουσίᾳ. 4.20ἐβούλετο μὲν οὖν ταῦτα λέγων ὁ Κορῆς τοῦ κοινοῦ προνοεῖσθαι δοκεῖν, ἔργῳ δὲ εἰς ἑαυτὸν ἐπραγματεύετο τὴν παρὰ τοῦ πλήθους τιμὴν μεταστῆσαι. καὶ ὁ μὲν ταῦτα κακοήθως μετ’εὐπρεπείας πρὸς τοὺς φυλέτας ἔλεγε. 4.21προϊόντος δ’εἰς τοὺς πλείονας κατ’ὀλίγον τοῦ λόγου καὶ τῶν ἀκροωμένων προστιθεμένων ταῖς κατὰ Ἀαρῶνος διαβολαῖς ἀναπίμπλαται τούτων ἅπας ὁ στρατός. ἦσαν δὲ οἱ συντεταγμένοι τῷ Κορῇ πεντήκοντα καὶ διακόσιοι τῶν πρώτων ἄνδρες σπεύδοντες ἀφελέσθαι τὴν ἱερωσύνην τὸν Μωυσέος ἀδελφὸν καὶ τοῦτον αὐτὸν ἀτιμοῦν. 4.22ἀνηρέθιστο δὲ καὶ τὸ πλῆθος καὶ βάλλειν τὸν Μωυσῆν ὡρμήκεσαν, εἴςτε ἐκκλησίαν ἀκόσμως μετὰ θορύβου καὶ ταραχῆς συνελέγοντο, καὶ πρὸ τῆς σκηνῆς τοῦ θεοῦ στάντες ἐβόων ἥκειν τὸν τύραννον καὶ τῆς ἀπ’αὐτοῦ δουλείας ἀπηλλάχθαι τὸ πλῆθος, τῇ τοῦ θεοῦ προφάσει βίαια προστάγματα κελεύοντος · 4.23τὸν γὰρ θεόν, εἴπερ αὐτὸς ἦν ὁ τὸν ἱερωσόμενον ἐκλεγόμενος, τὸν ἄξιον ἂν εἰς τὴν τιμὴν παράγειν, οὐχὶ τοῖς πολλῶν ὑποδεεστέροις ταύτην φέροντα προσνεῖμαι, κρίνοντάτε παρασχεῖν Ἀαρῶνι ταύτην ἐπὶ τῷ πλήθει ποιήσασθαι τὴν δόσιν, ἀλλ’οὐκ ἐπὶ τα- τἀδελφῷ καταλιπεῖν. 4.24Μωυσῆς δὲ τὴν Κορέου διαβολὴν ἐκ πολλοῦ προειδὼς καὶ τὸν λαὸν παροξυνόμενον ἰδὼν οὐκ ἔδεισεν, ἀλλὰ θαρρῶν οἷς περὶ τῶν πραγμάτων καλῶς ἐβουλεύετο καὶ τὸν ἀδελφὸν εἰδὼς κατὰ τὴν τοῦ θεοῦ προαίρεσιν τῆς ἱερωσύνης τυχεῖν, ἀλλ’οὐ κατὰ τὴν αὐτοῦ χάριν, ἧκεν εἰς τὴν ἐκκλησίαν. 4.25καὶ πρὸς μὲν τὸ πλῆθος οὐδένα ἐποιήσατο λόγον, πρὸς δὲ τὸν Κορῆ βοῶν ἐφ’ὅσον ἐδύνατο, δεξιὸς ὢν καὶ κατὰ τα- τἆλλα καὶ πλήθεσιν ὁμιλεῖν εὐφυής, “ἐμοί, φησίν, ὦ Κορῆ, καὶ σὺ καὶ τούτων ἕκαστος,” ἀπεδήλου δὲ τοὺς πεντήκοντα καὶ διακοσίους ἄνδρας, “τιμῆς ἄξιοι δοκεῖτε, καὶ τὸν ὅμιλον δὲ πάντα τῆς ὁμοίας οὐκ ἀποστερῶ τιμῆς, κα- κἂν ὑστερῶσιν ὧν ὑμῖν ἐκ πλούτου καὶ τῆς ἄλλης ἀξιώσεως ὑπάρχει. 4.26καὶ νῦν Ἀαρῶνι τὴν ἱερωσύνην οὐκ ἐπειδὴ πλούτῳ προεῖχε, σὺ γὰρ καὶ ἀμφοτέρους ἡμᾶς μεγέθει χρημάτων ὑπερβάλλεις, οὐ μὴν οὐ δ’εὐγενείᾳ, κοινὸν γὰρ ἡμῖν τοῦτο ἐποίησεν ὁ θεὸς τὸν αὐτὸν δοὺς προπάτορα, οὐ δὲ διὰ φιλαδελφίαν ὃ δικαίως ἂν ἕτερος εἶχε τοῦτο φέρων ἔδωκα τα- τἀδελφῷ · 4.27καὶ γὰρ εἰ μὴ φροντίζων τοῦ θεοῦ καὶ τῶν νόμων τὴν τιμὴν ἐχαριζόμην, οὐκ ἂν ἐμαυτῷ παρεὶς δοῦναι παρέσχον ἑτέρῳ συγγενέστερος ὢν ἐμαυτῷ τα- τἀδελφοῦ, καὶ πρὸς ἐμαυτὸν οἰκειότερον ἢ πρὸς ἐκεῖνον διακείμενος · καὶ γὰρ οὐ δὲ συνετὸν ἦν τοῖς κινδύνοις ἐμαυτὸν ὑποτιθέντα τοῖς ἐκ τοῦ παρανομεῖν ἄλλῳ τὴν διὰ τούτου εὐδαιμονίαν χαρίζεσθαι. 4.28ἀλλ’ἐγώτε κρείττων ἢ κακουργεῖν ὅτε θεὸς οὐκ ἂν περιεῖδεν ἑαυτὸν καταφρονούμενον οὐ δ’ὑμᾶς ἀγνοοῦντας ὅτι καὶ ποιοῦντες αὐτῷ χαρίζεσθε, ἀλλ’αὐτὸς ἐπιλεξάμενος τὸν ἱερωσόμενον αὐτῷ τῆς κατὰ τοῦτ’αἰτίας ἡμᾶς ἠλευθέρωσεν. 4.29οὐ μὴν ἐξ ἐμῆς χάριτος λαβεῖν ἀλλὰ μὴ κατὰ κρίσιν θεοῦ, κατατίθησιν αὐτὴν εἰς μέσον ἐπιδικάσιμον τοῖς βουλομένοις, οὐκ ἐκ τοῦ προκριθεὶς ἤδη τυχεῖν αὐτῆς ἀξιῶν ἐπιτραπῆναι καὶ τοῦτο νῦν αὐτῷ περὶ αὐτῆς σπουδάσαι, προτιμῶν τοῦ τὸ γέρας ἔχειν τὸ μὴ στασιάζοντας ὑμᾶς ὁρᾶν καί τοι κατὰ τὴν ὑμετέραν γνώμην αὐτοῦ τυγχάνων · 4.30ὃ γὰρ ἔδωκεν ὁ θεὸς οὐχ ἡμάρτομεν τοῦτο καὶ μὴ βουλομένων ὑμῶν λαμβάνοντες. 4.31ἦν δὲ καὶ τὸ μὴ προσέσθαι παρέχοντος ἐκείνου τὴν τιμὴν ἀσεβές, καὶ πάλιν ἀξιοῦντ’ἔχειν εἰς ἅπαντα χρόνον μὴ τὴν ἀσφάλειαν τὴν ἐπ’αὐτῇ βεβαιοῦντος ἡμῖν τοῦ θεοῦ παντάπασιν ἀλόγιστον. κρινεῖ τοίνυν πάλιν αὐτός, τίνας βούλεται τὰς ὑπὲρ ἡμῶν αὐτῷ θυσίας ἐπιτελεῖν καὶ προεστάναι τῆς εὐσεβείας · 4.32ἄτοπον γὰρ Κορῆν ἐφιέμενον τῆς τιμῆς τὴν ἐξουσίαν τοῦ τίνι παράσχῃ ταύτην ἀφελέσθαι τὸν θεόν. τῆς οὖν στάσεως καὶ τῆς διὰ τοῦτο ταραχῆς παύσασθε, πρωῒ δὲ ὅσοι τῆς ἱερωσύνης ἀντιποιεῖσθε κομίζων ἕκαστος θυμιατήριον οἴκοθεν σὺν θυμιάμασι καὶ πῦρ πάριτε. 4.33καὶ σὺ δέ, Κορῆ, παραχώρησον τὴν κρίσιν τῷ θεῷ καὶ τὴν ἐπὶ τούτοις αὐτοῦ μένε ψηφοφορίαν, ἀλλὰ μὴ σαυτὸν ποίει τοῦ θεοῦ κρείττονα, παραγίνου δὲ κριθησόμενος οὕτως περὶ τοῦ γέρως. ἀνεμέσητον δ’οἶμαι καὶ Ἀαρῶνα προσδέξασθαι συγκριθησόμενον, γένους μὲν ὄντα τοῦ αὐτοῦ μηδὲν δὲ μεμφθῆναι τοῖς παρὰ τὴν ἱερωσύνην πεπραγμένοις δυνάμενον. 4.34θυμιάσετε οὖν συνελθόντες ἐν φανερῷ παντὶ τῷ λαῷ, καὶ θυμιωμένων ὑμῶν οὗπερ ἂν τὴν θυσίαν ἡδίω κρίνῃ ὁ θεός, οὗτος ὑμῖν ἱερεὺς κεχειροτονήσεται, τῆς ἐπὶ τα- τἀδελφῷ διαβολῆς ὡς κεχαρισμένου τὴν τιμὴν αὐτῷ ῥυόμενος”. 4.35ταῦτα Μωυσέος εἰπόντος παύεται καὶ τῆς ταραχῆς τὸ πλῆθος καὶ τῆς εἰς Μωυσῆν ὑποψίας, ἐπένευσαν δὲ τοῖς εἰρημένοις · καὶ γὰρ ἦν καὶ ἐδόκει χρηστὰ τῷ λαῷ. τότε μὲν οὖν διαλύουσι τὸν σύλλογον, τῇ δ’ἐπιούσῃ συνῆλθον εἰς τὴν ἐκκλησίαν παρατευξόμενοι τῇ θυσίᾳ καὶ τῇ δι’αὐτῆς κρίσει τῶν περὶ τῆς ἱερωσύνης ἀγωνιζομένων. 4.36συνέβαινε δ’εἶναι θορυβώδη τὴν ἐκκλησίαν μετεώρου τοῦ πλήθους ὄντος ἐπ’ἐλπίδι τῶν ἐσομένων, καὶ τῶν μὲν εἰς ἡδονὴν λαμβανόντων, εἰ Μωυσῆς ἐλεγχθείη κακουργῶν, τῶν δὲ φρονίμων, εἰ πραγμάτων ἀπαλλαγείησαν καὶ ταραχῆς · ἐδεδίεσαν γάρ, μὴ τῆς στάσεως προϊούσης ἀφανισθῇ μᾶλλον αὐτοῖς ὁ κόσμος τῆς καταστάσεως. 4.37ὁ δὲ πᾶς ὅμιλος φύσει χαίρων τῷ καταβοᾶν τῶν ἐν τέλει καὶ πρὸς ὅ τις εἴποι πρὸς τοῦτο τὴν γνώμην τρέπων ἐθορύβει. πέμψας δὲ καὶ Μωυσῆς πρὸς Ἀβίραμον καὶ Δαθάμην ὑπηρέτας ἐκέλευσεν ἥκειν κατὰ τὰ συγκείμενα καὶ περιμένειν τὴν ἱερουργίαν. 4.38ὡς δ’οὔτε ὑπακούσεσθαι τοῖς ἀγγέλοις ἔφασαν καὶ Μωυσῆν οὐ περιόψεσθαι κατὰ τοῦ λαοῦ παντὸς ἐκ κακουργίας αὐξανόμενον, ἀκούσας τὰ παρ’αὐτῶν ὁ Μωυσῆς ἀκολουθεῖν αὐτῷ τοὺς προβούλους ἀξιώσας ἀπῄει πρὸς τοὺς περὶ Δαθάμην, οὐχ ἡγούμενος εἶναι δεινὸν βαδίζειν πρὸς τοὺς ὑπερηφανήσαντας · οἱ δ’οὐδὲν ἀντειπόντες ἠκολούθουν. 4.39οἱ δὲ περὶ Δαθάμην πυθόμενοι τὸν Μωυσῆν μετὰ τῶν ἀξιολόγων τῆς πληθύος πρὸς αὐτοὺς παραγινόμενον προελθόντες γυναιξὶν ἅμα καὶ τέκνοις πρὸ τῶν σκηνῶν ἀπέβλεπον, τί καὶ μέλλοι ποιεῖν ὁ Μωυσῆς · ἔτιτε θεράποντες ἦσαν περὶ αὐτούς, ὡς εἰ βίαν τινὰ προσφέροι Μωυσῆς ἀμυνούμενοι. 4.40ὁ δὲ πλησίον γενόμενος τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνασχὼν γεγωνότερον ἐκβοήσας, ὡς ἀκουστὸν πάσῃ τῇ πληθύι γενέσθαι, “δέσποτα, φησί, τῶν ἐπ’οὐρανοῦτε καὶ γῆς καὶ θαλάσσης · σὺ γὰρ ἐμοὶ τῶν ὑπ’ἐμοῦ πεπραγμένων μάρτυς ἀξιολογώτατος, ὡς γνώμῃτε σῇ γίνεται πάντα καὶ δρωμένοις μηχανὴν ἐξεπόρισας οἶκτον ἐν πᾶσι δεινοῖς Ἑβραίων ποιησάμενος, ἐλθέ μοι τούτων ἀκροατὴς τῶν λόγων · 4.41σὲ γὰρ οὔτε πραττόμενον οὔτε νοηθὲν λανθάνει, ὥστ’οὐ δὲ φθονήσεις μοι τῆς ἀληθείας τὴν τούτων ἀχαριστίαν ἐπίπροσθεν θέμενος. τὰ μὲν οὖν πρεσβύτερα τῆς ἐμῆς γενέσεως αὐτὸς οἶσθ’ἀκριβέστερον οὐκ ἀκοῇ μαθὼν ὄψει δὲ τότ’αὐτοῖς παρὼν γινομένοις, ἃ δὲ ἐπὶ τούτοις καίπερ ἐπιστάμενοι σαφῶς ἀδίκως ὑπονοοῦσι τούτων μοι γενοῦ μάρτυς. 4.42ἐγὼ βίον ἀπράγμονα καταστησάμενος ἀνδραγαθίᾳ μὲν ἐμῇ σῇ δὲ βουλῇ, καὶ τοῦτον Ῥαγουήλου μοι τοῦ πενθεροῦ καταλιπόντος ἀφεὶς τὴν ἐκείνων ἀπόλαυσιν τῶν ἀγαθῶν ἐμαυτὸν ἐπέδωκα ταῖς ὑπὲρ τούτων ταλαιπωρίαις. καὶ πρότερον μὲν ὑπὲρ τῆς ἐλευθερίας αὐτῶν, νῦν δ’ὑπὲρ τῆς σωτηρίας μεγάλους ὑπέστην πόνους καὶ παντὶ δεινῷ το- τοὐμὸν ἀντιτάξας πρόθυμον. 4.43νῦν οὖν ἐπεὶ κακουργεῖν ὑποπτεύομαι παρ’ἀνδράσιν, οἷς ἐκ τῶν ἐμῶν καμάτων ὑπῆρχε τὸ περιεῖναι, εἰκότως ἂν αὐτός, ὁ τὸ πῦρ ἐκεῖνό μοι φήνας κατὰ τὸ Σιναῖον καὶ τῆς σαυτοῦ φωνῆς ἀκροατὴν τότε καταστήσας καὶ θεατὴν τεράτων ὅσα μοι παρέσχεν ἰδεῖν ἐκεῖνος ὁ τόπος ποιήσας, ὁ κελεύσας ἐπ’Αἰγύπτου σταλῆναι καὶ τὴν σὴν γνώμην τούτοις ἐμφανίσαι, ὁ τὴν Αἰγυπτίων εὐδαιμονίαν σείσας καὶ τῆς ὑπ’αὐτοὺς δουλείας δρασμὸν ἡμῖν παρασχὼν καὶ μικροτέραν ἐμοῦ τὴν Φαραώθου ποιήσας ἡγεμονίαν, ὁ γῆν ἡμῖν ἀμαθῶς ἔχουσι τῶν ὁδῶν ποιήσας τὸ πέλαγος καὶ τὴν ἀνακεκομμένην θάλασσαν τοῖς Αἰγυπτίων ἐπικυμήνας ὀλέθροις, ὁ γυμνοῖς οὖσι τὴν ἐξ ὅπλων ἀσφάλειαν χαρισάμενος, ὁ ποτίμους ἡμῖν διεφθαρμένας πηγὰς ῥεῦσαι παρασκευάσας καὶ τελέως ἀποροῦσιν ἐκ πετρῶν ἐλθεῖν ἡμῖν ποτὸν μηχανησάμενος, ὁ τῶν γῆθεν ἀπορουμένους εἰς τροφὴν διασώσας τοῖς ἀπὸ θαλάσσης, ὁ καὶ ἀπ’οὐρανοῦ τροφὴν καταπέμψας οὐ πρότερον ἱστορηθεῖσαν, ὁ νόμων ἡμῖν ἐπίνοιαν ὑποθέμενος καὶ διάταξιν πολιτείας · 4.46ἐλθέ, δέσποτα τῶν ὅλων, δικαστής μου καὶ μάρτυς ἀδωροδόκητος, ὡς οὔτε δωρεὰν ἐγὼ παρ’Ἑβραίων τινὸς κατὰ τοῦ δικαίου προσηκάμην οὔτε πλούτῳ κατέκρινα πενίαν νικᾶν δυναμένην οὔτε ἐπὶ βλάβῃ τοῦ κοινοῦ πολιτευσάμενος εἰς ἀλλοτριωτάτας τῶν ἐμῶν ἐπιτηδευμάτων ἐπινοίας πάρειμι, ὡς οὐχὶ σοῦ κελεύσαντος Ἀαρῶνι δοὺς τὴν ἱερωσύνην ἀλλὰ κατ’ἐμὴν χάριν. 4.47παράστησον δὲ καὶ νῦν, ὅτι πάντα σῇ προνοίᾳ διοικεῖται καὶ μηδὲν αὐτομάτως ἀλλὰ κατὰ βούλησιν βραβευόμενον τὴν σὴν εἰς τέλος ἔρχεται, ὅτι δὲ φροντίζεις τῶν Ἑβραίους ὀνησόντων, μετελθὼν Ἀβίραμον καὶ Δαθάμην, οἵ σου καταδικάζουσιν ἀναισθησίαν ὡς ὑπ’ἐμῆς τέχνης νικωμένου. 4.48ποιήσεις δὲ φανερὰν τὴν ἐπ’αὐτοῖς δίκην οὕτως μεμηνότων κατὰ τῆς σῆς δόξης, μὴ κοινῶς ἐκ τοῦ ζῆν αὐτοὺς μεταστήσας μη δ’ὡς ἀποθανόντας κατ’ἀνθρώπινον ἐξεληλυθότας τοῦ βίου φανέντας νόμον, ἀλλὰ χάνοι περὶ αὐτοὺς ἅμα τῇ γενεᾷ καὶ τοῖς ὑπάρχουσιν ἣν πατοῦσι γῆν · 4.49τοῦτο γὰρ σῆς ἐπίδειξις ἂν ἰσχύος ἅπασι γένοιτο καὶ διδασκαλία σωφροσύνης δὲ εἰς τοὺς ταῦτα πείσεσθαι περὶ σοῦ δοξάζοντας οὐχ ὅσια · εὑρεθείην γὰρ ἂν οὕτως ἀγαθὸς ὑπηρέτης ὧν σὺ προστάσσεις. 4.50εἰ δ’ἀληθεῖς πεποίηνται τὰς κατ’ἐμοῦ διαβολάς, τοὺς μὲν ἀπαθεῖς ἀπὸ παντὸς φυλάξεις κακοῦ, ὃν δ’ἐπηρασάμην ὄλεθρον αὐτοῖς τοῦτον ποιήσεις ἐμόν, καὶ δίκην εἰσπραξάμενος παρὰ τοῦ τὸν σὸν ἀδικῆσαι θελήσαντος λαὸν τοῦ λοιποῦ βραβεύων ὁμόνοιαν καὶ εἰρήνην σῶζε τὴν πληθὺν ἑπομένην τοῖς σοῖς προστάγμασιν, ἀπαθῆ τηρῶν αὐτὴν καὶ ἀκοινώνητον τῆς τῶν ἡμαρτηκότων κολάσεως · σὺ γὰρ αὐτὸς οἶσθα, ὡς οὐ δίκαιον ὑπὲρ τῆς ἐκείνων κακίας κοινῇ πάντας Ἰσραηλίτας τιμωρίαν ἐκτίνειν”. 4.51ταῦτ’εἰπόντος καὶ δακρύοντος σείεται μὲν αἰφνίδιον ἡ γῆ, σάλου δ’ἐπ’αὐτῆς κινηθέντος ὥσπερ ἐξ ἀνέμου βίας σαλευομένου κύματος πᾶς μὲν ἔδεισεν ὁ λαός, πατάγου δὲ καὶ σκληροῦ ῥαγέντος ἤχου κατὰ τὰς ἐκείνων σκηνὰς συνίζησεν ἡ γῆ καὶ πάνθ’ὅσα φίλα τούτοις ἦν ὑπήνεγκεν εἰς αὑτήν. 4.52ἠφανισμένων δ’οὕτως, ὡς μη δὲ φανῆναί τινας γνῶναι, συνῄειτε πάλιν τῆς γῆς τὸ περὶ ἐκείνοις κεχηνὸς καὶ καθίστατο, ὡς μη δ’εἰ πάθοι τι τῶν προειρημένων φανερὸν εἶναι τοῖς ὁρῶσι. καὶ οἱ μὲν οὕτως ἀπώλοντο ἐπίδειξις τοῦ θεοῦ τῆς ἰσχύος γενόμενοι · 4.53ὀδύραιτο δ’ἄν τις οὐ μόνον τῆς συμφορᾶς αὐτοὺς καὶ καθ’ἑαυτὴν οὔσης ἀξίας οἴκτου, ἀλλ’ὅτι καὶ τοιαῦτα παθόντων ἐφήσθησαν οἱ συγγενεῖς · τῶν γὰρ συντεταγμένων ἐκλαθόμενοι πρὸς τὴν ὄψιν τοῦ συμβεβηκότος ἐβεβαίουν τὴν κρίσιν, καὶ νομίζοντες ὡς ἀλιτηρίους ἀπολωλέναι τοὺς περὶ Δαθάμην οὐ δ’ἐλυποῦντο. 4.54Μωυσῆς δ’ἐκάλει τοὺς περὶ τῆς ἱερωσύνης ἁμιλλωμένους διὰ τὴν τῶν ἱερέων δοκιμασίαν, ἵν’οὗ προσδέξηται τὴν θυσίαν ὁ θεὸς ἥδιον εἴη κεχειροτονημένος. συνελθόντων δὲ πεντήκοντα καὶ διακοσίων ἀνδρῶν, οἳ καὶ διὰ πατέρων ἀρετὴν ἐτιμῶντο παρὰ τῷ λαῷ καὶ διὰ τὴν αὐτῶν, ᾗ κα- κἀκείνους ὑπερεβάλλοντο, προῆλθον καὶ Ἀαρὼν καὶ Κορῆς, καὶ πρὸ τῆς σκηνῆς πάντες καθήγνισαν ἐπὶ τοῖς θυμιατηρίοις ὁπόσα κομίζοντες ἔτυχον. 4.55ἐξέλαμψε δὲ πῦρ τοσοῦτον ὅσον οὔτε χειροποίητον ἱστόρησέ τις οὔτε γῆθεν ἀναδοθὲν κατὰ ὑποδρομὴν καύματος οὔτε κατὰ βίαν πνευμάτων ὕλης πρὸς αὐτὸ παρατριβείσης αὐτομάτως ἐξεκρούσθη, ἀλλ’ὁποῖον θεοῦ κελεύσαντος ἁφθείη λαμπρὸν καὶ φλογωδέστατον · 4.56ὑφ’οὗ πάντες, οἵτε διακόσιοι καὶ πεντήκοντα καὶ Κορῆς, ᾄξαντος ἐπ’αὐτοὺς ἐφθάρησαν, ὡς καὶ τὰ σώματα αὐτῶν ἀφανῆ γεγονέναι. περισώζεται δὲ μόνος Ἀαρὼν μηδὲν ὑπὸ τοῦ πυρὸς βλαβεὶς τῷ τὸν θεὸν τὸν οὓς ἔδει καίειν ἀπεσταλκότα. 4.57Μωυσῆς δὲ τούτων ἀπολομένων βουλόμενος τὴν τιμωρίαν αὐτῶν μνήμῃ παραδοθῆναι καὶ τοὺς αὖθις ἐσομένους αὐτὴν μαθεῖν, ἐκέλευσεν Ἐλεάζαρον τὸν Ἀαρῶνος υἱὸν τὰ θυμιατήρια αὐτῶν παρὰ τὸν χάλκεον καταθέσθαι βωμόν, ὡς ἂν ὑπόμνησις εἴη τοῖς αὖθις ὧν ἔπαθον καὶ ὅτι τὴν ἰσχὺν τοῦ θεοῦ νομίσειαν ἀπατᾶσθαι δύνασθαι. 4.58καὶ Ἀαρὼν μὲν οὐκέτι τῇ Μωυσέος χάριτι τὴν ἀρχιερωσύνην ἔχειν δοκῶν, ἀλλὰ τῇ τοῦ θεοῦ κρίσει φανερᾷ γενομένῃ, μετὰ τῶν υἱῶν ἤδη βεβαίως ἀπέλαυε τῆς τιμῆς. 4.59τὴν μέντοι στάσιν οὐ δ’οὕτως συνέβη παύσασθαι, πολλῷ δὲ μᾶλλον αὔξειν καὶ φύεσθαι · χαλεπωτέραν ἐλάμβανε τῆς ἐπὶ τὸ χεῖρον προκοπῆς αἰτίαν, ὑφ’ἧς οὐδέποτε λήξειν τὸ δεινὸν ἦν εἰκὸς ἀλλ’εἰς χρόνον παραμενεῖν. 4.60οἱ γὰρ ἄνθρωποι πεπιστευκότες ἤδη μηδὲν γίνεσθαι δίχα τῆς τοῦ θεοῦ προνοίας οὐκ ἐβούλοντο ταῦτα χωρὶς τῆς εἰς Μωυσῆν χάριτος τοῦ θεοῦ πεπρᾶχθαι, κατηγόρουν δ’αὐτοῦ τὴν ὀργὴν τοῦ θεοῦ γίνεσθαι τοσαύτην οὐχ οὕτω διὰ τὴν τῶν κολασθέντων ἀδικίαν, ὡς Μωυσέος πραγματευσαμένου · 4.61καὶ τοὺς μὲν διεφθάρθαι μηδὲν ἐξαμαρτόντας ἢ ὅτι περὶ τὴν τοῦ θεοῦ θρησκείαν ἐσπουδάκεσαν, τὸν δὲ τοιούτων ὀλέθρῳ καὶ πάντων ἀρίστων ἐζημιωκότα τὸν λαὸν πρὸς τῷ μηδεμίαν ὑποσχεῖν δίκην ἔτι καὶ τὴν ἱερωσύνην ἀναμφίλεκτον τα- τἀδελφῷ παρασχεῖν · 4.62οὐδένα γὰρ ἔτι αὐτῆς ἄλλον ἀντιποιήσεσθαι καὶ τοὺς πρώτους ὁρῶντα κακῶς ἀπολωλότας. ἔτι γε μὴν καὶ παρὰ τῶν οἰκείων τοῖς διεφθαρμένοις δέησις ἐγένετο πολλὴ τοῦ πλήθους μειῶσαί τι τῆς Μωυσέος μεγαλαυχίας · ἀσφαλὲς γὰρ αὐτοῖς τοῦτ’εἶναι. 4.63Μωυσῆς δέ, καὶ γὰρ ἐκ πολλοῦ συνιστάμενον ἠκροᾶτο τὸν θόρυβον, δείσας μή τι νεωτερίσωσι πάλιν καὶ γένηταί τι μέγα καὶ χαλεπὸν συνήγαγε τὸ πλῆθος εἰς ἐκκλησίαν, περὶ μὲν ὧν ἠκροᾶτο εἰς ἀπολογίαν οὐ καθιστάμενος, ἵνα μὴ παροξύνῃ τὸ πλῆθος, αὐτὸ δὲ μόνον τοῖς φυλάρχοις προειπὼν κομίζειν τὰ τῶν φυλῶν ὀνόματα βακτηρίαις ἐπιγεγραμμένα · 4.64λήψεσθαι γὰρ ἐκεῖνον τὴν ἱερωσύνην, οὗπερ ἂν ὁ θεὸς ἐπισημήνῃ τῇ βακτηρίᾳ. δόξαν οὖν κομίζουσιν οἵτε ἄλλοι καὶ Ἀαρὼν ἐπιγράψας Λευῖτιν ἐν τῇ βακτηρίᾳ, καὶ ταύτας Μωυσῆς ἐν τῇ σκηνῇ τοῦ θεοῦ κατατίθησι. τῇ δὲ ἐπιούσῃ προεκόμισε τὰς βακτηρίας · γνώριμοι δ’ἦσαν κατασημηναμένων αὐτὰς τῶντε ἀνδρῶν οἵπερ ἐκόμιζον καὶ τοῦ πλήθους. 4.65καὶ τὰς μὲν ἄλλας ἐφ’οὗπερ αὐτὰς σχήματος Μωυσῆς παρέλαβεν ἐπὶ τούτου μεμενηκυίας ἔβλεπον, ἐκ δὲ τῆς Ἀαρῶνος βλαστούςτε καὶ κλάδους ἀναφύντας ἑώρων καὶ καρπὸν ὡραῖον, ἀμύγδαλα δ’ἦν, ἐκ τοιούτου ξύλου τῆς βακτηρίας κατεσκευασμένης. 4.66ἐκπλαγέντες δ’ἐπὶ τῷ παραλόγῳ τῆς θέας, εἰ καί τισι διὰ μίσους ἦν ὁ Μωυσῆς καὶ Ἀαρών, ἀφέντες τοῦτο θαυμάζειν ἤρξαντο τὴν τοῦ θεοῦ περὶ αὐτῶν κρίσιν καὶ τὸ λοιπὸν ἐπευφημοῦντες τοῖς δεδογμένοις τῷ θεῷ συνεχώρουν Ἀαρῶνι καλῶς ἔχειν τὴν ἀρχιερωσύνην. καὶ ὁ μὲν τρὶς αὐτὸν τοῦ θεοῦ χειροτονήσαντος βεβαίως εἶχε τὴν τιμήν, ἡ δὲ τῶν Ἑβραίων στάσις πολὺν ἀκμάσασα χρόνον τοῦτον ἐπαύθη τὸν τρόπον. 4.67Μωυσῆς δ’ἐπεὶ πολέμου καὶ στρατείας ἡ τῶν Λευιτῶν ἀφεῖτο φυλὴ θεραπεύουσα τὸν θεόν, ἵνα μὴ δι’ἀπορίαν μη δὲ ζήτησιν τῶν εἰς τὸν βίον ἀναγκαίων ἀμελοῖεν τοῦ ἱεροῦ, κατὰ βούλησιν τοῦ θεοῦ τὴν Χαναναίαν κτησαμένους τοὺς Ἑβραίους ἐκέλευε κατανεῖμαι τοῖς Λευίταις ὀκτὼ καὶ τεσσαράκοντα πόλεις ἀγαθὰς καὶ καλὰς τῆςτε πρὸ αὐτῶν γῆς περιγράψαντας εἰς δισχιλίους πήχεις ἀπὸ τῶν τειχῶν αὐτοῖς ἀνεῖναι. 4.68πρὸς τούτοις δὲ καὶ τὸν λαὸν ἐξέταξε τῶν ἐπετείων καρπῶν δεκάτην αὐτοῖςτε τοῖς Λευίταις καὶ ἱερεῦσι τελεῖν. καὶ ἃ μὲν ἡ φυλὴ παρὰ τοῦ πλήθους λαμβάνει ταῦτ’ἐστίν · ἀναγκαῖον δ’ἡγησάμην ἃ τοῖς ἱερεῦσιν ἰδίᾳ παρὰ πάντων γίνεται δηλῶσαι. 4.69τῶν μὲν τεσσαράκοντα καὶ ὀκτὼ πόλεων τρισκαίδεκα παραχωρῆσαι τοὺς Λευίτας αὐτοῖς προσέταξε καὶ τῆς δεκάτης, ἧς παρὰ τοῦ λαοῦ κατ’ἔτος λαμβάνουσι, δεκάτην αὐτοῖς ἀπομερίζειν. 4.70ἔτι δὲ ἀπαρχὰς τὸν λαὸν δίκαιον τῷ θεῷ πάντων τῶν ἐκ τῆς γῆς φυομένων καρπῶν ἐπιφέρειν, καὶ τῶν τετραπόδων δὲ τῶν εἰς τὰς θυσίας νενομισμένων τὸ γεννηθὲν πρῶτον, ἂν ἄρσεν ᾖ, καταθῦσαι παρασχεῖν τοῖς ἱερεῦσιν, ὥστε αὐτοὺς πανοικὶ σιτεῖσθαι ἐν τῇ ἱερᾷ πόλει. 4.71τῶν δ’οὐ νενομισμένων ἐσθίειν παρ’αὐτοῖς κατὰ τοὺς πατρίους νόμους τοὺς δεσπότας σίκλον καὶ ἥμισυ αὐτοῖς ἀναφέρειν, ἀνθρώπου δὲ πρωτοτόκου πέντε σίκλους, εἶναι δὲ ἀπαρχὰς αὐτοῖς καὶ τῆς τῶν προβάτων κουρᾶς, τούςτε πέττοντας τὸν σῖτον καὶ ἀρτοποιουμένους τῶν πεμμάτων αὐτοῖς τινα χορηγεῖν. 4.72ὅσοι δ’ἂν αὑτοὺς καθιερῶσιν εὐχὴν πεποιημένοι, ναζιραῖοι δὲ οὗτοι καλοῦνται, κομῶντες καὶ οἶνον οὐ προσφερόμενοι, τούτους δὲ ὅταν τὰς τρίχας ἀφιερῶσιν ἐπὶ θυσίᾳτε δρῶσι τὰς κουρὰς νέμεσθαι πρὸς τοὺς ἱερέας. 4.73καὶ οἱ κορβᾶν αὑτοὺς ὀνομάσαντες τῷ θεῷ, δῶρον δὲ τοῦτο σημαίνει κατὰ Ἑλλήνων γλῶτταν, βουλομένους ἀφίεσθαι τῆς λειτουργίας τοῖς ἱερεῦσι καταβάλλειν ἀργύριον, γυναῖκα μὲν τριάκοντα σίκλους ἄνδρα δὲ πεντήκοντα. ὅσοι δὲ ἂν ἐνδεέστερα τῶν ὡρισμένων ἔχωσι χρήματα τοῖς ἱερεῦσιν ἐξεῖναι περὶ τούτων ὡς βούλονται δοκιμάσαι. 4.74εἶναι δὲ καὶ τοῖς κατ’οἶκον θύουσιν εὐωχίας ἕνεκα τῆς αὑτῶν ἀλλὰ μὴ θρησκείας ἀνάγκην κομίζειν τοῖς ἱερεῦσιν ἔνυστρόντε καὶ χελύνιον καὶ τὸν δεξιὸν βραχίονα τοῦ θύματος. καὶ τοῖς μὲν ἱερεῦσι Μωυσῆς τοσαύτην, πάρεξ ὧν ὑπὲρ ἁμαρτημάτων θύων ὁ λαὸς δίδωσιν αὐτοῖς, ὡς ἐν τῇ πρὸ ταύτης βίβλῳ δεδηλώκαμεν, εὐπορίαν ἐπενόησε. 4.75πάντων δὲ τῶν τοῖς ἱερεῦσι τελουμένων κοινωνεῖν διέταξε καὶ τοὺς οἰκέτας καὶ θυγατέρας καὶ γυναῖκας ἔξω τῶν ὑπὲρ ἁμαρτημάτων ἐπιφερομένων θυσιῶν · ταύτας γὰρ ἐν τῷ ἱερῷ μόνοι δαπανῶσιν οἱ ἄρρενες τῶν ἱερέων αὐθημερόν. 4.76ὡς δὲ ταῦτα μετὰ τὴν στάσιν Μωυσῆς διέταξεν, ἄρας μετὰ πάσης τῆς στρατιᾶς ἐπὶ τοὺς τῆς Ἰδουμαίας ὅρους ἦλθε καὶ πρέσβεις πρὸς τὸν βασιλέα τῶν Ἰδουμαίων πέμψας ἠξίου δίοδον αὐτῷ παρασχεῖν, πίστεις ἃς αὐτὸς ἐθέλοι λαβεῖν ὑπὲρ τοῦ μηδὲν ἀδικηθήσεσθαι δώσειν ὁμολογῶν, ἀγοράντε τῷ στρατῷ χορηγῆσαι καὶ τιμὴν τοῦ ὕδατος αὐτοὺς κελεῦσαι καταβαλεῖν. 4.77ὁ δ’οἷς ἐπρεσβεύσατο Μωυσῆς οὐκ ἀρεσκόμενος οὐ δὲ συγχωρῶν τὴν δίοδον ἔνοπλον τὴν στρατιὰν ἀγαγὼν προαπήντα τῷ Μωυσεῖ, κωλύσων αὐτοὺς εἰ τολμήσαιεν βίᾳ περαιοῦσθαι. καὶ Μωυσῆς, ἄρχειν γὰρ μάχης οὐ συνεβούλευσεν ὁ θεὸς χρωμένῳ, τὴν δύναμιν ὑπανῆγε διὰ τῆς ἐρήμου ἐκπεριιών. 4.78τότε δὴ καὶ τὴν ἀδελφὴν αὐτοῦ Μαριάμην τελευτὴ τοῦ βίου καταλαμβάνει τεσσαρακοστὸν ἔτος πεπληρωκυῖαν ἀφ’οὗ τὴν Αἴγυπτον κατέλιπε μηνὸς δὲ Ξανθικοῦ νουμηνίᾳ κατὰ σελήνην. θάπτουσι δ’αὐτὴν δημοσίᾳ πολυτελῶς ὑπέρ τινος ὄρους, ὃ καλοῦσι Σίν, καὶ πενθήσαντα ἐπὶ τριάκοντα ἡμέρας τὸν λαὸν ἐκάθηρε Μωυσῆς τούτῳ τῷ τρόπῳ · 4.79μόσχον θήλειαν, ἀρότρου μὲν καὶ γεωργίας ἄπειρον ὁλόκληρον δέ, ξανθὴν πᾶσαν, μικρὸν ἄπωθεν τοῦ στρατοπέδου προαγαγὼν εἰς χωρίον καθαρώτατον ὁ ἀρχιερεὺς ἔθυέτε καὶ τοῦ αἵματος ἑπτάκις ἔρρανε τῷ δακτύλῳ ἀντικρὺ τῆς σκηνῆς τοῦ θεοῦ. 4.80ἔπειτα καιομένης ὡς εἶχεν ὅλης τῆς δαμάλιδος σὺν τῇ δορᾷ καὶ τοῖς ἐντὸς ξύλον κέδρινον εἰς μέσον ἐμβάλλουσι τὸ πῦρ καὶ ὕσσωπον καὶ φοινικτὸν ἔριον · συναγαγὼν δ’αὐτῆς ἅπασαν τὴν τέφραν ἁγνὸς ἀνὴρ κατατίθησιν εἰς χωρίον καθαρώτατον. 4.81τοὺς οὖν ἀπὸ νεκροῦ μεμιασμένους τῆς τέφρας ὀλίγον εἰς πηγὴν ἐνιέντες καὶ ὕσσωπον βαπτίσαντέςτε καὶ τῆς τέφρας ταύτης εἰς πηγὴν ἔρραινον τρίτῃτε καὶ ἑβδόμῃ τῶν ἡμερῶν καὶ καθαροὶ τὸ λοιπὸν ἦσαν. τοῦτο δὲ καὶ κατελθοῦσιν εἰς τὰς κληρουχίας προσέταξε ποιεῖν. 4.82μετὰ δὲ τὴν ἐπὶ τῷ πένθει τῆς ἀδελφῆς τοῦ στρατηγοῦ κάθαρσιν τοιαύτην γενομένην ἀπῆγε τὴν δύναμιν διὰ τῆς ἐρήμου καὶ τῆς Ἀραβίας ἐλθὼν εἰς χωρίον, ὃ μητρόπολιν αὑτῶν Ἄραβες νενομίκασι, πρότερον μὲν Ἄρκην λεγομένην Πέτραν δὲ νῦν ὀνομαζομένην. 4.83ἐνταῦθα ὑψηλοῦ περιέχοντος ὄρους αὐτὸ ἀναβὰς Ἀαρὼν ἐπ’αὐτὸ Μωυσέος αὐτῷ δεδηλωκότος, ὅτι μέλλοι τελευτᾶν, παντὸς τοῦ στρατεύματος ὁρῶντος, κάταντες γὰρ ἦν τὸ χωρίον, ἀποδύεται τὴν ἀρχιερατικὴν στολὴν καὶ παραδοὺς αὐτὴν Ἐλεαζάρῳ τῷ παιδί, πρὸς ὃν διὰ τὴν ἡλικίαν ἡ ἀρχιερωσύνη παραγίνεται, θνήσκει τοῦ πλήθους εἰς αὐτὸν ἀφορῶντος, τῷ μὲν αὐτῷ τελευτήσας ἔτει, ᾧ καὶ τὴν ἀδελφὴν ἀπέβαλε, βιοὺς δὲ ἔτη τὰ πάντα τρία πρὸς τοῖς εἴκοσι καὶ ἑκατόν. 4.84ἀποθνήσκει δὲ κατὰ σελήνην νουμηνίᾳ μηνὸς ὄντος τοῦ παρὰ μὲν Ἀθηναίοις Ἑκατομβαιῶνος καλουμένου Λώου δὲ παρὰ Μακεδόσι Σαβὰ δὲ παρὰ Ἑβραίοις. 4.85πένθος δὲ ἐπ’αὐτῷ τοῦ λαοῦ τριακονθήμερον ἄγοντος, ἐπεὶ τοῦτ’ἐλώφησεν, ἀναλαβὼν ἐκεῖθεν Μωυσῆς τὸν στρατὸν παρῆν ἐπὶ τὸν ποταμὸν Ἀρνῶν’, ὃς ἐκ τῶν τῆς Ἀραβίας ὀρῶν ὡρμημένος καὶ διὰ πάσης ἐρήμου ῥέων εἰς τὴν Ἀσφαλτῖτιν λίμνην ἐκδίδωσιν ὁρίζων τήντε Μωαβῖτιν καὶ Ἀμωρῖτιν. γῆ δ’αὕτη καρποφόρος καὶ πλῆθος ἀνθρώπων τοῖς παρ’αὐτῆς ἀγαθοῖς ἱκανὴ τρέφειν. 4.86πρὸς οὖν Σιχῶνα τὸν βασιλεύοντα τῆς χώρας ταύτης ἀπέστειλε Μωυσῆς τῷ στρατῷ δίοδον αἰτῶν ἐφ’αἷς ἂν θελήσειε πίστεσιν, ὥστε μηδὲν ἀδικηθῆναι μήτε τὴν γῆν μήτε τοὺς ἐνοικοῦντας, ὧν Σιχὼν ἐκράτει, τοῖςτε κατὰ τὴν ἀγορὰν χρῆσθαι πρὸς τὸ ἐκείνων λυσιτελές, εἰ καὶ τὸ ὕδωρ αὐτοῖς πιπράσκειν ἐθέλοιεν. Σιχὼν δ’ἀρνούμενος ὁπλίζει τὸν οἰκεῖον στρατὸν καὶ τοὺς Ἑβραίους διαβαίνειν τὸν Ἀρνῶνα κωλύειν ἑτοιμότατος ἦν. 4.87Μωυσῆς δὲ ὁρῶν πολεμίως αὐτοῖς τὸν Ἀμοραῖον διακείμενον οὔτε περιφρονούμενος ἀνέχεσθαι δεῖν ἔγνω καὶ τοὺς Ἑβραίους τῆς ἀπραξίας καὶ τῆς δι’αὐτὴν ἀπορίας, ὑφ’ἧς στασιάσαιτε πρότερον αὐτοῖς συνέπεσε καὶ τότε δυσκόλως εἶχον, ἀπαλλάξαι διαγνοὺς ἤρετο τὸν θεόν, εἰ πολεμεῖν αὐτῷ δίδωσι. 4.88τοῦ δὲ θεοῦ καὶ νίκην ἐπισημήναντος αὐτὸς θαρσαλέως εἶχε πρὸς τὸν ἀγῶνα καὶ τοὺς στρατιώτας παρώρμα, νῦν αὐτοὺς ἀξιῶν τῆς τοῦ πολεμεῖν ἡδονῆς ἀπολαύειν, ὅτ’αὐτῇ συγχωρεῖ χρῆσθαι τὸ θεῖον. οἱ δ’ἧς ἐπόθουν ἐξουσίας λαβόμενοι καὶ τὰς πανοπλίας ἀναλαβόντες εὐθέως ἐχώρουν εἰς τὸ ἔργον. 4.89ὁ δὲ Ἀμορραῖος οὐκέτ’ἦν ἐπιόντων ὅμοιος αὑτῷ, ἀλλ’αὐτόςτε κατεπλάγη τοὺς Ἑβραίους καὶ ἡ δύναμις αὐτοῦ παρέχουσα θᾶττον αὑτὴν εὔψυχον εἶναι δοκεῖν τότ’ἀπηλέγχθη πεφοβημένη. τὴν πρώτην οὖν σύνοδον οὐχ ὑπομείναντες ἀντιστῆναι καὶ δέξασθαι τοὺς Ἑβραίους τρέπονται, τοῦτο ἑαυτοῖς σωτηρίαν ὑπολαβόντες ἢ τὸ μάχεσθαι παρέξειν · 4.90ἐθάρρουν γὰρ ταῖς πόλεσιν οὔσαις ὀχυραῖς. παρ’ὧν οὐδὲν αὐτοῖς ὄφελος ἦν εἰς ταύτας συνδιωχθεῖσιν · Ἑβραῖοι γὰρ ὡς ἐνδόντας αὐτοὺς εὐθὺς εἶδον, ἐνέκειντο καὶ παραλύσαντες αὐτῶν τὸν κόσμον εἰς φόβον κατέστησαν. 4.91καὶ οἱ μὲν ἀπορραγέντες ἔφευγον ἐπὶ τῶν πόλεων, οἱ δὲ πρὸς τὴν δίωξιν οὐκ ἔκαμνον, ἀλλ’οἷς προπεπονήκεσαν προσεπιταλαιπωρῆσαι προθέμενοι, καὶ σφενδονᾶντε ἄριστοι τυγχάνοντες καὶ πᾶσι τοῖς ἑκηβόλοις δεξιοὶ χρῆσθαι, καὶ διὰ τὴν ὅπλισιν οὖσαν εὐσταλῆ κοῦφοι πρὸς τὸ διώκειν ὄντες μετέθεον τοὺς πολεμίους καὶ τοὺς πορρωτάτω συλληφθῆναι γεγονότας ταῖς σφενδόναις καὶ τοῖς τοξεύμασι κατελάμβανον. 4.92φόνοςτε οὖν γίνεται πολὺς καὶ τραύμασιν ἐπόνουν οἱ διαφεύγοντες, ἔκαμνόντε ἐπὶ δίψει μᾶλλον ἤ τινι τῶν πολεμικῶν, καὶ γὰρ ὥρα θέρους ἦν, καὶ ἐπιθυμίᾳ τοῦ πιεῖν. ἐπὶ ποταμὸν οὖν τοὺς πλείους καταραχθέντας, καὶ ὅσον συνεστραμμένον ἔφευγε, περιστάντες ἔβαλλον καὶ πάντας αὐτοὺς ἀκοντίζοντες ἅμα καὶ τοξεύοντες διέφθειραν. 4.93ἀποθνήσκει δ’αὐτῶν καὶ Σιχὼν ὁ βασιλεύς. Ἑβραῖοι δὲ νεκροὺς ἐσκύλευον καὶ λείαν ἔλαβον καὶ πολλὴν ἀφθονίαν τῶν ἐκ τῆς γῆς εἶχον μεστῆς ἔτι τῶν καρπῶν ὑπαρχούσης, καὶ διεξῄει πᾶσιν ἀδεῶς τὸ στράτευμα προνομῇ χρώμενον ἁλισκομένων καὶ τῶν πόλεων · 4.94οὐδὲν γὰρ παρὰ τούτων ἦν ἐμπόδιον τοῦ μαχίμου παντὸς ἀπολωλότος. Ἀμορραίους μὲν οὖν τοιοῦτο πάθος κατέλαβεν οὔτε φρονῆσαι δεινοὺς οὔτε ἀγαθοὺς κατὰ τὸ ἔργον γεγονότας, Ἑβραῖοι δὲ τὴν ἐκείνων παρελάμβανον. 4.95ἔστι δὲ χωρίον, ὃ τριῶν μεταξὺ ποταμῶν κείμενον ὅμοιόν τι νήσῳ τὴν φύσιν ὑπάρχει, τοῦ μὲν Ἀρνῶνος ἀπὸ μεσημβρίας ὁρίζοντος αὐτό, Ἰοβάκου δὲ τὴν ἀρκτῴαν αὐτοῦ πλευρὰν περιγράφοντος, ὃς εἰς τὸν Ἰόρδανον ποταμὸν ἐκβάλλων ἐκείνῳ καὶ τοῦ ὀνόματος μεταδίδωσι, τὰ μέντοι γε πρὸς τῇ δύσει τοῦ χωρίου περίεισιν αὐτὴν Ἰόρδανος. 4.96οὕτως οὖν ἐχόντων τῶν πραγμάτων ἐπιτίθεται τοῖς Ἰσραηλίταις Ὤγης ὁ τῆς Γαλαδηνῆς καὶ Γαυλανίτιδος βασιλεὺς στρατὸν ἄγων, καὶ σπεύδων μὲν ὡς ἐπὶ συμμαχίαν τὴν Σιχῶνος φίλου τυγχάνοντος εὑρὼν δὲ ἐκεῖνον ἤδη προαπολωλότα καὶ οὕτως ἔγνω τοῖς Ἑβραίοις εἰς μάχην ἐλθεῖν περιέσεσθαίτε νομίζων καὶ τῆς ἀρετῆς αὐτῶν διάπειραν βουλόμενος λαβεῖν · 4.97διαμαρτὼν δὲ τῆς ἐλπίδος αὐτόςτε ἀποθνήσκει κατὰ τὴν μάχην καὶ σύμπας ὁ στρατὸς αὐτοῦ διαφθείρεται. Μωυσῆς δὲ τὸν ποταμὸν Ἰόβακον περαιωσάμενος διεξῄει τῆς Ὤγου βασιλείας τάςτε πόλεις καταστρεφόμενος καὶ κτείνων πάντας τοὺς ἐνοικοῦντας, οἳ καὶ πλούτῳ διέφερον πάντων τῶν ἐκείνῃ ἠπειρωτῶν δι’ἀρετὴν γῆς καὶ πλῆθος χρημάτων. 4.98Ὤγης δὲ μέγεθόςτε καὶ κάλλος ἦν οἷος ὀλίγοι σφόδρα, ἦν δὲ καὶ κατὰ χεῖρα γενναῖος ἀνήρ, ὡς ἴσα τὰ τῶν ἔργων εἶναι τοῖς τοῦ μεγέθους καὶ τῆς εὐπρεπείας πλεονεκτήμασι. τὴν δ’ἰσχὺν αὐτοῦ καὶ τὸ μέγεθος ἐτεκμηριώσαντο κλίνην αὐτοῦ λαβόντες ἐν Ῥαβαθᾶ πόλει τῶν βασιλείων τῆς Ἀμμανίτιδος, τῇ μὲν κατασκευῇ σιδηρέαν, τεσσάρων δὲ πηχῶν τὸ εὖρος, μήκει δὲ τοῦ διπλασίονος ἑνὶ πήχει μείζονα. 4.99τούτου τοίνυν πταίσαντος οὐκ εἰς τὸ παρὸν μόνον τοῖς Ἑβραίοις ἐπέδωκε τὰ πράγματα, ἀλλὰ καὶ πρὸς τὸ μέλλον ἀγαθῶν αὐτοῖς αἴτιος ἀποθανὼν ὑπῆρξε · καὶ γὰρ πόλεις ἑξήκοντα λαμπρῶς πάνυ τετειχισμένας ὑποτελεῖς ἐκείνῳ παρέλαβον καὶ λείαν πολλὴν ἰδίᾳτε καὶ δημοσίᾳ πάντες εὐπόρησαν. 4.100Μωυσῆς μὲν οὖν στρατοπεδεύει καὶ ἀγαγὼν τὴν δύναμιν ἐπὶ τῷ Ἰορδάνῳ κατὰ τὸ μέγα πεδίον Ἱεριχοῦντος ἀντικρύ, πόλις δ’ἐστὶν εὐδαίμων αὕτη φοίνικάτε φέρειν ἀγαθὴ καὶ βάλσαμον νεμομένη. ἤρχοντο δὲ φρονεῖν ἐφ’ἑαυτοῖς μέγα Ἰσραηλῖται καὶ τὴν πρὸς τοὺς πολέμους ἐπιθυμίαν ὑπερέτεινον. 4.101καὶ Μωυσῆς ὀλίγων ἡμερῶν θύσας χαριστήρια πρῶτον τῷ θεῷ καὶ τὸν λαὸν εὐωχήσας μέρος τι τῶν ὁπλιτῶν ἐξέπεμψε δῃῶσον τὴν Μαδιηνιτῶν γῆν καὶ τὰς πατρίδας αὐτῶν ἐκπολιορκῆσον. τοῦ δ’ἐκπολεμηθῆναι πρὸς αὐτοὺς αἰτίαν ἔλαβε τοιαύτην. 4.102Βάλακος ὁ τῶν Μωαβιτῶν βασιλεὺς φιλίας αὐτῷ πατρῴας οὔσης καὶ συμμαχίας πρὸς Μαδιηνίτας, ἐπεὶ τοὺς Ἰσραηλίτας τοσοῦτον φυομένους ἑώρα καὶ περὶ τῶν αὐτοῦ πραγμάτων λίαν εὐλαβεῖτο, καὶ γὰρ οὐδὲν πέπυστο γῆν ἄλλω πολυπραγμονεῖν τοὺς Ἑβραίους ἀπηγορευκότος τοῦ θεοῦ κτησαμένους τὴν Χαναναίων, θᾶττον ἢ φρονιμώτερον ἐγχειρεῖν ἔγνω τοῖς λόγοις. 4.103καὶ πολεμεῖν μὲν ἐπὶ ταῖς εὐπραγίαις θρασύτερον ὑπὸ τῆς κακοπραγίας κατειλημμένοις οὐκ ἔκρινε, κωλῦσαι δ’εἰ δύναιτο γενέσθαι μεγάλους λογιζόμενος πρεσβεῦσαι πρὸς Μαδιηνίτας ὑπὲρ αὐτῶν. 4.104οἱ δέ, ἦν γάρ τις ἀπὸ Εὐφράτου Βάλαμος μάντις ἄριστος τῶν τότε καὶ πρὸς αὐτοὺς ἐπιτηδείως ἔχων, πέμπουσι μετὰ τῶν Βαλάκου πρέσβεων ἄνδρας τῶν παρ’αὐτοῖς ἀξιολόγων παρακαλέσοντας τὸν μάντιν ἐλθεῖν, ὅπως ἐπ’ἐξωλείᾳ τῶν Ἰσραηλιτῶν ἀρὰς ποιήσηται. 4.105παραγενομένους δὲ τοὺς πρέσβεις δέχεται ξενίᾳ φιλοφρόνως καὶ δειπνίσας ἀνέκρινε τὴν τοῦ θεοῦ διάνοιαν, τίς αὕτη ἐστὶν ἐφ’οἷς Μαδιηνῖται παρακαλοῦσι. τοῦ δ’ἐμποδὼν στάντος ἀφικνεῖται πρὸς τοὺς πρέσβεις, προθυμίαν μὲν καὶ σπουδὴν τὴν ἰδίαν ἐμφανίζων αὐτοῖς εἰς ἃ δέονται τυχεῖν, τὸν δὲ θεὸν ἀντιλέγειν αὐτοῦ τῇ προαιρέσει δηλῶν, ὃς αὐτὸν ἐπὶ τοσοῦτον κλέος δι’ἀλήθειαν καὶ τὴν ταύτης πρόρρησιν ἀγάγοι · 4.106τὸν γὰρ στρατόν, ᾧ καταρασόμενον αὐτὸν ἐλθεῖν παρακαλοῦσι, δι’εὐνοίας εἶναι τῷ θεῷ · συνεβούλευέτε διὰ ταύτην τὴν αἰτίαν χωρεῖν παρ’αὐτοὺς τὴν ἔχθραν τὴν πρὸς τοὺς Ἰσραηλίτας καταλυσαμένους. καὶ τοὺς μὲν πρέσβεις ταῦτα εἰπὼν ἀπέλυσε. 4.107Μαδιηνῖται δὲ Βαλάκου σφόδρα ἐγκειμένου καὶ δέησιν λιπαρὰν προσφέροντος πάλιν πέμπουσι πρὸς τὸν Βάλαμον. κα- κἀκεῖνος βουλόμενος χαρίζεσθαί τι τοῖς ἀνδράσιν ἀνήρετο τὸν θεόν, ὁ δὲ καὶ τῆς πείρας δυσχεράνας κελεύει μηδὲν ἀντιλέγειν τοῖς πρέσβεσιν. ὁ δ’οὐχ ὑπολαβὼν ἀπάτῃ ταῦτα τὸν θεὸν κεκελευκέναι συναπῄει τοῖς πρέσβεσι. 4.108κατὰ δὲ τὴν ὁδὸν ἀγγέλου θείου προσβαλόντος αὐτῷ κατά τι στενὸν χωρίον περιειλημμένον αἱμασιαῖς διπλαῖς ἡ ὄνος, ἐφ’ἧς ὁ Βάλαμος ὠχεῖτο, συνεῖσα τοῦ θείου πνεύματος ὑπαντῶντος ἀπέκλινε τὸν Βάλαμον πρὸς τὸν ἕτερον τῶν τριγχῶν ἀναισθήτως ἔχουσα τῶν πληγῶν, ἃς ὁ Βάλαμος ἐπέφερεν αὐτῇ κακοπαθῶν τῇ θλίψει τῇ πρὸς τὸν τριγχόν. 4.109ὡς δ’ἐγκειμένου τοῦ ἀγγέλου ἡ ὄνος τυπτομένη ὤκλασε, κατὰ βούλησιν θεοῦ φωνὴν ἀνθρωπίνην ἀφεῖσα κατεμέμφετο τὸν Βάλαμον ὡς ἄδικον ἐπὶ ταῖς πρότερον διακονίαις μηδὲν ἔχοντα ἐγκαλεῖν αὐτῇ πληγὰς ἐπιφέρειν μὴ συνιείς, ὅτι νῦν κατὰ θεοῦ προαίρεσιν οἷς αὐτὸς ἔσπευσεν ὑπηρετεῖν εἴργεται. 4.110ταραττομένου δὲ αὐτοῦ διὰ τὴν τῆς ὄνου φωνὴν ἀνθρωπίνην οὖσαν ἐπιφανεὶς καὶ ὁ ἄγγελος ἐναργὴς ἐνεκάλει τῶν πληγῶν, ὡς οὐχὶ τοῦ κτήνους ὄντος αἰτίου, τὴν δὲ ὁδὸν αὐτοῦ διακωλύοντος παρὰ γνώμην τοῦ θεοῦ γενομένην. 4.111καταδείσας δ’ὁ Βάλαμος οἷόςτε ἦν ἀναστρέφειν, ἀλλ’ὁ θεὸς αὐτὸν χωρεῖν τὴν προκειμένην παρώρμησε προστάξας ὅτιπερ ἂν αὐτὸς κατὰ νοῦν αὐτῷ ποιήσειε τοῦτο σημαίνειν. 4.112καὶ ὁ μὲν ταῦτα τοῦ θεοῦ κελεύσαντος ἥκει πρὸς Βάλακον. δεξαμένου δὲ αὐτὸν τοῦ βασιλέως ἐκπρεπῶς ἠξίου προαχθεὶς ἐπί τι τῶν ὀρῶν σκέψασθαι, πῶς τὸ τῶν Ἑβραίων ἔχοι στρατόπεδον. Βάλακος δ’αὐτὸς ἀφικνεῖται τὸν μάντιν σὺν βασιλικῇ θεραπείᾳ φιλοτίμως ἀγόμενος εἰς ὄρος, ὅπερ ὑπὲρ κεφαλῆς αὐτῶν ἔκειτο τοῦ στρατοπέδου σταδίους ἀπέχον ἑξήκοντα. 4.113κατιδὼν δ’αὐτοὺς ἐκεῖνος βωμούςτε ἐκέλευσεν ἑπτὰ δείμασθαι τὸν βασιλέα καὶ τοσούτους ταύρους καὶ κριοὺς παραστῆσαι · ὑπουργήσαντος δὲ διὰ ταχέων τοῦ βασιλέως ὁλοκαυτεῖ τυθέντας, ὡς τρόπον εἶδε σημαινομένην, “ὁ λεώς, φησίν, οὗτος εὐδαίμων, ᾧ ὁ θεὸς δίδωσι μυρίων κτῆσιν ἀγαθῶν καὶ σύμμαχον εἰς ἅπαντα καὶ ἡγεμόνα τὴν ἑαυτοῦ πρόνοιαν ἐπένευσεν. 4.114ὡς οὐδέν ἐστιν ἀνθρώπινον γένος, οὗ μὴ κατ’ἀρετὴν καὶ ζήλωσιν ἐπιτηδευμάτων ἀρίστων καὶ καθαρῶν πονηρίας ὑμεῖς ἀμείνους κριθήσεσθε καὶ παισὶ βελτίοσιν αὐτῶν ταῦτα καταλείψετε, θεοῦ μόνους ὑμᾶς ἀνθρώπους ἐφορῶντος καὶ ὅθεν ἂν γένοισθε πάντων εὐδαιμονέστεροι τῶν ὑπὸ τὸν ἥλιον ἐκπορίζοντος. 4.115γῆντε οὖν ἐφ’ἣν ὑμᾶς αὐτὸς ἔστειλε καθέξετε δουλεύσουσαν αἰεὶ παισὶν ὑμετέροις καὶ τοῦ περὶ αὐτῶν κλέους ἐμπλησθήσεται πᾶσα ἡ γῆ καὶ θάλασσα, ἀρκέσετε δὲ τῷ κόσμῳ παρασχεῖν ἑκάστῃ γῇ τῶν ἀφ’ὑμετέρου γένους οἰκήτορας. 4.116θαυμάζετε οὖν, ὦ μακάριος στρατός, ὅτι τοσοῦτος ἐξ ἑνὸς πατρὸς γεγόνατε. ἀλλὰ τὸν νῦν ὑμῶν ὀλίγον ἡ Χαναναίων χωρήσει γῆ, τὴν δ’οἰκουμένην οἰκητήριον δι’αἰῶνος ἴστε προκειμένην ὑμῖν, καὶ τὸ πλῆθος ὑμῶν ἔντε νήσοις καὶ κατ’ἤπειρον βιοτεύσετε ὅσον ἐστὶν οὐ δ’ἀστέρων ἀριθμὸς ἐν οὐρανῷ. τοσούτοις δὲ οὖσιν οὐκ ἀπαγορεύσει τὸ θεῖον ἀφθονίαν μὲν παντοίων ἀγαθῶν ἐν εἰρήνῃ χορηγοῦν, νίκην δὲ καὶ κράτος ἐν πολέμῳ. 4.117παῖδας ἐχθρῶν ἔρως τοῦ πρὸς ὑμᾶς πολέμου λάβοι καὶ θρασυνθεῖεν ὥστε εἰς ὅπλα καὶ τὰς ὑμετέρας χεῖρας ἐλθεῖν · οὐ γὰρ ἂν ὑποστρέψειέ τις νικηφόρος οὐ δ’ὥστε παῖδας εὐφρᾶναι καὶ γυναῖκας. τοσοῦτον ὑμῖν ἀνδρείας τὸ περιὸν ἐκ θεοῦ προνοίας ἀνῄρηται, ᾧ καὶ τὰ περιττὰ μειοῦν ἰσχὺς καὶ τὰ λείποντα διδόναι”. 4.118καὶ ὁ μὲν τοιαῦτα ἐπεθείαζεν οὐκ ὢν ἐν ἑαυτῷ τῷ δὲ θείῳ πνεύματι πρὸς αὐτὰ νενικημένος. τοῦ δὲ Βαλάκου δυσχεραίνοντος καὶ παραβαίνειν αὐτὸν τὰς συνθήκας ἐφ’αἷς αὐτὸν ἀντὶ μεγάλων λάβοι δωρεῶν παρὰ τῶν συμμάχων ἐπικαλοῦντος, ἐλθόντα γὰρ ἐπὶ κατάρᾳ τῶν πολεμίων ὑμνεῖν αὐτοὺς ἐκείνους καὶ μακαριωτάτους ἀποφαίνειν ἀνθρώπων, “ὦ Βάλακε, φησί, περὶ τῶν ὅλων λογίζῃ καὶ δοκεῖς ἐφ’ἡμῖν εἶναί τι περὶ τῶν τοιούτων σιγᾶν ἢ λέγειν, ὅταν ἡμᾶς τὸ τοῦ θεοῦ λάβῃ πνεῦμα; 4.119φωνὰς γὰρ ἃς βούλεται τοῦτο καὶ λόγους οὐδὲν ἡμῶν εἰδότων ἀφίησιν. 4.120ἐγὼ δὲ μέμνημαι μὲν ὧντε καὶ σὺ καὶ Μαδιηνῖται δεηθέντες ἐνταυθοῖ με προθύμως ἠγάγετε καὶ δι’ἃ τὴν ἄφιξιν ἐποιησάμην, ἦντέ μοι δι’εὐχῆς μηδὲν ἀδικῆσαί σου τὴν ἐπιθυμίαν. 4.121κρείττων δὲ ὁ θεὸς ὧν ἐγὼ χαρίζεσθαι διεγνώκειν · καὶ παντελῶς ἀσθενεῖς οἱ προγινώσκειν περὶ τῶν ἀνθρωπίνων παρ’ἑαυτῶν ὑπολαμβάνοντες, ὡς μὴ ταῦθ’ἅπερ ὑπαγορεύει τὸ θεῖον λέγειν, βιάζεσθαι δὲ τὴν ἐκείνου βούλησιν · 4.122οὐδὲν γὰρ ἐν ἡμῖν ἔτι φθάσαντος εἰσελθεῖν ἐκείνου ἡμέτερον. ἔγωγ’οὖν τὸν στρατὸν τοῦτον οὔτ’ἐπαινέσαι προεθέμην οὔτ’ἐφ’οἷς τὸ γένος αὐτῶν ὁ θεὸς ἀγαθοῖς ἐμηχανήσατο διελθεῖν, ἀλλ’εὐμενὴς αὐτοῖς οὗτος ὢν καὶ σπεύδων αὐτοῖς εὐδαίμονα βίον καὶ κλέος αἰώνιον παρασχεῖν ἐμοὶ τοιούτων ἀπαγγελίαν λόγων ὑπέθετο. 4.123νῦν δέ, χαρίζεσθαίτε γὰρ αὐτῷ σοὶ διὰ σπουδῆς ἐστί μοι καὶ Μαδιηνίταις, ὧν ἀπώσασθαί μοι τὴν ἀξίωσιν οὐκ εὐπρεπές, φέρε βωμούςτε ἑτέρους αὖθις ἐγείρωμεν καὶ θυσίας ταῖς πρὶν παραπλησίας ἐπιτελέσωμεν, εἰ πεῖσαι τὸν θεὸν δυνηθείην ἐπιτρέψαι μοι τοὺς ἀνθρώπους ἀραῖς ἐνδῆσαι”. 4.124συγχωρήσαντος δὲ τοῦ Βαλάκου δὶς μὲν τεθυκότι τὸ θεῖον οὐκ ἐπένευσε τὰς κατὰ τῶν Ἰσραηλιτῶν ἀράς, θύσας δὲ καὶ τρίτον ἄλλων πάλιν ἀνασταθέντων βωμῶν οὐ δὲ τότε μὲν κατηράσατο τοῖς Ἰσραηλίταις, πεσὼν δ’ἐπὶ στόμα πάθη προύλεγεν ὅσατε βασιλεῦσιν ἔσται καὶ ὅσα πόλεσι ταῖς ἀξιολογωτάταις, ὧν ἐνίαις οὐ δ’οἰκεῖσθαί πω συνέβαινε τὴν ἀρχήν, ἅτε καὶ προϋπῆρξεν ἐν τοῖς ἔμπροσθεν χρόνοις γενόμενα τοῖς ἀνθρώποις διὰ γῆς ἢ θαλάσσης εἰς μνήμην τὴν ἐμήν. 4.125ἐξ ὧν ἁπάντων λαβόντων τέλος ὁποῖον ἐκεῖνος προεῖπε τεκμαίροιτ’ἄν τις, ὅ τι καὶ ἔσοιτο πρὸς τὸ μέλλον. 4.126Βάλακος δὲ ἀγανακτήσας ἐπὶ τῷ μὴ καταράτους γενέσθαι τοὺς Ἰσραηλίτας ἀποπέμπει τὸν Βάλαμον μηδεμιᾶς τιμῆς ἀξιώσας · ὁ δὲ ἀπιὼν ἤδη κα- κἀπὶ τῷ περαιοῦν τὸν Εὐφράτην γενόμενος τόντε Βάλακον μεταπεμψάμενος καὶ τοὺς ἄρχοντας τῶν Μαδιηνιτῶν “Βάλακε, φησί, καὶ Μαδιηνιτῶν οἱ παρόντες, χρὴ γὰρ καὶ παρὰ βούλησιν τοῦ θεοῦ χαρίσασθαι ὑμῖν, τὸ μὲν Ἑβραίων γένος οὐκ ἂν ὄλεθρος παντελὴς καταλάβοι οὔτ’ἐν πολέμῳ οὔτ’ἐν λοιμῷ καὶ σπάνει τῶν ἀπὸ γῆς καρπῶν, οὔτ’ἄλλη τις αἰτία παράλογος διαφθείρειεν. 4.128πρόνοια γάρ ἐστιν αὐτῶν τῷ θεῷ σώζειν ἀπὸ παντὸς κακοῦ καὶ μηδὲν ἐπ’αὐτοὺς ἐλθεῖν, ὑφ’οὗ κα- κἂν ἀπόλοιντο πάντες · συμπέσοι δ’αὐτοῖς ὀλίγατε καὶ πρὸς ὀλίγον, ὑφ’ὧν ταπεινοῦσθαι δοκοῦντες εἶτ’ἀνθήσουσιν ἐπὶ φόβῳ τῶν ἐπαγαγόντων αὐτοῖς τὰς βλάβας. 4.129ὑμεῖς δ’εἰ νίκην τινὰ πρὸς βραχὺν καιρὸν κατ’αὐτῶν κερδᾶναι ποθεῖτε, τύχοιτ’ἂν αὐτῆς ταῦτα ποιήσαντες · τῶν θυγατέρων τὰς μάλιστα εὐπρεπεῖς καὶ βιάσασθαι καὶ νικῆσαι τὴν τῶν ὁρώντων σωφροσύνην ἱκανὰς διὰ τὸ κάλλος ἀσκήσαντες τὴν εὐμορφίαν αὐτῶν ἐπὶ τὸ μᾶλλον εὐπρεπὲς πέμψατε πλησίον ἐσομένας τοῦ ἐκείνων στρατοπέδου, καὶ δεομένοις συνεῖναι τοῖς νεανίαις αὐτῶν προστάξατε. 4.130ἐπειδὰν δὲ κεχειρωμένους ὁρῶσι ταῖς ἐπιθυμίαις, καταλιπέτωσαν καὶ παρακαλούντων μένειν μὴ πρότερον ἐπινευέτωσαν, πρὶν ἂν πείσωσιν αὐτοὺς ἀφέντας τοὺς πατρίους νόμους καὶ τὸν τούτους αὐτοῖς θέμενον τιμᾶν θεὸν τοὺς Μαδιηνιτῶν καὶ Μωαβιτῶν σέβωσιν · οὕτως γὰρ αὐτοῖς τὸν θεὸν ὀργισθήσεσθαι”. καὶ ὁ μὲν τοῦθ’ὑποθέμενος αὐτοῖς ᾤχετο. 4.131τῶν δὲ Μαδιηνιτῶν πεμψάντων τὰς θυγατέρας κατὰ τὴν ἐκείνου παραίνεσιν οἱ τῶν Ἑβραίων ἁλίσκονται νέοι τῆς εὐπρεπείας αὐτῶν καὶ παραγενόμενοι εἰς λόγους αὐταῖς παρεκάλουν μὴ φθονεῖν αὐτοῖς τῆς τοῦ κάλλους αὐτῶν ἀπολαύσεως μη δὲ τῆς τοῦ πλησιάζειν συνηθείας · αἱ δ’ἀσμένως δεξάμεναι τοὺς λόγους συνῄεσαν αὐτοῖς. 4.132ἐνδησάμεναι δ’αὐτοὺς τῷ πρὸς αὐτὰς ἔρωτι καὶ τῆς ἐπιθυμίας ἀκμαζούσης περὶ ἀπαλλαγὴν ἐγίνοντο. τοὺς δ’ἀθυμία πολλὴ πρὸς τὴν ἀναχώρησιν τῶν γυναικῶν κατέλαβε καὶ λιπαροῦντες ἐνέκειντο, μὴ σφᾶς καταλιπεῖν, ἀλλὰ γαμετὰς αὐτῶν ἐσομένας αὐτόθι μένειν καὶ δεσποίνας ἀποδειχθησομένας πάντων ὧν ὑπῆρχεν αὐτοῖς. 4.133ταῦτα δὲ ὀμνύντες ἔλεγον καὶ θεὸν μεσίτην ὧν ὑπισχνοῦντο ποιούμενοι δακρύοντέςτε καὶ πανταχόθεν αὑτοὺς ἐλεεινοὺς ταῖς γυναιξὶ κατασκευάζοντες εἶναι. αἱ δ’ὡς δεδουλωμένους αὐτοὺς κατενόησαν καὶ τελέως ὑπὸ τῆς συνηθείας ἐχομένους, ἤρξαντο πρὸς αὐτοὺς λέγειν · 4.134“ἡμῖν, ὦ κράτιστοι νέων, οἶκοίτέ εἰσι πατρῷοι καὶ κτῆσις ἀγαθῶν ἄφθονος καὶ ἡ παρὰ τῶν γονέων καὶ τῶν οἰκείων εὔνοια καὶ στοργή, καὶ κατ’οὐδενὸς τούτων πόρον ἐνθάδ’ἥκουσαι ἡμεῖς εἰς ὁμιλίαν ἥκομεν, οὐ δ’ἐμπορευσόμεναι τὴν ὥραν τοῦ σώματος προσηκάμεθα τὴν ὑμετέραν ἀξίωσιν, ἀλλ’ἄνδρας ἀγαθοὺς καὶ δικαίους ὑπολαβοῦσαι τοιούτοις ὑμᾶς τιμῆσαι ξενίοις δεομένους ἐπείσθημεν. 4.135καὶ νῦν, ἐπεί φατε πρὸς ἡμᾶς φιλοστόργως ἔχειν καὶ λυπεῖσθε μελλουσῶν ἀναχωρεῖν, οὐ δ’αὐταὶ τὴν δέησιν ὑμῶν ἀποστρεφόμεθα, πίστιν δ’εὐνοίας λαβοῦσαι τὴν μόνην ἡμῖν ἀξιόλογον νομισθεῖσαν ἀγαπήσομεν τὸν μεθ’ὑμῶν βίον ὡς γαμεταὶ διανύσαι. 4.136δέος γάρ, μὴ καὶ κόρον τῆς ἡμετέρας ὁμιλίας λαβόντες ἔπειθ’ὑβρίσητε καὶ ἀτίμους ἀποπέμψητε πρὸς τοὺς γονεῖς”. συγγινώσκειντε ταῦτα φυλαττομέναις ἠξίουν. τῶν δὲ ἣν βούλονται πίστιν δώσειν ὁμολογούντων καὶ πρὸς τὸ μηδὲν ἀντιλεγόντων ὑπὸ τοῦ πρὸς αὐτὰς πάθους “ἐπεὶ ταῦτα ὑμῖν, ἔφασαν, δέδοκται, τοῖς δ’ἔθεσι καὶ τῷ βίῳ πρὸς ἅπαντας ἀλλοτριώτατα χρῆσθε, ὡς καὶ τὰς τροφὰς ὑμῖν ἰδιοτρόπους εἶναι καὶ τὰ ποτὰ μὴ κοινὰ τοῖς ἄλλοις, ἀνάγκη βουλομένους ἡμῖν συνοικεῖν καὶ θεοὺς τοὺς ἡμετέρους σέβειν, καὶ οὐκ ἂν ἄλλο γένοιτο τεκμήριον ἧς ἔχειντε νῦν φατε πρὸς ἡμᾶς εὐνοίας καὶ τῆς ἐσομένης ἢ τὸ τοὺς αὐτοὺς ἡμῖν θεοὺς προσκυνεῖν. 4.138μέμψαιτο δ’ἂν οὐδείς, εἰ γῆς εἰς ἣν ἀφῖχθε τοὺς ἰδίους αὐτῆς θεοὺς προστρέποισθε καὶ ταῦτα τῶν μὲν ἡμετέρων κοινῶν ὄντων πρὸς ἅπαντας, τοῦ δ’ὑμετέρου πρὸς μηδένα τοιούτου τυγχάνοντος. δεῖν οὖν αὐτοῖς ἔλεγον ἢ τα- ταὐτὰ πᾶσιν ἡγητέον ἢ ζητεῖν ἄλλην οἰκουμένην, ἐν ᾗ βιώσονται μόνοι κατὰ τοὺς ἰδίους νόμους”. 4.139οἱ δ’ὑπὸ τοῦ πρὸς αὐτὰς ἔρωτος κάλλιστα λέγεσθαι ταῦτα ὑπολαβόντες καὶ παραδόντες αὑτοὺς εἰς ἃ προεκαλοῦντο παρέβησαν τὰ πάτρια, θεούςτε πλείονας εἶναι νομίσαντες καὶ θύειν αὐτοῖς κατὰ νόμον τὸν ἐπιχώριον τοῖς καθιδρυσαμένοις προθέμενοι ξενικοῖςτε βρώμασιν ἔχαιρον καὶ πάντ’εἰς ἡδονὴν τῶν γυναικῶν ἐπὶ το- τοὐναντίον οἷς ὁ νόμος αὐτῶν ἐκέλευε ποιοῦντες διετέλουν, ὡς διὰ παντὸς ἤδη τοῦ στρατοῦ τὴν παρανομίαν χωρεῖν τῶν νέων καὶ στάσιν αὐτοῖς πολὺ χείρω τῆς προτέρας ἐμπεσεῖν καὶ κίνδυνον παντελοῦς τῶν ἰδίων ἐθισμῶν ἀπωλείας. 4.140ἅπαξ γὰρ τὸ νέον γευσάμενον ξενικῶν ἐθισμῶν ἀπλήστως ἐνεφορεῖτο, καὶ εἴ τινες τῶν πρώτων ἀνδρῶν διὰ πατέρων ἀρετὰς ἐπιφανεῖς ἦσαν συνδιεφθείροντο, καὶ Ζαμβρίας ὁ τῆς Σεμεωνίδος ἡγούμενος φυλῆς Χοσβίᾳ συνὼν Μαδιανίτιδι Οὔρου θυγατρὶ τῶν ἐκείνῃ δυναστεύοντος ἀνδρὸς κελευσθεὶς ὑπὸ τῆς γυναικὸς πρὸ τῶν Μωυσεῖ δοχθέντων τὸ πρὸς ἡδονὴν αὐτῇ γενησόμενον ἐθεράπευεν. 4.142ἐν τούτοις δ’ὄντων τῶν πραγμάτων δείσας Μωυσῆς, μὴ γένηταί τι χεῖρον, συναγαγὼν εἰς ἐκκλησίαν τὸν λαὸν οὐδενὸς μὲν κατηγόρει πρὸς ὄνομα μὴ βουλόμενος εἰς ἀπόνοιαν περιστῆσαι τοὺς ἐκ τοῦ λανθάνειν μετανοῆσαι δυναμένους, ἔλεγε δ’ὡς οὐκ ἄξια δρῷεν οὔτ’αὐτῶν οὔτε πατέρων τὴν ἡδονὴν προτιμήσαντες τοῦ θεοῦ καὶ τοῦ κατὰ τοῦτον βίου. 4.143προσήκειν δ’ἕως ἔτι καὶ καλῶς αὐτοῖς ἂν ἔχοι μεταβαλέσθαι, τὴν ἀνδρείαν ὑπολαμβάνουσιν οὐκ ἐν τῷ βιάζεσθαι τοὺς νόμους ἀλλ’ἐν τῷ μὴ εἴκειν ταῖς ἐπιθυμίαις εἶναι. 4.144πρὸς τούτοις δ’οὐ δ’εὔλογον ἔφασκε σωφρονήσαντας αὐτοὺς ἐπὶ τῆς ἐρήμου νῦν ἐν τοῖς ἀγαθοῖς ὄντας παροινεῖν, μη δὲ τὰ κτηθέντα ὑπὸ τῆς ἐνδείας δι’εὐπορίαν αὐτῶν ἀπολέσθαι. καὶ ὁ μὲν ταῦτα λέγων ἐπειρᾶτο τοὺς νέους ἐπανορθοῦν καὶ εἰς μετάνοιαν ἄγειν ὧν ἔπραττον. 4.145ἀναστὰς δὲ μετ’αὐτὸν Ζαμβρίας “ἀλλὰ σὺ μέν, εἶπεν, ὦ Μωυσῆ, χρῶ νόμοις οἷς αὐτὸς ἐσπούδακας ἐκ τῆς τούτων εὐηθείας τὸ βέβαιον αὐτοῖς παρεσχημένος · ἐπεὶ μὴ τοῦτον αὐτῶν ἐχόντων τὸν τρόπον πολλάκις ἂν ἤδη κεκολασμένος ἔγνως ἂν οὐκ εὐπαραλογίστους Ἑβραίους. 4.146ἐμὲ δ’οὐκ ἂν ἀκόλουθον οἷς σὺ προστάττεις τυραννικῶς λάβοις · οὐ γὰρ ἄλλο τι μέχρι νῦν ἢ προσχήματι νόμων καὶ τοῦ θεοῦ δουλείαν μὲν ἡμῖν ἀρχὴν δὲ σαυτῷ κακουργεῖς ἀφαιρούμενος ἡμᾶς τὸ ἡδὺ καὶ τὸ κατὰ τὸν βίον αὐτεξούσιον, ὃ τῶν ἐλευθέρων ἐστὶ καὶ δεσπότην οὐκ ἐχόντων. 4.147χαλεπώτερος δ’ἂν οὕτως Αἰγυπτίων Ἑβραίοις γένοιο τιμωρεῖν ἀξιῶν κατὰ νόμους τὴν ἑκάστου πρὸς τὸ κεχαρισμένον αὐτῷ βούλησιν. πολὺ δ’ἂν δικαιότερον αὐτὸς τιμωρίαν ὑπομένοις τὰ παρ’ἑκάστοις ὁμολογούμενα καλῶς ἔχειν ἀφανίσαι προῃρημένος καὶ κατὰ τῆς ἁπάντων δόξης ἰσχυρὰν τὴν σεαυτοῦ κατεσκευακὼς ἀτοπίαν · 4.148ἐγὼ δ’ἂν στεροίμην εἰκότως ὧν πράττω νυνὶ κρίνας ἀγαθὰ ταῦτ’ἔπειτα περὶ αὐτῶν ὁμολογεῖν ἐν τούτοις οὐκ ὀκνήσαιμι. γύναιόντε ξενικόν, ὡς φῄς, ἦγμαι · παρ’ἐμαυτοῦ γὰρ ἀκούσῃ τὰς ἐμὰς πράξεις ὡς παρὰ ἐλευθέρου, καὶ γὰρ οὐ δὲ λαθεῖν προεθέμην · 4.149θύωτε θεοῖς οἷς θύειν μοι νομίζεται δίκαιον ἡγούμενος παρὰ πολλῶν ἐμαυτῷ πραγματεύεσθαι τὴν ἀλήθειαν, καὶ οὐχ ὥσπερ ἐν τυραννίδι ζῆν τὴν ὅλην ἐξ ἑνὸς ἐλπίδα τοῦ βίου παντὸς ἀνηρτηκότα · χαρείητ’ἂν οὐδεὶς κυριώτερον αὑτὸν περὶ ὧν πράξαιμι γνώμης τῆς ἐμῆς ἀποφαινόμενος”. 4.150τοῦ δὲ Ζαμβρίου ταῦτα περὶ ὧν αὐτόςτε ἠδίκει καὶ τῶν ἄλλων τινὲς εἰπόντος ὁ μὲν λαὸς ἡσύχαζε φόβῳτε τοῦ μέλλοντος καὶ τὸν νομοθέτην δὲ ὁρῶν μὴ περαιτέρω τὴν ἀπόνοιαν αὐτοῦ προαγαγεῖν ἐκ τῆς ἄντικρυς διαμάχης θελήσαντα · 4.151περιίστατο γάρ, μὴ πολλοὶ τῆς τῶν λόγων ἀσελγείας αὐτοῦ μιμηταὶ γενόμενοι ταράξωσι τὸ πλῆθος. καὶ διαλύεται μὲν ἐπὶ τούτοις ὁ σύλλογος. προεληλύθει δ’ἂν ἐπὶ πλεῖον ἡ τοῦ κακοῦ πεῖρα μὴ φθάσαντος Ζαμβρία τελευτῆσαι ἐκ τοιαύτης αἰτίας. 4.152Φινεὲς ἀνὴρ τάτε ἄλλα τῶν νεωτέρων κρείττων καὶ τοῦ πατρὸς ἀξιώματι τοὺς ἡλικιώτας ὑπερέχων, Ἐλεαζάρου γὰρ τοῦ ἀρχιερέως ἦν, περιαλγήσας τοῖς πεπραγμένοις ὑπὸ τοῦ Ζαμβρίου, καὶ πρὶν ἰσχυροτέραν γενέσθαι τὴν ὕβριν ὑπὸ τῆς ἀδείας ἔργῳ τὴν δίκην αὐτὸν εἰσπράξασθαι διαγνοὺς καὶ κωλῦσαι διαβῆναι τὴν παρανομίαν εἰς πλείονας τῶν ἀρξαμένων οὐ κολαζομένων, τόλμῃ δὲ καὶ ψυχῆς καὶ σώματος ἀνδρείᾳ τοσοῦτον προύχων, ὡς μὴ πρότερον εἴ τινι συσταίη τῶν δεινῶν ἀπαλλάττεσθαι, πρὶν ἢ καταγωνίσασθαι καὶ νίκην τὴν ἐπ’αὐτῷ λαβεῖν, ἐπὶ τὴν τοῦ Ζαμβρίου σκηνὴν παραγενόμενος αὐτόντε παίων τῇ ῥομφαίᾳ καὶ τὴν Χοσβίαν ἀπέκτεινεν. 4.154οἱ δὲ νέοι πάντες, οἷς ἀρετῆς ἀντιποίησις ἦν καὶ τοῦ φιλοκαλεῖν, μιμηταὶ γενόμενοι τῆς Φινεέσσου τόλμης ἀνῄρουν τοὺς ἐπὶ τοῖς ὁμοίοις Ζαμβρίᾳ τὴν αἰτίαν εἰληφότας. ἀπόλλυνται μὲν οὖν καὶ ὑπὸ τῆς τούτων ἀνδραγαθίας πολλοὶ τῶν παρανομησάντων, ἐφθάρησαν δὲ καὶ λοιμῷ ταύτην ἐνσκήψαντος αὐτοῖς τοῦ θεοῦ τὴν νόσον ὅσοι συγγενεῖς ὄντες κωλύειν δέον ἐξώτρυνον αὐτοὺς ἐπὶ ταῦτα ἀδικεῖν τῷ θεῷ δοκοῦντες ἀπέθνησκον. 4.155ἀπόλλυνται μὲν οὖν ἐκ τῶν τάξεων ἄνδρες οὐκ ἐλάττους τετρακισχιλίων καὶ μυρίων. 4.156ὑπὸ δὲ ταύτης παροξυνθεὶς τῆς αἰτίας Μωυσῆς ἐπὶ τὸν Μαδιανιτῶν ὄλεθρον τὴν στρατιὰν ἐξέπεμπε, περὶ ὧν τῆς ἐπ’αὐτοὺς ἐξόδου μετὰ μικρὸν ἀπαγγελοῦμεν προδιηγησάμενοι πρῶτον ὃ παρελίπομεν · δίκαιον ἐπὶ τούτου τὴν τοῦ νομοθέτου γνώμην μὴ παρελθεῖν ἀνεγκωμίαστον. 4.157τὸν γὰρ Βάλαμον παραληφθέντα ὑπὸ τῶν Μαδιηνιτῶν, ὅπως ἐπαράσηται τοῖς Ἑβραίοις, καὶ τοῦτο μὲν οὐ δυνηθέντα θείᾳ προνοίᾳ, γνώμην δὲ ὑποθέμενον, ᾗ χρησαμένων τῶν πολεμίων ὀλίγου τὸ τῶν Ἑβραίων πλῆθος διεφθάρη τοῖς ἐπιτηδεύμασι νοσησάντων δή τινων περὶ ταῦτα, μεγάλως ἐτίμησεν ἀναγράψας αὐτοῦ τὰς μαντείας, καὶ παρὸν αὐτῷ σφετερίσασθαι τὴν ἐπ’αὐτοῖς δόξαν καὶ ἐξιδιώσασθαι μηδενὸς ἂν γενομένου μάρτυρος τοῦ διελέγξοντος, ἐκείνῳ τὴν μαρτυρίαν ἔδωκε καὶ τῆς ἐπ’αὐτῷ μνήμης ἠξίωσε. 4.158καὶ ταῦτα μὲν ὡς ἂν αὐτοῖς τισι δοκῇ οὕτω σκοπείτωσαν. 4.159Μωυσῆς δὲ ὑπὲρ ὧν καὶ προεῖπον ἐπὶ τὴν Μαδιηνιτῶν γῆν ἔπεμψεν στρατιὰν τοὺς πάντας εἰς δισχιλίους καὶ μυρίους ἐξ ἑκάστης φυλῆς τὸν ἴσον ἀριθμὸν ἐπιλεξάμενος, στρατηγὸν δ’αὐτῶν ἀπέδειξε Φινεές, οὗ μικρῷ πρότερον ἐμνήσθημεν φυλάξαντος τοῖς Ἑβραίοις τοὺς νόμους καὶ τὸν παρανομοῦντα τούτους Ζαμβρίαν τιμωρησαμένου. 4.160Μαδιηνῖται δὲ προπυθόμενοι τὸν στρατὸν ἐπὶ σφᾶς ἐλαύνοντα καὶ ὅσον οὐδέπω παρεσόμενον ἠθροίζοντότε καὶ τὰς εἰσβολὰς τῆς χώρας, ᾗ προσεδέχοντο τοὺς πολεμίους, ἀσφαλισάμενοι περιέμενον αὐτούς. 4.161ἐλθόντων δὲ καὶ συμβολῆς γενομένης πίπτει τῶν Μαδιηνιτῶν πλῆθος ἀσυλλόγιστον καὶ ἀριθμοῦ κρεῖττον οἵτε βασιλεῖς αὐτῶν ἅπαντες · πέντε δὲ ἦσαν, Ὦχόςτε καὶ Σούρης ἔτι δὲ Ῥοβέης καὶ Οὔρης, πέμπτος δὲ Ῥέκεμος, οὗ πόλις ἐπώνυμος τὸ πᾶν ἀξίωμα τῆς Ἀράβων ἔχουσα γῆς καὶ μέχρι νῦν ὑπὸ παντὸς τοῦ Ἀραβίου τοῦ κτίσαντος βασιλέως τὸ ὄνομα Ῥεκέμης καλεῖται, Πέτρα παρ’Ἕλλησι λεγομένη. 4.162τραπέντων δὲ τῶν πολεμίων οἱ Ἑβραῖοι διήρπασαν αὐτῶν τὴν χώραν καὶ πολλὴν λείαν λαβόντες καὶ τοὺς οἰκήτορας γυναιξὶν ἅμα διαφθείραντες μόνας τὰς παρθένους κατέλιπον, τοῦτο Μωυσέος Φινέει κελεύσαντος. 4.163ὃς ἧκεν ἄγων τὸν στρατὸν ἀπαθῆ καὶ λείαν ἄφθονον, βόας μὲν γὰρ δισχιλίους καὶ πεντακισμυρίους, ὄις δὲ πεντακισχιλίας πρὸς μυριάσιν ἑπτὰ καὶ ἑξήκοντα, ὄνους δὲ ἑξακισμυρίας, χρυσοῦ δὲ καὶ ἀργύρου ἄπειρόν τι πλῆθος κατασκευῆς, ᾗ κατ’οἶκον ἐχρῶντο · ὑπὸ γὰρ εὐδαιμονίας καὶ ἁβροδίαιτοι σφόδρα ἐτύγχανον. ἤχθησαν δὲ καὶ αἱ παρθένοι περὶ δισχιλίας καὶ τρισμυρίας. 4.164Μωυσῆς δὲ μερίσας τὴν λείαν τῆς μὲν ἑτέρας τὸ πεντηκοστὸν Ἐλεαζάρῳ δίδωσι καὶ τοῖς ἱερεῦσι, Λευίταις δὲ τῆς ἑτέρας τὸ πεντηκοστὸν μέρος, τὴν δὲ λοιπὴν νέμει τῷ λαῷ. καὶ διῆγον τὸ λοιπὸν εὐδαιμόνως, ἀφθονίας μὲν ἀγαθῶν αὐτοῖς ὑπ’ἀρετῆς γεγενημένης, ὑπὸ μηδενὸς δὲ σκυθρωποῦ ταύτης ἀπολαύειν ἐμποδιζόμενοι. 4.165Μωυσῆς δὲ γηραιὸς ἤδη τυγχάνων διάδοχον ἑαυτοῦ Ἰησοῦν καθίστησιν ἐπίτε ταῖς προφητείαις καὶ στρατηγὸν εἴ που δεήσειε γενησόμενον, κελεύσαντος καὶ τοῦ θεοῦ τούτῳ τὴν προστασίαν ἐπιτρέψαι τῶν πραγμάτων. ὁ δὲ Ἰησοῦς πᾶσαν ἐπεπαίδευτο τὴν περὶ τοὺς νόμους παιδείαν καὶ τὸ θεῖον Μωυσέος ἐκδιδάξαντος. 4.166κα- κἀν τούτῳ δύο φυλαὶ Γαδίςτε καὶ Ῥουβήλου καὶ τῆς Μανασσίτιδος ἡμίσεια πλήθει τετραπόδων εὐδαιμονοῦντες καὶ τοῖς ἄλλοις ἅπασι, κοινολογησάμενοι παρεκάλουν τὸν Μωυσῆν ἐξαίρετον αὐτοῖς τὴν Ἀμορῖτιν παρασχεῖν δορίκτητον οὖσαν · ἀγαθὴν γὰρ εἶναι βοσκήματα τρέφειν. 4.167ὁ δ’ὑπολαβὼν αὐτοὺς δείσαντας τὴν πρὸς Χαναναίους μάχην πρόφασιν εὐπρεπῆ τὴν τῶν βοσκημάτων ἐπιμέλειαν εὑρῆσθαι κακίστουςτε ἀπεκάλει καὶ δειλίας εὐσχήμονα πρόφασιν ἐπινοήσαντας αὐτοὺς μὲν βούλεσθαι τρυφᾶν ἀπόνως διάγοντας πάντων τεταλαιπωρηκότων ὑπὲρ τοῦ κτήσασθαι τὴν αἰτουμένην ὑπ’αὐτῶν γῆν, μὴ θέλειν δὲ συναραμένους τῶν ἐπιλοίπων ἀγώνων γῆν ἣν διαβᾶσιν αὐτοῖς τὸν Ἰορδάνην ὁ θεὸς παραδώσειν ὑπέσχηται ταύτην λαβεῖν καταστρεψαμένους οὓς ἐκεῖνος ἀπέδειξεν ἡμῖν πολεμίους. 4.169οἱ δ’ὁρῶντες ὀργιζόμενον αὐτὸν καὶ δικαίως ἠρεθίσθαι πρὸς τὴν ἀξίωσιν αὐτῶν ὑπολαβόντες ἀπελογοῦντο μὴ διὰ φόβον κινδύνων μη δὲ διὰ τὴν πρὸς τὸ πονεῖν μαλακίαν πεποιῆσθαι τὴν αἴτησιν, ἀλλ’ὅπως τὴν λείαν ἐν ἐπιτηδείοις καταλιπόντες εὔζωνοι πρὸς τοὺς ἀγῶνας καὶ τὰς μάχας χωρεῖν δύναιντο, ἑτοίμουςτε ἔλεγον ἑαυτοὺς κτίσαντας πόλεις εἰς φυλακὴν τέκνων καὶ γυναικῶν καὶ κτήσεως αὐτοῦ διδόντος συναπιέναι τῷ στρατῷ. 4.171καὶ Μωυσῆς ἀρεσθεὶς τῷ λόγῳ καλέσας Ἐλεάζαρον τὸν ἀρχιερέα καὶ Ἰησοῦν καὶ τοὺς ἐν τέλει πάντας συνεχώρει τὴν Ἀμορρῖτιν αὐτοῖς ἐπὶ τῷ συμμαχῆσαι τοῖς συγγενέσιν, ἕως ἂν καταστήσωνται τὰ πάντα. λαβόντες οὖν ἐπὶ τούτοις τὴν χώραν καὶ κτίσαντες πόλεις καρτερὰς τέκνατε καὶ γυναῖκας καὶ τα- τἆλλα ὅσα συμπεριάγειν μέλλουσιν αὐτοῖς ἂν ἦν ἐμπόδια τοῦ πονεῖν ἀπέθεντο εἰς αὐτάς. 4.172οἰκοδομεῖ δὲ καὶ Μωυσῆς τὰς δέκα πόλεις τὰς εἰς τὸν ἀριθμὸν τῶν ὀκτὼ καὶ τεσσαράκοντα γενησομένας, ὧν τρεῖς ἀπέδειξε τοῖς ἐπ’ἀκουσίῳ φόνῳ φευξομένοις, καὶ χρόνον ἔταξεν εἶναι τῆς φυγῆς τὸν αὐτὸν τῷ ἀρχιερεῖ, ἐφ’οὗ δράσας τις τὸν φόνον ἔφυγε. μεθ’ὃν συνεχώρει τελευτήσαντα κάθοδον, ἐχόντων ἐξουσίαν τῶν τοῦ πεφονευμένου συγγενῶν κτείνειν, εἰ λάβοιεν ἔξω τῶν ὅρων τῆς πόλεως εἰς ἣν ἔφυγε τὸν πεφονευκότα · ἑτέρῳ δὲ οὐκ ἐπετέτραπτο. 4.173αἱ δὲ πόλεις αἱ πρὸς τὰς φυγὰς ἀποδεδειγμέναι ἦσαν αἵδε · Βοσάρα μὲν ἐπὶ τοῖς ὁρίοις τῆς Ἀραβίας, Ἀρίμανον δὲ τῆς Γαλαδηνῶν γῆς, καὶ Γαυλανὰν δ’ἐν τῇ Βατανίδι. κτησαμένων δ’αὐτῶν καὶ τὴν Χαναναίων γῆν τρεῖς ἕτεραι πόλεις ἔμελλον ἀνατεθήσεσθαι τῶν Λευίτιδων πόλεων τοῖς φυγάσιν εἰς κατοικισμὸν Μωυσέος ἐπιστείλαντος. 4.174Μωυσῆς δὲ προσελθόντων αὐτῷ τῶν πρώτων τῆς Μανασσίτιδος φυλῆς καὶ δηλούντων μὲν ὡς τεθνήκοι τις τῶν φυλετῶν ἐπίσημος ἀνὴρ Σωλοφάντης ὄνομα, παῖδας μὲν οὐ καταλιπὼν ἄρσενας θυγατέρας δέ τοι, καὶ πυθομένων εἰ τούτων ὁ κλῆρος ἔσοιτο, φησίν, εἰ μὲν μέλλουσί τινι συνοικεῖν τῶν φυλετῶν, μετὰ τοῦ κλήρου πρὸς αὐτοὺς ἀπιέναι, εἰ δ’ἐξ ἄλλης γαμοῖντό τισι φυλῆς, τὸν κλῆρον ἐν τῇ πατρῴᾳ φυλῇ καταλιπεῖν. 4.175καὶ τότε μένειν ἑκάστου τὸν κλῆρον ἐν τῇ φυλῇ διετάξατο. 4.176τῶν δὲ τεσσαράκοντα ἐτῶν παρὰ τριάκοντα ἡμέρας συμπεπληρωμένων Μωυσῆς ἐκκλησίαν ἐπὶ τῷ Ἰορδάνῃ συναγαγών, ὅπου νῦν πόλις ἐστὶν Ἀβίλη, φοινικόφυτον δ’ἐστὶ τὸ χωρίον, συνελθόντος τοῦ λαοῦ παντὸς λέγει τοιάδε · 4.177“ἄνδρες συστρατιῶται καὶ τῆς μακρᾶς κοινωνοὶ ταλαιπωρίας, ἐπεὶ τῷ θεῷ δοκοῦν ἤδη καὶ τῷ γήρᾳ χρόνον ἐτῶν εἴκοσι καὶ ἑκατὸν ἠνυσμένον δεῖ με τοῦ ζῆν ἀπελθεῖν καὶ τῶν πέρα τοῦ Ἰορδάνου πραχθησομένων οὐ μέλλω βοηθὸς ὑμῖν ἔσεσθαι καὶ σύμμαχος κωλυόμενος ὑπὸ τοῦ θεοῦ, δίκαιον ἡγησάμην μη δὲ νῦν ἐγκαταλιπεῖν το- τοὐμὸν ὑπὲρ τῆς ὑμετέρας εὐδαιμονίας πρόθυμον, ἀλλ’ἀίδιόντε ὑμῖν πραγματεύσασθαι τὴν τῶν ἀγαθῶν ἀπόλαυσιν, καὶ μνήμην ἐμαυτῷ γενομένων ὑμῶν ἐν ἀφθονίᾳ τῶν κρειττόνων. 4.179φέρε οὖν ὑποθέμενος ὃν τρόπον ὑμεῖςτ’ἂν εὐδαιμονήσαιτε καὶ παισὶ τοῖς αὑτῶν καταλίποιτε κτῆσιν ἀγαθῶν ἀίδιον παραθέμενος οὕτως ἀπέλθω τοῦ βίου. πιστεύεσθαι δὲ ἄξιός εἰμι διάτε τὰς πρότερον ὑπὲρ ὑμῶν φιλοτιμίας καὶ διὰ τὸ τὰς ψυχὰς ἐπὶ τελευτῇ γιγνομένας μετ’ἀρετῆς πάσης ὁμιλεῖν. 4.180ὦ παῖδες Ἰσραήλου, μία πᾶσιν ἀνθρώποις ἀγαθῶν κτήσεως αἰτία ὁ θεὸς εὐμενής · μόνος γὰρ οὗτος δοῦναίτε ταῦτα τοῖς ἀξίοις καὶ ἀφελέσθαι τῶν ἁμαρτανόντων εἰς αὐτὸν ἱκανός, ᾧ παρέχοντες ἑαυτοὺς οἵους αὐτόςτε βούλεται κα- κἀγὼ τὴν διάνοιαν αὐτοῦ σαφῶς ἐξεπιστάμενος παραινῶ, οὐκ ἂν ὄντες μακαριστοὶ καὶ ζηλωτοὶ πᾶσιν ἀτυχήσαιτέ ποτ’ἢ παύσαισθε, ἀλλ’ὧντε νῦν ὑμῖν ἐστιν ἀγαθῶν ἡ κτῆσις βεβαία μενεῖ τῶντε ἀπόντων ταχεῖαν ἕξετε τὴν παρουσίαν. 4.181μόνον οἷς ὁ θεὸς ὑμᾶς ἕπεσθαι βούλεται, τούτοις πειθαρχεῖτε, καὶ μήτε νομίμων τῶν παρόντων ἄλλην προτιμήσητε διάταξιν μήτ’εὐσεβείας ἧς νῦν περὶ τὸν θεὸν ἔχοντες καταφρονήσαντες εἰς ἄλλον μεταστήσησθε τρόπον. ταῦτα δὲ πράττοντες ἀλκιμώτατοι μάχας διενεγκεῖν ἁπάντων ἔσεσθε καὶ μηδενὶ τῶν ἐχθρῶν εὐάλωτοι. 4.182θεοῦ γὰρ παρόντος ὑμῖν βοηθοῦ πάντων περιφρονεῖν εὔλογον. τῆς δ’ἀρετῆς ἔπαθλα ὑμῖν μεγάλα κεῖται πρὸς ἅπαντα τὸν βίον κτησαμένοις · αὐτή γε τὸ πρῶτον ἀγαθῶν τὸ πρέσβιστόν ἐστιν, ἔπειτα καὶ τὴν τῶν ἄλλων χαρίζεται περιουσίαν, ὡς καὶ πρὸς ἀλλήλους ὑμῖν χρωμένοις αὐτῇ μακαριστὸν ποιῆσαι τὸν βίον καὶ τῶν ἀλλοφύλων πλέον δοξαζομένους ἀδήριτον καὶ παρὰ τοῖς αὖθις τὴν εὔκλειαν ὑμῖν ὑπάρξαι. 4.183τούτων δ’ἂν ἐφικέσθαι δυνηθείητε, εἰ τῶν νόμων οὓς ὑπαγορεύσαντός μοι τοῦ θεοῦ συνεταξάμην κατήκοοι καὶ φύλακες γένοισθε καὶ μελετῴητε τὴν σύνεσιν αὐτῶν. 4.184ἄπειμι δ’αὐτὸς χαίρων ἐπὶ τοῖς ὑμετέροις ἀγαθοῖς παρατιθέμενος ὑμᾶς νόμωντε σωφροσύνῃ καὶ κόσμῳ τῆς πολιτείας καὶ ταῖς τῶν στρατηγῶν ἀρεταῖς, οἳ πρόνοιαν ἕξουσιν ὑμῶν τοῦ συμφέροντος. 4.185θεόςτε ὁ μέχρι νῦν ἡγεμονεύσας ἡμῖν, καθ’οὗ βούλησιν κα- κἀγὼ χρήσιμος ὑμῖν ἐγενόμην, οὐ μέχρι τοῦ δεῦρο στήσει τὴν αὑτοῦ πρόνοιαν, ἀλλ’ἐφ’ὃν αὐτοὶ βούλεσθε χρόνον τοῦτον ἔχειν προστάτην ἐν τοῖς τῆς ἀρετῆς ἐπιτηδεύμασι μένοντες, ἐπὶ τοσοῦτον αὐτοῦ χρήσεσθε τῇ προμηθείᾳ. 4.186γνώμαςτε ὑμῖν εἰσηγήσονται τὰς ἀρίστας, αἷς ἑπόμενοι τὴν εὐδαιμονίαν ἕξετε, ὁ ἀρχιερεὺς Ἐλεάζαρος καὶ Ἰησοῦς ἥτε γερουσία καὶ τὰ τέλη τῶν φυλῶν, ὧν ἀκροᾶσθε μὴ χαλεπῶς, γινώσκοντες ὅτι πάντες οἱ ἄρχεσθαι καλῶς εἰδότες καὶ ἄρχειν εἴσονται παρελθόντες εἰς ἐξουσίαν αὐτοῦ, τήντ’ἐλευθερίαν ἡγεῖσθε μὴ τὸ προσαγανακτεῖν οἷς ἂν ὑμᾶς οἱ ἡγεμόνες πράττειν ἀξιῶσι · 4.187νῦν μὲν γὰρ ἐν τῷ τοὺς εὐεργέτας ὑβρίζειν ἐν τούτῳ τὴν παρρησίαν τίθεσθε, ὃ δὴ τοῦ λοιποῦ φυλαττομένοις ὑμῖν ἄμεινον ἕξει τὰ πράγματα · 4.188μη δὲ τὴν ἴσην ἐπὶ τούτοις ὀργήν ποτε λαμβάνετε, ᾗ κατ’ἐμοῦ πολλάκις ἐτολμήσατε χρῆσθαι · γινώσκετε γὰρ ὡς πλεονάκις ἐκινδύνευσα ὑφ’ὑμῶν ἀποθανεῖν ἢ ὑπὸ τῶν πολεμίων. 4.189ταῦτα δ’οὐκ ὀνειδίζειν ὑμᾶς προεθέμην, οὐ γὰρ ἐπ’ἐξόδου τοῦ ζῆν δυσχεραίνοντας καταλιπεῖν ἠξίουν εἰς τὴν ἀνάμνησιν φέρων μη δὲ παρ’ὃν ἔπασχον αὐτὰ καιρὸν ἐν ὀργῇ γενόμενος, ἀλλ’ὥστε τοῦ σωφρονήσειν ὑμᾶς εἰς τὸ μέλλον κατ’αὐτό γε τοῦτ’ἀσφαλὲς εἶναι, καὶ μηδὲν εἰς τοὺς προεστηκότας ἐξυβρίσαι διὰ πλοῦτον, ὃς ὑμῖν πολὺς διαβᾶσι τὸν Ἰορδάνην καὶ τὴν Χαναναίαν κτησαμέναις περιστήσεται. 4.190ἐπεὶ προαχθέντες εἰς καταφρόνησιν ὑπ’αὐτοῦ καὶ τῆς ἀρετῆς ὀλιγωρίαν ἀπολεῖτε καὶ τὴν εὔνοιαν τὴν παρὰ τοῦ θεοῦ, ποιήσαντες δὲ τοῦτον ἐχθρὸν τήντε γῆν, ἣν κτήσεσθε, κρατηθέντες ὅπλοις ὑπὸ τῶν αὖθις ἀφαιρεθήσεσθε μετὰ μεγίστων ὀνειδῶν καὶ σκεδασθέντες διὰ τῆς οἰκουμένης πᾶσαν ἐμπλήσετε καὶ γῆν καὶ θάλασσαν τῆς αὑτῶν δουλείας. 4.191ἔσται δ’ὑμῖν τούτων πεῖραν λαμβάνουσιν ἀνωφελὴς ἡ μετάνοια καὶ ἡ τῶν οὐ φυλαχθέντων νόμων ἀνάμνησις. ὅθεν εἰ βούλοισθε τούτους ὑμῖν μένειν, τῶν πολεμίων μηδένα ὑπολείπησθε κρατήσαντες αὐτῶν, ἀλλ’ἀπολλύναι πάντας κρίνατε συμφέρειν, ἵνα μή τινων παραγευσάμενοι τῆς ἐκείνων ἐπιτηδεύσεως διαφθείρητε τὴν πάτριον πολιτείαν. 4.192ἔτι δὲ καὶ βωμοὺς καὶ ἄλση καὶ νεὼς ὁπόσους ἂν ἔχοιεν κατερείπειν παραινῶ καὶ δαπανᾶν πυρὶ τὸ γένος αὐτῶν καὶ τὴν μνήμην · βεβαία γὰρ ἂν οὕτως ὑμῖν μόνον ὑπάρξειεν ἡ τῶν οἰκείων ἀγαθῶν ἀσφάλεια. 4.193ἵνα δὲ μὴ δι’ἀμαθίαν τοῦ κρείττονος ἡ φύσις ὑμῶν πρὸς τὸ χεῖρον ἀπονεύσῃ, συνέθηκα ὑμῖν καὶ νόμους ὑπαγορεύσαντός μοι τοῦ θεοῦ καὶ πολιτείαν, ἧς τὸν κόσμον φυλάξαντες πάντων ἂν εὐδαιμονέστατοι κριθείητε”. 4.194ταῦτα εἰπὼν δίδωσιν αὐτοῖς ἐν βιβλίῳ τοὺς νόμους καὶ τὴν διάταξιν τῆς πολιτείας ἀναγεγραμμένην. οἱ δὲ ἐδάκρυόντε καὶ πολλὴν ἐπιζήτησιν ἐποιοῦντο τοῦ στρατηγοῦ μεμνημένοιτε ὧν κινδυνεύσειε καὶ προθυμηθείη τῆς περὶ αὐτῶν σωτηρίας καὶ δυσελπιστοῦντες περὶ τῶν μελλόντων ὡς οὐκ ἐσομένης ἄλλης ἀρχῆς τοιαύτης, ἧττόντε τοῦ θεοῦ προνοησομένου διὰ τὸ Μωυσῆν εἶναι τὸν παρακαλοῦντα. 4.195ὧντε ἐπὶ τῆς ἐρήμου μετ’ὀργῆς ὁμιλήσειαν αὐτῷ μετανοοῦντες ἤλγουν, ὡς ἅπαντα τὸν λαὸν εἰς δάκρυα προπεσόντα κρεῖττον καὶ τῆς ἐκ λόγου παρηγορίας τὸ ἐπ’αὐτῷ ποιῆσαι πάθος. Μωυσῆς δ’αὐτοὺς παρηγόρει, καὶ τοῦ δακρύων αὐτὸν ἄξιον ὑπολαμβάνειν ἀπάγων αὐτοὺς χρῆσθαι τῇ πολιτείᾳ παρεκάλει. καὶ τότε μὲν οὕτω διελύθησαν. 4.196βούλομαι δὲ τὴν πολιτείαν πρότερον εἰπὼν τῷτε Μωυσέος ἀξιώματι τῆς ἀρετῆς ἀναλογοῦσαν καὶ μαθεῖν παρέξων δι’αὐτῆς τοῖς ἐντευξομένοις. οἷα τὰ καθ’ἡμᾶς ἀρχῆθεν ἦν, ἐπὶ τὴν τῶν ἄλλων τραπέσθαι διήγησιν. γέγραπται δὲ πάνθ’ὡς ἐκεῖνος κατέλιπεν οὐδὲν ἡμῶν ἐπὶ καλλωπισμῷ προσθέντων οὐ δ’ὅτι μὴ κατελέλοιπε Μωυσῆς. 4.197νενεωτέρισται δ’ἡμῖν τὸ κατὰ γένος ἕκαστα τάξαι · σποράδην γὰρ ὑπ’ἐκείνου κατελείφθη γραφέντα καὶ ὡς ἕκαστόν τι παρὰ τοῦ θεοῦ πύθοιτο. τούτου χάριν ἀναγκαῖον ἡγησάμην προδιαστείλασθαι, μὴ καί τις ἡμῖν παρὰ τῶν ὁμοφύλων ἐντυχόντων τῇ γραφῇ μέμψις ὡς διημαρτηκόσι γένηται. 4.198ἔχει δὲ οὕτως ἡ διάταξις ἡμῶν τῶν νόμων τῶν ἀνηκόντων εἰς τὴν πολιτείαν. οὓς δὲ κοινοὺς ἡμῖν καὶ πρὸς ἀλλήλους κατέλιπε τούτους ὑπερεθέμην εἰς τὴν περὶ ἐθῶν καὶ αἰτιῶν ἀπόδοσιν, ἣν συλλαμβανομένου τοῦ θεοῦ μετὰ ταύτην ἡμῖν τὴν πραγματείαν συντάξασθαι πρόκειται. 4.199ἐπειδὰν τὴν Χαναναίων γῆν κτησάμενοι καὶ σχολὴν ἐν χρήσει τῶν ἀγαθῶν ἔχοντες πόλεις τὸ λοιπὸν ἤδη κτίζειν προαιρῆσθε, ταῦτα ποιοῦντες τῷ θεῷ φίλα πράξετε καὶ τὴν εὐδαιμονίαν βεβαίαν ἕξετε · 4.200ἱερὰ πόλις ἔστω μία τῆς Χαναναίων γῆς ἐν τῷ καλλίστῳ καὶ δι’ἀρετὴν ἐπιφανεῖ, ἣν ἂν ὁ θεὸς ἑαυτῷ διὰ προφητείας ἕληται, καὶ νεὼς εἷς ἐν ταύτῃ ἔστω, καὶ βωμὸς εἷς ἐκ λίθων μὴ κατειργασμένων, ἀλλὰ λογάδην συγκειμένων, οἳ κονιάματι χρισθέντες εὐπρεπεῖςτε εἶεν καὶ καθάριοι πρὸς τὴν θέαν. 4.201ἡ δ’ἐπὶ τοῦτον πρόσβασις ἔστω μὴ διὰ βαθμίδων, ἀλλὰ προσχώσεως αὐτῷ καταπρανοῦς γενομένης. ἐν ἑτέρᾳ δὲ πόλει μήτε βωμὸς μήτε νεὼς ἔστω · θεὸς γὰρ εἷς καὶ τὸ Ἑβραίων γένος ἕν. 4.202ὁ δὲ βλασφημήσας θεὸν καταλευσθεὶς κρεμάσθω δι’ἡμέρας καὶ ἀτίμως καὶ ἀφανῶς θαπτέσθω. 4.203συνερχέσθωσαν δὲ εἰς ἣν ἀποφήνωσι πόλιν τὸν νεὼν τρὶς τοῦ ἔτους οἱ ἐκ τῶν περάτων τῆς γῆς, ἧς ἂν Ἑβραῖοι κρατῶσιν, ὅπως τῷ θεῷ τῶν μὲν ὑπηργμένων εὐχαριστῶσι καὶ περὶ τῶν εἰς τὸ μέλλον παρακαλῶσι καὶ συνιόντες ἀλλήλοις καὶ συνευωχούμενοι προσφιλεῖς ὦσι · 4.204καλὸν γὰρ εἶναι μὴ ἀγνοεῖν ἀλλήλους ὁμοφύλουςτε ὄντας καὶ τῶν αὐτῶν κοινωνοῦντας ἐπιτηδευμάτων, τοῦτο δὲ ἐκ μὲν τῆς αὐτῆς ἐπιμιξίας αὐτοῖς ὑπάρξειν, τῇτε ὄψει καὶ τῇ ὁμιλίᾳ μνήμην αὐτῶν ἐντιθέντας · ἀνεπιμίκτους γὰρ ἀλλήλοις μένοντας ἀλλοτριωτάτους αὑτοῖς νομισθήσεσθαι. 4.205ἔστω δὲ καὶ δεκάτη τῶν καρπῶν ἐξαίρεσις ὑμῖν χωρὶς ἧς διετάξατε τοῖς ἱερεῦσι καὶ Λευίταις δεδόσθαι, ἣ πιπρασκέσθω μὲν ἐπὶ τῶν πατρίδων, εἰς δὲ τὰς εὐωχίας ὑπηρετείτω καὶ τὰς θυσίας τὰς ἐν τῇ ἱερᾷ πόλει · δίκαιον γὰρ εἶναι τῶν ἐκ τῆς γῆς ἀναδιδομένων, ἣν ὁ θεὸς αὐτοῖς κτήσασθαι παρέσχεν, ἐπὶ τιμῇ τοῦ δεδωκότος ἀπολαύειν. 4.206ἐκ μισθοῦ γυναικὸς ἡταιρημένης θυσίας μὴ τελεῖν · ἥδεσθαι γὰρ μηδενὶ τῶν ἀφ’ὕβρεως τὸ θεῖον, χείρων δ’οὐκ ἂν εἴη τῆς ἐπὶ τοῖς σώμασιν αἰσχύνης · ὁμοίως μη δ’ἂν ἐπ’ὀχεύσει κυνὸς ἤτοι θηρευτικοῦ ἢ ποιμνίων φύλακος λάβῃ τις μισθόν, ἐκ τούτου θύειν τῷ θεῷ. 4.207βλασφημείτω δὲ μηδεὶς θεοὺς οὓς πόλεις ἄλλαι νομίζουσι. μη δὲ συλᾶν ἱερὰ ξενικά, μη δ’ἂν ἐπωνομασμένον ᾖ τινι θεῷ κειμήλιον λαμβάνειν. 4.208μηδεὶς δ’ἐξ ὑμῶν κλωστὴν ἐξ ἐρίου καὶ λίνου στολὴν φορείτω · τοῖς γὰρ ἱερεῦσι μόνοις ταύτην ἀποδεδεῖχθαι. 4.209συνελθόντος δὲ τοῦ πλήθους εἰς τὴν ἱερὰν πόλιν ἐπὶ ταῖς θυσίαις δι’ἐτῶν ἑπτὰ τῆς σκηνοπηγίας ἑορτῆς ἐνστάσης ὁ ἀρχιερεὺς ἐπὶ βήματος ὑψηλοῦ σταθείς, ἀφ’οὗ γένοιτο ἐξάκουστος, ἀναγινωσκέτω τοὺς νόμους ἅπασι, καὶ μήτε γυνὴ μήτε παῖδες εἰργέσθωσαν τοῦ ἀκούειν, ἀλλὰ μη δὲ οἱ δοῦλοι · 4.210καλὸν γὰρ ταῖς ψυχαῖς ἐγγραφέντας καὶ τῇ μνήμῃ φυλαχθῆναι μηδέποτε ἐξαλειφθῆναι δυναμένους. οὕτως γὰρ οὐδὲν ἁμαρτήσονται μὴ δυνάμενοι λέγειν ἄγνοιαν τῶν ἐν τοῖς νόμοις διωρισμένων, οἵτε νόμοι πολλὴν πρὸς ἁμαρτάνοντας ἕξουσι παρρησίαν, ὡς προλεγόντων αὐτοῖς ἃ πείσονται καὶ ταῖς ψυχαῖς ἐγγραψάντων διὰ τῆς ἀκοῆς ἃ κελεύουσιν, ὥστ’εἶναι διὰ παντὸς ἔνδον αὐτοῖς τὴν προαίρεσιν αὐτῶν ἧς ὀλιγωρήσαντες ἠδίκησαν καὶ τῆς ζημίας αὑτοῖς αἴτιοι γεγόνασι. 4.211μανθανέτωσαν δὲ καὶ οἱ παῖδες πρῶτον τοὺς νόμους μάθημα κάλλιστον καὶ τῆς εὐδαιμονίας αἴτιον. 4.212δίςτε ἑκάστης ἡμέρας ἀρχομένηςτε αὐτῆς καὶ ὁπότε πρὸς ὕπνον ὥρα τρέπεσθαι μαρτυρεῖν τῷ θεῷ τὰς δωρεάς, ἃς ἀπαλλαγεῖσιν αὐτοῖς ἐκ τῆς Αἰγυπτίων γῆς παρέσχε, δικαίας οὔσης φύσει τῆς εὐχαριστίας καὶ γενομένης ἐπ’ἀμοιβῇ μὲν τῶν ἤδη γεγονότων ἐπὶ δὲ προτροπῇ τῶν ἐσομένων · 4.213ἐπιγράφειν δὲ καὶ τοῖς θυρώμασιν αὐτῶν τὰ μέγιστα ὧν εὐεργέτησεν αὐτοὺς ὁ θεὸς ἔντε βραχίοσιν ἕκαστον διαφαίνειν, ὅσατε τὴν ἰσχὺν ἀποσημαίνειν δύναται τοῦ θεοῦ καὶ τὴν πρὸς αὐτοὺς εὔνοιαν φέρειν ἐγγεγραμμένα ἐπὶ τῆς κεφαλῆς καὶ τοῦ βραχίονος, ὡς περίβλεπτον πανταχόθεν τὸ περὶ αὐτοὺς πρόθυμον τοῦ θεοῦ. 4.214ἀρχέτωσαν δὲ καθ’ἑκάστην πόλιν ἄνδρες ἑπτὰ οἱ καὶ τὴν ἀρετὴν καὶ τὴν περὶ τὸ δίκαιον σπουδὴν προησκηκότες · ἑκάστῃ δὲ ἀρχῇ δύο ἄνδρες ὑπηρέται διδόσθωσαν ἐκ τῆς τῶν Λευιτῶν φυλῆς. 4.215ἔστωσαν δὲ καὶ οἱ δικάζειν λαχόντες ταῖς πόλεσιν ἐν πάσῃ τιμῇ, ὡς μήτε βλασφημεῖν ἐκείνων παρόντων μήτε θρασύνεσθαί τισιν ἐξεῖναι τῆς πρὸς τοὺς ἐν ἀξιώματι τῶν ἀνθρώπων αἰδοῦς αὐτῶν εὐλαβεστέρους, ὥστε τοῦ θεοῦ μὴ καταφρονεῖν, ἀπεργαζομένης. 4.216οἱ δὲ δικασταὶ ἀποφήνασθαι κύριοι περὶ τοῦ δόξαντος αὐτοῖς ἔστωσαν, πλὴν εἰ μή τι χρήματα λαβόντας τις αὐτοὺς ἐπὶ διαφθορᾷ τοῦ δικαίου ἐνδείξαιτ’ἢ ἄλλην τινὰ αἰτίαν προφέροι, καθ’ἣν οὐ καλῶς ἐλέγχει αὐτοὺς ἀποφηναμένους · οὔτε γὰρ κέρδει χαριζομένους οὔτ’ἀξιώματι προσῆκε φανερὰς ποιεῖσθαι τὰς κρίσεις, ἀλλὰ τὸ δίκαιον ἐπάνω πάντων τιθεμένους. 4.217ὁ γὰρ θεὸς ἂν οὕτως δόξειε καταφρονεῖσθαι καὶ ἀσθενέστερος ἐκείνων οἷς ἄν τις κατὰ φόβον ἰσχύος προσνέμοι τὴν ψῆφον κεκρίσθαι · τοῦ θεοῦ γὰρ ἰσχύς ἐστι τὸ δίκαιον. ὃ τοῖς ἐν ἀξιώμασι τυγχάνουσι καταχαριζόμενός τις ἐκείνους τοῦ θεοῦ δυνατωτέρους ποιεῖ. 4.218ἂν δ’οἱ δικασταὶ μὴ νοῶσι περὶ τῶν ἐπ’αὐτοὺς παρατεταγμένων ἀποφήνασθαι, συμβαίνει δὲ πολλὰ τοιαῦτα τοῖς ἀνθρώποις, ἀναπεμπέτωσαν τὴν δίκην εἰς τὴν ἱερὰν πόλιν, καὶ συνελθόντες ὅτε ἀρχιερεὺς καὶ ὁ προφήτης καὶ ἡ γερουσία τὸ δοκοῦν ἀποφαινέσθωσαν. 4.219εἷς δὲ μὴ πιστευέσθω μάρτυς, ἀλλὰ τρεῖς ἢ τὸ τελευταῖον δύο, ὧν τὴν μαρτυρίαν ἀληθῆ ποιήσει τὰ προβεβιωμένα. γυναικῶν δὲ μὴ ἔστω μαρτυρία διὰ κουφότητα καὶ θράσος τοῦ γένους αὐτῶν · μαρτυρείτωσαν δὲ μη δὲ δοῦλοι διὰ τὴν τῆς ψυχῆς ἀγένειαν, οὓς ἢ διὰ κέρδος εἰκὸς ἢ διὰ φόβον μὴ τα- τἀληθῆ μαρτυρῆσαι. ἂν δέ τις ψευδομαρτυρήσας πιστευθῇ, πασχέτω ταῦτ’ἐλεγχθεὶς ὅσα ὁ καταμαρτυρηθεὶς πάσχειν ἔμελλεν. 4.220ἂν δὲ πραχθέντος φόνου ἔν τινι χώρᾳ μὴ εὑρίσκηται ὁ δράσας μη δ’ὑπονοῆταί τις ὡς διὰ μῖσος ἀπεκτονηκώς, ζητείτωσαν μὲν αὐτὸν μετὰ πολλῆς σπουδῆς μήνυτρα προθέμενοι · μηδενὸς δὲ μηνύοντος αἱ ἀρχαὶ τῶν πόλεων τῶν πλησίον τῇ χώρᾳ, ἐν ᾗ ὁ φόνος ἐπράχθη, καὶ ἡ γερουσία συνελθόντες μετρείτωσαν ἀπὸ τοῦ τόπου ὅπου κεῖται ὁ νεκρὸς τὴν χώραν. 4.221ἣ δ’ἂν ᾖ πλησιαιτάτη πόλις, οἱ ἐν αὐτῇ δημόσιοι πριάμενοι δάμαλιν καὶ κομίσαντες εἰς φάραγγα καὶ ἀνεπιτήδειον ἀρότρῳ καὶ φυτοῖς χωρίον τοὺς τένοντας κοψάτωσαν τῆς βοός, καὶ χέρνιβας ἑλόμενοι ὑπὲρ κεφαλῆς τῆς βοὸς οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ἡ γερουσία τῆς πόλεως ἐκείνης καθαρὰς ἀναβοησάτωσαν τὰς χεῖρας ἔχειν ἀπὸ τοῦ φόνου καὶ μήτε δρᾶσαι μήτε δρωμένῳ παρατυχεῖν, ἐπικαλεῖσθαι δὲ ἵλεω τὸν θεὸν καὶ μηκέτι τοιοῦτον δεινὸν συμβῆναι τῇ γῇ πάθος. 4.223ἀριστοκρατία μὲν οὖν κράτιστον καὶ ὁ κατ’αὐτὴν βίος, καὶ μὴ λάβῃ πόθος ὑμᾶς ἄλλης πολιτείας, ἀλλὰ ταύτην στέργοιτε καὶ τοὺς νόμους ἔχοντες δεσπότας κατ’αὐτοὺς ἕκαστα πράττετε · ἀρκεῖ γὰρ ὁ θεὸς ἡγεμὼν εἶναι. βασιλέως δ’εἰ γένοιτο ἔρως ὑμῖν, ἔστω μὲν οὗτος ὁμόφυλος, πρόνοια δ’αὐτῷ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς διὰ παντὸς ἔστω. 4.224παραχωροίη δὲ οὗτος τοῖς μὲν νόμοις καὶ τῷ θεῷ τὰ πλείονα τοῦ φρονεῖν, πρασσέτω δὲ μηδὲν δίχα τοῦ ἀρχιερέως καὶ τῆς τῶν γερουσιαστῶν γνώμης γάμοιςτε μὴ πολλοῖς χρώμενος μη δὲ πλῆθος διώκων χρημάτων μη δ’ἵππων, ὧν αὐτῷ παραγενομένων ὑπερήφανος ἂν τῶν νόμων ἔσοιτο. κωλυέσθω δ’, εἰ τούτων τι διὰ σπουδῆς ἔχοι, γίγνεσθαι τοῦ συμφέροντος ὑμῖν δυνατώτερος. 4.225ὅρους γῆς μὴ ἐξέστω κινεῖν μήτε οἰκείας μήτ’ἀλλοτρίας πρὸς οὕς ἐστιν ὑμῖν εἰρήνη, φυλαττέσθω δ’ὥσπερ θεοῦ ψῆφον βεβαίαν εἰς αἰῶνα κειμένην ἀναιρεῖν, ὡς πολέμων ἐντεῦθεν καὶ στάσεων γινομένων ἐκ τοῦ πλεονεκτοῦντας προσωτέρω χωρεῖν βούλεσθαι τῶν ὅρων · μὴ γὰρ μακρὰν εἶναι τοῦ καὶ τοὺς νόμους ὑπερβαίνειν τοὺς τὸν ὅρον μετακινοῦντας. 4.226γῆν ὁ φυτεύσας, πρὸ ἐτῶν τεσσάρων ἂν καρπὸν προβάλῃ τὰ φυτά, μήτε τῷ θεῷ ἀπαρχὰς ἐντεῦθεν ἀποφερέτω μήτ’αὐτὸς χρήσθω · οὐ γὰρ κατὰ καιρὸν τοῦτον ὑπ’αὐτῶν ἐνεχθῆναι, βιασαμένης δὲ τῆς φύσεως ἀώρως μήτε τῷ θεῷ ἁρμόζειν μήτ’αὐτῷ τῷ δεσπότῃ χρῆσθαι. 4.227τῷ δὲ τετάρτῳ τρυγάτω πᾶν τὸ γενόμενον, τότε γὰρ ὥριον εἶναι, καὶ συναγαγὼν εἰς τὴν ἱερὰν πόλιν κομιζέτω, καὶ σὺν τῇ δεκάτῃ τοῦ ἄλλου καρποῦ μετὰ τῶν φίλων εὐωχούμενος ἀναλισκέτω καὶ μετ’ὀρφανῶν καὶ χηρευουσῶν γυναικῶν. πέμπτου δὲ ἔτους κύριος ἔστω τὰ φυτὰ καρποῦσθαι. 4.228τὴν ἀμπέλοις κατάφυτον γῆν μὴ σπείρειν · ἀρκεῖσθαι γὰρ αὐτὴν τρέφειν τοῦτο τὸ φυτὸν καὶ τῶν ἐξ ἀρότρου πόνων ἀπηλλάχθαι. βουσὶν ἀροῦν τὴν γῆν, καὶ μηδὲν τῶν ἑτέρων ζῴων ὑπὸ ζεύγλην ἄγοντας, ἀλλὰ κατ’οἰκεῖα γένη κα- κἀκείνοις ποιεῖσθαι τὸν ἄροτον. εἶναι δὲ καθαρὰ τὰ σπέρματα καὶ ἀνεπίμικτα, καὶ μὴ σύνδυο καὶ τρία σπείρειν · οὐ γὰρ τῇ τῶν ἀνομοίων κοινωνίᾳ χαίρειν τὴν φύσιν. 4.229μη δὲ κτήνεσιν ἐπάγειν ὅσα μὴ συγγενῆ · δέος γὰρ ἐκ τούτου μὴ διαβῇ καὶ μέχρι τῶν ἀνθρωπείων ἡ πρὸς τὸ ὁμόφυλον ἀτιμία τὴν ἀρχὴν ἀπὸ τῶν περὶ τὰ μικρὰ καὶ τὰ φαῦλα πρότερον λαβοῦσα. 4.230δεῖ δὲ μηδὲν εἶναι τοιοῦτον συγκεχωρημένον, ἐξ οὗ κατὰ μίμησιν παρατροπή τις τῶν κατὰ τὴν πολιτείαν ἔσοιτο, ἀλλ’ὡς οὐ δὲ περὶ τῶν τυχόντων ἠμέληται τοῖς νόμοις εἰδόσι προνοεῖσθαι τοῦ κατ’αὐτοὺς ἀμέμπτου. 4.231ἀμῶντας δὲ καὶ συναιροῦντας τὰ θέρη μὴ καλαμᾶσθαι, καταλιπεῖν δέ τινα καὶ τῶν δραγμάτων τοῖς βίου σπανίζουσιν ἕρμαιον εἶναι πρὸς διατροφήν · ὁμοίως δὲ καὶ τῆς τρύγης ἀπολιπεῖν τὰς ἐπιφυλλίδας τοῖς πένησι καὶ τῶν ἐλαιῶν παρεῖναί τι τοῦ καρποῦ πρὸς συλλογὴν τοῖς ἐξ ἰδίων οὐκ ἔχουσι μεταλαβεῖν · 4.232οὐ τοσαύτη γὰρ ἂν ἐκ τῆς ἐπ’ἀκριβὲς αὐτῶν συλλογῆς εὐπορία τοῖς δεσπόταις γένοιτο, ὅση χάρις ἐκ τῶν δεομένων ἔλθοι, τότε θεῖον τὴν γῆν προθυμοτέραν εἰς τὴν ἐκτροφὴν τῶν καρπῶν ἀπεργάσεται μὴ τοῦ κατ’αὐτοὺς προνοουμένων λυσιτελοῦς, ἀλλὰ καὶ τῆς τῶν ἄλλων διατροφῆς λόγον ἐχόντων. 4.233μη δὲ βοῶν ὁπότε τρίβοιεν τοὺς στάχυας ἀποδεῖν τὰ στόματα ἐπὶ τῆς ἅλωος · οὐ γὰρ εἶναι δίκαιον εἴργειν τοὺς συνειργασμένους τοῦ καρποῦ καὶ περὶ τὴν γένεσιν αὐτοῦ πονήσαντας. 4.234μη δὲ ὀπώρας ἀκμαζούσης κωλύειν ἅπτεσθαι τοὺς ὁδῷ βαδίζοντας, ἀλλ’ὡς ἐξ οἰκείων αὐτοῖς ἐπιτρέπειν ἐμπίπλασθαι, κα- κἂν ἐγχώριοι τυγχάνωσι κα- κἂν ξένοι, χαίροντας ἐπὶ τῷ παρέχειν αὐτοῖς τῶν ὡραίων μεταλαμβάνειν · ἀποφέρεσθαι δ’αὐτοῖς μηδὲν ἐξέστω. 4.235μη δὲ τρυγῶντες ὧν ἂν εἰς τὰς ληνοὺς κομίζωσιν εἰργέτωσαν τοὺς ὑπαντιάζοντας ἐπεσθίειν · ἄδικον γὰρ ἀγαθῶν, ἃ κατὰ βούλησιν θεοῦ παρῆλθεν εἰς τὸν βίον, φθονεῖν τοῖς ἐπιθυμοῦσιν αὐτῶν μεταλαμβάνειν τῆς ὥρας ἐν ἀκμῇτε οὔσης καὶ σπευδούσης ἀπελθεῖν · 4.236ὡς τῷ θεῷ κεχαρισμένον ἂν εἴη, κα- κἂν ὑπ’αἰσχύνης τινὰς ὀκνοῦντας ἅψασθαι λαβεῖν παρακαλῶσιν, ὄντας μὲν Ἰσραηλίτας ὡς κοινωνοὺς καὶ δεσπότας διὰ τὴν συγγένειαν, ἀφιγμένους δ’ἀλλαχόθεν ἀνθρώπους ξενίων τυχεῖν ἀξιοῦντας ὧν ὁ θεὸς καθ’ὥραν αὐτοῖς παρέσχεν. 4.237ἀναλώματα γὰρ οὐχ ἡγητέον ὅσα τις κατὰ χρηστότητα παρίησιν ἀνθρώποις λαμβάνειν, τοῦ θεοῦ τὴν ἀφθονίαν τῶν ἀγαθῶν χορηγοῦντος οὐκ ἐπὶ τῷ καρποῦσθαι μόνοις, ἀλλὰ καὶ τῷ τοῖς ἄλλοις μεταδιδόναι φιλοτίμως, καὶ βουλομένου τῷ τρόπῳ τούτῳ τὴν ἰδίαν περὶ τὸν Ἰσραηλιτῶν λαὸν εὔνοιαν καὶ τὴν χορηγίαν τῆς εὐδαιμονίας καὶ τοῖς ἄλλοις ἐμφανίζεσθαι ἐκ πολλοῦ τοῦ περιόντος αὐτοῖς κα- κἀκείνοις μεταδιδόντων. 4.238ὁ δὲ παρὰ ταῦτα ποιήσας πληγὰς μιᾷ λειπούσας τεσσαράκοντα τῷ δημοσίῳ σκύτει λαβὼν τιμωρίαν ταύτην αἰσχίστην ἐλεύθερος ὑπομενέτω, ὅτι τῷ κέρδει δουλεύσας ὕβρισε τὸ ἀξίωμα · 4.239καλῶς γὰρ ὑμῖν ἔχει πεπειραμένοις ἐν Αἰγύπτῳ συμφορῶν καὶ κατὰ τὴν ἐρημίαν πρόνοιαν τῶν ἐν τοῖς ὁμοίοις ὑπαρχόντων ποιεῖσθαι, καὶ τυχόντας εὐπορίας ἐξ ἐλέου καὶ προνοίας τοῦ θεοῦ τὴν αὐτὴν ταύτην ἐξ ὁμοίου πάθους ἀπομερίζειν τοῖς δεομένοις. 4.240ταῖς δὲ δεκάταις ταῖς δυσίν, ἃς ἔτους ἑκάστου προεῖπον τελεῖν, τὴν μὲν τοῖς Λευίταις, τὴν δ’ἑτέραν πρὸς τὰς εὐωχίας, τρίτην πρὸς αὐταῖς κατὰ τὸ ἔτος τρίτον συμφέρειν εἰς διανέμησιν τῶν σπανιζόντων γυναιξίτε χήραις καὶ παισὶν ὀρφανοῖς · 4.241τῶν δ’ὡραίων ὅ τι καὶ πρῶτον ἑκάστῳ τύχῃ γενόμενον εἰς τὸ ἱερὸν κομιζέτωσαν, καὶ τὸν θεὸν ὑπὲρ τῆς ἐνεγκαμένης αὐτὸ γῆς, ἣν αὐτοῖς κτήσασθαι παρέσχεν, εὐλογήσαντες θυσίας ἃς ὁ νόμος αὐτοῖς ἐπιφέρειν κελεύει ἐπιτελέσαντες τούτων τὰ προτέλεια τοῖς ἱερεῦσι διδότωσαν. 4.242ἐπειδὰν δὲ ταῦτά τις ποιήσας καὶ πάντων τὰς δεκάτας ἅμα ταῖς εἰς τοὺς Λευίτας καὶ τὰς εὐωχίας ἀπενηνοχὼς ἀπιέναι μέλλῃ πρὸς αὑτὸν οἴκαδε, στὰς ἀντικρὺ τοῦ τεμενίσματος εὐχαριστησάτω μὲν τῷ θεῷ, ὅτι τῆς ἀπ’Αἰγυπτίων αὐτοὺς ὕβρεως ἀπαλλάξας γῆν αὐτοῖς ἀγαθὴν καὶ πολλὴν ἔδωκε καρποῦσθαι, μαρτυράμενος δὲ ὡς τάςτε δεκάτας κατὰ τοὺς Μωυσέος τελέσειε νόμους αἰτησάσθω τὸν θεὸν εὐμενῆ καὶ ἵλεων αὐτῷ διὰ παντὸς εἶναι καὶ κοινῇ πᾶσιν Ἑβραίοις διαμένειν, φυλάττοντα μὲν ἃ δέδωκεν αὐτοῖς ἀγαθὰ προσκτήσασθαι δὲ ὅσα δύναται χαρίζεσθαι. 4.244γαμείτωσαν δὲ ἐν ὥρᾳ γάμου γενόμενοι παρθένους ἐλευθέρας γονέων ἀγαθῶν, ὁ δὲ μὴ μέλλων ἄγεσθαι παρθένον μὴ ζευγνύσθω συνοικοῦσαν ἄλλῳ νοθεύσας μη δὲ λυπῶν τὸν πρότερον αὐτῆς ἄνδρα · δούλας δὲ μὴ γαμεῖσθαι τοῖς ἐλευθέροις, μη δ’ἂν ὑπ’ἔρωτος πρὸς τοῦτό τινες ἐκβιάζωνται, κρατεῖν δὲ τῆς ἐπιθυμίας τὸ εὐπρεπὲς καὶ τοῖς ἀξιώμασι πρόσφορον. 4.245ἔτι μη δὲ ἡταιρημένης εἶναι γάμον, ἧς δι’ὕβριν τοῦ σώματος τὰς ἐπὶ τῷ γάμῳ θυσίας ὁ θεὸς οὐκ ἂν προσοῖτο · γένοιτο γὰρ ἂν οὕτω τῶν παίδων τὰ φρονήματα ἐλευθέρια καὶ πρὸς ἀρετὴν ὄρθια, εἰ μὴ τύχοιεν ἐκ γάμων φύντες αἰσχρῶν, μη δ’ἐξ ἐπιθυμίας οὐκ ἐλευθερίας συνελθόντων. 4.246εἴ τις ὡς παρθένον μνηστευσάμενος ἔπειτα μὴ τοιαύτην εὕροι, δίκην λαχὼν αὐτὸς μὲν κατηγορείτω χρώμενος εἰς ἀπόδειξιν οἷς ἂν ἔχῃ τεκμηρίοις, ἀπολογείσθω δὲ ὁ τῆς κόρης πατὴρ ἢ ἀδελφὸς ἢ ὃς ἂν μετὰ τούτους ἐγγυτέρω δοκῇ τοῦ γένους. 4.247καὶ κριθεῖσα μὲν ἡ κόρη μὴ ἀδικεῖν συνοικείτω τῷ κατηγορήσαντι μηδεμίαν ἐξουσίαν ἔχοντος ἐκείνου ἀποπέμπεσθαι αὐτήν, πλὴν εἰ μὴ μεγάλας αἰτίας αὐτῷ παράσχοι καὶ πρὸς ἃς οὐ δ’ἀντειπεῖν δυνηθείη. 4.248τοῦ δὲ τολμηρῶς καὶ προπετῶς ἐπενεγκεῖν αἰτίαν καὶ διαβολὴν πρόστιμον ἐκτινύτω πληγὰς τεσσαράκοντα μιᾷ λειπούσας λαμβάνων καὶ πεντήκοντα σίκλους ἀποτινύτω τῷ πατρί. ἂν δ’ἐξελέγξῃ τὴν παιδίσκην ἐφθαρμένην, δημότις μὲν οὖσα τοῦ μὴ σωφρόνως προστῆναι τῆς παρθενίας ἄχρι νομίμων γάμων καταλευέσθω, ἂν δ’ἐξ ἱερέων ᾖ γεγενημένη, καιέσθω ζῶσα. 4.249δύο γυναικῶν οὐσῶν τινι, καὶ τῆς μὲν ἑτέρας ἐν τιμῇ σφόδρα καὶ εὐνοίᾳ κειμένης ἢ δι’ἔρωτα καὶ κάλλος ἢ κατ’ἄλλην αἰτίαν, τῆς δ’ἑτέρας ἐν ἐλάττονι μοίρᾳ τυγχανούσης, ἂν ὁ ἐκ τῆς ἀγαπωμένης παῖς γενόμενος νεώτερος ὢν τοῦ ἐκ τῆς ἑτέρας φύντος ἀξιοῖ διὰ τὴν πρὸς τὴν μητέρα τοῦ πατρὸς εὔνοιαν τῶν πρεσβείων τυγχάνειν, ὥστε διπλοῦν τὸ μέρος τῆς πατρῴας οὐσίας ἐκλαμβάνειν, τοῦτο γὰρ ἐν τοῖς νόμοις διεταξάμην, μὴ συγκεχωρήσθω · 4.250ἄδικον γὰρ τὸν τῇ γενέσει πρεσβύτερον, ὅτι τὰ τῆς μητρὸς αὐτῷ ἥττονα παρὰ τῇ διαθέσει τοῦ πατρός, τῶν ὀφειλομένων αὐτῷ στερεῖσθαι. 4.251ὁ κόρην ἄλλῳ κατηγγυημένην φθείρας, εἰ μὲν πείσας καὶ πρὸς τὴν φθορὰν συγκάταινον λαβών, ἀποθνησκέτω σὺν αὐτῇ · πονηροὶ γὰρ ὁμοίως ἑκάτεροι, ὁ μὲν τὸ αἴσχιστον πείσας ἑκουσίως ὑπομεῖναι καὶ προτιμῆσαι τοῦτο τοῦ ἐλευθέρου γάμου τὴν κόρην, ἡ δὲ παρασχεῖν ἑαυτὴν πεισθεῖσα δι’ἡδονὴν ἢ διὰ κέρδος πρὸς τὴν ὕβριν · 4.252ἐὰν δέ που μόνῃ περιπεσὼν βιάσηται μηδενὸς βοηθοῦ παρόντος, μόνος ἀποθνησκέτω. ὁ φθείρας παρθένον μήπω κατηγγυημένην αὐτὸς γαμείτω · ἢν δὲ τῷ πατρὶ τῆς κόρης μὴ δόξῃ συνοικίζειν αὐτῷ, πεντήκοντα σίκλους τιμὴν τῆς ὕβρεως καταβαλλέτω. 4.253γυναικὸς δὲ τῆς συνοικούσης βουλόμενος διαζευχθῆναι καθ’ἁσδηποτοῦν αἰτίας, πολλαὶ δ’ἂν τοῖς ἀνθρώποις τοιαῦται γίγνοιντο, γράμμασι μὲν περὶ τοῦ μηδέποτε συνελθεῖν ἰσχυριζέσθω · λάβοι γὰρ ἂν οὕτως ἐξουσίαν συνοικεῖν ἑτέρῳ, πρότερον γὰρ οὐκ ἐφετέον · εἰ δὲ καὶ πρὸς ἐκεῖνον κακωθείη καὶ τελευτήσαντος αὐτοῦ θελήσειε γαμεῖν ὁ πρότερος, μὴ ἐξεῖναι αὐτῇ ἐπανιέναι. 4.254τὴν ἄτεκνον τα- τἀνδρὸς αὐτῇ τετελευτηκότος ὁ ἀδελφὸς ἐκείνου γαμείτω καὶ τὸν παῖδα τὸν γενόμενον τῷ τοῦ τεθνεῶτος καλέσας ὀνόματι τρεφέτω τοῦ κλήρου διάδοχον · τοῦτο γὰρ καὶ τοῖς δημοσίοις λυσιτελήσει γιγνόμενον τῶν οἴκων οὐκ ἐκλειπόντων καὶ τῶν χρημάτων τοῖς συγγενέσι μενόντων, καὶ ταῖς γυναιξὶ κουφισμὸν οἴσει τῆς συμφορᾶς τοῖς ἔγγιστα τῶν προτέρων ἀνδρῶν συνοικούσαις. 4.255ἐὰν δὲ μὴ βούληται γαμεῖν ὁ ἀδελφός, ἐπὶ τὴν γερουσίαν ἐλθοῦσα ἡ γυνὴ μαρτυράσθω τοῦθ’, ὅτι βουλομένην αὐτὴν ἐπὶ τοῦ οἴκου μένειν καὶ τεκνοῦν ἐξ αὐτοῦ μὴ προσδέχοιτο ὑβρίζων τὴν τοῦ τεθνηκότος ἀδελφοῦ μνήμην. ἐρομένης δὲ τῆς γερουσίας, διὰ ποίαν αἰτίαν ἀλλοτρίως ἔχοι πρὸς τὸν γάμον, ἄντε μικρὰν ἄντε μείζω λέγῃ, πρὸς ταῦτα ῥεπέτω · 4.256ὑπολύσασα δ’αὐτὸν ἡ γυνὴ τα- τἀδελφοῦ τὰ σάνδαλα, καὶ πτύουσα αὐτοῦ εἰς τὸ πρόσωπον τούτων αὐτὸν ἄξιον εἶναι παρ’αὐτῆς λεγέτω τυγχάνειν ὑβρίσαντα τὴν τοῦ κατοιχομένου μνήμην. καὶ ὁ μὲν ἐκ τῆς γερουσίας ἀπίτω τοῦτ’ἔχων ὄνειδος πρὸς ἅπαντα τὸν βίον, ἡ δ’ᾧπερ ἂν βουληθῇ τινι τῶν δεομένων γαμείσθω. 4.257ἂν δ’αἰχμάλωτόν τις λάβῃ παρθένον ἄντε καὶ γεγαμημένην, βουλομένῳ συνοικεῖν μὴ πρότερον ἐξέστω εὐνῆς ἅψασθαι καὶ κοινωνίας, πρὶν ἢ ξυραμένην αὐτὴν καὶ πένθιμον σχῆμα ἀναλαβοῦσαν ἀποθρηνῆσαι συγγενεῖς καὶ φίλους τοὺς ἀπολωλότας ἐν τῇ μάχῃ, ὅπως τὸ ἐπ’αὐτοῖς κορέσασα λυπηρὸν ἔπειθ’οὕτως ἐπ’εὐωχίας τράπηται καὶ γάμους · 4.258καλὸν γὰρ εἶναι καὶ δίκαιον παιδοποιὸν παραλαμβάνοντα θεραπεύειν αὐτῆς τὸ βουλητὸν, ἀλλὰ μὴ τὴν ἰδίαν ἡδονὴν διώκοντα μόνον τοῦ κατ’αὐτὴν ἀμελεῖν κεχαρισμένου. 4.259τριάκοντα δ’ἡμερῶν τῷ πένθει διελθουσῶν, αὐτάρκεις γὰρ ἐπὶ τοῖς δακρύοις αὗται τῶν φιλτάτων ταῖς φρονίμοις, τότε χωρεῖν ἐπὶ τὸν γάμον. εἰ δ’ἐμπλησθεὶς τῆς ἐπιθυμίας ὑπερηφανεύσειεν αὐτὴν γαμετὴν ἔχειν, μηκέτ’ἐξουσίαν ἐχέτω καταδουλοῦν αὐτήν, ἀλλ’ὅπη βούλεται χωρεῖν ἀπίτω τοῦτο ἐλεύθερον ἔχουσα. 4.260ὅσοι δ’ἂν τῶν νέων περιφρονῶσι τοὺς γονεῖς καὶ τὴν τιμὴν αὐτοῖς μὴ νέμωσιν ἢ δι’αἰσχύνην ἢ διὰ σύνεσιν ἐξυβρίζοντες εἰς αὐτούς, πρῶτον μὲν λόγοις αὐτοὺς νουθετείτωσαν οἱ πατέρες, αὐτάρκεις γὰρ ἐφ’υἱάσιν οὗτοι δικασταί, συνελθεῖν μὲν ἀλλήλοις οὐχ ἡδονῆς ἕνεκα λέγοντες οὐ δὲ τῆς τῶν χρημάτων αὐξήσεως κοινῶν τῶν ἑκατέροις ὑπαρχόντων γενομένων, ἀλλ’ὅπως παίδων τύχωσιν, οἳ γηρωκομήσουσιν αὐτοὺς καὶ ὧν ἂν δέωνται παρ’αὐτῶν ἕξουσι, “γενόμενόντε μετὰ χαρᾶς καὶ τοῦ τῷ θεῷ χάριν εἰδέναι τὴν μεγίστην ἀράμενοι διὰ σπουδῆς ἀνεθρέψαμεν μηδενὸς φειδὼ ποιούμενοι τοῦ καὶ δόξαντος εἰς σωτηρίαν τὴν σὴν καὶ παιδείαν τῶν ἀρίστων εἶναι χρησίμου. 4.262νῦν δέ, συγγνώμην γὰρ χρὴ νέμειν ἐφ’ἁμαρτήμασι νέων, ἀπόχρη σοι ὅσα τῆς εἰς ἡμᾶς τιμῆς ὠλιγώρησας, καὶ μεταβαλοῦ πρὸς τὸ σωφρονέστερον λογισάμενος καὶ τὸν θεὸν ἐπὶ τοῖς εἰς πατέρας τολμωμένοις χαλεπῶς ἔχειν, ὅτι καὶ αὐτὸς πατὴρ τοῦ παντὸς ἀνθρώπων γένους ἐστὶ καὶ συνατιμοῦσθαι δοκεῖ τοῖς τὴν αὐτὴν αὐτῷ προσηγορίαν ἔχουσιν οὐχ ὧν προσῆκεν αὐτοῖς παρὰ τῶν παίδων τυγχανόντων, καὶ νόμος κολαστὴς γίνεται τῶν τοιούτων ἀπαραίτητος, οὗ σὺ μὴ πειραθείης”. 4.263κα- κἂν μὲν τούτοις θεραπεύηται τὸ τῶν νέων αὔθαδες, ἀπαλλαττέσθωσαν τῶν ἐπὶ τοῖς ἠγνοημένοις ὀνειδῶν. οὕτως γὰρ ἂν ὅτε νομοθέτης ἀγαθὸς εἴη καὶ οἱ πατέρες εὐτυχεῖς οὐκ ἐπιδόντες οὔτε υἱὸν κολαζόμενον οὔτε θυγατέρα. 4.264οὐ δ’ἂν οἱ λόγοι καὶ ἡ παρ’αὐτῶν διδασκαλία τοῦ σωφρονεῖν τὸ μηδὲν εἶναι φανῶσιν, ἐχθροὺς δ’ἀσπόνδους αὑτῷ ποιῇ τοὺς νόμους τοῖς συνεχέσι κατὰ τῶν γονέων τολμήμασι, προαχθεὶς ὑπ’αὐτῶν τούτων ἔξω τῆς πόλεως τοῦ πλήθους ἑπομένου καταλευέσθω καὶ μείνας δι’ὅλης τῆς ἡμέρας εἰς θέαν τὴν ἁπάντων θαπτέσθω νυκτός. 4.265οὕτως δὲ καὶ οἱ ὁπωσοῦν ὑπὸ τῶν νόμων ἀναιρεθῆναι κατακριθέντες. θαπτέσθωσαν δὲ καὶ οἱ πολέμιοι καὶ νεκρὸς μη δὲ εἷς ἄμοιρος γῆς κείσθω περαιτέρω τοῦ δικαίου τιμωρίαν ἐκτίνων. 4.266δανείζειν δ’Ἑβραίων ἐπὶ τόκοις ἐξέστω μηδενὶ μήτε βρωτὸν μήτε ποτόν · οὐ γὰρ δίκαιον προσοδεύεσθαι τοῦ ὁμοφύλου τὰς τύχας, ἀλλὰ βοηθήσαντας ταῖς χρείαις αὐτοῦ κέρδος εἶναι νομίζειν τήντ’ἐκείνων εὐχαριστίαν καὶ τὴν ἀμοιβὴν τὴν παρὰ τοῦ θεοῦ γενησομένην ἐπὶ τῇ χρηστότητι. 4.267οἱ δὲ λαβόντες εἴτε ἀργύρια εἴτε τινὰ τῶν καρπῶν ὑγρὸν ἢ ξηρόν, κατὰ νοῦν αὐτοῖς τῶν παρὰ τοῦ θεοῦ χωρησάντων κομίζοντες μεθ’ἡδονῆς ἀποδιδότωσαν τοῖς δοῦσιν ὥσπερ ἀποθέμενοι εἰς τὰ αὑτῶν καὶ πάλιν εἰ δεηθεῖεν ἕξοντες. 4.268ἂν δὲ ἀναισχυντῶσι περὶ τὴν ἀπόδοσιν, μὴ περὶ τὴν οἰκίαν βαδίσαντας ἐνεχυριάζειν πρὶν ἢ δίκη περὶ τούτου γένηται · τὸ δ’ἐνέχυρον αἰτεῖν ἔξω καὶ τὸν ὀφείλοντα κομίζειν δι’αὐτοῦ μηδὲν ἀντιλέγοντα τῷ μετὰ νόμου βοηθείας ἐπ’αὐτὸν ἥκοντι. 4.269κα- κἂν μὲν εὔπορος ᾖ ὁ ἐνεχυρασμένος, κατεχέτω τοῦτο μέχρι τῆς ἀποδόσεως ὁ δεδανεικώς, ἂν δὲ πένης, ἀποτιθέτω πρὶν ἡλίου δυσμῶν, καὶ μάλιστ’ἂν ἱμάτιον ᾖ τὸ ἐνέχυρον, ὅπως εἰς ὕπνον ἔχῃ τοῦτο, φύσει τοῦ θεοῦ τοῖς πενομένοις ἔλεον νέμοντος. 4.270μύλην δὲ καὶ τὰ περὶ ταύτην σκεύη μὴ ἐξεῖναι λαμβάνειν ἐνέχυρον, ὅπως μὴ στερῶνται καὶ τῶν πρὸς τὰ σιτία ὀργάνων μη δ’ὑπ’ἐνδείας πάθωσί τι τῶν χειρόνων. 4.271ἐπ’ἀνθρώπου μὲν κλοπῇ θάνατος ἔστω ζημία, ὁ δὲ χρυσὸν ἢ ἄργυρον ὑφελόμενος τὸ διπλοῦν ἀποτινέτω. κτείνας δ’ἐπὶ τοῖς κατ’οἶκον κλεπτομένοις τις ἀθῷος ἔστω κα- κἂν εἰ πρὸς διορύγματι τειχίου. 4.272βόσκημα δὲ ὁ κλέψας τετραπλῆν τὴν ζημίαν ἀποτινέτω πλὴν βοός, πενταπλῆν δ’ὑπὲρ τούτου καταβαλλέτω. ὁ δὲ τὸ ἐπιτίμιον ἄπορος διαλύσασθαι δοῦλος ἔστω τοῖς καταδεδικασμένοις. 4.273πραθεὶς δὲ ὁμοφύλῳ τις ἓξ ἔτη δουλευέτω, τῷ δ’ἑβδόμῳ ἐλεύθερος ἀφείσθω · ἐὰν δὲ τέκνων αὐτῷ γενομένων ἐκ δούλης παρὰ τῷ πριαμένῳ διὰ τὴν εὔνοιαν καὶ τὴν πρὸς τὰ οἰκεῖα φιλοστοργίαν βούληται δουλεύειν, ἐνιαυτοῦ ἐνστάντος τοῦ ἰοβήλου, πεντηκοστὸς δὲ ἐνιαυτός ἐστιν, ἐλευθερούσθω καὶ τὰ τέκνα καὶ τὴν γυναῖκα ἐλευθέραν ἐπαγόμενος. 4.274ἐὰν δέ τις ἢ χρυσίον ἢ ἀργύριον εὕρῃ καθ’ὁδόν, ἐπιζητήσας τὸν ἀπολωλεκότα καὶ κηρύξας τὸν τόπον ἐν ᾧ εὗρεν ἀποδότω, τὴν ἐκ τῆς ἑτέρου ζημίας ὠφέλειαν οὐκ ἀγαθὴν ὑπολαμβάνων. ὁμοίως καὶ περὶ βοσκημάτων οἷς ἂν ἐντύχῃ τις κατ’ἐρημίαν πλανωμένοις, μὴ εὑρεθέντος τοῦ κυρίου παραχρῆμα παρ’αὑτῷ φυλαττέτω μαρτυράμενος τὸν θεὸν μὴ νοσφίζεσθαι ἀλλότρια. 4.275μὴ ἐξεῖναι δὲ παριέναι κτηνῶν τινι κακοπαθούντων ὑπὸ χειμῶνος πεπτωκότων ἐν πηλῷ, συνδιασώζειν δὲ καὶ τὸν πόνον οἰκεῖον ἡγησάμενον βοηθεῖν. 4.276μηνύειν δὲ καὶ τὰς ὁδοὺς τοῖς ἀγνοοῦσι, καὶ μὴ γέλωτα θηρωμένους αὑτοῖς ἐμποδίζειν πλάνῃ τὴν ἑτέρου χρείαν. ὁμοίως μη δὲ βλασφημείτω τις τὸν ἀπόντα καὶ τὸν ἐνεόν. 4.277ἐν μάχῃ τις ὅπου μὴ σίδηρος πληγεὶς παραχρῆμα μὲν ἀποθανὼν ἐκδικείσθω τα- ταὐτὸν παθόντος τοῦ πεπληχότος. ἂν δὲ κομισθεὶς παρ’ἑαυτὸν καὶ νοσήσας ἐπὶ πλείονας ἡμέρας ἔπειτ’ἀποθάνῃ, ἀθῷος ἔστω ὁ πλήξας, σωθέντος δὲ καὶ πολλὰ δαπανήσαντος εἰς τὴν νοσηλείαν ἀποτινέτω πάνθ’ὅσα παρὰ τὸν χρόνον τῆς κατακλίσεως ἀνάλωσε καὶ ὅσα τοῖς ἰατροῖς ἔδωκεν. 4.278ὁ γυναῖκα λακτίσας ἔγκυον, ἂν μὲν ἐξαμβλώσῃ ἡ γυνὴ ζημιούσθω χρήμασιν ὑπὸ τῶν δικαστῶν ὡς παρὰ τὸ διαφθαρὲν ἐν τῇ γαστρὶ μειώσας τὸ πλῆθος, διδόσθω δὲ καὶ τῷ ἀνδρὶ τῆς γυναικὸς παρ’αὐτοῦ χρήματα · θνησκούσης δ’ἐκ τῆς πληγῆς καὶ αὐτὸς ἀποθνησκέτω ψυχὴν ἀντὶ ψυχῆς καταθέσθαι δικαιοῦντος τοῦ νόμου. 4.279φάρμακον μήτε θανάσιμον μήτε τῶν εἰς ἄλλας βλάβας πεποιημένων Ἰσραηλιτῶν ἐχέτω μη δὲ εἷς · ἐὰν δὲ κεκτημένος φωραθῇ τεθνάτω, τοῦτο πάσχων ὃ διέθηκεν ἂν ἐκείνους καθ’ὧν τὸ φάρμακον ἦν παρεσκευασμένον. 4.280πηρώσας πασχέτω στερούμενος οὗπερ ἄλλον ἐστέρησε, πλὴν εἰ μήτι χρήματα λαβεῖν ἐθελήσειεν ὁ πεπηρωμένος, αὐτὸν τὸν πεπονθότα κύριον τοῦ νόμου ποιοῦντος τιμήσασθαι τὸ συμβεβηκὸς αὐτῷ πάθος καὶ συγχωροῦντος, εἰ μὴ βούλεται γενέσθαι πικρότερος. 4.281βοῦν τοῖς κέρασι πλήττοντα ὁ δεσπότης ἀποσφαττέτω · εἰ δ’ἐφ’ἅλωος κτείνειέ τινα πλήξας, αὐτὸς μὲν καταλευσθεὶς ἀποθνησκέτω μη δ’εἰς τροφὴν εὔχρηστος εἶναι κατηξιωμένος, ἐὰν δὲ καὶ ὁ δεσπότης ἐλέγχηται προειδὼς αὐτοῦ τὴν φύσιν καὶ μὴ φυλαξάμενος, ἀποθνησκέτω ὡς αἴτιος τῷ ὑπὸ τοῦ βοὸς ἀνῃρημένῳ γεγενημένος. 4.282ἐὰν δὲ δοῦλον ἢ θεράπαιναν ἀποκτείνῃ βοῦς, αὐτὸς μὲν καταλιθούσθω, τριάκοντα δὲ σίκλους ὁ κύριος τοῦ βοὸς ἀποτινέτω τῷ δεσπότῃ τοῦ ἀνῃρημένου. βοῦς δὲ ἐὰν οὕτως πληγεὶς ἀποθάνῃ, πωλείσθωσαν καὶ ὁ τεθνεὼς καὶ ὁ πλήξας καὶ τὴν τιμὴν τὴν ἀμφοτέρων οἱ δεσπόται αὐτῶν διανεμέσθωσαν. 4.283οἱ φρέαρ ἢ λάκκον ὀρύξαντες ἐπιμελὲς ποιείσθωσαν ὥστε σανίδων ἐπιβολαῖς ἔχειν κεκλεισμένα, οὐχ ὅπως τινὲς εἴργοιντο ὑδρείας, ἀλλ’ἵνα μηδεὶς κίνδυνος ὡς ἐμπεσουμένοις ᾖ. 4.284οὗ δ’ἂν εἰς ὄρυγμα τοιοῦτον μὴ κλειστὸν ἐμπεσὸν βόσκημά τινος διαφθαρῇ, τὴν τιμὴν αὐτοῦ τῷ δεσπότῃ καταβαλλέτω. περιβαλλέσθω δὲ καὶ τοῖς στέγεσιν ἅπερ ὡς ἀντὶ τείχους ὄντα οὐκ ἐάσει τινὰς ἀποκυλισθέντας ἀπολέσθαι. 4.285παρακαταθήκην δὲ ὥσπερ ἱερόν τι καὶ θεῖον χρῆμα ὁ παραλαβὼν φυλακῆς ἀξιούτω, καὶ μηδεὶς ἀποστερῆσαι θρασυνθείη τὸν πεπιστευκότα μήτ’ἀνὴρ μήτε γυνή, μη δ’εἰ χρυσὸν ἄπειρον μέλλοι κερδαίνειν, καταφρονῶν τῷ μηδένα εἶναι τὸν ἐξελέγξοντα. 4.286καθόλου μὲν γὰρ τὸ συνειδὸς ἐπιστάμενον τὸ αὐτοῦ προσῆκεν ἕκαστον εὖ πράττειν, καὶ μάρτυρι ἀρκούμενος αὐτῷ πάντα ποιείτω ἃ παρ’ἄλλων ἔπαινον αὐτῷ παρέξει, μάλιστα δὲ τὸν θεόν, ὃν οὐδεὶς πονηρὸς ὢν λανθάνει. 4.287εἰ δὲ μηδὲν ἐπίβουλον δρῶν ὁ πιστευθεὶς ἀπολέσειεν, ἀφικόμενος ἐπὶ τοὺς ἑπτὰ κριτὰς ὀμνύτω τὸν θεόν, ὅτι μηδὲν παρὰ τὴν αὐτοῦ βούλησιν ἀπόλοιτο καὶ κακίαν οὐ δὲ χρησαμένου τινὶ μέρει αὐτῆς, καὶ οὕτως ἀνεπαιτίατος ἀπίτω. χρησάμενος δὲ κα- κἂν ἐλαχίστῳ μέρει τῶν πεπιστευμένων ἂν ἀπολέσας τύχῃ τὰ λοιπὰ πάντα ἃ ἔλαβεν ἀποδοῦναι κατεγνώσθω. 4.288ὁμοίως δὲ τῷ περὶ παρακαταθηκῶν κα- κἂν μισθόν τις ἀποστερήσῃ τῶν ἐπὶ σώμασι τοῖς αὐτῶν ἐργαζομένων, μεμισήσθω. ὅθεν οὐκ ἀποστερητέον ἀνδρὸς πένητος μισθὸν εἰδότας, ὡς ἀντὶ γῆς καὶ τῶν ἄλλων κτημάτων ὁ θεὸς αὐτῷ τοῦτον εἴη παρεσχηκώς · ἀλλὰ μη δὲ ἀναβάλλεσθαι τὴν ἀπόδοσιν, ἀλλ’αὐθημερὸν ἐκτίνειν ὡς οὐ βουλομένου τοῦ θεοῦ τῆς ἐξ ὧν πεπόνηκε χρήσεως ὑστερεῖν τὸν ἐργασάμενον. 4.289παῖδας ὑπὲρ ἀδικίας πατέρων μὴ κολάζειν, ἀλλὰ διὰ τὴν ἐκείνων αὐτῶν ἀρετὴν οἴκτου μᾶλλον ἀξιοῦν, ὅτι μοχθηρῶν ἐγένοντο πατέρων, ἢ μίσους φύντας ἐκ φαύλων. οὐ μὴν οὐ δὲ πατράσιν υἱῶν ἁμαρτίαν λογιστέον τῶν νέων πολλὰ παρὰ τὴν ἡμετέραν διδασκαλίαν αὐτοῖς ἐπιτρεπόντων ὑπερηφανίᾳ τοῦ διδάσκεσθαι. 4.290Γάλλους ἐκτρέπεσθαι καὶ σύνοδον φεύγειν τὴν μετ’αὐτῶν ἀφελομένων αὑτοὺς τὸ ἄρρεν καὶ τὸν τῆς παιδοποιίας καρπόν, ὃν ἀνθρώποις ἐπ’αὐξήσει τοῦ γένους ἡμῖν ὁ θεὸς παρέσχεν, ἐλαύνειν δὲ οὕτως ὡς ἐπὶ τέκνων σφαγῇ καὶ πρὸς τούτῳ ἀπολλύντας τὸ ἐκείνων αἴτιον · 4.291δῆλον γάρ, ὡς τῆς ψυχῆς αὐτοῖς τεθηλυσμένης μετεκοσμήσαντο πρὸς τοῦτο καὶ τὸ σῶμα · ὁμοίως δὲ καὶ πᾶν τὸ νομιζόμενον τέρας τοῖς ὁρῶσι. μὴ ἐξεῖναι δὲ ποιεῖν ἐκτομίας μήτε ἀνθρώπους μήτε τῶν ἄλλων ζῴων. 4.292αὕτη μὲν οὖν ὑμῖν εἰρηνικὴ τῶν νόμων κατὰ τὴν πολιτείαν διάταξις ἔστω · καὶ ὁ θεὸς εὐμενὴς ἀστασίαστον αὐτῆς τὸν κόσμον παρέξεται, γένοιτο δὲ χρόνος μη δὲ εἷς, ὃς καινίσει τι τούτων καὶ πρὸς τὸ ἐναντίον μεταβαλεῖ. 4.293ἐπεὶ δὲ ἀνάγκη τὸ ἀνθρώπειον καὶ εἰς ἀβουλήτους ἢ κατὰ προαίρεσιν ταραχὰς καὶ κινδύνους ἐμπεσεῖν, φέρε καὶ περὶ τούτων βραχέα προσδιατάξωμεν, ὡς ἂν προειδότες ἃ χρὴ ποιεῖν ἐν τῇ χρείᾳ τῶν σωτηρίων εὐπορῆτε καὶ μὴ τότε ἃ δεῖ ποιεῖν ἐπιζητοῦντες ἀπαρασκεύαστοι τοῖς καιροῖς περιπέσητε. 4.294γῆν ὑμῖν ἣν ὁ θεὸς ἔδωκε πόνων καταφρονοῦσι καὶ ψυχὰς πρὸς ἀρετὴν ἠσκημένοις ἀπόλεμον μὲν νέμεσθαι παράσχοιτε κεκτημένοις αὐτὴν μήτε ἀλλοτρίων εἰς αὐτὴν ἐπὶ κακώσει στρατευσάντων μήτε στάσεως ἐμφυλίου κατασχούσης ὑμᾶς, ὑφ’ἧς τα- τἀναντία πατράσι τοῖς ἑαυτῶν πράττοντες ἀπολεῖτε τὰ ἐκείνοις νομισθέντα, χρώμενοίτε νόμοις οὓς ἀγαθοὺς δοκιμάσας ὁ θεὸς παραδίδωσι διατελοίητε · 4.295ἔργον δ’ὅτι ἂν πολεμικὸν ἢ νῦν ὑφ’ὑμῶν ἢ ὕστερον ἐπὶ παίδων ὑμετέρων γένηται τοῦθ’ὑπερόριον πραχθείη. 4.296μέλλοντας δὲ πολεμεῖν πρεσβείαν καὶ κήρυκας πέμπειν παρὰ τοὺς ἑκουσίως πολεμίους · πρὸ γὰρ τῶν ὅπλων καλὸν εἶναι χρῆσθαι λόγοις πρὸς αὐτοὺς δηλοῦντας, ὅτι καὶ στρατιὰν πολλὴν ἔχοντες καὶ ἵππους καὶ ὅπλα καὶ πρὸ τούτων εὐμενῆ τὸν θεὸν καὶ σύμμαχον, ὅμως ἀξιοῦτε μὴ ἀναγκάζεσθαι πολεμεῖν αὐτοῖς μη δὲ τὰ ἐκείνων ἀφαιρουμένους ἀβούλητον αὑτοῖς κέρδος προσλαμβάνειν. 4.297καὶ πειθομένων μὲν καλῶς ὑμᾶς ἔχειν τὴν εἰρήνην φυλάττειν, εἰ δὲ φρονοῦντες ἐφ’ἑαυτοῖς ὡς ἰσχύι διαφέρουσιν ἀδικεῖν ἐθέλοιεν, στρατὸν ἐπ’αὐτοὺς ἀγάγοιτε, στρατηγῷ μὲν αὐτοκράτορι χρώμενοι τῷ θεῷ, ὑποστράτηγον δὲ χειροτονήσαντες ἕνα τὸν ἀρετῇ προύχοντα · πολυαρχία γὰρ πρὸς τῷ τοῖς ὀξέως τι πράττειν ἀνάγκην ἔχουσιν ἐμπόδιον εἶναι καὶ βλάπτειν πέφυκε τοὺς χρωμένους. 4.298στρατὸν δ’ἄγειν καθαρὸν ἐκ πάντων τῶν ῥώμῃ σωμάτων καὶ ψυχῆς εὐτολμίᾳ διαφερόντων τὸ δειλὸν ἀποκρίναντας, μὴ τοὺς πολεμίους παρὰ τὸ ἔργον τραπὲν εἰς φυγὴν ὠφελήσῃ. τούςτε νεωστὶ δειμαμένους οἰκίας, οἷς οὔπω χρόνος ἀπολαύσεως αὐτῶν ἐνιαύσιος, καὶ φυτεύσαντας οὔπω δὲ καρπῶν μετεσχηκότας, ἐᾶν κατὰ χώραν, καὶ τοὺς μνηστευσαμένους δὲ καὶ νεωστὶ γεγαμηκότας, μὴ πόθῳ τούτων φειδόμενοι τοῦ ζῆν καὶ τηροῦντες αὑτοὺς εἰς τὴν τούτων ἀπόλαυσιν ἐθελοκακήσωσι περὶ τὰς γυναῖκας. 4.299στρατοπεδευσάμενοι δὲ προνοεῖσθε, μή τι τῶν δυσχερεστέρων ἐργάσησθε. πολιορκοῦντας δὲ καὶ ξύλων ἀπορουμένους εἰς ποίησιν μηχανημάτων μὴ κείρειν τὴν γῆν ἥμερα δένδρα κόπτοντας ἀλλὰ φείδεσθαι, λογιζομένους ἐπ’ὠφελείᾳ ταῦτα τῶν ἀνθρώπων γεγονέναι, καὶ φωνῆς ἂν εὐπορήσαντα δικαιολογήσασθαι πρὸς ὑμᾶς, ὡς οὐδὲν αἴτια τοῦ πολέμου γεγονότα πάσχοι κακῶς παρὰ δίκην, εἰ δύναμις αὐτοῖς ἦν καὶ μετοικήσαντα ἂν καὶ πρὸς ἄλλην μεταβάντα γῆν. 4.300κρατήσαντες δὲ τῇ μάχῃ τοὺς ἀντιταξαμένους κτείνατε, τοὺς δ’ἄλλους εἰς τὸ τελεῖν ὑμῖν φόρους σώζετε πλὴν τοῦ Χαναναίων ἔθνους τούτους γὰρ πανοικὶ χρῆναι ἀφανίσαι. 4.301φυλάσσειν δὲ μάλιστα ἐν ταῖς μάχαις, ὡς μήτε γυναῖκα ἀνδρικῇ σκευῇ χρῆσθαι μήτ’ἄνδρα στολῇ γυναικείᾳ. 4.302πολιτείαν μὲν οὖν τοιάνδε Μωυσῆς κατέλιπε, νόμους δ’ἔτι πρότερον τεσσαρακοστῷ ἔτει γεγραμμένους παραδίδωσι, περὶ ὧν ἐν ἑτέρᾳ γραφῇ λέξομεν. ταῖς δ’ἑξῆς ἡμέραις, συνεχὲς γὰρ ἐκκλησίασεν, εὐλογίας αὐτοῖς δίδωσι καὶ κατάρας ἐπὶ τοὺς μὴ κατὰ τοὺς νόμους ζησομένους ἀλλὰ παραβησομένους τὰ ἐν αὐτοῖς διωρισμένα. 4.303ἔπειτα ποίησιν ἑξάμετρον αὐτοῖς ἀνέγνω, ἣν καὶ καταλέλοιπεν ἐν βίβλῳ ἐν τῷ ἱερῷ πρόρρησιν περιέχουσαν τῶν ἐσομένων, καθ’ἣν καὶ γέγονε τὰ πάντα καὶ γίνεται, μηδὲν ἐκείνου διημαρτηκότος τῆς ἀληθείας. 4.304ταῦτ’οὖν τὰ βιβλία παραδίδωσι τοῖς ἱερεῦσι καὶ τὴν κιβωτόν, εἰς ἣν καὶ τοὺς δέκα λόγους γεγραμμένους ἐν δυσὶ πλαξὶ κατέθετο, καὶ τὴν σκηνήν · τῷτε λαῷ παρῄνεσε κρατήσαντι τῆς γῆς καὶ ἱδρυθέντι μὴ λήθην λαβεῖν τῆς Ἀμαληκιτῶν ὕβρεως, ἀλλὰ στρατεύσαντας ἐπ’αὐτοὺς τιμωρίαν ἀπολαβεῖν ὧν ἐπὶ τῆς ἐρήμου τυγχάνοντας ἐποίησαν κακῶς, ἐξελόντας δὲ τὴν Χαναναίων γῆν καὶ πᾶσαν διαφθείραντας τὴν ἐν αὐτῇ πληθὺν καθὰ πρέπει, τὸν βωμόντε ἀναστῆσαι πρὸς ἥλιον ἀνίσχοντα τετραμμένον οὐ πόρρω τῆς Σικιμίων πόλεως ἐμπεριάγειν μεταξὺ δυοῖν ὀροῖν, Γριζαίου μὲν τοῦ ἐκ δεξιῶν κειμένου, τοῦ δ’ἐκ λαιῶν Βουλῆ προσαγορευομένου, μερισθεῖσαν δὲ τὴν στρατιὰν καθ’ἓξ φυλὰς ἐπὶ τοῖν δυοῖν ὀροῖν ἀναστῆναι καὶ σὺν αὐτοῖς Λευίταςτε καὶ ἱερέας. 4.306καὶ πρώτους μὲν τοὺς ἐπὶ τῷ Γρίζειν γενομένους εὔχεσθαι τὰ κάλλιστα τοῖς περὶ τὴν θρησκείαν τοῦ θεοῦ καὶ τὴν τῶν νόμων φυλακὴν σπουδάσασιν ὧντε Μωυσῆς εἶπε μὴ παρακουσαμένοις, εὐφημεῖν δὲ τὰς ἑτέρας, καὶ τούτων πάλιν εὐχομένων τὰς προηγμένας ἐπαινεῖν · 4.307ἔπειτα κατὰ τα- ταὐτὰ τοῖς παραβησομένοις κατάρας τίθεσθαι ὑποφωνούσας ἀλλήλαις ἐπὶ τῇ κυρώσει τῶν λεγομένων. ἀνέγραψε δὲ τὰς εὐλογίας καὶ τὰς κατάρας αὐτός, ὡς μηδέποτε ἐκλιπεῖν τὴν μάθησιν αὐτῶν ὑπὸ τοῦ χρόνου, ἃς δὴ καὶ τῷ βωμῷ τελευτῶν ἐνέγραψε κατὰ πλευρὰν ἑκατέραν, ᾗ καὶ στάντα φησὶ τὸν λαὸν θῦσαίτε καὶ ὁλοκαυτῶσαι καὶ μετ’ἐκείνην τὴν ἡμέραν οὐκ ἐπενεγκεῖν ἱερεῖον ἕτερον, οὐ γὰρ εἶναι νόμιμον. 4.308ταῦτ’οὖν Μωυσῆς διέταξε καὶ τὸ Ἑβραίων ἔθνος ἀκόλουθα τούτοις ποιοῦν διατελεῖ. 4.309τῇ δ’ὑστεραίᾳ τὸν λαὸν σὺν γυναιξὶν ἅμα καὶ τέκνοις εἰς ἐκκλησίαν συναγαγών, ὡς παρεῖναι καὶ τὰ ἀνδράποδα, ὥρκου τῶν νόμων αὐτοὺς φυλακὴν ποιήσασθαι καὶ τῆς τοῦ θεοῦ διανοίας ἀκριβεῖς λογιστὰς γινομένους εἰ μηδὲν εἰς αὐτοὺς μήτε συγγενείᾳ χαριζομένους μήτε εἴκοντας φόβῳ μήτε ἄλλην καθάπαξ αἰτίαν κυριωτέραν τῆς τῶν νόμων φυλακῆς ὑπολαμβάνοντας παραβῆναι τούτους, ἀλλ’ἄντέ τις τῶν ἐξ αἵματος συγχεῖν καὶ καταλύειν ἐπιχειρῇ τὴν κατ’αὐτοὺς πολιτείαν ἄντε πόλις, ἀμύνειν αὐτοῖς καὶ κοινῇ καὶ κατ’ἰδίαν, καὶ κρατήσαντας μὲν ἐξ αὐτῶν ἀνασπᾶν θεμελίων καὶ μη δὲ τὸ ἔδαφος τῶν ἀπονοηθέντων εἰ δυνατὸν καταλιπεῖν, εἰ δ’ἀσθενοῖεν λαβεῖν τὴν τιμωρίαν, αὐτὸ τὸ μὴ κατὰ βούλησιν ἰδίαν ταῦτα γίνεσθαι δεικνύναι. 4.310καὶ τὸ μὲν πλῆθος ὤμνυεν. 4.311ἐδίδασκε δὲ αὐτούς, ὡς ἂν αἱ θυσίαι τῷ θεῷ μᾶλλον κεχαρισμέναι γένοιντο καὶ ὅπως ἂν οἱ στρατεύοντες ἐξίοιεν τεκμηρίῳ χρώμενοι τοῖς λίθοις, ὡς καὶ πρότερον δεδήλωκα. προεφήτευσε δὲ καὶ Ἰησοῦς Μωυσέος παρόντος. 4.312ἔπειτα πάνθ’ὅσα ποιήσειεν ὑπὲρ τῆς τοῦ λαοῦ σωτηρίας ἔντε πολέμοις καὶ κατ’εἰρήνην νόμουςτε συντιθεὶς καὶ τὸν τῆς πολιτείας κόσμον συμπορίζων ἀναλογιζόμενος προεῖπεν, ὡς δηλώσειεν αὐτῷ τὸ θεῖον, ὅτι παραβάντες τὴν πρὸς αὐτὸν θρησκείαν πειραθήσονται κακῶν, ὡς ὅπλωντε αὐτοῖς πολεμίων πληρωθῆναι τὴν γῆν καὶ κατασκαφῆναι πόλεις καὶ τὸν νεὼν καταπρησθῆναι καὶ πραθέντας δουλεύειν ἀνδράσιν οὐδένα ληψομένοις οἶκτον ἐπὶ ταῖς συμφοραῖς αὐτῶν, μετανοήσειν δ’αὐτοὺς ἐπὶ μηδενὶ χρησίμῳ ταῦτα πάσχοντας. 4.314ὁ μέντοι θεὸς ὁ κτίσας ὑμᾶς πόλειςτε πολίταις ὑμετέροις ἀποδώσει καὶ τὸν ναόν · ἔσεσθαι δὲ τὴν τούτων ἀποβολὴν οὐχ ἅπαξ, ἀλλὰ πολλάκις. 4.315παρορμήσας οὖν τὸν Ἰησοῦν ἐπὶ τοὺς Χαναναίους στρατιὰν ἐξάγειν, ὡς τοῦ θεοῦ συνεργοῦντος οἷς ἂν ἐπιχειρήσειε, καὶ πᾶσαν ἐπευφημήσας τὴν πληθύν, “ἐπεί, φησί, πρὸς τοὺς ἡμετέρους ἄπειμι προγόνους καὶ θεὸς τήνδε μοι τὴν ἡμέραν τῆς πρὸς ἐκείνους ἀφίξεως ὥρισε, χάριν μὲν αὐτῷ ζῶν ἔτι καὶ παρὼν ὑμῖν ἔχειν ὁμολογῶ προνοίαςτε τῆς ὑπὲρ ὑμῶν, ἣν οὐχ ὑπὲρ ἀπαλλαγῆς μόνον τῶν ὑμετέρων ἐποιήσατο κακῶν, ἀλλὰ καὶ δωρεᾶς τῶν κρειττόνων, ὅτιτε πονοῦντί μοι καὶ κατὰ πᾶσαν ἐπὶ νοῦν τῆς ἐπὶ τὸ βέλτιον ὑμῶν μεταβολῆς φροντίδα λαμβάνοντι συνηγωνίσατο καὶ παρέσχεν ἐν ἅπασιν αὑτὸν ὑμῖν εὐμενῆ. 4.317μᾶλλον δ’αὐτὸς ἦν ὁ καὶ τὴν ἀφήγησιν αὐτῶν διδοὺς καὶ τὰ τέλη χαριζόμενος, ὑποστρατήγῳ χρώμενος ἐμοὶ καὶ ὑπηρέτῃ ὧν τὸν ἡμέτερον λαὸν εὐεργετεῖν ἠθέλησεν. 4.318ἀνθ’ὧν προευλογῆσαι τὴν τοῦ θεοῦ δύναμιν, ᾧ μελήσει καὶ πρὸς τὸ μέλλον ὑμῶν, ἀπαλλασσόμενος καλῶς ἔχειν ἡγησάμην, αὐτόςτε ταύτην ὀφειλομένην ἀμοιβὴν ἀποδιδοὺς καὶ καταλείπων εἰς μνήμην ὑμῖν τὸ σέβειντε καὶ τιμᾶν προσήκειν τοῦτον ὑμῖν καὶ τοὺς νόμους πάντων ὧντε παρέσχηκε καὶ μένων εὐμενὴς ἔτι παρέξει δώρημα κάλλιστον φυλάττειν. 4.319ὡς δεινὸς μὲν ἐχθρὸς καὶ ἄνθρωπος νομοθέτης ὑβριζομένων αὐτῷ τῶν νόμων καὶ μάτην κειμένων, θεοῦ δὲ μὴ πειραθείητε χαλεπαίνοντος ὑπὲρ ἀμελουμένων νόμων, οὓς αὐτὸς γεννήσας ὑμῖν ἔδωκε”. 4.320Μωυσέος δὲ ταῦτα πρὸς τελευτῇ τοῦ βίου φήσαντος καὶ μετ’εὐλογίας ἑκάστῃ τῶν φυλῶν προφητεύσαντος τὰ καὶ γενόμενα τὸ πλῆθος εἰς δάκρυα προύπεσεν, ὡς καὶ τὰς γυναῖκας στερνοτυπουμένας ἐμφανίζειν τὸ ἐπ’αὐτῷ τεθνηξομένῳ πάθος. καὶ οἱ παῖδες δὲ θρηνοῦντες ἔτι μᾶλλον ὡς ἀσθενέστεροι κρατεῖν λύπης ἐδήλουν, ὅτι τῆς ἀρετῆς αὐτοῦ καὶ μεγαλουργίας παρ’αὐτὴν τὴν ἡλικίαν συνίεσαν. 4.321ἦν δὲ κατ’ἐπίνοιαν τοῖςτε νέοις καὶ προηβηκόσιν ἡ ἅμιλλα τῆς λύπης · οἱ μὲν γὰρ εἰδότες οἵου ἐστέρηνται κηδεμόνος περὶ τοῦ μέλλοντος ἀπεθρήνουν, τοῖς δὲ καὶ περὶ τούτου τὸ πένθος ἦν καὶ ὅτι μήπω καλῶς τῆς ἀρετῆς αὐτοῦ γεγευμένοις ἀπολείπεσθαι συνέβαινεν αὐτοῦ. 4.322τὴν δ’ὑπερβολὴν τῆς τοῦ πλήθους οἰμωγῆς καὶ τῶν ὀδυρμῶν τεκμαίροιτο ἄν τις ἐκ τοῦ συμβάντος τῷ νομοθέτῃ · καὶ γὰρ πεπεισμένος ἅπαντι τῷ χρόνῳ μὴ δεῖν ἐπὶ μελλούσῃ τελευτῇ κατηφεῖν, ὡς κατὰ βούλησιν αὐτὸ πάσχοντας θεοῦ καὶ φύσεως νόμῳ, ἐπὶ τοῖς ὑπὸ τοῦ λαοῦ πραττομένοις ἐνικήθη δακρῦσαι. 4.323πορευομένῳ δ’ἔνθεν οὗ ἔμελλεν ἀφανισθήσεσθαι πάντες εἵποντο δεδακρυμένοι, καὶ Μωυσῆς τοὺς μὲν πόρρω τῇ χειρὶ κατασείων μένειν ἠρεμοῦντας ἐκέλευε, τὸ δ’ἔγγιον λόγοις παρεκάλει μὴ ποιεῖν αὐτῷ δακρυτὴν τὴν ἀπαλλαγὴν ἑπομένους. 4.324οἱ δὲ καὶ τοῦτ’αὐτῷ χαρίζεσθαι κρίνοντες τὸ κατὰ βούλησιν ἀπελθεῖν αὐτῷ τὴν ἰδίαν ἐφεῖναι κατέχουσιν ἑαυτοὺς ἐν ἀλλήλοις δακρύοντες. μόνη δ’ἡ γερουσία προύπεμψεν αὐτὸν καὶ ὁ ἀρχιερεὺς Ἐλεάζαρος καὶ ὁ στρατηγὸς Ἰησοῦς. 4.325ὡς δ’ἐπὶ τῷ ὄρει τῷ Ἀβαρεῖ καλουμένῳ ἐγένετο, τοῦτο δὲ ὑψηλὸν Ἱεριχοῦντος ἀντικρὺ κεῖται γῆν ἀρίστην τῶν Χαναναίων καὶ πλείστην παρέχον τοῖς ἐπ’αὐτοῦ κατοπτεύειν, ἀπέπεμπε τὴν γερουσίαν. 4.326ἀσπαζομένου δὲ καὶ τὸν Ἐλεάζαρον αὐτοῦ καὶ τὸν Ἰησοῦν καὶ προσομιλοῦντος ἔτι, νέφους αἰφνίδιον ὑπὲρ αὐτὸν στάντος ἀφανίζεται κατά τινος φάραγγος. γέγραφε δ’αὑτὸν ἐν ταῖς ἱεραῖς βίβλοις τεθνεῶτα, δείσας μὴ δι’ὑπερβολὴν τῆς περὶ αὐτὸν ἀρετῆς πρὸς τὸ θεῖον αὐτὸν ἀναχωρῆσαι τολμήσωσιν εἰπεῖν. 4.327ἐβίωσε δὲ τὸν πάντα χρόνον ἐτῶν εἴκοσι καὶ ἑκατόν, ὧν ἦρξε τὸ τρίτον μέρος ἑνὶ λείποντι μηνί. ἐτελεύτησε δὲ τῷ ὑστάτῳ μηνὶ τοῦ ἔτους, ὑπὸ μὲν Μακεδόνων Δύστρου καλουμένου Ἀδάρου δ’ὑφ’ἡμῶν νουμηνίᾳ, συνέσειτε τοὺς πώποτ’ἀνθρώπους ὑπερβαλὼν καὶ χρησάμενος ἄριστα τοῖς νοηθεῖσιν, εἰπεῖντε καὶ πλήθεσιν ὁμιλῆσαι κεχαρισμένος τάτε ἄλλα καὶ τῶν παθῶν, ὡς μη δὲ ἐνεῖναι τούτων τῇ ψυχῇ δοκεῖν αὐτοῦ καὶ γινώσκειν μόνον αὐτῶν τὴν προσηγορίαν ἐκ τοῦ παρ’ἄλλοις αὐτὰ βλέπειν μᾶλλον ἢ παρ’αὑτῷ. 4.329καὶ στρατηγὸς μὲν ἐν ὀλίγοις, προφήτης δὲ οἷος οὐκ ἄλλος, ὥσθ’ὅ τι ἂν φθέγξαιτο δοκεῖν αὐτοῦ λέγοντος ἀκροᾶσθαι τοῦ θεοῦ. 4.330πενθεῖ μὲν οὖν αὐτὸν ὁ λαὸς ἐφ’ἡμέρας τριάκοντα, λύπη δὲ οὐκ ἄλλη κατέσχεν Ἑβραίους τοσαύτη τὸ μέγεθος, ὅση τότε Μωυσέος ἀποθανόντος. 4.331ἐπόθουν δ’αὐτὸν οὐχ οἱ πειραθέντες αὐτοῦ μόνον, ἀλλὰ καὶ οἱ τοῖς νόμοις ἐντυγχάνοντες αὐτοῦ δεινὴν ἐποιοῦντο τὴν ἐπιζήτησιν, τὸ περιὸν αὐτοῦ τῆς ἀρετῆς ἐκ τούτων λογιζόμενοι. καὶ τὸ μὲν κατὰ Μωυσῆν τέλος τοιοῦτον ἡμῖν δεδηλώσθω.