Flavius Josephus

Jewish Antiquities, 17

17.1Ἀντιπάτρῳ δὲ ἀραμένῳ τοὺς ἀδελφοὺς ἀσεβείᾳτε τῇ ὑστάτῃ καὶ ἀλαστορίᾳ τῇ ἐπ’αὐτοῖς τὸν πατέρα περιβεβληκότι οὔτι κατὰ γνώμας ἐλπὶς τοῦ αὖθις βίου ἦν · ἀπαλλαγεὶς γὰρ φόβου τοῦ ἐπὶ τῇ ἀρχῇ διὰ τὸ τῶν ἀδελφῶν μὴ ἐπικοινωνῆσον, ἐργωδέστερον καὶ ἄπορον αὐτῷ εὕρισκεν τὸ τῆς βασιλείας περιγενέσθαι · τοσόνδ’ἐφύη τῷ ἔθνει μῖσος πρὸς αὐτόν.
17.2ὄντος δὲ αὐτῷ καὶ τοῦδε χαλεποῦ πλειόνως παρελύπει τὸ στρατιωτικὸν ἀλλοτρίως ἔχον τῇ γνώμῃ πρὸς αὐτόν, εἰς οὓς τὰ πάντα ἦν τοῖς βασιλεῦσιν ἀνακείμενα τοῦ οἰκείου ἀσφαλοῦς, ὁπότε τύχοι τὸ ἔθνος νεωτέρων ὀριγνώμενον πραγμάτων · τοσόνδε κίνδυνον ἐμνήστευσεν αὐτῷ ὄλεθρος τῶν ἀδελφῶν.
17.3οὐ μὴν ἀλλὰ καὶ συνῆρχέν γε τῷ πατρὶ οὐδὲν ἄλλο ὡς βασιλεὺς ὢν καὶ ἐπιστεύετο παρ’αὐτῷ μειζόνως, ἐξ ὧν ἀπολωλέναι καλῶς εἶχεν εὐνοίας βεβαιώματα εὑρημένος, ὡς ἐπ’ἀσφαλείᾳ σωτηρίας τῆς Ἡρώδου τοὺς ἀδελφοὺς ἐνδεδειχώς, ἀλλ’οὐκ ἔχθρᾳ τῇ πρὸς ἐκείνους καὶ πρὸ αὐτῶν πρὸς τὸν πατέρα τοιαίδε αὐτὸν περιεσπένδον ἀραί.
17.4ἅπερ δὴ πάντα μηχαναὶ τῆς ἐπὶ τὸν Ἡρώδην ὁδοῦ ἵσταντο Ἀντιπάτρῳ, ἐρημοῦντι αὐτὸν μὲν κατηγόρων ἐφ’οἷς πράττειν διενοεῖτο, Ἡρώδην δὲ καταφυγῆς οἳ βοηθοῖεν αὐτῷ τοῦ Ἀντιπάτρου φανερῶς πολεμίου καταστάντος ·
17.5ὥστε μίσει μὲν τῷ πρὸς τὸν πατέρα ἔπρασσεν τὴν ἐπιβουλὴν τῶν ἀδελφῶν, τὸ δὲ ἥπτετο μειζόνως τοῦ ἐγχειρῶν μὴ ἀφίεσθαι τῆς πράξεως · ἀποθνήσκοντος μὲν γὰρ Ἡρώδου, βεβαίως αὐτῷ περιγενομένης τῆς ἀρχῆς, ἐξικνουμένου δὲ εἰς τὸ πλέον ἔτι ζῆν, κινδύνων ἀντιπεριστάντων ἐξαγγέλτου γενομένης τῆς πράξεως, ἧς συνθέτης γεγονὼς πολέμιον ἠνάγκαζε τὸν πατέρα καταστῆναι.
17.6καὶ διὰ τοῦ χαρίζεσθαι πολυτελὴς ἦν τοὺς περὶ τὸν πατέρα, κέρδεσι μεγάλοις ἐκπλήσσων τὸ τῶν ἀνθρώπων μῖσος πρὸς αὐτὸν καὶ μάλιστα τοὺς ἐπὶ Ῥώμης φίλους πομπαῖς μεγάλων δωρεῶν εὔνους καθιστάμενος, πρὸ πάντων δὲ Σατορνῖνον τὸν τῆς Συρίας ἐπιμελητήν.
17.7ὑπάξεσθαίτε ἦν ἐλπὶς αὐτῷ καὶ τὸν Σατορνίνου ἀδελφὸν μεγέθει δώρων, ἐδίδου, καὶ τὴν ἀδελφὴν τοῦ βασιλέως ἀνδρὶ πρώτῳ τῶν περὶ τὸν Ἡρώδην συνοικοῦσαν τῷ αὐτῷ τρόπῳ χρώμενος. ψευσάμενόςτε φιλίαν πρὸς τοὺς ὁμιλοῦντας δεινότατός τις ἦν πεπιστεῦσθαι καὶ μῖσος ἀράμενος ἐφ’οὕστινας ἐπικρύψασθαι συνετώτατος.
17.8οὐ μὴν ἠπάτα γε τὴν τηθίδα προκατανενοηκυῖαν ἐκ πλείονος αὐτὸν καὶ μηκέθ’οἷαν οὖσαν παραλογισθῆναι καὶ διὰ τὸ ἤδη παρασκευῇ τῇ πάσῃ ἀντιτετάχθαι αὐτοῦ πρὸς τὸ κακότροπον.
17.9καίτοι θυγατρὶ αὐτῆς συνῴκει θεῖος πρὸς μητρὸς Ἀντιπάτρου προνοίᾳ τῇ ἐκείνου καὶ διαπράξει παραλαβὼν τὴν κόρην πρότερον Ἀριστοβούλῳ γεγαμημένην · τὴν δὲ ἑτέραν ἐκ τοῦ ἀνδρὸς αὐτῆς Καλλέα παῖς γυναῖκα εἶχεν. ἀλλ’οὐδὲν ἐπὶ τῷ μὴ κατανοεῖσθαι πονηρὸν ὄντα ἦν ἐπιγαμία τεῖχος, ὥσπερ οὐ δ’ πρότερον συγγένεια πρὸς τὸ οὐ μεμισῆσθαι.
17.10τὴν δὲ Σαλώμην Ἡρώδης ἐσπουδακυῖαν Συλλαίῳ τῷ Ἄραβι γαμηθῆναι κατ’ἐρωτικὴν ἐπιθυμίαν βιάζεται τῷ Ἀλεξᾷ συνοικεῖν συμπρασσούσης αὐτῷ Ἰουλίας καὶ πειθούσης τὴν Σαλώμην μὴ ἀνήνασθαι τὸν γάμον, μὴ καὶ ἔχθρα καθίσταιτο αὐτοῖς προύπτως ὀμωμοκότος Ἡρώδου μὴ ἂν εὐνοήσειν Σαλώμῃ μὴ ὑποδεξαμένῃ τὸν Ἀλεξᾶ γάμον. καὶ ἐπείθετο Καίσαρόςτε οὔσῃ γυναικὶ τῇ Ἰουλίᾳ καὶ ἄλλως συμβουλευούσῃ πάνυ συμφέροντα.
17.11ἐν τούτῳ δὲ καὶ τὴν Ἀρχελάου θυγατέρα τοῦ βασιλέως Ἡρώδης ὡς τὸν αὐτῆς πατέρα ἐξέπεμψεν Ἀλεξάνδρῳ συνῳκηκυῖαν ἐκ τῶν αὐτοῦ τὴν προῖκα ἀποδούς, ὥστε ἀμφισβήτημα αὐτοῖς μηδὲν εἶναι.
17.12ἀνέτρεφεν δὲ αὐτὸς τῶν παίδων τὰ τέκνα πάνυ ἐπιμελῶς · ἦσαν γὰρ τῷ μὲν Ἀλεξάνδρῳ ἐκ Γλαφύρας ἄρσενες δύο, Ἀριστοβούλῳ δὲ ἐκ Βερενίκης τῆς Σαλώμης θυγατρὸς ἄρσενέςτε τρεῖς καὶ θήλειαι δύο.
17.13καί ποτε παρόντων αὐτῷ τῶν φίλων παραστησάμενος τὰ παιδάρια καὶ τῶν υἱέων ἀνακλαύσας τὴν τύχην ηὔχετο μηδὲν τοιόνδε παισὶν τοῖς ἐκείνων συνελθεῖν, αὐξηθέντας δὲ ἀρετῇ καὶ συμφορᾷ τοῦ δικαίου τὰς τροφὰς ἀμείψασθαι, ἃς ποιοῖτο.
17.14ἐγγεγύητότε εἰς γάμον, ὁπότε ἀφικοίατο εἰς ὥραν τὴν ἐπ’αὐτῷ, τῷ μὲν πρεσβυτέρῳ τῶν Ἀλεξάνδρου παίδων Φερώρου θυγατέρα, τῷ δὲ Ἀριστοβούλου τὴν Ἀντιπάτρου, καὶ θυγατέρα τὴν Ἀριστοβούλου ἐπωνόμαζε παιδὶ τῷ Ἀντιπάτρου, τὴν δὲ ἑτέραν τῶν Ἀριστοβούλου θυγατέρων Ἡρώδῃ παιδὶ τῷ αὑτοῦ · γίνεται δὲ τῷ βασιλεῖ οὗτος ἐκ τῆς τοῦ ἀρχιερέως θυγατρός · πάτριον γὰρ πλείοσιν ἐν ταὐτῷ ἡμῖν συνοικεῖν.
17.15ἔπρασσε δὲ τὰς μνηστείας τῶν παίδων βασιλεὺς ἐλέῳ τῶν ὀρφανῶν εἰς εὔνοιαν αὐτῶν διὰ τὴν ἐπιγαμίαν τὸν Ἀντίπατρον προκαλούμενος.
17.16Ἀντίπατρος δὲ γνώμῃ τῇ πρὸς τοὺς ἀδελφοὺς πολιτεύειν οὐκ ἐνέλιπεν καὶ πρὸς τοὺς παῖδας αὐτοῖς γεγονότας, τε τοῦ πατρὸς σπουδὴ περὶ αὐτοὺς ἠρέθιζεν αὐτὸν μείζονας ἔσεσθαι τῶν ἀδελφῶν προσδεχόμενον, καὶ μάλιστα ὁπότε ἀνδρωθεῖεν, Ἀρχελάου προσληψομένου τοῖς θυγατριδοῖς βασιλέως ἀνδρὸς καὶ Φερώρου τῷ ληψομένῳ τὴν θυγατέρα · τετράρχης δὲ καὶ οὗτος ἦν.
17.17ἐπήγειρε δ’αὐτὸν καὶ τὸ πᾶν πλῆθος ἐλέῳ μὲν τὰ πρὸς τοὺς ὀρφανοὺς χρώμενον, μίσει δὲ πρὸς αὐτὸν τὰ πάντα ἐξαγαγεῖν οὐκ ἀπηλλαγμένον κακοτροπίᾳ τῇ ἐπὶ τοῖς ἀδελφοῖς. ἐμηχανᾶτο οὖν διάλυσιν τῶν τῷ πατρὶ ἐγνωσμένων, ἐν δεινῷ τιθέμενος προσλήψει τοσῆσδε αὐτοὺς ὁμιλῆσαι δυνάμεως.
17.18καὶ μετέπιπτεν Ἡρώδης εἴκων δεήσει τῇ Ἀντιπάτρου, ὥστε αὐτὸν μὲν τὴν Ἀριστοβούλου θυγατέρα γαμεῖν καὶ τὴν Φερώρου τὸν υἱὸν αὐτοῦ. καὶ τὰ μὲν τῶν ὁμολογιῶν τοῦ γάμου τοῦτον κινεῖται τὸν τρόπον ἄκοντος τοῦ βασιλέως.
17.19Ἡρώδῃ δὲ τῷ βασιλεῖ κατὰ τοῦτον τὸν χρόνον συνῴκουν ἐννέα γυναῖκες, τε Ἀντιπάτρου μήτηρ καὶ θυγάτηρ τοῦ ἀρχιερέως, ἐξ ἧς δὴ καὶ ὁμώνυμος αὐτῷ παῖς γεγόνει · ἦν δὲ καὶ ἀδελφοῦ παῖς αὐτῷ μία γεγαμημένη καὶ ἀνεψιὰ σὺν αὐτῇ. καὶ ταῖσδε μὲν τέκνον οὐδὲν ἐφύη.
17.20ἦν δ’ἐν ταῖς γυναιξὶν κἀκ τοῦ Σαμαρέων ἔθνους μία καὶ παῖδες αὐτῆς Ἀντίπας καὶ Ἀρχέλαος καὶ θυγάτηρ Ὀλυμπιάς. καὶ ταύτην μὲν ὕστερον Ἰώσηπος γαμεῖ βασιλέως ἀδελφιδοῦς ὤν, Ἀρχέλαος δὲ καὶ Ἀντίπας ἐπὶ Ῥώμης παρά τινι ἰδίῳ τροφὰς εἶχον.
17.21Κλεοπάτρα δὲ Ἱεροσολυμῖτις γεγάμητο αὐτῷ καὶ παῖδες ἐξ αὐτῆς Ἡρώδηςτε ἐγεγόνεισαν καὶ Φίλιππος, ὃς καὶ αὐτὸς ἐν Ῥώμῃ τροφὰς εἶχεν. καὶ Παλλὰς δὲ ἐν ταῖς γαμεταῖς Φασάηλον πεποιημένη παῖδα αὐτῷ, πρός γε μὴν ταύταις Φαῖδρα καὶ Ἐλπίς, ἐξ ὧν θυγατέρες δύο ἦσαν Ῥωξάνη καὶ Σαλώμη.
17.22τὰς δὲ πρεσβυτέρας αὐτοῦ θυγατέρας ὁμομητρίας τῶν περὶ Ἀλέξανδρον, ὧν περιεώρα Φερώρας τὸν γάμον, συνῴκουν μὲν Ἀντιπάτρῳ τοῦ βασιλέως ἀδελφῆς παιδὶ ὄντι, Φασαήλῳ δὲ ἑτέρα · καὶ οὗτος Ἡρώδου ἀδελφοῦ παῖς ἐγεγόνει. καὶ τοῦτο μὲν Ἡρώδου τὸ γένος ἦν.
17.23τότε δὲ βουλόμενος πρὸς Τραχωνίτας ἀσφαλὴς εἶναι, κώμην πόλεως μέγεθος οὐκ ἀποδέουσαν ἔγνω Ἰουδαίων κτίσαι ἐν μέσῳ, δυσέμβολόντε ποιεῖν τὴν αὐτοῦ καὶ τοῖς πολεμίοις ἐξ ἐγγίονος ὁρμώμενος ἐκ τοῦ ὀξέος κακουργεῖν.
17.24καὶ ἐπιστάμενος ἄνδρα Ἰουδαῖον ἐκ τῆς Βαβυλωνίας σὺν πεντακοσίοις ἱπποτοξόταις πᾶσι καὶ συγγενῶν πλήθει εἰς ἑκατὸν ἀνδρῶν τὸν Εὐφράτην διαβεβηκότα κατὰ τύχας ἐν Ἀντιοχείᾳ τῇ ἐπὶ Δάφνῃ τῆς Συρίας διαιτᾶσθαι Σατορνίνου τοῦ τότε στρατηγοῦντος εἰς ἐνοίκησιν αὐτῷ δεδωκότος χωρίον, Οὐλαθὰ ὄνομα αὐτῷ, μετεπέμπετο τοῦτον σὺν τῷ πλήθει τῶν ἑπομένων, παρέξειν ὑπισχνούμενος γῆν ἐν τοπαρχίᾳ τῇ λεγομένῃ Βαταναίᾳ, ὡρίζετο δὲ αὕτη τῇ Τραχωνίτιδι, βουλόμενος πρόβλημα τὴν κατοίκησιν αὐτοῦ κτᾶσθαι, ἀτελῆτε τὴν χώραν ἐπηγγέλλετο καὶ αὐτοὺς εἰσφορῶν ἀπηλλαγμένους ἁπασῶν, αἳ εἰωθυῖαι ἐγκατοικεῖν τὴν γῆν ἄπρακτον παρασχόμενος.
17.26τούτοις πεισθεὶς Βαβυλώνιος ἀφικνεῖται καὶ λαβὼν τὴν γῆν φρούρια ᾠκοδομήσατο καὶ κώμην, Βαρθύραν ὄνομα αὐτῇ θέμενος. πρόβλημάτε ἦν οὗτος ἀνὴρ καὶ τοῖς ἐγχωρίοις τὰ πρὸς τοὺς Τραχωνίτας καὶ Ἰουδαίων τοῖς ἐκ Βαβυλῶνος ἀφικνουμένοις κατὰ θυσίαν ἐπὶ Ἱεροσολύμων τοῦ μὴ λῃστείαις ὑπὸ τῶν Τραχωνιτῶν κακουργεῖσθαι, πολλοίτε ὡς αὐτὸν ἀφίκοντο καὶ ἁπανταχόθεν, οἷς τὰ Ἰουδαίων θεραπεύεται πάτρια.
17.27καὶ ἐγένετο χώρα σφόδρα πολυάνθρωπος ἀδείᾳ τοῦ ἐπὶ πᾶσιν ἀτελοῦς, παρέμεινεν αὐτοῖς Ἡρώδου ζῶντος. Φίλιππος δὲ υἱὸς ἐκείνου παραλαβὼν τὴν ἀρχὴν ὀλίγατε καὶ ἐπ’ὀλίγοις αὐτοὺς ἐπράξατο, Ἀγρίππας μέντοι γε μέγας καὶ παῖς αὐτοῦ καὶ ὁμώνυμος καὶ πάνυ ἐξετρύχωσαν αὐτούς, οὐ μέντοι τὰ τῆς ἐλευθερίας κινεῖν ἠθέλησαν.
17.28παρ’ὧν Ῥωμαῖοι δεξάμενοι τὴν ἀρχὴν τοῦ μὲν ἐλευθέρου καὶ αὐτοὶ τηροῦσιν τὴν ἀξίωσιν, ἐπιβολαῖς δὲ τῶν φόρων εἰς τὸ πάμπαν ἐπίεσαν αὐτούς. καὶ τάδε μὲν καιρὸς ἀκριβώσομαι προϊόντος τοῦ λόγου.
17.29τελευτᾷ δὲ Ζάμαρις Βαβυλώνιος, ὃς ἐπὶ κτήσει τῆσδε τῆς χώρας Ἡρώδῃ προσποιεῖται, ζήσαςτε μετὰ ἀρετῆς καὶ παῖδας λειπόμενος ἀγαθούς, Ἰάκειμον μέν, ὃς ἀνδρείᾳ γενόμενος ἐπιφανὴς ἱππεύειν συνεκρότησε τὸ ὑφ’αὑτῷ Βαβυλώνιον, καὶ ἴλη τῶνδε τῶν ἀνδρῶν ἐδορυφόρει τούσδε τοὺς βασιλέας.
17.30καὶ Ἰάκειμος δὲ ἐν γήρᾳ τελευτῶν Φίλιππον τὸν υἱὸν κατέλιπεν ἄνδρα κατὰ χεῖρας ἀγαθὸν καὶ τὰ ἄλλα ἀρετῇ χρῆσθαι παρ’ὁντινοῦν ἀξιόλογον. διόπερ φιλίατε πιστὴ καὶ εὔνοια ἀσφαλὴς αὐτῷ πρὸς Ἀγρίππαν γίνεται τὸν βασιλέα, στρατιάντε ὁπόσην βασιλεὺς ἔτρεφεν οὗτος ἀσκῶν διετέλει καὶ ὅπη ἐξοδεύειν δεήσειεν ἡγούμενος.
17.32Ἡρώδου δ’ἐν οἷς εἶπον ὄντος ἀφεώρα τὰ πάντα πράγματα εἰς Ἀντίπατρον, κἀφ’οἷς ὠφελήσειεν κυροῦν οὐκ ἀπήλλακτο ἐξουσίας ἐπικεχωρηκότοςτε τοῦ πατρὸς ἐλπίδι εὐνοίας καὶ πίστεως, καὶ περαιτέρω κτᾶσθαι τὴν ἐπ’αὐτοῖς ἐξουσίαν τολμηρὸς καθιστάμενος διὰ τὸ ἄδηλος τῷ πατρὶ εἶναι κακουργῶν κἀφ’οἷς εἴπειεν πιστότατος.
17.33ἦντε πᾶσιν φοβερὸς οὐχ οὕτως ἰσχύι τῆς ἐξουσίας, ὡς τοῦ κακοτρόπου τῷ προμηθεῖ · μάλιστα δ’αὐτὸν Φερώρας ἐθεράπευεν καὶ ἀντεθεραπεύετο δεινῶς, πάνυ τοῦ Ἀντιπάτρου περιστοιχίσαντος αὐτὸν καὶ τὴν γυναικωνῖτιν συνισταμένου τὰ πρὸς αὐτόν ·
17.34ἐδεδούλωτο γὰρ Φερώρας γαμετῇτε καὶ μητρὶ ταύτης καὶ ἀδελφῇ καὶ ταῦτα μισῶν τὰς ἀνθρώπους ὕβρει θυγατέρων αὐτοῦ παρθένων · ἀλλ’ὅμως ἠνείχετο, πράσσειντε οὐδὲν ἦν δίχα τῶν γυναικῶν ἐκπεριωδευκυιῶν τὸν ἄνθρωπον καὶ ἀλλήλαις εὐνοίᾳ συμπράσσειν τὰ πάντα μὴ ἀπηλλαγμένων, ὥστε παντοίως Ἀντίπατρος ὑπῆκτο αὐτὰς καὶ δι’αὐτοῦ καὶ διὰ τῆς μητρός ·
17.35 ταὐτὸν γὰρ αἵδε αἱ τέσσαρες γυναῖκες ἔλεγον. καὶ Φερώρᾳ δὲ πρὸς Ἀντίπατρον ἐπ’οὐδαμινοῖς τισιν αἱ γνῶμαι διήλλασσον.
17.36ἀντίσπασμα δ’ἦν αὐτοῖς βασιλέως ἀδελφὴ περισκοποῦσάτε ἐκ πλείονος τὰ πάντα καὶ τὴν εὔνοιαν αὐτῶν ἐπὶ κακοῖς τοῖς Ἡρώδου πρασσομένην εἰδυῖάτε καὶ μηνύειν οὐκ ἀποτετραμμένη.
17.37καὶ γνόντες ἐν ἀπεχθείᾳ βασιλεῖ τὴν εὔνοιαν αὐτῶν οὖσαν ἐπινοοῦσιν ὥστε φανερὰν μὲν μὴ εἶναι τὴν πρὸς ἀλλήλους αὐτῶν σύνοδον, μίσους δὲ καὶ λοιδοριῶν καιρὸς προσποίησιν, καὶ μάλιστα Ἡρώδου παρατυγχάνοντος οἳ πρὸς αὐτὸν ἀπαγγέλλειν ἔμελλον, κρυπτῶς δὲ τὰ τῆς εὐνοίας ὀχυρώτερα καθίστασθαι.
17.38καὶ ἔπρασσον οὕτως. ἐλάνθανεν δὲ τὴν Σαλώμην οὔτε πρῶτον διάνοια αὐτῶν ἐπὶ τοιοῖσδε ὡρμημένων οὔτε ἐπειδὴ χρῆσθαι οὐκ ἀπήλλακτο αὐτή · πάντα δὲ ἀνίχνευέντε καὶ πρὸς τὸν ἀδελφὸν μειζόνως ἐκδεινοῦσα ἀπεσήμαινεν συνόδουςτε κρυπτὰς καὶ πότους βουλευτήριάτε ἀφανῶς κατεσκευασμένα, ὧν μὴ ἐπ’ὀλέθρῳ τῷ ἐκείνου συντιθεμένων κἂν πεφανερῶσθαι μὴ κεκωλῦσθαι.
17.39νῦν δὲ τοὺς μὲν ἐκ τοῦ προὔπτου διαφόρους καὶ τὰ πάντα ἐπὶ βλάβῃ τῇ ἀλλήλων λέγοντας, εἰς δὲ τὸ ἀφανὲς τοῖς πολλοῖς τὴν εὔνοιαν ἀνατιθεμένους καὶ ὁπότε ἀλλήλοις συμμονωθεῖεν φίλια πράσσειν μὴ ἀπηλλαγμένους, ὁμολογεῖν πολεμεῖν πρὸς οὓς λανθάνειν χρώμενοι εὐνοίᾳ τῇ ἀλλήλων ἐσπουδάκοιεν.
17.40καὶ μὲν ταῦτ’ἀνίχνευέντε καὶ ἀκριβῶν τυγχάνουσα τῷ ἀδελφῷ ἀνέφερεν συνιέντι μὲν ἤδη τὰ πολλὰ καὶ δι’ἑαυτοῦ, εἰς δὲ τὸ θαρσεῖν οὐ διακενῆς ὑπονοῶν καθισταμένῳ διαβολαῖς τῆς ἀδελφῆς.
17.41καὶ ἦν γὰρ μόριόν τι Ἰουδαϊκὸν ἀνθρώπων ἐπ’ἐξακριβώσει μέγα φρονοῦν τοῦ πατρίου καὶ νόμων οἷς χαίρει τὸ θεῖον προσποιουμένων, οἷς ὑπῆκτο γυναικωνῖτις, Φαρισαῖοι καλοῦνται, βασιλεῖ δυναμένῳ μάλιστα πράσσειν προμηθεῖς κἀκ τοῦ προὔπτου εἰς τὸ πολεμεῖντε καὶ βλάπτειν ἐπηρμένοι.
17.42παντὸς γοῦν τοῦ Ἰουδαϊκοῦ βεβαιώσαντος δι’ὅρκων μὴν εὐνοήσειν Καίσαρι καὶ τοῖς βασιλέως πράγμασιν, οἵδε οἱ ἄνδρες οὐκ ὤμοσαν ὄντες ὑπὲρ ἑξακισχίλιοι, καὶ αὐτοὺς βασιλέως ζημιώσαντος χρήμασιν Φερώρου γυνὴ τὴν ζημίαν ὑπὲρ αὐτῶν εἰσφέρει.
17.43οἱ δὲ ἀμειβόμενοι τὴν εὔνοιαν αὐτῆς, πρόγνωσιν δὲ ἐπεπίστευντο ἐπιφοιτήσει τοῦ θεοῦ, προύλεγον, ὡς Ἡρώδῃ μὲν καταπαύσεως ἀρχῆς ὑπὸ θεοῦ ἐψηφισμένης αὐτῷτε καὶ γένει τῷ ἀπ’αὐτοῦ, τῆς δὲ βασιλείας εἴςτε ἐκείνην περιηξούσης καὶ Φερώραν παῖδάςτε οἳ εἶεν αὐτοῖς.
17.44καὶ τάδε, οὐ γὰρ ἐλάνθανεν τὴν Σαλώμην, ἐξάγγελτα βασιλεῖ ἦν, καὶ ὅτι τῶν περὶ τὴν αὐλὴν διαφθείροιέν τινας. καὶ βασιλεὺς τῶντε Φαρισαίων τοὺς αἰτιωτάτους ἀναιρεῖ καὶ Βαγώαν τὸν εὐνοῦχον Κᾶρόντέ τινα τῶν τότε προύχοντα ἀρετῇ τοῦ εὐπρεποῦς καὶ παιδικὰ ὄντα αὐτοῦ. κτείνει δὲ καὶ πᾶν τι τοῦ οἰκείου συνειστήκει οἷς Φαρισαῖος ἔλεγεν.
17.45ἦρτο δὲ Βαγώας ὑπ’αὐτῶν ὡς πατήρτε καὶ εὐεργέτης ὀνομασθησόμενος τοῦ ἐπικατασταθησομένου προρρήσει βασιλέως · κατὰ χεῖρα γὰρ ἐκείνῳ τὰ πάντ’εἶναι, παρέξοντος αὐτῷ γάμουτε ἰσχὺν καὶ παιδώσεως τέκνων γνησίων.
17.46Ἡρώδης δὲ κολάσας τῶν Φαρισαίων τοὺς ἐπὶ τοῖσδε ἐληλεγμένους συνέδριόντε ποιεῖται τῶν φίλων καὶ κατηγορίαν τῆς Φερώρου γυναικός, τήντε ὕβριν τῶν παρθένων τῇ τόλμῃ τῆς γυναικὸς ἀνατιθεὶς καὶ ἔγκλημα ταύτην ἀτιμίαν αὐτῷ ποιούμενος, ὥστε ἀγωνοθετῶν στάσιν αὐτῷ πρὸς τὸν ἀδελφὸν πόλεμον ἐκ φύσεως αὐτοῖς καὶ λόγῳ καὶ δι’ἔργων ὁπόσα δύναιτο, τήντε διάλυσιν τῆς ζημίας τῆς ὑπ’αὐτοῦ ἐπιβληθείσης τέλεσι διαφευχθείσης τοῖς ἐκείνης, τῶντε νῦν πεπραγμένων οὐδὲν τι οὐ μετ’αὐτῆς.
17.48ἀνθ’ὧν, Φερώρα, καλῶς εἶχεν οὐ δεήσει οὐ δὲ γνωμῶν εἰσηγήσεως τῶν ἐμῶν αὐτοκέλευστον ἀποπέμπεσθαι γυναῖκα ταύτην ὡς πολέμου τοῦ πρός μέ σοι αἰτίαν ἐσομένην · καὶ νῦν, εἴπερ ἀντιποιῇ συγγενείας τῆς ἐμῆς, ἀπείπασθαι τήνδε τὴν γαμετήν · μενεῖς γὰρ οὕτως ἀδελφόςτε καὶ στέργειν οὐκ ἀπηλλαγμένος.
17.49Φερώρας δὲ καίπερ λόγων ἀρετῇ περιωθούμενος οὔτε συγγενείας τῆς πρὸς τὸν ἀδελφὸν ἔλεγε κινήσειν δίκαιον οὐδὲν οὔτε τῶν πρὸς τὴν γαμετὴν εὐνοιῶν, αἱρεῖσθαίτε πρότερον θανεῖν ζῶν τολμᾶν ἀπεστερῆσθαι γυναικὸς αὐτῷ κεχαρισμένης.
17.50Ἡρώδης δὲ Φερώρᾳ μὲν ὑπερεβάλλετο τὴν ἐπὶ τούτοις ὀργὴν καίπερ ἀνήδονον τιμωρίαν εἰσπεπραγμένος, Ἀντιπάτρῳ δὲ ἀπεῖπε καὶ μητρὶ τῇ ἐκείνου Φερώρᾳτε μὴ ὁμιλεῖν καὶ τῶν γυναικῶν φυλάσσεσθαι τὸ εἰς ταὐτὸν συνεσόμενον.
17.51οἱ δ’ὡμολόγουν μέν, συνῄεσαν δὲ καιρὸς καὶ συνεκώμαζον Φερώρας καὶ Ἀντίπατρος. ἐφοίτα δὲ λόγος ὁμιλεῖν καὶ Ἀντιπάτρῳ τὴν Φερώρου γυναῖκα συμπρασσούσης αὐτοῖς τὰ εἰς τὴν σύνοδον τῆς Ἀντιπάτρου μητρός.
17.52ὑφορώμενος δὲ τὸν πατέρα καὶ δεδιώς, μὴ εἰς πλεῖον προχωροίη τὰ τοῦ μίσους ἐπ’αὐτῷ, γράφει πρὸς τοὺς ἐν Ῥώμῃ φίλους κελεύων ἐπιστέλλειν Ἡρώδῃ πέμπειν τάχος Ἀντίπατρον ὡς Καίσαρα.
17.53οὗ γενομένου ἔπεμπεν Ἡρώδης Ἀντίπατρον δῶρα συμπέμψας ἀξιολογώτατα καὶ διαθήκην, ἐν μετ’αὐτὸν Ἀντίπατρον ἀπεδείκνυε βασιλέα, φθάντος τελευτῆσαι Ἡρώδην τὸν ἐκ τῆς τοῦ ἀρχιερέως θυγατρὸς υἱὸν αὐτῷ γεγενημένον.
17.54συνεξορμᾷ δ’Ἀντιπάτρῳ καὶ Σύλλαιος Ἄραψ μηδὲν ὧν προσέταξε Καῖσαρ διαπεπραγμένος, καὶ Ἀντίπατρος αὐτοῦ κατηγορεῖ ἐπὶ Καίσαρος περὶ ὧν πρότερον Νικόλαος. κατηγορεῖτο δὲ καὶ ὑπὸ Ἀρέτα Σύλλαιος, ὡς πολλοὺς ἀπεκτονὼς τῶν ἐν Πέτρᾳ ἀξιολόγων παρὰ γνώμην τὴν αὐτοῦ καὶ μάλιστα Σόαιμον ἄνδρα τῇ ἐς πάντα ἀρετῇ τιμᾶσθαι δικαιότατον, ἀνῃρηκέναι δὲ καὶ Φάβατον Καίσαρος δοῦλον.
17.55καὶ Σύλλαιος αἰτίαν εἶχεν ἐκ τοιῶνδε ἐγκλημάτων · Κόρινθος ἦν Ἡρώδου σωματοφύλαξ τοῦ βασιλέως μάλιστα πιστευόμενος ὑπ’αὐτοῦ. τοῦτον πείθει Σύλλαιος ἐπὶ χρήμασι μεγάλοις Ἡρώδην ἀποκτεῖναι, καὶ ὑπέσχετο. μαθὼν οὖν Φάβατος Συλλαίου πρὸς αὐτὸν εἰρηκότος διηγεῖται πρὸς τὸν βασιλέα.
17.56 δὲ τόντε Κόρινθον βασανίζει συλλαβὼν καὶ πάντα ἀνάπυστα ἦν αὐτῷ. συλλαμβάνει δὲ καὶ δευτέρους Ἄραβας καταγορεύσει τῇ Κορίνθου πειθόμενος τὸν μὲν φύλαρχον ὄντα τὸν δὲ Συλλαίου φίλον.
17.57οἳ καὐτοί, βασανίζει γὰρ αὐτοὺς βασιλεύς, ὡμολόγουν ὅτι παρεῖεν ἐξοτρύνοντες μὴ μαλακίζεσθαι Κόρινθον καὶ εἴ που δεήσειεν καὶ συγχειρουργήσοντες αὐτῷ τὸν φόνον. καὶ Σατορνῖνος δηλώσεως αὐτῷ πάντων ὑπὸ Ἡρώδου γενομένης εἰς Ῥώμην ἐξέπεμψεν αὐτούς.
17.58Φερώραν δὲ ἰσχυρῶς ἐμμένοντα εὐνοίᾳ τῆς γυναικὸς ἀναχωρεῖν εἰς τὴν αὑτοῦ Ἡρώδης κελεύει. δὲ ἀσμένως ἐπὶ τὴν τετραρχίαν ἀπῆρεν, πολλὰ ὀμόσας οὐ πρότερον ἥξειν πύθοιτο Ἡρώδην τετελευτηκότα, ὥστε καὶ νοσήσαντος τοῦ βασιλέως ἀξιωθεὶς ἥκειν ἐπί τινων πίστεσιν ἐντολῶν, εἰ μέλλοι τελευτᾶν, οὐχ ὑπήκουσεν ἐπὶ τιμῇ τοῦ ὅρκου.
17.59οὐ μὴν Ἡρώδης γε μιμεῖται τὸ ἐπὶ τοιοῖσδε ἐκείνου γνώμην προαποφηνάμενον ἣν ἔχει, ἀλλ’ἧκεν ὡς τὸν Φερώραν, ἐπειδὴ ὕστερον ἄρχεται νοσεῖν, καὶ μετακλήσεως αὐτῷ μὴ γενομένης, θανόντα δὲ περιστείλας ἐπὶ Ἱεροσολύμων ἀγόμενος ταφῆς ἠξίου καὶ πένθος μέγα ἐπ’αὐτῷ προέθετο.
17.60τοῦτο Ἀντιπάτρῳ καίτοι γε ἐπὶ Ῥώμης πεπλευκότι κακῶν ἐγένετο ἀρχὴ τῆς ἀδελφοκτονίας αὐτὸν τινυμένου θεοῦ. διηγήσομαι δὲ τὸν πάντα περὶ αὐτοῦ λόγον παράδειγμα τῷ ἀνθρωπείῳ γενησόμενον τοῦ ἀρετῇ πολιτεύσοντος ἐπὶ πᾶσιν.
17.61ἐπειδὴ Φερώρας τελευτᾷ ταφνίται ἐγεγόνεισαν αὐτοῦ ἀπελεύθεροι δύο τῶν Φερώρᾳ τιμίων οὗτοι προσελθόντες Ἡρώδῃ ἠξίουν μὴ ἀνεκδίκητον καταλιπεῖν τοῦ ἀδελφοῦ τὸν νεκρόν, ἀλλὰ ζήτησιν ποιεῖσθαι τῆς ἀλόγουτε καὶ δυστυχοῦς μεταστάσεως.
17.62τοῦ δ’ἐπιστραφέντος τοῖς λόγοις, πιστὰ γὰρ ἐδόκει, δειπνῆσαι μὲν αὐτὸν ἔλεγον παρὰ τῇ γυναικὶ τῇ προτέρᾳ τῆς νόσου, φάρμακον δὲ προσκομισθὲν ἐν βρώματι μὴ πρότερον εἰωθότι ἐμφαγόντα ὑπὸ τούτου τελευτῆσαι · κομιστὸν μέντοι γενέσθαι τὸ φάρμακον ὑπὸ γυναικὸς ἐκ τῆς Ἀραβίας λόγῳ μὲν ἐπὶ προσποιήσεσιν ἐρώτων, φίλτρον γὰρ δὴ ὄνομα αὐτῷ εἶναι, τὸ δ’ἀληθὲς ἐπὶ τῇ Φερώρου τελευτῇ.
17.63φαρμακιστόταται δέ εἰσι γυναικῶν αἱ ἐκ τῆς Ἀραβίας · δὲ ταῦτα ἐπεκάλουν καὶ τῆς Συλλαίου ἐρωμένης ἐν ταῖς μάλιστα ὡμολόγητο εἶναι φίλη, πείσουσαίτε αὐτὴν ἐπὶ πράσει τοῦ φαρμάκου εἰς τοὺς τόπους ἐληλύθεσαν τε μήτηρ τῆς τοῦ Φερώρου γυναικὸς καὶ ἀδελφὴ καὶ ἐπανῆκον αὐτὴν ἀγόμεναι τοῦ δείπνου πρότερον ἡμέρᾳ μιᾷ.
17.64ὑπὸ τούτων βασιλεὺς τῶν λόγων παροξυνθεὶς δούλαςτε ἐβασάνιζε τῶν γυναικῶν καί τινας καὶ ἐλευθέρας, καὶ ὄντος ἀφανοῦς τοῦ πράγματος διὰ τὸ μηδεμίαν ἐξειπεῖν τελευταία τις περιουσῶν αὐτῆς τῶν ἀλγηδόνων ἄλλο μὲν ἔφη οὐδέν, θεὸν δ’ἐπικαλεῖσθαι τοιαῖσδε αἰκίαις δώσειν περιβαλεῖν τὴν Ἀντιπάτρου μητέρα κακῶν τῶν ἐπεχόντων αἰτίαν πᾶσιν γενομένην.
17.65ταῦτα εἰς ἐπίστασιν Ἡρώδην ἄγει, καὶ τὰ πάντα βασάνοις τῶν γυναικῶν ἀνάπυστα ἦν, οἵτε κῶμοι καὶ κρυπταὶ σύνοδοι καὶ δὴ καὶ λόγων πρὸς μόνον τὸν υἱὸν εἰρημένων ἐξοίσεις πρὸς τὰς Φερώρου γυναῖκας · ἦν δὲ ταλάντων ἑκατὸν δωρεὰς ἐπικρύπτεσθαι φράζειν πρὸς Φερώραν τῷ Ἀντιπάτρῳ κέλευσις ὑπὸ τοῦ πατρός ·
17.66μῖσόςτε πρὸς τὸν πατέρα καὶ ὀλοφυρμοὶ πρὸς τὴν μητέρα, ὡς ἐπὶ μήκιστον τοῦ πατρὸς βιοῦν ἐξηγμένου καὶ αὐτῷ μηδὲν ἐλάσσονος τοῦ γήρως ἐπικειμένου, ὡς μη δ’ἂν ἐλθοῦσαν τὴν βασιλείαν ὁμοίως εὐφρᾶναί ποτ’αὐτόν · παρατρέφεσθαίτε πολλοὺς ἐπὶ τῇ βασιλείᾳ καὶ ἀδελφοὺς καὶ ἀδελφῶν παῖδας οὐδαμῶς ἀδεῆ τὴν ἐλπίδα παρεχομένους τἀσφαλοῦς ·
17.67καὶ γὰρ δὴ καὶ νῦν, εἴ τι πάσχειν, αὐτὸν ἀδελφῷ μᾶλλον παιδὶ τῷ αὐτοῦ κελεύειν τὴν ἀρχὴν δίδοσθαι. ὠμότητάτε πολλὴν κατηγόρει τοῦ βασιλέως καὶ τὰς σφαγὰς τῶν υἱέων, φόβῳτε μὴ καὶ αὐτῶν ἅπτοιτο ἤδη τὸν μὲν ἐπὶ Ῥώμης ἄρασθαι τέχνην ἐπινοῆσαι, Φερώραν δὲ ἐπὶ τῆς αὐτοῦ τετραρχίας.
17.68ταῦτα συνῇδεν γὰρ τοῖς λόγοις τῆς ἀδελφῆς, καὶ πολὺ τοῦ μὴ ἀπιστίαν ἔτι ὑποπτεύεσθαι συνῆγεν αὐτοῖς, βασιλεὺς κρατυνάμενος ἐπὶ κακίᾳ τῇ Ἀντιπάτρου τὴν Δῶριν τὴν μητέρα αὐτοῦ πάντα τὸν περὶ αὐτὴν κόσμον ταλάντων πολλῶν ὄντα ἀφελόμενος ἔπειτα αὐτὴν ἀποπέμπεται καὶ ταῖς Φερώρου γυναιξὶν φιλίαν ἐσπείσατο.
17.69μάλιστα δ’ἐξώτρυνεν εἰς ὀργὴν κατὰ τοῦ παιδὸς τὸν βασιλέα Σαμαρείτης ἀνὴρ Ἀντίπατρος ἐπιτροπεύων τὸν υἱὸν τοῦ βασιλέως Ἀντίπατρον, ἄλλατε αὐτοῦ ἐν ταῖς βασάνοις κατειπὼν καὶ ὅτι παρασκευασάμενος φάρμακον θανάσιμον δοίη Φερώρᾳ κελεύσας παρὰ τὴν ἀποδημίαν αὐτοῦ, ἵν’ὡς πλεῖστον ἀφεστήκοι τῶν ἐν τοιούτοις ὑποτοπασμῶν, τῷ πατρὶ δοῦναι.
17.70καὶ κομίσαι μὲν Ἀντίφιλον ἐξ Αἰγύπτου τὸ φάρμακον ἕνα τῶν Ἀντιπάτρου φίλων, σταλῆναι δὲ ὡς Φερώραν διὰ Θευδίωνος μητρὸς Ἀντιπάτρου ἀδελφοῦ τοῦ βασιλέως παιδός, καὶ οὕτως ἐλθεῖν τὸ φάρμακον εἰς τὴν γυναῖκα τὴν Φερώρου δόντος φυλάσσειν τοῦ ἀνδρὸς αὐτῆς.
17.71 δὲ ὡμολόγει μὲν ἀνακρίναντος τοῦ βασιλέως, καὶ δραμοῦσα ὡς κομίσειεν ῥίπτει κατὰ τέγους ἑαυτήν, οὐ μὴν τελευτᾷ ἐπὶ πόδας τῆς πτώσεως γενομένης.
17.72καὶ οὕτως ἐπεὶ ἀνεκτήσατο αὐτὴν ἄδειάντε αὐτῇ ὑπισχνούμενος καὶ τοῖς οἰκείοις μηδὲν ἐπ’ἀφανισμῷ τἀληθοῦς τρεπομένῃ, τρίψειν γε μὴν κακοῖς τοῖς ὑστάτοις ἀγνωμονεῖν προθεμένην, ὑπισχνεῖται καὶ ὤμοσεν μὴν ἐρεῖν τὰ πάντα ὃν ἐπράχθη τρόπον, λέγουσα μὲν, ὡς ἔφασαν οἱ πολλοὶ τῶν ἀνθρώπων ἀληθῆ τὰ πάντα.
17.73κεκόμισται γὰρ ἐκ τῆς Αἰγύπτου τὸ φάρμακον ὑπ’Ἀντιφίλου, ἀδελφὸς δ’ἐκείνῳ ἰατρὸς ὢν ἐπόρισεν, καὶ Θευδίωνος ὡς ἡμᾶς κομίσαντος ἐφύλασσον αὐτὴ παρὰ Φερώρου λαβοῦσα ἐπὶ σὲ ἡτοιμασμένον ὑπὸ Ἀντιπάτρου.
17.74ἐπεὶ οὖν ἐνόσει Φερώρας καὶ ἐθεράπευες αὐτὸν ἀφικόμενος, ὁρῶν σου τὴν εὔνοιαν, περὶ αὐτὸν ἐχρῶ, ἐπεκλάσθητε τῇ διανοίᾳ καὶ μετακαλέσας με, γύναι, φησίν, περιώδευσέ με Ἀντίπατρος ἐπὶ πατρὶ μὲν τῷ αὐτοῦ, ἀδελφῷ δὲ τῷ ’μῷ, θανάσιμόντε γνώμην συνθεὶς καὶ φάρμακον διακονήσοιτο αὐτῇ πεπορισμένος.
17.75νῦν οὖν, ἐπειδὴ τε ἀδελφὸς οὐδὲν ἀρετῇ πρότερον ἐχρῆτο περὶ ἐμοῦ ὑφαιρῶν ὦπται ἐμέτε ἐλπὶς οὐκ εἰς μακρὰν ἀπέσεσθαι τοῦ βίου, φέρε μὴ γνώμῃ ἀδελφοκτόνῳ ἀποτισοίμην προπάτορας τοὺς ἐμαυτοῦ, τὸ φάρμακον καίειντε ἐμοῦ βλέποντος, κομίσασάτε οὐδὲν εἰς ἀναβολὰς πράσσειν τοῦ ἀνδρὸς τὰς ἐπιστολάς.
17.76καὶ τὸ μὲν πλεῖστον καύσασαν τοῦ φαρμάκου τυχεῖν, ὑπολιπέσθαι δὲ ὀλίγον, ἵνα εἰ Φερώρου μεταστάντος περιέποι κακῶς αὐτὴν βασιλεύς, μεθίσταιτο αὐτῷ διάδρασιν ποιουμένη τῶν ἀναγκῶν.
17.77ταῦτα εἰποῦσα τότε φάρμακον καὶ τὴν πυξίδα εἰς τὸ μέσον παρῆγεν. καὶ ἀδελφὸς δὲ Ἀντιφίλου ἕτερος καὶ μήτηρ αὐτοῦ ἀνάγκαιςτε καὶ βασάνων σφοδρότητι ταὐτὰ ἔλεγον καὶ ἐγνώριζον τὴν πυξίδα.
17.78κατηγορεῖτο δὲ καὶ τοῦ ἀρχιερέως θυγάτηρ, γυνὴ δὲ τοῦ βασιλέως, ὡς πάντων ἵστωρ τούτων γενομένη κρύπτειν προθυμηθεῖσα αὐτά. καὶ διὰ τάδε Ἡρώδης ἐκείνηντε ἐξέβαλεν καὶ τὸν υἱὸν αὐτῆς ἐξήλειψε τῶν διαθηκῶν εἰς βασιλεύσοι μενουσῶν, καὶ τὸν πενθερὸν τὴν ἀρχιερωσύνην ἀφείλετο Σίμωνα τὸν τοῦ Βοηθοῦ, καθίσταται δὲ Ματθίαν τὸν Θεοφίλου Ἱεροσολυμίτην γένος.
17.79ἐν τούτῳ δὲ καὶ Βάθυλλος ἐκ Ῥώμης ἀπελεύθερος Ἀντιπάτρου παρῆν καὶ βασανισθεὶς εὑρίσκεται φάρμακον κομίζων δώσειντε τῇ ἑαυτοῦ μητρὶ καὶ Φερώρᾳ, ὡς εἰ τὸ πρότερον μὴ ἅπτοιτο τοῦ βασιλέως, τούτῳ γοῦν μεταχειρίζοιντο αὐτόν.
17.80ἀφίκετο δὲ γράμματα παρὰ τῶν ἐν Ῥώμῃ φίλων τῷ Ἡρώδῃ γνώμῃ καὶ ὑπαγορεύσει Ἀντιπάτρου ἐπὶ κατηγορίᾳ Ἀρχελάου καὶ Φιλίππου συγκείμενα, ὡς δῆθεν διαβάλλοιέντε τὸν πατέρα ἐπὶ σφαγῇ τῶν περὶ Ἀριστόβουλον καὶ Ἀλέξανδρον, δι’οἴκτου δὲ καὶ αὑτοὺς λαμβάνοιεν · ἤδη γὰρ καὶ ἐκαλοῦντο ὑπὸ τοῦ πατρός, οὐχ ὡς ἐφ’ἑτέροις, ἀλλ’ἐπὶ τοῖς κἀκείνους προσαπολωλεκόσι κατακλήσεως αὐτῶν γινομένης.
17.81ταῦτα δὲ μεγάλων μισθῶν οἱ φίλοι τῷ Ἀντιπάτρῳ συνέπρασσον. γράφει δὲ καὐτὸς Ἀντίπατρος τῷ πατρὶ περὶ αὐτῶν ἐπὶ μεγίσταις τῶν αἰτιῶν καὶ παντελὲς ἀπαλλάσσειν φάσκων τὰ μειράκια, τῶν δὲ τῇ ἡλικίᾳ τὴν ἀνάθεσιν ποιούμενος. αὐτὸς δὲ τὰ περὶ Σύλλαιον ἠγωνίζετο καὶ θεραπεία τῶν πρώτων ἀνδρῶν ἐγεγόνει κόσμοςτε ἀξιοπρεπὴς ταλάντων ἐώνητο διακοσίων.
17.82θαυμάσειε δ’ἄν τις, ὅτι τοσούτων ἐν Ἰουδαίᾳ κατ’αὐτοῦ κεκινημένων μησὶ πρότερον ἑπτὰ οὐδὲν αὐτῷ δῆλον γένοιτο · αἴτιον δ’ἦν τε ἀκρίβεια καὶ φυλακὴ τῶν ὁδῶν καὶ μῖσος τῶν ἀνθρώπων τὰ πρὸς Ἀντίπατρον · οὐδεὶς γὰρ ἦν, ὃς προθύμως κινδύνῳ τῷ αὐτοῦ ποριστὴς τῶν ἐκείνου ἀσφαλειῶν καθίστατο.
17.83Ἡρώδης δὲ Ἀντιπάτρου γεγραφότος πρὸς αὐτόν, ὡς τὰ πάντα χρῆν διαπεπραγμένος ἥξοι ἐν τάχει, ἐπικρυψάμενος τὴν ὀργὴν ἀντεπετίθει, κελεύων μὴ ἀπιέναι τῆς εἰς τὴν ὁδὸν, μὴ καί τι πάσχοι παρὰ τὴν ἐκδημίαν αὐτοῦ, καὶ ἅμα τῆς μητρὸς αὐτοῦ κατηγορῶν ὡς ὀλίγον καταθήσεσθαι μέμψεις ἐπαγγελλόμενος τὰς πρὸς αὐτήν, ὁπότε ἐκεῖνος ἀφίκοιτο, παντίτε τρόπῳ φιλότητα τὴν πρὸς αὐτὸν ἐνεδείκνυτο, δεδιὼς μὴ καί τι ὑποτοπηθεὶς ὑπερβάλλοιτο μὲν ὁδοὺς τὰς πρὸς αὐτόν, τῇ δὲ Ῥώμῃ ἐνδιαιτώμενος κτήσεις ἐφεδρεύοι τῇ βασιλείᾳ καὶ δὴ καὶ διαπράσσοι τι αὐτῇ.
17.85τούτοις ἐν Κιλικίᾳ τοῖς γράμμασιν ἐπιτυγχάνει, τοῖς δὲ τὴν Φερώρου τελευτὴν διασαφοῦσιν ἐν Τάραντι πρότερον, δεινῶςτε ἤνεγκεν οὐκ εὐνοίᾳ τῇ Φερώρου, διότι δὲ τοῦ πατρὸς τὴν ἀναίρεσιν οὐ διαπραξάμενος ὥσπερ ὑπέσχετο ἀπέθανε.
17.86περὶ δὲ Κελένδεριν τῆς Κιλικίας γενόμενος ἐνεδοίαζεν ἤδη περὶ τοῦ οἴκαδε πλοῦ δεινῶς τῇ ἐκβολῇ τῆς μητρὸς λελυπημένος, καὶ τῶν φίλων οἱ μὲν ἐκέλευον αὐτὸν ταῦτά πῃ καραδοκοῦντα ἀνέχειν, οἱ δὲ μὴ διαμέλλειν τὸν οἴκαδε πλοῦν · λύσειν γὰρ παραγενόμενον αἰτίαν πᾶσαν, ὡς καὶ νῦν οὔτι ἑτέρωθεν, ἀλλὰ διὰ τὴν ἐκείνου ἀπουσίαν ἰσχὺν τοῖς κατηγόροις ὑπογενέσθαι.
17.87τούτοις πεισθεὶς ἔπλειτε καὶ προσέσχε τῷ Σεβαστῷ λιμένι λεγομένῳ, ὃν κατασκευάσας Ἡρώδης πολλῶν χρημάτων ἐπὶ τιμῇ τῇ Καίσαρος καλεῖ Σεβαστόν.
17.88ἐν προύπτοις δ’ἦν Ἀντίπατρος ἤδη τοῖς κακοῖς μήτε προσιόντος αὐτῷ μηδενὸς μήτε προσαγορεύοντος ὥσπερ ὅτ’ἐξῄει μετ’εὐχῶν καὶ ἀγαθῶν ἐπιφημισμάτων ταῖς ἐναντιωτάταις ἀραῖς οὐκ ἐκωλύοντο αὐτὸν δέχεσθαι ποινὴν τοῖς ἀδελφοῖς ἀποτίνειν ὑπειληφότες.
17.89ἐτύγχανεν δ’ἐν Ἱεροσολύμοις κατὰ τοῦτον τὸν καιρὸν Οὔαρος Κοϊντίλιος, διάδοχος μὲν Σατορνίνῳ τῆς ἐν Συρίᾳ ἀρχῆς ἀπεσταλμένος, ἥκων δὲ αὐτόςτε σύμβουλος Ἡρώδῃ περὶ τῶν ἐνεστηκότων αὐτῷ δεηθέντι.
17.90καὶ αὐτῶν συνεδρευόντων παρῆν Ἀντίπατρος οὐδενὸς αὐτῷ ἐκπύστου γεγονότος. εἴσεισιν δὲ εἰς τὸ βασίλειον ἔτι πορφυρίδας ἀμπεχόμενος, καὶ αὐτὸν μὲν δέχονται οἱ ἐπὶ θύραις, ἀνείργουσι δὲ τοὺς φίλους.
17.91ἐθορυβεῖτο δὲ ἤδη σαφῶς οἷ ἐληλύθει κατανοῶν, ἐπειδὴ καὶ πατὴρ προσιόντα αὐτὸν ὡς ἀσπάσαιτο ἀπεώσατο, ἀδελφοκτονίαντε ἐπικαλῶν καὶ βούλευσιν ὀλέθρου τοῦ ἐπ’αὐτῷ, πάντωντε ἀκροατὴν καὶ δικαστὴν ἔσεσθαι Οὔαρον τῇ αὔριον.
17.92καὶ μὲν τοιούτου κακοῦ ἅματε ἀκροαθέντος καὶ παρόντος τῷ μεγέθει περιφερόμενος ᾤχετο, ὑπαντιάζουσιν δ’αὐτὸν τε μήτηρ καὶ γυνή, αὕτη δὲ ἦν ήδη Ἀντιγόνῳ παῖς τῷ πρὸ Ἡρώδου Ἰουδαίων βεβασιλευκότι, παρ’ὧν τὰ πάντα ἐκμαθὼν ἐν παρασκευαῖς τοῦ ἀγῶνος ἦν.
17.93τῇ δ’ἑξῆς συνήδρευεν μὲν Οὔαρόςτε καὶ βασιλεύς, εἰσεκλήθησαν δὲ καὶ οἱ ἀμφοῖν φίλοι καὶ οἱ συγγενεῖς βασιλέως Σαλώμητε ἀδελφή, εἶτ’εἴ τινες μηνύσειν ἔμελλον καὶ ὧν βάσανοι γεγόνασιν, δοῦλοίτε μητρῷοι τοῦ Ἀντιπάτρου μικρῷ πρότερον συνειλημμένοι ’κεῖνον ἥκειν, ἐπιστολὴν φέροντες, ἧς τὸ κεφάλαιον τῶν γεγραμμένων ἦν μὴ ἐπανιέναι ὡς πάντων τῷ πατρὶ ἡκόντων εἰς πύστιν, μόνηντε ἂν καταφυγὴν αὐτῷ λείπεσθαι Καίσαρα καὶ σὺν αὐτῇ τὸ μὴ πατρὶ ὑποχείριον γενέσθαι.
17.94Ἀντιπάτρου δὲ προσπεσόντος τῷ πατρὶ πρὸς τὰ γόνατα καὶ ἱκετεύοντος μὴ προδιεγνωσμένην καταστῆναι δίκην, ἀλλ’ἀκροάσεως αὐτοῦ γενομένης παρὰ τῷ πατρὶ ἀκεραίως μένειν δυναμένῳ, τοῦτον κελεύσας Ἡρώδης ἀπάγειν εἰς μέσον αὐτὸς ὠλοφύρατο τῶν παίδων τῆς ποιήσεως, ἣν ἐπὶ τοιαύταις αὐτῷ τύχαις γενομένην πρότερον τῆς δυσμενείας ἀνασπάσασθαι τῶν πρότερον εἰς Ἀντίπατρον ἐμβαλεῖν αὐτοῦ τὸ γῆρας, τροφάςτε καὶ παιδεύσεις ἃς ποιήσαιτο αὐτῶν ἐξηγούμενος καὶ πλούτου εὐπορίαν ἐν καιροῖς ὡς θελήσειαν προτεθεῖσαν εἰς πάντα ·
17.95ὧν οὐδὲν ἐπ’ἐμποδίσματι γενέσθαι τοῦ μὴ οὐκ ἐπιβουλῇ τῇ ἐκείνων κινδυνεῦσαι τελευτᾶν ὑπὲρ τοῦ θᾶσσον δυσσεβῶς τὴν βασιλείαν παραλαβεῖν φύσεως νόμῳ μεταστάντος εὐχῇτε τοῦ πατρὸς καὶ δίκῃ.
17.96τόντε Ἀντίπατρον θαυμάζειν, τίνων ἐλπίδι ἐπαρθεὶς θαρσήσειεν ἐπὶ τοιαῦτα χωρεῖν μὴ ἀποτραπῆναι · διάδοχον μὲν γὰρ ἀποφήνασθαι διὰ γραμμάτων τῆς ἀρχῆς, ζῶντος δὲ ἐπ’οὐδενὶ μειονεκτεῖν ἀξιώματόςτε ἐπιφανείᾳ καὶ δυνάμει ἐξουσίας, πεντήκοντα μὲν τάλαντα ἐπέτειον πρόσοδον κομισάμενον, δωρεὰν δ’εἰληφότα ὁδοῦ τῆς εἰς Ῥώμην τριακοσίων ταλάντων ἀριθμόν.
17.97ἐπεκάλει δὲ καὶ τῶν ἀδελφῶν εἰ μὲν πονηρῶν γεγονότων κατηγορίαν προθεμένῳ μιμητῇ γεγονότι, διακενῆς δὲ τοιῶνδε ἐπαγωγὰς ἐπάγοντι αὐτῇ τῶν συγγενῶν ·
17.98τὰ γὰρ πάντα οὐδαμόθεν ἀλλὰ μηνύσει τῇ ἐκείνου μεμαθηκότα πρᾶξαι τὰ ἐπ’αὐτοῖς πεπραγμένα γνώμῃ τῇ ἐκείνου, οὓς ἀπολύειν κακοῦ παντὸς κληρονόμον τῆς πατροκτονίας αὐτοῖς καθιστάμενον.
17.99ταῦθ’ἅμα λέγων εἰς δάκρυα τρέπεται λέγειντε ἄπορος ἦν. καὶ Νικόλαος Δαμασκηνός, φίλοςτε ὢν τοῦ βασιλέως καὶ τὰ πάντα συνδιαιτώμενος ἐκείνῳ καὶ τοῖς πράγμασιν ὃν πραχθεῖεν τρόπον παρατετευχώς, δεηθέντι τῷ βασιλεῖ τὰ λοιπὰ εἰπεῖν ὁπόσα ἀποδείξεώντε καὶ ἐλέγχων ἐχόμενα ἦν.
17.100καὶ τοῦ Ἀντιπάτρου κατὰ δικαιολογίαν πρὸς τὸν πατέρα τετραμμένου καὶ ὁπόσα παραδείγματα τῆς εὐνοίας πρὸς αὐτὸν διεξιόντος, τὰς τιμὰς αἳ ὑπῆρχον αὐτῷ προφερόμενος, ἃς μὴ ἄν ποτε γενέσθαι μὴ οὐκ ἀρετῆς ἀξίῳ περὶ αὐτὸν γεγονότι ·
17.101καὶ γὰρ ὁπόσα προϊδεῖν δεήσειε πάντων προβεβουλευκέναι σωφρόνως, εἴτέ τινα ἐδεῖτο χειρῶν, πόνῳ τῷ αὐτοῦ ἐκπεπρᾶχθαι τὰ πάντα, εἰκόςτε οὐκ εἶναι τῶν ἀλλαχόθεν ἐπιβουλῶν τὸν πατέρα ἐξελόμενον αὐτὸν ἐπιβουλευτὴν καταστῆναι ἀφανίζοντα ἀρετήν, ἐπ’ἐκείνοις ἐμαρτυρεῖτο αὐτῷ, κακίᾳ τῇ ἐπὶ τοῖσδε μελλούσῃ συνεῖναι.
17.102καίτοι γε τοῦ μέλλοντος διάδοχον προαποδεδεῖχθαι καὶ τοῦ συναπολαυσομένου τιμῶν, αἳ εἰς τὸ παρὸν περιῆσαν, οὐκ ἐπικεκωλῦσθαι · εἰκόςτε οὐκ εἶναι τὸν ἁπάντων ἀκινδύνως καὶ μετ’ἀρετῆς ἔχοντα τὴν ἡμίσειαν μετὰ ψόγων καὶ κινδύνου ἐφίεσθαι τοῦ ὅλου ἄδηλον εἰ δυναμένου περιγενέσθαι, καὶ ταῦτα τεθεαμένον τὴν ζημίαν τῶν ἀδελφῶν καὶ μηνυτὴν μὲν καὶ κατηγορητὴν γενόμενον λανθάνειν δυναμένων, κολαστὴν δ’ἐπεὶ φανεροὶ κατέστησαν πονηροὶ τὰ πρὸς τὸν πατέρα ὄντες.
17.103καὶ τάδε μὲν αὐτῷ τῶν ἐνταῦθα ἠγωνισμένων παραδείγματα εἶναι τῶν ἀκράτῳ εὐνοίᾳ πρὸς τὸν πατέρα πεπολιτευμένων · τῶν δ’ἐπὶ Ῥώμης μάρτυρα εἶναι Καίσαρα ἐπίσης τῷ θεῷ ἀπατηθῆναι μὴ οἷόντε ὄντα.
17.104ὧν πίστιν εἶναι τὰ ὑπ’ἐκείνου γράμματα ἐπεσταλμένα, ὧν οὐ καλῶς ἔχειν ἰσχυροτέρας εἶναι τὰς διαβολὰς τῶν στασιάζειν αὐτοὺς προθεμένων τὰς πλείους ἀποδημίᾳ τῇ αὐτοῦ συντεθῆναι σχολῆς τοῖς ἐχθροῖς ἐγγενομένης, ἣν οὐκ ἂν αὐτοῖς ἐπιδημοῦντος παραγενέσθαι.
17.105διαβάλλοντος δὲ καὶ τὰς βασάνους εἰς ψευδολογίαν, ὡς τῆς ἀνάγκης φύσιν ἐχούσης διδάσκειν τοὺς ὑποπεσόντας τὰ πολλὰ ἡδονῇ τῶν ἐφεστηκότων λέγειν, καὶ παρέχοντος αὑτὸν εἰς βάσανον, ἐπὶ τούτοις τροπῆς τοῦ συνεδρίου γενομένης, σφόδρα γὰρ ᾤκτειραν τὸν Ἀντίπατρον δάκρυσίντε καὶ αἰκίαις τοῦ προσώπου χρώμενον, ὥστε καὶ τοῖς ἐχθροῖς δι’οἴκτου καταστῆναι φανερὸν δὲ ἤδη καὶ Ἡρώδην εἶναι καμπτόμενόν τι τῇ γνώμῃ καίπερ μὴ βουλόμενον ἔκδηλον εἶναι, Νικόλαος ἀρξάμενος οἷςτε βασιλεὺς κατήρξατο λόγοις παλιλλογεῖ μειζόνως ἐκδεινῶν καὶ ὁπόσα ἐκ βασάνων μαρτυριῶν συνῆγεν τὴν ἀπόδειξιν τοῦ ἐγκλήματος.
17.107μάλιστα δὲ τὴν ἀρετὴν ἐπιπολὺ ἐξηγεῖτο τοῦ βασιλέως, περίτε τροφὰς καὶ παιδεύματα χρησάμενος τῶν υἱέων οὐδαμόθεν εὕροιτο ὀνησιφόρον αὐτὴν περιπταίων ἑτέροις ἀφ’ἑτέρων.
17.108καίτοι γε οὐχ οὕτως θαυμάζειν τῶν προτέρων τὴν ἀβουλίαν, νεωτέρους γὰρ καὶ κακίᾳ συμβούλων διεφθαρμένους ἀπαλεῖψαι τὰ τῆς φύσεως δικαιώματα ἀρχῆς θᾶσσον χρῆν μεταποιεῖσθαι σπουδάσαντας, Ἀντιπάτρου δ’ἂν δικαίως τὴν μανίαν καταπλαγῆναι μὴ μόνον οἷς ὑπὸ τοῦ πατρὸς εὐεργετηθείη τὸν λογισμὸν ὥσπερ τὰ ἰοβολώτατα τῶν ἑρπετῶν μὴ μαλαχθέντος, καίτοι γε κἀκείνοις τινὸς ἐγγινομένης μαλακίας τοῦ ἀδικεῖν τοὺς εὐεργέτας, ἀλλὰ μη δὲ τὰς τύχας τῶν ἀδελφῶν πρὸς τὸ οὐ μιμητὴν αὐτῶν καταστῆναι τῆς ὠμότητος ἐμποδὼν στάντος.
17.110καίτοι γε, Ἀντίπατρε, τῶν ἀδελφῶν μηνυτήςτε ὧν τολμήσειαν αὐτὸς ἦς καὶ ἐρευνητὴς τῶν ἐλέγχων καὶ κολαστὴς πεφωραμένων. καὶ οὐ τοῦ ἐπ’ἐκείνοις ἐγκαλοῦμεν θυμῷ χρῆσθαι μὴ ἐλλιπόντος, ἀλλὰ τοῦ μιμεῖσθαι τὴν ἀσέλγειαν αὐτῶν σπουδάσαντος ἐκπεπλήγμεθα, εὑρίσκοντες κἀκεῖνά σοι οὐκ ἐπ’ἀσφαλείᾳ τοῦ πατρός, ἀλλ’ἐπ’ὀλέθρῳ τῶν ἀδελφῶν πεπραγμένα, ὅπως μισοπονηρίᾳ τῇ κατ’αὐτῶν φιλοπάτωρ εἶναι πεπιστευμένος ἀδεεστέραν ἐπ’αὐτῷ κακουργεῖν παραλάβοις δύναμιν, δὴ καὶ τοῖς ἔργοις παρέστησας.
17.111ἅμα γὰρ καὶ τοὺς ἀδελφοὺς ἀνῄρεις ἐφ’οἷς ἤλεγχες πονηροὺς γεγονότας καὶ τοὺς ὁμοπραγήσαντας αὐτοῖς οὐχ ὑπεδίδους, φανερὸν τοῖς πᾶσιν καθιστάς, ὡς καὶ συνθήκην πρὸς αὐτοὺς κατὰ τοῦ πατρὸς ποιησάμενος ἐπανείλω κατηγορεῖν, βουλόμενος σοὶ τὴν ἐπιβουλὴν τῆς πατροκτονίας κερδαίνεσθαι καταμόνας καὶ δυοῖν ἀγώνοιν εὐφροσύνην καρπούμενος τρόπου τοῦ σοῦ ἀξίαν, φανεροῦ μὲν τοῦ κατὰ τῶν ἀδελφῶν, καὶ ἠγάλλου ὡς ἐπὶ τοῖς μεγίστοις, καὶ ἦν ἄξιον οὕτως φρονεῖν, εἰ δὲ μήγε σὺ χείρων ἦς, κρυπτοῦ δέ, ὃν κατὰ τοῦ πατρὸς συντιθεὶς ἐκείνους μὲν οὐχ ὡς τῷ πατρὶ ἐπιβεβουλευκότας μισῶν, οὐ γὰρ ἂν ἐξώκειλας αὐτοῖς ἐπὶ πρᾶξιν παραπλησίαν, ἀλλ’ὡς διαδόχους τῆς ἡγεμονίας σου δικαιότερον ἂν γενομένους, τὸν δὲ πατέρα ἐπισφάζειν τοῖς ἀδελφοῖς, ἵνα θᾶσσον ὡς ἐκείνωντε ἐπικαταψεύσαιο μὴ ἐλεγχθῇς καὶ ὧν αὐτὸς δίκας παρασχεῖν ἄξιος γένοιο ταύτην παρὰ τοῦ δυστυχοῦς εἰσπράξαιο πατρός, ἐπινοῶν πατροκτονίαν οὐ κοινήν, ἀλλ’οἵαν μέχρι νῦν οὐχ ἱστόρησεν βίος.
17.115οὐχ υἱὸς γὰρ μόνον πατρὶ ἐπεβούλευες, ἀλλὰ καὶ φιλοῦντι καὶ εὐεργετηκότι, κοινωνὸς τῆς βασιλείας ὢν τοῖς ἔργοις καὶ διάδοχος προφανθεὶς καὶ τὴν μὲν ἡδονὴν τῆς ἐξουσίας ἤδη προλαμβάνειν μὴ ἐπικεκωλυμένος, ἐλπίδα δὲ τὴν εἰσαῦθις γνώμῃ τοῦ πατρὸς καὶ γράμμασιν προησφαλισμένος.
17.116ἀλλ’οὐκ ἄρα τῇ Ἡρώδου ἀρετῇ τὰ πράγματα, γνώμῃ δὲ καὶ πονηρίᾳ ἔκρινες τῇ σεαυτοῦ, βουλόμενος τοῦ πάντων σοι ὑπακούσαντος πατρὸς καὶ τὸ μέρος ἀφαιρεῖσθαι καὶ ὃν προσεποιοῦ τοῖς λόγοις σώζειν τοῖς ἔργοις τοῦτον ἀφανίσαι ζητῶν, καὶ μὴ μόνον αὐτὸς πονηρὸς καθιστάμενος, ἀλλὰ καὶ τὴν μητέρα ὧν ἐπενόεις πιμπλὰς καὶ στασιοποιῶν τὴν εὔνοιαν τοῖς ἀδελφοῖς καὶ τολμῶν θηρίον ἀποκαλεῖν τὸν πατέρα, παντὸς ἑρπετοῦ χαλεπωτέραν τὴν διάνοιαν κατεσκευασμένος, τὸν ἐκείνων ἰὸν ἐπὶ τοὺς συγγενεστάτους καὶ τοὺς ἐπὶ τοσούτοις εὐεργέτας παρεκάλεις ἐπὶ συμμαχίαις φυλάκων καὶ τέχναις ἀνδρῶν καὶ γυναικῶν φρασσόμενος κατὰ τοῦ γέροντος, ὥσπερ οὐκ ἀρκούσης τῆς διανοίας μῖσος τὸ ὑποικουροῦν παραστῆσαι.
17.118καὶ νῦν ἐλήλυθας μετὰ βασάνους ἐλευθέρων οἰκετῶν ἀνδράσι γυναιξὶν διὰ σὲ γεγονυίας μηνύσεις τῶν συνωμοτῶν ἀντιλογεῖν τῇ ἀληθείᾳ σπεύδων, καὶ μονονουχὶ τὸν πατέρα ἀναιρεῖν μεμελετηκὼς ἐκ τοῦ ἀνθρωπείου, ἀλλ’ἤδη καὶ νόμον τὸν κατὰ σοῦ γεγραμμένον καὶ τὴν ἀρετὴν τὴν Οὐάρου καὶ τοῦ δικαίου τὴν φύσιν, οὕτως ἄρα τῇ ἀναιδείᾳ πέποιθας, ὥστε καὶ βασανίζεσθαι ἀξιοῖς, καὶ ψευδεῖς λέγων τὰς βασάνους τῶν προβεβασανισμένων, ἵν’οἱ μὲν ῥυόμενοί σου τὸν πατέρα ἐκκρουσθῶσιν τοῦ ἠληθευκέναι, αἱ δὲ σαὶ βάσανοι δοκῶσι πισταί;
17.120οὐ ῥύσῃ Οὔαρε τὸν βασιλέα τῆς ἐπηρείας τῶν συγγενῶν; οὐ δὲ πονηρὸν θηρίον, ἐπ’ὀλέθρῳ μὲν τῶν ἀδελφῶν εὔνοιαν προσποιούμενον τοῦ πατρός, ἔνθα δὲ μέλλοι καταμόνας ταχέως ἀποίσεσθαι τὴν βασιλείαν πάντων αὐτῷ θανασιμώτατον ἀναφαινόμενον; γνοὺς ὅτι πατροκτονία κοινόν ἐστιν ἀδίκημα καὶ τῆς φύσεως καὶ τοῦ βίου τὴν πεφηνυῖαν ὡς οὐδὲν ἡσσόνως τοῦ βεβουλευμένου καὶ μὴ κολάζων ἀδικεῖ τὴν φύσιν.
17.121προσετίθει δὲ ἤδη τὰ τῆς μητρὸς Ἀντιπάτρου ὁπόσα πρός τινας ἦν κουφολογίᾳ γυναικείῳ εἰρημένα, μαντείαςτε καὶ θυσίας ἐπὶ τῷ βασιλεῖ γεγονυίας καὶ ὁπόσα μετὰ τῶν Φερώρου γυναικῶν Ἀντιπάτρῳ ἠσέλγητο μετὰ οἴνου καὶ λύμης ἐρωτικῆς, τῶντε βασάνων ἀνακρίσεις καὶ ὁπόσα μαρτυριῶν ἐχόμενα · πολλὰ δὲ καὶ παντοῖα ἦν τὰ μὲν προητοιμασμένα, τὰ δὲ πρὸ τοῦ ὀξέως ἀπαγγέλλεσθαίτε καὶ βεβαιοῦσθαι ἐφευρημένα ·
17.122οἱ γὰρ ἄνθρωποι κἂν εἴ τι κατὰ φόβον τοῦ Ἀντιπάτρου, μὴ διαδρὰς ἀμύνοιτο αὐτούς, σιγῇ παρεδίδοσαν, ὁρῶντες αὐτὸν ἐπιβατὸν ταῖς κατηγορίαις τῶν ἀρξάντων γεγονότα καὶ τὴν ποτὲ πολλὴν αὐτῷ συστᾶσαν τύχην προφανῶς αὐτὸν τοῖς ἐχθροῖς παραδεδωκυῖαν, οἳ καὶ ἀπλήστως μίσους τοῦ πρὸς αὐτὸν ἐνεφοροῦντο ·
17.123κατέσπευδε δὲ τότε οὔτι τῇ ἔχθρᾳ τῶν ἐπικεχειρηκότων κατηγορεῖν, ὡς μεγέθει τόλμης ὧν ἐπενόησεν κακιῶν καὶ δυσμενείας τῆς πρὸς τὸν πατέρα καὶ τοὺς ἀδελφούς, στάσεως καὶ ἀλληλοφθοριῶν ἀναπεπληκὼς τὸν οἶκον καὶ μήτε μίσει κατὰ δίκην μήτε φιλίᾳ δι’εὔνοιαν χρώμενος, ἀλλ’ὡς μελλήσοι αὐτῷ συμφέρειν ·
17.124ὧν ἁπάντων ἐκ πλέονος αὐτοῖς οἱ πολλοὶ προανεσκοπημένων, οἵπερ δὴ μάλιστα ἀρετῇ κρίνειν πεφύκασιν ἐπὶ τοῖς πράγμασιν διὰ τὸ καὶ ὀργῆς ἀπηλλαγμένως ἐπιψηφίζειν τοῖς γινομένοις, καταβοὰς ἐν τοῖς πρὶν εἱρχθέντες ποιεῖσθαι παραγενομένης ἀδείας ἐξέφερον εἰς μέσον ὁπόσα εἰδεῖεν.
17.125πολύτροποίτε κακιῶν ἀποδείξεις ἦσαν οὐδαμόθεν ψεύδους αἰτίαν ἐγκαλεῖσθαι δυνάμεναι διὰ τὸ μήτ’εὐνοίᾳ τῇ πρὸς Ἡρώδην λέγειν τοὺς πολλοὺς μήτε ὑποψίᾳ κινδύνων σιγῆς ἐφ’οἷς ἔχοιεν εἰπεῖν ἐγκαλουμένης, ἀλλὰ τῷ πονηράτε ἡγεῖσθαι τὰ πράγματα, καὶ τὸν Ἀντίπατρον οὐκ ἀσφαλείᾳ τῇ Ἡρώδου, πονηρίᾳ δὲ τῇ αὐτοῦ πάσης ἄξιον τιμωρίας.
17.126πολλάτε ἦν καὶ παρὰ πολλῶν οἷς μὴ παρήγγελτο εἰπεῖν ἀγορευόμενα, ὥστε τὸν Ἀντίπατρον καίπερ ἐπὶ πλεῖστον πάντα δεινότατον ὄντα ψεύσασθαι καὶ ἀπερυθριάσαι μη δὲ ὅσον ἀπὸ φωνῆς ἐπ’ἀντιλέξει τὴν ἰσχὺν εἰσφέρεσθαι.
17.127Νικολάουτε παυσαμένου τῶντε λόγων καὶ τῶν ἐλέγχων Οὔαρος ἐκέλευσεν Ἀντίπατρον ἐπ’ἀπολογίᾳ τῶν ἐγκλημάτων χωρεῖν, εἴ τινες αὐτῷ παρασκευαὶ τοῦ μὴ ἐνόχῳ τοῖς ἐπιφερομένοις εἶναι, καὶ γὰρ αὐτὸς εὔχεσθαι τὸν πατέρα εἰδέναι τῶν ὁμοίων εὐχόμενον μηδὲν αὐτὸν ἀδικοῦντα φωρᾶν.
17.128 δ’ἐπὶ στόμα ἔκειτο ἀνατετραμμένοςτε τῷ θεῷ καὶ πᾶσι προτιθεὶς τὸ ἐπιμαρτυρῆσον αὐτῷ μηδὲν ἀδικεῖν, τεκμηρίοις ἐμφανέσι παραστῆσαι μὴ οὐκ ἐπίβουλον αὐτὸν τοῦ πατρὸς γεγονέναι, εἰωθότες μὲν καὶ πάντες οἷς ἐπιλείπει ἀρετῆς, ὁπότε μὲν ἐγχειρηταί τινα κακῶν εἶεν τοῦ θείου τὸ πᾶσιν παρατυγχάνειν ἀφορίσαντες γνώμῃ τῇ αὐτῶν ἐπὶ τὰ ἔργα χωρεῖν, ὁπότε δὲ φωρώμενοι κινδυνεύοιεν δίκην ὑποσχεῖν, κατ’ἐπίκλησιν αὐτοῦ μαρτυρῶν τὰ πάντα ἐκτρέπειν.
17.130 δὴ καὶ τῷ Ἀντιπάτρῳ συμβεβήκει · τὰ πάντα γὰρ ὡς ἐν ἐρημίᾳ τοῦ θείου διαπεπραγμένος, κατειργούσης αὐτὸν πανταχόθεν τῆς δίκης ἀπορίᾳ τῶν ἀλλαχόθεν δικαιωμάτων, οἷς ἀπολύσαιτο τὰ ἐγκεκλημένα, αὖθις ἐνεπαροίνει τῇ ἀρετῇ τοῦ θείου, μαρτυρίαν ἐπισκήπτων αὐτῷ περὶ ἰσχύι τῇ ἐκείνου περιτο ἕως εἰς μέσους παραγαγόντος ὁπόσα ἐπὶ τῷ πατρὶ πράσσειν τολμᾶν οὐκ ἐνέλιπεν.
17.131 δὲ Οὔαρος ἐπειδὴ πολλάκις ἀνακρίνων τὸν Ἀντίπατρον οὐδὲν εὑρίσκετο πλέον τῆς ἀνακλήσεως τοῦ θεοῦ, ὁρῶν ἀπέραντον ὂν τὸ γινόμενον ἐκέλευσε τὸ φάρμακον εἰς μέσους ἐνεγκεῖν, ἵν’εἰδῇ τὴν περιοῦσαν αὐτῷ δύναμιν.
17.132καὶ κομισθέντος τῶν ἐπὶ θανάτῳ τις ἑαλωκότων πίνει κελεύσαντος Οὐάρου καὶ παραχρῆμα ἔθανεν. τότε δὲ ἐξαναστὰς ἀπῄει τοῦ συνεδρίου καὶ τῇ ἑξῆς ἐπ’Ἀντιοχείας, ᾗπερ δὴ καὶ τὸ πλεῖστον ἦσαν αὐτῷ διατριβαὶ διὰ τὸ Σύροις τοῦτο βασίλειον εἶναι. Ἡρώδης δὲ παραχρῆμα μὲν ἔδησε τὸν υἱόν.
17.133ἄδηλοι δὲ τοῖς πολλοῖς ἦσαν αἱ Οὐάρου πρὸς αὐτὸν ὁμιλίαι καὶ τί εἰπὼν ἀπεληλύθει. εἰκάζετο δὲ τοῖς πολλοῖς γνώμῃ τῇ ἐκείνου πράσσειν ὁπόσα περὶ τὸν Ἀντίπατρον ἔπραξεν. δήσας δὲ αὐτὸν εἰς Ῥώμην ὡς Καίσαρα ἐκπέμπει γράμματα περὶ αὐτοῦ καὶ τοὺς ἀπὸ γλώσσης διδάξοντας τὸν Καίσαρα τὴν κακίαν τοῦ Ἀντιπάτρου καὶ Κωπωνίου γνώμη τὴν Καίσαρος.
17.134ἁλίσκεται δὲ ὑπὸ τὰς αὐτὰς ἡμέρας καὶ ἐπιστολὴ ὑπὸ Ἀντιφίλου πρὸς Ἀντίπατρον γεγραμμένη, ἐν Αἰγύπτῳ δὲ αὐτὸς διέτριβεν, καὶ λυθεῖσα ὑπὸ τοῦ βασιλέως τάδε ἐδήλου · ἔπεμψά σοι τὴν παρ’Ἀκμῆς ἐπιστολὴν μὴ φεισάμενος τῆς ἐμῆς ψυχῆς · οἶσθα γὰρ, ὅτι αὖθις κινδυνεύω ὑπὸ δύο οἰκιῶν, εἰ γνωσθείην.
17.135σὺ δ’εὐτυχοίης περὶ τὸ πρᾶγμα. καὶ μὲν ἐπιστολὴ τάδε ἐδήλου. ἐζήτει δὲ βασιλεὺς καὶ τὴν ἑτέραν ἐπιστολήν, οὐ μὴν φανερά γε ἦν, καὶ τοῦ Ἀντιφίλου δοῦλος ὃς τὴν ἀναγνωσθεῖσαν ἔφερεν ἠρνεῖτο ἑτέραν παραλαβεῖν.
17.136ἀπορίας οὖν ἐχούσης τὸν βασιλέα τῶν φίλων τις τῶν τοῦ Ἡρώδου θεώμενος ὑπερραμμένον τοῦ δούλου τὸν ἐντὸς χιτῶνα, ἐνεδεδύκει γὰρ δύο, εἴκασεν ἐντὸς τῆς ἐπιπτυχῆς κρύπτεσθαι τὰ γράμματα · καὶ ἦν δὲ οὕτως.
17.137λαμβάνουσιν οὖν τὴν ἐπιστολὴν ἐγγεγραμμένατε ἦν ἐν αὐτῇ τάδε · ἀκμὴ Ἀντιπάτρῳ. ἔγραψα τῷ πατρί σου οἵαν ἤθελες ἐπιστολὴν καὶ ἀντίγραφον ποιήσασα τῇ πρὸς τὴν ἐμὴν κυρίαν ὡς παρὰ Σαλώμης ἔγραψα, ἣν ἀναγνοὺς οἶδ’ὅτι τιμωρήσεται Σαλώμην ὡς ἐπίβουλον.
17.138ἦν δὲ παρὰ τῆς Σαλώμης δοκοῦσα εἶναι πρὸς τὴν δέσποιναν αὐτῆς ὑπ’Ἀντιπάτρου ἐπ’ὀνόματι τῷ Σαλώμης ὅσα γοῦν διάνοια θέλοι ὑπηγορευμένη, λέξει δὲ συνέκειτο αὐτῆς.
17.139τὰ δὲ γεγραμμένα ἦν τοιάδε · ἀκμὴ βασιλεῖ Ἡρώδῃ. ἐγὼ ἔργον ποιουμένη μηδέν σε λανθάνειν τῶν κατὰ σοῦ γινομένων, εὑροῦσα ἐπιστολὴν Σαλώμης πρὸς τὴν ἐμὴν κυρίαν κατὰ σοῦ γεγραμμένην ἐπικινδύνως ἐμαυτῇ σοὶ δὲ ὠφελίμως ἐξεγραψάμην καὶ ἀπέστειλά σοι. ταύτην δὲ ἐκείνη ἔγραψεν γήμασθαι θέλουσα Συλλαίῳ. κατάσχισον οὖν τὴν ἐπιστολήν, ἵνα μὴ κἀγὼ τῷ ζῆν κινδυνεύσω.
17.140πρὸς δὲ αὐτὸν ἐγέγραπτο Ἀντίπατρον διασαφούσης, ὅτι διακονουμένη κελεύσματι τῷ ἐκείνου αὐτήτε γράψειε πρὸς Ἡρώδην, ὡς Σαλώμης ἐπιβούλως αὐτῷ πράσσειν ἐπειγομένης τὰ πάντα, καὶ ἀντίγραφον τῆς ὡς πρὸς δέσποιναν τὴν αὐτῆς πεμφθείσης ἐπιστολῆς ὑπὸ Σαλώμης ἀποπέμψειεν αὐτῷ.
17.141ἦν δὲ Ἀκμὴ Ἰουδαία μὲν τὸ γένος, ἐδούλευε δὲ Ἰουλίᾳ τῇ Καίσαρος γυναικὶ καὶ ἔπρασσε ταῦτα φιλίᾳ τῇ Ἀντιπάτρου ὠνηθεῖσα ὑπ’αὐτοῦ μεγάλῃ δόσει χρημάτων συγκακουργεῖν κατάτε τοῦ πατρὸς καὶ κατὰ τῆς τηθίδος.
17.142Ἡρώδης δὲ ἐκπλαγεὶς μεγέθει τῆς Ἀντιπάτρου κακίας ὥρμησεν μὲν καὶ παραχρῆμα αὐτὸν ἀνελεῖν ὡς κύκηθρον μεγάλων γεγονότα πραγμάτων καὶ μὴ μόνον αὐτῷ ἀλλὰ καὶ τῇ ἀδελφῇ ἐπιβεβουλευκότα καὶ τοῦ Καίσαρος διεφθαρκότα τὴν οἰκίαν, ἐξώτρυνεν δ’αὐτὸν καὶ Σαλώμη στερνοτυπουμένη καὶ κτείνειν αὐτὴν κελεύουσα, εἴ τινος ἐπὶ τοιοῖσδε πίστεως αἰτίαν ἀξιόχρεων οἵατε παρασχεῖν γένοιτο.
17.143Ἡρώδης δὲ μεταπέμψας ἀνέκρινεν τὸν υἱὸν κελεύων εἴ τι ἀντειπεῖν ἔχοι λέγειν μηδὲν ὑπιδόμενον, ἐπεὶ δὲ ἀχανὴς ἦν, ἤρετο αὐτόν, ἐπειδὴ τὰ πάντα πανταχοῦ πεφώραται πονηρὸς ὤν, τοὺς γοῦν συγκακουργήσαντας αὐτῷ τὰ πράγματα μὴ μελλῆσαι κατειπεῖν.
17.144 δὲ Ἀντιφίλῳ τὴν πάντων αἰτίαν ἀνετίθει, ἕτερον δ’οὐδένα προυτίθει. Ἡρώδης δὲ περιαλγῶν ὥρμησεν μὲν πέμπειν ἐπὶ Ῥώμης τὸν υἱὸν ὡς Καίσαρα λόγον ὑφέξοντα τῶν ἐπὶ τοῖσδε βουλευμάτων, ἔπειτα δείσας, μὴ καὶ βοηθείᾳ φίλων εὑρίσκοιτο τοῦ κινδύνου διαφυγάς, αὐτὸν μὲν δέσμιον ὡς καὶ πρότερον ἐφύλασσεν, αὖθις δὲ πρέσβεις ἐξέπεμπε καὶ γράμματα ἐπὶ κατηγορίᾳ τοῦ υἱέος ὁπόσατε Ἀκμὴ συγκακουργήσειεν αὐτῷ καὶ ἀντίγραφα τῶν ἐπιστολῶν.
17.146καὶ οἱ μὲν πρέσβεις ἐπὶ τῆς Ῥώμης ἠπείγοντο ὁπόσατε ἀνακρινομένους δεήσοι λέγειν προσεκδιδαχθέντες καὶ τὰ γράμματα φέροντες · εἰς νόσον δὲ βασιλεὺς ἐμπεσὼν διαθήκας γράφει τῷ νεωτάτῳ τῶν υἱῶν τὴν βασιλείαν διδοὺς μίσει τῷτε πρὸς τὸν Ἀρχέλαον καὶ Φίλιππον ἐκ τῶν Ἀντιπάτρου διαβολῶν, Καίσαρίτε ταλάντων χιλίων καὶ γυναικὶ Ἰουλίᾳ τῇ Καίσαρος καὶ τέκνοις καὶ φίλοις καὶ ἀπελευθέροις Καίσαρος πεντακοσίων.
17.147ἔνεμε δὲ καὶ τοῖς υἱέσιν χρήματα καὶ προσόδους καὶ ἀγροὺς καὶ υἱέσι τοῖς ἐκείνων, Σαλώμην δὲ ἐπὶ μέγα ἐπλούτιζεν τὴν ἀδελφὴν εὔνουντε αὐτῷ ἐπὶ πᾶσιν διαμεμενηκυῖαν καὶ μηδαμόθι θρασυνομένην κακουργεῖν.
17.148ἀπεγνωκὼς δὲ περιοίσειν, καὶ γὰρ περὶ ἔτος ἑβδομηκοστὸν ἦν, ἐξηγρίωσεν ἀκράτῳ τῇ ὀργῇ καὶ πικρίᾳ εἰς πάντα χρώμενος · αἴτιον δὲ ἦν δόξα τοῦ καταφρονεῖσθαι καὶ ἡδονῇ τὰς τύχας αὐτοῦ τὸ ἔθνος φέρειν · ἄλλωςτ’ἐπειδή τινες τῶν δημοτικωτέρων ἀνθρώπων καὶ ἐπανέστησαν αὐτῷ διὰ τοιαύτην αἰτίαν.
17.149ἦν Ἰούδας Σαριφαίου καὶ Ματθίας Μεργαλώθου Ἰουδαίων λογιώτατοι καὶ παρ’οὕστινας ἐξηγηταὶ τῶν πατρίων νόμων, ἄνδρες καὶ δήμῳ προσφιλεῖς διὰ παιδείαν τοῦ νεωτέρου · ὁσημέραι γὰρ διημέρευον αὐτοῖς πάντες οἷς προσποίησις ἀρετῆς ἐπετετήδευτο.
17.150οἵτε πυνθανόμενοι τοῦ βασιλέως τὴν νόσον θεραπεύειν ἄπορον οὖσαν ἐξῆραν τὸ νεώτερον, ὥστε ὁπόσα παρὰ νόμον τοῦ πατρίου κατεσκεύαστο ἔργα ὑπὸ τοῦ βασιλέως ταῦτα καθελόντες εὐσεβείας ἀγωνίσματα παρὰ τῶν νόμων φέρεσθαι · καὶ γὰρ δὴ διὰ τὴν τόλμαν αὐτῶν παρ’ διηγόρευεν νόμος τῆς ποιήσεως τάτε ἄλλα αὐτῷ συντυχεῖν, οἷς παρὰ τὸ εἰωθὸς τοῦ ἀνθρώπου διετρίβη, καὶ δὴ καὶ τὴν νόσον.
17.151ἦν γὰρ τῷ Ἡρώδῃ τινὰ πραγματευθέντα παρὰ τὸν νόμον, δὴ ἐπεκάλουν οἱ περὶ τὸν Ἰούδαν καὶ Ματθίαν. κατεσκευάκει δὲ βασιλεὺς ὑπὲρ τοῦ μεγάλου πυλῶνος τοῦ ναοῦ ἀνάθημα καὶ λίαν πολυτελές, ἀετὸν χρύσεον μέγαν · κωλύει δὲ νόμος εἰκόνωντε ἀναστάσεις ἐπινοεῖν καί τινων ζῴων ἀναθέσεις ἐπιτηδεύεσθαι τοῖς βιοῦν κατ’αὐτὸν προῃρημένοις.
17.152ὥστε ἐκέλευον οἱ σοφισταὶ τὸν ἀετὸν κατασπᾶν · καὶ γὰρ εἴ τις γένοιτο κίνδυνος τῷ εἰς θάνατον ἀνακειμένῳ, πολὺ τῆς ἐν τῷ ζῆν ἡδονῆς λυσιτελεστέραν φαίνεσθαι τὴν προστιθεμένην ἀρετὴν ὑπ’αὐτοῦ τοῖς ἐπὶ σωτηρίᾳ καὶ φυλακῇ τοῦ πατρίου μελλήσουσι τελευτᾶν διὰ τὸ ἀίδιον τοῦ ἐπαινεῖσθαι φήμην κατασκευασαμένους ἔντε τοῖς νῦν ἐπαινεθήσεσθαι καὶ τοῖς ἐσομένοις ἀειμνημόνευτον καταλείπειν τὸν βίον.
17.153καίτοι γε καὶ τοῖς ἀκινδύνως διαιτωμένοις ἄφυκτον εἶναι τὴν συμφοράν, ὥστε καλῶς ἔχειν τοῖς ἀρετῆς ὀριγνωμένοις τὸ κατεψηφισμένον αὐτοῦ μετ’ἐπαίνων καὶ τιμῶν δεχομένοις ἀπιέναι τοῦ βίου.
17.154φέρειν γὰρ κούφισιν πολλὴν τὸ ἐπὶ καλοῖς ἔργοις ὧν μνηστῆρα τὸν κίνδυνον εἶναι τελευτᾶν, καὶ ἅμα υἱέσι τῶν αὐτῶν καὶ ὁπόσοι τοῦ συγγενοῦς καταλείποιντο ἄνδρες γυναῖκες καὶ τοῖσδε περιποιῆσαι ὄφελος εὐκλείᾳ τῇ ἀπ’αὐτῶν.
17.155καὶ οἱ μὲν τοιούτοις λόγοις ἐξῆραν τοὺς νέους. ἀφικνεῖται δὲ λόγος εἰς αὐτοὺς τεθνάναι φράζων τὸν βασιλέα καὶ συνέπραττε τοῖς σοφισταῖς. καὶ μέσης ἡμέρας ἀνελθόντες κατέσπωντε καὶ πελέκεσιν ἐξέκοψαν τὸν ἀετὸν πολλῶν ἐν τῷ ἱερῷ διατριβόντων.
17.156καὶ στρατηγὸς τοῦ βασιλέως, ἀγγέλλεται γὰρ ἐπιχείρησις πρὸς αὐτόν, ἀπὸ μείζονος διανοίας ἐπράσσετο ὑπολαβὼν ἄνεισι χεῖρα πολλὴν ἀγόμενος, ὁπόσοι ἀνθέξοιεν τῷ πλήθει τῶν πειρωμένων καθαιρεῖν τὸ ἀνάθημα, ἐπιπεσώντε μὴ προσδεχομένοις, ἀλλ’ὁποῖα ὄχλος φιλεῖ δόξῃ μᾶλλον ἀμαθεῖ προνοίᾳ ἀσφαλεῖ τετολμηκότας, ἀσυντάκτοιςτε καὶ μηδὲν τοῦ ὀνήσοντος προανεσκοπημένοις, τῶντε νέων οὐκ ἐλάσσους τεσσαράκοντα ἀνδρῶν, οἳ θάρσει ἔμενον ἐπιόντα ἐς φυγὴν τοῦ λοιποῦ πλήθους καταστάντος, λαμβάνει καὶ τοὺς εἰσηγητὰς τοῦ τολμήματος Ἰούδαν καὶ Ματθίαν ἄδοξον ἡγουμένους ὑποχωρεῖν τὴν ἔφοδον αὐτοῦ, καὶ ἀνήγαγεν ἐπὶ τὸν βασιλέα.
17.158ἐρομένου δὲ ἐπεὶ ἀφίκοντο ἐπ’αὐτὸν τοῦ βασιλέως, εἰ τολμήσειαν αὐτοῦ τὸ ἀνάθημα καθελεῖν, ἀλλὰ καὶ πεφρόνηταί γε ἡμῖν τὰ φρονηθέντα καὶ πέπρακται τὰ πεπραγμένα μετ’ἀρετῆς ἀνδράσι πρεπωδεστάτης · τοῦτε γὰρ θείου τῇ ἀξιώσει βεβοήθηται ὑφ’ἡμῶν καὶ τοῦ νόμου ἠκρόατο τὸ σῶφρον, θαυμαστόντε οὐδέν, εἰ τῶν σῶν δογμάτων ἀξιωτέρους τετηρῆσθαι ἡγησάμεθα νόμους, οὓς Μωσῆς ὑπαγορεύσει καὶ διδαχῇ τοῦ θεοῦ γραψάμενος κατέλιπεν.
17.159ἡδονῇτε τὸν θάνατον οἴσομεν καὶ τιμωρίαν ἥντινα ἐπιβάλοις διὰ τὸ μὴ ἐπ’ἀδίκοις ἔργοις, ἀλλὰ φιλίᾳ τοῦ εὐσεβοῦς μέλλειν συνείσεσθαι τὸ ἐφομιλῆσον αὐτοῦ.
17.160καὶ οἱ μὲν ταῦτα πάντες ἔλεγον οὐδὲν ἐλλιπεστέρᾳ τῇ τόλμῃ τοῦ λόγου χρώμενοι, θαρσήσαντες τὸ ἔργον πράττειν οὐκ ἀπετράποντο. βασιλεὺς δὲ αὐτοὺς καταδήσας μετέπεμπεν εἰς Ἱεριχοῦντα Ἰουδαίων τοὺς ἐν τέλει, καὶ παραγενομένων ἐξεκλησίασεν εἰς τὸ αὐτὸ θέατρον ἐπὶ κλινιδίου κείμενος ἀδυναμίᾳ τοῦ στῆναι, γωνεῖστωντε ἐφόσον αἵτινες ἦσαν ἐπ’αὐτοὺς γεγονυῖαι ἀνηριθμεῖτο, καὶ τοῦ ναοῦ τὴν κατασκευὴν ὡς μεγάλοις τέλεσι τοῖς αὐτοῦ γένοιτο μὴ δυνηθέντων ἔτεσιν ἑκατὸν εἰκοσιπέντε τῶν Ἀσαμωναίου ἐν οἷς ἐβασίλευον τοιόνδε τι ἐπὶ τιμῇ πρᾶξαι τοῦ θεοῦ, κοσμῆσαι δὲ καὶ ἀναθήμασιν ἀξιολόγοις.
17.163ἀνθ’ὧν ἐλπίδα μὲν αὐτῷ γενέσθαι κἂν μεθὸ θάνοι καταλελείψεσθαι μνήμηντε αὐτοῦ καὶ εὔκλειαν. κατεβόατε ἤδη, διότι μη δὲ ζῶντα ὑβρίζειν ἀπόσχοιντο εἰς αὐτόν, ἀλλ’ἡμέραςτε καὶ ἐν ὄψει τῆς πληθύος ὕβρει χρωμένους ἅψασθαι τῶν ὑπ’αὐτοῦ ἀνακειμένων καὶ καθαίρεσιν ὑβρίζοντάςτε ποιεῖσθαι, λόγῳ μὲν εἰς αὐτόν, ἀλήθειαν δὲ εἴ τις ἐξετάζοι τοῦ γεγονότος ἱεροσυλοῦντας.
17.164οἱ δὲ διὰ τὴν ὠμότητα αὐτοῦ, μὴ δὴ καὶ κατ’αὐτῶν ἐξαγριώσας εἰσπράττοιτο τιμωρίαν, οὔτε γνώμῃ ἔφασαν αὐτὰ πεπρᾶχθαι τῇ αὐτῶν, φαίνεσθαίτε αὐτοῖς οὐκ ἀπηλλαγμένα κολάσεως αὐτὰ εἶναι. δὲ τοῖς μὲν ἄλλοις πραϋτέρως ἔσχεν, Ματθίαν δὲ τὸν ἀρχιερέα παύσας ἱερᾶσθαι ὡς αἴτιον τοῦ μέρους τούτων γεγονότα καθίστα Ἰωάζαρον ἀρχιερέα, ἀδελφὸν γυναικὸς τῆς αὐτοῦ.
17.165ἐπὶ δὲ τοῦ Μαθθίου τούτου ἱερωμένου συμβαίνει καὶ ἕτερον ἀρχιερέα καταστῆναι πρὸς μίαν ἡμέραν, ἣν Ἰουδαῖοι νηστείαν ἄγουσιν.
17.166αἰτία δ’ἐστὶν ἥδε · Ματθίας ἱερώμενος ἐν νυκτὶ τῇ φερούσῃ εἰς ἡμέραν, νηστεία ἐνίστατο, ἔδοξεν ἐν ὀνείρατι ὡμιληκέναι, καὶ διὰ τόδε οὐ δυναμένου ἱερουργεῖν Ἰώσηπος τοῦ Ἐλλήμου συνιεράσατο αὐτῷ συγγενὴς ὤν.
17.167Ἡρώδης δὲ τόντε Ματθίαν ἐπεπαύκει τῆς ἀρχιερωσύνης καὶ τὸν ἕτερον Ματθίαν, ὃς ἐγηγέρκει τὴν στάσιν, καὶ ἄνδρας ἐκ τῶν ἑταίρων αὐτοῦ ἔκαυσεν ζώους. καὶ σελήνη δὲ τῇ αὐτῇ νυκτὶ ἐξέλιπεν.
17.168Ἡρώδῃ δὲ μειζόνως νόσος ἐνεπικραίνετο δίκην ὧν παρανομήσειεν ἐκπρασσομένου τοῦ θεοῦ · πῦρ μὲν γὰρ μαλακὸν ἦν οὐχ ὧδε πολλὴν ἀποσημαῖνον τοῖς ἐπαφωμένοις τὴν φλόγωσιν ὁπόσην τοῖς ἐντὸς προσετίθει τὴν κάκωσιν.
17.169ἐπιθυμία δὲ δεινὴ τοῦ δέξασθαί τι ἀπ’αὐτοῦ, οὐ γὰρ ἦν μὴ οὐχ ὑπουργεῖν, καὶ ἕλκωσις τῶντε ἐντέρων καὶ μάλιστα τοῦ κόλου δειναὶ ἀλγηδόνες, καὶ φλέγμα ὑγρὸν περὶ τοὺς πόδας καὶ διαυγές · παραπλησία δὲ καὶ περὶ τὸ ἦτρον κάκωσις ἦν, ναὶ μὴν καὶ τοῦ αἰδοίου σῆψις σκώληκας ἐμποιοῦσα, πνεύματόςτε ὀρθία ἔντασις καὶ αὐτὴ λίαν ἀηδὴς ἀχθηδόνιτε τῆς ἀποφορᾶς καὶ τῷ πυκνῷ τοῦ ἄσθματος, ἐσπασμένοςτε περὶ πᾶν ἦν μέρος ἰσχὺν οὐχ ὑπομενητὴν προστιθέμενος.
17.170ἐλέγετο οὖν ὑπὸ τῶν θειαζόντων καὶ οἷς ταῦτα προαποφθέγγεσθαι σοφίᾳ πρόκειται, ποινὴν τοῦ πολλοῦ δυσσεβοῦς ταύτην θεὸς εἰσπράσσεσθαι παρὰ τοῦ βασιλέως.
17.171καίπερ δὲ μειζόνως ἀντίσχοι ἄν τις ταλαιπωρούμενος ἐν ἐλπίδι τοῦ ἀνασφαλοῦντος ἦν, ἰατρούςτε μεταπέμπων καὶ ὁπόσα ἀρωγὰ ὑπαγορεύσειαν χρῆσθαι μὴ ἀποτετραμμένος, ποταμόντε περάσας Ἰορδάνην θερμοῖς τοῖς κατὰ Καλλιρρόην αὑτὸν παρεδίδου, ἅπερ σὺν τῇ ἐς πάντα ἀρετῇ καὶ πότιμά ἐστιν · ἔξεισιν δὲ τὸ ὕδωρ τοῦτο εἰς λίμνην τὴν ἀσφαλτοφόρον λεγομένην.
17.172 κἀνταῦθα τοῖς ἰατροῖς δοκῆσαν ὥστε ἀναθάλπειν αὐτόν, καθεθεὶς εἰς πύελον πλέων ἐλαίου δόξαν μεταστάσεως ἐνεποίησεν αὐτοῖς. τῶν δὲ οἰκετῶν οἰμωγῇ χρωμένων περιενεγκὼν καὶ μη δ’ἥντινα ἀμφὶ τοῦ σωθησομένου ἐλπίδα ἔχων τοῖς στρατιώταις ἀνὰ πεντήκοντα δραχμὰς ἑκάστῳ κελεύει νεμηθῆναι ·
17.173πολλὰ δὲ καὶ τοῖς ἡγεμόσιν αὐτῶν καὶ φίλοις τοῖς αὐτοῦ ἐδωρεῖτο. καὶ παρῆν αὖθις ἐπὶ Ἱεριχοῦντος μέλαινάτε αὐτὸν ᾕρει χολὴ ἐπὶ πᾶσιν ἐξαγριαίνουσα, ὥστε δὴ τελευτῶν πρᾶξιν τοιάνδε ἐπινοεῖ ·
17.174ἀφικομένων προστάγματι τῷ αὐτοῦ Ἰουδαίων ἀνδρῶν παντὸς τοῦ ἔθνους ὁποίποτε ἀξιολόγων · πολλοὶ δὲ ἐγένοντο ὡς τοῦ παντὸς ἔθνους κατακεκλημένου καὶ πάντων ἀκροασαμένων τοῦ διατάγματος, εἰς γὰρ θάνατον ἦν ἀνακείμενα τοῖς ἀλογήσασι τῶν ἐπιστολῶν ἐμμαινομένου πᾶσιν τοῦ βασιλέως ὁμοίως τοῖςτε ἀναιτίοις καὶ παρεσχηκόσιν αἰτίαν ·
17.175συγκλείσας αὐτοὺς πάντας ἐν τῷ ἱπποδρόμῳ τήντε ἀδελφὴν αὐτοῦ Σαλώμην καὶ τὸν ἄνδρα αὐτῆς Ἀλεξᾶν μεταπέμψας τεθνήξεσθαι μὲν οὐ πόρρω ἔλεγεν ἐπὶ τοσόνδε τῶν ἀλγηδόνων αὐτὸν περιεπουσῶν · καὶ τόδε μὲν οἰστόντε καὶ πᾶσι φίλον παρατυγχάνειν, τὸ δὲ ὀλοφυρμῶντε ἄπορον καὶ πένθους ἐνδεᾶ ὁποῖον ἐπὶ βασιλεῖ πράσσοιτο ἂν μάλιστα αὐτῷ λυπηρὸν εἶναι ·
17.176οὐ γὰρ ἀποσκοποῦν τὴν Ἰουδαίων διάνοιαν, ὡς εὐκτὸς αὐτοῖς καὶ πάνυ κεχαρισμένος θάνατος αὐτοῦ διὰ τὸ καὶ ζῶντος ἐπὶ ἀποστάσει ἐπείγεσθαι καὶ ὕβρει τῶν ὑπ’αὐτοῦ προτιθεμένων ·
17.177ἔργον δ’ἄρα ἐκείνων εἶναι κούφισίν τινα αὐτῷ ψηφίσασθαι τοῦ ἐπὶ τοιοῖσδε ἀλγεινοῦ · τὰ αὐτὰ γὰρ δὴ φρονῆσαι δόξῃ τῇ αὐτοῦ μὴ ἀπειπαμένων μέγαντε αὐτοῦ τὸν ἐπιτάφιον γενέσθαι καὶ ὁποῖος οὐ δ’ἄλλοις βασιλέων καὶ πένθος διὰ τοῦ ἔθνους ἅπαντος ἐκ ψυχῆς ὀλοφυραμένων ἐπὶ παιδιᾷ καὶ γέλωτι αὐτοῦ.
17.178ἐπὰν οὖν θεάσωνται τὴν ψυχὴν ἀφέντα αὐτόν, περιστήσαντας τῷ ἱπποδρόμῳ τὸ στρατιωτικὸν ἀγνοοῦν ἔτι τὸν θάνατον αὐτοῦ, μὴ γὰρ πρότερον εἰς τοὺς πολλοὺς ἐξενεγκεῖν τάδε πρᾶξαι κελεύειν, ἀκοντίσαι τοὺς ἐγκαθειργμένους, καὶ πάντας τοῦτον ἀνελόντας τὸν τρόπον διχόθεν αὐτὸν οὐχ ἁμαρτήσαντας τοῦ εὐφρανοῦντος, κυρώσειτε ὧν ἐπιστείλειεν αὐτοῖς μέλλων τελευτᾶν καὶ τῷ πένθει ἀξιολόγῳ τετιμῆσθαι.
17.179καὶ μὲν μετὰ δακρύων ποτνιώμενος καὶ τοῦ συγγενοῦς τὴν εὔνοιαν καὶ πίστιν τοῦ θείου προσκαλῶν ἐπέσκηπτε μὴ ἠτιμῶσθαι ἀξιῶν, κἀκεῖνοι ὡμολόγουν οὐ παραβήσεσθαι.
17.180κατανοήσειεν δ’ἄν τις τὴν διάνοιαν τοῦ ἀνθρώπου καὶ ὅτῳ τὰ πρότερα ἤρεσκεν ὡς ὑπὸ τοῦ φιλοζωεῖν πράξειε τὰ εἰς τοὺς συγγενεῖς πεπραγμένα, ἐκ γοῦν τῶν ἄρτι ἐπιστολῶν οὐδὲν ἀνθρώπειον εἰσφερομένην, εἴγε καὶ ἀπιὼν τοῦ βίου πρόνοιαν εἶχεν, ὡς ἐν πένθει καὶ ἐρημίᾳ τῶν φιλτάτων τὸ πᾶν καταστήσειεν ἔθνος, ἕνα ἀπὸ ἑκάστου οἴκου κελεύων μεταχειρίσαι μηδὲν ἄδικον μήτε εἰς αὐτὸν δεδρακότας μήτε ἐφ’ἑτέροις ἐγκλήμασιν κατηγορίας αὐτῶν γενομένης, εἰωθότων οἷς προσποίησις ἀρετῆς καὶ πρὸς τοὺς δίκῃ ἐχθροὺς γεγονότας ἐν τοιοῖσδε καιροῖς τὰ μίση κατατίθεσθαι.
17.182ταῦτα δὲ ἐπιστέλλοντος αὐτοῦ πρὸς τοὺς συγγενεῖς γράμματα παρῆν ὑπὸ τῶν εἰς Ῥώμην πρέσβεων ἀπεσταλμένων πρὸς Καίσαρα. καὶ ἀναγνωσθέντων τὸ κεφάλαιον ἦν, ὡς τῆςτε Ἀκμῆς ὀργῇ τῇ Καίσαρος ἀνῃρημένης ἐφ’οἷς Ἀντιπάτρῳ συγκακουργήσειεν, αὐτόντε Ἀντίπατρον ὡς ἐπὶ γνώμῃ τῇ ἐκείνου ποιοῖτο ὡς πατρὸς καὶ βασιλέως, εἴτε φυγάδα ἐλαύνειν ἐθελήσειεν, εἴτε καὶ κτιννύειν.
17.183τούτων ἀκροώμενος Ἡρώδης βραχὺ μὲν ἀνήνεγκεν ἡδονῇ τῶν γεγραμμένων θανάτῳτε τῆς Ἀκμῆς ἐπαιρόμενος καὶ ἐξουσίᾳ τῆς ἐπὶ τῷ παιδὶ τιμωρίας, περιουσῶν δὲ εἰς μέγα τῶν ἀλγηδόνων παρίετο τεταλαιπωρημένος σιτίων · καὶ ᾔτησε μῆλον καὶ μαχαίριον · ἦν γὰρ ἐν ἔθει καὶ πρότερον αὐτῷ περιλέψαντι αὐτὸ δι’αὐτοῦ καὶ κατ’ὀλίγον τεμόντι ἐσθίειν.
17.184λαβὼν δὲ καὶ περισκεψάμενος γνώμην εἶχεν παίσων ἑαυτόν, κἂν ἐπεπράχει μὴ φθάσαντος αὐτοῦ καταλαβεῖν τὴν δεξιὰν Ἀχιάβου · ἀνεψιὸς ἦν αὐτοῦ. καὶ μέγα ἀνακραγόντος οἰμωγήτε αὖθις ἀνὰ τὸ βασίλειον ἦν καὶ θόρυβος μέγας ὡς οἰχομένου τοῦ βασιλέως.
17.185καὶ Ἀντίπατρος, πιστεύει γὰρ τέλος ἀληθῶς τὸν πατέρα ἔχειν, θάρσειτε ἐχρῆτο ἐπὶ τοῖς λόγοις ὅλος ὡς ἤδη τῶν δεσμῶν ἀφησόμενος καὶ τὴν βασιλείαν ἀκονιτὶ δεξόμενος εἰς χεῖρας, καὶ τῷ εἱρκτοφύλακι περὶ ἀφέσεως ἦν αὐτοῦ διάλογος μεγάλα ὑπισχνουμένου εἰς τὸ παρὸν καὶ ταὖθις, ὡς ἂν περὶ τοιῶνδε τοῦ ἀγῶνος ἐνεστηκότος.
17.186 δὲ οὐ μόνον ἀπειθὴς ἦν πράσσειν ἐφ’οἷς ἠξίου Ἀντίπατρος, ἀλλὰ καὶ τῷ βασιλεῖ ἀποσημαίνει διάνοιαν τὴν ἐκείνου πολλῇ καὶ προσεισφορᾷ παρ’αὑτοῦ χρώμενος.
17.187 δὲ Ἡρώδης καὶ πρότερον οὐχ ἡσσώμενος οὐ δ’εὐνοίᾳ τοῦ υἱέος ἐπεὶ ἤκουσε τοῦ εἱρκτοφύλακος ταῦτα εἰρηκότος, ἀνεβόησέντε ἀνατυψάμενος τὴν κεφαλὴν καίπερ ἐν τῷ ὑστάτῳ ὢν καὶ ἐπὶ τὸν ἀγκῶνα περιάρας ἑαυτὸν κελεύει πέμψας τινὰ τῶν δορυφόρων μηδὲν εἰς ἀναβολὰς ἀλλ’ἐκ τοῦ ὀξέος κτείνασιν αὐτὸν ἐν Ὑρκανίᾳ ταφὰς ἀσήμους ποιεῖσθαι.
17.188τὰς δὲ διαθήκας αὖθις μετέγραφεν μεταβολῆς αὐτῷ περὶ τὴν διάνοιαν γενομένης, Ἀντίπαν μέν, τὴν βασιλείαν καταλελοίπει, τετράρχην καθιστὰς Γαλιλαίαςτε καὶ Περαίας, Ἀρχελάῳ δὲ τὴν βασιλείαν χαριζόμενος, τὴν δὲ Γαυλωνῖτιν καὶ Τραχωνῖτιν καὶ Βαταναίαν καὶ Πανιάδα Φιλίππῳ παιδὶ μὲν τῷ αὐτοῦ Ἀρχελάου δὲ ἀδελφῷ γνησίῳ τετραρχίαν εἶναι, Ἰάμνειαν δὲ καὶ Ἄζωτον καὶ Φασαηλίδα Σαλώμῃ τῇ ἀδελφῇ κατανέμει καὶ ἀργυρίου ἐπισήμου μυριάδας πεντήκοντα.
17.190προυνόησε δὲ καὶ τῶν λοιπῶν, ὁπόσοι συγγενεῖς ἦσαν αὐτῷ, χρημάτωντε δόσεσι καὶ προσόδων ἀναφοραῖς ἑκάστους ἐν εὐπορίᾳ καθιστάμενος. Καίσαρι δὲ ἀργυρίου μὲν ἐπισήμου μυριάδας χιλίας, χωρὶς δὲ σκεύη τὰ μὲν χρυσοῦ τὰ δ’ἀργύρου καὶ ἐσθῆτα πάνυ πολλοῦ τέλους, Ἰουλίᾳ δὲ τῇ Καίσαρος γυναικὶ καί τισιν ἑτέροις πεντακοσίας μυριάδας.
17.191ταῦτα πράξας ἡμέρᾳ πέμπτῃ μεθ’ Ἀντίπατρον κτείνει τὸν υἱὸν τελευτᾷ, βασιλεύσας μεθ’ μὲν ἀνεῖλεν Ἀντίγονον ἔτη τέσσαρα καὶ τριάκοντα, μεθ’ δὲ ὑπὸ Ῥωμαίων ἀπεδέδεικτο ἑπτὰ καὶ τριάκοντα, ἀνὴρ ὠμὸς εἰς πάντας ὁμοίως καὶ ὀργῆς μὲν ἥσσων κρείσσων δὲ τοῦ δικαίου, τύχῃ δὲ εἰ καί τις ἕτερος κεχρημένος εὐμενεῖ.
17.192ἔκτε γὰρ ἰδιώτου βασιλεὺς καταστὰς καὶ κινδύνοις περιστοιχιζόμενος μυρίοις πάντων ποιεῖται διάδρασιν καὶ τοῦ ζῆν ἐπὶ μήκιστον ἐξίκετο. ὁπόσα δὲ τὰ κατ’οἶκον περὶ υἱεῖς τοὺς αὐτοῦ, ὅσα μὲν γνώμῃ τῇ ἐκείνου καὶ πάνυ δεξιᾷ κεχρημένος διὰ τὸ κρίνας ἐχθροὺς κρατεῖν οὐχ ὑστερῆσαι, δοκεῖν δ’ἐμοὶ καὶ πάνυ δυστυχής.
17.193Σαλώμη δὲ καὶ Ἀλεξᾶς πρὶν ἔκπυστον γενέσθαι τὸν θάνατον τοῦ βασιλέως τοὺς ἐπὶ τὸν ἱππόδρομον κατακεκλημένους ἐκπέμπονται ἐπὶ τὰ αὐτῶν, φάμενοι βασιλέα κελεύειν ἀπιοῦσιν αὐτοῖς ἐπὶ τοὺς ἀγροὺς νέμεσθαι τὰ οἰκεῖα, πράσσεταίτε αὐτοῖς ἥδε εὐεργεσία μεγίστη εἰς τὸ ἔθνος.
17.194ἐφανεροῦτο δ’ἤδη θάνατος τοῦ βασιλέως, καὶ Σαλώμη καὶ Ἀλεξᾶς συναγαγόντες τὸ στρατιωτικὸν εἰς τὸ ἀμφιθέατρον τὸ ἐν Ἱεριχοῦντι πρῶτον μὲν ἐπιστολὴν ἀνέγνωσαν πρὸς τοὺς στρατιώτας γεγραμμένην ἐπὶ πίστεως εὐχαριστίᾳ καὶ εὐνοίας τῆς εἰς αὐτὸν καὶ παρακλήσει τῶν ὁμοίων παροκωχῆς Ἀρχελάῳ τῷ παιδὶ αὐτοῦ, ὃν βασιλέα καθίσταιτο.
17.195εἶτα μέντοι Πτολεμαῖος τὸν σημαντῆρα τοῦ βασιλέως πεπιστευμένος τὰς διαθήκας ἀνέλεγεν, αἳ λήψεσθαι κύρωσιν οὐκ ἄλλως ἔμελλον Καίσαρος ἐντυχόντος αὐταῖς. βοὴ οὖν εὐθὺς ἦν ἐκτιμώντων Ἀρχέλαον βασιλέα, καὶ οἱ στρατιῶται κατὰ στίφητε αὐτοὶ καὶ οἱ ἡγεμόνες εὔνοιάντε ὑπισχνοῦνται καὶ προθυμίαν τὴν αὐτῶν καὶ συλλήπτορα τὸν θεὸν παρεκάλουν.
17.196ἐντεῦθεν δὲ τάφον ἡτοίμαζον τῷ βασιλεῖ μελῆσαν Ἀρχελάῳ πολυτελεστάτην γενέσθαι τὴν ἐκκομιδὴν τοῦ πατρὸς καὶ πάντα τὸν κόσμον προκομίσαντος εἰς συμπομπεύσειε τῷ νεκρῷ.
17.197ἐφέρετο δὲ ἐπὶ κλίνης χρυσέας λίθοις πολυτελέσιν καὶ ποικίλοις διαπεπασμένης, στρωμνήτε ἦν ἁλουργὴς καὶ ἠμπέσχετο πορφυρίσιν νεκρὸς διαδήματι ἠσκημένος ὑπερκειμένου στεφάνου χρυσέου σκῆπτρόντε τῇ δεξιᾷ παρακείμενον.
17.198περίτε τὴν κλίνην οἵτε υἱεῖς καὶ τὸ πλῆθος ἦν τῶν συγγενῶν, ἐπὶ δὲ τούτοις τὸ στρατιωτικὸν κατὰ οἰκεῖα ἔθνη προσηγορίας διέκειντο αὐτοῖς νεμηθέντες, πρῶτοι μὲν οἱ δορυφόροι, μετὰ δὲ τὸ Θρᾴκιον, ἐπὶ δὲ τούτοις ὁπόσοι Γερμανῶν, καὶ τὸ Γαλατικὸν μετ’αὐτούς, ἐν τῷ κόσμῳ πάντες τῷ πολεμιστηρίῳ.
17.199τούτων δὲ κατόπιν ἤδη πᾶς στρατὸς ὥσπερ ἐς πόλεμον ἐξοδεύοντες ὑπὸ λοχαγῶν ἀγόμενοι καὶ τοῖς ταξιαρχοῦσιν αὐτῶν. τούτοις ἐπετετάχατο πεντακόσιοι τῶν οἰκετῶν ἀρωματοφόροι. ᾔεσαν δὲ ἐπὶ Ἡρωδίου στάδια ὀκτώ · τῇδε γὰρ αὐτῷ ἐγένοντο αἱ ταφαὶ κελεύσματι τῷ αὐτοῦ. Ἡρώδης μὲν δὴ τοῦτον ἐτελεύτα τὸν τρόπον.
17.200Ἀρχέλαος δὲ ἐπὶ μὲν ἑβδόμην ἡμέραν πένθος τὸ ἐπὶ τῷ πατρὶ τιμῶν διετέλει · τόσας γὰρ διαγορεύει τὸ νόμιμον τοῦ πατρίου. ἑστιάσας δὲ τοὺς ὁμίλους καὶ καταλύσας τὸ πένθος ἄνεισιν εἰς τὸ ἱερόν. ἦσάντε εὐφημίαι καὶ ἔπαινοι καθ’οὕστινας ἴοι ἑκάστων τὰ πρὸς ἀλλήλους φιλοτιμουμένων εἰς τὸ δοκεῖν μείζοσι χρῆσθαι ταῖς εὐφημίαις.
17.201 δὲ ἐπὶ ὑψηλὸν βῆμα πεποιημένον ἀνελθὼν καὶ ἱδρυθεὶς εἰς θρόνον χρυσοῦν ἀντεδεξιοῦτο τοὺς ὁμίλους χάρματι τῶν εὐφημιῶν τὴν εὔνοιαν αὐτῶν ἡδονῇ φέρων, χάριντε ὡμολόγει, διότι μηδὲν αὐτῷ μνησικακοῖεν ἀνθ’ὧν πατὴρ εἰς αὐτοὺς ὑβρίσειεν καὶ πειράσεσθαι μὴ ἐλλείψειν ἀμειβόμενον τὸ πρόθυμον αὐτῶν.
17.202ἄρτι μέντοι φειδὼ ποιεῖσθαι τοῦ βασιλείου ὀνόματος, τετιμῆσθαι γὰρ αὐτὸν τῇ ἀξιώσει ὅπερ βεβαίως Καῖσαρ ἐπικυρώσειε τὰς διαθήκας, αἳ ὑπὸ τοῦ πατρὸς ἐγράφησαν αὐτοῦ · δι’ἣν αἰτίαν οὐ δὲ τοῦ στρατεύματος ἐν Ἱεριχοῦντι τὸ διάδημα αὐτῷ περιθέσθαι προθυμουμένου δέξασθαι τὸ περιμάχητον τῆς ἐνθένδε τιμῆς διὰ τὸ μηδέπω τὸν κυρίως ἀποδώσοντα φανερὸν εἶναι παρασχόμενον.
17.203περιιόντων μέν γε εἰς αὐτὸν τῶν πραγμάτων οὐ λείψειν ἀρετῆς τοῦ ἀμειψομένου τὴν εὔνοιαν αὐτῶν · σπουδάσειν γὰρ ἐν πᾶσιν τὰ πρὸς αὐτοὺς φανεῖσθαι τοῦ πατρὸς ἀμείνων τὰ πάντα.
17.204οἱ δὲ οἷον ὄχλος εἴωθεν, φιλεῖν οἰόμενοι τὰς πρώτας εἶναι τῶν ἡμερῶν τὰς διανοίας ἐμφανίζειν τῶν παριόντων ἐπὶ τοιάσδε ἀρχάς, ὅσῳ πρᾴως καὶ θεραπευτικῶς Ἀρχέλαος διελέγετο αὐτοῖς, τοσῷδε μειζόνωςτε ἐχρῶντο τοῖς ἐπαίνοις καὶ κατὰ αἰτήσεις δωρεῶν ἐτετράφατο, οἱ μὲν εἰσφορὰς ἃς ἐνιαυσίους φέροιεν ἐπικουφίζειν βοῇ χρώμενοι, οἱ δὲ αὖ δεσμωτῶν, οἳ ὑφ’Ἡρώδου ἐδέδεντο, πολλοὶ δὲ ἦσαν κἀκ πολλῶν χρόνων, ἀπόλυσιν.
17.205εἰσὶν δὲ οἳ ἄρσεις τῶν τελῶν ἐπὶ πράσεσιν ὠναῖς ἐπεβάλλετο πρασσόμενα πικρῶς ᾐτοῦντο. ἀντέλεγέντε οὐδαμῶς Ἀρχέλαος ἐπειρᾶτο ὁμίλους σπουδαῖος ὢν ποιεῖν πάντα διὰ τὸ νομίζειν μέγα πρᾶγμα εἰς τήρησιν τῆς ἀρχῆς γενήσεσθαι τὴν εὔνοιαν αὐτῷ τῆς πληθύος. ἐντεῦθεν δὲ θύσας τῷ θεῷ κατ’εὐωχίαν τρέπεται μετὰ τῶν φίλων.
17.206ἐν τούτῳ δέ τινες τῶν Ἰουδαίων συνελθόντες νεωτέρων ἐπιθυμίᾳ πραγμάτων Ματθίαν καὶ τοὺς σὺν αὐτῷ ὑφ’Ἡρώδου ἀποθανόντας, οἳ παραχρῆμα τῆς εἰς τὸ πενθεῖσθαι τιμῆς φόβῳ τῷ ἐκείνου ἀπεστέρηντο, ἦσαν δὲ οἱ τῶν ἐπὶ καθαιρέσει τοῦ χρυσοῦ ἀετοῦ δεδικαιωμένων, ἐπὶ μέγατε τῇ βοῇ καὶ οἰμωγῇ χρώμενοι καί τινα ὡς κούφισιν φέροντα τοῖς τεθνεῶσιν ἀπερρίπτουν εἰς τὸν βασιλέα.
17.207συνόδουτε αὐτοῖς γενομένης ἠξίουν τιμωρίαν αὐτοῖς ὑπ’Ἀρχελάου γενέσθαι κολάσεσιν τῶν ὑπὸ Ἡρώδου τιμωμένων, καὶ πάντων γε καὶ πρῶτον καὶ ἐκδηλότατα τὸν ὑπ’αὐτοῦ ἀρχιερέα καθεστῶτα παύσαντα νομιμώτερόντε ἅμα καὶ καθαρὸν ἀρχιερᾶσθαι ἄνδρα αἱρεῖσθαι.
17.208τούτοις Ἀρχέλαος καίπερ δεινῶς φέρων ἐπένευεν τὴν ὁρμὴν αὐτῶν διὰ τὴν ἐπὶ Ῥώμης ὁδὸν ἀνύεσθαι προκείμενον αὐτῷ τάχος ἐπὶ περισκοπήσει τῶν δοξάντων Καίσαρι.
17.209πέμψας δὲ τὸν στρατηγὸν πειθοῖ χρῆσθαι, καὶ τῆς ἐπὶ τοιούτοις μωρίας ἀποστάντας σκοπεῖν, θάνατόντε, ὃς τοῖς φίλοις αὐτῶν συνέλθοι, μετὰ νόμων γεγονότα, καὶ τὰς αἰτήσεις ὡς ἐπὶ μέγα τοῦ ὑβρίζειν προΐοιεν, τούςτε καιροὺς οὐκ ἐν τοιοῖσδε εἶναι, μᾶλλον δὲ τοῦ ὁμονοεῖν ἕως καταστησάμενος τὴν ἀρχὴν ἐπινεύσει τῇ Καίσαρος ἀφίκοιτο ὡς αὐτούς · τότε γὰρ κοινῇ βουλεύσειν περὶ ὧν ἀξιοῖεν σὺν αὐτοῖς · ἄρτι δὲ ἀνέχειν, μὴ καὶ στασιάζειν δοκοῖεν.
17.210καὶ μὲν ταῦτα ὑπειπὼν καὶ διδάξας τὸν στρατηγὸν ἐκπέμπει πρὸς αὐτούς. οἱ δὲ βοῶντες λέγειντε οὐκ εἴων καὶ εἰς κίνδυνον τοῦ ἀπολουμένου ἐκεῖνόντε καθίστασαν καὶ τῶν ἄλλων ὅστις γε ἐπὶ σωφρονισμῷ καὶ ἀποτροπῇ τοῦ μὴ τοιῶνδε ὀριγνᾶσθαι τολμήσειν φθέγξασθαι φανερὸς ἦν διὰ τὸ πάντα βουλήσει τῇ αὐτῶν μᾶλλον ἐξουσίᾳ τῶν ἐφεστηκότων συγχωρεῖν, δεινὸν ἡγούμενοι, εἰ ζῶντόςτε Ἡρώδου στερηθεῖεν τῶν φιλτάτων καὶ τελευτῆς αὐτῷ γενομένης τιμωριῶν τῶν ἐπ’αὐτοῖς, ὠργηκότες ταῖς γνώμαις καὶ νόμιμόντε καὶ δίκαιον ἡγούμενοι τι μελλήσοι ἡδονὴν αὐτοῖς φέρειν, κίνδυνον δὲ τὸν ἀπ’αὐτοῦ προϊδέσθαιτε ἀμαθεῖς καὶ εἴ τῳ ὑποπτευθείη, ὑπερβολῆς αὐτῷ γενομένης τῆς παραχρῆμα ἡδονῆς ἐκ τοῦ τιμωρήσασθαι τοὺς ἐχθίστους δοκοῦντας αὐτοῖς.
17.212πολλῶν δὲ ὑπὸ Ἀρχελάου πεμπομένων, οἳ διαλέξοιντο αὐτοῖς, τῶντε ἐνεστώτων μὲν ὑπ’ἐκείνου γνώμῃ δὲ τῇ αὐτῶν δοκεῖν παριόντων, ὅπως εἰς τὸ πραΰτερον καταστήσονται αὐτούς, οὐδενὸς ἠνείχοντο εἰπεῖν ἀνάστασίςτε ἦν δεύειν ὀργῇ χρωμένων, φανεροίτε ἦσαν ἐπὶ μέγα αὐξήσοντες τὴν στάσιν πλήθους ἐπισυρρυέντος αὐτοῖς.
17.213ἐνστάσης δὲ κατὰ τόνδε τὸν καιρὸν ἑορτῆς, ἐν Ἰουδαίοις ἄζυμα προτίθεσθαι πάτριον · φάσκα δ’ ἑορτὴ καλεῖται ὑπόμνημα οὖσα τῆς ἐξ Αἰγύπτου ἀπάρσεως αὐτῶν γενομένης, καὶ θύουσιν αὐτὴν προθύμως πλῆθόςτε ἱερείων ὡς οὐκ ἐν ἄλλῃ κατακόπτειν ἐστὶν αὐτοῖς νόμιμον ·
17.214κάτεισιν δὲ πληθὺς ἀναρίθμητος ἐκ τῆς χώρας ἤδη δὲ καὶ ἐκ τῆς ὑπερορίας ἐπὶ θρησκείᾳ τοῦ θεοῦ, καὶ οἱ νεωτερισταὶ τοὺς περὶ τὸν Ἰούδαντε καὶ Ματθίαν ἐξηγητὰς τῶν νόμων ὀδυρόμενοι συστάντες ἐν τῷ ἱερῷ τροφῆς ηὐποροῦντο τοῖς στασιασταῖς οὐκ ὂν ἐν αἰσχύνῃ μεταιτεῖν αὐτούς.
17.215καὶ δείσας Ἀρχέλαος, μὴ καί τι δεινὸν βλαστήσειεν αὐτῶν τῇ ἀπονοίᾳ, πέμπει σπεῖράντε ὁπλιτῶν χιλίαρχόντε τὴν ὁρμὴν τῶν ἐνεστηκότων πρότερον τὸν πάντα ὅμιλον τοῦ μανιώδους αὐτῶν πλέω καταστῆναι, καὶ εἴ τινες διάδηλοι πολὺ τῶν ἄλλων καθίσταιντο προθυμίᾳ τοῦ στασιάζειν ἐπ’αὐτὸν ἀγαγεῖν.
17.216ἐπὶ τούτῳ οἱ στασιῶται τῶν ἐξηγητῶν καὶ τὸ πλῆθος ἐξηγρίωσε βοῇ καὶ διακελευσμῷ χρώμενοι ὥρμησάντε ἐπὶ τοὺς στρατιώτας καὶ περιστάντες λεύουσιν τοὺς πλείστους αὐτῶν. ὀλίγοι δέ τινες καὶ χιλίαρχος τραυματίαι διέφυγον. καὶ τοῖς μὲν ταῦτα πράξασιν διὰ χειρῶν αὖθις θυσία ἦν ·
17.217Ἀρχελάῳ δὲ ἄπορον ἐδόκει σώζεσθαι τὰ πάντα μὴ οὐκ ἀνακόψειν τὴν ἐπὶ τοιοῖσδε ὁρμὴν τῆς πληθύος, ἐκπέμπει δὲ πᾶν τὸ στρατόπεδον οἳ τούςτε αὐτόθι ἐσκηνωκότας κωλύοιεν τοῖς κατὰ τὸ ἱερὸν βοηθεῖν καὶ τοὺς ἐκπίπτοντας ὑπὸ τῶν πεζῶν δέχοιντο ἀντειλῆφθαι τἀσφαλοῦς ἤδη πεπιστευκότας.
17.218καὶ εἰς μὲν τρισχιλίους ἄνδρας ἔκτειναν οἱ ἱππεῖς · τὸ δὲ λοιπὸν ᾤχετο ἐπὶ ὄρη τὰ πλησίον ἰόντες. ἐκήρυσσε δ’Ἀρχέλαος ἀναχωρεῖν ἐπὶ τὰ αὑτῶν πᾶσιν. οἱ δὲ ἀπῄεσαν τὴν ἑορτὴν καταλιπόντες φόβῳ κακοῦ μείζονος καίπερ θρασεῖς ὄντες διὰ τὸ ἀπαίδευτον.
17.219Ἀρχέλαος δ’ἐπὶ θαλάσσης κατῄει μετὰ τῆς μητρὸς Νικόλαον καὶ Πτολεμαῖον καὶ Πτόλλαν τῶν φίλων ἐπαγόμενος, Φιλίππῳ τἀδελφῷ τὰ πάντα ἐφεὶς καθίστασθαι τοῦ οἴκου καὶ τῆς ἀρχῆς.
17.220συνεξῄει δ’αὐτῷ καὶ Σαλώμη Ἡρώδου ἀδελφὴ γενεὰν ἀγομένη τὴν αὐτῆς, πολλοίτε τῶν συγγενῶν, λόγῳ μὲν ὡς συναγωνιούμενοι τῷ Ἀρχελάῳ ἐπὶ κτήσει τῆς βασιλείας, ἔργῳ δὲ ἀντιπράξοντες καὶ μάλιστα περὶ τῶν πεπραγμένων ἐν τῷ ἱερῷ ποιησόμενοι καταβοάς.
17.221ὑπαντιάζει δ’ἐν Καισαρείᾳ τὸν Ἀρχέλαον Σαβῖνος Καίσαρος ἐπίτροπος τῶν ἐν Συρίᾳ πραγμάτων εἰς Ἰουδαίαν ὡρμημένος ἐπὶ φυλακῇ τῶν Ἡρώδου χρημάτων. καὶ αὐτὸν τῆς ἐπὶ τοῖσδε ὁρμῆς ἔσχεν Οὔαρος παρελθών · διὰ γὰρ Πτολεμαίου μετάπεμπτος ὑπ’Ἀρχελάου παρῆν.
17.222καὶ Οὐάρῳ Σαβῖνος χαριζόμενος οὔτε τὰς ἄκρας, ὅσαι ἐν τοῖς Ἰουδαίοις ἦσαν, παρέλαβεν οὔτε τοὺς θησαυροὺς κατεσημήνατο, εἴα δ’ἔχειν Ἀρχέλαον μέχρι Καίσαρι δόξειέν τι περὶ αὐτῶν, καὶ ἔμενεν ἐν τῇ Καισαρείᾳ τοῦθ’ὑποσχόμενος. ἐπεὶ δ’ἐκπλεῖ μὲν ἐπὶ τῆς Ῥώμης Ἀρχέλαος, Οὐάρῳ δ’ἐπ’Ἀντιοχείας ἐγένοντο κομιδαί, Σαβῖνος ἐπὶ Ἱεροσολύμων χωρήσας παραλαμβάνει τὰ βασίλεια.
17.223μεταπέμψας δὲ τοὺς φρουράρχους καὶ ὁπόσοι διοικηταὶ τῶν πραγμάτων ἦσαν λόγουςτε ἀπαιτεῖν πρόδηλος ἦν καὶ τὰς ἄκρας καθίστατο αὐτῷ δοκοῖ. οὐ μὴν οἱ φύλακες ἐν ὀλίγῳ τὰς Ἀρχελάου ἐπιστολὰς ἐποιοῦντο, ἀλλ’ἔμενον σώζοντες τὰ πάντα προσετέτακτο αὐτοῖς. Καίσαρι δὲ φυλάσσειν ἕκαστ’ἦν προσποίησις αὐτοῖς.
17.224πλεῖ δὲ κατὰ τοῦτον τὸν καιρὸν ἐπὶ Ῥώμης καὶ Ἀντίπας Ἡρώδου μὲν παῖς, ἐπὶ δ’ἀντιποιήσει τῆς ἀρχῆς ὑποσχέσεσι Σαλώμης ἠρμένος ἐπὶ τῷ ἄρχειν καὶ πολὺ δικαιότερον Ἀρχελάου παραλήψεσθαι τὰ πράγματα ἠξιωκὼς τῷ κατὰ τὰς προτέρας διαθήκας βασιλεὺς ἀποπεφάνθαι, ἃς ἀσφαλεστέρας εἶναι τῶν ἐπιγραφεισῶν.
17.225ἐπήγετο δὲ οὗτος τήντε μητέρα καὶ τὸν ἀδελφὸν τὸν Νικολάου Πτολεμαῖον φίλοντε Ἡρώδῃ τιμιώτατον γεγενημένον καὶ αὐτῷ προσκείμενον.
17.226μάλιστα δὲ αὐτὸν ἐνῆγεν ἐπ’ἀντιποιήσει τῆς βασιλείας φρονεῖν Εἰρηναῖος ῥήτωρ ἀνὴρ καὶ δόξῃ δεινότητος τῆς περὶ αὐτῷ τὴν βασιλείαν πεπιστευμένος. διὸ δὴ καὶ τῶν κελευόντων εἴκειν Ἀρχελάῳ πρεσβυτέρῳτε ὄντι κἀν ταῖς ἐπιδιαθήκαις ὑπὸ τοῦ πατρὸς ἐγγεγραμμένῳ βασιλεῖ οὐκ ἠνείχετο.
17.227ἐπεὶ δ’εἰς τὴν Ῥώμην ἀφίκετο, καὶ πάντων τῶν συγγενῶν ἀπόστασις ἦν πρὸς αὐτόν, οὐκ εὐνοίᾳ τῇ ἐκείνου, μίσει δὲ τῷ πρὸς Ἀρχέλαον, μάλιστα μὲν ἐπιθυμοῦντες ἐλευθερίας καὶ ὑπὸ Ῥωμαίων στρατηγῷ τετάχθαι, εἰ δ’ἄρα τι ἀντισταίη, λυσιτελέστερον Ἀρχελάου τὸν Ἀντίπαν λογιζόμενοι, συνέπραττον Ἀντίπᾳ τὴν βασιλείαν. καὶ Σαβῖνος κατηγόρει παρὰ Καίσαρι τοῦ Ἀρχελάου διὰ γραμμάτων.
17.228Καῖσαρ δὲ Ἀρχελάουτε εἰσπέμψαντος ὡς αὐτὸν γράμματα, ἐν οἷς τὰ δικαιώματα προετίθειτε αὐτοῦ καὶ τὴν διαθήκην τοῦ πατρὸς καὶ τοὺς λογισμοὺς τῶν Ἡρώδου χρημάτων σὺν τῷ σημαντῆρι κομίζοντα Πτολεμαῖον, ἐκαραδόκει τὸ μέλλον.
17.229 δὲ ταῦτάτε ἀναγνοὺς τὰ γράμματα καὶ τὰς Οὐάρου καὶ Σαβίνου ἐπιστολὰς ὁπόσατε χρήματα ἦν καὶ τί ἐπ’ἔτος ἐφοίτα καὶ ὅσα Ἀντίπας ἐπ’οἰκειώσει τῆς βασιλείας ἐπεπόμφει γράμματα συνῆγεν ἐπὶ παροκωχῇ γνωμῶν τοὺς φίλους, σὺν οἷς καὶ Γάιον τὸν Ἀγρίππου μὲν καὶ Ἰουλίας τῆς αὐτοῦ θυγατρὸς υἱὸν ποιητὸν δὲ αὐτῷ γεγονότα πρῶτόντε καθεδούμενον παρέλαβε, καὶ κελεύει λέγειν τοῖς βουλομένοις περὶ τῶν ἐνεστηκότων.
17.230καὶ πρῶτος Σαλώμης υἱὸς Ἀντίπατρος δεινότατόςτε ὢν εἰπεῖν καὶ τῷ Ἀρχελάῳ ἐναντιώτατος ἔλεγεν Ἀρχελάῳ παιδιὰν τὸν περὶ τῆς ἀρχῆς εἶναι λόγον ἔργῳ τὴν δύναμιν αὐτῆς πρότερον Καίσαρα συγχωρῆσαι παρειληφότι, ἐπικαλῶν τὰ τετολμημένα ἐπὶ τοῖς ἀπολωλόσι κατὰ τὴν ἑορτήν ·
17.231ὧν καὶ ἀδικούντων ἄλλως ἔσχεν τὴν τιμωρίαν εἰς τοὺς ἔξω χρῆσθαι δυναμένους ἀνακειμένην εἶναι, καὶ μὴ ὑπ’ἀνδρὸς πεπρᾶχθαι, εἰ μὲν βασιλέως, ἀδικοῦντος τὸ Καίσαρος διαγνοίᾳ περὶ αὐτοῦ ἔτι χρώμενον, εἰ δὲ ἰδιώτου, πολὺ χειρόνως, διὰ τὸ μὴ βασιλείας ἀντιποιουμένῳ καλῶς ἂν συγκεχωρῆσθαι, διὰ τὸ Καίσαρα τῆς ἐπ’αὐτοῖς ἐξουσίας ἀφαιρεῖσθαι.
17.232καθήπτετο δὲ αὐτοῦ ἡγεμόνων τινῶν ἐν τῷ στρατιωτικῷ μετάστασιν ἐπικαλῶν καὶ προκάθισιν ἐπὶ θρόνου βασιλείου καὶ δικῶν διάλυσιν ὡς ὑπὸ βασιλέως γενομένην κατανεύσειςτε αἰτήσεων τοῖς δημοσίᾳ αἰτουμένοις καὶ πάντων διάπραξιν, ὧν οὐδὲν ἂν μειζόνως ἐπινοῆσαι καθεσταμένον ὑπὸ τοῦ Καίσαρος εἰς τὴν ἀρχήν.
17.233ἀνετίθει δὲ αὐτῷ καὶ τῶν ἐκ τοῦ ἱπποδρόμου δεσμωτῶν τὴν ἄφεσιν καὶ πολλὰ τὰ μὲν γεγονότα τὰ δὲ καὶ πιστεύεσθαι δυνάμενα διὰ τὸ φύσιν ἔχειν γίνεσθαι ὑπότε νεωτέρων καὶ φιλοτιμίᾳ τοῦ ἄρχειν προλαμβανόντων τὴν ἐξουσίαν, πένθουςτε τοῦ ἐπὶ τῷ πατρὶ ἀμελείας καὶ κωμασμοὺς αὐτονυκτὶ τῇ ἐκείνου τελευτῇ γεγονότας, ἐφ’οἷς δὴ καὶ τὴν πληθὺν ἀρχὴν τοῦ στασιάζειν λαβεῖν, εἰ τοιαῦτα εὐεργετήσαντος αὐτὸ τοῦ πατρὸς καὶ οὕτως μεγάλων ἠξιωκότος τοιοῖσδε ἀμείβεσθαι τὸν νέκυν, ὥσπερ ἐπὶ σκηνῆς δακρύειν μὲν προσποιούμενον τὰς ἡμέρας, ἀπολαύοντα δὲ ἡδονῇ τῇ ἐπὶ τῆς ἀρχῆς ὅσαι νύκτες.
17.235φανεῖσθαίτε καὶ περὶ τὸν Καίσαρα τοιόνδε ὄντα Ἀρχέλαον συγχωροῦντα τὴν βασιλείαν, ὁποῖος γένοιτο καὶ περὶ τὸν πατέρα · χορεύειν γὰρ καὶ ᾄδειν ὥσπερ ἐχθροῦ πεσόντος, ἀλλ’οὐκ ἀνδρὸς οὕτως μὲν συγγενοῦς, τηλικαῦτα δ’εὐεργετεῖν ἐξηγμένου.
17.236δεινότατόντε πάντων ἀπέφηνε τὸ νῦν ἥκειν ἐπὶ Καίσαρος κατανεύσει τῇ ἐκείνου χρησόμενον τῇ βασιλείᾳ πάντων αὐτῷ προπεποιημένων, ὁπόσα γένοιτο ἂν ὑπὸ σοῦ βεβαίως ἤδη τοῦ αὐτοκράτορος παρεσχηκότος πρασσόμενα.
17.237μάλιστα δὲ τὴν σφαγὴν τῶν περὶ τὸ ἱερὸν ἐδείνου τῷ λόγῳ καὶ τὴν δυσσέβειαν, ὡς ἑορτῆςτε ἐνεστηκυίας καὶ ἱερείων ἐν τρόπῳ σφαχθεῖεν ἔνιοι μὲν ξένοι οἱ δὲ ἐγχώριοι, πλησθείη δὲ τὸ ἱερὸν νεκρῶν οὐχ ὑπ’ἀλλοφύλου, ἀλλὰ τοῦ καὶ μετὰ νομίμων ὀνομάτων τῆς βασιλείας ἐφιεμένου τῆς πράξεως, ὅπως δυνηθείη πληρῶσαι τῆς φύσει τυραννίδος τὴν πᾶσιν ἀνθρώποις μεμισημένην ἀδικίαν.
17.238δι’ἣν μη δὲ ὄναρ ποτὲ ἑωρᾶσθαι βασιλείας αὐτῷ τὴν διαδοχὴν ἀρετῇ τοῦ πατρός · ἐπίστασθαι γὰρ αὐτοῦ τὸν τρόπον καί τοι ἐχθρὸν αὐτῷ τῶν διαθηκῶν ἰσχυρότερον Ἀντιπάτρῳ καθίστασθαι · κληθῆναι γὰρ ὑπὸ τοῦ πατρὸς ἐπὶ τὴν βασιλείαν οὐχὶ νοσοῦντος πρὸς τῷ σώματι καὶ τὴν ψυχήν, ἀλλὰ ἀκραιφνεῖ μὲν τῷ λογισμῷ χρωμένου, ἀλκῇ δὲ σώματος τοῖς πράγμασιν ἐφεστηκότος.
17.239εἰ δὲ καὶ πρότερον εἰς αὐτὸν ἐπίσης τοῖς νῦν διατεθεῖσθαι τὸν πατέρα, ἀποπεφάνθαι ποταπὸς ἂν γένοιτο βασιλεὺς τὸν μὲν κύριον παρασχεῖν τὴν βασιλείαν Καίσαρα ἀφῃρημένον τοῦ δοῦναι τὴν ἐξουσίαν, τοὺς δὲ πολίτας ἰδιώτην ὄντα ἀκμὴν σφάζειν ἐν ἱερῷ μὴ ἀποτετραμμένον.
17.240καὶ Ἀντίπατρος μὲν τοιάδε εἰπὼν καὶ μαρτύρων παραστάσεσιν τὰ εἰρημένα κρατυνάμενος πολλοῖς τῶν συγγενῶν παύεται τοῦ λέγειν. ἀνίσταται δὲ Νικόλαος ὑπὲρ Ἀρχελάου καὶ ἔλεγεν τὰ μὲν ἐν τῷ ἱερῷ γνώμῃ τῶν πεπονθότων ἀναθεὶς μᾶλλον ἐξουσίᾳ τῇ Ἀρχελάου · τοὺς γὰρ ἐπὶ τοιοῖσδε ἄρχοντας οὐ μόνον τῷ καθ’αὑτοὺς ὑβρίζοντι εἶναι πονηρούς, ἀλλὰ καὶ τῷ ἀναγκάζοντι εἰς τὴν ἄμυναν τῶν εὐγνωμονεῖν προαιρουμένων.
17.241ὡς δὲ πολέμια ἔδρων λόγῳ μὲν κατ’Ἀρχελάου τὸ δὲ ἀληθὲς εἰς Καίσαρα φανερὸν εἶναι · τοὺς γὰρ ὑβριοῦντας κωλυτὰς παραγενομένους ὑπ’Ἀρχελάου πεπομφότος κτεῖναι ἐπιθεμένους οὔτε τοῦ θεοῦ οὔτε τοῦ νόμου τῆς ἑορτῆς ἐν φροντίδι γενομένους, ὧν Ἀντίπατρον οὐκ αἰσχύνεσθαι ἐκδικητὴν καθιστάμενον ἐπὶ θεραπείᾳ ἔχθρας τῆς αὐτοῦ πρὸς Ἀρχέλαον φύσει τοῦ ἀρετῇ δικαίου.
17.242οἱ παρελθόντες καὶ μὴ πρὸς διανοουμένους ἄρχοντες ἀδίκων ἔργων, οἵδε εἰσὶν οἱ βιαζόμενοι καὶ μὴ θέλοντας τοὺς ἀμυνομένους ἐφ’ὅπλα χωρεῖν.
17.243ἀνετίθει δὲ καὶ τὰ λοιπὰ πᾶσι τοῖς ἐν βουλῇ τῶν κατηγόρων · οὐδὲν γὰρ τι μὴ οὐ μετὰ γνώμης τῆς αὐτῶν γεγενημένον αἰτίᾳ τοῦ ἀδικεῖν ὑπάγεσθαι, οὐ τῇ φύσει τῇ οὕτως αὐτὰ γεγονότα πονηρὰ εἶναι, ἀλλὰ τῷ βλάψειν ἂν δοκεῖν Ἀρχέλαον. τοσήνδε αὐτοῖς εἶναι βουλὴν τοῦ ὑβριοῦντος εἰς ἄνδρα συγγενῆ, καὶ πατρὸς μὲν εὐεργέτου, συνήθη δὲ αὐτοῖς καὶ διὰ παντὸς οἰκείως πεπολιτευμένον.
17.244τάς γε μὴν διαθήκας ὑπότε σωφρονοῦντος γεγράφθαι τοῦ βασιλέως καὶ κυριωτέρας τῶν γεγραμμένων πρότερον διὰ τὸ Καίσαρι δεσπότῃ τῶν ὅλων καταλελεῖφθαι τὴν κρίσιν τῶν ἐν αὐταῖς γεγραμμένων.
17.245μιμήσεσθαίτε οὐδαμῶς Καίσαρα τὴν ὕβριν αὐτῶν, οἳ τῆς Ἡρώδου παντοίως ἀπολαύσαντες παρ’ὃν ἔζη καιρὸν δυνάμεως τὰ πάντα ἐπὶ ὕβρει γνώμης ἐπείγοιντο αὐτοῦ, οὐ δ’αὐτῶν περὶ τὸν συγγενῆ τοιούτων γεγονότων.
17.246οὔκουν Καίσαρά γε ἀνδρὸς ἐπ’αὐτῷ πεποιημένου τὰ πάντα καὶ φίλου καὶ συμμάχου καταλύσειν τὰς διαθήκας ἐπὶ πίστει τῇ αὐτοῦ γεγραμμένας, οὐ δὲ μιμήσεσθαι κακίαν τὴν ἐκείνων τὴν Καίσαρος ἀρετὴν καὶ πίστιν πρὸς ἅπασαν τὴν οἰκουμένην ἀνενδοίαστον γενομένην, καὶ μανίαν καὶ λογισμῶν ἔκστασιν κατακρίνειν ἀνδρὸς βασιλέως, υἱεῖ μὲν ἀγαθῷ τὴν διαδοχὴν καταλελοιπότος, πίστει δὲ τῇ αὐτοῦ προσπεφευγότος ·
17.247οὔτ’ἁμαρτάνειν Ἡρώδην ποτὲ περὶ κρίσιν τοῦ διαδόχου σωφροσύνῃ κεχρημένον ἐπὶ τῇ Καίσαρος γνώμῃ τὰ πάντα ποιεῖσθαι.
17.248καὶ Νικόλαος μὲν τοιάδε διελθὼν καταπαύει τὸν λόγον · Καῖσαρ δὲ Ἀρχέλαον προσπεσόντα αὐτῷ πρὸς τὰ γόνατα φιλοφρόνωςτε ἀνίστη φάμενος ἀξιώτατον εἶναι τῆς βασιλείας πολλήντε ἀπέφαινε τροπὴν γνώμης τῆς αὐτοῦ οὐκ ἄλλα πράξειν, ἀλλ’ὁπόσα αἵτε διαθῆκαι ὑπηγόρευον καὶ Ἀρχελάῳ συνέφερεν.
17.249οὐ μέντοι γε ἐκεκύρωτο οὐδέν, ὡς ἂν ἐχεγγύῳ παραδείγματι χρώμενον ἐπ’ἀδείας Ἀρχέλαον εἶναι. καὶ διαλύσεως τῶν ἀνδρῶν γενομένης ἐσκοπεῖτο καθ’αὑτόν, εἴτε Ἀρχελάῳ τὴν βασιλείαν ἐπικυρωτέον, εἴτε νομὴν αὐτῆς ποιεῖσθαι παντὶ τῷ Ἡρώδου γένει καὶ ταῦτα πάντων πολλῆς ἐπικουρίας δεομένων.
17.250πρότερον δὲ κύρωσίν τινα τούτων γενέσθαι Μαλθάκητε Ἀρχελάου μήτηρ νόσῳ τελευτᾷ καὶ παρὰ Οὐάρου τοῦ Συρίας στρατηγοῦ παρῆν γράμματα τὴν Ἰουδαίων ἀπόστασιν διασαφοῦντα ·
17.251τοῦ γὰρ Ἀρχελάου μετὰ τὸν ἔκπλουν ἐθορυβήθη τὸ πᾶν ἔθνος. καὶ Οὔαρος αὐτὸς ἐπεὶ παρὼν ὡς τοὺς αἰτίους τῆς κινήσεως τιμωρίᾳ περιβαλὼν καὶ τοῦ πολλοῦ τῆς στάσεως ἐπίσχεσιν ποιησάμενος πολλῆς γενομένης ἐπ’Ἀντιοχείας τὴν ἀναζυγὴν ἐποιεῖτο, τάγμα ἓν τῆς στρατιᾶς ἐν Ἱεροσολύμοις λειπόμενος τὴν Ἰουδαίων νεωτεροποιίαν ἐπιστομιοῦντας.
17.252οὐ μὴν ἐπεραίνετό γε οὐδὲν ἐπὶ παύλῃ τοῦ μὴ οὐ στασιάσοντος αὐτῶν. ὅτε γὰρ Οὔαρος ἀπῄει καὶ Σαβῖνος ἐπίτροπος τοῦ Καίσαρος ὑπομείνας αὐτόθι μεγάλως τοὺς στασιώτας κατεπόνει, στρατιᾷτε τῇ καταλελειμμένῃ πιστεύων, ὡς καὶ περιέσοιτο αὐτῶν, καὶ τῷ πλήθει ·
17.253πολλοὺς δὲ ὄντας ὁπλίσας δορυφόροις ἐχρῆτο αὐτοῖς ἐπείγων τοὺς Ἰουδαίους καὶ ἐκταράσσων ἐπὶ ἀποστάσει · τάςτε γὰρ ἄκρας ἐβιάζετο παραλαμβάνειν καὶ τῶν βασιλικῶν χρημάτων ἐπ’ἐρεύνῃ προθύμως ὥρμητο βίᾳ διὰ κέρδη καὶ πλεονεξιῶν ἐπιθυμίας.
17.254ἐνστάσης δὲ τῆς πεντηκοστῆς, ἑορτὴ δὲ ἡμῶν ἐστιν πάτριος τοῦτο κεκλημένη, οὔτι κατὰ τὴν θρησκείαν μόνον παρῆσαν, ἀλλ’ὀργῇ φέροντες τὴν παροινίαν τῆς Σαβίνου ὕβρεως μυριάδες συνηθροίσθησαν ἀνθρώπων καὶ πάνυ πολλαὶ Γαλιλαίωντε καὶ Ἰδουμαίων, Ἱεριχουντίωντε ἦν πληθὺς καὶ ὁπόσοι περάσαντι Ἰορδάνην ποταμὸν οἰκοῦσιν, αὐτῶντε Ἰουδαίων πλῆθος πρὸς πάντας συνειλέχατο καὶ πολὺ προθυμότεροι τῶν ἄλλων ἐπὶ τιμωρίᾳ τῇ Σαβίνου ὡρμήκεσαν.
17.255καὶ τρία μέρη νεμηθέντες ἐπὶ τοσῶνδε στρατοπεδεύονται χωρίων, οἱ μὲν τὸν ἱππόδρομον ἀπολαβόντες, καὶ τῶν δὲ λοιπῶν δύο μερῶν οἱ μὲν τῷ βορείῳ τοῦ ἱεροῦ πρὸς μεσημβρίαν τετραμμένοι, οἱ δὲ ἑῴαν μοῖραν εἶχον, μοῖρα δὲ αὐτῶν τρίτη τὰ πρὸς δυόμενον ἥλιον, ἔνθα καὶ τὸ βασίλειον ἦν. ἐπράσσετο δὲ τὰ πάντα αὐτοῖς ἐπὶ πολιορκίᾳ τῶν Ῥωμαίων ἁπανταχόθεν αὐτοῖς ἀποκεκλεισμένων.
17.256καὶ Σαβῖνος, ἔδεισε γὰρ τότε πλῆθος αὐτῶν καὶ τὰ φρονήματα ἀνδρῶν ἐν ὀλίγῳ τὸ θανεῖν ποιουμένων ὑπὸ τοῦ ἡττᾶσθαι μὴ ἐθέλειν ἐφ’οἷς ἀρετὴν κρίνειαν τὸ νικᾶν, παραχρῆμάτε ὡς τὸν Οὔαρον ἔπεμπε γράμματα καὶ τὸ σύνηθες οὐκ ἀνίει κελεύων ἐκ τοῦ ὀξέος βοηθεῖν, ὡς κινδύνου μεγίστου τὸ ἐγκαταλειφθὲν στράτευμα περιεσχηκότος διὰ τὸ μὴ ἐς μακρὰν ἐλπίζειν κατακοπήσεσθαι ληφθέντας αὐτούς.
17.257αὐτὸς δὲ τοῦ φρουρίου τὸν ὑψηλότατον τῶν πύργων καταλαβόμενος Φασάηλον ἐπὶ τιμῇ τοῦ Ἡρώδου ἀδελφοῦ Φασαήλου ᾠκοδομημένοντε καὶ οὕτως εἰρημένον τελευτῆς ὑπὸ Παρθυαίων αὐτῷ γενομένης, κατέσειε τοῖς Ῥωμαίοις ἐπεξιέναι τοῖς Ἰουδαίοις, αὐτὸς μὲν οὐ δ’εἰς τοὺς φίλους τολμῶν κατιέναι, τοὺς δ’ἄλλους προαποθνήσκειν αὐτοῦ τῆς πλεονεξίας δικαιῶν.
17.258τολμησάντων δ’εἰς τὴν ἔξοδον τῶν Ῥωμαίων μάχη συνῄει καρτερά, καὶ οἱ Ῥωμαῖοι πολλῶν μὲν ἔργων ἐκράτουν, οὐ μὴν τὰ φρονήματά γε τοῖς Ἰουδαίοις ἔκαμνε τῇ ὄψει τοῦ δεινοῦ πολλῶν αὐτοῖς πεπτωκότων, περιοδεύσαντες δ’ἀνίασιν ἐπὶ τὰς στοάς, αἵπερ ἦσαν τοῦ ἱεροῦ τὸν ἔξω περίβολον περιέχουσαι, καὶ πολλοῖς ἀμάχου γενομένης λίθουςτε ἠφίεσαν τοὺς μὲν ἐκ χειρὸς ὑπάραντες, οὓς δὲ σφενδονῶν, ἀθληταὶ τρόπου τοιαύτης μάχης ὄντες.
17.260καὶ οἱ τοξόται πάντες παρατεταγμένοι μεγάλα ἔβλαπτον τοὺς Ῥωμαίους διὰ τὸ ὑπερδέξιοίτε εἶναι καὶ ἐπιχειρεῖσθαι μὲν ἄποροι διὰ τὸ ἀνέφικτον τοῖς εἰσακοντίζειν πειρωμένοις εἶναι, ῥᾴους δὲ κρατεῖσθαι τοὺς πολεμίους ἔχοντες. καὶ πολὺν μὲν χρόνον μάχη συνέστη τοιάδε οὖσα.
17.261ἔπειτα Ῥωμαῖοι δεινῶς φέροντες τοῖς δρωμένοις πῦρ ἐνιᾶσιν ταῖς στοαῖς λαθόντες Ἰουδαίων τοὺς ἀναβεβηκότας ἐπ’αὐταῖς. καὶ τὸ πῦρ ὑπότε πολλῶν προστεθειμένον καὶ μετὰ τῶν ἐγείρειν φλόγα δυναμένων ἥπτετο τοῦ ὀρόφου τάχος.
17.262 δὲ ξύλωσιν παρέχων πίσσηςτε καὶ κηροῦ πλέον ἔτι δὲ χρυσὸν ἐπαληλιμμένον εὐθέως ήκειν, ἔργατε μεγάλα ἐκεῖνα καὶ ἀξιολογώτατα ἠφανίζετο. καὶ τοὺς ὑπὲρ τῶν στοῶν ὄλεθρος οὗτος ἀπροσδόκητος κατέλαβεν · οἱ μὲν γὰρ τοῦ ὀρόφου καταρραγέντος συγκατεφέροντο αὐτῷ, τοὺς δὲ περισταδὸν ἔβαλλον οἱ πολέμιοι ·
17.263πολλοὶ δὲ ἀπορίᾳ σωτηρίαςτε καὶ ἐκπλήξει κακοῦ τοῦ περιεστηκότος, οἱ μὲν εἰς τὸ πῦρ ἵεσαν αὑτούς, οἱ δὲ καὶ τοῖς ξίφεσι χρώμενοι διάδρασιν αὐτοῦ ἐποιοῦντο, ὁπόσοι δὲ εἰς τὸ κατόπιν χωρήσαντες ὁδῷ ἀναβεβήκεσαν ἐσώζοντο, οἱ Ῥωμαῖοι πάντας ἔκτεινον γυμνούςτε ὄντας καὶ τὰ φρονήματα ἐκλελυμένους, οὐδὲν τῆς ἀπονοίας διὰ τὸ ἄνοπλον βοηθεῖν δυναμένης.
17.264ἐσώθητε τῶν ἀνελθόντων ἐπὶ τὸ τέγος οὐ δ’ὁστισοῦν. καὶ οἱ Ῥωμαῖοι διὰ τοῦ πυρὸς παρείκοι ὠσθέντες ἐκράτουν τοῦ θησαυροῦ, καθ’ὃν ἱερὰ ἦν χρήματα. καὶ διεκλάπη μὲν πολλὰ ὑπὸ τῶν στρατιωτῶν, Σαβῖνος δὲ περιεποίησεν εἰς τὸ φανερὸν τετρακόσια τάλαντα.
17.265Ἰουδαίους δὲ ἐλύπει μὲν τὸ πάθος τῶν φίλων, οἳ ἐν τῇδε ἔπεσον τῇ μάχῃ, ἐλύπει δὲ καὶ τῶν ἀναθημάτων ἀφαίρεσις, οὐ μὴν ἀλλ’ὅπερ αὐτῶν ἐτύγχανεν συνεστραμμένον καὶ μαχιμώτατον τούτῳ ἐμπεριέχοντες τὸ βασίλειον ἠπείλουν πῦρτε ἐνήσειν αὐτῷ καὶ πάντας κτείνειν, κελεύοντες τάχος ἀπιέναι καὶ πειθομένοις ὑπισχνούμενοι ἄδειαν καὶ Σαβίνῳ σὺν αὐτοῖς.
17.266καὶ τῶν βασιλικῶν τὸ πλεῖστον ηὐτομολήκεσαν σὺν αὐτοῖς, Ῥοῦφος δὲ καὶ Γρᾶτος τρισχιλίους τὸ μαχιμώτατον τοῦ Ἡρώδου στρατεύματος ἔχοντες ἄνδρας τοῖς σώμασι δραστηρίους Ῥωμαίοις προστίθενται. καί τι καὶ ἱππικὸν ἦν τῶν ὑπὸ τῷ Ῥούφῳ τεταγμένων, καὶ αὐτὸ προσθήκη τῶν Ῥωμαίων ἐγεγόνει.
17.267Ἰουδαίοις δὲ οὐκ ἠμέλητο πολιορκία, ἀλλὰ καὶ τὰ τείχη μετήλλευον καὶ τοῖς μεταβαλλομένοις ἐκέλευον μὴ ἐμποδισταῖς εἶναι τοῦ ἀποληψομένου χρόνῳ παροῦσαν αὐτοῖς ἐλευθερίαν τὴν πάτριον.
17.268Σαβίνῳ μὲν οὖν εὐκτὸν ἀπιέναι μετὰ τῶν στρατιωτῶν, πιστεύειν δ’οὐχ οἷόςτε ἦν διὰ τὰ πεπραγμένα καὶ τὸ λίαν εὔγνωμον τῶν πολεμίων ἐπ’ἀποτροπῇ τοῦ κατασταθησομένου εἶχεν, ἅμα δὲ καὶ τὸν Οὔαρον ἥξειν προσδοκῶν ὑπέμενε τὴν πολιορκίαν.
17.269ἐν τούτῳ δὲ καὶ ἕτερα μυρία θορύβων ἐχόμενα τὴν Ἰουδαίαν κατελάμβανεν πολλῶν πολλαχόσε οἳ κατ’οἰκείων ἐλπίδας κερδῶν καὶ Ἰουδαίων ἔχθρας ἐπὶ τὸ πολεμεῖν ὡρμημένων ·
17.270δισχίλιοι μὲν τῶν ὑφ’Ἡρώδῃ ποτὲ στρατευσαμένων καὶ ἤδη καταλελυκότες ἐν αὐτῇ Ἰουδαίᾳ συστάντες προσεπολέμουν τοῖς βασιλικοῖς ἀντιστατοῦντος αὐτοῖς Ἀχιάβου τοῦ Ἡρώδου ἀνεψιοῦ, καὶ τῶν μὲν πεδίων εἰς τὰ μετέωρα ἀνεωσμένου δι’ἐμπειρίαν τὴν εἰς τὰ πολεμικὰ τῶν ἀνδρῶν, ταῖς δὲ δυσχωρίαις σώζοντος ὁπόσα δυνατά.
17.271Ἰούδας δὲ ἦν Ἐζεκίου τοῦ ἀρχιλῃστοῦ υἱὸς ἐπὶ μέγα δυνηθέντος ὑφ’Ἡρώδου δὲ μεγάλοις ληφθέντος πόνοις. οὗτος οὖν Ἰούδας περὶ Σέπφωριν τῆς Γαλιλαίας συστησάμενος πλῆθος ἀνδρῶν ἀπονενοημένων ἐπιδρομὴν τῷ βασιλείῳ ποιεῖται καὶ ὅπλων κρατήσας ὁπόσα αὐτόθι ἀπέκειτο ὥπλιζε τοὺς περὶ αὐτὸν καὶ ἀποφέρεται χρήματα ὁπόσα κατελήφθη αὐτόθι, φοβερόςτε ἅπασιν ἦν ἄγων καὶ φέρων τοὺς προστυγχάνοντας ἐπιθυμίᾳ μειζόνων πραγμάτων καὶ ζηλώσει βασιλείου τιμῆς, οὐκ ἀρετῆς ἐμπειρίᾳ τοῦ δὲ ὑβρίζειν περιουσίᾳ κτήσεσθαι προσδοκῶν τὸ ἐντεῦθεν γέρας.
17.273ἦν δὲ καὶ Σίμων δοῦλος μὲν Ἡρώδου τοῦ βασιλέως, ἄλλως δὲ ἀνὴρ εὐπρεπὴς καὶ μεγέθει καὶ ῥώμῃ σώματος ἐπὶ μέγα προύχωντε καὶ πεπιστευμένος. οὗτος ἀρθεὶς τῇ ἀκρισίᾳ τῶν πραγμάτων διάδημάτε ἐτόλμησε περιθέσθαι, καί τινος πλήθους συστάντος καὶ αὐτὸς βασιλεὺς ἀναγγελθεὶς μανίᾳ τῇ ἐκείνων καὶ εἶναι ἄξιος ἐλπίσας παρ’ὁντινοῦν τότε ἐν Ἱεριχοῦντι βασίλειον πίμπρησιν δι’ἁρπαγῆς ἄγων τὰ ἐγκατειλημμένα, πολλάςτε καὶ ἄλλας τῶν βασιλικῶν οἰκήσεων πολλαχοῦ τῆς χώρας πῦρ ἐνιεὶς ἠφάνιζεν, τοῖς συνεστηκόσιν λείαν ἄγειν τὰ ἐγκαταλελειμμένα ἐπιτρέπων.
17.275ἐπέπρακτο δ’ἄν τι μεῖζον ὑπ’αὐτοῦ μὴ ταχείας ἐπιστροφῆς γενομένης · γὰρ Γρᾶτος τῶν βασιλικῶν στρατιωτῶν Ῥωμαίοις προστεθειμένος μεθ’ἧς εἶχεν δυνάμεως ὑπαντιάζει τὸν Σίμωνα, καὶ μάχης αὐτοῖς μεγάλης ἐπὶ πολὺ γενομένης τότε πολὺ τῶν Περαίων ἀσύντακτοι ὄντες καὶ τόλμῃ μᾶλλον ἐπιστήμῃ μαχόμενοι ἐφθάρησαν, καὶ αὐτοῦ Σίμωνος διά τινος φάραγγος σώζοντος αὑτὸν Γρᾶτος ἐντυχὼν τὴν κεφαλὴν ἀποτέμνει.
17.277κατεπρήσθη δὲ καὶ τὰ ἐπ’Ἰορδάνῃ ποταμῷ ἐν Ἀμμάθοις βασίλεια ὑπό τινων συστάντων ἀνδρῶν Σίμωνι παραπλησίων. οὕτως πολλὴ ἀφροσύνη ἐνεπολίτευσε τῷ ἔθνει διὰ τὸ βασιλέα μὲν οἰκεῖον οὐκ εἶναι τὸν καθέξοντα τὸ πλῆθος ἀρετῇ, τοὺς δ’ἀλλοφύλους ἐπελθόντας σωφρονιστὰς τοῦ μὴ στασιάσοντος τῶν ἀνθρώπων ὑπέκκαυμα αὐτῶν διάτε τοῦ ὑβρίζειν καὶ πλεονεκτεῖν γενέσθαι.
17.278ἐπεὶ καὶ Ἀθρόγγης ἀνὴρ οὔτε προγόνων ἐπιφανὴς ἀξιώματι οὔτε ἀρετῆς περιουσίᾳ τινων πλήθει χρημάτων, ποιμὴν δὲ καὶ ἀνεπιφανὴς τοῖς πᾶσιν εἰς τὰ πάντα ὤν, ἄλλως δὲ μεγέθει σώματος καὶ τῇ κατὰ χεῖρας ἀλκῇ διαπρέπων, ἐτόλμησεν ἐπὶ βασιλείᾳ φρονῆσαι τῷ κτώμενόντε αὐτὴν ἡδονῆς πλέον ὑβρίσαι καὶ θνήσκων οὐκ ἐν μεγάλοις τίθεσθαι τῆς ψυχῆς τὸ ἐπὶ τοιοῖσδε ἀνάλωμα γενησόμενον.
17.279ἦσαν δὲ αὐτῷ καὶ ἀδελφοὶ τέσσαρες μεγάλοιτε καὶ αὐτοὶ καὶ ἐπὶ μέγα προύχειν τῇ κατὰ χεῖρας ἀρετῇ πεπιστευμένοι, πρόεχμα εἶναι τῆς καθέξεως τῆς βασιλείας δοκοῦντες, λόχουτε αὐτῶν ἦρχεν ἕκαστος · συλλέγεται γὰρ μεγάλη πληθὺς πρὸς αὐτούς.
17.280καὶ οἵδε μὲν στρατηγοὶ ἦσαν καὶ ὑπεστράτευον αὐτῷ ὁπόσα εἰς τὰς μάχας φοιτῶντες δι’αὐτῶν, δὲ διάδημα περιθέμενος βουλευτήριόντε ἦγεν ἐπὶ τοῖς ποιητέοις καὶ τὰ πάντα γνώμῃ ἀνακείμενα εἶχεν τῇ αὐτοῦ.
17.281διέμενέτε ἐπὶ πολὺ τῷδε τῷ ἀνδρὶ ἰσχὺς βασιλεῖτε κεκλημένῳ καὶ πράσσειν ἐθέλοι μὴ ἀποστερουμένῳ, φόνῳτε καὶ αὐτὸς καὶ οἱ ἀδελφοὶ ἦσαν ἐπὶ μέγα προσκείμενοι Ῥωμαίωντε καὶ βασιλικῶν μίσει πολιτεύοντες ὁμοίως πρὸς ἀμφοτέρους, τοῦτο μὲν ὕβρει χρήσαιντο ἐπὶ τῆς Ἡρώδου ἀρχῆς, Ῥωμαίους δὲ ὧν τὸ παρὸν ἔδοξαν ἀδικεῖν.
17.282προϊόντος δὲ χρόνου καὶ ἐπὶ πλέον ὁμοίως ἐξηγριώθησαν διάφευξίςτε οὐκ ἦν τοῖς πᾶσιν ἐμπεσεῖν, τὰ μὲν κέρδους ἐλπίδι, τὰ δὲ καὶ συνηθείᾳ τοῦ φονεύειν. ἐπιτίθενται δέ ποτε καὶ Ῥωμαίων λόχῳ κατὰ Ἐμμαοῦντα, οἳ σῖτόντε καὶ ὅπλα τῆς στρατιᾶς ἔφερον. καὶ περιστάντες Ἄρειον μὲν τὸν ἑκατόνταρχον, ὃς ἡγεῖτο τοῦ παντὸς καὶ τεσσαράκοντα τῶν περὶ αὐτὸν πεζῶν τοὺς κρατίστους κατηκόντισαν.
17.283οἱ δὲ λοιποὶ δείσαντες πρὸς τὸ πάθος αὐτῶν Γράτου σὺν τοῖς βασιλικοῖς, οἳ περὶ αὐτὸν ἦσαν, σκέπης αὐτοῖς γενομένης σώζονται τοὺς νεκροὺς καταλιπόντες. καὶ πολὺν μὲν τοιουτοτρόποις χρώμενοι χρόνον μάχαις Ῥωμαίουςτε παρελύπησαν οὐκ εἰς ὀλίγα καὶ τὸ ἔθνος ἐκάκωσαν ἐπὶ μέγα.
17.284χειροῦται δὲ αὐτῶν χρόνῳ ὕστερον μὲν Γράτῳ συμβαλὼν δὲ Πτολεμαίῳ, καὶ τὸν πρεσβύτατον Ἀρχελάου λαβόντος τελευταῖος πάθειτε τῷ ἐκείνου λελυπημένος καὶ ἄπορον ἐπὶ πλέον ὁρῶν τὴν σωτηρίαν ὑπὸ μονώσεως καὶ καμάτου πολλοῦ ψιλωθεὶς τῆς δυνάμεως ἐπὶ δεξιαῖς καὶ πίστει τοῦ θείου Ἀρχελάῳ παραδίδωσιν αὑτόν. καὶ τάδε μὲν ὕστερον γίνεται.
17.285λῃστηρίων δὲ Ἰουδαία πλέως ἦν, καὶ ὃς παρατύχοι τινῶν οἳ συστασιάσοιεν αὐτῷ βασιλεὺς προϊστάμενος ἐπ’ὀλέθρῳ τοῦ κοινοῦ ἠπείγετο, ὀλίγα μὲν καὶ ἐπ’ὀλίγοις Ῥωμαίοις λυπηροὶ καθιστάμενοι, τοῦ δὲ ὁμοφύλου φόνον ἐπὶ μήκιστον ἐμποιοῦντες.
17.286Οὔαρος δὲ ἐπειδὴ τὸ πρῶτον πυνθάνεται Σαβίνου γράψαντος πρὸς αὐτόν, δείσας περὶ τοῦ τάγματος δύο τὰ λοιπὰ ἀναλαβών, τρία γὰρ ἐπὶ Συρίας τὰ πάντα ἦν, καὶ ἴλας ἱππέων τέσσαρας ὁπόσατε ἐπικουρικὰ καὶ οἱ βασιλεῖς οἵ τινες τετράρχαι τότε παρεῖχον, ἠπείγετο βοηθεῖν τοῖς ἐν Ἰουδαίᾳ τότε πολιορκουμένοις.
17.287εἴρητο δὲ πᾶσιν εἰς Πτολεμαΐδα ἐπείγεσθαι ὁπόσοι προεξεπέμποντο. διδόασίτε αὐτῷ καὶ Βηρύτιοι διιόντι αὐτῶν τὴν πόλιν ἐπικούρους πεντακοσίους καὶ χιλίους, πέμπει δὲ καὶ Ἀρέτας Πετραῖος ἔχθει τῷ Ἡρώδου φιλίαν τῶν Ῥωμαίων κτώμενος οὐκ ὀλίγην χεῖρα πεζῶν καὶ ἱππέων.
17.288σταθείσης δ’ἐν Πτολεμαΐδι πάσης ἤδη τῆς δυνάμεως μέρος τι ταύτης τῷ υἱῷ παραδοὺς ἑνὶ τῶν αὐτοῦ φίλων Γαλιλαίους ἐξέπεμπεν πολεμεῖν, οἳ ὑπὲρ τῆς Πτολεμαΐδος ἐχόμενοι κατοικοῦσιν.
17.289ὃς ἐμβαλὼν τούςτε ἀντικαταστάντας εἰς μάχην τρέπεται καὶ Σέπφωριν ἑλὼν τοὺς μὲν οἰκήτορας ἠνδραποδίσατο, τὴν δὲ πόλιν ἐνέπρησεν. αὐτὸς δὲ Οὔαρος ἐπὶ Σαμαρείας τῷ παντὶ στρατῷ προιὼν τῆς μὲν πόλεως ἀπέσχετο διὰ τὸ ἀνέγκλητον ἐπὶ τοῖς νεωτερισμοῖς εἶναι, στρατοπεδεύεται δὲ ἔν τινι κώμῃ Πτολεμαίου κτήματι, Ἀροὺς ὄνομα αὐτῇ.
17.290καὶ οἱ Ἄραβες μίσει τῷ Ἡρώδου ἐμπιπρᾶσιν αὐτὴν ἐχθρῶς καὶ πρὸς φίλους τοὺς ἐκείνου ἔχοντες. κἀνθένδε προϊόντες Σαμφὼ κώμην ἑτέραν διήρπασάντε οἱ Ἄραβες καὶ ἔκαυσαν πάνυ ἐρυμνὴν οὖσαν, καὶ ἔφυγεν ἐν τῇ προόδῳ οὐδὲν αὐτούς, ἀλλὰ πυρὸς καὶ φόνου τὰ πάντα μεστὰ ἦν.
17.291πίμπραται δὲ καὶ Ἐμμαοῦς Οὐάρου κελεύσαντος ἐπ’ἐκδικίᾳ τῶν συντετελευτηκότων προεκλειφθεῖσα ὑπὸ τῶν οἰκητόρων.
17.292ἐντεῦθεν δὲ καὶ Ἱεροσολύμοις ἤδη συνῆπτε, καὶ Ἰουδαίων οἱ κατὰ πολιορκίαν τοῦ τάγματος τῇδε στρατοπεδευόμενοι τὴν ὄψιν τῆς προσόδου τῶν στρατευμάτων οὐχ ὑπομείναντες ᾤχοντο ἡμίεργον τὴν πολιορκίαν καταλιπόντες.
17.293οἱ δ’ἐν τοῖς Ἱεροσολύμοις Ἰουδαῖοι δεινῶς τοῦ Οὐάρου σφίσιν ἐγκαλοῦντος ἀπελύοντο τὰς αἰτίας, ὡς τῆς μὲν συνόδου τῆς πληθύος διὰ τὴν ἑορτὴν γενομένης, τοῦ δὲ πολέμου μηδαμὰ γνώμῃ τῇ αὐτῶν, τόλμῃ δὲ τῶν ἐπηλύδων συνελθόντες αὐτοῖς καὶ συμπολιορκηθέντες Ῥωμαίοις μᾶλλον πολιορκεῖν προθυμίαν σχόντες.
17.294προαπηντήκασιν δὲ τῷ Οὐάρῳ Ἰώσηπόςτε ἀνεψιὸς Ἡρώδου βασιλέως Γρᾶτοςτε καὶ Ῥοῦφος τοὺς ὑπ’αὐτοῖς τῶν στρατιωτῶν ἄγοντες καὶ τῶν Ῥωμαίων οἱ πολιορκούμενοι. Σαβῖνος δὲ οὐκ ἀφίκετο Οὐάρῳ εἰς ὄψιν, ἀλλ’ὑπεξῆλθεν τῆς πόλεως ἐπὶ θάλασσαν.
17.295Οὔαρος δὲ κατὰ τὴν χώραν πέμψας τοῦ στρατοῦ μέρος ἐπεζήτει τοὺς αἰτίους τῆς ἀποστάσεως. καὶ σημαινομένων τοὺς μὲν ἐκόλασεν ὡς αἰτιωτάτους, εἰσὶ δ’οὓς καὶ ἀφῆκεν · ἐγίνοντο δὲ οἱ διὰ ταύτην τὴν αἰτίαν σταυρωθέντες δισχίλιοι.
17.296μετὰ δὲ τοῦτο τὴν μὲν αὐτοῦ στρατιὰν ἀποπέμπεται, χρήσιμον μὲν ὁρῶν ἐπ’οὐδαμοῖς οὖσαν πράγμασιν · πολλὰ δὲ ἠτάκτητο αὐτοῖς καὶ παρήκουστο τῶν δογμάτων καὶ ὧν ἠξίου Οὔαρος ἐφέσει κερδῶν, ἐκ τοῦ κακουργεῖν περιεγίνοντο αὐτοῖς.
17.297αὐτὸς δὲ μυρίους Ἰουδαίους συνεστηκέναι πυνθανόμενος ἠπείγετο εἰς κατάληψιν αὐτῶν. οἱ δὲ οὐ δ’ἧκον εἰς χεῖρας, ἀλλὰ παρέδοσαν αὑτοὺς γνώμῃ τῇ Ἀχιάβου συνελθόντες. καὶ Οὔαρος τῷ πλήθει συγχωρῶν τὰς αἰτίας τῆς ἀποστάσεως ἔπεμπεν ἐπὶ Καίσαρα ὁπόσοι ἡγεμόνες ἦσαν αὐτῶν.
17.298Καῖσαρ δὲ τοὺς μὲν αὐτῶν πολλοὺς διῆκεν, ὁπόσοι δὲ συγγενεῖς ὄντες Ἡρώδου συνεστράτευον αὐτοῖς τούσδε ἐκόλασεν μόνους, εἰ μηδὲν φροντίσαντες τοῦ δικαίου κατὰ τῶν οἰκείων ἐστράτευον.
17.299Οὔαρος μὲν δὴ ταῦτα καταστησάμενος καὶ φρουρὰν Ἱεροσολύμων τὸ καὶ πρότερον καταλιπὼν τάγμα ἐπ’Ἀντιοχείας ἠπείγετο. Ἀρχελάῳ δ’ἐπὶ Ῥώμης ἑτέρων πραγμάτων ἐφύοντο ἀρχαὶ κατὰ τοιαύτας αἰτίας.
17.300ἀφίκετο εἰς τὴν Ῥώμην πρεσβεία Ἰουδαίων Οὐάρου τὸν ἀπόστολον αὐτῶν τῷ ἔθνει ἐπικεχωρηκότος ὑπὲρ αἰτήσεως αὐτονομίας. καὶ ἦσαν οἱ μὲν πρέσβεις οἱ ἀποσταλέντες γνώμῃ τοῦ ἔθνους πεντήκοντα, συνίσταντο δὲ αὐτοῖς τῶν ἐπὶ Ῥώμης Ἰουδαίων ὑπὲρ ὀκτακισχίλιοι.
17.301Καίσαρόςτε συνέδριον φίλωντε τῶν αὐτοῦ καὶ Ῥωμαίων τῶν πρώτων συνάγοντος ἐν ἱερῷ Ἀπόλλωνος μεγάλοις τέλεσιν ὑπ’αὐτοῦ ἱδρυμένῳ, οἱ μὲν πρέσβεις μετὰ τοῦ πλήθους τῶν αὐτόθι Ἰουδαίων ἀφικνοῦνται, Ἀρχέλαος δὲ μετὰ τῶν φίλων.
17.302ὁπόσοι δὲ συγγενεῖς τοῦ βασιλέως ἦσαν Ἀρχελάῳ μὲν συντετάχθαι διὰ μῖσος τὸ πρὸς αὐτὸν ὑστέρουν, τοῖς δὲ πρέσβεσιν ὁμοψηφεῖν κατ’αὐτοῦ δεινὸν ἡγοῦντο ἐν αἰσχύνῃ τῇ αὐτῶν οἰόμενοι γενήσεσθαι παρὰ Καίσαρι κατ’ἀνδρὸς οἰκείου τοιάδε πράσσειν προθυμεῖσθαι.
17.303παρῆν δὲ ἤδη καὶ Φίλιππος ἀπὸ Συρίας ἐξοτρύναντος αὐτὸν Οὐάρου τὸ μὲν κεφάλαιον ἐπὶ συνηγορίᾳ τοῦ ἀδελφοῦ, πάνυ γὰρ εὐνόει Οὔαρος αὐτῷ, γινομένης δὲ τῇ βασιλείᾳ μεταπτώσεως, καὶ τάδε ὑπώπτευεν Οὔαρος νέμησιν αὐτῆς γενήσεσθαι διὰ τὸ πολλοὺς εἶναι τοὺς αὐτονομίας γλιχομένους, οὐχ ὑστεριῶν τοῦ κἂν αὐτὸς μοῖραν αὐτῆς τινα φέρεσθαι.
17.304λόγου οὖν τοῖς Ἰουδαίων πρέσβεσι δοθέντος, οἳ ἐπὶ καταλύσει τῆς βασιλείας ἤλπιζον λέγειν, ἐπὶ κατηγορίᾳ τῶν Ἡρώδου παρανομιῶν τρέπονται, βασιλέα μὲν ὀνόματι ἀποφαίνοντες αὐτόν, τῶν δ’ἐν ταῖς τυραννίσιν ἑκάστης τὸ ἀνήκεστον ἀναδεξάμενον εἰς ταὐτὸν ἐπ’ὀλέθρῳ τῶν Ἰουδαίων συνθέντα χρῆσθαι τὰ πολλὰ καὶ φύσει τῇ αὐτοῦ προσκαινουργεῖν οὐκ ἀπηλλαγμένον.
17.305πολλῶν γοῦν ὄντων, οἳ ὀλέθροις ἀπολώλοιεν οὐχ ἱστορήσειν πω πρότερον, πολλῷ δὲ δυστυχεστέρους πάθους ἐκείνων τοὺς ζῶντας εἶναι, οὐ μόνον ὧν ὄψει καὶ διανοίᾳ ἐπ’αὐτοῖς ἀνιαθεῖεν, ἀλλὰ καὶ ὧν ταῖς οὐσίαις.
17.306πόλειςτε τὰς μὲν περιοικίδας καὶ ὑπὸ ἀλλοφύλων οἰκουμένας κοσμοῦντα ῶν ἐκ παύσασθαι καὶ καταλύσεώςτε καὶ ἀφανισμῷ τῶν ἐν τῇ ἀρχῇ αὐτοῦ κατῳκημένων.
17.307πενίας δὲ ἀπόρου τὸ ἔθνος ἀναπεπληκέναι σὺν ὀλίγοις εὔδαιμον παρειληφότα, τῶντε εὐπατριδῶν ὁπότε κτείνειεν αὐτοὺς ἐπ’ἀλόγοις αἰτίαις τὰς οὐσίας ἀποφερόμενον καὶ οἷς συγχωρήσειε τὴν ἀηδίαν τοῦ ζῆν ψίλωσιν χρημάτων καταδικάζοντα.
17.308καὶ χωρὶς μὲν πράσσεσθαι φόρους ἐπιβαλλομένους ἑκάστοις τὸ ἐπ’ἔτος, χωρὶς δὲ εὐπορίας εἶναι παρακαταβολὰς αὐτῷτε καὶ οἰκείοις καὶ φίλοις καὶ τῶν δούλων οἳ ἐπ’ἐκπράξει τῶν φόρων ἐξίοιεν διὰ τὸ μὴ εἶναι κτήσει τοῦ ἀνυβρίστως μη δ’ὅπως μη δ’ἀργυρίων διδομένων.
17.309παρθένων μέντοι φθορὰς καὶ γυναικῶν αἰσχύνας, ὁπόσας ἐπὶ παροινίᾳ καὶ ἀπὸ τοῦ ἀνθρωπείου δρώμενα σιγᾶν διὰ τὸ ἡδονὴν ἴσην εἶναι τοῖς πεπονθόσι τοῦ μὴ γεγονέναι τὴν ἐκ τοῦ ἀνέκπυστα αὐτὰ εἶναι · τοσήνδε Ἡρώδην ἐπεισάγεσθαι τὴν ὕβριν αὐτοῖς, ὁπόσην οὐ δ’ἂν θηρίον ἀνθρώπων ἐπιστατεῖν δυνάμεως αὐτῷ παραγενομένης.
17.310πολλῶν γοῦν ἀναστάσεων καὶ μεταστάσεων παραλαβουσῶν τὸ ἔθνος οὐδεμίαν ἱστορεῖσθαι πώποτε τοιάνδε δυστυχίαν ἐπελθοῦσαν αὐτῷ, παράδειγμάτε κακώσεως ἣν αὐτῷ Ἡρώδης ἐπετίθει τὸ ἔθνος ·
17.311καὶ ταῦτ’εἰκότως ἂν γενέσθαι τὸ ἀσμένως Ἀρχέλαον βασιλέα προσειπεῖν οἰήσει τοῦ πάντ’ὅντιν’οὖν τὸν ἐπὶ τὴν βασιλείαν ἐσόμενον Ἡρώδου μετριώτερον φαίνεσθαι, καὶ τόντε πατέρα συνολοφύρεσθαι αὐτῷ θεραπεύοντας, εἴ γε μετρίου τυγχάνειν δυνηθεῖεν, καὶ τἆλλα οἰκειουμένους.
17.312τοῦ δὲ δείσαντος μὴ οὐχὶ Ἡρώδου γνήσιος πιστεύοιτο υἱός, οὐδὲν εἰς ἀναβολὰς ἀλλ’ἐκ τοῦ ὀξέος ἐπάξειν ἂν τῷ ἔθνει τὴν διάνοιαν αὐτοῦ καὶ ταῦτα μηδέπω τέλεον κρατυνάμενον ἡγεμονίαν διὰ τὸ ἐπὶ Καίσαρι δοῦναι καὶ μὴ τὴν ἐξουσίαν εἶναι, καὶ παράδειγμα τὴν τῆς εἰς αὖθις ἀρετῆς τιθέναι τοῖς ἀρχθησομένοις μετριότητος καὶ εὐνομίας, χρήσαιτο ἂν πρὸς αὐτούς, ἀπὸ τῆς ἐν πρώτοις ἀποδειχθείσης πράξεως ἐπίτε τοῖς πολίταις καὶ τῷ θεῷ τρισχιλίων ὁμοφύλων ἀνδρῶν σφαγὴν ἐν τῷ τεμένει ποιησάμενον.
17.313πῶς οὐκ ἂν ἤδη καὶ δικαίῳ μίσει χρῆσθαι κατ’αὐτῶν πρὸς τῇ λοιπῇ ὠμότητι καὶ ἔγκλημα τῆς ἀντιστάσεως καὶ ἀντιλογίας ἐπὶ τῇ ἀρχῇ προφερόμενον;
17.314ἦν δὲ κεφάλαιον αὐτοῖς τῆς ἀξιώσεως βασιλείας μὲν καὶ τοιῶνδε ἀρχῶν ἀπηλλάχθαι, προσθήκη δὲ Συρίας γεγονότες ὑποτάσσεσθαι τοῖς ἐκεῖσε πεμπομένοις στρατηγοῖς · φανερωθήσεσθαι γὰρ οὕτως, εἴτε ἀληθῶς στασιώδεις εἶεν καὶ νεωτερισμοῖς τὰ πολλὰ προσησκημένοι εἴτε καὶ οὔ, μετριωτέρων τυχόντες οἳ ἐπιστήσονται αὐτοῖς.
17.315τοιαῦτα δὲ τῶν Ἰουδαίων εἰρηκότων Νικόλαος τούςτε βασιλεῖς ἀπήλλασσε τῶν ἐγκλημάτων, Ἡρώδην μὲν διὰ τὸ παρ’ὃν ἔζη χρόνον τυχεῖν ἀκατηγόρητον · οὐ γὰρ δὴ τοὺς ἐγκαλεῖν ἔχοντας ἐπὶ μετρίοις παρὰ τοῦ ζῶντος τιμωρίαν λαβεῖν δυναμένους ἐπὶ νεκρῷ κατηγορίαν συντιθέναι ·
17.316τὰ δὲ ὑπ’Ἀρχελάου πραχθέντα ὕβρει τῇ ἐκείνων ἀνετίθει, οἳ ὀριγνώμενοι πραγμάτων παρὰ τοὺς νόμους καὶ σφαγῆς ἄρξαντες τῶν κωλύειν ὑβρίζοντας προμηθουμένων ἀμύνης γενομένης ἐγκαλοῖεν. ἐνεκάλει δὲ νεωτεροποιίας αὐτοῖς καὶ τοῦ στασιάζειν ἡδονὴν ἀπαιδευσίᾳ τοῦ πείθεσθαι δίκῃ καὶ νομίμοις ὑπὸ τοῦ θέλειν τὰ πάντα νικᾶν. ταῦτα μὲν οὖν Νικόλαος.
17.317Καῖσαρ δ’ἀκούσας διαλύει μὲν τὸ συνέδριον, ὀλίγων δ’ἡμερῶν ὕστερον Ἀρχέλαον βασιλέα μὲν οὐκ ἀποφαίνεται, τῆς δ’ἡμίσεως χώρας ἥπερ Ἡρώδῃ ὑπετέλει ἐθνάρχην καθίσταται, τιμήσειν ἀξιώματι βασιλείας ὑπισχνούμενος, εἴπερ τὴν εἰς αὐτὴν ἀρετὴν προσφέροιτο.
17.318τὴν δ’ἑτέραν ἡμίσειαν νείμας διχῇ δυσὶν Ἡρώδου παισὶν ἑτέροις παρεδίδου Φιλίππῳ καὶ Ἀντίπᾳ τῷ πρὸς Ἀρχέλαον τὸν ἀδελφὸν ἀμφισβητήσαντι περὶ τῆς ὅλης ἀρχῆς. καὶ τούτῳ μὲν τε Περαία καὶ τὸ Γαλιλαῖον ὑπετέλουν, φοράτε ἦν τάλαντα διακόσια τὸ ἐπ’ἔτος.
17.319Βαταναία δὲ σὺν Τράχωνι καὶ Αὐρανῖτις σύν τινι μέρει οἴκου τοῦ Ζηνοδώρου λεγομένου Φιλίππῳ τάλαντα ἑκατὸν προσέφερεν · τὰ δ’Ἀρχελάῳ συντελοῦντα Ἰδουμαῖοίτε καὶ Ἰουδαία τότε Σαμαρειτικόν. τετάρτην μοῖραν οὗτοι τῶν φόρων παραλέλυντο Καίσαρος αὐτοῖς κούφισιν ψηφισαμένου διὰ τὸ μὴ συναποστῆναι τῇ λοιπῇ πληθύι.
17.320καὶ ἦσαν πόλεις αἳ Ἀρχελάῳ ὑπετέλουν Στράτωνόςτε πύργος καὶ Σεβαστὴ σὺν Ἰόππῃ καὶ Ἱεροσολύμοις · Γάζαν γὰρ καὶ Γάδαρα καὶ Ἵππον, Ἑλληνίδες εἰσὶν πόλεις, ἀπορρήξας αὐτοῦ τῆς ἀκροάσεως Συρίας προσθήκην ποιεῖται. προσῄει δὲ Ἀρχελάῳ φορὰ χρημάτων τὸ κατ’ἐνιαυτὸν εἰς τάλαντα ἑξακόσια ἐξ ἧς παρέλαβεν ἀρχῆς.
17.321καὶ τάδε μὲν τοῖς Ἡρώδου υἱέσιν τῶν πατρῴων παρῆν. Σαλώμῃ δὲ πρὸς οἷς ἀδελφὸς ἐν ταῖς διαθήκαις ἀπονέμει, Ἰάμνεια δὲ ἦν ταῦτα καὶ Ἄζωτος καὶ Φασαηλὶς καὶ ἀργυρίου ἐπισήμου μυριάδες πεντήκοντα, Καῖσαρ χαρίζεται καὶ τὴν ἐν Ἀσκάλωνι βασίλειον οἴκησιν. ἦν δὲ καὶ ταύτῃ πρόσοδος ἐκ πάντων ταλάντων ἑξήκοντα τὸ ἐπ’ἔτος · καὶ αὐτῆς οἶκος ἦν ἐν τῇ Ἀρχελάου ἀρχῇ.
17.322κομίζονται δὲ καὶ οἱ λοιποὶ τοῦ βασιλέως συγγενεῖς ὁπόσα αἱ διαθῆκαι διηγόρευον. δυοῖν δ’αὐτοῦ θυγατράσιν παρθένοις χωρὶς ὧν πατὴρ κατέλιπεν Καῖσαρ ἑκατέρᾳ δωρεὰν ἐπετίθει μυριάδων ἀνὰ πέντε καὶ εἴκοσι ἀργυρίου ἐπισήμου καὶ συνῴκισεν αὐτὰς τοῖς Φερώρου υἱέσιν.
17.323χαρίζεται δὲ καὶ ὁπόσα αὐτῷ καταλέλειπτο τοῖς παισὶν τοῦ βασιλέως ὄντα πεντακοσίων ταλάντων καὶ χιλίων, ὀλίγα τῶν σκευῶν ὑπεξελόμενος οὐχ οὕτως μεγέθει τέλους ὡς μνήμῃ τοῦ βασιλέως αὐτῷ κεχαρισμένα.
17.324τούτων δὲ ταύτῃ διαπεπραγμένων ὑπὸ Καίσαρος νεανίας Ἰουδαῖος μὲν τὸ γένος, ἐπὶ δὲ τῆς Σιδωνίων τεθραμμένος πόλεως παρά τινι τῶν Ῥωμαϊκῶν ἀπελευθέρων εἰσῴκισεν αὑτὸν εἰς τὴν Ἡρώδου συγγένειαν ὁμοιότητι μορφῆς, πρὸς Ἀλέξανδρον αὐτῷ τὸν ἀνῃρημένον Ἡρώδου υἱὸν ἐμαρτυρεῖτο παρὰ τοῖς θεωροῦσιν.
17.325καὶ τοῦτο παρόρμημα ἦν αὐτῷ εἰς τὸ μεταποιεῖσθαι τῆς ἡγεμονίας. καὶ ὁμοπράγμονα παραλαβὼν ὁμόφυλον ἄνδρα, ἔμπειρον δὲ τῶν ἀμφὶ τὸ βασίλειον πονηρόντε ἄλλως καὶ ταράξαι μεγάλα πράγματα φύσιν ἔχοντα καὶ τοιαύτης κακίας διδάσκαλον αὐτῷ γενόμενον, ἀπέφαινεν αὑτὸν Ἀλέξανδρον καὶ Ἡρώδου παῖδα ὄντα διακεκλεμμένον ὑπὸ τῶν ἀνελεῖν αὐτὸν ἐσταλμένων ·
17.326κτείναντα γὰρ ἑτέρους, οἳ ἀπατήσειν ἔμελλον τοὺς θεωροῦντας, αὐτόντε περιποιῆσαι καὶ τὸν ἀδελφὸν Ἀριστόβουλον.
17.327καὶ τούτοις αὐτόςτε ἀνεπτέρωτο, καὶ τοὺς ἐντυγχάνοντας οὐκ ἀπήλλακτο ἀπατᾶν, ἀλλὰ Κρήτῃ προσενεχθεὶς Ἰουδαίων ὁπόσοις εἰς ὁμιλίαν ἀφίκετο ἐπηγάγετο εἰς πίστιν, καὶ χρημάτων εὐπορηθεὶς δόσει τῇ ἐκείνων ἐπὶ Μήλου διῆρεν. πολὺ πλέονα δὲ ἦν ἐντεῦθεν ὁπόσα αὐτῷ προσῄει χρήματα πίστει τῆς βασιλείου συγγενείας καὶ ἐλπίδι τοῦ ἀπολαβεῖν τὴν πάτριον ἀρχὴν καὶ ἀμείψασθαι τοὺς εὐεργέτας.
17.328ἐπὶ Ῥώμης ἠπείγετο παραπομπῇ τῶν ἰδιοξένων, καὶ Δικαιαρχείᾳ προσβαλὼν οὐκ ἠτύχει καὶ τοὺς τῇδε Ἰουδαίους ἀφ’ὁμοίας ἀπάτης προσαγαγέσθαι, προσῄεσάντε ὥσπερ βασιλεῖ οἵτε ἄλλοι καὶ ὁπόσοις ξενία πρὸς Ἡρώδην καὶ εὔνοια ἦν.
17.329αἴτιον δὲ ἦν τῶν ἀνθρώπων τὸ ἡδονῇ δεχόμενον τοὺς λόγους σὺν τῷ φερεγγύῳ τῆς μορφῆς · καὶ γὰρ τοῖς πάνυ ὡμιληκόσιν Ἀλεξάνδρῳ πολὺ τὸ πιστὸν ἐνετίθει τοῦ μὴ οὐχ ἕτερος ἀλλ’αὐτὸς εἶναι, καὶ πρὸς τοὺς πλησίον ὤμνυσαν, ὥστε καὶ προελθόντος εἰς τὴν Ῥώμην λόγου τοῦ περὶ αὐτοῦ πᾶν τὸ τῇδε Ἰουδαίων ἔθνος ὑπαντιάζοντες ἐξῄεσαν τῷ παρὰ δόξαν τῆς σωτηρίας θειάζοντες τὸ ἔργον καὶ χάρμα ποιούμενοι διὰ τὸ μητρῷον αὐτῶν γένος, ὁπότε χωροίη κατὰ τοῦ στενωποῦ διφροφορούμενος ·
17.331καὶ πάντα βασίλειον περὶ αὐτὸν σχῆμα ἦν ἀναλώμασιν τῶν ἰδιοξένων, μεγάλαι περιστάσεις ἐγίνοντο τῆς πληθύος ἐπιβοήσειςτε εὔφημοι ὁπόσα εἰκὸς τοῖς οὕτω παρ’ἐλπίδα σωθεῖσιν συντυγχάνειν οὐδὲν τι οὐκ ἐπράσσετο.
17.332Καίσαρι δὲ ὡς ἀφίκετο ἀγγελία περὶ αὐτοῦ, ἠπίστει μὲν διὰ τὸ μὴ ἂν ῥᾳδίως ἀπατηθῆναι Ἡρώδην ἐν πράγμασιν ἐπὶ μέγα ἀνήκουσιν αὐτῷ, διδοὺς δὲ τῇ ἐλπίδι Κέλαδον τῶν αὐτοῦ τινὰ ἐξελευθέρων ὡμιληκότα τοῖς μειρακίοις πέμπει κελεύσας ἀγαγεῖν εἰς ὄψιν αὐτῷ τὸν Ἀλέξανδρον. δὲ ἀνῆγεν οὐδέν τι βελτίων ἐπὶ τῇ κρίσει τῶν πολλῶν γενόμενος.
17.333οὐ μὴν Καῖσάρ γε ἠπατᾶτο, ἀλλ’ἦν μὲν ἐμφερής, οὐ μὴν ὥστε ἀπατῆσαι τοὺς σωφρόνως ἐκλογίζεσθαι δυναμένους · αὐτουργίᾳτε γὰρ ἐτέτρυτο ψευδαλέξανδρος καὶ παρὰ τὸ ἐκείνῳ ῥαδαλὸν τοῦ σώματος ὑπὸ τρυφῆς καὶ γενναιότητος συνερχόμενον διὰ τὰ ἐναντία τῷδε ἐπισκληρότερον ἐξεβεβήκει τὸ σῶμα.
17.334θεασάμενος οὖν συμπνευσμὸν ἐπὶ ψευδολογίᾳ διδασκάλου καὶ μαθητοῦ καὶ λόγων τολμηρῶν συγκρότησιν, ἐξήταζε περὶ Ἀριστοβούλου, τί καὶ γεγόνοι συνεκκλαπεὶς αὐτῷ, καὶ δι’ἣν αἰτίαν οὐ παραγεγόνοι μεταποιούμενος τῆς ἀξίας, ἧς προσῆκε τυγχάνειν τοὺς οὕτω γεγονότας;
17.335φαμένου δ’ἐπὶ νήσου τῆς Κυπρίων καταλελεῖφθαι κινδύνων ὑφοράσει τῶν κατὰ θάλασσαν, εἰ περὶ αὐτῷ συσταίη τι δεινόν, μὴ παντελὲς ἐξαλείφοιτο τὸ Μαριάμμης γένος ἀλλὰ περιὼν Ἀριστόβουλος μένοι τοὺς ἐπιβεβουλευκότας, ταῦτα διισχυριζομένου καὶ συνεστῶτος αὐτῷ τοῦ μηχανοποιοῦ τῆς πράξεως Καῖσαρ καταμόνας ἀπολαβὼν τὸ μειράκιον ἀλλὰ σοὶ μισθός, ἔφη, προκείσεται τοῦ μὴ καὶ πρὸς ἐμὲ ἀπάτῃ χρησομένου τὸ μὴ ἀπολούμενον τῆς σωτηρίας ·
17.336φάθι δή μοι αὐτόντε ὃς ὢν τυγχάνεις καὶ ὅς σε τοιάδε ᾖξε τολμῆσαι διανοεῖσθαι ·
17.337μεῖζον γὰρ τὸ ἐπιβούλευμα κακίας ἐγκεχείρηκας χρόνων οὓς γεγονὼς τυγχάνεις. καὶ δή, οὐ γὰρ ἦν ἄλλως πράσσειν, φράζει πρὸς τὸν Καίσαρα τὸ ἐπιβούλευμα, ὅντε τρόπον καὶ ὑφ’οὗ τυγχάνοι συγκείμενον. καὶ Καῖσαρ τὸν μὲν ψευδαλέξανδρον, οὐ γὰρ ἐψεύσατο ὁμολογίαν τὴν πρὸς αὐτόν, δραστήριον ὁρῶν αὐτουργῆσαι τῷ σώματι ἐρέσσειν ἐν τοῖς ναύταις καταλέγει, τὸν δὲ ἀναπείσαντα κτείνει.
17.338καταδίκη δ’ἤρκει Μηλίοις ὁπόσα ἐτετελέκεσαν εἰς τὸν Ψευδαλέξανδρον διακενῆς ἀναλωκέναι. καὶ τὰ μὲν περὶ τὸν ψευδαλέξανδρον τολμηρῶς συντεθέντα οὕτως ἀκλεῶς ἔσχεν.
17.339Ἀρχέλαος δὲ τὴν ἐθναρχίαν παραλαβὼν ἐπεὶ εἰς Ἰουδαίαν ἀφικνεῖται, Ἰωάζαρον τὸν Βοηθοῦ ἀφελόμενος τὴν ἀρχιερωσύνην ἐπικαλῶν αὐτῷ συστάντι τοῖς στασιώταις Ἐλεάζαρον τὸν ἐκείνου ἐπικαθίσταται ἀδελφόν.
17.340ἀνοικοδομεῖ δὲ καὶ τὸ ἐν Ἱεριχοῦντι βασίλειον ἐκπρεπῶς, τῶντε ὑδάτων ὁπόσα Νεαρὰν τὴν κώμην ὠφελεῖ ἐπιρρέοντα ἐξ ἡμισείας ἀπέστρεψεν ἐπαγωγὴν αὐτῷ ποιούμενος τῷ πεδίῳ φοίνιξιν ὑπ’αὐτοῦ πεφυτευμένῳ, κώμηντε κτίσας Ἀρχελαΐδα ὄνομα αὐτῇ τίθεται.
17.341καὶ τοῦ πατρίου παράβασιν ποιησάμενος Γλαφύραν τὴν Ἀρχελάου μὲν θυγατέρα, Ἀλεξάνδρου δὲ τοῦ ἀδελφοῦ γαμετὴν γενομένην, ἐξ οὗ καὶ τέκνα ἦν αὐτῇ, ἀπώμοτον ὂν Ἰουδαίοις γαμετὰς ἀδελφῶν ἄγεσθαι, γαμεῖ. διατρίβει δὲ οὐ δὲ Ἑλεάζαρος ἐν τῇ ἱερωσύνῃ ἐπικατασταθέντος αὐτῷ ζῶντι Ἰησοῦ τοῦ Σεὲ παιδός.
17.342δεκάτῳ δὲ ἔτει τῆς ἀρχῆς Ἀρχελάου οἱ πρῶτοι τῶν ἀνδρῶν ἔντε Ἰουδαίοις καὶ Σαμαρεῦσι μὴ φέροντες τὴν ὠμότητα αὐτοῦ καὶ τυραννίδα κατηγοροῦσιν αὐτοῦ ἐπὶ Καίσαρος, καὶ μάλιστα ἐπεὶ ἔγνωσαν αὐτὸν παραβεβηκότα τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἐπιεικῶς ἀναστραφῇ τὰ πρὸς αὐτούς.
17.343 τοίνυν Καῖσαρ ὡς ἤκουσεν, ὀργῇ φέρων τὸν ἐπίτροπον τὸν Ἀρχελάου τῶν ἐν Ῥώμῃ πραγμάτων, Ἀρχέλαος δὲ καὶ τούτῳ ὄνομα ἦν, μετακαλέσας γράφειν μὲν Ἀρχελάῳ ταπεινὸν ἡγεῖται, σὺ δὲ παραχρῆμα, φησίν, πλέων μηδὲν εἰς ἀναβολὰς ἐπαναγαγεῖν αὐτὸν πρὸς ἡμᾶς.
17.344καὶ ὃς ἔκπλουν ἐκ τοῦ ὀξέος ποιησάμενος καὶ ἀφικόμενος εἰς Ἰουδαίαν λαμβάνει τὸν Ἀρχέλαον ἐν εὐωχίαις ὄντα μετὰ τῶν φίλων, τήντε διάνοιαν ἀποσημαίνει τὴν Καίσαρος καὶ ὥρμησεν αὐτὸν εἰς τὴν ἔξοδον. καὶ Καῖσαρ ἀφικομένου ἐπί τινων κατηγόρων ἀκροᾶται καὶ αὐτοῦ λέγοντος ἐκεῖνον μὲν φυγάδα ἐλαύνει δοὺς οἰκητήριον αὐτῷ Βίενναν πόλιν τῆς Γαλατίας, τὰ δὲ χρήματα ἀπηνέγκατο.
17.345πρότερον δὲ κληθεὶς ἐπὶ Ῥώμης ἀνελθεῖν Ἀρχέλαος ὄναρ τοιόνδε ἐκδιηγεῖται τοῖς φίλοις θεασάμενος · ἀστάχυας δέκα τὸν ἀριθμὸν πλέους πυροῦ τὴν ἰδίαν ἀκμὴν ἀπειληφότας δόξα ἦν αὐτῷ βιβρωσκομένους ὑπὸ βοῶν θεωρεῖν. καὶ περιεγρόμενος φέρειν εἰς μέγα δόξαν τὴν ὄψιν αὐτῷ μεταστέλλεται τοὺς μάντεις, οἷς περὶ ὀνειράτων ἦσαν αἱ ἀναστροφαί.
17.346σκιδναμένων δὲ ἑτέρων ἐφ’ἑτέροις, οὐ γὰρ εἰς ἕνα ἔκειτο πᾶσιν ἀφήγησις, Σίμων ἀνὴρ γένος Ἐσσαῖος ἀσφάλειαν αἰτησάμενος, μεταβολὴν πραγμάτων ἔλεγεν Ἀρχελάῳ φέρειν τὴν ὄψιν οὐκ ἐπ’ἀγαθοῖς πράγμασιν ·
17.347βόας μὲν γὰρ κακοπαθείαςτε ἀποσαφεῖν διὰ τὸ ἔργοις ἐπιταλαιπωρεῖν τὸ ζῷον, μεταβολὰς δὲ αὖ πραγμάτων διὰ τὸ τὴν γῆν πόνῳ τῷ ἐκείνων ἀρουμένην ἐν ταὐτῷ μένειν οὐ δύνασθαι · τοὺς δὲ ἀστάχυας δέκα ὄντας τοσῶνδε ἀριθμὸν ἐνιαυτῶν ὁρίζειν, περιόδῳ γὰρ ἑνὸς παραγίνεσθαι θέρος, καὶ τὸν χρόνον ἐξήκειν Ἀρχελάῳ τῆς ἡγεμονίας.
17.348καὶ μὲν ταύτῃ ἐξηγήσατο τὸν ὄνειρον. πέμπτῃ δὲ ἡμέρᾳ μεθ’ τὸ πρῶτον αὐτοῦ ὄψις Ἀρχελάῳ συνῆλθεν ἀνακαλούμενος Ἀρχέλαος πεμπτὸς εἰς Ἰουδαίαν ἀφίκετο.
17.349παραπλήσια δὲ καὶ Γλαφύρᾳ τῇ γυναικὶ αὐτοῦ συντυγχάνει βασιλέως Ἀρχελάου θυγατρὶ οὔσῃ, καὶ πρότερον εἶπον συνῴκει παρθένον λαβὼν Ἀλέξανδρος Ἡρώδου μὲν υἱὸς Ἀρχελάου δ’ἀδελφός. ἐπεὶ δὲ συμβαίνει τὸν Ἀλέξανδρον ὑπὸ τοῦ πατρὸς τελευτῆσαι, Ἰόβᾳ τῷ Λιβύων βασιλεῖ γαμεῖται, μεταστάντος δὲ τοῦ Λίβυος χηρεύουσαν ἐν Καππαδοκίᾳ παρὰ τῷ πατρὶ Ἀρχέλαος ἄγεται τὴν συνοῦσαν αὐτῷ Μαριάμμην ἐκβαλών ·
17.350τοσόσδε τῆς Γλαφύρας ἀνέστρεψεν ἔρως.
17.351καὶ συνοικοῦσα τῷ Ἀρχελάῳ τοιόνδε ὄναρ θεᾶται · ἐδόκει τὸν Ἀλέξανδρον ἐπιστάντα θεασαμένη χαίρειν καὶ περιβάλλειν προθύμως, τὸν δὲ κατάμεμψίντε αὐτῆς ποιεῖσθαι καὶ φάναι ·
17.352Γλαφύρα, συνηγορεῖς ἄρα λόγῳ, ὃς ἄπιστα ἔλεγεν εἶναι γυναιξίν, εἰ συνομόσασάτέ μοι καὶ συγκατοικισθεῖσα παρθένος παίδων ἡμῖν γεγονότων λήθῃ παραδίδως ἔρωτας τοὺς ἐμοὺς δευτέρων ἐπιθυμίᾳ γάμων. πληθώρα δέ σοι οὐ δ’οὕτως ὕβρεως, ἀλλὰ καὶ τρίτον ἐτόλμησας σαυτῇ παρακατακλῖναι νυμφίον ἀπρεπῶς καὶ ἀναισχύντως ἐπεισιοῦσα οἴκῳ τῷ ἐμῷ, καὶ γάμον συντιθεμένη πρὸς Ἀρχέλαον ἄνδρα μὲν σεαυτῆς ἀδελφὸν δὲ ἡμέτερον.
17.353ἀλλ’οὐκ ἔγωγε λήθην ποιήσομαι εὐνοίας τῆς σῆς, ἀπαλλάξω δέ σε παντὸς τοῦ ὀνειδιοῦντος ἐμὴν ὥσπερ ἦν κατασκευασάμενος. ταῦτα διηγησαμένη πρὸς τὰς συνήθεις τῶν γυναικῶν μετ’ὀλίγας ἡμέρας τελευτᾷ τὸν βίον.
17.354ἐγὼ δὲ οὐκ ἀλλότρια νομίσας αὐτὰ τῷδε τῷ λόγῳ εἶναι διὰ τὸ περὶ τῶν βασιλέων αὐτὸν ἐνεστηκέναι καὶ ἄλλως ἐπὶ παραδείγματι φέρειν τοῦτε ἀμφὶ τὰς ψυχὰς ἀθανασίας ἐμφεροῦς καὶ τοῦ θείου προμηθείᾳ τὰ ἀνθρώπεια περιειληφότος τῇ αὐτοῦ, καλῶς ἔχειν ἐνόμισα εἰπεῖν. ὅτῳ δὲ ἀπιστεῖται τὰ τοιάδε γνώμης ὀνινάμενος τῆς ἑαυτοῦ κώλυμα οὐκ ἂν γένοιτο τῷ ἐπ’ἀρετὴν αὐτῷ προστιθεμένῳ.
17.355τῆς δ’Ἀρχελάου χώρας ὑποτελοῦς προσνεμηθείσης τῇ Σύρων πέμπεται Κυρίνιος ὑπὸ Καίσαρος ἀνὴρ ὑπατικὸς ἀποτιμησόμενόςτε τὰ ἐν Συρίᾳ καὶ τὸν Ἀρχελάου ἀποδωσόμενος οἶκον.