11.1τῷ δὲ πρώτῳ τῆς Κύρου βασιλείας ἔτει, τοῦτο δ’ἦν ἑβδομηκοστὸν ἀφ’ἧς ἡμέρας μεταναστῆναι τὸν λαὸν ἡμῶν ἐκ τῆς οἰκείας εἰς Βαβυλῶνα συνέπεσεν, ἠλέησεν ὁ θεὸς τὴν αἰχμαλωσίαν καὶ τὴν συμφορὰν ἐκείνων τῶν ταλαιπώρων, καὶ καθὼς προεῖπεν αὐτοῖς διὰ Ἱερεμίου τοῦ προφήτου πρὶν ἢ κατασκαφῆναι τὴν πόλιν, ὡς μετὰ τὸ δουλεῦσαι Ναβουχοδονοσόρῳ καὶ τοῖς ἐκγόνοις αὐτοῦ καὶ ταύτην ὑπομεῖναι τὴν δουλείαν ἐπὶ ἔτη ἑβδομήκοντα πάλιν αὐτοὺς εἰς τὴν πάτριον ἀποκαταστήσει γῆν καὶ τὸν ναὸν οἰκοδομήσουσι καὶ τῆς ἀρχαίας ἀπολαύσουσιν εὐδαιμονίας, ταῦτ’αὐτοῖς παρέσχεν. 11.3παρορμήσας γὰρ τὴν Κύρου ψυχὴν ἐποίησεν αὐτὸν γράψαι κατὰ πᾶσαν τὴν Ἀσίαν, ὅτι Κῦρος ὁ βασιλεὺς λέγει · “ἐπεί με ὁ θεὸς ὁ μέγιστος τῆς οἰκουμένης ἀπέδειξε βασιλέα, πείθομαι τοῦτον εἶναι, ὃν τὸ τῶν Ἰσραηλιτῶν ἔθνος προσκυνεῖ. 11.4καὶ γὰρ το- τοὐμὸν προεῖπεν ὄνομα διὰ τῶν προφητῶν, καὶ ὅτι τὸν ναὸν αὐτοῦ οἰκοδομήσω ἐν Ἱεροσολύμοις ἐν τῇ Ἰουδαίᾳ χώρᾳ”. 11.5ταῦτα δ’ἔγνω Κῦρος ἀναγινώσκων τὸ βιβλίον, ὃ τῆς αὐτοῦ προφητείας ὁ Ἡσαΐας κατέλιπεν πρὸ ἐτῶν διακοσίων καὶ δέκα · οὗτος γὰρ ἐν ἀπορρήτῳ εἶπε ταῦτα λέγειν τὸν θεόν, ὅτι βούλομαι Κῦρον ἐγὼ πολλῶν ἐθνῶν καὶ μεγάλων ἀποδείξας βασιλέα πέμψαι μου τὸν λαὸν εἰς τὴν ἰδίαν γῆν καὶ οἰκοδομῆσαί μου τὸν ναόν. 11.6ταῦτα Ἡσαΐας προεφήτευσεν ἔμπροσθεν ἢ κατασκαφῆναι τὸν ναὸν ἔτεσιν ἑκατὸν καὶ τεσσαράκοντα. ταῦτ’οὖν ἀναγνόντα τὸν Κῦρον καὶ θαυμάσαντα τὸ θεῖον ὁρμή τις ἔλαβεν καὶ φιλοτιμία ποιῆσαι τὰ γεγραμμένα, καὶ καλέσας τοὺς ἐπιφανεστάτους τῶν ἐν Βαβυλῶνι Ἰουδαίων συγχωρεῖν αὐτοῖς ἔφη βαδίζειν εἰς τὴν αὐτῶν πατρίδα καὶ ἀναστῆσαίτε τὴν πόλιν Ἱεροσόλυμα καὶ τὸν τοῦ θεοῦ ναόν · 11.7ἔσεσθαι γὰρ αὐτοῖς καὶ τοῦτον σύμμαχον αὐτόντε γράψειν τοῖς γειτονεύουσιν ἐκείνῃ τῇ χώρᾳ τῶν ἰδίων ἡγεμόνων καὶ σατραπῶν, ἵνα συμβάλωνται χρυσὸν αὐτοῖς καὶ ἄργυρον εἰς τὴν οἰκοδομίαν τοῦ ναοῦ καὶ πρὸς τούτοις θρέμματα πρὸς τὰς θυσίας. 11.8ταῦτα Κύρου καταγγείλαντος τοῖς Ἰσραηλίταις ἐξώρμησαν οἱ τῶν δύο φυλῶν ἄρχοντες τῆς Ἰούδα καὶ Βενιαμίτιδος οἵτε Λευῖται καὶ οἱ ἱερεῖς εἰς τὰ Ἱεροσόλυμα. πολλοὶ γὰρ κατέμειναν ἐν τῇ Βαβυλῶνι τὰ κτήματα καταλιπεῖν οὐ θέλοντες. 11.9καὶ παραγενομένοις αὐτοῖς οἱ τοῦ βασιλέως φίλοι πάντες ἐβοήθουν καὶ συνεισέφερον εἰς τὴν τοῦ ναοῦ κατασκευὴν οἱ μὲν χρυσὸν οἱ δ’ἄργυρον οἱ δὲ βοσκημάτων πλῆθος σὺν ἵπποις. καὶ τάςτε εὐχὰς ἀπεδίδοσαν τῷ θεῷ καὶ τὰς νομιζομένας κατὰ τὸ παλαιὸν θυσίας ἐπετέλουν, ὥσπερ ἀνακτιζομένης αὐτοῖς τῆς πόλεως καὶ ἀναβιούσης τῆς ἀρχαίας περὶ τὴν θρησκείαν συνηθείας. 11.10ἀπέπεμψε δ’αὐτοῖς Κῦρος καὶ τὰ σκεύη τοῦ θεοῦ, ἃ συλήσας τὸν ναὸν ὁ βασιλεὺς Ναβουχοδονόσορος εἰς τὴν Βαβυλῶνα ἐκόμισεν. 11.11παρέδωκεν δὲ ταῦτα φέρειν Μιθριδάτῃ τῷ γαζοφύλακι αὐτοῦ προστάξας δοῦναι αὐτὰ Ἀβεσσάρῳ, ὅπως φυλάττῃ μέχρι τῆς οἰκοδομίας τοῦ ναοῦ, τελεσθέντος δὲ αὐτοῦ παραδῷ τοῖς ἱερεῦσιν καὶ ἄρχουσιν τοῦ πλήθους εἰς τὸν ναὸν ἀποθησομένοις. 11.12πέμπει δὲ καὶ ἐπιστολὴν πρὸς τοὺς ἐν Συρίᾳ σατράπας Κῦρος τάδε λέγουσαν · “βασιλεὺς Κῦρος Σισίνῃ καὶ Σαραβασάνῃ χαίρειν. Ἰουδαίων τῶν ἐν τῇ ἐμῇ χώρᾳ κατοικούντων ἐπέτρεψα τοῖς βουλομένοις εἰς τὴν ἰδίαν ἀπελθοῦσι πατρίδα τήντε πόλιν ἀνακτίζειν καὶ τὸν ναὸν οἰκοδομῆσαι τὸν ἐν Ἱεροσολύμοις τοῦ θεοῦ ἐπὶ τοῦ αὐτοῦ τόπου, ἐφ’οὗ καὶ πρότερον. 11.13κατέπεμψα δέ μου καὶ τὸν γαζοφύλακα Μιθριδάτην καὶ Ζοροβάβηλον τὸν ἄρχοντα τῶν Ἰουδαίων, ἵνα θεμελίους βάλωνται τοῦ ναοῦ καὶ οἰκοδομήσωσιν αὐτὸν ὕψος μὲν ἑξήκοντα πηχῶν τῶν δ’αὐτῶν καὶ τὸ εὖρος, λίθου μὲν ξεστοῦ τρεῖς ποιησάμενοι δόμους καὶ ἕνα ξύλινον ἐγχώριον, ὁμοίως δὲ καὶ θυσιαστήριον, ἐφ’οὗ θύσουσιν τῷ θεῷ. 11.14τὴν δὲ εἰς ταῦτα δαπάνην ἐκ τῶν ἐμαυτοῦ γενέσθαι βούλομαι. καὶ τὰ σκεύη δέ, ἃ ἐσύλησεν ἐκ τοῦ ναοῦ Ναβουχοδονόσορος ὁ βασιλεύς, ἔπεμψα παραδοὺς Μιθριδάτῃ τῷ γαζοφύλακι καὶ Ζοροβαβήλῳ τῷ ἄρχοντι τῶν Ἰουδαίων, ἵνα διακομίσωσιν εἰς Ἱεροσόλυμα καὶ ἀποκαταστήσωσιν εἰς τὸν ναὸν τοῦ θεοῦ. 11.15ὁ δ’ἀριθμὸς αὐτῶν ἐστιν τοσοῦτος · ψυκτῆρες χρύσεοι πεντήκοντα, ἀργύρεοι τετρακόσιοι, θηρίκλεια χρύσεα πεντήκοντα, ἀργύρεα τετρακόσια, κάδοι χρύσεοι πεντήκοντα, ἀργύρεοι πεντακόσιοι, σπονδεῖα χρύσεα τεσσαράκοντα, ἀργύρεα τριακόσια, φιάλαι χρυσαῖ τριάκοντα, ἀργύρεαι δισχίλιαι τετρακόσιαι, σκεύητε ἄλλα μεγάλα χίλια. 11.16συγχωρῶ δὲ αὐτοῖς καὶ τὴν ἐκ προγόνων εἰθισμένην τιμὴν κτηνῶν καὶ οἴνου καὶ ἐλαίου δραχμὰς εἴκοσιν μυριάδας καὶ πεντακισχιλίας πεντακοσίας καὶ εἰς σεμίδαλιν πυρῶν ἀρτάβας δισμυρίας πεντακοσίας. κελεύω δὲ τὴν τούτων χορηγίαν ἐκ τῶν Σαμαρείας γίνεσθαι φόρων. 11.17ἐποίσουσι δὲ τὰ ἱερὰ ταῦτα κατὰ τοὺς Μωυσέως νόμους οἱ ἱερεῖς ἐν Ἱεροσολύμοις καὶ προσφέροντες εὔξονται τῷ θεῷ περὶ σωτηρίαςτε τοῦ βασιλέως καὶ τοῦ γένους αὐτοῦ, ὅπως ἡ Περσῶν βασιλεία διαμείνῃ. τοὺς δὲ παρακούσαντας τούτων καὶ ἀκυρώσαντας ἀνασταυρωθῆναι βούλομαι καὶ τὰς οὐσίας αὐτῶν εἶναι βασιλικάς”. 11.18καὶ ἡ μὲν ἐπιστολὴ ταῦτα ἐδήλου · τῶν δ’ἐκ τῆς αἰχμαλωσίας συνελθόντων εἰς Ἱεροσόλυμα μυριάδες ἦσαν τέσσαρες καὶ δισχίλιοι τετρακόσιοι ἑξήκοντα δύο. 11.19βαλλομένων δὲ τοὺς θεμελίους τοῦ ναοῦ καὶ περὶ τὴν οἰκοδομίαν αὐτοῦ λίαν ἐσπουδακότων, τὰ πέριξ ἔθνη καὶ μάλιστα τὸ Χουθαίων, οὓς ἐκ τῆς Περσίδος καὶ Μηδικῆς ἀγαγὼν Σαλμανασσάρης ὁ τῶν Ἀσσυρίων βασιλεὺς κατῴκισεν ἐν Σαμαρείᾳ, ὅτε τὸν τῶν Ἰσραηλιτῶν λαὸν ἀνάστατον ἐποίησεν, παρεκάλουν τοὺς σατράπας καὶ τοὺς ἐπιμελουμένους ἐμποδίζειν τοὺς Ἰουδαίους πρόςτε τὴν τῆς πόλεως ἀνάστασιν καὶ τὴν τοῦ ναοῦ κατασκευήν. 11.20οἱ δὲ καὶ χρήμασιν διαφθαρέντες ὑπ’αὐτῶν ἀπημπόλησαν τοῖς Χουθαίοις τὸ περὶ τοὺς Ἰουδαίους ἀμελὲς καὶ ῥᾴθυμον τῆς οἰκοδομῆς · Κύρῳ γὰρ περίτε ἄλλους ἀσχοληθέντι πολέμους ἄγνοια τούτων ἦν καὶ στρατευσαμένῳ γε ἐπὶ Μασσαγέτας εὐθὺς συνέβη τελευτῆσαι τὸν βίον. 11.21Καμβύσου δὲ τοῦ Κύρου παιδὸς τὴν βασιλείαν παραλαβόντος οἱ ἐν Συρίᾳ καὶ Φοινίκῃ καὶ Ἀμμανίτιδι καὶ Μωαβίτιδι καὶ Σαμαρείᾳ γράφουσιν ἐπιστολὴν Καμβύσῃ δηλοῦσαν τάδε · 11.22“δέσποτα, οἱ παῖδές σου Ῥάθυμος ὁ πάντα τὰ πραττόμενα γράφων καὶ Σεμέλιος ὁ γραμματεὺς καὶ οἱ τῆς βουλῆς τῆς ἐν Συρίᾳ καὶ Φοινίκῃ κριταί. γινώσκειν σε δεῖ, βασιλεῦ, ὅτι Ἰουδαῖοι οἱ εἰς Βαβυλῶνα ἀναχθέντες ἐληλύθασιν εἰς τὴν ἡμετέραν καὶ τήντε πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσιν καὶ τὰς ἀγορὰς αὐτῆς καὶ ἐπισκευάζουσιν τὰ τείχη καὶ ναὸν ἀνεγείρουσιν. 11.23ἴσθι μέντοι γε τούτων γενομένων οὔτε φόρους αὐτοὺς τελεῖν ὑπομενοῦντας οὔτε δὲ ὑπακούειν ἐθελήσοντας, ἀλλὰ καὶ βασιλεῦσιν ἀντιστήσονται καὶ ἄρχειν μᾶλλον ἢ ὑπακούειν ἐθελήσουσιν. 11.24ἐνεργουμένων οὖν τῶν περὶ τὸν ναὸν καὶ σπουδαζομένων καλῶς ἔχειν ἔδοξεν ἡμῖν γράψαι σοι, βασιλεῦ, καὶ μὴ περιιδεῖν, ὅπως ἐπισκέψῃ τὰ τῶν πατέρων σου βιβλία · εὑρήσεις γὰρ ἐν αὐτοῖς ἀποστάτας καὶ τῶν βασιλέων ἐχθροὺς Ἰουδαίους καὶ τὴν πόλιν αὐτῶν, ἣ διὰ τοῦτο καὶ νῦν ἠρημώθη. 11.25ἔδοξε δ’ἡμῖν καὶ τοῦτό σοι δηλῶσαι ἀγνοούμενον ἴσως, ὅτι τῆς πόλεως οὕτως συνοικισθείσης καὶ τὸν κύκλον τῶν τειχῶν ἀπολαβούσης ἀποκλείεταί σοι ἡ ὁδὸς ἡ ἐπὶ κοίλην Συρίαν καὶ Φοινίκην”. 11.26ἀναγνοὺς δὲ ὁ Καμβύσης τὴν ἐπιστολὴν καὶ φύσει πονηρὸς ὢν κινεῖται πρὸς τὰ δεδηλωμένα καὶ γράφει τάδε λέγων · “βασιλεὺς Καμβύσης Ῥαθύμῳ τῷ γράφοντι τὰ προσπίπτοντα καὶ Βεελζέμῳ καὶ Σεμελίῳ γραμματεῖ καὶ τοῖς λοιποῖς τοῖς συντασσομένοις καὶ οἰκοῦσιν ἐν Σαμαρείᾳ καὶ Φοινίκῃ τάδε λέγει. 11.27ἀναγνοὺς τὰ πεμφθέντα παρ’ὑμῶν γράμματα ἐκέλευσα ἐπισκέψασθαι τὰ τῶν προγόνων μου βιβλία, καὶ εὑρέθη ἡ πόλις ἐχθρὰ βασιλεῦσιν ἀεὶ γεγενημένη, καὶ στάσεις καὶ πολέμους οἱ ἐνοικοῦντες πραγματευσάμενοι, καὶ βασιλεῖς αὐτῶν ἔγνωμεν δυνατοὺς καὶ βιαίους φορολογήσαντας κοίλην Συρίαν καὶ Φοινίκην. 11.28ἐγὼ τοίνυν προσέταξα μὴ συγχωρεῖν τοῖς Ἰουδαίοις οἰκοδομεῖν τὴν πόλιν, μὴ ἐπὶ πλέον αὐξηθῇ τὰ τῆς κακίας αὐτῶν, ᾗ χρώμενοι πρὸς τοὺς βασιλεῖς διατετελέκασιν”. 11.29τούτων ἀναγνωσθέντων τῶν γραμμάτων ὁ Ῥάθυμος καὶ Σεμέλιος ὁ γραμματεὺς καὶ οἱ τούτοις συντεταγμένοι παραχρῆμα ἐπιπηδήσαντες ἵπποις ἔσπευσαν εἰς Ἱεροσόλυμα πλῆθος ἐπαγόμενοι πολύ, καὶ διεκώλυσαν οἰκοδομεῖν τοὺς Ἰουδαίους τὴν πόλιν καὶ τὸν ναόν. 11.30καὶ ταῦτα μὲν ἐπεσχέθη τὰ ἔργα μέχρι τοῦ δευτέρου ἔτους τῆς Δαρείου βασιλείας τοῦ Περσῶν ἐπ’ἄλλα ἔτη ἐννέα · Καμβύσης γὰρ ἓξ ἔτη βασιλεύσας, καταστρεψάμενος ἐν τούτοις τὴν Αἴγυπτον ὑποστρέψας ἐτελεύτησεν ἐν Δαμασκῷ. 11.31μετὰ δὲ τὴν τῶν μάγων ἀναίρεσιν, οἳ μετὰ τὸν Καμβύσου θάνατον τὴν Περσῶν ἀρχὴν ἐνιαυτῷ κατέσχον οἱ λεγόμενοι ἑπτὰ οἶκοι τῶν Περσῶν τὸν Ὑστάσπου παῖδα Δαρεῖον ἀπέδειξαν βασιλέα. οὗτος ἰδιώτης ὢν ηὔξατο τῷ θεῷ, εἰ γένοιτο βασιλεύς, πάντα τὰ σκεύη τοῦ θεοῦ, ὅσα ἦν ἔτι ἐν Βαβυλῶνι, πέμψειν εἰς τὸν ναὸν τὸν ἐν Ἱεροσολύμοις. 11.32ἔτυχεν δὲ κατ’ἐκεῖνον τὸν καιρὸν ἀφικόμενος πρὸς Δαρεῖον ἐξ Ἱεροσολύμων Ζοροβάβηλος, ὃς τῶν αἰχμαλώτων Ἰουδαίων ἡγεμὼν ἀπεδέδεικτο · πάλαι γὰρ ἦν αὐτῷ φιλία πρὸς τὸν βασιλέα, δι’ἣν καὶ σωματοφυλακεῖν αὐτὸν μετ’ἄλλων δύο κριθεὶς ἄξιος ἀπέλαυεν ἧς ἤλπισεν τιμῆς. 11.33τῷ δὲ πρώτῳ τῆς βασιλείας ἔτει Δαρεῖος ὑποδέχεται λαμπρῶς καὶ μετὰ πολλῆς παρασκευῆς τούςτε περὶ αὐτὸν καὶ τοὺς οἴκοι γεγονότας καὶ τοὺς τῶν Μήδων ἡγεμόνας καὶ σατράπας τῆς Περσίδος καὶ τοπάρχας τῆς Ἰνδικῆς ἄχρι τῆς Αἰθιοπίας καὶ τοὺς στρατηγοὺς τῶν ἑκατὸν εἰκοσιεπτὰ σατραπειῶν. 11.34ἐπεὶ δὲ κατευωχηθέντες ἄχρι κόρου καὶ πλησμονῆς ἀνέλυσαν κοιμηθησόμενοι παρ’αὐτοὺς ἕκαστοι, Δαρεῖος ὁ βασιλεὺς ἐλθὼν ἐπὶ τὴν κοίτην καὶ βραχὺ τῆς νυκτὸς ἀναπαυσάμενος ἔξυπνος γίνεται, καὶ μηκέτι κατακοιμηθῆναι δυνάμενος εἰς ὁμιλίαν τρέπεται μετὰ τῶν τριῶν σωματοφυλάκων, καὶ τῷ λόγον ἐροῦντι περὶ ὧν αὐτὸς ἀνακρίνειν μέλλει τὸν ἀληθέστερον καὶ συνετώτερον, τούτῳ γέρας δώσειν ὑπισχνεῖται νικητήριον πορφύραν ἐνδύσασθαι καὶ ἐν ἐκπώμασιν χρυσοῖς πίνειν καὶ ἐπὶ χρυσίου καθεύδειν καὶ ἅρμα χρυσοχάλινον καὶ κίδαριν βύσσινον καὶ περιαυχένιον χρύσεον, “καὶ μετ’αὐτὸν ἕξειν προεδρίαν διὰ τὴν σοφίαν καὶ συγγενής μου”, ἔφη, “κληθήσεται”. 11.36ταύτας ἐπαγγειλάμενος αὐτοῖς παρέξειν τὰς δωρεὰς ἐρωτᾷ μὲν τὸν πρῶτον, εἰ ὁ οἶνος ὑπερισχύει, τὸν δεύτερον δέ, εἰ οἱ βασιλεῖς, τὸν τρίτον δέ, εἰ αἱ γυναῖκες ἢ τούτων μᾶλλον ἡ ἀλήθεια. ταῦτα προθεὶς αὐτοῖς ζητεῖν ἡσύχασεν. 11.37ὄρθρου δὲ μεταπεμψάμενος τοὺς μεγιστᾶνας καὶ σατράπας καὶ τοπάρχας τῆς Περσίδος καὶ Μηδικῆς καὶ καθίσας ἐν ᾧ χρηματίζειν εἰώθει, τῶν σωματοφυλάκων ἕκαστον ἐκέλευσεν πάντων ἀκουόντων ἀποφαίνεσθαι τὸ δοκοῦν αὐτῷ περὶ τῶν προκειμένων. 11.38καὶ ὁ πρῶτος ἤρξατο λέγειν τὴν τοῦ οἴνου δύναμιν οὕτως αὐτὴν ἐμφανίζων · “ἄνδρες γὰρ εἶπεν, ἐγὼ τὴν ἰσχὺν τοῦ οἴνου τεκμαιρόμενος πάντα ὑπερβάλλουσαν εὑρίσκω τούτῳ τῷ τρόπῳ · 11.39σφάλλει γὰρ τῶν πινόντων αὐτὸν καὶ ἀπατᾷ τὴν διάνοιαν καὶ τὴν τοῦ βασιλέως τῇ τοῦ ὀρφανοῦ καὶ δεομένου κηδεμόνος ὁμοίαν τίθησιν, καὶ τὴν τοῦ δούλου διεγείρει πρὸς παρρησίαν τοῦ ἐλευθέρου, ἥτε τοῦ πένητος ὁμοία γίνεται τῇ τοῦ πλουσίου · 11.40μεταποιεῖ γὰρ καὶ μεταγεννᾷ τὰς ψυχὰς ἐν αὐταῖς ἐγγενόμενος, καὶ τῶν μὲν ἐν συμφορᾷ καθεστηκότων σβέννυσι τὸ λυποῦν, τοὺς δὲ ἀλλότρια χρέα λαβόντας εἰς λήθην ἄγει καὶ ποιεῖ δοκεῖν αὐτοὺς ἁπάντων πλουσιωτάτους, ὡς μηδὲν μικρὸν φθέγγεσθαι, ταλάντων δὲ μεμνῆσθαι καὶ τῶν τοῖς εὐδαίμοσι προσηκόντων ὀνομάτων. 11.41ἔτι γε μὴν στρατηγῶν καὶ βασιλέων ἀναισθήτους ἀπεργάζεται καὶ φίλων καὶ συνήθων ἐξαιρεῖ μνήμην · ὁπλίζει γὰρ τοὺς ἀνθρώπους καὶ κατὰ τῶν φιλτάτων καὶ δοκεῖν ποιεῖ πάντων ἀλλοτριωτάτους. 11.42καὶ ὅταν νήψαντες τύχωσιν καὶ καταλίπῃ διὰ τῆς νυκτὸς αὐτοὺς ὁ οἶνος κοιμωμένους, ἀνίστανται μηθὲν ὧν ἔπραξαν παρὰ τὴν μέθην εἰδότες. τούτοις ἐγὼ τεκμαιρόμενος εὑρίσκω τὸν οἶνον ὑπερκρατοῦντα πάντων καὶ βιαιότατον”. 11.43ὡς δὲ ὁ πρῶτος ἀποφηνάμενος περὶ τῆς ἰσχύος τοῦ οἴνου τὰ προειρημένα ἐπαύσατο, ὁ μετ’αὐτὸν ἤρξατο λέγειν περὶ τῆς τοῦ βασιλέως δυνάμεως, ταύτην ἀποδεικνὺς τὴν ἰσχυροτάτην καὶ πλέον τῶν ἄλλων δυναμένην, ὅσα βίαν ἔχειν ἢ σύνεσιν δοκεῖ. τὸν δὲ τρόπον τῆς ἀποδείξεως ἐντεῦθεν ἐλάμβανεν · 11.44“πάντων μὲν εἶπεν ἀνθρώπους περικρατεῖν, οἳ καὶ τὴν γῆν καταναγκάζουσιν καὶ τὴν θάλασσαν εἶναι χρησίμην αὐτοῖς πρὸς ἃ θέλουσιν, τούτων δ’ἄρχουσιν οἱ βασιλεῖς καὶ τὴν ἐξουσίαν ἔχουσιν · οἱ δὲ τοῦ κρατίστου καὶ ἰσχυροτάτου ζῴου δεσπόζοντες ἀνυπέρβλητοι τὴν δύναμιν οὗτοι καὶ τὴν ἰσχὺν εἰκότως ἂν εἶεν. 11.45ἀμέλει πολέμους ἐπιτάττοντες καὶ κινδύνους τοῖς ἀρχομένοις ἀκούονται, καὶ πέμποντες αὐτοὺς ἐπ’ἐχθροὺς καταπειθεῖς διὰ τὴν ἰσχὺν τὴν αὐτῶν ἔχουσιν, καὶ ὄρη μὲν κατεργάζεσθαι καὶ τείχη κατασπᾶν καὶ πύργους κελεύουσιν, καὶ κτείνεσθαι δ’οἱ κελευσθέντες καὶ κτείνειν ὑπομένουσιν, ἵνα μὴ τὰ τοῦ βασιλέως δόξωσι παραβαίνειν προστάγματα, νικήσαντες δὲ τὴν ὠφέλειαν τὴν ἐκ τοῦ πολέμου τῷ βασιλεῖ κομίζουσιν. 11.46καὶ οἱ μὴ στρατευόμενοι γῆν ἐργαζόμενοι καὶ ἀροῦντες ὅταν πονήσαντες καὶ ἅπασαν τὴν τῶν ἔργων ταλαιπωρίαν ὑπομείναντες θερίσωσιν καὶ τοὺς καρποὺς συνέλωσιν, τοὺς φόρους τῷ βασιλεῖ κομίζουσιν. 11.47ὃ δ’ἂν οὗτος εἴπῃ καὶ κελεύσῃ τοῦτο ἐξ ἀνάγκης οὐδὲν ὑπερβαλομένων γίνεται. ἔτι ὁ μὲν τρυφῆς ἁπάσης καὶ ἡδονῆς ἀναπιμπλάμενος καθεύδει, φυλάσσεται δὲ ὑπὸ γρηγορούντων καὶ ὡσανεὶ δεδεμένων ὑπὸ φόβου · 11.48καταλιπεῖν γὰρ οὐ δὲ εἷς τολμᾷ κοιμώμενον οὐ δὲ τῶν ἰδίων ἀναχωρήσας ποιεῖσθαι πρόνοιαν, ἀλλ’ἓν ἔργον ἡγούμενος τῶν ἀναγκαίων τὸ φυλάττειν τὸν βασιλέα τούτῳ προσμένει. πῶς οὖν οὐκ ἂν ὁ βασιλεὺς δόξειεν τὴν πάντων ἰσχὺν ὑπερβάλλειν, ᾧ τοσοῦτο πλῆθος πείθεται κελεύοντι”; 11.49σιωπήσαντος δὲ καὶ τούτου περὶ τῆς τῶν γυναικῶν καὶ τῆς ἀληθείας ὁ τρίτος Ζοροβάβηλος διδάσκειν αὐτοὺς ἤρξατο λέγων οὕτως · “ἰσχυρὸς μὲν καὶ ὁ οἶνος καὶ ὁ βασιλεύς, ᾧ πάντες ὑπακούουσιν, ἀλλὰ κρείττους τὴν δύναμιν τούτων αἱ γυναῖκες · 11.50τόντε γὰρ βασιλέα γυνὴ παρήγαγεν εἰς τὸ φῶς καὶ τοὺς φυτεύσαντας ἀμπέλους, αἳ ποιοῦσιν τὸν οἶνον, γυναῖκές εἰσιν αἱ τίκτουσαίτε καὶ τρέφουσαι, καθόλου δ’οὐδέν ἐστιν, ὃ μὴ παρ’αὐτῶν ἔχομεν · καὶ γὰρ τὰς ἐσθῆτας αὗται ὑφαίνουσιν ἡμῖν καὶ τὰ κατ’οἶκον διὰ ταύτας ἐπιμελείας καὶ φυλακῆς ἀξιοῦται. 11.51καὶ οὐκ ἔστιν ἡμῖν ἀποζευχθῆναι γυναικῶν, ἀλλὰ χρυσὸν πολὺν κτησάμενοι καὶ ἄργυρον καὶ ἄλλο τι τῶν πολυτελῶν καὶ σπουδῆς ἀξίων, ὅταν ἴδωμεν εὔμορφον γυναῖκα, πάντα ἐκεῖνα ἀφέντες τῷ εἴδει τῆς ὁραθείσης προσκεχήναμεν καὶ ὑπομένομεν παραχωρῆσαι τῶν ὄντων ἡμῖν, ἵνα τοῦ κάλλους ἀπολαύσωμεν καὶ μεταλάβωμεν. 11.52ἐγκαταλείπομεν δὲ καὶ πατέρας καὶ τὴν θρεψαμένην γῆν, καὶ τῶν φιλτάτων πολλάκις λήθην ἔχομεν διὰ τὰς γυναῖκας, καὶ τὰς ψυχὰς ἀφιέναι μετ’αὐτῶν καρτεροῦμεν. οὕτως δ’ἂν μάλιστα τὴν ἰσχὺν τῶν γυναικῶν κατανοήσαιτε · 11.53οὐχὶ πονοῦντες καὶ πᾶσαν ταλαιπωρίαν ὑπομένοντες καὶ διὰ γῆς καὶ διὰ θαλάττης, ὅταν ἡμῖν ἐκ τῶν πόνων περιγένηταί τινα, αὐτὰ φέροντες ὡς δεσποίναις ταῖς γυναιξὶν διδόαμεν; 11.54καὶ τὸν βασιλέα δὲ τὸν τοσούτων κύριον εἶδόν ποτε ὑπὸ τῆς Ῥαβεζάκου τοῦ Θεμασίου παιδὸς Ἀπάμης παλλακῆς δ’αὐτοῦ ῥαπιζόμενον, καὶ τὸ διάδημα ἀφαιρουμένης καὶ τῇ ἰδίᾳ κεφαλῇ περιτιθείσης ἀνεχόμενον καὶ μειδιώσης μὲν μειδιῶντα ὀργιζομένης δὲ σκυθρωπάζοντα καὶ τῇ τῶν παθῶν μεταβολῇ κολακεύοντα τὴν γυναῖκα καὶ διαλλάττοντα ἐκ τοῦ σφόδρα ταπεινὸν αὑτὸν ποιεῖν, εἴ ποτε δυσχεραίνουσαν ἔβλεπεν”. 11.55εἰς ἀλλήλους δὲ ἀφορώντων τῶν σατραπῶν καὶ ἡγεμόνων περὶ τῆς ἀληθείας ἤρξατο λέγειν “ἀπέδειξα μέν, εἰπών, ὅσον αἱ γυναῖκες ἰσχύουσιν, ἀσθενέστεραι δ’ὅμως καὶ αὗται καὶ ὁ βασιλεὺς τῆς ἀληθείας ὑπάρχουσιν. εἰ γάρ ἐστιν ἡ γῆ μεγίστη καὶ ὑψηλὸς ὁ οὐρανὸς καὶ ταχὺς ὁ ἥλιος, ταῦτα δὲ πάντα κινεῖται κατὰ βούλησιν τοῦ θεοῦ, ἀληθινὸς δέ ἐστιν καὶ δίκαιος οὗτος, ἀπὸ τῆς αὐτῆς αἰτίας δεῖ καὶ τὴν ἀλήθειαν ἰσχυροτάτην ἡγεῖσθαι καὶ μηδὲν πρὸς αὐτὴν τὸ ἄδικον δυνάμενον. 11.56ἔτι γε μὴν τὰ μὲν ἄλλα θνητὰ καὶ ὠκύμορα εἶναι συμβέβηκεν τῶν ἰσχὺν ἐχόντων, ἀθάνατον δὲ ἡ ἀλήθεια χρῆμα καὶ ἀίδιον. παρέχει δ’ἡμῖν οὐ κάλλος χρόνῳ μαραινόμενον οὐ δὲ περιουσίαν ἀφαιρετὴν ὑπὸ τύχης, ἀλλὰ τὰ δίκαια καὶ τὰ νόμιμα, διακρίνουσα ἀπ’αὐτῶν τὰ ἄδικα καὶ ἀπελέγχουσα”. 11.57καταπαύει μὲν ὁ Ζοροβάβηλος τὸν περὶ τῆς ἀληθείας λόγον, ἐπιβοήσαντος δὲ τοῦ πλήθους ὡς ἄριστα εἰπόντος, καὶ ὅτι τὸ ἀληθὲς ἰσχὺν ἄτρεπτον καὶ ἀγήρω μόνον ἔχοι, προσέταξεν αὐτὸν ὁ βασιλεὺς αἰτήσασθαί τι πάρεξ ὧν αὐτὸς ἦν ὑπεσχημένος · δώσειν γὰρ ὄντι σοφῷ καὶ τῶν ἄλλων μᾶλλον φανέντι συνετῷ · “συγκαθεσθήσῃ δέ μοι, φησίν, καὶ κεκλήσῃ συγγενὴς ἐμός”. 11.58ταῦτ’εἰπόντος ὑπέμνησεν αὐτὸν τῆς εὐχῆς, ἧς ἐποιήσατο, εἰ λάβοι τὴν βασιλείαν · αὕτη δ’ἂν εἴη οἰκοδομῆσαι μὲν Ἱεροσόλυμα, κατασκευάσαι δὲ ἐν αὐτοῖς τὸν τοῦ θεοῦ ναόν, ἀποκαταστῆσαι δὲ καὶ τὰ σκεύη, ὅσα συλήσας Ναβουχοδονόσορος εἰς Βαβυλῶνα ἐκόμισεν. “καὶ τοῦτ’”, ἔφη, “το- τοὐμὸν αἴτημά ἐστιν, ὅ μοι νῦν ἐπιτρέπεις αἰτήσασθαι κριθέντι σοφῷ καὶ συνετῷ”. 11.59ἡσθεὶς ἐπὶ τούτοις ὁ βασιλεὺς ἀναστὰς κατεφίλησέντε αὐτὸν καὶ τοῖς τοπάρχαις καὶ σατράπαις γράφει κελεύων προπέμψαι τὸν Ζοροβάβηλον καὶ τοὺς σὺν αὐτῷ μέλλοντας ἐπὶ τὴν οἰκοδομὴν ἐξιέναι τοῦ ναοῦ. 11.60ἐπέστειλε δὲ καὶ τοῖς ἐν Συρίᾳ καὶ Φοινίκῃ ξύλα κέδρινα κατακομίζειν ἐκ τοῦ Λιβάνου τεμόντας εἰς Ἱεροσόλυμα, καὶ συγκατασκευάζειν αὐτῷ τὴν πόλιν, καὶ πάντας ἔγραψεν ἐλευθέρους εἶναι τοὺς εἰς τὴν Ἰουδαίαν τῶν αἰχμαλώτων ἀπελθόντας. 11.61καὶ τοὺς ἐπιτρόπους τοὺς αὐτοῦ καὶ σατράπας ἐκώλυσεν ἐπιτάττειν τοῖς Ἰουδαίοις τὰς βασιλικὰς χρείας, ἀνῆκέτε πᾶσαν ἣν ἂν κατασχεῖν δυνηθῶσιν τῆς χώρας ἀτελῆ φόρων αὐτοῖς νέμεσθαι. προσέταξε δὲ καὶ τοὺς Ἰδουμαίους καὶ Σαμαρείτας καὶ τοὺς ἐκ τῆς κοίλης Συρίας ἀφεῖναι τὰς κώμας, ἃς τῶν Ἰουδαίων κατεῖχον, καὶ προσέτι τάλαντα πεντήκοντα εἰς τὴν οἰκοδομίαν τοῦ ἱεροῦ δοθῆναι. 11.62θύειντε αὐτοῖς τὰς νενομισμένας θυσίας ἐπέτρεψε καὶ τὴν χορηγίαν ἅπασαν καὶ τὴν ἱερὰν στολήν, ᾗ θεραπεύουσι τὸν θεὸν ὅτε ἀρχιερεὺς καὶ οἱ ἱερεῖς, ἐκ τῶν ἰδίων γίνεσθαι, καὶ τοῖς Λευίταις τὰ ὄργανα, οἷς ὑμνοῦσι τὸν θεόν, καὶ τοῖς φύλαξι τῆς πόλεως καὶ τοῦ ναοῦ προσέταξεν κλήρους γῆς δοθῆναι καὶ κατὰ ἕκαστον ἔτος ὡρισμένον τι πρὸς τὴν τοῦ βίου χρείαν ἀργύριον, πέμψαι δὲ καὶ τὰ σκεύη, καὶ πάντα, ὅσα Κῦρος πρὸ αὐτοῦ ἐβουλήθη περὶ τῆς τῶν Ἰουδαίων ἀποκαταστάσεως, ταῦτα καὶ Δαρεῖος διετάξατο. 11.64τυχὼν οὖν τούτων παρὰ τοῦ βασιλέως Ζοροβάβηλος ἐξελθὼν ἀπὸ τῶν βασιλείων καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐχαριστεῖν ἤρξατο τῷ θεῷ τῆς σοφίας καὶ τῆς ἐπ’αὐτῇ νίκης, ἣν Δαρείου παρόντος ἔλαβεν · “οὐ γὰρ ἂν τούτων ἀξιωθῆναι μὴ σοῦ”, φησί, “δέσποτα, τυχὼν εὐμενοῦς”. 11.65ταῦτ’οὖν περὶ τῶν παρόντων εὐχαριστήσας τῷ θεῷ καὶ πρὸς τὰ μέλλοντα δεηθεὶς αὑτὸν παρέχειν ὅμοιον, ἧκεν εἰς Βαβυλῶνα καὶ τοῖς ὁμοφύλοις εὐηγγελίσατο τὰ παρὰ τοῦ βασιλέως. 11.66οἱ δὲ ἀκούσαντες εὐχαριστοῦσι μὲν τῷ θεῷ πάλιν αὐτοῖς ἀποδιδόντι τὴν πάτριον γῆν, εἰς δὲ πότον καὶ κώμους τραπέντες ἐφ’ἡμέρας ἑπτὰ διήγαγον εὐωχούμενοι καὶ τὴν ἀνάκτησιν καὶ παλιγγενεσίαν τῆς πατρίδος ἑορτάζοντες. 11.67ἔπειτα τοὺς ἀναβησομένους εἰς τὰ Ἱεροσόλυμα ἡγεμόνας ἐκ τῶν πατρίων φυλῶν σὺν γυναιξὶ καὶ τέκνοις καὶ ὑποζυγίοις ἐπελέξαντο, οἳ Δαρείου συμπέμψαντος ἕως τῶν Ἱεροσολύμων ὥδευον μετὰ χαρᾶς καὶ τρυφῆς, ψαλλόμενοι καὶ καταυλούμενοι καὶ περιψοφούμενοι τοῖς κυμβάλοις. προέπεμπε δὲ αὐτοὺς καὶ τὸ ὑπολειπόμενον τῶν Ἰουδαίων πλῆθος μετὰ παιδιᾶς. 11.68καὶ οἱ μὲν οὕτως ἀπῄεσαν ἐξ ἑκάστης πατριᾶς ἀριθμὸς ὄντες ὡρισμένος. ἐμοὶ δὲ οὐκ ἔδοξε τὰ τῶν πατριῶν καταλέγειν ὀνόματα, ἵνα μὴ τὴν τῶν ἀναγινωσκόντων διάνοιαν τῆς συναφῆς τῶν πραγμάτων ἀποσπάσας δυσπαρακολούθητον αὐτοῖς ποιήσω τὴν διήγησιν. 11.69τὸ δὲ κεφάλαιον τῶν ἀπερχομένων περὶ ἔτη δώδεκα τὴν ἡλικίαν γεγονότων ἐκ τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίτιδος ἦν μυριάδες τετρακόσιαι ἑξηκονταδύο καὶ ὀκτακισχίλιοι, Λευῖται δὲ τέσσαρες καὶ ἑβδομήκοντα, γυναικῶν δὲ ἀναμὶξ καὶ νηπίων σώματα ἦν τετρακισμύρια ἑπτακόσια τεσσαρακονταδύο. 11.70πάρεξ δὲ τούτων Λευῖται μὲν ἦσαν ὑμνῳδοὶ ἑκατὸν εἰκοσιοκτώ, πυλωροὶ δὲ ἑκατὸν δέκα, δοῦλοι δὲ ἱεροὶ τριακόσιοι ἐνενηκονταδύο, ἄλλοιτε πρὸς τούτοις λέγοντες μὲν εἶναι τῶν Ἰσραηλιτῶν οὐ δυνάμενοι δὲ ἐπιδεῖξαι τὸ γένος αὐτῶν ἑξακόσιοι πεντηκονταδύο. 11.71ἐξεβλήθησαν δὲ καὶ τῶν ἱερέων ἐκ τῆς τιμῆς ἠγμένοι γυναῖκας, ὧν οὔτ’αὐτοὶ τὸ γένος εἶχον εἰπεῖν οὔτ’ἐν ταῖς γενεαλογίαις τῶν Λευιτῶν καὶ ἱερέων εὑρέθησαν · ἦσαν δὲ ὡς πεντακόσιοι καὶ πέντε καὶ εἴκοσι. 11.72τὸ δὲ τῶν θεραπόντων πλῆθος εἵπετο τοῖς ἀναβαίνουσιν εἰς Ἱεροσόλυμα ἑπτακισχιλίων τριακοσίων τριακονταεπτά, ψάλται δὲ καὶ ψάλτριαι διακόσιοι τεσσαρακονταπέντε, κάμηλοι τετρακόσιαι τριακονταπέντε, ὑποζύγια πεντακισχίλια πεντακόσια εἰκοσιπέντε. 11.73ἡγεμὼν δὲ τῆς κατηριθμημένης πληθύος ἦν ὁ Σαλαθιήλου παῖς Ζοροβάβηλος ἐκ τῶν υἱῶν ὢν τῶν Δαυίδου γεγονὼς ἐκ τῆς Ἰούδα φυλῆς, καὶ Ἰησοῦς υἱὸς Ἰωσεδέκου τοῦ ἀρχιερέως. πρὸς τούτοις ὁ Μαρδοχαῖος καὶ Σερεβαῖος ἐκ τοῦ πλήθους κεκριμένοι ἄρχοντες ἦσαν, οἳ καὶ συνεβάλοντο μνᾶς μὲν χρυσίου ἑκατὸν ἀργύρου δὲ πεντακισχιλίας. 11.74οὕτως μὲν οὖν οἵτε ἱερεῖς καὶ οἱ Λευῖται καὶ μέρος τι τοῦ παντὸς λαοῦ τῶν Ἰουδαίων, ὃς ἦν ἐν τῇ Βαβυλῶνι, κατῳκίσθησαν εἰς τὰ Ἱεροσόλυμα · τὸ δὲ ἄλλο πλῆθος εἰς τὰς ἰδίας ἀνεχώρησεν πατρίδας. 11.75ἑβδόμῳ δὲ μηνὶ τῆς ἀπὸ Βαβυλῶνος αὐτῶν ἐξόδου περιπέμψαντες ὅτε ἀρχιερεὺς Ἰησοῦς καὶ Ζοροβάβηλος ὁ ἄρχων τοὺς ἀπὸ τῆς χώρας συνήγαγον εἰς Ἱεροσόλυμα πανδημεὶ μηδὲν προθυμίας ἀπολιπόντες, κατεσκεύασάντε θυσιαστήριον ἐφ’οὗ καὶ πρότερον ἦν ᾠκοδομημένον τόπου, ὅπως τὰς νομίμους ἀναφέρωσι θυσίας ἐπ’αὐτοῦ τῷ θεῷ κατὰ τοὺς Μωυσέως νόμους. 11.76ταῦτα δὲ ποιοῦντες οὐκ ἦσαν ἐν ἡδονῇ τοῖς προσχωρίοις ἔθνεσιν πάντων αὐτοῖς ἀπεχθανομένων. 11.77ἤγαγον δὲ καὶ τὴν σκηνοπηγίαν κατ’ἐκεῖνον τὸν καιρόν, ὡς ὁ νομοθέτης περὶ αὐτῆς διετάξατο, καὶ προσφορὰς μετὰ ταῦτα καὶ τοὺς καλουμένους ἐνδελεχισμοὺς καὶ τὰς θυσίας τῶν σαββάτων καὶ πασῶν τῶν ἁγίων ἑορτῶν, οἵτε πεποιημένοι τὰς εὐχὰς ἀπεδίδοσαν θύοντες ἀπὸ νουμηνίας τοῦ ἑβδόμου μηνός. 11.78ἤρξαντο δὲ καὶ τῆς οἰκοδομίας τοῦ ναοῦ πολλὰ τοῖςτε λατόμοις καὶ τέκτοσι χρήματα δόντες καὶ τὰ πρὸς τροφὴν τῶν εἰσαγομένων, τοῖςτε Σιδωνίοις ἡδὺ καὶ κοῦφον ἦν τάτε κέδρινα κατάγουσιν ἐκ τοῦ Λιβάνου ξύλα δήσασιν αὐτὰ καὶ σχεδίαν πηξαμένοις εἰς τὸν τῆς Ἰόππης κομίζειν λιμένα · τοῦτο γὰρ πρῶτος μὲν Κῦρος ἐκέλευσεν, τότε δὲ Δαρείου κελεύσαντος ἐγίνετο. 11.79ὧν τῷ δευτέρῳ ἔτει τῆς εἰς Ἱεροσόλυμα καθόδου τῶν Ἰουδαίων μηνὶ δευτέρῳ παραγενομένων συνείχετο ἡ τοῦ ναοῦ κατασκευή · καὶ τοὺς θεμελίους ἐγείραντες τῇ νουμηνίᾳ τοῦ δευτέρου μηνὸς τοῦ δευτέρου ἔτους ἐπῳκοδόμουν, προστησάμενοι τῶν ἔργων Λευιτῶντε τοὺς εἰκοστὸν ἔτος ἤδη γεγονότας καὶ Ἰησοῦν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς ἀδελφοὺς καὶ Ζοδμοῆλον τὸν ἀδελφὸν Ἰούδα τοῦ Ἀμιναδάβου καὶ τοὺς υἱοὺς αὐτοῦ. 11.80καὶ ὁ μὲν ναὸς πάσῃ χρησαμένων σπουδῇ τῶν τὴν ἐπιμέλειαν ἐγκεχειρισμένων θᾶττον ἢ προσεδόκησεν ἄν τις ἔλαβεν τέλος. ἀπαρτισθέντος δὲ τοῦ ἱεροῦ μετὰ σαλπίγγων οἱ ἱερεῖς ταῖς συνήθεσι στολαῖς κεκοσμημένοι καὶ οἱ Λευῖται καὶ οἱ Ἀσάφου παῖδες ἀναστάντες ὕμνουν τὸν θεόν, ὡς τὴν εἰς αὐτὸν εὐλογίαν Δαυίδης κατέδειξε πρῶτος. 11.81οἱ δὲ ἱερεῖς καὶ Λευῖται καὶ τῶν πατριῶν οἱ πρεσβύτεροι τὸν πρότερον ταῖς μνήμαις ἀναπολοῦντες μέγιστόντε καὶ πολυτελέστατον, καὶ τὸν γεγενημένον ὁρῶντες ὑπὸ πτωχείας ἐνδεέστερον τοῦ πάλαι κατασκευαζόμενον, ὅσον εἶεν τῆς ἀρχαίας εὐδαιμονίας ὑποβεβηκότες καὶ τῆς ἀξίας τοῦ ναοῦ λογιζόμενοι κατήφουν, καὶ τῆς ἐπὶ τούτῳ λύπης κρατεῖν οὐ δυνάμενοι μέχρι θρήνων καὶ δακρύων προήγοντο. 11.82ὁ δὲ λαὸς ἠγάπα τοῖς παροῦσιν καὶ τῷ μόνον οἰκοδομῆσαι τὸ ἱερὸν τοῦ πρότερον ὄντος οὐδένα λόγον ποιούμενος οὐ δ’ἀνάμνησιν οὐ δὲ πρὸς τὴν σύγκρισιν τὴν ἐκείνου βασανίζων αὑτὸν ὡς ἐπ’ἐλάττοσιν οἷς ὑπελάμβανεν. 11.83ὑπερεφώνει δὲ τὸν τῶν σαλπίγγων ἦχον καὶ τὴν τοῦ πλήθους χαρὰν ἡ τῶν πρεσβυτέρων καὶ ἱερέων ἐφ’οἷς ἐδόκουν ἐλαττοῦσθαι τὸν ναὸν τοῦ κατασκαφέντος οἰμωγή. 11.84τῆς δὲ βοῆς τῶν σαλπίγγων ἀκούσαντες οἱ Σαμαρεῖται, ἐτύγχανον γὰρ ἀπεχθανόμενοι τῇτε Ἰούδα φυλῇ καὶ τῇ Βενιαμίτιδι, συνέδραμον τὴν αἰτίαν τοῦ θορύβου μαθεῖν θέλοντες. γνόντες δὲ τοὺς αἰχμαλωτισθέντας εἰς Βαβυλῶνα τῶν Ἰουδαίων ἀνακτίζοντας τὸ ἱερόν, προσίασιν τῷ Ζοροβαβήλῳ καὶ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν ἀξιοῦντες αὐτοῖς ἐπιτραπῆναι συγκατασκευάσαι τὸν ναὸν καὶ κοινωνῆσαι τῆς οἰκοδομίας · 11.85“σεβόμεθα γὰρ οὐκ ἔλαττον ἐκείνων τὸν θεόν, ἔφασκον, καὶ τοῦτον ὑπερευχόμεθα καὶ τῆς θρησκείας ἐσμὲν ἐπιθυμηταὶ ἐξ ἐκείνου τοῦ χρόνου, ἀφ’οὗ Σαλμανασσάρης ὁ τῶν Ἀσσυρίων βασιλεὺς ἐκ τῆς Χουθίας ἡμᾶς μετήγαγεν καὶ Μηδίας ἐνθάδε”. 11.86τούτους αὐτῶν ποιησαμένων τοὺς λόγους Ζοροβάβηλος καὶ Ἰησοῦς ὁ ἀρχιερεὺς καὶ οἱ τῶν πατριῶν ἡγεμόνες τῶν Ἰσραηλιτῶν πρὸς αὐτοὺς ἔφασαν τῆς μὲν οἰκοδομίας αὐτοῖς ἀδύνατον εἶναι κοινωνεῖν, αὐτῶν προσταχθέντων κατασκευάσαι τὸν ναὸν πρότερον μὲν ὑπὸ Κύρου νῦν δὲ ὑπὸ Δαρείου · 11.87προσκυνεῖν δὲ αὐτοῖς ἐφιέναι καὶ τοῦτο μόνον εἶναι κοινόν, εἰ βούλονται, πρὸς αὐτοὺς καὶ πᾶσιν ἀνθρώποις ἀφικνουμένοις εἰς τὸ ἱερὸν σέβειν τὸν θεόν. 11.88ταῦτ’ἀκούσαντες οἱ Χουθαῖοι, τὴν γὰρ προσηγορίαν οἱ Σαμαρεῖται ταύτην ἔχουσιν, ἠγανάκτησαν καὶ πείθουσιν τὰ ἐν Συρίᾳ ἔθνη τῶν σατραπῶν δεηθῆναι τὸν αὐτὸν τρόπον, ὅνπερ ἐπὶ Κύρου πρότερον εἶτ’ἐπὶ Καμβύσου μετ’αὐτόν, ἐπισχεῖν τὴν τοῦ ναοῦ κατασκευὴν καὶ σπουδάζουσιν περὶ αὐτὸν τοῖς Ἰουδαίοις ἀναβολὴν καὶ τριβὴν πραγματεύσασθαι. 11.89κατὰ δὲ τὸν καιρὸν τοῦτον ἀναβάντων εἰς Ἱεροσόλυμα Σισίνου τοῦ τῆς Συρίας καὶ Φοινίκης ἐπάρχου καὶ Σαρωβαζάνου μετὰ καί τινων ἑτέρων καὶ τοὺς ἡγεμόνας τῶν Ἰουδαίων ἐρομένων, τίνος αὐτοῖς συγχωρήσαντος οὕτως οἰκοδομοῦσιν τὸν ναόν, ὡς φρούριον μᾶλλον αὐτὸν εἶναι ἢ ἱερόν, καὶ τί δήποτε τὰς στοὰς καὶ τὰ τείχη περιβεβλήκασιν τῇ πόλει σφόδρα ὀχυρά, Ζοροβάβηλος καὶ ὁ ἀρχιερεὺς Ἰησοῦς δούλους μὲν αὐτοὺς ἔφασαν εἶναι τοῦ μεγίστου θεοῦ, τὸν δὲ ναὸν τοῦτον αὐτῷ κατασκευασθέντα ὑπὸ βασιλέως αὐτῶν εὐδαίμονος καὶ πάντας ὑπερβάλλοντος ἀρετῇ πολὺν διαμεῖναι χρόνον. 11.91ἐπεὶ δὲ τῶν πατέρων ἀσεβησάντων εἰς τὸν θεὸν Ναβουχοδονόσορος ὁ Βαβυλωνίων καὶ Χαλδαίων βασιλεὺς ἑλὼν τὴν πόλιν κατὰ κράτος αὐτήντε καθεῖλεν καὶ τὸν ναὸν συλήσας ἐνέπρησεν καὶ τὸν λαὸν μετῴκισεν αἰχμάλωτον μεταγαγὼν εἰς Βαβυλῶνα, Κῦρος ὁ μετ’αὐτὸν τῆς Βαβυλωνίας καὶ Περσίδος βασιλεὺς ἔγραψεν οἰκοδομῆσαι τὸν ναόν, καὶ πάνθ’ὅσα μετήγαγεν ἐξ αὐτοῦ Ναβουχοδονόσορος ἀναθήματα καὶ σκεύη Ζοροβαβήλῳ παραδοὺς καὶ Μιθριδάτῃ τῷ γαζοφύλακι προσέταξεν κομίσαι εἰς Ἱεροσόλυμα καὶ πάλιν εἰς τὸν ἴδιον ἀποκατασταθῆναι ναὸν οἰκοδομηθέντα. 11.93τοῦτο γὰρ ἐπέστειλεν ἐν τάχει γενέσθαι Σαβάσηρον κελεύσας ἀναβάντα εἰς Ἱεροσόλυμα τῆς οἰκοδομίας τοῦ ναοῦ ποιήσασθαι πρόνοιαν. ὃς μετὰ τὸ λαβεῖν παρὰ Κύρου γράμματα, παραγενόμενος εὐθὺς τοὺς θεμελίους κατεβάλετο, καὶ ἐξ ἐκείνου τοῦ χρόνου κατασκευαζόμενος μέχρι καὶ τοῦ δεῦρο διὰ τὴν τῶν ἐχθρῶν κακοήθειάν ἐστιν ἀτελής. 11.94“εἰ τοίνυν βούλεσθε καὶ δοκιμάζετε, γράψατε ταῦτα Δαρείῳ, ὅπως ἐπισκεψάμενος τὰ τῶν βασιλέων ὑπομνήματα εὕρῃ μηδὲν ἡμᾶς ὧν λέγομεν καταψευσαμένους”. 11.95ταῦτ’εἰπόντων τοῦτε Ζοροβαβήλου καὶ τοῦ ἀρχιερέως ὁ Σισίννης καὶ οἱ σὺν αὐτῷ τὴν μὲν οἰκοδομίαν ἐπισχεῖν οὐ διέγνωσαν ἕως ἂν ταῦτα δηλωθῇ Δαρείῳ, παραχρῆμα δ’αὐτῷ περὶ τούτων ἔγραψαν. 11.96τῶν δὲ Ἰουδαίων κατεπτηχότων καὶ δεδιότων μὴ μεταδόξῃ τῷ βασιλεῖ περὶ τῆς τῶν Ἱεροσολύμων καὶ τοῦ ναοῦ κατασκευῆς, ὄντες κατὰ τὸν καιρὸν ἐκεῖνον δύο προφῆται παρ’αὐτοῖς Ἀγγαῖος καὶ Ζαχαρίας θαρρεῖν αὐτοὺς παρώρμων καὶ μηδὲν ἐκ τῶν Περσῶν ὑφορᾶσθαι δύσκολον, ὡς τοῦ θεοῦ ταῦτα προλέγοντος. πιστεύοντες δὲ τοῖς προφήταις ἐντεταμένως εἴχοντο τῆς οἰκοδομίας μηδεμίαν ἡμέραν ἀνιέμενοι. 11.97Δαρεῖος δὲ τῶν Σαμαρειτῶν αὐτῷ γραψάντων καὶ κατηγορούντων διὰ τῆς ἐπιστολῆς τῶν Ἰουδαίων, ὡς τήντε πόλιν ὀχυροῦσι καὶ τὸν ναὸν φρουρίῳ προσεοικότα μᾶλλον ἢ ἱερῷ κατασκευάζουσιν, λεγόντων δὲ μὴ συνοίσειν αὐτῷ τὰ γινόμενα καὶ προσέτι τὰς ἐπιστολὰς ἐπιδεικνύντων τὰς Καμβύσου, δι’ὧν ἐκώλυσεν ἐκεῖνος οἰκοδομεῖν τὸν ναόν, μαθὼν παρ’αὐτῶν οὐκ ἀσφαλῆ τοῖς πράγμασιν αὐτοῦ τὴν τῶν Ἱεροσολύμων ἀποκατάστασιν ἔσεσθαι, ἐπεὶ καὶ τὰ παρὰ τοῦ Σισίννου καὶ τῶν σὺν αὐτῷ κομισθέντα ἀνέγνω γράμματα, προσέταξεν ἐν τοῖς βασιλικοῖς ὑπομνήμασιν ζητηθῆναι τὰ περὶ τούτων. 11.99καὶ εὑρέθη ἐν Ἐκβατάνοις τῇ βάρει τῇ ἐν Μηδίᾳ βιβλίον, ἐν ᾧ τάδε ἦν ἀναγεγραμμένα · “ἐν τῷ πρώτῳ τῆς βασιλείας ἔτει Κῦρος ὁ βασιλεὺς ἐκέλευσεν τὸν ναὸν οἰκοδομηθῆναι τὸν ἐν Ἱεροσολύμοις καὶ τὸ θυσιαστήριον, ὕψος μὲν πηχῶν ἑξήκοντα εὖρος δὲ τῶν αὐτῶν, διὰ δόμων λιθίνων βίατε ξεστῶν τριῶν καὶ ξυλίνου δόμου ἑνὸς ἐγχωρίου. 11.100καὶ τὴν εἰς ταῦτα δαπάνην ἐκ τῶν τοῦ βασιλέως γίνεσθαι διετάξατο, καὶ τὰ σκεύη, ἃ συλήσας Ναβουχοδονόσορος εἰς Βαβυλῶνα ἐκόμισεν, ἀποδοθῆναι τοῖς Ἱεροσολυμίταις, τὴν δὲ ἐπιμέλειαν τούτων εἶναι Ἀναβασσάρου τοῦ ἐπάρχου καὶ τῆς Συρίαςτε καὶ Φοινίκης ἡγεμόνος καὶ τῶν ἑταίρων αὐτοῦ, ὅπως αὐτοὶ μὲν ἀφέξονται τοῦ τόπου, τοῖς δὲ δούλοις τοῦ θεοῦ Ἰουδαίοιςτε καὶ ἡγεμόσιν αὐτῶν ἐπιτρέψουσιν οἰκοδομηθῆναι τὸν ναόν. 11.102καὶ συλλαβέσθαι δὲ πρὸς τὸ ἔργον διετάξατο, κα- κἀκ τοῦ φόρου τοῦ τῆς χώρας ἧς ἐπετροπεύοντο τελεῖν τοῖς Ἰουδαίοις εἰς θυσίας λόγον ταύρους καὶ κριοὺς καὶ ἄρνας καὶ ἐρίφους καὶ σεμίδαλιν καὶ ἔλαιον καὶ οἶνον καὶ τα- τἆλλα, ὅσα ἂν οἱ ἱερεῖς ὑπαγορεύσωσιν, εὔχωνται δὲ ὑπὲρ τῆς σωτηρίας τοῦ βασιλέως καὶ Περσῶν. 11.103τοὺς δὲ παραβάντας τι τῶν ἐπεσταλμένων συλληφθέντας ἐκέλευσεν ἀνασταυρωθῆναι καὶ τὴν οὐσίαν αὐτῶν εἰς τὴν βασιλικὴν καταταγῆναι κτῆσιν. καὶ κατηύξατο πρὸς τούτοις τῷ θεῷ, ὅπως εἴ τις ἐπιχειρήσειε διακωλῦσαι τὴν οἰκοδομίαν τοῦ ναοῦ, βαλὼν αὐτὸν ὁ θεὸς ἐπίσχῃ τῆς ἀδικίας”. 11.104ταῦθ’εὑρὼν ἐν τοῖς ὑπομνήμασιν τοῖς Κύρου Δαρεῖος ἀντιγράφει τῷ Σισίννῃ καὶ τοῖς ἑταίροις αὐτοῦ τάδε λέγων · “βασιλεὺς Δαρεῖος Σισίννῃ τῷ ἐπάρχῳ καὶ Σαραβαζάνῃ καὶ τοῖς ἑταίροις αὐτῶν χαίρειν. τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ὑμῖν ἧς ἐν τοῖς ὑπομνήμασιν εὗρον τοῖς Κύρου ἀπέσταλκα καὶ βούλομαι γίνεσθαι πάντα, καθὼς ἐν αὐτῇ περιέχει. ἔρρωσθε”. 11.105μαθόντες οὖν ἐκ τῆς ἐπιστολῆς ὁ Σισίννης καὶ οἱ σὺν αὐτῷ τὴν τοῦ βασιλέως προαίρεσιν ταύτῃ τὰ λοιπὰ ἀκόλουθα ποιεῖν διέγνωσαν. ἐπεστάτουν οὖν τῶν ἱερῶν ἔργων συλλαμβανόμενοι τοῖς πρεσβυτέροις τῶν Ἰουδαίων καὶ τῶν γερόντων ἄρχουσιν. 11.106καὶ ἠνύετο κατὰ πολλὴν σπουδὴν ἡ κατασκευὴ τοῦ ναοῦ προφητευόντων Ἀγγαίου καὶ Ζαχαρίου κατὰ πρόσταγμα τοῦ θεοῦ καὶ μετὰ βουλήσεως Κύρουτε καὶ Δαρείου τῶν βασιλέων, ᾠκοδομήθη δὲ ἐν ἔτεσιν ἑπτά. 11.107τοῦ δ’ἐνάτου τῆς Δαρείου βασιλείας ἔτους εἰκάδι καὶ τρίτῃ μηνὸς δωδεκάτου, ὃς καλεῖται παρὰ μὲν ἡμῖν Ἄδαρ παρὰ δὲ Μακεδόσιν Δύστρος, προσφέρουσιν θυσίας οἵτε ἱερεῖς καὶ Λευῖται καὶ τὸ ἄλλο τῶν Ἰσραηλιτῶν πλῆθος ἀνανεωτικὰς τῶν πρότερον ἀγαθῶν μετὰ τὴν αἰχμαλωσίαν τοῦ τὸ ἱερὸν ἀνακαινισθὲν ἀπειληφέναι ταύρους ἑκατὸν κριοὺς διακοσίους ἄρνας τετρακοσίους χιμάρους δώδεκα κατὰ φυλήν, τοσαῦται γάρ εἰσιν αἱ τῶν Ἰσραηλιτῶν φυλαί, ὑπὲρ ὧν ἥμαρτεν ἑκάστη. 11.108ἔστησάντε κατὰ τοὺς Μωυσέως νόμους οἵτε ἱερεῖς καὶ οἱ Λευῖται θυρωροὺς ἐφ’ἑκάστου πυλῶνος · ᾠκοδομήκεσαν γὰρ οἱ Ἰουδαῖοι καὶ τὰς ἐν κύκλῳ τοῦ ναοῦ στοὰς τοῦ ἔνδοθεν ἱεροῦ. 11.109ἐνστάσης δὲ τῆς τῶν ἀζύμων ἑορτῆς μηνὶ τῷ πρώτῳ, κατὰ μὲν Μακεδόνας Ξανθικῷ λεγομένῳ κατὰ δὲ ἡμᾶς Νισάν, συνερρύη πᾶς ὁ λαὸς ἐκ τῶν κωμῶν εἰς τὴν πόλιν, καὶ τὴν ἑορτὴν ἤγαγον ἁγνεύοντες μετὰ γυναικῶν καὶ τέκνων τῷ πατρίῳ νόμῳ, καὶ τὴν πάσχα προσαγορευομένην θυσίαν τῇ τετράδι καὶ δεκάτῃ τοῦ αὐτοῦ μηνὸς ἐπιτελέσαντες κατευωχήθησαν ἐπὶ ἡμέρας ἑπτὰ μηδεμιᾶς φειδόμενοι πολυτελείας, ἀλλὰ καὶ τὰς ὁλοκαυτώσεις ἐπιφέροντες τῷ θεῷ καὶ χαριστηρίους θυσίας ἱερουργοῦντες ἀνθ’ὧν αὐτοὺς ποθοῦν τὸ θεῖον πάλιν εἰς τὴν πάτριον γῆν καὶ τοὺς ἐν αὐτῇ νόμους ἤγαγεν καὶ τὴν τοῦ Περσῶν βασιλέως διάνοιαν εὐμενῆ κατέστησεν αὐτοῖς. 11.111καὶ οἱ μὲν ὑπὲρ τούτων ἐπιδαψιλευόμενοι ταῖς θυσίαις καὶ τῇ περὶ τὸν θεὸν φιλοτιμίᾳ κατῴκησαν ἐν τοῖς Ἱεροσολύμοις πολιτείᾳ χρώμενοι ἀριστοκρατικῇ μετὰ ὀλιγαρχίας · οἱ γὰρ ἀρχιερεῖς προεστήκεσαν τῶν πραγμάτων ἄχρι οὗ τοὺς Ἀσαμωναίου συνέβη βασιλεύειν ἐκγόνους. 11.112πρὸ μὲν γὰρ τῆς αἰχμαλωσίας καὶ τῆς ἀναστάσεως ἐβασιλεύοντο ἀπὸ Σαούλου πρῶτον ἀρξάμενοι καὶ Δαυίδου ἐπὶ ἔτη πεντακόσια τριακονταδύο μῆνας ἓξ ἡμέρας δέκα, πρὸ δὲ τῶν βασιλέων τούτων ἄρχοντες αὐτοὺς διεῖπον οἱ προσαγορευόμενοι κριταὶ καὶ μόναρχοι, καὶ τοῦτον πολιτευόμενοι τὸν τρόπον ἔτεσιν πλέον ἢ πεντακοσίοις διήγαγον μετὰ Μωυσῆν ἀποθανόντα καὶ Ἰησοῦν τὸν στρατηγόν. 11.113καὶ τὰ μὲν περὶ τῶν ἀνασωθέντων ἐκ τῆς αἰχμαλωσίας Ἰουδαίων ἐν τοῖς Κύρου καὶ Δαρείου χρόνοις ἐν τούτοις ὑπῆρχεν. 11.114οἱ δὲ Σαμαρεῖς ἀπεχθῶς πρὸς αὐτοὺς καὶ βασκάνως διακείμενοι πολλὰ κακὰ τοὺς Ἰουδαίους εἰργάσαντο πλούτῳτε πεποιθότες καὶ συγγένειαν προσποιούμενοι τὴν Περσῶν, ἐπειδήπερ ἐκεῖθεν ἦσαν. 11.115ὅσατε γὰρ ἐκελεύσθησαν ἐκ τῶν φόρων ὑπὸ τοῦ βασιλέως εἰς τὰς θυσίας τελεῖν τοῖς Ἰουδαίοις παρέχειν οὐκ ἤθελον τούςτε ἐπάρχους σπουδάζοντας αὐτοῖς πρὸς τοῦτο καὶ συνεργοῦντας εἶχον, ἄλλατε ὅσα βλάπτειν ἢ δι’ἑαυτῶν ἢ δι’ἑτέρων ἠδύναντο τοὺς Ἰουδαίους οὐκ ἀπώκνουν. 11.116ἔδοξεν οὖν πρεσβευσαμένοις τοῖς Ἱεροσολυμίταις πρὸς τὸν βασιλέα Δαρεῖον κατηγορῆσαι τῶν Σαμαρειτῶν, καὶ πρεσβεύουσιν Ζοροβάβηλος καὶ ἄλλοι τῶν ἀρχόντων τέσσαρες. 11.117ὡς δὲ τὰ ἐγκλήματα καὶ τὰς αἰτίας, ἃς κατὰ τῶν Σαμαρέων ἐπέφερον, ἔγνω παρὰ τῶν πρέσβεων ὁ βασιλεύς, δοὺς αὐτοῖς κομίζειν ἐπιστολὴν πρὸς τοὺς ἐπάρχους τῆς Σαμαρείας καὶ τὴν βουλὴν ἀπέπεμψεν. 11.118τὰ δὲ γεγραμμένα ἦν τοιάδε · “βασιλεὺς Δαρεῖος Ταγανᾷ καὶ Σαμβᾷ τοῖς ἐπάρχοις καὶ Σαμαρειτῶν Σαδράκῃ καὶ Βουήδωνι καὶ τοῖς λοιποῖς συνδούλοις αὐτῶν τοῖς ἐν Σαμαρείᾳ. Ζοροβάβηλος καὶ Ἀνανίας καὶ Μαρδοχαῖος Ἰουδαίων πρεσβευταὶ ᾐτιῶντο ὑμᾶς ὡς ἐνοχλοῦντας αὐτοῖς πρὸς τὴν οἰκοδομίαν τοῦ ναοῦ καὶ μὴ χορηγοῦντας ἃ προσέταξα ὑμῖν εἰς τὰς θυσίας τελεῖν αὐτοῖς ἀναλώματα. 11.119βούλομαι οὖν ὑμᾶς ἀναγνόντας τὴν ἐπιστολὴν χορηγεῖν αὐτοῖς ἐκ τοῦ βασιλικοῦ γαζοφυλακείου τῶν φόρων τῆς Σαμαρείας πάνθ’ὅσα πρὸς θυσίας ἐστὶν αὐτοῖς χρήσιμα, καθὼς οἱ ἱερεῖς ἀξιοῦσιν, ἵνα μὴ διαλείπωσιν καθ’ἡμέραν θύοντες μη δ’ὑπὲρ ἐμοῦ καὶ Περσῶν εὐχόμενοι τῷ θεῷ”. καὶ ἡ μὲν ἐπιστολὴ ταῦτα περιεῖχεν. 11.120Δαρείου δὲ τελευτήσαντος παραλαβὼν τὴν βασιλείαν ὁ παῖς αὐτοῦ Ξέρξης ἐκληρονόμησεν αὐτοῦ καὶ τὴν πρὸς τὸν θεὸν εὐσέβειάντε καὶ τιμήν · ἅπαντα γὰρ ἀκολούθως τῷ πατρὶ τὰ πρὸς τὴν θρησκείαν ἐποίησεν καὶ πρὸς τοὺς Ἰουδαίους ἔσχεν φιλοτιμότατα. 11.121κατ’ἐκεῖνον δὲ τὸν καιρὸν ἀρχιερεὺς ἦν Ἰησοῦ παῖς Ἰωάκειμος ὄνομα. ὑπῆρχεν δὲ καὶ ἐν Βαβυλῶνι δίκαιος ἀνὴρ καὶ δόξης ἀπολαύων ἀγαθῆς παρὰ τῷ πλήθει πρῶτος ἱερεὺς τοῦ θεοῦ καλούμενος Ἔζδρας, ὃς τῶν Μωυσέως νόμων ἱκανῶς ἔμπειρος ὢν γίνεται φίλος τῷ βασιλεῖ Ξέρξῃ. 11.122γνοὺς δὲ ἀναβῆναι εἰς τὰ Ἱεροσόλυμα καὶ ἐπαγαγέσθαι τινὰς τῶν ἐν Βαβυλῶνι τυγχανόντων Ἰουδαίων παρεκάλεσεν τὸν βασιλέα δοῦναι αὐτῷ πρὸς τοὺς σατράπας τῆς Συρίας ἐπιστολήν, ὑφ’ἧς αὐτοῖς γνωρισθήσεται τίς εἴη. 11.123ὁ δὲ βασιλεὺς γράφει πρὸς τοὺς σατράπας ἐπιστολὴν τοιάνδε · “βασιλεὺς βασιλέων Ξέρξης Ἔζδρᾳ ἱερεῖ καὶ ἀναγνώστῃ τῶν τοῦ θεοῦ νόμων χαίρειν. τῆς ἐμαυτοῦ φιλανθρωπίας ἔργον εἶναι νομίσας τὸ τοὺς βουλομένους ἐκ τοῦ Ἰουδαίων ἔθνους καὶ Λευιτῶν ὄντων ἐν τῇ ἡμετέρᾳ βασιλείᾳ συναπαίρειν εἰς τὰ Ἱεροσόλυμα, τοῦτο προσέταξα, καὶ ὁ βουλόμενος ἀπίτω, καθάπερ ἔδοξέν μοι καὶ τοῖς ἑπτά μου συμβούλοις, ὅπως τὰ κατὰ τὴν Ἰουδαίαν ἐπισκέψωνται τῷ νόμῳ τοῦ θεοῦ ἀκολούθως καὶ ἀπενέγκωσι δῶρα τῷ Ἰσραηλιτῶν θεῷ, ἅπερ ηὐξάμην ἐγώτε καὶ οἱ φίλοι · 11.125καὶ ἀργύριον καὶ χρυσίον ὅσον ἂν εὑρεθῇ ἐν τῇ χώρᾳ τῶν Βαβυλωνίων ὠνομασμένον τῷ θεῷ τοῦτο πᾶν εἰς Ἱεροσόλυμα κομισθῆναι τῷ θεῷ εἰς τὰς θυσίας, πάντατε, ὅσα βούλει ἐξ ἀργύρου καὶ χρυσοῦ κατασκευάσαι, ποιεῖν ἐξέστω σοι μετὰ τῶν ἀδελφῶν. 11.126καὶ τὰ δεδομένα σοι ἱερὰ σκεύη ἀναθήσεις καὶ ὅσων ἂν ἐπίνοιαν λάβῃς καὶ ταῦτα προσεξεργάσῃ τὴν εἰς αὐτὰ δαπάνην ποιούμενος ἐκ τοῦ βασιλικοῦ γαζοφυλακείου. 11.127ἔγραψα δὲ καὶ τοῖς γαζοφύλαξιν τῆς Συρίας καὶ τῆς Φοινίκης, ἵνα τῶν ὑπὸ Ἔζδρα τοῦ ἱερέως καὶ ἀναγνώστου τῶν τοῦ θεοῦ νόμων ἐπισταλέντων ἐπιμεληθῶσιν. ὅπως δὲ μηδεμίαν ὀργὴν ἐπ’ἐμὲ λάβῃ τὸ θεῖον ἢ τοὺς ἐμοὺς ἐκγόνους, πάντ’ἀξιῶ καὶ μέχρι τοῦ πυροῦ κόρων ἑκατὸν ἐπιτελεῖσθαι τῷ θεῷ κατὰ τὸν νόμον. 11.128καὶ ὑμῖν δὲ λέγω, ὅπως τοῖς ἱερεῦσιν καὶ Λευίταις καὶ ἱεροψάλταις καὶ θυρωροῖς καὶ ἱεροδούλοις καὶ γραμματεῦσιν τοῦ ἱεροῦ μήτε φόρους ἐπιτάξητε μήτε ἄλλο μηδὲν ἐπίβουλον ἢ φορτικὸν εἰς αὐτοὺς γένηται. 11.129καὶ σὺ δέ, Ἔζδρα, κατὰ τὴν τοῦ θεοῦ σοφίαν ἀπόδειξον κριτάς, ὅπως δικάσωσιν ἐν Συρίᾳ καὶ Φοινίκῃ πάσῃ τοὺς ἐπισταμένους σου τὸν νόμον, καὶ τοῖς ἀγνοοῦσιν δὲ παρέξεις αὐτὸν μαθεῖν, ἵνα ἄν τις τῶν ὁμοεθνῶν σου παραβαίνῃ τὸν τοῦ θεοῦ νόμον ἢ τὸν βασιλικόν, ὑπόσχῃ τιμωρίαν, ὡς οὐ κατ’ἄγνοιαν αὐτὸν παραβαίνων, ἀλλ’ὡς ἐπιστάμενος μὲν τολμηρῶς δὲ παρακούων καὶ καταφρονῶν. 11.130κολασθήσονται δ’ἤτοι θανάτῳ ἢ ζημίᾳ χρηματικῇ. ἔρρωσο”. 11.131λαβὼν δὲ Ἔζδρας ταύτην τὴν ἐπιστολὴν ὑπερήσθη καὶ τῷ θεῷ προσκυνεῖν ἤρξατο, τῆς τοῦ βασιλέως πρὸς αὐτὸν χρηστότητος ἐκεῖνον αἴτιον ὁμολογῶν γεγενῆσθαι, καὶ διὰ τοῦτο τὴν πᾶσαν αὐτοῦ χάριν ἔλεγεν εἶναι. ἀναγνοὺς δ’ἐν Βαβυλῶνι τὴν ἐπιστολὴν τοῖς αὐτόθι παροῦσιν Ἰουδαίοις, αὐτὴν μὲν κατέσχεν, τὸ δ’ἀντίγραφον αὐτῆς πρὸς ἅπαντας ἔπεμψεν τοὺς ὁμοεθνεῖς τοὺς κατὰ τὴν Μηδίαν ὄντας. 11.132μαθόντες δὲ οὗτοι τὴν παρὰ τοῦ βασιλέως καὶ πρὸς τὸν θεὸν εὐσέβειαν καὶ πρὸς τὸν Ἔζδραν εὔνοιαν ἅπαντες μὲν ὑπερηγάπησαν, πολλοὶ δ’αὐτῶν καὶ τὰς κτήσεις ἀναλαβόντες ἦλθον εἰς Βαβυλῶνα ποθοῦντες τῆς εἰς τὰ Ἱεροσόλυμα καθόδου. 11.133ὁ δὲ πᾶς λαὸς τῶν Ἰσραηλιτῶν κατὰ χώραν ἔμεινεν · διὸ καὶ δύο φυλὰς εἶναι συμβέβηκεν ἐπίτε τῆς Ἀσίας καὶ τῆς Εὐρώπης Ῥωμαίοις ὑπακουούσας, αἱ δὲ δέκα φυλαὶ πέραν εἰσὶν Εὐφράτου ἕως δεῦρο, μυριάδες ἄπειροι καὶ ἀριθμῷ γνωσθῆναι μὴ δυνάμεναι. 11.134πρὸς δὲ Ἔζδραν ἀφικνοῦνται ἱερέων καὶ Λευιτῶν καὶ θυρωρῶν καὶ ἱεροψαλτῶν καὶ ἱεροδούλων πολλοὶ τὸν ἀριθμόν. συναγαγὼν δὲ τοὺς ἐκ τῆς αἰχμαλωσίας εἰς τὸ πέραν τοῦ Εὐφράτου καὶ τρεῖς ἐπιδιατρίψας ἐκεῖ ἡμέρας νηστείαν αὐτοῖς παρήγγειλεν, ὅπως εὐχὰς ποιήσονται τῷ θεῷ περὶ τῆς αὐτῶν σωτηρίας καὶ τοῦ μηδὲν κατὰ τὴν ὁδὸν παθεῖν ἄτοπον ἢ πρὸς τῶν πολεμίων ἤ τινος ἄλλου δυσκόλου προσπεσόντος αὐτοῖς · 11.135φθάσας γὰρ ὁ Ἔζδρας εἰπεῖν τῷ βασιλεῖ, ὅτι διασώσει αὐτοὺς ὁ θεός, οὐ κατηξίωσεν ἱππεῖς αὐτὸν αἰτῆσαι τοὺς προπέμψοντας. ποιησάμενοι δὲ τὰς εὐχάς, ἄραντες ἀπὸ τοῦ Εὐφράτου δωδεκάτῃ τοῦ πρώτου μηνὸς τοῦ ἑβδόμου ἔτους τῆς Ξέρξου βασιλείας παρεγένοντο εἰς Ἱεροσόλυμα μηνὶ πέμπτῳ τοῦ αὐτοῦ ἔτους. 11.136καὶ παραχρῆμα τοῖς γαζοφύλαξιν ὁ Ἔζδρας οὖσιν ἐκ τοῦ τῶν ἱερέων γένους παρέστησεν τὰ ἱερὰ χρήματα, ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα, σκεύη ἀργυρᾶ ταλάντων ἑκατόν, καὶ χρύσεα σκεύη ταλάντων εἴκοσι, καὶ χαλκᾶ σκεύη χρυσοῦ κρείττονα σταθμὸν ἔχοντα ταλάντων δώδεκα · ταῦτα γὰρ ἐδωρήσατο ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ πάντες οἱ ἐν Βαβυλῶνι μένοντες Ἰσραηλῖται. 11.137παραδοὺς δὲ ταῦτα τοῖς ἱερεῦσιν ὁ Ἔζδρας ἀπέδωκε τῷ θεῷ τὰς ἐκ τῶν ὁλοκαυτώσεων νενομισμένας γίνεσθαι θυσίας, ταύρους δώδεκα ὑπὲρ κοινῆς τοῦ λαοῦ σωτηρίας, κριοὺς ἐνενήκοντα, ἄρνας ἑβδομηκονταδύο, ἐρίφους εἰς παραίτησιν τῶν ἡμαρτημένων δεκαδύο. 11.138τοῖς δὲ τοῦ βασιλέως οἰκονόμοις καὶ τοῖς ἐπάρχοις τῆς κοίλης Συρίας καὶ Φοινίκης τὰ γράμματα τοῦ βασιλέως ἀπέδωκεν. οἱ δὲ τὸ προσταχθὲν ὑπ’αὐτοῦ ποιεῖν ἀνάγκην ἔχοντες ἐτίμησάντε τὸ ἔθνος καὶ πρὸς πᾶσαν αὐτῷ χρείαν συνήργησαν. 11.139ταῦτα μὲν οὖν καὶ αὐτὸς ἐβουλεύσατο Ἔσδρας, προεχώρησεν δ’αὐτῷ κρίναντος αὐτὸν ἄξιον οἶμαι τοῦ θεοῦ τῶν βουληθέντων διὰ χρηστότητα καὶ δικαιοσύνην. 11.140χρόνῳ δὲ ὕστερον προσελθόντων αὐτῷ τινων κατηγορούντων, ὥς τινες τοῦ πλήθους καὶ τῶν ἱερέων καὶ Λευιτῶν παραβεβήκασι τὴν πολιτείαν καὶ λελύκασιν τοὺς πατρίους νόμους ἀλλοεθνεῖς ἠγμένοι γυναῖκας καὶ τὸ ἱερατικὸν γένος συγκεχύκασιν, δεομένωντε βοηθῆσαι τοῖς νόμοις, μὴ κοινὴν ἐπὶ πάντας ὀργὴν λαβὼν πάλιν αὐτοὺς εἰς συμφορὰς ἐμβάλῃ, διέρρηξε μὲν εὐθὺς ὑπὸ λύπης τὴν ἐσθῆτα καὶ τὴν κεφαλὴν ἐσπάρασσεν καὶ τὰ γένεια ὑβρίζων ἐπὶ τὴν γῆντε ἑαυτὸν ἔρριψεν ἐπὶ τῷ τὴν αἰτίαν ταύτην λαβεῖν τοὺς πρώτους τοῦ λαοῦ. 11.142λογιζόμενος δὲ ὅτι, ἐὰν ἐκβαλεῖν αὐτοὺς τὰς γυναῖκας καὶ τὰ ἐξ αὐτῶν προστάξῃ τέκνα, οὐκ ἀκουσθήσεται, διέμενεν ἐπὶ τῆς γῆς κείμενος. συνέτρεχον οὖν πρὸς αὐτὸν οἱ μέτριοι πάντες κλαίοντες καὶ αὐτοὶ καὶ τῆς ἐπὶ τῷ γεγενημένῳ λύπης συμμεταλαμβάνοντες. 11.143ἀναστὰς δὲ ἀπὸ τῆς γῆς ὁ Ἔσδρας καὶ τὰς χεῖρας ἀνατείνας εἰς τὸν οὐρανόν, αἰσχύνεσθαι μὲν ἔλεγεν αὐτὸν ἀναβλέψαι διὰ τὰ ἡμαρτημένα τῷ λαῷ, ὃς τῆς μνήμης ἐξέβαλεν τὰ τοῖς πατράσιν ἡμῶν διὰ τὴν ἀσέβειαν αὐτῶν συμπεσόντα, παρεκάλει δὲ τὸν θεὸν σπέρμα τι καὶ λείψανον ἐκ τῆς τότε συμφορᾶς αὐτῶν καὶ αἰχμαλωσίας περισώσαντα καὶ πάλιν εἰς Ἱεροσόλυμα καὶ τὴν οἰκείαν γῆν ἀποκαταστήσαντα λαβεῖν οἶκτον αὐτῶν, καὶ συγγνωμονῆσαι τοῖς νῦν ἡμαρτημένοις, ἄξια μὲν θανάτου πεποιηκόσιν, ὂν δὲ ἐπὶ τῇ τοῦ θεοῦ χρηστότητι καὶ τοὺς τοιούτους ἀφιέναι τῆς κολάσεως. 11.145καὶ ὁ μὲν ἐπαύσατο τῶν εὐχῶν · θρηνούντων δὲ πάντων, ὅσοι πρὸς αὐτὸν σὺν γυναιξὶν καὶ τέκνοις συνῆλθον, Ἀχόνιός τις ὀνόματι πρῶτος τῶν Ἱεροσολυμιτῶν, προσελθὼν αὐτοὺς μὲν ἁμαρτεῖν ἔλεγεν ἀλλοεθνεῖς ἐνοικισαμένους γυναῖκας, ἔπειθε δ’αὐτὸν ἐξορκίσαι πάντας ἐκβαλεῖν αὐτὰς καὶ τὰ ἐξ αὐτῶν γεγενημένα, κολασθήσεσθαι δὲ τοὺς οὐχ ὑπακούσαντας τῷ νόμῳ. 11.146πεισθεὶς οὖν τούτοις ὁ Ἔζδρας ἐποίησεν ὀμόσαι τοὺς φυλάρχους τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ Ἰσραηλιτῶν ἀποπέμψασθαι τὰς γυναῖκας καὶ τὰ τέκνα κατὰ τὴν Ἀχονίου συμβουλίαν. 11.147λαβὼν δὲ τοὺς ὅρκους εὐθὺς ὥρμησεν ἀπὸ τοῦ ἱεροῦ εἰς τὸ παστοφόριον τὸ Ἰωάννου τοῦ Ἐλιασίβου καὶ μηδενὸς ὅλως διὰ τὴν λύπην γευσάμενος ἐκείνην τὴν ἡμέραν διήγαγεν αὐτόθι. 11.148γενομένου δὲ κηρύγματος ὥστε πάντας τοὺς ἀπὸ τῆς αἰχμαλωσίας συνελθεῖν εἰς Ἱεροσόλυμα, ὡς τῶν ἐν δυσὶν ἢ τρισὶν ἡμέραις οὐκ ἀπαντησάντων ἀπαλλοτριωθησομένων τοῦ πλήθους καὶ τῆς οὐσίας αὐτῶν κατὰ τὴν τῶν πρεσβυτέρων κρίσιν ἀφιερωθησομένης, συνῆλθον ἐκ τῆς Ἰουδαϊκῆς καὶ Βενιαμίτιδος ἐν τρισὶν ἡμέραις εἰκάδι τοῦ ἐνάτου μηνός, ὃς κατὰ μὲν Ἑβραίους Ξένιος, κατὰ δὲ Μακεδόνας Ἀπελλαῖος καλεῖται. 11.149καθισάντων δὲ ἐν τῷ ὑπαίθρῳ τοῦ ἱεροῦ, παρόντων ἅμα καὶ τῶν πρεσβυτέρων καὶ ὑπὸ τοῦ κρύους ἀηδῶς διακειμένων, ἀναστὰς Ἔζδρας ᾐτιᾶτο ἐκείνους λέγων παρανομῆσαι γήμαντας οὐκ ἐξ ὁμοφύλων · νῦν μέντοι γε ποιήσειν αὐτοὺς τῷ μὲν θεῷ κεχαρισμένα συμφέροντα δὲ αὐτοῖς ἀποπεμψαμένους τὰς γυναῖκας. 11.150οἱ δὲ ποιήσειν μὲν τοῦτο πάντες ἐξεβόησαν, τὸ δὲ πλῆθος εἶναι πολύ, καὶ τὴν ὥραν τοῦ ἔτους χειμέριον, καὶ τὸ ἔργον οὐ μιᾶς οὐ δὲ δευτέρας ἡμέρας ὑπάρχειν. “ἀλλ’οἵτε ἡγεμόνες τούτοις καὶ οἱ συνοικοῦντες ταῖς ἀλλοφύλοις παραγενέσθωσαν λαβόντες χρόνον καὶ πρεσβυτέρους ἐξ οὗ ἂν θελήσωσιν τόπου τοὺς συνεπισκεψομένους τὸ τῶν γεγαμηκότων πλῆθος”. 11.151καὶ ταῦτα δόξαν αὐτοῖς ἀρξάμενοι τῇ νουμηνίᾳ τοῦ δεκάτου μηνὸς ἀναζητεῖν τοὺς συνοικοῦντας ταῖς ἀλλοεθνέσιν εὗρον ἕως τῆς τοῦ μηνὸς τοῦ ἐχομένου νουμηνίας ποιησάμενοι τὴν ἔρευναν πολλοὺς ἔκτε τῶν Ἰησοῦ ἐκγόνων τοῦ ἀρχιερέως καὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν Ἰσραηλιτῶν, οἳ καὶ τὰς γυναῖκας καὶ τὰ ἐξ αὐτῶν γεγενημένα τῆς τῶν νόμων φυλακῆς ἢ τῶν πρὸς αὐτὰ φίλτρων ποιούμενοι πλείονα λόγον εὐθὺς ἐξέβαλον καὶ θυσίας ἐξευμενίζοντες τὸν θεὸν ἐπήνεγκαν κριοὺς καταθύσαντες αὐτῷ. 11.152τὰ δὲ ὀνόματα αὐτῶν λέγειν οὐκ ἔδοξεν ἡμῖν ἀναγκαῖον εἶναι. 11.153τὸ μὲν οὖν ἁμάρτημα τὸ περὶ τοὺς γάμους τῶν προειρημένων οὕτως ἐπανορθώσας Ἔζδρας ἐκαθάρισεν τὴν περὶ ταῦτα συνήθειαν, ὥστ’αὐτὴν τοῦ λοιποῦ μόνιμον εἶναι. 11.154τῷ δ’ἑβδόμῳ μηνὶ τὴν σκηνοπηγίαν ἑορτάζοντες καὶ σχεδὸν ἅπαντος τοῦ λαοῦ συνεληλυθότος ἐπ’αὐτήν, ἀνελθόντες εἰς τὸ ἀνειμένον τοῦ ναοῦ πρὸς τὴν πύλην τὴν ἐπὶ τὴν ἀνατολὴν ἀποβλέπουσαν ἐδεήθησαν τοῦ Ἔζδρα τοὺς νόμους αὐτοῖς ἀναγνῶναι τοὺς Μωυσέως. 11.155ὁ δὲ μέσος τοῦ πλήθους σταθεὶς ἀνέγνω καὶ τοῦτ’ἐποίησεν ἀπ’ἀρχομένης ἡμέρας ἕως μεσημβρίας · οἱ δὲ ἀκούσαντες ἀναγινωσκομένων τῶν νόμων δίκαιοι μὲν πρὸς τὸ παρὸν καὶ τὸ μέλλον ἐδιδάσκοντο εἶναι, περὶ δὲ τῶν παρῳχημένων ἐδυσφόρουν καὶ μέχρι τοῦ δακρύειν προήχθησαν ἐνθυμούμενοι πρὸς αὑτούς, ὅτι μηδὲν ἂν τῶν πεπειραμένων κακῶν ἔπαθον, εἰ τὸν νόμον διεφύλαττον. 11.156ὁ δὲ Ἔζδρας οὕτως ὁρῶν αὐτοὺς ἔχοντας ἐκέλευσεν ἀπιέναι πρὸς αὑτοὺς καὶ μὴ δακρύειν · εἶναι γὰρ ἑορτὴν καὶ μὴ δεῖν ἐν αὐτῇ κλαίειν · οὐ γὰρ ἐξεῖναι · προυτρέπετο δὲ μᾶλλον πρὸς εὐωχίαν ὁρμήσαντας ποιεῖν τὰ πρόσφορα τῇ ἑορτῇ καὶ κεχαρισμένα, καὶ τὴν μετάνοιαν καὶ λύπην τὴν ἐπὶ τοῖς ἔμπροσθεν ἐξημαρτημένοις ἀσφάλειάντε ἕξειν καὶ φυλακὴν τοῦ μηδὲν ὅμοιον συμπεσεῖν. 11.157οἱ δὲ ταῦτα Ἔζδρα παραινοῦντος ἑορτάζειν ἤρξαντο καὶ τοῦτο ποιοῦντες ἐφ’ἡμέρας ὀκτὼ ἐν ταῖς σκηναῖς ἀνεχώρησαν εἰς τὰ οἰκεῖα μετὰ ὕμνων τοῦ θεοῦ τῆς ἐπανορθώσεως τῶν περὶ τὸ πολίτευμα παρανομηθέντων Ἔζδρᾳ χάριν εἰδότες. 11.158ᾧ συνέβη μετὰ τὴν παρὰ τῷ λαῷ δόξαν γηραιῷ τελευτῆσαι τὸν βίον καὶ ταφῆναι μετὰ πολλῆς φιλοτιμίας ἐν Ἱεροσολύμοις. ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν καὶ Ἰωακείμου τοῦ ἀρχιερέως ἀποθανόντος παῖς αὐτοῦ Ἐλεάσιβος τὴν ἀρχιερωσύνην διεδέξατο. 11.159τῶν δ’αἰχμαλωτισθέντων τις Ἰουδαίων οἰνοχόος τοῦ βασιλέως Ξέρξου Νεεμίας ὄνομα περιπατῶν πρὸ τῆς μητροπόλεως τῶν Περσῶν Σούσων, ξένων τινῶν ἀπὸ μακρᾶς ὁδοιπορίας εἰς τὴν πόλιν εἰσιόντων ἐπακούσας ἑβραϊστὶ πρὸς ἀλλήλους ὁμιλούντων προσελθὼν αὐτοῖς ἐπυνθάνετο, πόθεν εἶεν παραγενόμενοι. 11.160ἀποκριναμένων δ’ἥκειν ἐκ τῆς Ἰουδαίας, πῶς αὐτῶν ἔχει τὸ πλῆθος καὶ ἡ μητρόπολις Ἱεροσόλυμα, πάλιν ἤρξατο πυνθάνεσθαι. 11.161κακῶς δ’ἔχειν εἰπόντων, καθῃρῆσθαι γὰρ εἰς ἔδαφος τὰ τείχη καὶ τὰ πέριξ ἔθνη πολλὰ διατιθέναι κακὰ τοὺς Ἰουδαίους, ἡμέρας μὲν κατατρεχόντων τὴν χώραν καὶ διαρπαζόντων, τῆς δὲ νυκτὸς κακῶς ἀπεργαζομένων, ὡς πολλοὺς ἐκ τῆς χώρας καὶ ἐξ αὐτῶν τῶν Ἱεροσολύμων αἰχμαλώτους ἀπῆχθαι καὶ τὰς ὁδοὺς πλήρεις εὑρίσκεσθαι καθ’ἡμέραν νεκρῶν, ἐδάκρυσεν ὁ Νεεμίας ἐλεήσας τῆς συμφορᾶς τοὺς ὁμοφύλους, καὶ ἀναβλέψας εἰς τὸν οὐρανόν, “ἄχρι τίνος, εἶπεν, ὦ δέσποτα, περιόψει ταῦτα πάσχον τὸ ἔθνος ἡμῶν οὕτως ἅρπαγμα πάντων καὶ λάφυρον γενόμενον”; 11.163διατρίβοντος δ’αὐτοῦ πρὸς τῇ πύλῃ καὶ ταῦτα ἀποδυρομένου προελθών τις ἤγγειλεν αὐτῷ μέλλειν ἤδη κατακλίνεσθαι τὸν βασιλέα. ὁ δ’εὐθὺς ὡς εἶχεν μη δὲ ἀπολουσάμενος διακονήσων ἔσπευσεν τῷ βασιλεῖ τὴν ἐπὶ τοῦ πότου διακονίαν. 11.164ὡς δὲ μετὰ τὸ δεῖπνον ὁ βασιλεὺς διεχύθη καὶ ἡδίων αὑτοῦ γενόμενος ἀπέβλεψεν εἰς τὸν Νεεμίαν, κατεσκυθρωπακότα θεασάμενος, διὰ τί κατηφὴς εἴη ἀνέκρινεν. 11.165ὁ δὲ τοῦ θεοῦ δεηθεὶς χάριν τινὰ καὶ πειθὼ παρασχεῖν αὐτῷ λέγοντι, “πῶς, φησίν, ὦ βασιλεῦ, δύναμαί σοι μὴ βλέπεσθαι τοιοῦτος μη δὲ τὴν ψυχὴν ἀλγεῖν, ὅπου τῆς πατρίδος μου Ἱεροσολύμων, ἐν ᾗ τάφοι καὶ μνήματα προγόνων τῶν ἐμῶν εἰσιν, ἀκούω βεβλῆσθαι κατὰ τῆς γῆς τὰ τείχη καὶ τὰς πύλας ἐμπεπρησμένας αὐτῆς; ἀλλὰ χάρισαί μοι πορευθέντι τὸ τεῖχος ἀνεγεῖραι καὶ τοῦ ἱεροῦ τὸ λεῖπον προσοικοδομῆσαι”. 11.166ὁ δὲ βασιλεὺς διδόναιτε τὴν δωρεὰν κατένευσεν καὶ πρὸς τοὺς σατράπας κομίσαι γράμματα, ὅπως τιμῆςτε αὐτὸν ἀξιώσωσι καὶ πᾶσαν παράσχωσιν χορηγίαν εἰς ἅπερ βούλεται. “πέπαυσο δή, φησί, λυπούμενος καὶ χαίρων ἡμῖν τοῦ λοιποῦ διακόνει”. 11.167ὁ μὲν οὖν Νεεμίας προσκυνήσας τῷ θεῷ καὶ τῷ βασιλεῖ τῆς ὑποσχέσεως εὐχαριστήσας τὸ κατηφὲς τοῦ προσώπου καὶ συγκεχυμένον ἀπεκάθηρεν τῇ περὶ τῶν ἐπηγγελμένων ἡδονῇ. καλέσας δὲ αὐτὸν τῇ ἐπιούσῃ δίδωσιν αὐτῷ πρὸς Ἀδδαῖον ἐπιστολὴν κομίσαι τὸν τῆς Συρίας καὶ Φοινίκης καὶ Σαμαρείας ἔπαρχον, ἐν ᾗ περίτε τῆς τιμῆς τοῦ Νεεμίου καὶ χορηγίας τῆς εἰς τὴν οἰκοδομίαν ἐπεστάλκει. 11.168γενόμενος οὖν ἐν Βαβυλῶνι καὶ πολλοὺς τῶν ὁμοφύλων ἐθελοντὶ ἀκολουθοῦντας αὐτῷ παραλαβὼν ἧκεν εἰς Ἱεροσόλυμα πέμπτον καὶ εἰκοστὸν ἔτος ἤδη βασιλεύοντος Ξέρξου, καὶ δείξας τῷ θεῷ τὰς ἐπιστολὰς ἀποδίδωσιν τῷ Ἀδδαίῳ καὶ τοῖς ἄλλοις ἐπάρχοις, καὶ συγκαλέσας πάντα τὸν λαὸν εἰς Ἱεροσόλυμα στὰς ἐν μέσῳ τῷ ἱερῷ τοιούτους ἐποιήσατο πρὸς αὐτὸν τοὺς λόγους · 11.169“ἄνδρες Ἰουδαῖοι, τὸν μὲν θεὸν ἴστε μνήμῃ τῶν πατέρων Ἀβράμου καὶ Ἰσάκου καὶ Ἰακώβου παραμένοντα καὶ διὰ τῆς ἐκείνων δικαιοσύνης οὐκ ἐγκαταλείποντα τὴν ὑπὲρ ὑμῶν πρόνοιαν · ἀμέλει συνήργησέν μοι παρὰ τοῦ βασιλέως λαβεῖν ἐξουσίαν, ὅπως ὑμῶν τὸ τεῖχος ἀναστήσω καὶ τὸ λείψανον τοῦ ἱεροῦ τελειώσω. 11.170βούλομαι δ’ὑμᾶς τὴν τῶν γειτονευόντων ἡμῖν ἐθνῶν δυσμένειαν σαφῶς εἰδότας, καὶ ὅτι πρὸς τὴν οἰκοδομίαν, εἰ μάθοιεν περὶ ταύτην ἡμᾶς φιλοτιμουμένους, ἐνστήσονται καὶ πολλὰ πραγματεύσονται πρὸς αὐτὴν ἡμῖν ἐμπόδια, θαρρεῖν μὲν τῷ θεῷ πρῶτον ὡς καὶ πρὸς τὴν ἐκείνων ἀπέχθειαν στησομένους, μήτε δ’ἡμέρας μήτε νυκτὸς αὐτοὺς ἀνιέναι τῆς οἰκοδομίας, ἀλλὰ πάσῃ σπουδῇ χρωμένους συνέχειν τὸ ἔργον, ὥς γε καιρὸς ἴδιός ἐστιν”. 11.172ταῦτ’εἰπὼν ἐκέλευσεν εὐθὺς τοὺς ἄρχοντας μετρῆσαι τὸ τεῖχος καὶ διανεῖμαι τὴν ἐργασίαν αὐτοῦ τῷ λαῷ κατὰ κώμαςτε καὶ πόλεις κατὰ τὸ ἑκάστοις δυνατόν, ὑποσχόμενος δὲ καὶ αὐτὸς μετὰ τῶν οἰκετῶν συλλήψεσθαι πρὸς τὴν οἰκοδομίαν διέλυσε τὴν ἐκκλησίαν. 11.173καὶ οἱ Ἰουδαῖοι πρὸς τὸ ἔργον παρεσκευάζοντο. ἐκλήθησαν δὲ τὸ ὄνομα ἀφ’ἧς ἡμέρας ἐκ Βαβυλῶνος ἀνέβησαν ἐκ τῆς Ἰούδα φυλῆς, ἧς πρώτης ἐλθούσης εἰς ἐκείνους τοὺς τόπους αὐτοίτε καὶ ἡ χώρα τὴν προσηγορίαν αὐτοῖς μετέλαβον. 11.174ἀκούσαντες δὲ τὴν τῶν τειχῶν οἰκοδομὴν σπευδομένην Ἀμμανῖται καὶ Μωαβῖται καὶ Σαμαρεῖται καὶ πάντες οἱ ἐν τῇ Συρίᾳ νεμόμενοι χαλεπῶς ἔφερον καὶ διετέλουν ἐπιβουλὰς αὐτοῖς συντιθέντες τὴν προαίρεσιν αὐτῶν ἐμποδίζοντες, πολλούςτε τῶν Ἰουδαίων ἀπέκτειναν καὶ αὐτὸν ἐζήτουν τὸν Νεεμίαν διαφθεῖραι μισθούμενοί τινας τῶν ἀλλοφύλων, ἵν’αὐτὸν ἀνέλωσιν. 11.175εἰς φόβον δὲ καὶ ταραχὴν αὐτοὺς ἐνέβαλλον καὶ φήμας αὐτοῖς διέστελλον ὡς πολλῶν ἐπιστρατεύειν αὐτοῖς μελλόντων ἐθνῶν, ὑφ’ὧν ἐκταρασσόμενοι μικροῦ τῆς οἰκοδομίας ἀπέστησαν. 11.176τὸν δὲ Νεεμίαν οὐδὲν τούτων ἐξέστησεν τῆς σπουδῆς τῆς περὶ τὸ ἔργον, ἀλλὰ στῖφός τι φυλακῆς ἕνεκα τοῦ σώματος περιβαλλόμενος ἀτρύτως ὑπέμενεν, ὑπὸ τῆς περὶ τὸ ἔργον ἐπιθυμίας ἀναισθητῶν καὶ τῆς ταλαιπωρίας. οὕτως δὲ καὶ συντεταμένως καὶ προνοητικῶς αὐτοῦ τῆς σωτηρίας εἶχεν οὐχὶ φοβούμενος τὸν θάνατον, ἀλλὰ πεπεισμένος, ὅτι μετὰ τὴν αὐτοῦ τελευτὴν οὐκέτ’αὐτοῦ τοῖς πολίταις ἀναστήσεται τὰ τείχη. 11.177ἐκέλευσεν δὲ ἑξῆς τοὺς οἰκοδομοῦντας ὅπλα περιζωννυμένους ἐργάζεσθαι, καὶ ὁ μὲν οἰκοδόμος μάχαιραν εἶχεν καὶ ὁ τὴν ὕλην παρακομίζων, θυρεοὺς δ’ἔγγιστα αὐτῶν ἐκέλευσεν κεῖσθαι καὶ σαλπιγκτὰς ἀπὸ πεντακοσίων ἔστησεν ποδῶν προστάξας, ἂν ἐπιφανῶσιν οἱ πολέμιοι, τοῦτο σημῆναι τῷ λαῷ, ἵν’ὁπλισάμενοι μάχωνται καὶ μὴ γυμνοῖς αὐτοῖς ἐπιπέσωσιν. 11.178αὐτὸς δὲ νύκτωρ περιήρχετο τῆς πόλεως τὸν κύκλον οὐδὲν κάμνων οὔτε τοῖς ἔργοις οὔτε τῇ διαίτῃ οὔτε τοῖς ὕπνοις · οὐδενὶ γὰρ τούτων πρὸς ἡδονὴν ἀλλὰ πρὸς ἀνάγκην ἐχρῆτο. 11.179καὶ ταύτην ὑπέμεινε τὴν ταλαιπωρίαν ἐπὶ ἔτη δύο καὶ μῆνας τέσσαρας · ἐν τούτῳ γὰρ τῷ χρόνῳ τοῖς Ἱεροσολύμοις ἀνῳκοδομήθη τὸ τεῖχος, ὀγδόῳ καὶ εἰκοστῷ τῆς Ξέρξου βασιλείας ἔτει μηνὶ ἐνάτῳ. 11.180τέλος δὲ τῶν τειχῶν λαβόντων Νεεμίας καὶ τὸ πλῆθος ἔθυσαν τῷ θεῷ ὑπὲρ τῆς τούτων οἰκοδομίας καὶ διῆγον ἐφ’ἡμέρας ὀκτὼ εὐωχούμενοι. τὰ μὲν οὖν ἔθνη τὰ ἐν τῇ Συρίᾳ κατῳκημένα τῆς τῶν τειχῶν οἰκοδομίας πέρας ἔχειν ἀκουσθείσης ἐδυσφόρει. 11.181Νεεμίας δὲ τὴν πόλιν ὁρῶν ὀλιγανθρωπουμένην τοὺς ἱερεῖςτε καὶ Λευίτας παρεκάλεσεν τὴν χώραν ἐκλιπόντας μετελθεῖν εἰς τὴν πόλιν καὶ μένειν ἐν αὐτῇ κατασκευάσας τὰς οἰκίας αὐτοῖς ἐκ τῶν ἰδίων ἀναλωμάτων · 11.182τόντε γεωργοῦντα λαὸν τὰς δεκάτας τῶν καρπῶν ἐκέλευσε φέρειν εἰς Ἱεροσόλυμα, ἵνα τρέφεσθαι διηνεκῶς ἔχοντες οἱ ἱερεῖς καὶ Λευῖται μὴ καταλείπωσι τὴν θρησκείαν. καὶ οἱ μὲν ἡδέως ὑπήκουσαν οἷς Νεεμίας διετάξατο, πολυανθρωποτέραν δὲ τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν οὕτως συνέβη γενέσθαι. 11.183πολλὰ δὲ καὶ ἄλλα καλὰ καὶ ἐπαίνων ἄξια φιλοτιμησάμενος ὁ Νεεμίας ἐτελεύτησεν εἰς γῆρας ἀφικόμενος. ἀνὴρ δὲ ἐγένετο χρηστὸς τὴν φύσιν καὶ δίκαιος καὶ περὶ τοὺς ὁμοεθνεῖς φιλοτιμότατος, μνημεῖον αἰώνιον αὐτῷ καταλιπὼν τὰ τῶν Ἱεροσολύμων τείχη. ταῦτα μὲν οὖν ἐπὶ Ξέρξου βασιλέως ἐγένετο. 11.184τελευτήσαντος δὲ Ξέρξου τὴν βασιλείαν εἰς τὸν υἱὸν Κῦρον, ὃν Ἀρταξέρξην Ἕλληνες καλοῦσιν, συνέβη μεταβῆναι. τούτου τὴν Περσῶν ἔχοντος ἡγεμονίαν ἐκινδύνευσεν τὸ τῶν Ἰουδαίων ἔθνος ἅπαν σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσθαι. τὴν δ’αἰτίαν μετ’οὐ πολὺ δηλώσομεν · 11.185πρέπει γὰρ τὰ τοῦ βασιλέως διηγεῖσθαι πρῶτον, ὡς ἔγημεν Ἰουδαίαν γυναῖκα τοῦ γένους οὖσαν τοῦ βασιλικοῦ, ἣν καὶ σῶσαι τὸ ἔθνος ἡμῶν λέγουσιν. 11.186παραλαβὼν γὰρ τὴν βασιλείαν ὁ Ἀρταξέρξης καὶ καταστήσας ἀπὸ Ἰνδίας ἄχρι Αἰθιοπίας τῶν σατραπειῶν ἑκατὸν καὶ εἰκοσιεπτὰ οὐσῶν ἄρχοντας, τῷ τρίτῳ τῆς βασιλείας ἔτει τούςτε φίλους καὶ τὰ Περσῶν ἔθνη καὶ τοὺς ἡγεμόνας αὐτῶν ὑποδεξάμενος ἑστιᾷ πολυτελῶς, οἷον εἰκὸς παρὰ βασιλεῖ τοῦ πλούτου παρασκευαζομένῳ τὴν ἐπίδειξιν ποιήσασθαι, ἐπὶ ἡμέρας ἑκατὸν ὀγδοήκοντα. 11.187ἔπειτα τὰ ἔθνη καὶ τοὺς πρεσβευτὰς αὐτῶν ἐν Σούσοις ἐπὶ ἡμέρας κατευώχησεν ἑπτά. τὸ δὲ συμπόσιον ἦν αὐτοῖς τὸν τρόπον τοῦτον γεγενημένον · σκήνωμα πηξάμενος ἐκ χρυσέων καὶ ἀργυρέων κιόνων ὕφη λίνεα καὶ πορφύρεα κατ’αὐτῶν διεπέτασεν, ὥστε πολλὰς μυριάδας κατακλίνεσθαι. 11.188διηκονοῦντο δ’ἐκπώμασι χρυσέοις καὶ τοῖς διὰ λίθου πολυτελοῦς εἰς τέρψιν ἅμα καὶ θέαν πεποιημένοις. προσέταττεν δὲ καὶ τοῖς διακόνοις μὴ βιάζεσθαι πίνειν τὸ ποτὸν αὐτοῖς συνεχῶς προσφέροντας, ὡς καὶ παρὰ Πέρσαις γίγνεται, ἀλλ’ἐπιτρέπειν αὐτοῖς καὶ πρὸς ὃ βούλεται τῶν κατακειμένων ἕκαστος φιλοφρονεῖσθαι. 11.189διαπέμψας δὲ καὶ κατὰ τὴν χώραν παρήγγειλεν ἀνεῖσθαι τῶν ἔργων ἀφιεμένους καὶ ἑορτάζειν ὑπὲρ τῆς βασιλείας αὐτοῦ πολλαῖς ἡμέραις. 11.190ὁμοίωςτε τῶν γυναικῶν ἡ βασίλισσα Ἄστη συνήγαγεν συμπόσιον ἐν τοῖς βασιλείοις, ἣν ἐπιδεῖξαι βουλόμενος τοῖς ἑστιωμένοις ὁ βασιλεὺς πέμψας ἐκέλευσεν αὐτὴν εἰς τὸ συμπόσιον ἥκειν κάλλει τὰς γυναῖκας ἁπάσας ὑπερβάλλουσαν. 11.191ἡ δὲ φυλακῇ τῶν παρὰ Πέρσαις νόμων, οἳ τοῖς ἀλλοτρίοις βλέπεσθαι τὰς γυναῖκας ἀπηγορεύκασιν, οὐκ ἐπορεύετο πρὸς τὸν βασιλέα, καὶ πολλάκις τοὺς εὐνούχους ἀποστέλλοντος πρὸς αὐτὴν οὐδὲν ἧττον ἐνέμεινεν παραιτουμένη τὴν ἄφιξιν, ὡς εἰς ὀργὴν παροξυνθέντα τὸν βασιλέα λῦσαι μὲν τὸ συμπόσιον, ἀναστάντα δὲ καὶ τοὺς ἑπτὰ τῶν Περσῶν, οἳ τὴν τῶν νόμων ἐξήγησιν ἔχουσι παρ’αὐτοῖς, καλέσαντα κατηγορεῖν τῆς γυναικὸς καὶ λέγειν, ὡς ὑβρισθείη πρὸς αὐτῆς · 11.192“κληθεῖσα γὰρ ὑπ’αὐτοῦ πολλάκις εἰς τὸ συμπόσιον ὑπήκουσεν οὐ δὲ ἅπαξ”. 11.193προσέταξεν οὖν δηλοῦν, τίνα κατ’αὐτῆς νόμον ὁρίζουσιν. ἑνὸς δ’ἐξ αὐτῶν Μουχαίου ὄνομα εἰπόντος οὐκ αὐτῷ μόνῳ ταύτην γεγονέναι τὴν ὕβριν, ἀλλὰ πᾶσι Πέρσαις, οἷς κινδυνεύεται καταφρονουμένοις ὑπὸ τῶν γυναικῶν αἴσχιστα διαγεγονέναι τὸν βίον · 11.194οὐδεμία γὰρ τοῦ συνοικοῦντος ἀνδρὸς αἰδῶ ποιήσεται παράδειγμα τὴν τῆς βασιλίσσης ὑπερηφανίαν πρὸς σὲ τὸν κρατοῦντα ἁπάντων ἔχουσα. παρακελευομένου δὲ τὴν οὕτως ἐνυβρίζουσαν αὐτῷ ζημιῶσαι μεγάλην ζημίαν καὶ τοῦτο ποιήσαντα διαγγεῖλαι τοῖς ἔθνεσιν τὰ περὶ τῆς βασιλίσσης κεκυρωμένα, ἔδοξε τὴν Ἄστην ἐκβαλεῖν καὶ δοῦναι τὴν ἐκείνης τιμὴν ἑτέρᾳ γυναικί. 11.195διακείμενος δὲ πρὸς αὐτὴν ἐρωτικῶς καὶ μὴ φέρων τὴν διάζευξιν, καταλλαγῆναι μὲν αὐτῇ διὰ τὸν νόμον οὐκ ἐδύνατο, λυπούμενος δὲ ὡς ἐπ’ἀδυνάτοις οἷς ἤθελεν διετέλει. βλέποντες δ’αὐτὸν οὕτως ἔχοντα χαλεπῶς οἱ φίλοι συνεβούλευον τὴν μὲν τῆς γυναικὸς μνήμην καὶ τὸν ἔρωτα μηδὲν ὠφελούμενον ἐκβαλεῖν, ζητῆσαι δὲ περιπέμψαντα καθ’ὅλην τὴν οἰκουμένην παρθένους εὐπρεπεῖς, ὧν τὴν προκριθεῖσαν ἕξειν γυναῖκα · 11.196σβέννυσθαι γὰρ τὸ πρὸς τὴν προτέραν φιλόστοργον ἑτέρας ἐπεισαγωγῇ, καὶ τὸ πρὸς ἐκείνην εὔνουν ἀποσπώμενον κατὰ μικρὸν γίνεσθαι τῆς συνούσης. 11.197πεισθεὶς δὲ τῇ συμβουλίᾳ ταύτῃ προσέταξέ τισιν ἐπιλεξαμένους τὰς εὐδοκιμούσας ἐπ’εὐμορφίᾳ τῶν ἐν τῇ βασιλείᾳ παρθένων ἀγαγεῖν πρὸς αὐτόν. 11.198συναχθεισῶν δὲ πολλῶν εὑρέθη τις ἐν Βαβυλῶνι κόρη τῶν γονέων ἀμφοτέρων ὀρφανὴ παρὰ τῷ θείῳ Μαρδοχαίῳ, τοῦτο γὰρ ἦν ὄνομα αὐτῷ, τρεφομένη · οὗτος δ’ἦν ἐκ τῆς Βενιαμίτιδος φυλῆς, τῶν δὲ πρώτων παρὰ τοῖς Ἰουδαίοις. 11.199πασῶν δὲ τὴν Ἐσθῆρα συνέβαινεν, τοῦτο γὰρ ἦν αὐτῇ το- τοὔνομα, τῷ κάλλει διαφέρειν καὶ τὴν χάριν τοῦ προσώπου τὰς ὄψεις τῶν θεωμένων μᾶλλον ἐπάγεσθαι. 11.200παραδοθεῖσα δὲ αὕτη τινὶ τῶν εὐνούχων εἰς ἐπιμέλειαν πάσης ἐτύγχανε προνοίας ἀρωμάτων ἀφθονίᾳ καὶ πολυτελείᾳ τῶν ἀλειμμάτων ὧν χρῄζει τὰ σώματα καταρδομένη, καὶ τούτων ἀπέλαυον ἐπὶ μῆνας ἓξ τετρακόσιαι τὸν ἀριθμὸν οὖσαι. 11.201ὅτε δ’ἐνόμιζεν ἀποχρώντως τῷ προειρημένῳ χρόνῳ τὴν ἐπιμέλειαν ἔχειν τὰς παρθένους καὶ τοῦ βαδίζειν αὐτὰς ἐπὶ κοίτην βασιλέως ἀξίας ἤδη γεγονέναι, καθ’ἑκάστην ἡμέραν μίαν ἔπεμπεν τῷ βασιλεῖ συνεσομένην. 11.202ὁ δὲ πλησιάζων εὐθὺς ἀπέπεμπεν πρὸς τὸν εὐνοῦχον. ἀφικομένης δὲ τῆς Ἐσθήρας πρὸς αὐτὸν ἡσθεὶς αὐτῇ καὶ πεσὼν τῆς κόρης εἰς ἔρωτα νομίμως αὐτὴν ἄγεται γυναῖκα καὶ γάμους αὐτῇ ποιεῖται δωδεκάτῳ μηνὶ ἑβδόμου ἔτους τῆς αὐτοῦ βασιλείας, Ἀδέρῳ δὲ καλουμένῳ. 11.203διέπεμψε δὲ τοὺς ἀγγάρους λεγομένους εἰς πᾶν ἔθνος ἑορτάζειν τοὺς γάμους παραγγέλλων, αὐτὸς δὲ Πέρσας καὶ τοὺς πρώτους τῶν ἐθνῶν ἑστιᾷ ἐπὶ μῆνα ὅλον ὑπὲρ τῶν γάμων αὐτοῦ, εἰσελθούσῃ δὲ εἰς τὸ βασίλειον περιτίθησι τὸ διάδημα, καὶ συνῴκησεν οὕτως Ἐσθήρα μὴ ποιήσασα φανερὸν αὐτῷ τὸ ἔθνος, ἐξ οὗπερ εἴη τυγχάνουσα. 11.204μεταβὰς δὲ ὁ θεῖος αὐτῆς ἐκ Βαβυλῶνος εἰς Σοῦσα τῆς Περσίδος αὐτόθι διῆγεν ἑκάστης ἡμέρας πρὸς τοῖς βασιλείοις διατρίβων καὶ πυνθανόμενος περὶ τῆς κόρης, τίνα διάγει τρόπον · ἔστεργεν γὰρ αὐτὴν ὡς αὑτοῦ θυγατέρα. 11.205ἔθηκε δὲ καὶ νόμον ὁ βασιλεὺς ὥστε μηδένα τῶν ἰδίων αὐτῷ προσιέναι μὴ κληθέντα, ὁπηνίκα ἐπὶ τοῦ θρόνου καθέζοιτο. περιεστήκεσαν δὲ τὸν θρόνον αὐτοῦ πελέκεις ἔχοντες ἄνθρωποι πρὸς τὸ κολάζειν τοὺς προσιόντας ἀκλήτους τῷ θρόνῳ. 11.206καθῆστο μέντοι λύγον χρυσέαν ἔχων αὐτὸς ὁ βασιλεύς, ἣν ὅτε τινὰ σώζειν ἤθελεν τῶν ἀκλήτων προσιόντων ἐξέτεινεν πρὸς αὐτόν · ὁ δὲ ἁπτόμενος αὐτῆς ἀκίνδυνος ἦν. καὶ περὶ μὲν τούτων ἀρκούντως ἡμῖν δεδήλωται. 11.207χρόνῳ δ’ὕστερον ἐπιβουλευσάντων τῷ βασιλεῖ Βαγαθώου καὶ Θεοδοσίτου Βαρνάβαζος τῶν εὐνούχων οἰκέτης τοῦ ἑτέρου τὸ γένος ὢν Ἰουδαῖος συνεὶς τὴν ἐπιβουλὴν τῷ θείῳ κατεμήνυσε τῆς γυναικὸς τοῦ βασιλέως, Μαρδοχαῖος δὲ διὰ τῆς Ἐσθήρας φανεροὺς ἐποίησε τῷ βασιλεῖ τοὺς ἐπιβουλεύοντας. 11.208ταραχθεὶς δὲ ὁ βασιλεὺς τα- τἀληθὲς ἐξεῦρεν καὶ τοὺς μὲν εὐνούχους ἀνεσταύρωσεν, τῷ δὲ Μαρδοχαίῳ τότε μὲν οὐδὲν παρέσχεν ὡς αἰτίῳ τῆς σωτηρίας γεγονότι, μόνον δὲ αὐτοῦ τὸ ὄνομα τοῖς τὰ ὑπομνήματα συγγραφομένοις ἐκέλευσε σημειώσασθαι καὶ προσμένειν αὐτὸν τοῖς βασιλείοις ὄντα φίλον ἀναγκαιότατον τῷ βασιλεῖ. 11.209Ἀμάνην δὲ Ἀμαδάθου μὲν υἱὸν τὸ γένος δὲ Ἀμαληκίτην εἰσιόντα πρὸς τὸν βασιλέα προσεκύνουν οἵτε ξένοι καὶ Πέρσαι ταύτην αὐτῷ τὴν τιμὴν παρ’αὐτῶν Ἀρταξέρξου κελεύοντος γενέσθαι. 11.210Μαρδοχαίου δὲ διὰ σοφίαν καὶ τὸν οἴκοθεν αὐτοῦ νόμον οὐ προσκυνοῦντος ἄνθρωπον, παραφυλάξας ὁ Ἀμάνης ἐπυνθάνετο, πόθεν εἴη. μαθὼν δ’αὐτὸν ὄντα Ἰουδαῖον ἠγανάκτησεν καὶ πρὸς ἑαυτὸν εἶπεν, ὡς οἱ μὲν ἐλεύθεροι Πέρσαι προσκυνοῦσιν αὐτόν, οὗτος δὲ δοῦλος ὢν οὐκ ἀξιοῖ τοῦτο ποιεῖν. 11.211καὶ τιμωρήσασθαι θελήσας τὸν Μαρδοχαῖον αὐτὸν μὲν αἰτήσασθαι πρὸς κόλασιν παρὰ τοῦ βασιλέως μικρὸν ἡγήσατο, τὸ ἔθνος δὲ αὐτοῦ διέγνω πᾶν ἀφανίσαι · καὶ γὰρ φύσει τοῖς Ἰουδαίοις ἀπηχθάνετο, ὅτι καὶ τὸ γένος τῶν Ἀμαληκιτῶν, ἐξ ὧν ἦν αὐτός, ὑπ’αὐτῶν διέφθαρτο. 11.212προσελθὼν οὖν τῷ βασιλεῖ κατηγόρει λέγων ἔθνος εἶναι πονηρόν, διεσπάρθαι δὲ τοῦτο κατὰ τῆς ὑπ’αὐτοῦ βασιλευομένης οἰκουμένης, ἄμικτον ἀσύμφυλον οὔτε θρησκείαν τὴν αὐτὴν τοῖς ἄλλοις ἔχον οὔτε νόμοις χρώμενον ὁμοίοις, ἐχθρὸν δὲ καὶ τοῖς ἔθεσι καὶ τοῖς ἐπιτηδεύμασιν τῷ σῷ λαῷ καὶ ἅπασιν ἀνθρώποις. 11.213τοῦτο τὸ ἔθνος, εἴ τινα θέλεις τοῖς ὑπηκόοις εὐεργεσίαν καταθέσθαι, κελεύσεις πρόρριζον ἀπολέσθαι μη δέ τι αὐτοῦ λείψανον καταλιπεῖν μήτ’εἰς δουλείαν τινῶν φυλαχθέντων μήτε αἰχμαλωσίᾳ. 11.214ἵνα μέντοι μὴ ζημιωθῇς τοὺς φόρους τοὺς παρ’αὐτῶν γινομένους, ἐκ τῆς ἰδίας οὐσίας αὐτὸς ἐπηγγείλατο μυριάδας δώσειν ταλάντων ἀργυρίου τέσσαρας, ὅπου ἂν κελεύσῃ. ταῦτα δὲ τὰ χρήματα παρέχειν ἡδέως ἔλεγεν, ἵν’ἀπὸ τούτων εἰρηνευθῇ τῶν κακῶν ἡ βασιλεία. 11.215ταῦτα τοῦ Ἀμάνου ἀξιώσαντος ὁ βασιλεὺς καὶ τὸ ἀργύριον αὐτῷ χαρίζεται καὶ τοὺς ἀνθρώπους, ὥστε ποιεῖν αὐτοὺς ὅ τι βούλεται. τυχὼν δὲ ὧν ἐπεθύμει Ἀμάνης παραχρῆμα πέμπει διάταγμα ὡς τοῦ βασιλέως εἰς ἅπαντα τὰ ἔθνη περιέχον τοῦτον τὸν τρόπον · 11.216“βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑπτὰ καὶ εἴκοσι καὶ ἑκατὸν σατραπειῶν ἄρχουσι τάδε γράφει. πολλῶν ἐθνῶν ἄρξας καὶ πάσης ἧς ἐβουλήθην κρατήσας οἰκουμένης καὶ μηδὲν ὑπὸ τῆς ἐξουσίας ὑπερήφανον μη δὲ σκαιὸν εἰς τοὺς ἀρχομένους ἀναγκασθεὶς ἁμαρτεῖν, ἀλλ’ἐπιεικῆ καὶ πρᾷον ἐμαυτὸν παρασχὼν καὶ προνοησάμενος εἰρήνης καὶ εὐνομίας αὐτοῖς, ἐζήτουν πῶς εἰς ἅπαντα τούτων ἀπολαύειν αὐτοῖς γένοιτο. 11.217τοῦ δὲ διὰ σωφροσύνην καὶ δικαιοσύνην παρ’ἐμοὶ τὴν πρώτην μοῖραν δόξης καὶ τιμῆς ἔχοντος καὶ μετ’ἐμὲ δευτέρου διὰ πίστιν καὶ βέβαιον εὔνοιαν Ἀμάνου κηδεμονικῶς ὑποδείξαντός μοι παντάπασιν ἀνθρώποις ἀναμεμῖχθαι δυσμενὲς ἔθνος καὶ τοῖς νόμοις ἀλλόκοτον καὶ τοῖς βασιλεῦσιν ἀνυπότακτον καὶ παρηλλαγμένον τοῖς ἔθεσι καὶ τὴν μοναρχίαν μισοῦν καὶ δύσνουν τοῖς ἡμετέροις πράγμασι, κελεύω τοὺς δηλουμένους ὑπὸ τοῦ δευτέρου μου πατρὸς Ἀμάνου πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσαι μηδεμίαν φειδῶ ποιησαμένους, μη δ’ἐλέῳ πλέον ἢ τοῖς ἐπεσταλμένοις πεισθέντας παρακοῦσαι τῶν γεγραμμένων. 11.219καὶ τοῦτο γενέσθαι βούλομαι τῇ τετράδι καὶ δεκάτῃ τοῦ δωδεκάτου μηνὸς τοῦ ἐνεστῶτος ἔτους, ὅπως οἱ πανταχόθεν ἡμῖν πολέμιοι μιᾷ ἡμέρᾳ διαφθαρέντες τοῦ λοιποῦ μετ’εἰρήνης ἡμῖν τὸν βίον διάγειν παρέχωσι”. 11.220τούτου κομισθέντος τοῦ προστάγματος εἰς τὰς πόλεις καὶ τὴν χώραν ἕτοιμοι πάντες ἐπὶ τὴν τῶν Ἰουδαίων ἀπώλειαν εἰς τὴν προειρημένην ἡμέραν ἐγίνοντο · ἐσπεύδετο δὲ τοῦτο καὶ ἐν τῇ Σούσῃ. ὁ μὲν οὖν βασιλεὺς καὶ ὁ Ἀμάνης πρὸς εὐωχίαις καὶ πότοις ἦσαν, ἐν ταραχῇ δ’ἦν ἡ πόλις. 11.221ὁ δὲ Μαρδοχαῖος μαθὼν τὸ γινόμενον περιρρηξάμενος τὴν ἐσθῆτα καὶ σάκκον ἐνδυσάμενος καὶ καταχεάμενος σποδιὰν διὰ τῆς πόλεως ἐφέρετο βοῶν, ὅτι μηδὲν ἀδικῆσαν ἔθνος ἀναιρεῖται, καὶ τοῦτο λέγων ἕως τῶν βασιλείων ἦλθεν καὶ πρὸς αὐτοῖς ἔστη · οὐ γὰρ ἐξῆν εἰσελθεῖν αὐτῷ τοιοῦτον περικειμένῳ σχῆμα. 11.222τὸ δ’αὐτὸ καὶ πάντες ἐποίησαν οἱ ἐν ταῖς πόλεσιν Ἰουδαῖοι, ἐν αἷς τὰ περὶ τούτων προετέθη γράμματα, θρηνοῦντες καὶ τὰς κατηγγελμένας αὐτοῖς συμφορὰς ὀδυρόμενοι. ὡς δ’ἀπήγγειλάν τινες τῇ βασιλίσσῃ τὸν Μαρδοχαῖον ἐν οὕτως οἰκτρῷ σχήματι πρὸ τῆς αὐλῆς ἑστῶτα, ταραχθεῖσα πρὸς τὴν ἀκοὴν ἐξέπεμπεν τοὺς μεταμφιάσοντας αὐτόν. 11.223οὐ πεισθέντος δὲ ἀποδύσασθαι τὸν σάκκον, οὐ γὰρ ἐφ’ᾧ τοῦτον ἀναγκασθείη λαβεῖν δεινῷ πεπαῦσθαι τοῦτο, προσκαλεσαμένη τὸν εὐνοῦχον Ἀχράθεον, καὶ γὰρ ἔτυχεν αὐτῇ παρών, ἀπέστειλεν Μαρδοχαίῳ γνωσόμενον, τίνος συμβεβηκότος αὐτῷ σκυθρωποῦ πενθεῖ καὶ τὸ σχῆμα τοῦτο περικείμενος οὐ δ’αὐτῆς παρακαλούσης ἀπέθετο. 11.224ὁ δὲ Μαρδοχαῖος ἐπέδειξε τῷ εὐνούχῳ τὴν αἰτίαν τότε γράμμα τὸ κατὰ τῶν Ἰουδαίων εἰς ἅπασαν τὴν ὑπὸ τῷ βασιλεῖ χώραν διαπεμφθὲν καὶ τὴν τῶν χρημάτων ὑπόσχεσιν, ᾗ τὴν ἀπώλειαν τοῦ ἔθνους ᾐτεῖτο παρὰ τοῦ βασιλέως Ἀμάνης. 11.225δοὺς δὲ αὐτῷ καὶ τὸ ἀντίγραφον τῶν ἐν Σούσοις προτεθέντων κομίσαι τῇ Ἐσθῆρι καὶ περὶ τούτων δεηθῆναι τοῦ βασιλέως ἐνετέλλετο καὶ σωτηρίας ἕνεκεν τοῦ ἔθνους μὴ ἀδοξῆσαι λαβεῖν σχῆμα ταπεινόν, ᾧ παραιτήσεται τοὺς Ἰουδαίους κινδυνεύοντας ἀπολέσθαι · τὸν γὰρ τὴν δευτέραν ἔχοντα τῷ βασιλεῖ τιμὴν Ἀμάνην κατηγορήσαντ’αὐτῶν παρωξυγκέναι κατ’αὐτῶν τὸν βασιλέα. 11.226ταῦτα γνοῦσα πέμπει πάλιν πρὸς Μαρδοχαῖον δηλοῦσα, ὅτι μήτε κληθείη πρὸς τοῦ βασιλέως καὶ ὁ εἰσερχόμενος πρὸς αὐτὸν ἄκλητος ἀποθνήσκει, πλὴν εἰ μή τινα σώζειν βουλόμενος προτείνειεν τὸν χρυσῆν ῥάβδον · “ᾧ γὰρ τοῦτο ποιήσειεν ὁ βασιλεὺς ἀκλήτῳ προσελθόντι, οὗτος οὐκ ἀποθνήσκει μόνος, ἀλλὰ συγγνώμης τυχὼν σώζεται”. 11.227Μαρδοχαῖος δὲ τούτους κομίσαντος αὐτῷ τοῦ εὐνούχου παρὰ τῆς Ἐσθῆρος τοὺς λόγους ἀπαγγέλλειν ἐκέλευσεν αὐτῇ, μὴ τὴν ἰδίαν οὕτως σκοπεῖν σωτηρίαν, ἀλλὰ τὴν κοινὴν τοῦ ἔθνους · εἰ γὰρ ἀμελήσειεν τούτου νῦν, ἔσεσθαι μὲν αὐτῷ βοήθειαν παρὰ τοῦ θεοῦ πάντως, αὐτὴν δὲ καὶ τὸν πατρῷον οἶκον αὐτῆς ὑπὸ τῶν ὀλιγωρηθέντων διαφθαρήσεσθαι. 11.228ἡ δὲ Ἐσθήρα ἐπέστειλεν μὲν τῷ Μαρδοχαίῳ τὸν αὐτὸν πέμψασα διάκονον εἰς Σοῦσα πορευθέντι τοὺς ἐκεῖ Ἰουδαίους εἰς ἐκκλησίαν συναγαγεῖν καὶ νηστεῦσαι πάντων ἀποσχομένους ὑπὲρ αὐτῆς ἐπὶ τρεῖς ἡμέρας, τὸ δ’αὐτὸ ποιήσασα μετὰ τῶν θεραπαινίδων τότε προσελεύσεσθαι τῷ βασιλεῖ παρὰ τὸν νόμον ὑπισχνεῖτο, κα- κἂν ἀποθανεῖν δέῃ τοῦτο ὑπομενεῖν. 11.229καὶ Μαρδοχαῖος μὲν κατὰ τὰς Ἐσθῆρος ἐντολὰς τόντε λαὸν ἐποίησεν νηστεῦσαι καὶ τὸν θεὸν αὐτὸς ἱκέτευσε μη δὲ νῦν ὑπεριδεῖν αὐτοῦ τὸ ἔθνος ἀπολλύμενον, ἀλλ’ὡς καὶ πρότερον αὐτοῦ πολλάκις προενόησεν καὶ ἁμαρτόντι συνέγνω, καὶ νῦν αὐτὸ ῥύσασθαι τῆς κατηγγελμένης ἀπωλείας · 11.230“οὐ δὲ γὰρ ἁμαρτόν τι κινδυνεύειν ἀκλεῶς ἀποθανεῖν, ἀλλ’αὐτὸν γὰρ εἶναι τὴν αἰτίαν τῆς Ἀμάνου ὀργῆς, ὅτι μὴ προσεκύνησα μη δ’ἣν σοί, δέσποτα, φησίν, τιμὴν παρεῖχον, ταύτην ἐκείνῳ παρασχεῖν ὑπέμενον, ὀργισθεὶς ταῦτα κατὰ τῶν μὴ παραβαινόντων τοὺς σοὺς νόμους ἐμηχανήσατο”. 11.231τὰς δ’αὐτὰς ἠφίει καὶ τὸ πλῆθος φωνάς, παρακαλοῦν προνοῆσαι τὸν θεὸν τῆς σωτηρίας αὐτῶν καὶ τοὺς ἐν ἁπάσῃ τῇ γῇ Ἰσραηλίτας ἐξελέσθαι τῆς μελλούσης συμφορᾶς · καὶ γὰρ πρὸ ὀφθαλμῶν αὐτὴν εἶχον ἤδη καὶ προσεδόκων. ἱκέτευε δὲ καὶ Ἐσθήρα τὸν θεὸν τῷ πατρίῳ νόμῳ ῥίψασα κατὰ τῆς γῆς ἑαυτὴν καὶ πενθικὴν ἐσθῆτα περιθεμένη, καὶ τροφῇ καὶ ποτῷ καὶ τοῖς ἡδέσιν ἀποταξαμένη τρισὶν ἡμέραις ᾔτει τὸν θεὸν ἐλεηθῆναι μὲν αὐτήν, δόξαι δ’ὀφθεῖσαν τῷ βασιλεῖ πιθανὴν μὲν τοὺς λόγους παρακαλοῦσαν τὸ δὲ εἶδος εὐπρεπεστέραν τῆς τάχιον οὖσαν, ἵν’ἀμφοτέροις καὶ πρὸς τὴν παραίτησιν ὀργῆς, εἴ τι παροξυνθείη πρὸς αὐτὴν ὁ βασιλεύς, χρήσαιτο καὶ πρὸς τὴν συνηγορίαν τῶν ὁμοεθνῶν ἐν τοῖς ἐσχάτοις σαλευόντων, μῖσόςτε γενέσθαι τῷ βασιλεῖ πρὸς τοὺς ἐχθροὺς τῶν Ἰουδαίων καὶ τὴν ἀπώλειαν αὐτοῖς τὴν μέλλουσαν, ἐὰν ὀλιγωρηθῶσιν ὑπ’αὐτοῦ, κατασκευάσοντας. 11.234ταῦθ’ἱκετεύουσα τὸν θεὸν ἐπὶ τρεῖς ἡμέρας ἀποδύεται μὲν τὴν ἐσθῆτα ἐκείνην καὶ τὸ σχῆμα μεταβάλλει, κοσμησαμένη δ’ὡς ἐχρῆν τὴν βασίλισσαν σὺν δυσὶν θεραπαίναις, ὧν ἡ μὲν ἐπερειδομένην αὐτὴν κούφως ἔφερεν, ἡ δὲ ἑπομένη τὸ βαθὺ τοῦ ἐνδύματος καὶ μέχρι τῆς γῆς κεχυμένον ἄκροις ἀπῃώρει τοῖς δακτύλοις, ἥκει πρὸς τὸν βασιλέα, μεστὴ μὲν τὸ πρόσωπον ἐρυθήματος, προσηνὲς δὲ καὶ σεμνὸν ἐπικειμένη τὸ κάλλος. 11.235εἰσῄει δὲ πρὸς αὐτὸν μετὰ δέους. ὡς δὲ κατὰ πρόσωπον αὐτοῦ καθεζομένου ἐπὶ τοῦ θρόνου γίνεται τὸν βασιλικὸν περικειμένου κόσμον, οὗτος δ’ἦν ἐκ ποικίλης μὲν ἐσθῆτος, χρυσοῦ δὲ καὶ λίθου πολυτελοῦς, φοβερώτερον καὶ δι’αὐτὰ μᾶλλον θεασαμένη καί τι κα- κἀκείνου προσιδόντος αὐτὴν ἀπηνέστερον καὶ διακεκαυμένῳ ὑπὸ τῆς ὀργῆς τῷ προσώπῳ, πάρεσις αὐτὴν εὐθὺς λαμβάνει καὶ τοῖς παρὰ πλευρὸν οὖσιν ἀχανὴς ἐπέπεσεν. 11.237ὁ δὲ βασιλεὺς κατὰ βούλησιν οἶμαι τοῦ θεοῦ τὴν διάνοιαν μετέβαλεν καὶ δείσας περὶ τῇ γυναικί, μὴ καὶ πάθῃ τι τῶν χειρόνων ὑπὸ τοῦ φόβου, ἀνεπήδησεν ἐκ τοῦ θρόνου, καὶ ταῖς ἀγκάλαις αὐτὴν ὑπολαβὼν ἀνεκτᾶτο κατασπαζόμενόςτε καὶ προσομιλῶν ἡδέως καὶ θαρρεῖν παρακαλῶν καὶ μηδὲν ὑποπτεύειν σκυθρωπόν, ὅτι πρὸς αὐτὸν ἄκλητος ἔλθοι · 11.238τὸν γὰρ νόμον τοῦτον πρὸς τοὺς ὑπηκόους κεῖσθαι, τὴν δὲ ὁμοίως αὐτῷ βασιλεύουσαν πᾶσαν ἔχειν ἄδειαν. 11.239ταῦτα λέγων τὸ σκῆπτρον αὐτῆς ἐνετίθει τῇ χειρὶ καὶ τὴν ῥάβδον ἐξέτεινεν ἐπὶ τὸν αὐχένα αὐτῆς διὰ τὸν νόμον εὐλαβείας αὐτὴν ἀπολύων. 11.240ἡ δ’ὑπὸ τούτων ἀναζωπυρήσασα, “δέσποτ’, εἶπεν, οὐκ ἔχω σοι τὸ αἰφνίδιον τοῦ συμβεβηκότος μοι ῥᾳδίως εἰπεῖν · ὡς γὰρ εἶδόν σε μέγαν καὶ καλὸν καὶ φοβερόν, εὐθὺς ὑπεχώρει μου τὸ πνεῦμα καὶ κατελειπόμην ὑπὸ τῆς ψυχῆς”. 11.241μόλις δ’αὐτῆς καὶ ταῦτα φθεγγομένης καὶ μετὰ ἀσθενείας αὐτόντε ἀγωνία καὶ ταραχὴ κατελάμβανεν καὶ τὴν Ἐσθῆρ’εὐψυχεῖν καὶ τὰ κρείττω προσδοκᾶν παρεθάρρυνεν, ὡς αὐτοῦ καὶ τὰ ἡμίση τῆς βασιλείας, εἰ δέοιτο τούτων, παραχωρήσοντος αὐτῇ. 11.242ἡ δὲ Ἐσθήρα ἐφ’ἑστίασιν αὐτὸν μετὰ Ἀμάνου τοῦ φίλου πρὸς αὐτὴν ἐλθεῖν ἠξίωσεν · παρεσκευακέναι γὰρ αὐτὴν δεῖπνον ἔλεγεν. ὡς δ’ἐπένευσεν καὶ παρῆσαν, μεταξὺ πίνων τὴν Ἐσθῆρα ἐκέλευσε δηλοῦν αὐτῷ, τί βούλεται · 11.243μηδενὸς γὰρ ἀτυχήσειν, μη δ’ἂν τὸ μέρος τῆς βασιλείας ἐθελήσῃ. ἡ δὲ εἰς τὴν ἐπιοῦσαν ἀνεβάλλετο φράζειν αὐτῷ τὴν αὐτῆς βούλησιν, εἰ πάλιν ἔλθοι πρὸς αὐτὴν μετὰ Ἀμάνου ἐφ’ἑστίασιν. 11.244τοῦ δὲ βασιλέως ὑποσχομένου ὁ Ἀμάνης ἐξῆλθεν περιχαρὴς ἐπὶ τῷ μόνον ἠξιῶσθαι συνδειπνεῖν τῷ βασιλεῖ παρὰ τῇ Ἐσθήρᾳ, καὶ ὅτι μηδεὶς τοσαύτης ἄλλος τυγχάνει παρὰ τοῖς βασιλεῦσι τιμῆς. ἰδὼν δ’ἐν τῇ αὐλῇ Μαρδοχαῖον ὑπερηγανάκτησεν · οὐδὲν γὰρ αὐτῷ παρ’αὐτοῦ θεασαμένου πρὸς τιμὴν ἐγένετο. 11.245καὶ παρελθὼν πρὸς αὑτὸν τὴν γυναῖκα Γάζασαν ἐκάλεσεν καὶ τοὺς φίλους. ὧν παρόντων διηγεῖτο τὴν τιμήν, ἧς οὐ παρὰ τοῦ βασιλέως ἀπολαύοι μόνον, ἀλλὰ καὶ παρὰ τῆς βασιλίσσης · καὶ γὰρ τήμερον ὡς δειπνήσειεν παρ’αὐτῇ μόνος σὺν τῷ βασιλεῖ, κληθείη πάλιν εἰς τὴν ἐπιοῦσαν. 11.246ἔλεγέντε μὴ ἀρέσκεσθαι Μαρδοχαῖον ὁρῶντα ἐν τῇ αὐλῇ τὸν Ἰουδαῖον. τῆς δὲ γυναικὸς αὐτοῦ Γαζάσης εἰπούσης κελεῦσαι ξύλον κοπῆναι πηχῶν ἑξήκοντα καὶ πρωὶ παρὰ τοῦ βασιλέως αἰτησάμενον ἀνασταυρῶσαι τὸν Μαρδοχαῖον, ἐπαινέσας τὴν γνώμην προσέταξεν τοῖς οἰκέταις ξύλον ἑτοιμασαμένους στῆσαι τοῦτο ἐν τῇ αὐλῇ πρὸς τιμωρίαν Μαρδοχαίῳ. 11.247καὶ τοῦτο μὲν ἦν ἕτοιμον · ὁ δὲ θεὸς κατεγέλα τῆς Ἀμάνου πονηρᾶς ἐλπίδος καὶ τὸ συμβησόμενον εἰδὼς ἐτέρπετο τῷ γενησομένῳ · τοῦ γὰρ βασιλέως διὰ νυκτὸς ἐκείνης ἀφαιρεῖται τὸν ὕπνον. 11.248ὁ δ’οὐ βουλόμενος ἀργῶς ἀπολέσαι τὴν ἀγρυπνίαν, ἀλλ’εἴς τι τῶν τῇ βασιλείᾳ διαφερόντων αὐτὴν ἀναλῶσαι, τὸν γραμματέα κομίσαντα καὶ τῶν πρὸ αὐτοῦ βασιλέων τὰ ὑπομνήματα καὶ τῶν ἰδίων πράξεων ἀναγινώσκειν αὐτῷ προσέταξεν. 11.249κομίσαντος δὲ καὶ ἀναγινώσκοντος εὑρέθη τις δι’ἀριστείαν ἔν τινι γέρας εἰληφὼς χώραν, ἧς καὶ τὸ ὄνομα ἐγέγραπτο. ἕτερον δὲ διὰ πίστιν τετυχηκότα δωρεᾶς μηνύων ἦλθεν καὶ ἐπὶ Γαβαταῖον καὶ Θεοδέστην τοὺς ἐπιβουλεύσαντας εὐνούχους τῷ βασιλεῖ, ὧν μηνυτὴς Μαρδοχαῖος ἦν γεγενημένος. 11.250φράσαντος δὲ τοῦτο μόνον τοῦ γραμματέως καὶ μεταβαίνοντος εἰς ἑτέραν πρᾶξιν ἐπέσχεν ὁ βασιλεὺς πυνθανόμενος, εἰ μὴ ἔχει γέρας αὐτῷ δοθὲν ἀναγεγραμμένον. ὁ δ’ὡς ἔφη μηδὲν εἶναι, κελεύσας ἡσυχάζειν, τίς ἡ τῆς νυκτὸς ὥρα, παρὰ τῶν ἐπὶ τούτῳ τεταγμένων ἐπυνθάνετο. 11.251μαθὼν δ’, ὡς ὄρθρος ἐστὶν ἤδη, προσέταξεν τῶν φίλων ὃν ἂν πρὸ τῆς αὐλῆς εὕρωσιν ἤδη παρόντα τοῦτον αὐτῷ δηλοῦν. ἔτυχέντε ὥστε Ἀμάνην εὑρεθῆναι · θᾶττον γὰρ τῆς συνήθους ὥρας ἐληλύθει περὶ τοῦ Μαρδοχαίου θανάτου δεησόμενος αὐτοῦ. 11.252τῶν οὖν θεραπόντων εἰπόντων, ὅτι Ἀμάνης εἴη πρὸ τῆς αὐλῆς, ἐκέλευσεν αὐτὸν εἰσκαλέσαι. εἰσελθόντος δέ “φίλον, εἶπεν, εἰδὼς ἐμαυτῷ σὲ μόνον εὔνουν συμβουλεῦσαί μοι παρακαλῶ, πῶς ἂν τιμήσαιμι τινὰ στεργόμενον ὑπ’ἐμοῦ σφόδρα τῆς ἐμαυτοῦ μεγαλοφροσύνης ἀξίως”. 11.253ὁ δὲ Ἀμάνης λογισάμενος, ἣν ἂν δῷ γνώμην ταύτην δώσειν ὑπὲρ αὐτοῦ, φιλεῖσθαι γὰρ ἑαυτὸν ὑπὸ τοῦ βασιλέως μόνον, ἣν ᾤετο ἀρίστην εἶναι ταύτην φανερὰν ἐποίησεν. 11.254εἶπεν γάρ “εἰ βούλοιο τὸν ἄνθρωπον ὃν φῂς ἀγαπᾶν δόξῃ περιβαλεῖν, ποίησον ἐφ’ἵππου βαδίζειν τὴν αὐτὴν ἐσθῆτά σοι φοροῦντα καὶ περιαυχένιον χρυσοῦν ἔχοντα καὶ προάγοντα τῶν ἀναγκαίων φίλων ἕνα κηρύσσειν δι’ὅλης τῆς πόλεως, ὅτι ταύτης τυγχάνει τῆς τιμῆς ὃν ἂν ὁ βασιλεὺς τιμήσῃ”. 11.255ὁ μὲν οὖν Ἀμάνης ταῦτα συνεβούλευσεν οἰόμενος εἰς αὐτὸν ἥξειν τοῦτο τὸ γέρας. ὁ δὲ βασιλεὺς ἡσθεὶς τῇ παραινέσει “προελθών. φησίν, ἔχεις γὰρ καὶ τὸν ἵππον καὶ τὴν στολὴν καὶ τὸν στρεπτόν. ἐπιζήτησον Μαρδοχαῖον τὸν Ἰουδαῖον καὶ ταῦτα ἐκείνῳ δοὺς προάγων αὐτοῦ τὸν ἵππον, σὺ γάρ, ἔφη, μοι φίλος ἀναγκαῖος, ἴσθι διάκονος ὧν χρηστὸς σύμβουλος ἐγένου. ταῦτα δὲ αὐτῷ παρ’ἡμῶν ἔσται σώσαντί μου τὴν ψυχήν”. 11.256τούτων ἀκούσας παρὰ πᾶσαν ἐλπίδα τὴν διάνοιαν συνεχύθη καὶ πληγεὶς ὑπὸ ἀμηχανίας ἔξεισιν ἄγων τὸν ἵππον καὶ τὴν πορφύραν καὶ τὸ χρυσοῦν περιαυχένιον, καὶ τὸν Μαρδοχαῖον εὑρὼν πρὸ τῆς αὐλῆς σάκκον ἐνδεδυμένον ἐκέλευσεν ἀποθέμενον ἐνδύσασθαι τὴν πορφύραν. 11.257ὁ δὲ οὐκ εἰδὼς τα- τἀληθές, ἀλλὰ χλευάζεσθαι νομίζων “ὦ κάκιστε πάντων ἀνθρώπων, εἶπεν, οὕτως ἡμῶν ταῖς συμφοραῖς ἐπεγγελᾷς”; πεισθεὶς δ’, ὡς ὁ βασιλεὺς αὐτῷ γέρας τοῦτ’εἴη δεδωκὼς ἀντὶ τῆς σωτηρίας, ἣν αὐτῷ παρέσχεν τοὺς ἐπιβουλεύσαντας εὐνούχους ἐλέγξας, ἐνδύεται τὴν πορφύραν, ἣν ὁ βασιλεὺς φορῶν ἀεὶ διετέλει, καὶ περιτίθεται τὸ περιαυχένιον, καὶ ἐπιβὰς ἐπὶ τὸν ἵππον ἐν κύκλῳ περιῄει τὴν πόλιν Ἀμάνου προάγοντος καὶ κηρύσσοντος, ὅτι τοῦτ’ἔσται παρὰ τοῦ βασιλέως ᾧ ἂν στέρξῃ καὶ τιμῆς ἄξιον δοκιμάσῃ. 11.259ἐπεὶ δ’ἐκπεριῆλθον τὴν πόλιν, ὁ μὲν Μαρδοχαῖος εἰσῄει πρὸς τὸν βασιλέα, Ἀμάνης δ’ὑπ’αἰσχύνης πρὸς αὑτὸν παραγίνεται καὶ μετὰ δακρύων τῇ γυναικὶ καὶ τοῖς. φίλοις τὰ συμβεβηκότα διηγεῖτο. οἱ δ’οὐκέτ’ἀμύνασθαι τὸν Μαρδοχαῖον ἔλεγον δυνήσεσθαι · τὸν γὰρ θεὸν εἶναι σὺν αὐτῷ. 11.260ταῦτα δὲ τούτων ἔτι πρὸς ἀλλήλους ὁμιλούντων ἧκον οἱ τῆς Ἐσθήρας εὐνοῦχοι τὸν Ἀμάνην ἐπὶ τὸ δεῖπνον ἐπισπεύδοντες. 11.261Σαβουχάδας δὲ τῶν εὐνούχων εἷς ἰδὼν τὸν σταυρὸν ἐν τῇ Ἀμάνου οἰκίᾳ πεπηγότα, ὃν ἐπὶ Μαρδοχαῖον παρεσκευάκεισαν, καὶ πυθόμενος παρά τινος τῶν οἰκετῶν, ἐπὶ τίνα τοῦτον ἦσαν ἑτοιμασάμενοι, γνούς, ὡς ἐπὶ τὸν τῆς βασιλίσσης θεῖον, τὸν γὰρ Ἀμάνην μέλλειν αὐτὸν αἰτεῖσθαι παρὰ τοῦ βασιλέως πρὸς τιμωρίαν, τότε μὲν ἡσυχίαν ἦγεν. 11.262ὡς δὲ ὁ βασιλεὺς μετὰ τοῦ Ἀμάνου εὐωχηθεὶς ἠξίου τὴν βασίλισσαν λέγειν αὐτῷ, τίνος βούλεται δωρεᾶς τυχεῖν, ὡς ληψομένην οὗπερ ἂν ἐπιθυμίαν ἔχῃ, τὸν τοῦ λαοῦ κίνδυνον ἀπωδύρετο καὶ πρὸς ἀπώλειαν ἔλεγεν μετὰ τοῦ ἔθνους ἐκδεδόσθαι, διὸ καὶ ποιεῖσθαι περὶ τούτων τοὺς λόγους · 11.263οὐ γὰρ ἂν ἠνωχληκέναι αὐτῷ, εἰ πρὸς δουλείαν πικρὰν ἐκέλευσεν αὐτοὺς ἀπεμποληθῆναι · μέτριον γὰρ τοῦτο τὸ κακόν · παρεκάλειτε τούτων ἀπαλλαγῆναι. 11.264ἐρωτήσαντος δὲ τοῦ βασιλέως, ὑπὸ τίνος εἴη ταῦτα γεγενημένα, κατηγόρει τὸ λοιπὸν ἤδη φανερῶς τοῦ Ἀμάνου καὶ τοῦτον ὄντα πονηρὸν ἐπ’αὐτοὺς κατεσκευακέναι τὴν ἐπιβουλὴν ἤλεγχεν. 11.265ταραχθέντος δὲ πρὸς τοῦτο τοῦ βασιλέως καὶ ἀναπηδήσαντος εἰς τοὺς κήπους ἐκ τοῦ συμποσίου, τῆς Ἐσθήρας ὁ Ἀμάνης ἤρξατο δεῖσθαι καὶ παρακαλεῖν συγγνῶναι τῶν ἡμαρτημένων · συνῆκε γὰρ αὐτὸς ἐν κακοῖς ὤν · ἐπίτε τῆς κλίνης αὐτοῦ πεσόντος καὶ τὴν βασίλισσαν παρακαλοῦντος ἐπεισελθὼν ὁ βασιλεὺς καὶ πρὸς τὴν ὄψιν μᾶλλον παροξυνθεὶς εἶπεν, “ὦ κάκιστε πάντων, καὶ βιάζεσθαί μου τὴν γυναῖκα ἐπιχειρεῖς”; 11.266Ἀμάνου δὲ πρὸς τοῦτο καταπλαγέντος καὶ μηδὲν ἔτι φθέγξασθαι δυνηθέντος, καὶ Σαβουζάνης ὁ εὐνοῦχος παρελθὼν κατηγόρει τοῦ Ἀμάνου, ὡς εὕροι σταυρὸν ἐπὶ τῆς οἰκίας αὐτοῦ παρεσκευασμένον ἐπὶ Μαρδοχαῖον τοῦτο γὰρ αὐτῷ πυνθανομένῳ τὸν οἰκέτην εἰπεῖν, ὅτε καλέσων αὐτὸν ἐπὶ τὸ δεῖπνον ἔλθοι πρὸς αὐτόν. εἶναι δὲ τὸν σταυρὸν ἔλεγεν ἑξήκοντα πήχεων τὸ ὕψος. 11.267ὁ δὲ βασιλεὺς ἀκούσας οὐκ ἄλλῃ τιμωρίᾳ περιβάλλειν ἔκρινεν τὸν Ἀμάνην ἢ τῇ κατὰ Μαρδοχαίου νενοημένῃ, καὶ κελεύει παραχρῆμα αὐτὸν ἐξ ἐκείνου τοῦ σταυροῦ κρεμασθέντα ἀποθανεῖν. 11.268ὅθεν ἐπέρχεταί μοι τὸ θεῖον θαυμάζειν καὶ τὴν σοφίαν αὐτοῦ καὶ δικαιοσύνην καταμανθάνειν, μὴ μόνον τὴν Ἀμάνου κολάσαντος πονηρίαν, ἀλλὰ καὶ τὴν κατ’ἄλλου μεμηχανημένην τιμωρίαν ταύτην ἐκείνου ποιήσαντος εἶναι καὶ τοῖς ἄλλοις μαθεῖν οὕτως παρεσχηκότος, ὡς ἃ καθ’ἑτέρου τις παρεσκεύασε ταῦτα λανθάνει καθ’ἑαυτοῦ πρῶτον ἑτοιμασάμενος. 11.269Ἀμάνης μὲν οὖν ἀμετρήτως τῇ παρὰ τοῦ βασιλέως χρώμενος τιμῇ τοῦτον διεφθάρη τὸν τρόπον, τὴν δὲ οὐσίαν αὐτοῦ ἐχαρίσατο τῇ βασιλίσσῃ. Μαρδοχαῖον δὲ προσκαλεσάμενος, καὶ γὰρ ἐδήλωσεν αὐτῷ τὴν πρὸς αὐτὸν συγγένειαν Ἐσθήρα, ὃν ἔδωκεν Ἀμάνῃ δακτύλιον τοῦτον Μαρδοχαίῳ δίδωσι. 11.270δωρεῖται δὲ καὶ ἡ βασίλισσα Μαρδοχαίῳ τὴν Ἀμάνου κτῆσιν καὶ δεῖται τοῦ βασιλέως ἀπαλλάξαι τοῦ περὶ τῆς ζωῆς φόβου τὸ τῶν Ἰουδαίων ἔθνος, δηλοῦσα τὰ γραφέντα κατὰ πᾶσαν τὴν χώραν ὑπὸ Ἀμάνου τοῦ Ἀμαδάθου · τῆς γὰρ πατρίδος αὐτῇ διαφθαρείσης καὶ τῶν ὁμοφύλων ἀπολομένων οὐκ ἂν ὑπομένειν τὸν βίον. 11.271ὁ δὲ βασιλεὺς ὑπέσχετο μηδὲν ἄχαρι αὐτὴν μη δ’οἷς ἐσπούδακεν ἐναντίον ἔσεσθαι, γράφειν δὲ ἃ βούλεται προσέταξε περὶ τῶν Ἰουδαίων ἐκείνην ἐκ τοῦ βασιλέως ὀνόματος καὶ σημηναμένην αὐτοῦ τῇ σφραγῖδι πέμπειν εἰς πᾶσαν τὴν βασιλείαν · τοὺς γὰρ ἀναγνωσομένους τὰς ὑπὸ τοῦ βασιλικοῦ σημαντῆρος ἠσφαλισμένας ἐπιστολὰς οὐδὲν περὶ τῶν ἐγγεγραμμένων ἐναντιώσεσθαι. 11.272μεταπεμφθέντας οὖν τοὺς βασιλικοὺς γραμματεῖς ἐκέλευσε γράφειν τοῖς ἔθνεσι περὶ τῶν Ἰουδαίων τοῖςτε οἰκονόμοις καὶ ἄρχουσιν ἀπὸ Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἰκοσιεπτὰ σατραπειῶν ἡγουμένοις. τὰ δὲ γραφέντα τοῦτον ἔχει τὸν τρόπον · 11.273“βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἄρχουσι καὶ τὰ ἡμέτερα φρονοῦσι χαίρειν. πολλοὶ διὰ μέγεθος εὐεργεσίας καὶ τιμῆς, ἣν δι’ὑπερβολὴν χρηστότητος τῶν παρεχόντων ἐκαρποῦντο, οὐκ εἰς τοὺς ὑποδεεστέρους μόνον ἐξυβρίζουσιν, ἀλλ’οὐ δ’αὐτοὺς ἀδικεῖν ὤκνησαν τοὺς εὐεργετοῦντας τὸ εὐχάριστον ἐξ ἀνθρώπων ἀναιροῦντες, καὶ δι’ἀπειροκαλίαν τῶν οὐκ ἐξ ὧν προσεδόκησαν ἀγαθῶν κόρον εἰς τοὺς αἰτίους ἀφέντες λήσεσθαι τὸ θεῖον ἐπὶ τούτοις νομίζουσι καὶ τὴν ἐξ αὐτοῦ διαφεύξεσθαι δίκην. 11.275ἔνιοι δὲ ἐκ τούτων προστασίαν πραγμάτων ἐπιτραπέντες παρὰ τῶν φίλων καὶ μῖσος ἴδιον ἔχοντες πρός τινας, παραλογισάμενοι τοὺς κρατοῦντας ψευδέσιν αἰτίαις καὶ διαβολαῖς ἔπεισαν κατὰ μηδὲν ἀδικούντων ὀργὴν ἀναλαβεῖν, ὑφ’ἧς ἐκινδύνευσαν ἀπολέσθαι. 11.276τοῦτο δὲ οὐκ ἐκ τῶν ἀρχαιοτέρων οὐ δ’ἀκοῇ γνωρίμων ἡμῖν οὕτως ἰδεῖν ἔστιν ἔχον, ἀλλ’ἐκ τῶν παρὰ τὰς ἡμετέρας ὄψεις τετολμημένων, ὡς διαβολαῖς μὲν καὶ κατηγορίαις μὴ προσέχειν ἔτι τοῦ λοιποῦ μη δ’οἷς ἕτεροι πείθειν ἐπιχειροῦσιν, κρίνειν δ’ὅσα τις αὐτὸς οἶδεν πεπραγμένα, καὶ κολάζειν μὲν ἂν ᾖ τοιαῦτα, χαρίζεσθαι δ’ἂν ἑτέρως ἔχῃ, τοῖς ἔργοις αὐτοῖς ἀλλὰ μὴ τοῖς λέγουσι προστιθέμενον. 11.277ὡς μὲν Ἀμάνης, Ἀμαδάθου μὲν παῖς Ἀμαληκίτης δὲ τὸ γένος, ἀλλότριος ὢν τοῦ Περσῶν αἵματος, ἐπιξενωθεὶς ἡμῖν ἀπέλαυσεν τῆς πρὸς ἅπαντας χρηστότητος ἐπὶ τοσοῦτον, ὡς πατέρα μου τὸ λοιπὸν προσαγορεύεσθαι καὶ προσκυνούμενον διατελεῖν καὶ μεθ’ἡμᾶς τὰ δεύτερα τῆς βασιλικῆς παρὰ πάντων τιμῆς ἀποφέρεσθαι, τὴν εὐτυχίαν οὐκ ἤνεγκεν οὐ δὲ σώφρονι λογισμῷ τὸ μέγεθος τῶν ἀγαθῶν ἐταμίευσεν, ἀλλὰ τῆς βασιλείας ἐπεβούλευσέ με καὶ τῆς ψυχῆς τὸν αἴτιον αὐτῷ τῆς ἐξουσίας ἀφελέσθαι, τὸν εὐεργέτην μου καὶ σωτῆρα Μαρδοχαῖον καὶ τὴν κοινωνὸν ἡμῖν τοῦτε βίου καὶ τῆς ἀρχῆς Ἐσθῆρα κακούργως καὶ μετὰ ἀπάτης πρὸς ἀπώλειαν αἰτησάμενος · 11.278τούτῳ γάρ με τῷ τρόπῳ τῶν εὐνοούντων ἐρημώσας ἐβούλετο τὴν ἀρχὴν εἰς ἄλλους μεταβαλεῖν. 11.279ἐγὼ δὲ τοὺς ὑπὸ τοῦ ἀλιτηρίου πρὸς ἀπώλειαν ἐκδοθέντας Ἰουδαίους οὐ πονηροὺς κατανοήσας, ἀλλὰ τὸν ἄριστον πολιτευομένους τρόπον καὶ τῷ θεῷ προσανέχοντας, ὃς ἐμοίτε καὶ τοῖς προγόνοις ἡμῶν τὴν βασιλείαν διεφύλαξεν, οὐ μόνον ἀπολύω τῆς ἐκ τῶν προαπεσταλμένων τιμωρίας, οἷς ποιήσετε καλῶς μὴ προσέχοντες, ἀλλὰ καὶ τιμῆς αὐτοὺς ἁπάσης τυγχάνειν βούλομαι, καὶ τὸν ταῦτα κατ’αὐτῶν μηχανησάμενον πρὸ τῶν πυλῶν τῶν ἐν Σούσοις ἀνεσταύρωσα μετὰ τῆς γενεᾶς, τοῦ πάντα ἐφορῶντος θεοῦ ταύτην αὐτῷ τὴν δίκην ἐπιβαλόντος. 11.281κελεύω δὲ ὑμᾶς τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ἐκθέντας εἰς ἅπασαν τὴν βασιλείαν τοὺς Ἰουδαίους ἀφεῖναι τοῖς ἰδίοις νόμοις χρωμένους ζῆν μετ’εἰρήνης καὶ βοηθεῖν αὐτοῖς, ὅπως τοὺς ἐν οἷς ἠτύχησαν καιροῖς ἀδικήσαντας αὐτοὺς ἀμύνωνται, τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνός, ὅς ἐστιν Ἄδαρ, τῇ αὐτῇ ἡμέρᾳ · 11.282ταύτην γὰρ αὐτοῖς ὁ θεὸς ἀντὶ ὀλεθρίας σωτήριον πεποίηκεν. ἔστι δ’ἀγαθὴ τοῖς εὐνοοῦσιν ἡμῖν ὑπόμνησις δὲ τῆς τῶν ἐπιβουλευσάντων κολάσεως. 11.283εἰδέναι μέντοι γε βούλομαι καὶ πόλιν καὶ πᾶν ἔθνος, ἐὰν τῶν γεγραμμένων τινὸς παρακούσῃ, ὅτι καὶ πυρὶ καὶ σιδήρῳ δαπανηθήσεται. τὰ μέντοι γεγραμμένα προτεθήτω καθ’ὅλης τῆς ἡμῖν ὑπηκόου χώρας, καὶ παρασκευαζέσθωσαν πάντως εἰς τὴν προγεγραμμένην ἡμέραν, ἵνα τοὺς ἐχθροὺς μετέλθωσιν”. 11.284οἱ μὲν οὖν ἱππεῖς οἱ τὰς ἐπιστολὰς διακομίζοντες εὐθὺς ἐξορμήσαντες τὴν προκειμένην ὁδὸν ἤνυον. ὁ δὲ Μαρδοχαῖος ὡς ἀναλαβὼν τὴν βασιλικὴν στολὴν καὶ τὸν στέφανον τὸν χρυσοῦν καὶ τὸν στρεπτὸν περιθέμενος προῆλθεν, ἰδόντες αὐτὸν οὕτως τετιμημένον ὑπὸ τοῦ βασιλέως οἱ ἐν Σούσοις ὄντες Ἰουδαῖοι κοινὴν ὑπέλαβον τὴν εὐπραγίαν αὐτοῦ. 11.285χαρὰ δὲ καὶ σωτήριον φέγγος ἐκτιθεμένων τῶν τοῦ βασιλέως γραμμάτων καὶ τοὺς κατὰ πόλιν τῶν Ἰουδαίων καὶ τοὺς κατὰ χώραν ἐπεῖχεν, ὡς πολλὰ καὶ τῶν ἄλλων ἐθνῶν διὰ τὸν ἐκ τῶν Ἰουδαίων φόβον περιτεμνόμενα τὴν αἰδῶ τὸ ἀκίνδυνον αὐτοῖς ἐκ τούτου πραγματεύσασθαι. 11.286καὶ γὰρ τοῦ δωδεκάτου μηνὸς τῇ τρισκαιδεκάτῃ, ὃς κατὰ μὲν Ἑβραίους Ἄδαρ καλεῖται κατὰ δὲ Μακεδόνας Δύστρος, οἱ κομίσαντες τὰ τοῦ βασιλέως γράμματα ἐδήλουν, ὅπως καθ’ἣν ἡμέραν αὐτοὶ κινδυνεύσειν ἤμελλον ἐν ταύτῃ τοὺς ἐχθροὺς ἀπολέσωσιν. 11.287οἱ δὲ ἄρχοντες τῶν σατραπειῶν καὶ οἱ τύραννοι καὶ οἱ βασιλεῖς καὶ οἱ γραμματεῖς εἶχον ἐν τιμῇ τοὺς Ἰουδαίους · ὁ γὰρ ἐκ Μαρδοχαίου φόβος ἠνάγκαζεν αὐτοὺς σωφρονεῖν. 11.288τοῦ δὲ γράμματος τοῦ βασιλικοῦ διὰ πάσης τῆς ὑπ’αὐτὸν χώρας γενομένου συνέπεσεν ὥστε καὶ τοὺς ἐν Σούσοις Ἰουδαίους ἀποκτεῖναι τῶν ἐχθρῶν περὶ πεντακοσίους. 11.289τοῦ δὲ βασιλέως τῶν ἀπολωλότων δηλώσαντος τὸν ἀριθμὸν Ἐσθήρᾳ καὶ περὶ τῶν ἐπὶ τῆς χώρας τί ποτ’εἴη γεγονὸς διαποροῦντος καὶ τί πρὸς τούτοις ἔτ’αὐτοῦ γενέσθαι βούλεται πυνθανομένου, πραχθήσεσθαι γάρ, παρεκάλεσεν ἐπιτραπῆναι τοῖς Ἰουδαίοις καὶ τὴν ἐπιοῦσαν ἡμέραν οὕτως χρήσασθαι τοῖς ὑπολειπομένοις τῶν ἐχθρῶν καὶ τοὺς δέκα τοὺς Ἀμάνου παῖδας ἀνασταυρῶσαι. 11.290καὶ τοῦτο μὲν προσέταξε τοῖς Ἰουδαίοις ὁ βασιλεὺς μηδὲν ἀντιλέγειν Ἐσθῆρι δυνάμενος · οἱ δὲ πάλιν συστραφέντες τῇ τετράδι καὶ δεκάτῃ τοῦ Δύστρου μηνὸς ἀπέκτειναν τῶν ἐναντίων ὡς τριακοσίους, καὶ οὐδενὸς τῶν ἐκείνοις ὑπαρχόντων ἥψαντο κτημάτων. 11.291ἀπέθανον δὲ καὶ ὑπὸ τῶν ἐν τῇ χώρᾳ καὶ ταῖς ἄλλαις πόλεσιν Ἰουδαίων τῶν ἐχθρῶν αὐτοῖς ἑπτακισμύριοι καὶ πεντακισχίλιοι. καὶ τούτους μὲν ἀπέκτειναν τῇ τρισκαιδεκάτῃ τοῦ μηνός, τὴν δὲ ἐχομένην ἑορτάσιμον ἐποίησαν. 11.292ὁμοίως δὲ καὶ οἱ ἐν Σούσοις Ἰουδαῖοι τὴν τετράδα καὶ δεκάτην καὶ τὴν ἐχομένην τοῦ αὐτοῦ μηνὸς συναθροισθέντες εὐωχήθησαν. ὅθεν καὶ νῦν οἱ ἐν τῇ οἰκουμένῃ Ἰουδαῖοι πάντες τὰς ἡμέρας ταύτας ἑορτάζουσιν διαπεμπόμενοι μερίδας ἀλλήλοις. 11.293ἔγραψεν δὲ Μαρδοχαῖος τοῖς ἐν τῇ Ἀρταξέρξου βασιλείᾳ Ἰουδαίοις ταύτας παραφυλάσσειν τὰς ἡμέρας καὶ ἑορτὴν ἄγειν αὐτὰς καὶ τοῖς ἐκγόνοις παραδοῦναι τοῦ πρὸς πάντα διαμεῖναι τὸν χρόνον τὴν ἑορτὴν ἕνεκα καὶ μὴ λήθῃ παραπολέσθαι · 11.294μελλήσαντας γὰρ αὐτοὺς ἐν ταύταις διαφθείρεσθαι ταῖς ἡμέραις ὑπὸ Ἀμάνου δίκαια ποιήσειν, εἰ διαφυγόντες μὲν ἐν αὐταῖς τὸν κίνδυνον τοὺς δ’ἐχθροὺς τιμωρησάμενοι παρατηρήσουσιν αὐτὰς εὐχαριστοῦντες τῷ θεῷ. 11.295διὰ ταῦτα μὲν οἱ Ἰουδαῖοι τὰς προειρημένας ἡμέρας ἑορτάζουσιν προσαγορεύσαντες αὐτὰς φρουρέας. ὁ δὲ Μαρδοχαῖος μέγαςτε ἦν καὶ λαμπρὸς παρὰ τῷ βασιλεῖ καὶ συνδιεῖπεν αὐτῷ τὴν ἀρχὴν ἀπολαύων ἅμα καὶ τῆς κοινωνίας τοῦ βίου τῇ βασιλίσσῃ. 11.296ἦν δὲ καὶ τοῖς Ἰουδαίοις τὰ πράγματα δι’αὐτοὺς ἀμείνω πάσης ἐλπίδος. καὶ τὰ μὲν τούτοις βασιλεύοντος Ἀρταξέρξου συμβάντα τοῦτον εἶχεν τὸν τρόπον. 11.297ἀποθανόντος δὲ τοῦ ἀρχιερέως Ἐλεασίβου τὴν ἀρχιερωσύνην Ἰώδας ὁ παῖς αὐτοῦ διεδέξατο. τελευτήσαντος δὲ καὶ τούτου τὴν τιμὴν Ἰωάννης υἱὸς ὢν αὐτοῦ παρέλαβεν, δι’ὃν καὶ Βαγώσης ὁ στρατηγὸς τοῦ Ἀρταξέρξου τὸν ναὸν ἐμίανεν καὶ φόρους ἐπέταξε τοῖς Ἰουδαίοις, πρὶν τὰς καθημερινὰς ἐπιφέρειν θυσίας ὑπὲρ ἀρνὸς ἑκάστου τελεῖν αὐτοὺς δημοσίᾳ δραχμὰς πεντήκοντα. 11.298τούτου δὲ τὴν αἰτίαν τοιαύτην συνέβη γενέσθαι · ἀδελφὸς ἦν τῷ Ἰωάννῃ Ἰησοῦς · τούτῳ φίλῳ τυγχάνοντι ὁ Βαγώσης ὑπέσχετο τὴν ἀρχιερωσύνην παρέξειν. 11.299ἀπὸ ταύτης οὖν τῆς πεποιθήσεως Ἰησοῦς ἐν τῷ ναῷ διενεχθεὶς τῷ Ἰωάννῃ παρώξυνεν τὸν ἀδελφὸν ὥστ’αὐτὸν ἀνελεῖν καὶ διὰ τὴν ὀργὴν τηλικοῦτο ἀσέβημα δρᾶσαι κατ’ἀδελφοῦ τὸν Ἰωάννην ἐν τῷ ἱερῷ ὡς δεινὸν ἦν καὶ πρότερον, ὡς μήτε παρ’Ἕλλησιν μήτε παρὰ βαρβάροις ὠμὸν οὕτως καὶ ἀσεβὲς ἔργον γεγονέναι. 11.300τὸ μέντοι θεῖον οὐκ ἠμέλησεν, ἀλλὰ καὶ ὁ λαὸς δι’αὐτὴν τὴν αἰτίαν ἐδουλώθη καὶ ὁ ναὸς ἐμιάνθη ὑπὸ Περσῶν. Βαγώσης δὲ ὁ στρατηγὸς Ἀρταξέρξου γνούς, ὅτι Ἰωάννης ὁ ἀρχιερεὺς τῶν Ἰουδαίων τὸν ἴδιον ἀδελφὸν Ἰησοῦν ἐν τῷ ἱερῷ ἐφόνευσεν, εὐθὺς ἐπιστὰς τοῖς Ἰουδαίοις μετὰ θυμοῦ ἤρξατο λέγειν · “ἐτολμήσατε ἐν τῷ ἱερῷ φόνον ἐργάσασθαι”. 11.301πειρωμένου δ’αὐτοῦ εἰσελθεῖν εἰς τὸν ναὸν ἐκώλυον αὐτόν. ὁ δὲ πρὸς αὐτοὺς ἔφη · “πῶς οὐκ ἐγὼ καθαρώτερός εἰμι τοῦ ἀνῃρημένου ἐν τῷ ναῷ”; καὶ τούτους ποιησάμενος τοὺς λόγους εἰς τὸν ναὸν εἰσέρχεται. ταύτῃ μὲν οὖν χρησάμενος τῇ ἐπινοίᾳ Βαγώσης τοὺς Ἰουδαίους ἔτεσιν ἑπτὰ ὑπὲρ τῆς Ἰησοῦ τελευτῆς μετῆλθεν. 11.302καταστρέψαντος δὲ τοῦ Ἰωάννου τὸν βίον διαδέχεται τὴν ἀρχιερωσύνην ὁ υἱὸς αὐτοῦ Ἰαδδοῦς. ἦν δὲ καὶ τούτῳ ἀδελφὸς Μανασσῆς ὄνομα, ᾧ Σαναβαλλέτης ὁ πεμφθεὶς εἰς Σαμάρειαν ὑπὸ Δαρείου τοῦ τελευταίου βασιλέως σατράπης Χουθαῖος τὸ γένος, ἐξ ὧν καὶ οἱ Σαμαρεῖς εἰσιν, εἰδὼς λαμπρὰν οὖσαν τὴν πόλιν Ἱεροσόλυμα καὶ πολλὰ τοῖς Ἀσσυρίοις καὶ τοῖς ἐν τῇ κοίλῃ Συρίᾳ κατοικοῦσιν τοὺς ἐν αὐτῇ βασιλεῖς πράγματα παρασχόντας, ἀσμένως συνῴκισεν τὴν αὐτοῦ θυγατέρα Νικασὼ καλουμένην, οἰόμενος τὴν ἐπιγαμίαν ὅμηρον αὐτῷ γενήσεσθαι πρὸς τὴν ἀπὸ τοῦ τῶν Ἰουδαίων ἔθνους παντὸς εὔνοιαν. 11.304κατὰ τοῦτον δὴ τὸν καιρὸν καὶ Φίλιππος ὁ Μακεδόνων βασιλεὺς ἐν Αἰγαῖς ὑπὸ Παυσανίου τοῦ Κεράστου ἐκ δὲ τοῦ τῶν Ὀρεστῶν γένους δολοφονηθεὶς ἀπέθανεν. 11.305παραλαβὼν δ’ὁ παῖς αὐτοῦ τὴν βασιλείαν Ἀλέξανδρος καὶ διαβὰς τὸν Ἑλλήσποντον, νικᾷ μὲν τοὺς Δαρείου στρατηγοὺς ἐπὶ Γρανίκῳ συμβαλὼν αὐτοῖς, ἐπελθὼν δὲ τὴν Λυδίαν καὶ τὴν Ἰωνίαν δουλωσάμενος καὶ τὴν Καρίαν ἐπιδραμὼν τοῖς ἐν Παμφυλίᾳ τόποις ἐπέβαλεν, καθὼς ἐν ἄλλοις δεδήλωται. 11.306οἱ δὲ τῶν Ἱεροσολυμιτῶν πρεσβύτεροι δεινοπαθοῦντες ἐπὶ τῷ τὸν Ἰαδδοῦ τοῦ ἀρχιερέως ἀδελφὸν ἀλλοφύλῳ συνοικοῦντα μετέχειν τῆς ἀρχιερωσύνης ἐστασίαζον πρὸς αὐτόν · 11.307ἡγοῦντο γὰρ τὸν τούτου γάμον ἐπιβάθραν τοῖς παρανομεῖν περὶ τὰς τῶν γυναικῶν συνοικήσεις βουλησομένοις γενέσθαι καὶ τῆς πρὸς τοὺς ἀλλοφύλους αὐτοῖς κοινωνίας ἀρχὴν τοῦτο ἔσεσθαι. 11.308ὑπάρξαι μέντοι καὶ τῆς προτέρας αἰχμαλωσίας αὐτοῖς καὶ τῶν κακῶν αἴτιον τὸ περὶ τοὺς γάμους πλημμελῆσαί τινας καὶ ἀγαγέσθαι γυναῖκας οὐκ ἐπιχωρίας. ἐκέλευον οὖν τὸν Μανασσῆν διαζεύγνυσθαι τῆς γυναικὸς ἢ μὴ προσιέναι τῷ θυσιαστηρίῳ. 11.309τοῦ δ’ἀρχιερέως τῷ λαῷ συναγανακτοῦντος καὶ εἴργοντος τὸν ἀδελφὸν τοῦ βωμοῦ, παραγενόμενος ὁ Μανασσῆς πρὸς τὸν πενθερὸν Σαναβαλλέτην στέργειν μὲν ἔλεγεν αὐτοῦ τὴν θυγατέρα Νικασώ, τῆς μέντοι γε ἱερατικῆς τιμῆς μεγίστης οὔσης ἐν τῷ ἔθνει καὶ τῷ γένει παραμενούσης οὐ βούλεσθαι δι’αὐτὴν στέρεσθαι. 11.310τοῦ δὲ Σαναβαλλέτου μὴ μόνον τηρήσειν αὐτῷ τὴν ἱερωσύνην, ἀλλὰ καὶ τὴν ἀρχιερατικὴν παρέξειν δύναμιν καὶ τιμὴν ὑπισχνουμένου καὶ πάντων ἀποδείξειν ὧν αὐτὸς ἐπῆρχεν τόπων ἡγεμόνα βουλόμενον συνοικεῖν αὐτοῦ τῇ θυγατρί, καὶ λέγοντος οἰκοδομήσειν ναὸν ὅμοιον ὄντα τῷ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τοῦ Γαριζεὶν ὄρους, ὃ τῶν κατὰ τὴν Σαμάρειαν ὀρῶν ἐστιν ὑψηλότατον, καὶ ταῦτα ποιήσειν ἐπαγγελλομένου μετὰ τῆς Δαρείου γνώμης τοῦ βασιλέως, ἐπαρθεὶς ταῖς ὑποσχέσεσιν ὁ Μανασσῆς παρέμενεν τῷ Σαναβαλλέτῃ τὴν ἀρχιερωσύνην οἰόμενος ἕξειν Δαρείου δόντος · 11.311καὶ γὰρ συνέβαινεν τὸν Σαναβαλλέτην ἤδη πρεσβύτερον εἶναι. 11.312πολλῶν δὲ ἱερέων καὶ Ἰσραηλιτῶν τοιούτοις γάμοις ἐπιπεπλεγμένων κατεῖχεν οὐ μικρὰ ταραχὴ τοὺς Ἱεροσολυμίτας · ἀφίσταντο γὰρ ἅπαντες πρὸς τὸν Μανασσῆν τοῦ Σαναβαλλέτου χορηγοῦντος αὐτοῖς καὶ χρήματα καὶ χώραν εἰς γεωργίαν καὶ κατοίκησιν ἀπομερίζοντος καὶ παντὶ τρόπῳ τῷ γαμβρῷ συμφιλοκαλοῦντος. 11.313κατὰ δὲ τοῦτον τὸν καιρὸν Δαρεῖος ἀκούσας, ὅτι τὸν Ἑλλήσποντον διαβὰς Ἀλέξανδρος καὶ τοὺς σατράπας αὐτοῦ τῇ κατὰ Γράνικον μάχῃ κρατήσας προσωτέρω χωρεῖ, στρατιὰν ἱππικήντε καὶ πεζικὴν συνήθροιζεν ἀπαντῆσαι διαγνοὺς τοῖς Μακεδόσιν πρὶν ἢ πᾶσαν αὐτοὺς ἐπιόντας καταστρέψασθαι τὴν Ἀσίαν. 11.314περαιωσάμενος οὖν τὸν Εὐφράτην ποταμὸν καὶ τὸν Ταῦρον τὸ Κιλίκιον ὄρος ὑπερελθὼν ἐν Ἰσσῷ τῆς Κιλικίας τοὺς πολεμίους ὡς ἐκεῖ μαχησόμενος αὐτοῖς ἐξεδέχετο. 11.315ἡσθεὶς δὲ τῇ Δαρείου καταβάσει ὁ Σαναβαλλέτης εὐθὺς ἔλεγεν τῷ Μανασσῇ τὰς ὑποσχέσεις τελέσειν, ὡς ἂν Δαρεῖος κρατήσας τῶν πολεμίων ὑποστρέψῃ · πέπειστο γὰρ οὐκ αὐτὸς μόνος ἀλλὰ καὶ πάντες οἱ ἐν τῇ Ἀσίᾳ μη δ’εἰς χεῖρας τοῖς Πέρσαις ἥξειν τοὺς Μακεδόνας διὰ τὸ πλῆθος. 11.316ἀπέβη δ’οὐχ ὡς προσεδόκων · συμβαλὼν γὰρ ὁ βασιλεὺς τοῖς Μακεδόσιν ἡττήθη καὶ πολλὴν τῆς στρατιᾶς ἀπολέσας ληφθέντων αἰχμαλώτων αὐτοῦ τῆς μητρὸς καὶ γυναικὸς καὶ τῶν τέκνων ἔφυγεν εἰς Πέρσας. 11.317Ἀλέξανδρος δ’εἰς Συρίαν παραγενόμενος Δαμασκὸν αἱρεῖ καὶ Σιδῶνος κρατήσας ἐπολιόρκει Τύρον, ἠξίουτε ἀποστείλας γράμματα πρὸς τὸν τῶν Ἰουδαίων ἀρχιερέα συμμαχίαντε αὐτῷ πέμπειν καὶ ἀγορὰν τῷ στρατεύματι παρασχεῖν καὶ ὅσα Δαρείῳ πρότερον ἐτέλουν δῶρα τούτῳ διδόναι τὴν Μακεδόνων φιλίαν ἑλομένους · 11.318οὐ γὰρ μετανοήσειν ἐπὶ τούτοις. τοῦ δ’ἀρχιερέως ἀποκριναμένου τοῖς γραμματοφόροις, ὡς ὅρκους εἴη δεδωκὼς Δαρείῳ μὴ βαστάζειν ὅπλα κατ’αὐτοῦ, καὶ τούτους ἕως ἂν ᾖ Δαρεῖος ἐν τοῖς ζῶσιν μὴ παραβήσεσθαι φήσαντος, ἀκούσας Ἀλέξανδρος παρωξύνθη, καὶ τὴν μὲν Τύρον οὐκ ἔκρινεν καταλιπεῖν ὅσον οὐδέπω μέλλουσαν αἱρεῖσθαι, παραστησάμενος δὲ ταύτην ἠπείλει στρατεύσειν ἐπὶ τὸν τῶν Ἰουδαίων ἀρχιερέα καὶ διδάξειν πάντας, πρὸς τίνας δὴ αὐτοῖς φυλακτέον τοὺς ὅρκους · 11.320ὅθεν πονικώτερον χρησάμενος τῇ πολιορκίᾳ λαμβάνει τὴν Τύρον. καταστησάμενος δὲ τὰ ἐν αὐτῇ ἐπὶ τὴν τῶν Γαζαίων πόλιν ἦλθεν καὶ τήντε Γάζαν καὶ τὸν ἐν αὐτῇ φρούραρχον ὄνομα Βαβημάσιν ἐπολιόρκει. 11.321νομίσας δὲ καιρὸν ἐπιτήδειον ἔχειν ὁ Σαναβαλλέτης τῆς ἐπιβολῆς Δαρείου μὲν ἀπέγνω, λαβὼν δὲ ὀκτακισχιλίους τῶν ἀρχομένων ὑπ’αὐτοῦ πρὸς Ἀλέξανδρον ἧκεν καὶ καταλαβὼν αὐτὸν ἀρχόμενον τῆς Τύρου πολιορκίας, ὧντε αὐτὸς ἄρχει τόπων ἔλεγεν αὐτῷ παραδιδόναι τούτους καὶ δεσπότην αὐτὸν ἡδέως ἔχειν ἀντὶ Δαρείου τοῦ βασιλέως. 11.322ἀσμένως δ’αὐτὸν προσδεξαμένου θαρρῶν ἤδη περὶ τῶν προκειμένων ὁ Σαναβαλλέτης αὐτῷ λόγους προσέφερεν δηλῶν, ὡς γαμβρὸν μὲν ἔχοι Μανασσῆ τοῦ τῶν Ἰουδαίων ἀρχιερέως Ἰαδδοῦ ἀδελφόν, πολλοὺς δὲ καὶ ἄλλους αὐτῷ συμπαρόντας τῶν ὁμοεθνῶν θέλειν ἱερὸν ἐν τοῖς ὑπ’ἐκείνῳ τόποις ἤδη κατασκευάσαι. 11.323τοῦτο δ’εἶναι καὶ τῷ βασιλεῖ συμφέρον εἰς δύο διῃρῆσθαι τὴν Ἰουδαίων δύναμιν, ἵνα μὴ ὁμογνωμονοῦν τὸ ἔθνος μη δὲ συνεστός, εἰ νεωτερίσειέν ποτε, χαλεπὸν ᾖ τοῖς βασιλεῦσιν, καθὼς καὶ πρότερον τοῖς Ἀσσυρίων ἄρξασιν ἐγένετο. 11.324συγχωρήσαντος δὲ Ἀλεξάνδρου πᾶσαν εἰσενεγκάμενος σπουδὴν ᾠκοδόμησεν ὁ Σαναβαλλέτης τὸν ναὸν καὶ ἱερέα τὸν Μανασσῆ κατέστησεν, μέγιστον γέρας ἡγησάμενος τοῖς ἐκ τῆς θυγατρὸς γενησομένοις τοῦτ’ἔσεσθαι. 11.325μηνῶν δ’ἑπτὰ τῇ Τύρου πολιορκίᾳ διεληλυθότων καὶ δύο τῇ Γάζης ὁ μὲν Σαναβαλλέτης ἀπέθανεν. Ἀλέξανδρος δ’ἐξελὼν τὴν Γάζαν ἐπὶ τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν ἀναβαίνειν ἐσπουδάκει. 11.326ὁ δ’ἀρχιερεὺς Ἰαδδοῦς τοῦτ’ἀκούσας ἦν ἐν ἀγωνίᾳ καὶ δέει, πῶς ἀπαντήσει τοῖς Μακεδόσιν ἀμηχανῶν ὀργιζομένου τοῦ βασιλέως ἐπὶ τῇ πρότερον ἀπειθείᾳ. παραγγείλας οὖν ἱκεσίαν τῷ λαῷ καὶ θυσίαν τῷ θεῷ μετ’αὐτοῦ προσφέρων ἐδεῖτο ὑπερασπίσαι τοῦ ἔθνους καὶ τῶν ἐπερχομένων κινδύνων ἀπαλλάξαι. 11.327κατακοιμηθέντι δὲ μετὰ τὴν θυσίαν ἐχρημάτισεν αὐτῷ κατὰ τοὺς ὕπνους ὁ θεὸς θαρρεῖν καὶ στεφανοῦντας τὴν πόλιν ἀνοίγειν τὰς πύλας, καὶ τοὺς μὲν ἄλλους λευκαῖς ἐσθῆσιν, αὐτὸν δὲ μετὰ τῶν ἱερέων ταῖς νομίμοις στολαῖς ποιεῖσθαι τὴν ὑπάντησιν μηδὲν προσδοκῶντας πείσεσθαι δεινὸν προνοουμένου τοῦ θεοῦ. 11.328διαναστὰς δὲ ἐκ τοῦ ὕπνου ἔχαιρέντε μεγάλως αὐτὸς καὶ τὸ χρηματισθὲν αὐτῷ πᾶσι μηνύσας καὶ ποιήσας ὅσα κατὰ τοὺς ὕπνους αὐτῷ παρηγγέλη τὴν τοῦ βασιλέως παρουσίαν ἐξεδέχετο. 11.329πυθόμενος δ’αὐτὸν οὐ πόρρω τῆς πόλεως ὄντα πρόεισι μετὰ τῶν ἱερέων καὶ τοῦ πολιτικοῦ πλήθους, ἱεροπρεπῆ καὶ διαφέρουσαν τῶν ἄλλων ἐθνῶν ποιούμενος τὴν ὑπάντησιν εἰς τόπον τινὰ Σαφειν λεγόμενον. τὸ δὲ ὄνομα τοῦτο μεταφερόμενον εἰς τὴν Ἑλληνικὴν γλῶτταν σκοπὸν σημαίνει · τάτε γὰρ Ἱεροσόλυμα καὶ τὸν ναὸν συνέβαινεν ἐκεῖθεν ἀφορᾶσθαι. 11.330τῶν δὲ Φοινίκων καὶ τῶν ἀκολουθούντων Χαλδαίων ὅσα βασιλέως ὀργὴν εἰκὸς ἦν ἐπιτρέψειν αὐτοῖς τήντε πόλιν διαρπάσειν καὶ τὸν ἀρχιερέα μετ’αἰκίας ἀπολέσειν λογιζομένων, τὰ ἐναντία τούτων ἐγένετο. 11.331ὁ γὰρ Ἀλέξανδρος ἔτι πόρρωθεν ἰδὼν τὸ μὲν πλῆθος ἐν ταῖς λευκαῖς ἐσθῆσιν, τοὺς δὲ ἱερεῖς προεστῶτας ἐν ταῖς βυσσίναις αὐτῶν, τὸν δὲ ἀρχιερέα ἐν τῇ ὑακινθίνῳ καὶ διαχρύσῳ στολῇ καὶ ἐπὶ τῆς κεφαλῆς ἔχοντα τὴν κίδαριν καὶ τὸ χρυσοῦν ἐπ’αὐτῆς ἔλασμα, ᾧ τὸ τοῦ θεοῦ ἐγέγραπτο ὄνομα, προσελθὼν μόνος προσεκύνησεν τὸ ὄνομα καὶ τὸν ἀρχιερέα πρῶτος ἠσπάσατο. 11.332τῶν δὲ Ἰουδαίων ὁμοῦ πάντων μιᾷ φωνῇ τὸν Ἀλέξανδρον ἀσπασαμένων καὶ κυκλωσαμένων αὐτόν, οἱ μὲν τῆς Συρίας βασιλεῖς καὶ οἱ λοιποὶ τοῦτο ποιήσαντος κατεπλάγησαν καὶ διεφθάρθαι τῷ βασιλεῖ τὴν διάνοιαν ὑπελάμβανον, Παρμενίωνος δὲ μόνου προσελθόντος αὐτῷ καὶ πυθομένου, τί δήποτε προσκυνούντων αὐτὸν ἁπάντων αὐτὸς προσκυνήσειεν τὸν Ἰουδαίων ἀρχιερέα; 11.333“οὐ τοῦτον, εἶπεν, προσεκύνησα, τὸν δὲ θεόν, οὗ τὴν ἀρχιερωσύνην οὗτος τετίμηται · 11.334τοῦτον γὰρ καὶ κατὰ τοὺς ὕπνους εἶδον ἐν τῷ νῦν σχήματι ἐν Δίῳ τῆς Μακεδονίας τυγχάνων, καὶ πρὸς ἐμαυτὸν διασκεπτομένῳ μοι, πῶς ἂν κρατήσαιμι τῆς Ἀσίας, παρεκελεύετο μὴ μέλλειν ἀλλὰ θαρσοῦντα διαβαίνειν · αὐτὸς γὰρ ἡγήσεσθαί μου τῆς στρατιᾶς καὶ τὴν Περσῶν παραδώσειν ἀρχήν. 11.335ὅθεν ἄλλον μὲν οὐδένα θεασάμενος ἐν τοιαύτῃ στολῇ, τοῦτον δὲ νῦν ἰδὼν καὶ τῆς κατὰ τοὺς ὕπνους ἀναμνησθεὶς ὄψεώςτε καὶ παρακελεύσεως, νομίζω θείᾳ πομπῇ τὴν στρατείαν πεποιημένος Δαρεῖον νικήσειν καὶ τὴν Περσῶν καταλύσειν δύναμιν καὶ πάνθ’ὅσα κατὰ νοῦν ἐστί μοι προχωρήσειν”. 11.336ταῦτ’εἰπὼν πρὸς τὸν Παρμενίωνα καὶ δεξιωσάμενος τὸν ἀρχιερέα τῶν Ἰουδαίων παραθεόντων εἰς τὴν πόλιν παραγίνεται. καὶ ἀνελθὼν ἐπὶ τὸ ἱερὸν θύει μὲν τῷ θεῷ κατὰ τὴν τοῦ ἀρχιερέως ὑφήγησιν, αὐτὸν δὲ τὸν ἀρχιερέα καὶ τοὺς ἱερεῖς ἀξιοπρεπῶς ἐτίμησεν. 11.337δειχθείσης δ’αὐτῷ τῆς Δανιήλου βίβλου, ἐν ᾗ τινα τῶν Ἑλλήνων καταλύσειν τὴν Περσῶν ἀρχὴν ἐδήλου, νομίσας αὐτὸς εἶναι ὁ σημαινόμενος τότε μὲν ἡσθεὶς ἀπέλυσε τὸ πλῆθος, τῇ δ’ἐπιούσῃ προσκαλεσάμενος ἐκέλευσεν αὐτοὺς αἰτεῖσθαι δωρεάς, ἃς ἂν αὐτοὶ θέλωσιν. 11.338τοῦ δ’ἀρχιερέως αἰτησαμένου χρήσασθαι τοῖς πατρίοις νόμοις καὶ τὸ ἕβδομον ἔτος ἀνείσφορον εἶναι, συνεχώρησεν πάντα. παρακαλεσάντων δ’αὐτόν, ἵνα καὶ τοὺς ἐν Βαβυλῶνι καὶ Μηδίᾳ Ἰουδαίους τοῖς ἰδίοις ἐπιτρέψῃ νόμοις χρῆσθαι, ἀσμένως ὑπέσχετο ποιήσειν ἅπερ ἀξιοῦσιν. 11.339εἰπόντος δ’αὐτοῦ πρὸς τὸ πλῆθος, εἴ τινες αὐτῷ βούλονται συστρατεύειν τοῖς πατρίοις ἔθεσιν ἐμμένοντες καὶ κατὰ ταῦτα ζῶντες, ἑτοίμως ἔχειν ἐπάγεσθαι, πολλοὶ τὴν σὺν αὐτῷ στρατείαν ἠγάπησαν. 11.340ὁ μὲν οὖν Ἀλέξανδρος ταῦτα διοικησάμενος ἐν τοῖς Ἱεροσολύμοις ἐξεστράτευσεν ἐπὶ τὰς ἐχομένας πόλεις. πάντων δ’αὐτὸν πρὸς οὓς ἀφίκοιτο φιλοφρόνως ἐκδεχομένων, Σαμαρεῖται μητρόπολιν τότε τὴν Σίκειμαν ἔχοντες κειμένην πρὸς τῷ Γαριζεὶν ὄρει καὶ κατῳκημένην ὑπὸ τῶν ἀποστατῶν τοῦ Ἰουδαίων ἔθνους, ἰδόντες ὅτι τοὺς Ἰουδαίους Ἀλέξανδρος οὕτω λαμπρῶς τετίμηκεν ἔγνωσαν αὑτοὺς Ἰουδαίους ὁμολογεῖν. 11.341εἰσὶν γὰρ οἱ Σαμαρεῖς τοιοῦτοι τὴν φύσιν, ὡς ἤδη που καὶ πρότερον δεδηλώκαμεν · ἐν μὲν ταῖς συμφοραῖς ὄντας τοὺς Ἰουδαίους ἀρνοῦνται συγγενεῖς ὁμολογοῦντες τότε τὴν ἀλήθειαν, ὅταν δέ τι λαμπρὸν περὶ αὐτοὺς ἴδωσιν ἐκ τύχης, ἐπιπηδῶσιν αὐτῶν τῇ κοινωνίᾳ προσήκειν αὐτοῖς λέγοντες καὶ ἐκ τῶν Ἰωσήπου γενεαλογοῦντες αὑτοὺς ἐκγόνων Ἐφραίμου καὶ Μανασσοῦς. 11.342μετὰ λαμπρότητος οὖν καὶ πολλὴν ἐνδεικνύμενοι τὴν περὶ αὐτὸν προθυμίαν ἀπήντησαν τῷ βασιλεῖ μικροῦ δεῖν ἐγγὺς τῶν Ἱεροσολύμων. ἐπαινέσαντος δὲ αὐτοὺς Ἀλεξάνδρου οἱ Σικιμῖται προσῆλθον αὐτῷ προσπαραλαβόντες καὶ οὓς Σαναβαλλέτης πρὸς αὐτὸν στρατιώτας ἀπέστειλεν καὶ παρεκάλουν παραγενόμενον εἰς τὴν πόλιν αὐτῶν τιμῆσαι καὶ τὸ παρ’αὐτοῖς ἱερόν. 11.343ὁ δ’ἐκεῖνο μὲν αὖθις ὑποστρέφων ἰδεῖν ὑπέσχετο πρὸς αὐτούς, ἀξιούντων δὲ ἀφεῖναι τὸν φόρον αὐτοῖς τοῦ ἑβδοματικοῦ ἔτους, οὐ δὲ γὰρ αὐτοὺς ἐν αὐτῷ σπείρειν, τίνες ὄντες ταῦτα παρακαλοῦσιν ἐπυνθάνετο. τῶν δ’εἰπόντων Ἑβραῖοι μὲν εἶναι, χρηματίζειν δ’οἱ ἐν Σικίμοις Σιδώνιοι, πάλιν αὐτοὺς ἐπηρώτησεν, εἰ τυγχάνουσιν Ἰουδαῖοι. 11.344τῶν δ’οὐκ εἶναι φαμένων “ἀλλ’ἔγωγε ταῦτ’, εἶπεν, Ἰουδαίοις ἔδωκα, ὑποστρέψας μέντοι γε καὶ διδαχθεὶς ὑφ’ὑμῶν ἀκριβέστερον ποιήσω τὰ δόξαντα”. τοῖς μὲν οὖν Σικιμίταις οὕτως ἀπετάξατο. 11.345τοὺς δὲ τοῦ Σαναβαλλέτου στρατιώτας ἐκέλευσεν ἕπεσθαι εἰς Αἴγυπτον · ἐκεῖ γὰρ αὐτοῖς δώσειν κλήρους γῆς · ὃ καὶ μετ’ὀλίγον ἐποίησεν ἐν τῇ Θηβαΐδι φρουρεῖν τὴν χώραν αὐτοῖς προστάξας. 11.346τελευτήσαντος δὲ Ἀλεξάνδρου ἡ μὲν ἀρχὴ εἰς τοὺς διαδόχους ἐμερίσθη, τὸ δὲ ἐπὶ τοῦ Γαριζεὶν ὄρους ἱερὸν ἔμεινεν. εἰ δέ τις αἰτίαν ἔσχεν παρὰ τοῖς Ἱεροσολυμίταις κοινοφαγίας ἢ τῆς ἐν σαββάτοις παρανομίας ἤ τινος ἄλλου τοιούτου ἁμαρτήματος, παρὰ τοὺς Σικιμίτας ἔφευγεν λέγων ἀδίκως ἐκβεβλῆσθαι. 11.347τετελευτήκει δὲ κατ’ἐκεῖνον ἤδη τὸν καιρὸν καὶ ὁ ἀρχιερεὺς Ἰαδδοῦς καὶ τὴν ἀρχιερωσύνην Ὀνίας ὁ παῖς αὐτοῦ παρειλήφει. τὰ μὲν δὴ περὶ τοὺς Ἱεροσολυμίτας ἐν τούτοις ἐτύγχανεν ὄντα.