18.1Κυρίνιος δὲ τῶν εἰς τὴν βουλὴν συναγομένων ἀνὴρ τάςτε ἄλλας ἀρχὰς ἐπιτετελεκὼς καὶ διὰ πασῶν ὁδεύσας ὕπατος γενέσθαι τάτε ἄλλα ἀξιώματι μέγας σὺν ὀλίγοις ἐπὶ Συρίας παρῆν, ὑπὸ Καίσαρος δικαιοδότης τοῦ ἔθνους ἀπεσταλμένος καὶ τιμητὴς τῶν οὐσιῶν γενησόμενος, Κωπώνιόςτε αὐτῷ συγκαταπέμπεται τάγματος τῶν ἱππέων, ἡγησόμενος Ἰουδαίων τῇ ἐπὶ πᾶσιν ἐξουσίᾳ. 18.2παρῆν δὲ καὶ Κυρίνιος εἰς τὴν Ἰουδαίαν προσθήκην τῆς Συρίας γενομένην ἀποτιμησόμενόςτε αὐτῶν τὰς οὐσίας καὶ ἀποδωσόμενος τὰ Ἀρχελάου χρήματα. 18.3οἱ δὲ καίπερ τὸ κατ’ἀρχὰς ἐν δεινῷ φέροντες τὴν ἐπὶ ταῖς ἀπογραφαῖς ἀκρόασιν ὑποκατέβησαν τοῦ μὴ εἰς πλέον ἐναντιοῦσθαι πείσαντος αὐτοὺς τοῦ ἀρχιερέως Ἰωαζάρου, Βοηθοῦ δὲ οὗτος υἱὸς ἦν. καὶ οἱ μὲν ἡττηθέντες τοῦ Ἰωαζάρου τῶν λόγων ἀπετίμων τὰ χρήματα μηδὲν ἐνδοιάσαντες · 18.4Ἰούδας δὲ Γαυλανίτης ἀνὴρ ἐκ πόλεως ὄνομα Γάμαλα Σάδδωκον Φαρισαῖον προσλαβόμενος ἠπείγετο ἐπὶ ἀποστάσει, τήντε ἀποτίμησιν οὐδὲν ἄλλο ἢ ἄντικρυς δουλείαν ἐπιφέρειν λέγοντες καὶ τῆς ἐλευθερίας ἐπ’ἀντιλήψει παρακαλοῦντες τὸ ἔθνος · 18.5ὡς παρασχὸν μὲν κατορθοῦν εἰς τὸ εὔδαιμον ἀνακειμένης τῆς κτήσεως, σφαλεῖσιν δὲ τοῦ ταύτης περιόντος ἀγαθοῦ τιμὴν καὶ κλέος ποιήσεσθαι τοῦ μεγαλόφρονος, καὶ τὸ θεῖον οὐκ ἄλλως ἢ ἐπὶ συμπράξει τῶν βουλευμάτων εἰς τὸ κατορθοῦν συμπροθυμεῖσθαι μᾶλλον, ἂν μεγάλων ἐρασταὶ τῇ διανοίᾳ καθιστάμενοι μὴ ἐξαφίωνται πόνου τοῦ ἐπ’αὐτοῖς. 18.6καὶ ἡδονῇ γὰρ τὴν ἀκρόασιν ὧν λέγοιεν ἐδέχοντο οἱ ἄνθρωποι, προύκοπτεν ἐπὶ μέγα ἡ ἐπιβολὴ τοῦ τολμήματος, κακόντε οὐκ ἔστιν, οὗ μὴ φυέντος ἐκ τῶνδε τῶν ἀνδρῶν καὶ περαιτέρω τοῦ εἰπεῖν ἀνεπλήσθη τὸ ἔθνος · 18.7πολέμωντε ἐπαγωγαῖς οὐχ οἷον τὸ ἄπαυστον τὴν βίαν ἔχειν, καὶ ἀποστέρησιν φίλων, οἳ καὶ ἐπελαφρύνοιεν τὸν πόνον, λῃστηρίωντε μεγάλων ἐπιθέσεσιν καὶ διαφθοραῖς ἀνδρῶν τῶν πρώτων, δόξα μὲν τοῦ ὀρθουμένου τῶν κοινῶν, ἔργῳ δὲ οἰκείων κερδῶν ἐλπίσιν. 18.8ἐξ ὧν στάσειςτε ἐφύησαν δι’αὐτὰς καὶ φόνος πολιτικός, ὁ μὲν ἐμφυλίοις σφαγαῖς μανίᾳ τῶν ἀνθρώπων εἴςτε ἀλλήλους καὶ αὑτοὺς χρωμένων ἐπιθυμίᾳ τοῦ μὴ λείπεσθαι τῶν ἀντικαθεστηκότων, ὁ δὲ τῶν πολεμίων, λιμόςτε εἰς ὑστάτην ἀνακείμενος ἀναισχυντίαν, καὶ πόλεων ἁλώσεις καὶ κατασκαφαί, μέχρι δὴ καὶ τὸ ἱερὸν τοῦ θεοῦ ἐνείματο πυρὶ τῶν πολεμίων ἥδε ἡ στάσις. 18.9οὕτως ἄρα ἡ τῶν πατρίων καίνισις καὶ μεταβολὴ μεγάλας ἔχει ῥοπὰς τοῦ ἀπολουμένου τοῖς συνελθοῦσιν, εἴ γε καὶ Ἰούδας καὶ Σάδδωκος τετάρτην φιλοσοφίαν ἐπείσακτον ἡμῖν ἐγείραντες καὶ ταύτης ἐραστῶν εὐπορηθέντες πρόςτε τὸ παρὸν θορύβων τὴν πολιτείαν ἐνέπλησαν καὶ τῶν αὖθις κακῶν κατειληφότων ῥίζας ἐφυτεύσαντο τῷ ἀσυνήθει πρότερον φιλοσοφίας τοιᾶσδε · 18.10περὶ ἧς ὀλίγα βούλομαι διελθεῖν, ἄλλωςτε ἐπεὶ καὶ τῷ κατ’αὐτῶν σπουδασθέντι τοῖς νεωτέροις ὁ φθόρος τοῖς πράγμασι συνέτυχε. 18.11Ἰουδαίοις φιλοσοφίαι τρεῖς ἦσαν ἐκ τοῦ πάνυ ἀρχαίου τῶν πατρίων, ἥτε τῶν Ἐσσηνῶν καὶ ἡ τῶν Σαδδουκαίων, τρίτην δὲ ἐφιλοσόφουν οἱ Φαρισαῖοι λεγόμενοι. καὶ τυγχάνει μέντοι περὶ αὐτῶν ἡμῖν εἰρημένα ἐν τῇ δευτέρᾳ βίβλῳ τοῦ Ἰουδαϊκοῦ πολέμου, μνησθήσομαι δ’ὅμως καὶ νῦν αὐτῶν ἐπ’ὀλίγον. 18.12οἵτε γὰρ Φαρισαῖοι τὴν δίαιταν ἐξευτελίζουσιν οὐδὲν ἐς τὸ μαλακώτερον ἐνδιδόντες, ὧντε ὁ λόγος κρίνας παρέδωκεν ἀγαθῶν ἕπονται τῇ ἡγεμονίᾳ περιμάχητον ἡγούμενοι τὴν φυλακὴν ὧν ὑπαγορεύειν ἠθέλησεν. τιμῆς γε τοῖς ἡλικίᾳ προήκουσιν παραχωροῦσιν οὐ δ’ἐπ’ἀντιλέξει τῶν εἰσηγηθέντων ταῦτα οἱ θράσει ἐπαιρόμενοι. 18.13πράσσεσθαίτε εἱμαρμένῃ τὰ πάντα ἀξιοῦντες οὐ δὲ τοῦ ἀνθρωπείου τὸ βουλόμενον τῆς ἐπ’αὐτοῖς ὁρμῆς ἀφαιροῦνται δοκῆσαν τῷ θεῷ κρίσιν γενέσθαι καὶ τῷ ἐκείνης βουλευτηρίῳ καὶ τῶν ἀνθρώπων τῷ ἐθελήσαντι προσχωρεῖν μετ’ἀρετῆς ἢ κακίας. 18.14ἀθάνατόντε ἰσχὺν ταῖς ψυχαῖς πίστις αὐτοῖς εἶναι καὶ ὑπὸ χθονὸς δικαιώσειςτε καὶ τιμὰς οἷς ἀρετῆς ἢ κακίας ἐπιτήδευσις ἐν τῷ βίῳ γέγονεν, καὶ ταῖς μὲν εἱργμὸν ἀίδιον προτίθεσθαι, ταῖς δὲ ῥᾳστώνην τοῦ ἀναβιοῦν. 18.15καὶ δι’αὐτὰ τοῖςτε δήμοις πιθανώτατοι τυγχάνουσιν καὶ ὁπόσα θεῖα εὐχῶντε ἔχεται καὶ ἱερῶν ποιήσεως ἐξηγήσει τῇ ἐκείνων τυγχάνουσιν πρασσόμενα. εἰς τοσόνδε ἀρετῆς αὐτοῖς αἱ πόλεις ἐμαρτύρησαν ἐπιτηδεύσει τοῦ ἐπὶ πᾶσι κρείσσονος ἔντε τῇ διαίτῃ τοῦ βίου καὶ λόγοις. 18.16Σαδδουκαίοις δὲ τὰς ψυχὰς ὁ λόγος συναφανίζει τοῖς σώμασι, φυλακῇ δὲ οὐδαμῶς τινων μεταποίησις αὐτοῖς ἢ τῶν νόμων · πρὸς γὰρ τοὺς διδασκάλους σοφίας, ἣν μετίασιν, ἀμφιλογεῖν ἀρετὴν ἀριθμοῦσιν. 18.17εἰς ὀλίγους δὲ ἄνδρας οὗτος ὁ λόγος ἀφίκετο, τοὺς μέντοι πρώτους τοῖς ἀξιώμασι, πράσσεταίτε ἀπ’αὐτῶν οὐδὲν ὡς εἰπεῖν · ὁπότε γὰρ ἐπ’ἀρχὰς παρέλθοιεν, ἀκουσίως μὲν καὶ κατ’ἀνάγκας, προσχωροῦσι δ’οὖν οἷς ὁ Φαρισαῖος λέγει διὰ τὸ μὴ ἄλλως ἀνεκτοὺς γενέσθαι τοῖς πλήθεσιν. 18.18Ἐσσηνοῖς δὲ ἐπὶ μὲν θεῷ καταλείπειν φιλεῖ τὰ πάντα ὁ λόγος, ἀθανατίζουσιν δὲ τὰς ψυχὰς περιμάχητον ἡγούμενοι τοῦ δικαίου τὴν πρόσοδον. 18.19εἰς δὲ τὸ ἱερὸν ἀναθήματα στέλλοντες θυσίας ἐπιτελοῦσιν διαφορότητι ἁγνειῶν, ἃς νομίζοιεν, καὶ δι’αὐτὸ εἰργόμενοι τοῦ κοινοῦ τεμενίσματος ἐφ’αὑτῶν τὰς θυσίας ἐπιτελοῦσιν. βέλτιστοι δὲ ἄλλως τὸν τρόπον καὶ τὸ πᾶν πονεῖν ἐπὶ γεωργίᾳ τετραμμένοι. 18.20ἄξιον δ’αὐτῶν θαυμάσαι παρὰ πάντας τοὺς ἀρετῆς μεταποιουμένους τόδε διὰ τὸ μηδαμῶς ὑπάρξαν Ἑλλήνων ἢ βαρβάρων τισίν, ἀλλὰ μη δ’εἰς ὀλίγον, ἐκείνοις ἐκ παλαιοῦ συνελθὸν ἐν τῷ ἐπιτηδεύεσθαι μὴ κεκωλῦσθαι · τὰ χρήματάτε κοινά ἐστιν αὐτοῖς, ἀπολαύει δὲ οὐδὲν ὁ πλούσιος τῶν οἰκείων μειζόνως ἢ ὁ μη δ’ὁτιοῦν κεκτημένος · καὶ τάδε πράσσουσιν ἄνδρες ὑπὲρ τετρακισχίλιοι τὸν ἀριθμὸν ὄντες. 18.21καὶ οὔτε γαμετὰς εἰσάγονται οὔτε δούλων ἐπιτηδεύουσιν κτῆσιν, τὸ μὲν εἰς ἀδικίαν φέρειν ὑπειληφότες, τὸ δὲ στάσεως ἐνδιδόναι ποίησιν, αὐτοὶ δ’ἐφ’ἑαυτῶν ζῶντες διακονίᾳ τῇ ἐπ’ἀλλήλοις ἐπιχρῶνται. 18.22ἀποδέκτας δὲ τῶν προσόδων χειροτονοῦντες καὶ ὁπόσα ἡ γῆ φέροι ἄνδρας ἀγαθούς, ἱερεῖς δὲ ἐπὶ ποιήσει σίτουτε καὶ βρωμάτων. ζῶσι δὲ οὐδὲν παρηλλαγμένως, ἀλλ’ὅτι μάλιστα ἐμφέροντες Δακῶν τοῖς πλείστοις λεγομένοις. 18.23τῇ δὲ τετάρτῃ τῶν φιλοσοφιῶν ὁ Γαλιλαῖος Ἰούδας ἡγεμὼν κατέστη, τὰ μὲν λοιπὰ πάντα γνώμῃ τῶν Φαρισαίων ὁμολογούσῃ, δυσνίκητος δὲ τοῦ ἐλευθέρου ἔρως ἐστὶν αὐτοῖς μόνον ἡγεμόνα καὶ δεσπότην τὸν θεὸν ὑπειληφόσιν. θανάτωντε ἰδέας ὑπομένειν παρηλλαγμένας ἐν ὀλίγῳ τίθενται καὶ συγγενῶν τιμωρίας καὶ φίλων ὑπὲρ τοῦ μηδένα ἄνθρωπον προσαγορεύειν δεσπότην. 18.24ἑωρακόσιν δὲ τοῖς πολλοῖς τὸ ἀμετάλλακτον αὐτῶν τῆς ἐπὶ τοιούτοις ὑποστάσεως περαιτέρω διελθεῖν παρέλιπον · οὐ γὰρ δέδοικα μὴ εἰς ἀπιστίαν ὑποληφθῇ τι τῶν λεγομένων ἐπ’αὐτοῖς, το- τοὐναντίον δὲ μὴ ἐλασσόνως τοῦ ἐκείνων καταφρονήματος δεχομένου τὴν ταλαιπωρίαν τῆς ἀλγηδόνος ὁ λόγος ἀφηγῆται. 18.25ἀνοίᾳτε τῇ ἐντεῦθεν ἤρξατο νοσεῖν τὸ ἔθνος Γεσσίου Φλώρου, ὃς ἡγεμὼν ἦν, τῇ ἐξουσίᾳ τοῦ ὑβρίζειν ἀπονοήσαντος αὐτοὺς ἀποστῆναι Ῥωμαίων. καὶ φιλοσοφεῖται μὲν Ἰουδαίοις τοσάδε. 18.26Κυρίνιος δὲ τὰ Ἀρχελάου χρήματα ἀποδόμενος ἤδη καὶ τῶν ἀποτιμήσεων πέρας ἐχουσῶν, αἳ ἐγένοντο τριακοστῷ καὶ ἑβδόμῳ ἔτει μετὰ τὴν Ἀντωνίου ἐν Ἀκτίῳ ἧτταν ὑπὸ Καίσαρος, Ἰωάζαρον τὸν ἀρχιερέα καταστασιασθέντα ὑπὸ τῆς πληθύος ἀφελόμενος τὸ ἀξίωμα τῆς τιμῆς Ἄνανον τὸν Σεθὶ καθίσταται ἀρχιερέα. 18.27Ἡρώδης δὲ καὶ Φίλιππος τετραρχίαν ἑκάτερος τὴν ἑαυτοῦ παρειληφότες καθίσταντο. καὶ Ἡρώδης Σέπφωριν τειχίσας πρόσχημα τοῦ Γαλιλαίου παντὸς ἠγόρευεν αὐτὴν Αὐτοκρατορίδα · Βηθαραμφθᾶ δέ, πόλις καὶ αὐτὴ τυγχάνει, τείχει περιλαβὼν Ἰουλιάδα ἀπὸ τοῦ αὐτοκράτορος προσαγορεύει τῆς γυναικός. 18.28Φίλιππος δὲ Πανεάδα τὴν πρὸς ταῖς πηγαῖς τοῦ Ἰορδάνου κατασκευάσας ὀνομάζει Καισάρειαν, κώμην δὲ Βηθσαϊδὰ πρὸς λίμνῃ τῇ Γεννησαρίτιδι πόλεως παρασχὼν ἀξίωμα πλήθειτε οἰκητόρων καὶ τῇ ἄλλῃ δυνάμει Ἰουλίᾳ θυγατρὶ τῇ Καίσαρος ὁμώνυμον ἐκάλεσεν. 18.29Κωπωνίου δὲ τὴν Ἰουδαίαν διέποντος, ὃν ἔφην Κυρινίῳ συνεκπεμφθῆναι, τάδε πράσσεται. τῶν ἀζύμων τῆς ἑορτῆς ἀγομένης, ἣν πάσχα καλοῦμεν, ἐκ μέσης νυκτὸς ἐν ἔθει τοῖς ἱερεῦσιν ἦν ἀνοιγνύναι τοῦ ἱεροῦ τοὺς πυλῶνας. 18.30καὶ τότε οὖν ἐπεὶ τὸ πρῶτον γίνεται ἡ ἄνοιξις αὐτῶν, ἄνδρες Σαμαρεῖται κρύφα εἰς Ἱεροσόλυμα ἐλθόντες διάρριψιν ἀνθρωπείων ὀστῶν ἐν ταῖς στοαῖς καὶ διὰ παντὸς τοῦ ἱεροῦ ἤρξαντο μὴ πρότερον ἐπὶ τοιούτοις νομίζοντες τάτε ἄλλα διὰ φυλακῆς μείζονος ἦγον τὸ ἱερόν. 18.31καὶ Κωπώνιος μετ’οὐ πολὺ εἰς Ῥώμην ἐπαναχωρεῖ, διάδοχος δ’αὐτῷ τῆς ἀρχῆς παραγίνεται Μᾶρκος Ἀμβιβουχος, ἐφ’οὗ καὶ Σαλώμη ἡ τοῦ βασιλέως Ἡρώδου ἀδελφὴ μεταστᾶσα Ἰουλίᾳ μὲν Ἰάμνειάντε καταλείπει καὶ τὴν τοπαρχίαν πᾶσαν, τήντ’ἐν τῷ πεδίῳ Φασαηλίδα καὶ Ἀρχελαΐδα, ἔνθα φοινίκων πλείστη φύτευσις καὶ καρπὸς αὐτῶν ἄριστος. 18.32διαδέχεται δὲ καὶ τοῦτον Ἄννιος Ῥοῦφος, ἐφ’οὗ δὴ καὶ τελευτᾷ Καῖσαρ, δεύτερος μὲν Ῥωμαίων αὐτοκράτωρ γενόμενος ἑπτὰ δὲ καὶ πεντήκοντα τῆς ἀρχῆς ἔτη, πρὸς οἷς μῆνες ἓξ ἡμέραι δυοῖν πλείονες, τούτου δὲ αὐτῷ τοῦ χρόνου δεκατέσσαρα ἔτη συνῆρξεν Ἀντώνιος, βιώσας ἔτη ἑβδομηκονταεπτά. 18.33διαδέχεται δὲ τῷ Καίσαρι τὴν ἡγεμονίαν Τιβέριος Νέρων γυναικὸς αὐτοῦ Ἰουλίας υἱὸς ὤν, τρίτος ἤδη οὗτος αὐτοκράτωρ, καὶ πεμπτὸς ὑπ’αὐτοῦ παρῆν Ἰουδαίοις ἔπαρχος διάδοχος Ἀννίῳ Ῥούφῳ Οὐαλέριος Γρᾶτος · 18.34ὃς παύσας ἱερᾶσθαι Ἄνανον Ἰσμάηλον ἀρχιερέα ἀποφαίνει τὸν τοῦ Φαβί, καὶ τοῦτον δὲ μετ’οὐ πολὺ μεταστήσας Ἐλεάζαρον τὸν Ἀνάνου τοῦ ἀρχιερέως υἱὸν ἀποδείκνυσιν ἀρχιερέα. ἐνιαυτοῦ δὲ διαγενομένου καὶ τόνδε παύσας Σίμωνι τῷ Καμίθου τὴν ἀρχιερωσύνην παραδίδωσιν. 18.35οὐ πλείων δὲ καὶ τῷδε ἐνιαυτοῦ τὴν τιμὴν ἔχοντι διεγένετο χρόνος, καὶ Ἰώσηπος ὁ καὶ Καϊάφας διάδοχος ἦν αὐτῷ. καὶ Γρᾶτος μὲν ταῦτα πράξας εἰς Ῥώμην ἐπανεχώρει ἕνδεκα ἔτη διατρίψας ἐν Ἰουδαίᾳ, Πόντιος δὲ Πιλᾶτος διάδοχος αὐτῷ ἧκεν. 18.36Ἡρώδης δὲ ὁ τετράρχης, ἐπὶ μέγα γὰρ ἦν τῷ Τιβερίῳ φιλίας προελθών, οἰκοδομεῖται πόλιν ἐπώνυμον αὐτῷ Τιβεριάδα τοῖς κρατίστοις ἐπικτίσας αὐτὴν τῆς Γαλιλαίας ἐπὶ λίμνῃ τῇ Γεννησαρίτιδι. θερμάτε οὐκ ἄπωθέν ἐστιν ἐν κώμῃ, Ἀμμαθοὺς ὄνομα αὐτῇ. 18.37σύγκλυδες δὲ ᾤκισαν, οὐκ ὀλίγον δὲ καὶ τὸ Γαλιλαῖον ἦν, καὶ ὅσοι μὲν ἐκ τῆς ὑπ’αὐτῷ γῆς ἀναγκαστοὶ καὶ πρὸς βίαν εἰς τὴν κατοικίαν ἀγόμενοι, τινὲς δὲ καὶ τῶν ἐν τέλει. ἐδέξατο δὲ αὐτοῖς συνοίκους καὶ τοὺς πανταχόθεν ἐπισυναγομένους ἄνδρας ἀπόρους, ἔστι δ’οὓς μη δὲ σαφῶς ἐλευθέρους, πολλάτε αὐτοὺς κα- κἀπὶ πολλοῖς ἠλευθέρωσεν καὶ εὐηργέτησεν ἀνάγκασμα τοῦ μὴ ἀπολείψειν τὴν πόλιν ἐπιθείς, κατασκευαῖςτε οἰκήσεων τέλεσι τοῖς αὐτοῦ καὶ γῆς ἐπιδόσει, εἰδὼς παράνομον τὸν οἰκισμὸν ὄντα καὶ ἀπὸ τοῦ Ἰουδαίοις πατρίου διὰ τὸ ἐπὶ μνήμασιν, ἃ πολλὰ τῇδε ἦν, ἀνῃρημένοις τὴν ἵδρυσιν τῇ Τιβεριάδι γενέσθαι · 18.38μιαροὺς δὲ ἐπὶ ἑπτὰ ἡμέρας εἶναι τοὺς οἰκήτορας ἀγορεύει ἡμῖν τὸ νόμιμον. 18.39τελευτᾷ δὲ καὶ Φραάτης ὁ Παρθυαίων βασιλεὺς κατὰ τοῦτον τὸν χρόνον ἐπιβουλῆς αὐτῷ γενομένης ὑπὸ Φραατάκου τοῦ υἱέος κατὰ τοιαύτην αἰτίαν. 18.40Φραάτης παίδων αὐτῷ γενομένων γνησίων Ἰταλικῆς παιδίσκης ὄνομα αὐτῇ Θεσμοῦσα. ταύτῃ ὑπὸ Ἰουλίου Καίσαρος μετ’ἄλλων δωρεῶν ἀπεσταλμένῃ τὸ μὲν πρῶτον παλλακίδι ἐχρῆτο, καταπλαγεὶς δὲ τῷ πολλῷ τῆς εὐμορφίας προϊόντος τοῦ χρόνου καὶ παιδὸς αὐτῇ τοῦ Φραατάκου γενομένου γαμετήντε τὴν ἄνθρωπον ἀποφαίνεται καὶ τιμίαν ἦγεν. 18.41ἐπὶ πᾶσιν οἷς εἴποι πιθανὴ τῷ βασιλεῖ γεγονυῖα καὶ σπεύδουσα τῷ παιδὶ τῷ αὐτῆς γενέσθαι τὴν Πάρθων ἡγεμονίαν ἑώρα μὴ ἄλλως γενησομένην μὴ ἀποσκευῆς αὐτῇ μηχανηθείσης τῶν γνησίων τοῦ Φραάτου παίδων. 18.42πείθει οὖν αὐτὸν ἐκπέμπειν εἰς Ῥώμην ἐφ’ὁμηρείᾳ τοὺς γνησίους παῖδας. καὶ οὗτοι μέν, οὐ γὰρ ἀντειπεῖν εὔπορον Φραάτῃ τοῖς Θεσμούσης ἐπιτάγμασιν, ἐπὶ τῆς Ῥώμης ἐξεπέμποντο. Φραατάκης δὲ μόνος ἐπὶ τοῖς πράγμασι τρεφόμενος δεινὸν ἡγεῖτο καὶ ἅμα χρόνιον τοῦ πατρὸς διδόντος τὴν ἀρχὴν λαμβάνειν, ὥστε ἐπεβούλευε τῷ πατρὶ συμπράξει τῆς μητρός, ᾗ δὴ καὶ συνιέναι λόγος εἶχεν αὐτόν. 18.43καὶ δι’ἀμφότερα μισηθεὶς οὐδὲν ἡσσόνως τῆς πατροκτονίας τὸ μῦσος τοῦ μητρὸς ἔρωτος τιθεμένων τῶν ὑπηκόων, στάσει περιελαθεὶς πρότερον ἢ φῦναι μέγας ἐξέπεσε τῶν πραγμάτων καὶ οὕτως θνήσκει. 18.44συμφρονήσαντες δὲ οἱ γενναιότατοι Πάρθων, ὡς ἀβασιλεύτοις μὲν ἀμήχανον πολιτεύεσθαι, οἱ δὲ τοῦ βασιλεύοντος ἐκ τοῦ γένους τῶν Ἀρσακιδῶν, οὐ γὰρ ἑτέροις ἄρχειν νόμιμον, ἀπέχρη δὲ πολλάκις καὶ μέχρι νῦν περιυβρίσθαι τὴν βασιλείαν ἔκτε γάμων τῆς Ἰταλικῆς παλλακίδος καὶ γενέσεων, Ὀρώδην ἐκάλουν πρεσβεύσαντες εἰς δάν, ἄλλως μὲν ἐπίφθονον τῷ πλήθει καὶ ὑπαίτιον καθ’ὑπερβολὰς ὠμότητος, πάνυ γὰρ ἦν σκαιὸς καὶ δυσδιάθετος εἰς ὀργήν, ἕνα δὲ τῶν ἐκ τοῦ γένους. 18.45τοῦτον μὲν δὴ συστάντες ἀποκτείνουσιν, ὡς μὲν ἔνιοί φασιν, ἐν σπονδαῖς καὶ τραπέζαις, μαχαιροφορεῖν γὰρ ἔθος ἅπασιν, ὡς δ’ὁ πλείων κατέχει λόγος, εἰς θήραν προαγαγόντες. 18.46πρεσβεύσαντες δὲ εἰς Ῥώμην ᾐτοῦντο βασιλέα τῶν ὁμηρευόντων, καὶ πέμπεται Βονώνης προκριθεὶς τῶν ἀδελφῶν · ἐδόκει γὰρ χωρεῖν τὴν τύχην, ἣν αὐτῷ δύο μέγισται τῶν ὑπὸ τὸν ἥλιον ἡγεμονίαι προσέφερον, ἰδία καὶ ἀλλοτρία. 18.47ταχεῖα δ’ἀνατροπὴ τοὺς βαρβάρους ὕπεισιν ἅτε καὶ φύσει σφαλεροὺς ὄντας πρόςτε τὴν ἀναξιοπάθειαν, ἀνδραπόδῳ γὰρ ἀλλοτρίῳ ποιήσειν τὸ προστασσόμενον ἠξίουν, τὴν ὁμηρείαν ἀντὶ δουλείας ὀνομάζοντες, καὶ τῆς ἐπικλήσεως τὴν ἀδοξίαν · οὐ γὰρ πολέμου δικαίῳ δεδόσθαι τὸν βασιλεύσοντα Πάρθοις, ἀλλά, ὃ τῷ παντὶ χεῖρον, εἰρήνης ὕβρει. 18.48παραχρῆμα δ’ἐκάλουν Ἀρτάβανον Μηδίας βασιλεύοντα γένος Ἀρσακίδην · πείθεται δ’Ἀρτάβανος καὶ μετὰ στρατιᾶς ἔπεισιν. ὑπαντιάζει δ’αὐτῷ Βονώνης · καὶ τὸ μὲν πρῶτον συμφρονήσαντος αὐτῷ τοῦ πλήθους τῶν Πάρθων παραταξάμενος νικᾷ, καὶ φεύγει πρὸς τοὺς ὅρους τῆς Μηδίας Ἀρτάβανος. 18.49μετ’οὐ πολὺ δὲ συναγαγὼν συμβάλλειτε Βονώνῃ καὶ νικᾷ, καὶ Βονώνης εἰς Σελεύκειαν ἀφιππάζεται σὺν ὀλίγοις τοῖς περὶ αὐτόν. Ἀρτάβανος δὲ πολὺν τῇ τροπῇ φόνον ἐργασάμενος ὑπὲρ ἐκπλήξεως τῶν βαρβάρων πρὸς Κτησιφῶντα μετὰ τοῦ πλήθους ἀναχωρεῖ. 18.50κα- κἀκεῖνος μὲν ἐβασίλευεν ἤδη Πάρθοις, Βονώνης δ’εἰς Ἀρμενίαν διαπίπτει, καὶ κατ’ἀρχὰς μὲν ἐφίετο τῆς χώρας καὶ πρὸς Ῥωμαίους ἐπρέσβευεν. 18.51ὡς δ’αὐτῷ Τιβέριος μὲν ἀπεῖπεν πρόςτε τὴν ἀνανδρίαν καὶ τοῦ Πάρθου τὰς ἀπειλάς, ἀναπρεσβεύει γὰρ δὴ πόλεμον ἀνατεινόμενος, μηχανὴ δ’ἦν ἑτέρας βασιλείας οὐδεμία, καὶ γὰρ οἱ περὶ Νιφάτην δυνατοὶ τῶν Ἀρμενίων Ἀρταβάνῳ προστίθενται, παραδίδωσιν αὑτὸν Σιλανῷ τῷ τῆς Συρίας στρατηγῷ. 18.52κα- κἀκεῖνος μὲν κατὰ αἰδῶ τῆς ἐν Ῥώμῃ κομιδῆς ἐν Συρίᾳ παρεφυλάσσετο · τὴν δὲ Ἀρμενίαν Ὀρώδῃ δίδωσιν Ἀρτάβανος ἑνὶ τῶν ἑαυτοῦ παίδων. 18.53ἐτελεύτησεν δὲ καὶ ὁ τῆς Κομμαγηνῆς βασιλεὺς Ἀντίοχος, διέστη δὲ τὸ πλῆθος πρὸς τοὺς γνωρίμους καὶ πρεσβεύουσιν ἀφ’ἑκατέρου μέρους, οἱ μὲν δυνατοὶ μεταβάλλειν τὸ σχῆμα τῆς πολιτείας εἰς ἐπαρχίαν ἀξιοῦντες, τὸ πλῆθος δὲ βασιλεύεσθαι κατὰ τὰ πάτρια. 18.54καὶ ψηφίζεται ἡ σύγκλητος Γερμανικὸν πέμπειν διορθώσοντα τὰ κατὰ τὴν ἀνατολὴν πραγματευομένης αὐτῷ τῆς τύχης εὐκαιρίαν τοῦ θανάτου · καὶ γὰρ γενόμενος κατὰ τὴν ἀνατολὴν καὶ πάντα διορθώσας ἀνῃρέθη φαρμάκῳ ὑπὸ Πείσωνος, καθὼς ἐν ἄλλοις δεδήλωται. 18.55Πιλᾶτος δὲ ὁ τῆς Ἰουδαίας ἡγεμὼν στρατιὰν ἐκ Καισαρείας ἀγαγὼν καὶ μεθιδρύσας χειμαδιοῦσαν ἐν Ἱεροσολύμοις ἐπὶ καταλύσει τῶν νομίμων τῶν Ἰουδαϊκῶν ἐφρόνησε, προτομὰς Καίσαρος, αἳ ταῖς σημαίαις προσῆσαν, εἰσαγόμενος εἰς τὴν πόλιν, εἰκόνων ποίησιν ἀπαγορεύοντος ἡμῖν τοῦ νόμου. 18.56καὶ διὰ τοῦτο οἱ πρότερον ἡγεμόνες ταῖς μὴ μετὰ τοιῶνδε κόσμων σημαίαις ἐποιοῦντο εἴσοδον τῇ πόλει. πρῶτος δὲ Πιλᾶτος ἀγνοίᾳ τῶν ἀνθρώπων διὰ τὸ νύκτωρ γενέσθαι τὴν εἴσοδον ἱδρύεται τὰς εἰκόνας φέρων εἰς τὰ Ἱεροσόλυμα. 18.57οἱ δ’ἐπεὶ ἔγνωσαν κατὰ πληθὺν παρῆσαν εἰς Καισάρειαν ἱκετείαν ποιούμενοι ἐπὶ πολλὰς ἡμέρας ἐπὶ μεταθέσει τῶν εἰκόνων. καὶ μὴ συγχωροῦντος διὰ τὸ εἰς ὕβριν Καίσαρι φέρειν, ἐπείπερ οὐκ ἐξανεχώρουν λιπαρεῖν κατὰ ἕκτην ἡμέραν ἐν ὅπλοις ἀφανῶς ἐπικαθίσας τὸ στρατιωτικὸν αὐτὸς ἐπὶ τὸ βῆμα ἧκεν. τὸ δ’ἐν τῷ σταδίῳ κατεσκεύαστο, ὅπερ ἀπέκρυπτε τὸν ἐφεδρεύοντα στρατόν. 18.58πάλιν δὲ τῶν Ἰουδαίων ἱκετείᾳ χρωμένων ἀπὸ συνθήματος περιστήσας τοὺς στρατιώτας ἠπείλει θάνατον ἐπιθήσειν ζημίαν ἐκ τοῦ ὀξέος, εἰ μὴ παυσάμενοι θορυβεῖν ἐπὶ τὰ οἰκεῖα ἀπίοιεν. 18.59οἱ δὲ πρηνεῖς ῥίψαντες ἑαυτοὺς καὶ γυμνοῦντες τὰς σφαγὰς ἡδονῇ δέξασθαι τὸν θάνατον ἔλεγον ἢ τολμήσειν τὴν σοφίαν παραβήσεσθαι τῶν νόμων. καὶ Πιλᾶτος θαυμάσας τὸ ἐχυρὸν αὐτῶν ἐπὶ φυλακῇ τῶν νόμων παραχρῆμα τὰς εἰκόνας ἐκ τῶν Ἱεροσολύμων ἐπανεκόμισεν εἰς Καισάρειαν. 18.60ὑδάτων δὲ ἐπαγωγὴν εἰς τὰ Ἱεροσόλυμα ἔπραξεν δαπάνῃ τῶν ἱερῶν χρημάτων ἐκλαβὼν τὴν ἀρχὴν τοῦ ῥεύματος ὅσον ἀπὸ σταδίων διακοσίων, οἱ δ’οὐκ ἠγάπων τοῖς ἀμφὶ τὸ ὕδωρ δρωμένοις πολλαίτε μυριάδες ἀνθρώπων συνελθόντες κατεβόων αὐτοῦ παύσασθαι τοῦ ἐπὶ τοιούτοις προθυμουμένου, τινὲς δὲ καὶ λοιδορίᾳ χρώμενοι ὕβριζον εἰς τὸν ἄνδρα, οἷα δὴ φιλεῖ πράσσειν ὅμιλος. 18.61ὁ δὲ στολῇ τῇ ἐκείνων πολὺ πλῆθος στρατιωτῶν ἀμπεχόμενον, οἳ ἐφέροντο σκυτάλας ὑπὸ ταῖς στολαῖς, διαπέμψας εἰς ὃ περιέλθοιεν αὐτούς, αὐτὸς ἐκέλευσεν ἀναχωρεῖν. τῶν δὲ ὡρμηκότων εἰς τὸ λοιδορεῖν ἀποδίδωσι τοῖς στρατιώταις ὃ προσυνέκειτο σημεῖον. 18.62οἱ δὲ καὶ πολὺ μειζόνως ἤπερ ἐπέταξεν Πιλᾶτος ἐχρῶντο πληγαῖς τούςτε θορυβοῦντας ἐν ἴσῳ καὶ μὴ κολάζοντες οἱ δ’εἰσεφέροντο μαλακὸν οὐδέν, ὥστε ἄοπλοι ληφθέντες ὑπ’ἀνδρῶν ἐκ παρασκευῆς ἐπιφερομένων πολλοὶ μὲν αὐτῶν ταύτῃ καὶ ἀπέθνησκον, οἱ δὲ καὶ τραυματίαι ἀνεχώρησαν. καὶ οὕτω παύεται ἡ στάσις. 18.65καὶ ὑπὸ τοὺς αὐτοὺς χρόνους ἕτερόν τι δεινὸν ἐθορύβει τοὺς Ἰουδαίους καὶ περὶ τὸ ἱερὸν τῆς Ἴσιδος τὸ ἐν Ῥώμῃ πράξεις αἰσχυνῶν οὐκ ἀπηλλαγμέναι συντυγχάνουσιν. καὶ πρότερον τοῦ τῶν Ἰσιακῶν τολμήματος μνήμην ποιησάμενος οὕτω μεταβιβῶ τὸν λόγον ἐπὶ τὰ ἐν τοῖς Ἰουδαίοις γεγονότα. 18.66Παυλῖνα ἦν τῶν ἐπὶ Ῥώμης προγόνωντε ἀξιώματι τῶν καθ’ἑαυτὴν ἐπιτηδεύοντι κόσμον ἀρετῆς ἐπὶ μέγα προϊοῦσα τῷ ὀνόματι, δύναμίςτε αὐτῇ χρημάτων ἦν καὶ γεγονυῖα τὴν ὄψιν εὐπρεπὴς καὶ τῆς ὥρας ἐν ᾗ μάλιστα ἀγάλλονται αἱ γυναῖκες εἰς τὸ σωφρονεῖν ἀνέκειτο ἡ ἐπιτήδευσις τοῦ βίου. ἐγεγάμητο δὲ Σατορνίνῳ τῶν εἰς τὰ πάντα ἀντισουμένων τῷ περὶ αὐτὴν ἀξιολόγῳ. 18.67ταύτης ἐρᾷ Δέκιος Μοῦνδος τῶν τότε ἱππέων ἐν ἀξιώματι μεγάλῳ, καὶ μείζονα οὖσαν ἁλῶναι δώροις διὰ τὸ καὶ πεμφθέντων εἰς πλῆθος περιιδεῖν ἐξῆπτο μᾶλλον, ὥστε καὶ εἴκοσι μυριάδας δραχμῶν Ἀτθίδων ὑπισχνεῖτο εὐνῆς μιᾶς. 18.68καὶ μη δ’ὣς ἐπικλωμένης, οὐ φέρων τὴν ἀτυχίαν τοῦ ἔρωτος ἐνδείᾳ σιτίων θάνατον ἐπιτιμᾶν αὑτῷ καλῶς ἔχειν ἐνόμισεν ἐπὶ παύλῃ κακοῦ τοῦ κατειληφότος. καὶ ὁ μὲν ἐπεψήφιζέντε τῇ οὕτω τελευτῇ καὶ πράσσειν οὐκ ἀπηλλάσσετο. 18.69καὶ ἦν γὰρ ὄνομα Ἴδη πατρῷος ἀπελευθέρα τῷ Μούνδῳ παντοίων ἴδρις κακῶν, δεινῶς φέρουσα τοῦ νεανίσκου τῷ ψηφίσματι τοῦ θανεῖν, οὐ γὰρ ἀφανὴς ἦν ἀπολούμενος, ἀνεγείρειτε αὐτὸν ἀφικομένη διὰ λόγου πιθανήτε ἦν ἐλπίδων τινῶν ὑποσχέσεσιν, ὡς διαπραχθησομένων ὁμιλιῶν πρὸς τὴν Παυλῖναν αὐτῷ. 18.70καὶ δεχομένου τὴν ἱκετείαν ἡδονῇ πέντε μυριάδων δεήσειν αὐτῇ μόνων ἔλεγεν ἐπὶ ἁλώσει τῆς γυναικός. καὶ ἡ μὲν ἐπὶ τούτοις ἀνεγείρασα τὸν νεανίσκον καὶ τὸ αἰτηθὲν λαβοῦσα ἀργύριον οὐ τὰς αὐτὰς ὁδοὺς ἐστέλλετο τοῖς προδεδιακονημένοις ὁρῶσα τῆς γυναικὸς τὸ μηδαμῶς χρημάτων ἁλισκόμενον, εἰδυῖα δὲ αὐτὴν θεραπείᾳ τῆς Ἴσιδος σφόδρα ὑπηγμένην τεχνᾶταί τι τοιόνδε. 18.71τῶν ἱερέων τισὶν ἀφικομένη διὰ λόγων ἐπὶ πίστεσιν μεγάλαις τὸ δὲ μέγιστον δόσει χρημάτων τὸ μὲν παρὸν μυριάδων δυοῖν καὶ ἡμίσει, λαβόντος δ’ἔκβασιν τοῦ πράγματος ἑτέρῳ τοσῷδε, διασαφεῖ τοῦ νεανίσκου τὸν ἔρωτα αὐτοῖς, κελεύουσα παντοίως ἐπὶ τῷ ληψομένῳ τὴν ἄνθρωπον σπουδάσαι. 18.72οἱ δ’ἐπὶ πληγῇ τοῦ χρυσίου παραχθέντες ὑπισχνοῦντο. καὶ αὐτῶν ὁ γεραίτατος ὡς τὴν Παυλῖναν ὠσάμενος γενομένων εἰσόδων καταμόνας διὰ λόγων ἐλθεῖν ἠξίου. καὶ συγχωρηθὲν πεμπτὸς ἔλεγεν ἥκειν ὑπὸ τοῦ Ἀνούβιδος ἔρωτι αὐτῆς ἡσσημένου τοῦ θεοῦ κελεύοντόςτε ὡς αὐτὸν ἐλθεῖν. 18.73τῇ δὲ εὐκτὸς ὁ λόγος ἦν καὶ ταῖςτε φίλαις ἐνεκαλλωπίζετο τῇ ἐπὶ τοιούτοις ἀξιώσει τοῦ Ἀνούβιδος καὶ φράζει πρὸς τὸν ἄνδρα, δεῖπνόντε αὐτῇ καὶ εὐνὴν τοῦ Ἀνούβιδος εἰσηγγέλθαι, συνεχώρει δ’ἐκεῖνος τὴν σωφροσύνην τῆς γυναικὸς ἐξεπιστάμενος. 18.74χωρεῖ οὖν εἰς τὸ τέμενος, καὶ δειπνήσασα, ὡς ὕπνου καιρὸς ἦν, κλεισθεισῶν τῶν θυρῶν ὑπὸ τοῦ ἱερέως ἔνδον ἐν τῷ νεῷ καὶ τὰ λύχνα ἐκποδὼν ἦν καὶ ὁ Μοῦνδος, προεκέκρυπτο γὰρ τῇδε, οὐχ ἡμάρτανεν ὁμιλιῶν τῶν πρὸς αὐτήν, παννύχιόντε αὐτῷ διηκονήσατο ὑπειληφυῖα θεὸν εἶναι. 18.75καὶ ἀπελθόντος πρότερον ἢ κίνησιν ἄρξασθαι τῶν ἱερέων, οἳ τὴν ἐπιβουλὴν ᾔδεσαν, ἡ Παυλῖνα πρωῒ ὡς τὸν ἄνδρα ἐλθοῦσα τὴν ἐπιφάνειαν ἐκδιηγεῖται τοῦ Ἀνούβιδος καὶ πρὸς τὰς φίλας ἐνελαμπρύνετο λόγοις τοῖς ἐπ’αὐτῷ. 18.76οἱ δὲ τὰ μὲν ἠπίστουν εἰς τὴν φύσιν τοῦ πράγματος ὁρῶντες, τὰ δ’ἐν θαύματι καθίσταντο οὐκ ἔχοντες, ὡς χρὴ ἄπιστα αὐτὰ κρίνειν, ὁπότε εἴςτε τὴν σωφροσύνην καὶ τὸ ἀξίωμα ἀπίδοιεν αὐτῆς. 18.77τρίτῃ δὲ ἡμέρᾳ μετὰ τὴν πρᾶξιν ὑπαντιάσας αὐτὴν ὁ Μοῦνδος “Παυλῖνα, φησίν, ἀλλά μοι καὶ εἴκοσι μυριάδας διεσώσω δυναμένη οἴκῳ προσθέσθαι τῷ σαυτῆς διακονεῖσθαίτε ἐφ’οἷς προεκαλούμην οὐκ ἐνέλιπες. ἃ μέντοι εἰς Μοῦνδον ὑβρίζειν ἐπειρῶ, μηδέν μοι μελῆσαν τῶν ὀνομάτων, ἀλλὰ τῆς ἐκ τοῦ πράγματος ἡδονῆς, Ἀνούβιον ὄνομα ἐθέμην αὐτῷ”. 18.78καὶ ὁ μὲν ἀπῄει ταῦτα εἰπών, ἡ δὲ εἰς ἔννοιαν τότε πρῶτον ἐλθοῦσα τοῦ τολμήματος περιρρήγνυταίτε τὴν στολὴν καὶ τα- τἀνδρὶ δηλώσασα τοῦ παντὸς ἐπιβουλεύματος τὸ μέγεθος ἐδεῖτο μὴ περιῶφθαι βοηθείας τυγχάνειν · 18.79ὁ δὲ τῷ αὐτοκράτορι ἐπεσήμηνε τὴν πρᾶξιν. καὶ ὁ Τιβέριος μαθήσεως ἀκριβοῦς αὐτῷ γενομένης ἐξετάσει τῶν ἱερέων ἐκείνουςτε ἀνεσταύρωσεν καὶ τὴν Ἴδην ὀλέθρου γενομένην αἰτίαν καὶ τὰ πάντα ἐφ’ὕβρει συνθεῖσαν τῆς γυναικός, τόντε ναὸν καθεῖλεν καὶ τὸ ἄγαλμα τῆς Ἴσιδος εἰς τὸν Θύβριν ποταμὸν ἐκέλευσεν ἐμβαλεῖν. Μοῦνδον δὲ φυγῆς ἐτίμησε, κώλυμα τοῦ μὴ μειζόνως κολάζειν τὸ μετὰ ἔρωτος αὐτῷ ἡμαρτῆσθαι τὰ ἡμαρτημένα ἡγησάμενος. 18.80καὶ τὰ μὲν περὶ τὸ ἱερὸν τῆς Ἴσιδος τοῖς ἱερεῦσιν ὑβρισμένα τοιαῦτα ἦν. ἐπάνειμι δὲ ἐπὶ τὴν ἀφήγησιν τῶν ἐν Ῥώμῃ Ἰουδαίοις κατὰ τοῦτον τὸν χρόνον συντυχόντων, ὥς μοι καὶ προαπεσήμηνεν ὁ λόγος. 18.81ἦν ἀνὴρ Ἰουδαῖος, φυγὰς μὲν τῆς αὐτοῦ κατηγορίᾳτε παραβάσεων νόμων τινῶν καὶ δέει τιμωρίας τῆς ἐπ’αὐτοῖς, πονηρὸς δὲ εἰς τὰ πάντα. καὶ δὴ τότε ἐν τῇ Ῥώμῃ διαιτώμενος προσεποιεῖτο μὲν ἐξηγεῖσθαι σοφίαν νόμων τῶν Μωυσέως, προσποιησάμενος δὲ τρεῖς ἄνδρας εἰς τὰ πάντα ὁμοιοτρόπους τούτοις ἐπιφοιτήσασαν Φουλβίαν τῶν ἐν ἀξιώματι γυναικῶν καὶ νομίμοις προσεληλυθυῖαν τοῖς Ἰουδαϊκοῖς πείθουσι πορφύραν καὶ χρυσὸν εἰς τὸ ἐν Ἱεροσολύμοις ἱερὸν διαπέμψασθαι, καὶ λαβόντες ἐπὶ χρείας τοῖς ἰδίοις ἀναλώμασιν αὐτὰ ποιοῦνται, ἐφ’ὅπερ καὶ τὸ πρῶτον ἡ αἴτησις ἐπράσσετο. 18.83καὶ ὁ Τιβέριος, ἀποσημαίνει γὰρ πρὸς αὐτὸν φίλος ὢν Σατορνῖνος τῆς Φουλβίας ἀνὴρ ἐπισκήψει τῆς γυναικός, κελεύει πᾶν τὸ Ἰουδαϊκὸν τῆς Ῥώμης ἀπελθεῖν. 18.84οἱ δὲ ὕπατοι τετρακισχιλίους ἀνθρώπους ἐξ αὐτῶν στρατολογήσαντες ἔπεμψαν εἰς Σαρδὼ τὴν νῆσον, πλείστους δὲ ἐκόλασαν μὴ θέλοντας στρατεύεσθαι διὰ φυλακὴν τῶν πατρίων νόμων. καὶ οἱ μὲν δὴ διὰ κακίαν τεσσάρων ἀνδρῶν ἠλαύνοντο τῆς πόλεως. 18.85οὐκ ἀπήλλακτο δὲ θορύβου καὶ τὸ Σαμαρέων ἔθνος · συστρέφει γὰρ αὐτοὺς ἀνὴρ ἐν ὀλίγῳ τὸ ψεῦδος τιθέμενος κα- κἀφ’ἡδονῇ τῆς πληθύος τεχνάζων τὰ πάντα, κελεύων ἐπὶ τὸ Γαριζεὶν ὄρος αὐτῷ συνελθεῖν, ὃ ἁγνότατον αὐτοῖς ὀρῶν ὑπείληπται, ἰσχυρίζετότε παραγενομένοις δείξειν τὰ ἱερὰ σκεύη τῇδε κατορωρυγμένα Μωυσέως τῇδε αὐτῶν ποιησαμένου κατάθεσιν. 18.86οἱ δὲ ἐν ὅπλοιςτε ἦσαν πιθανὸν ἡγούμενοι τὸν λόγον, καὶ καθίσαντες ἔν τινι κώμῃ, Τιραθανὰ λέγεται, παρελάμβανον τοὺς ἐπισυλλεγομένους ὡς μεγάλῳ πλήθει τὴν ἀνάβασιν εἰς τὸ ὄρος ποιησόμενοι. 18.87φθάνει δὲ Πιλᾶτος τὴν ἄνοδον αὐτῶν προκαταλαβόμενος ἱππέωντε πομπῇ καὶ ὁπλιτῶν, οἳ συμβαλόντες τοῖς ἐν τῇ κώμῃ προσυνηθροισμένοις παρατάξεως γενομένης τοὺς μὲν ἔκτειναν, τοὺς δ’εἰς φυγὴν τρέπονται ζωγρίᾳτε πολλοὺς ἦγον, ὧν τοὺς κορυφαιοτάτους καὶ τοὺς ἐν τοῖς φυγοῦσι δυνατωτάτους ἔκτεινε Πιλᾶτος. 18.88καταστάντος δὲ τοῦ θορύβου Σαμαρέων ἡ βουλὴ παρὰ Οὐιτέλλιον ὑπατικὸν ἴασιν ἄνδρα Συρίας τὴν ἡγεμονίαν ἔχοντα καὶ Πιλάτου κατηγόρουν ἐπὶ τῇ σφαγῇ τῶν ἀπολωλότων · οὐ γὰρ ἐπὶ ἀποστάσει τῶν Ῥωμαίων, ἀλλ’ἐπὶ διαφυγῇ τῆς Πιλάτου ὕβρεως εἰς τὴν Τιραθανὰ παραγενέσθαι. 18.89καὶ Οὐιτέλλιος Μάρκελλον τῶν αὐτοῦ φίλων ἐκπέμψας ἐπιμελητὴν τοῖς Ἰουδαίοις γενησόμενον Πιλᾶτον ἐκέλευσεν ἐπὶ Ῥώμης ἀπιέναι πρὸς ἃ κατηγοροῖεν οἱ Σαμαρεῖται διδάξοντα τὸν αὐτοκράτορα. καὶ Πιλᾶτος δέκα ἔτεσιν διατρίψας ἐπὶ Ἰουδαίας εἰς Ῥώμην ἠπείγετο ταῖς Οὐιτελλίου πειθόμενος ἐντολαῖς οὐκ ὂν ἀντειπεῖν. πρὶν δ’ἐν τῇ Ῥώμῃ ἴσχειν αὐτὸν φθάνει Τιβέριος μεταστάς. 18.90Οὐιτέλλιος δὲ εἰς τὴν Ἰουδαίαν ἀφικόμενος ἐπὶ Ἱεροσολύμων ἀνῄει, καὶ ἦν γὰρ αὐτοῖς ἑορτὴ πάτριος, πάσχα δὲ καλεῖται, δεχθεὶς μεγαλοπρεπῶς Οὐιτέλλιος τὰ τέλη τῶν ὠνουμένων καρπῶν ἀνίησιν εἰς τὸ πᾶν τοῖς ταύτῃ κατοικοῦσιν καὶ τὴν στολὴν τοῦ ἀρχιερέως καὶ τὸν πάντα αὐτοῦ κόσμον συνεχώρησεν ἐν τῷ ἱερῷ κειμένην ὑπὸ τοῖς ἱερεῦσιν ἔχειν τὴν ἐπιμέλειαν, καθότι καὶ πρότερον ἦν αὐτοῖς ἐξουσία. 18.91τότε δὲ ἐν τῇ Ἀντωνίᾳ, φρούριον δ’ἐστὶν οὕτως λεγόμενον, ἡ ἀπόθεσις αὐτῆς ἦν διὰ τοιαύτην αἰτίαν · τῶν ἱερέων τις Ὑρκανός, πολλῶν δὲ ὄντων οἳ τόδε ἐκαλοῦντο τὸ ὄνομα ὁ πρῶτος, ἐπεὶ πλησίον τῷ ἱερῷ βᾶριν κατασκευασάμενος ταύτῃ τὰ πολλὰ τὴν δίαιταν εἶχεν καὶ τὴν στολήν, φύλαξ γὰρ ἦν αὐτῆς διὰ τὸ καὶ μόνῳ συγκεχωρῆσθαι τοῦ ἐνδύεσθαι τὴν ἐξουσίαν, ταύτην εἶχεν ἀποκειμένην, ὁπότε εἰς τὴν πόλιν κατιὼν ἀναλαμβάνοι τὴν ἰδιωτικήν. 18.92καὶ οἵτε υἱεῖς αὐτοῦ ταῦτα πράσσειν ἐπετήδευσαν καὶ τέκνα ἐκείνων. Ἡρώδης δὲ βασιλεύσας τήντε βᾶριν ταύτην ἐν ἐπιτηδείῳ κειμένην κατασκευάσας πολυτελῶς Ἀντωνίαν καλεῖ ὀνόματι Ἀντωνίου φίλος ὤν, καὶ τὴν στολὴν ὥσπερ καὶ λαμβάνει τῇδε κειμένην κατεῖχεν, πιστεύων οὐδὲν νεωτεριεῖν ἐπ’αὐτῷ τὸν λαὸν διὰ τάδε. 18.93ἔπρασσε δὲ ὅμοια τῷ Ἡρώδῃ καὶ ὁ ἐπικατασταθεὶς αὐτῷ βασιλεὺς Ἀρχέλαος υἱὸς ὤν, οὗ Ῥωμαῖοι παραδεξάμενοι τὴν ἀρχὴν ἐκράτουν τῆς στολῆς τοῦ ἀρχιερέως ἀποκειμένης ἐν οἴκῳ λίθοις οἰκοδομηθέντι ὑπὸ σφραγῖδι τῶντε ἱερέων καὶ τῶν γαζοφυλάκων τοῦ φρουράρχου τὸ ἐφ’ἡμέραν ἑκάστην λύχνον ἅπτοντος. 18.94ἑπτὰ δ’ἡμέραις πρὸ τῆς ἑορτῆς ἀπεδίδοτο αὐτοῖς ὑπὸ τοῦ φρουράρχου, καὶ ἁγνισθείσῃ χρησάμενος ὁ ἀρχιερεὺς μετὰ μίαν τῆς ἑορτῆς ἡμέραν ἀπετίθετο αὖθις εἰς τὸν οἶκον, ᾗπερ ἔκειτο καὶ πρότερον. τοῦτο ἐπράττετο τρισὶν ἑορταῖς ἑκάστου ἔτους καὶ τὴν νηστείαν. 18.95Οὐιτέλλιος δὲ ἐπὶ τῷ ἡμετέρῳ πατρίῳ ποιεῖται τὴν στολήν, ᾗτε κείσοιτο μὴ πολυπραγμονεῖν ἐπισκήψας τῷ φρουράρχῳ καὶ ὁπότε δέοι χρῆσθαι. καὶ ταῦτα πράξας ἐπὶ εὐεργεσίᾳ τοῦ ἔθνους καὶ τὸν ἀρχιερέα Ἰώσηπον τὸν Καϊάφαν ἐπικαλούμενον ἀπαλλάξας τῆς ἱερωσύνης Ἰωνάθην καθίστησιν Ἀνάνου τοῦ ἀρχιερέως υἱόν. ἐπ’Ἀντιοχείας δ’αὖθις ἐποιεῖτο τὴν ὁδόν. 18.96πέμπει δὲ καὶ Τιβέριος ὡς Οὐιτέλλιον γράμματα, κελεύων αὐτῷ πράσσειν φιλίαν πρὸς Ἀρτάβανον τὸν Πάρθων βασιλέα · ἐφόβει γὰρ αὐτὸν ἐχθρὸς ὢν καὶ Ἀρμενίαν παρεσπασμένος μὴ ἐπὶ πλέον κακουργῇ · πιστεύειν δὲ τῇ φιλίᾳ μόνως ὁμήρων αὐτῷ διδομένων, μάλιστα δὲ τοῦ Ἀρταβάνου υἱέος. 18.97ταῦτα δὲ γράφων Τιβέριος πρὸς τὸν Οὐιτέλλιον μεγάλαις δόσεσι χρημάτων πείθει καὶ τὸν Ἰβήρων καὶ τὸν Ἀλβανῶν βασιλέα πολεμεῖν Ἀρταβάνῳ μηδὲν ἐνδοιάσαι. οἱ δὲ αὐτοὶ μὲν ἀντεῖχον, Ἀλανοὶ δὲ δίοδον αὐτοῖς διδόντες διὰ τῆς αὐτῶν καὶ τὰς θύρας τὰς Κασπίας ἀνοίξαντες ἐπάγουσι τῷ Ἀρταβάνῳ. 18.98καὶ ἥτε Ἀρμενία ἀφῄρητο αὖθις καὶ πλησθείσης πολέμων τῆς Παρθυαίων γῆς οἵτε πρῶτοι τῶν τῇδε ἐκτείνοντο ἀνδρῶν ἀνάστατάτε ἦν αὐτοῖς τὰ πάντα καὶ τοῦ βασιλέως ὁ υἱὸς ἐκ τουτωνὶ τῶν μαχῶν ἔπεσε μετὰ πολλῶν στρατοῦ μυριάδων. 18.99καὶ αὐτοῦ τὸν πατέρα Ἀρτάβανον Οὐιτέλλιος πομπῇ χρημάτων εἴςτε συγγενεῖς καὶ φίλους τοὺς ἐκείνου γενομένῃ ἐμέλλησε μὲν κτιννύειν διὰ τῶν τὰ δῶρα εἰληφότων, αἰσθόμενος δὲ τὴν ἐπιβουλὴν ὁ Ἀρτάβανος ἄφυκτον οὖσαν διὰ τὸ ὑπὸ πολλῶν καὶ τῶν πρώτων ἀνδρῶν συντεθεῖσαν μὴ ἀνεῖσθαι τοῦ ἐπὶ πέρας ἐλθεῖν, καὶ νομίζων καὶ ὁπόσον αὐτῷ καθαρῶς συνειστήκει καὶ τόδε ἤτοι ἐφθαρμένον ἐπὶ δόλῳ τὴν εὔνοιαν προσποιεῖσθαι ἢ πείρας αὐτῷ γενομένης μετατάξεσθαι πρὸς τοὺς προαφεστηκότας, εἴς τι τῶν ἄνω σατραπειῶν ἔσωζεν αὑτόν. 18.100καὶ πολλὴν μετὰ ταῦτα στρατιὰν ἀθροίσας Δαῶντε καὶ Σακῶν καὶ πολεμήσας τοὺς ἀνθεστηκότας κατέσχε τὴν ἀρχήν. 18.101ταῦτα ἀκούσας ὁ Τιβέριος ἠξίου φιλίαν αὐτῷ γενέσθαι πρὸς τὸν Ἀρτάβανον, ἐπεὶ δὲ κα- κἀκεῖνος προκληθεὶς ἄσμενος ἐδέχετο τὸν περὶ αὐτῶν λόγον, ἐπὶ τὸν Εὐφράτην παρῆσαν ὅτε Ἀρτάβανος καὶ Οὐιτέλλιος. 18.102καὶ ζεύξεως τοῦ ποταμοῦ γενομένης κατὰ τὸ μεσαίτατον τῆς γεφύρας ἀλλήλους ὑπηντίαζον μετὰ φυλακῆς ἑκάτερος τῆς περὶ αὐτόν. καὶ λόγων αὐτοῖς συμβατικῶν γενομένων Ἡρώδης ὁ τετράρχης εἱστίασεν αὐτοὺς κατὰ μέσον τὸν πόρον σκηνίδα ἐπισκηψάμενος τῷ πόρῳ πολυτελῆ. 18.103καὶ Ἀρτάβανος πέμπει Τιβερίῳ ὅμηρον Δαρεῖον τὸν υἱὸν μετὰ πολλῶν δώρων, ἐν οἷς καὶ ἄνδρα ἑπτάπηχυν τὸ μέγεθος Ἰουδαῖον τὸ γένος Ἐλεάζαρον ὄνομα · 18.104διὰ μέντοι τὸ μέγεθος Γίγας ἐκαλεῖτο. ἐπὶ τούτοις Οὐιτέλλιος μὲν ἐπ’Ἀντιοχείας ᾔει, Ἀρτάβανος δὲ ἐπὶ τῆς Βαβυλωνίας. Ἡρώδης δὲ βουλόμενος δι’αὐτοῦ πρώτου γενέσθαι πύστιν Καίσαρι τῶν ὁμήρων τῆς λήψεως ἐκπέμπει γραμματοφόρους τὰ πάντα ἀκριβῶς γράψας εἰς ἐπιστολὴν καὶ μηδὲν ὑπολιπόμενος ἐπὶ μηνύσει τῷ ὑπατικῷ. 18.105πρὸς Οὐιτελλίου δὲ ἐπιπεμφθεισῶν ἐπιστολῶν καὶ τοῦ Καίσαρος ἐπισημήναντος πρὸς αὐτόν, ὡς δῆλα αὐτῷ γένοιτο πρότερον πύστιν περὶ αὐτῶν Ἡρώδου προτεθεικότος, ταραχθεὶς ὁ Οὐιτέλλιος μεγάλως καὶ πεπονθέναι μειζόνως ἢ ἐπέπρακτο ὑπολαμβάνων ἄδηλον τὴν ἐπ’αὐτοῖς ἔκρυπτεν ὀργήν, μέχρι δὴ καὶ μετῆλθε Γαΐου τὴν Ῥωμαίων ἀρχὴν παρειληφότος. 18.106τότε δὲ καὶ Φίλιππος, Ἡρώδου δὲ ἦν ἀδελφός, τελευτᾷ τὸν βίον εἰκοστῷ μὲν ἐνιαυτῷ τῆς Τιβερίου ἀρχῆς, ἡγησάμενος δὲ αὐτὸς ἑπτὰ καὶ τριάκοντα τῆς Τραχωνίτιδος καὶ Γαυλανίτιδος καὶ τοῦ Βατανέων ἔθνους πρὸς αὐταῖς, μέτριον δὲ ἐν οἷς ἦρχεν παρασχὼν τὸν τρόπον καὶ ἀπράγμονα · 18.107δίαιταν μὲν γὰρ τὸ πᾶν ἐν γῇ τῇ ὑποτελεῖ ἐποιεῖτο, πρόοδοι δ’ἦσαν αὐτῷ σὺν ὀλίγοις τῶν ἐπιλέκτων, καὶ τοῦ θρόνου εἰς ὃν ἔκρινεν καθεζόμενος ἐν ταῖς ὁδοῖς ἑπομένου, ὁπότε τις ὑπαντιάσας ἐν χρείᾳ γένοιτο αὐτῷ ἐπιβοηθεῖν, οὐδὲν εἰς ἀναβολὰς ἀλλ’ἐκ τοῦ ὀξέος ἱδρύσεως τοῦ θρόνου ᾗ καὶ τύχοι γενομένης καθεζόμενος ἠκροᾶτο καὶ τιμωρίαςτε ἐπετίμα τοῖς ἁλοῦσι καὶ ἠφίει τοὺς ἀδίκως ἐν ἐγκλήμασι γενομένους. 18.108τελευτᾷ δ’ἐν Ἰουλιάδι καὶ αὐτοῦ κομισθέντος ἐπὶ τὸ μνημεῖον, ὃ ἔτι πρότερον ᾠκοδόμησεν αὐτός, ταφαὶ γίνονται πολυτελεῖς. τὴν δ’ἀρχήν, οὐ γὰρ κατελίπετο παῖδας, Τιβέριος παραλαβὼν προσθήκην ἐπαρχίας ποιεῖται τῆς Σύρων, τοὺς μέντοι φόρους ἐκέλευσε συλλεγομένους ἐν τῇ τετραρχίᾳ τῇ ἐκείνου γενομένῃ κατατίθεσθαι. 18.109ἐν τούτῳ δὲ στασιάζουσιν Ἀρέταςτε ὁ Πετραῖος βασιλεὺς καὶ Ἡρώδης διὰ τοιαύτην αἰτίαν · Ἡρώδης ὁ τετράρχης γαμεῖ τὴν Ἀρέτα θυγατέρα καὶ συνῆν χρόνον ἤδη πολύν. στελλόμενος δὲ ἐπὶ Ῥώμης κατάγεται ἐν Ἡρώδου ἀδελφοῦ ὄντος οὐχ ὁμομητρίου · ἐκ γὰρ τῆς Σίμωνος τοῦ ἀρχιερέως θυγατρὸς Ἡρώδης ἐγεγόνει. 18.110ἐρασθεὶς δὲ Ἡρωδιάδος τῆς τούτου γυναικός, θυγάτηρ δὲ ἦν Ἀριστοβούλου καὶ οὗτος ἀδελφὸς αὐτῶν, Ἀγρίππου δὲ ἀδελφὴ τοῦ μεγάλου, τολμᾷ λόγων ἅπτεσθαι περὶ γάμου. καὶ δεξαμένης συνθῆκαι γίνονται μετοικίσασθαι παρ’αὐτόν, ὁπότε ἀπὸ Ῥώμης παραγένοιτο. ἦν δὲ ἐν ταῖς συνθήκαις ὥστε καὶ τοῦ Ἀρέτα τὴν θυγατέρα ἐκβαλεῖν. 18.111καὶ ὁ μὲν εἰς τὴν Ῥώμην ἔπλει ταῦτα συνθέμενος. ἐπεὶ δὲ ἐπανεχώρει διαπραξάμενος ἐν τῇ Ῥώμῃ ἐφ’ἅπερ ἔσταλτο, ἡ γυνὴ πύστεως αὐτῇ τῶν πρὸς τὴν Ἡρωδιάδα συνθηκῶν γενομένης πρὶν ἔκπυστος αὐτῷ γενέσθαι τὰ πάντα ἐκμαθοῦσα κελεύει πέμπειν αὐτὴν ἐπὶ Μαχαιροῦντος, μεθόριον δ’ἐστὶ τῆςτε Ἀρέτα καὶ Ἡρώδου ἀρχῆς, γνώμην οὐκ ἐκφαίνουσα τὴν αὐτῆς. 18.112καὶ ὁ Ἡρώδης ἐξέπεμψεν μηδὲν ᾐσθῆσθαι τὴν ἄνθρωπον προσδοκῶν. ἡ δέ, προαπεστάλκει γὰρ ἐκ πλείονος εἰς τὸν Μαχαιροῦντα τῷτε πατρὶ αὐτῆς ὑποτελεῖ, πάντων εἰς τὴν ὁδοιπορίαν ἡτοιμασμένων ὑπὸ τοῦ στρατηγοῦ ἅματε παρῆν καὶ ἀφωρμᾶτο εἰς τὴν Ἀραβίαν κομιδῇ τῶν στρατηγῶν ἐκ διαδοχῆς παρῆντε ὡς τὸν πατέρα ᾗ τάχος καὶ αὐτῷ τὴν Ἡρώδου διάνοιαν ἔφραζεν. 18.113ὁ δὲ ἀρχὴν ἔχθρας ταύτην ποιησάμενος περίτε ὅρων ἐν γῇ τῇ Γαμαλικῇ, καὶ δυνάμεως ἑκατέρῳ συλλεγείσης εἰς πόλεμον καθίσταντο στρατηγοὺς ἀπεσταλκότες ἀνθ’ἑαυτῶν. 18.114καὶ μάχης γενομένης διεφθάρη πᾶς ὁ Ἡρώδου στρατὸς προδοσίας αὐτῷ γενομένης ὑπ’ἀνδρῶν φυγάδων, οἳ ὄντες ἐκ τῆς Φιλίππου τετραρχίας Ἡρώδῃ συνεστράτευον. 18.115ταῦτα Ἡρώδης γράφει πρὸς Τιβέριον. ὁ δὲ ὀργῇ φέρων τὴν Ἀρέτα ἐπιχείρησιν γράφει πρὸς Οὐιτέλλιον πόλεμον ἐξενεγκεῖν καὶ ἤτοι ζωὸν ἑλόντα ἀναγαγεῖν δεδεμένον ἢ κτεινομένου πέμπειν τὴν κεφαλὴν ἐπ’αὐτόν. καὶ Τιβέριος μὲν ταῦτα πράσσειν ἐπέστελλεν τῷ κατὰ Συρίαν στρατηγῷ. 18.116τισὶ δὲ τῶν Ἰουδαίων ἐδόκει ὀλωλέναι τὸν Ἡρώδου στρατὸν ὑπὸ τοῦ θεοῦ καὶ μάλα δικαίως τινυμένου κατὰ ποινὴν Ἰωάννου τοῦ ἐπικαλουμένου βαπτιστοῦ. 18.117κτείνει γὰρ δὴ τοῦτον Ἡρώδης ἀγαθὸν ἄνδρα καὶ τοῖς Ἰουδαίοις κελεύοντα ἀρετὴν ἐπασκοῦσιν καὶ τὰ πρὸς ἀλλήλους δικαιοσύνῃ καὶ πρὸς τὸν θεὸν εὐσεβείᾳ χρωμένοις βαπτισμῷ συνιέναι · οὕτω γὰρ δὴ καὶ τὴν βάπτισιν ἀποδεκτὴν αὐτῷ φανεῖσθαι μὴ ἐπί τινων ἁμαρτάδων παραιτήσει χρωμένων, ἀλλ’ἐφ’ἁγνείᾳ τοῦ σώματος, ἅτε δὴ καὶ τῆς ψυχῆς δικαιοσύνῃ προεκκεκαθαρμένης. 18.118καὶ τῶν ἄλλων συστρεφομένων, καὶ γὰρ ἥσθησαν ἐπὶ πλεῖστον τῇ ἀκροάσει τῶν λόγων, δείσας Ἡρώδης τὸ ἐπὶ τοσόνδε πιθανὸν αὐτοῦ τοῖς ἀνθρώποις μὴ ἐπὶ ἀποστάσει τινὶ φέροι, πάντα γὰρ ἐῴκεσαν συμβουλῇ τῇ ἐκείνου πράξοντες, πολὺ κρεῖττον ἡγεῖται πρίν τι νεώτερον ἐξ αὐτοῦ γενέσθαι προλαβὼν ἀνελεῖν τοῦ μεταβολῆς γενομένης εἰς πράγματα ἐμπεσὼν μετανοεῖν. 18.119καὶ ὁ μὲν ὑποψίᾳ τῇ Ἡρώδου δέσμιος εἰς τὸν Μαχαιροῦντα πεμφθεὶς τὸ προειρημένον φρούριον ταύτῃ κτίννυται. τοῖς δὲ Ἰουδαίοις δόξαν ἐπὶ τιμωρίᾳ τῇ ἐκείνου τὸν ὄλεθρον ἐπὶ τῷ στρατεύματι γενέσθαι τοῦ θεοῦ κακῶσαι Ἡρώδην θέλοντος. 18.120Οὐιτέλλιος δὲ παρασκευασάμενος ὡς εἰς πόλεμον τὸν πρὸς Ἀρέταν δυσὶ τάγμασιν ὁπλιτῶν ὅσοιτε περὶ αὐτὰ ψιλοὶ καὶ ἱππεῖς συμμαχοῦντες ἐκ τῶν ὑπὸ Ῥωμαίοις βασιλειῶν ἀγόμενος, ἐπὶ τῆς Πέτρας ἠπείγετο καὶ ἔσχε Πτολεμαΐδα. 18.121ὡρμημένῳ δ’αὐτῷ διὰ τῆς Ἰουδαίων ἄγειν τὸν στρατὸν ὑπαντιάσαντες ἄνδρες οἱ πρῶτοι παρῃτοῦντο τὴν διὰ τῆς χώρας ὁδόν · οὐ γὰρ αὐτοῖς εἶναι πάτριον περιορᾶν εἰκόνας εἰς αὐτὴν φερομένας, πολλὰς δ’εἶναι σημαίαις ἐπικειμένας. 18.122καὶ πεισθεὶς μετέβαλέντε τῆς γνώμης τὸ ἐπὶ τοιούτοις προβουλεῦσαν καὶ διὰ τοῦ μεγάλου πεδίου κελεύσας χωρεῖν τὸ στρατόπεδον αὐτὸς μετὰ Ἡρώδου τοῦ τετράρχου καὶ τῶν φίλων εἰς Ἱεροσόλυμα ἀνῄει θύσων τῷ θεῷ ἑορτῆς πατρίου τοῖς Ἰουδαίοις ἐνεστηκυίας. 18.123εἰς ἣν ἀπαντήσας καὶ δεχθεὶς ὑπὸ τοῦ τῶν Ἰουδαίων πλήθους ἐκπρεπῶς τρεῖς μὲν ἡμέρας ταύτῃ διατριβὴν ποιεῖται, ἐν αἷς Ἰωνάθην τὴν ἱερωσύνην ἀφελόμενος ἐγχειρίζει τῷ ἀδελφῷ αὐτοῦ Θεοφίλῳ, τῇ τετάρτῃ δὲ γραμμάτων αὐτῷ παραγενομένων, ἃ ἐδήλου τὴν Τιβερίου τελευτήν, ὥρκισεν τὴν πληθὺν ἐπ’εὐνοίᾳ τῇ Γαΐου. 18.124ἀνεκάλει δὲ καὶ τὸ στράτευμα ἐπὶ τὰ οἰκεῖα ἑκάστου χειμαδιᾶν πόλεμον ἐκφέρειν οὐκέθ’ὁμοίως δυνάμενος διὰ τὸ εἰς Γάιον μεταπεπτωκέναι τὰ πράγματα. 18.125ἐλέγετο δὲ καὶ τὸν Ἀρέταν οἰωνοσκοπησάμενον πρὸς τὴν ἀγγελίαν τῶν Οὐιτελλίου στρατιωτῶν φάναι μηχανὴν οὐκ εἶναι τῷ στρατῷ τῆς ἐπὶ Πετραίους ὁδοῦ · τεθνήξεσθαι γὰρ τῶν ἡγεμόνων ἢ τὸν πολεμεῖν κελεύσαντα ἢ τὸν γνώμῃ τῇ ἐκείνου ὡρμημένον διακονεῖσθαι ἢ ἐφ’ὃν γένοιτο ἡ παρασκευὴ τοῦ στρατεύματος. 18.126καὶ Οὐιτέλλιος μὲν ἐπ’Ἀντιοχείας ἀνεχώρησεν. Ἀγρίππας δὲ ὁ Ἀριστοβούλου υἱὸς ἐνιαυτῷ πρότερον ἢ τελευτῆσαι Τιβέριον ἐπὶ Ῥώμης ἄνεισι πράξων τι παρὰ τῷ αὐτοκράτορι δυνάμεώς τινος αὐτῷ παραγενομένης. 18.127βούλομαι οὖν εἰπεῖν ἐπὶ μακρότερον περίτε Ἡρώδου καὶ γένους αὐτοῦ ὡς ἐγένετο, ἅμα μὲν καὶ διὰ τὸ ἀνήκειν τῇ ἱστορίᾳ τὸν περὶ αὐτῶν λόγον, ἅμα δὲ καὶ παράστασιν ἔχειν τοῦ θείου, ὡς οὐδὲν ὠφελεῖ πλῆθος οὐ δ’ἄλλη τις ἀλκὴ τῶν ἐν ἀνθρώποις ἐπιτετευγμένων δίχα τῶν πρὸς τὸ θεῖον εὐσεβειῶν, εἴ γε ἐντὸς ἑκατὸν ἐτῶν ἐξόδου συνέβη πλὴν ὀλίγων, πολλοὶ δ’ἦσαν, διαφθαρῆναι τοὺς Ἡρώδου ἀπογόνους · 18.128φέροι δ’ἄν τι κα- κἀπὶ σωφρονισμῷ τοῦ ἀνθρωπείου γένους τὸ τὴν δυστυχίαν αὐτῶν μαθεῖν, ἅμα δὲ καὶ τὸν Ἀγρίππαν διηγήσασθαι θαύματος ἀξιώτατον γεγενημένον, ὃς ἐκ πάνυ ἰδιώτου καὶ παρὰ πᾶσαν δόξαν τῶν εἰδότων αὐτὸν ἐπὶ τοσόνδε ηὐξήθη δυνάμεως. 18.129εἴρηται μὲν οὖν μοι καὶ πρότερον περὶ αὐτῶν, λεχθήσεται δὲ καὶ νῦν ἀκριβῶς. 18.130Ἡρώδῃ τῷ μεγάλῳ θυγατέρες ἐκ Μαριάμμης τῆς Ὑρκανοῦ θυγατρὸς γίνονται δύο, Σαλαμψιὼ μὲν ἡ ἑτέρα, ἣ γαμεῖται Φασαήλῳ τῷ αὐτῆς ἀνεψιῷ Φασαήλου παιδὶ ὄντι τοῦ Ἡρώδου ἀδελφοῦ δεδωκότος τοῦ πατρὸς αὐτήν, Κύπρος δὲ Ἀντιπάτρῳ καὶ αὐτὴ ἀνεψιῷ Ἡρώδου παιδὶ τῆς ἀδελφῆς Σαλώμης. 18.131καὶ Φασαήλῳ μὲν ἐκ Σαλαμψιοῦς γίνονται πέντε παῖδες Ἀντίπατρος Ἀλέξανδρος Ἡρώδης θυγατέρεςτε Ἀλεξάνδρα καὶ Κύπρος, ἣν Ἀγρίππας γαμεῖ ὁ Ἀριστοβούλου. Ἀλεξάνδραν δὲ γαμεῖ μὲν Τίμιος Κύπριος ἀνὴρ τῶν ἀξιολόγων, παρ’ᾧ δὴ ἄτεκνος τελευτᾷ. 18.132Κύπρῳ δ’ἐξ Ἀγρίππου μὲν ἄρρενες γίνονται δύο, θυγατέρες δὲ τρεῖς Βερενίκη Μαριάμμη Δρούσιλλα, Ἀγρίππας δὲ καὶ Δροῦσος τοῖς ἄρσεσιν ὀνόματα, ὧν ὁ Δροῦσος πρὶν ἡβῆσαι τελευτᾷ. 18.133τῷ δὲ πατρὶ τούτων Ἀγρίππας ἐτρέφετο μετὰ καὶ ἑτέρων ἀδελφῶν Ἡρώδης καὶ Ἀριστόβουλος · καὶ Βερενίκη καὶ οἵδε παῖδες Ἡρώδου τοῦ υἱέος τοῦ μεγάλου · ἡ δὲ Βερενίκη Κοστοβάρου καὶ Σαλώμης παῖς τῆς Ἡρώδου ἀδελφῆς. 18.134τούτους Ἀριστόβουλος νηπίους λείπεται θνήσκων ὑπὸ τοῦ πατρὸς σὺν Ἀλεξάνδρῷ τῷ ἀδελφῷ, καθὰ προειρήκαμεν. ἡβήσαντες δ’ἄγονται Ἡρώδης μὲν οὗτος ὁ τοῦ Ἀγρίππου ἀδελφὸς Μαριάμμην θυγατέρα Ὀλυμπιάδος τῆς Ἡρώδου βασιλέως θυγατρὸς καὶ Ἰωσήπου τοῦ Ἰωσήπου, ἀδελφὸς δὲ οὗτος Ἡρώδου τοῦ βασιλέως · ἴσχειτε ἐξ αὐτῆς υἱὸν Ἀριστόβουλον. 18.135ὁ δὲ τρίτος τοῦ Ἀγρίππου ἀδελφὸς Ἀριστόβουλος γαμεῖ Ἰωτάπην Σαμψιγεράμου θυγατέρα τοῦ Ἐμεσῶν βασιλέως, θυγάτηρτε αὐτοῖς γίνεται κωφή · ὄνομα καὶ τῇδε Ἰωτάπη. 18.136καὶ τάδε μὲν τῶν ἀρσένων τέκνα. Ἡρωδιὰς δὲ αὐτῶν ἡ ἀδελφὴ γίνεται Ἡρώδῃ Ἡρώδου τοῦ μεγάλου παιδὶ γεγονότι ἐκ Μαριάμμης τῆς τοῦ Σίμωνος τοῦ ἀρχιερέως, καὶ αὐτοῖς Σαλώμη γίνεται, μεθ’ἧς τὰς γονὰς Ἡρωδιὰς ἐπὶ συγχύσει φρονήσασα τῶν πατρίων Ἡρώδῃ γαμεῖται τοῦ ἀνδρὸς τῷ ὁμοπατρίῳ ἀδελφῷ διαστᾶσα ζῶντος. τὴν δὲ Γαλιλαίων τετραρχίαν οὗτος εἶχεν. 18.137ἡ δὲ θυγάτηρ αὐτῆς Σαλώμη Φιλίππῳ γαμεῖται Ἡρώδου παιδὶ τῷ τετράρχῃ τῆς Τραχωνίτιδος, καὶ ἄπαιδος τελευτήσαντος Ἀριστόβουλος αὐτὴν ἄγεται Ἡρώδου παῖς τοῦ Ἀγρίππου ἀδελφοῦ. παῖδες δὲ ἐγένοντο αὐτοῖς τρεῖς Ἡρώδης Ἀγρίππας Ἀριστόβουλος. 18.138τοῦτο μὲν δὴ τὸ Φασαήλου καὶ Σαλαμψιοῦς ἐστι γένος. Κύπρῳ δ’ἐξ Ἀντιπάτρου θυγάτηρ γίνεται Κύπρος, καὶ αὐτὴν Ἀλεξᾶς ὁ Ἐλκίας γαμεῖ τοῦ Ἀλεξᾶ, καὶ αὐτῆς θυγάτηρ ἦν Κύπρος. Ἡρώδης δὲ καὶ Ἀλέξανδρος, οὓς ἀδελφοὺς ἔφην Ἀντιπάτρου, ἄτεκνοι τελευτῶσιν. 18.139Ἀλεξάνδρῳ δὲ τῷ Ἡρώδου παιδὶ τοῦ βασιλέως τῷ ὑπὸ τοῦ πατρὸς ἀνῃρημένῳ Ἀλέξανδρος καὶ Τιγράνης ἐγεγόνεισαν υἱεῖς ἐκ τῆς Ἀρχελάου τοῦ Καππαδόκων βασιλέως θυγατρός. καὶ Τιγράνης μὲν βασιλεύων Ἀρμενίας κατηγοριῶν αὐτοῦ ἐπὶ Ῥώμης γενομένων ἄπαις τελευτᾷ. 18.140Ἀλεξάνδρῳ δὲ Τιγράνης ὁμώνυμος τῷ ἀδελφῷ γίνεται παῖς καὶ βασιλεὺς Ἀρμενίας ὑπὸ Νέρωνος ἐκπέμπεται υἱόςτε Ἀλέξανδρος αὐτῷ γίνεται. γαμεῖ δ’οὗτος Ἀντιόχου τοῦ Κομμαγηνῶν βασιλέως θυγατέρα Ἰωτάπην, ἡσίοδόςτε τῆς ἐν Κιλικίᾳ Οὐεσπασιανὸς αὐτὸν ἵσταται βασιλέα. 18.141καὶ τὸ μὲν Ἀλεξάνδρου γένος εὐθὺς ἅμα τῷ φυῆναι τὴν θεραπείαν ἐξέλιπεν τῶν Ἰουδαίοις ἐπιχωρίων μεταταξάμενοι πρὸς τὰ Ἕλλησι πάτρια · ταῖς δὲ λοιπαῖς θυγατράσιν Ἡρώδου τοῦ βασιλέως ἀτέκνοις τελευτᾶν συνέπεσεν. 18.142τῶν δὲ γενομένων Ἡρώδου ἀπογόνων οὓς κατέλεξα ἔμενον ἐν ᾧ χρόνῳ Ἀγρίππας ὁ μέγας τὴν βασιλείαν παρέλαβεν. τούτων δέ μοι τοῦ γένους προδεδηλωμένων διέξειμι λοιπόν, ὁπόσαι Ἀγρίππᾳ τύχαι συνέλθοιεν, ὥςτε αὐτῶν διάδρασιν ποιησάμενος ἐπὶ μέγιστον ἀξιώματόςτε ἅμα προκόψειεν καὶ δυνάμεως. 18.143Ἡρώδου τοῦ βασιλέως ὀλίγον πρὸ τῆς τελευτῆς Ἀγρίππας ἐν Ῥώμῃ διαιτώμενος καὶ ὁμοτροφίας καὶ συνηθείας αὐτῷ πολλῆς γενομένης πρὸς Δροῦσον τὸν Τιβερίου τοῦ αὐτοκράτορος υἱὸν καὶ Ἀντωνίᾳ τῇ Δρούσου τοῦ μεγάλου γυναικὶ εἰς φιλίαν ἀφίκετο, Βερενίκης τῆς μητρὸς τιμωμένης παρ’αὐτῇ καὶ προαγωγῶν ἠξιωκυίας τὸν υἱόν. 18.144φύσει δὲ μέγας ὢν ὁ Ἀγρίππας καὶ δωρεῖσθαι πολυτελὴς ζώσης μὲν τῆς μητρὸς οὐκ ἐξέφαινε τῆς ψυχῆς τὸ θέλον διαδιδράσκειν αὐτῆς ἠξιωκὼς τὴν ἐπὶ τοῖς τοιούτοις γενομένην ὀργήν, ἐπεὶ δὲ Βερενίκη τελευτᾷ, γενόμενος ἐπὶ τῷ αὐτοῦ τρόπῳ, τὰ μὲν εἰς πολυτέλειαν τῆς καθ’ἡμέραν διαίτης, τὰ δ’εἰς τῶν δωρεῶν τὸ μὴ μέτρῳ προϊέμενον ἀνάλωσε τῶν χρημάτων, τὰ πλεῖστα δ’εἰς τοὺς Καίσαρος ἀπελευθέρους ἐτετέλεστο ἐλπίδι πράξεως τῆς αὐτῶν, πενίατε ἐν ὀλίγῳ περὶ αὐτὸν ἦν. 18.146καὶ τοῦτο ἦν κώλυμα τῆς ἐν Ῥώμῃ διαίτης, καὶ ὁ Τιβέριος τοῖς φίλοις τοῦ υἱέος τετελευτηκότος ἀπειπὼν φοιτᾶν εἰς ὄψιν αὐτῷ, διὰ τὸ ἀνερεθίζεσθαι πρὸς τὸ λυπεῖσθαι μνημονεύων τοῦ παιδὸς θεωρίᾳ τῇ ἐκείνων. 18.147διὰ μὲν δὴ ταῦτα ἐπὶ τῆς Ἰουδαίας πλέων ᾤχετο κακοπραγῶν καὶ τεταπεινωμένος ὀλέθρῳτε ὧν εἶχεν χρημάτων καὶ ἀπορίᾳ τοῦ ἐκτίσοντος τὰ χρέα τοῖς δανεισταῖς πολλοῖςτε οὖσιν καὶ ἀλεωρὰν οὐ δ’ἡντινοῦν ἐνδιδοῦσιν, ὥστε ἀπορίᾳ τῶν ποιητέων καὶ αἰσχύνῃ τῇ ἐπ’αὐτοῖς ὑποχωρήσας εἴς τινα πύργον ἐν Μαλάθοις τῆς Ἰδουμαίας ἐν περινοίᾳ τοῦ μεταστήσοντος αὑτὸν ἦν. 18.148αἰσθάνεται δ’αὐτοῦ τὴν διάνοιαν Κύπρος ἡ γυνὴ παντοίατε ἦν ἀπείργουσα τῶν ἐπὶ τοιούτοις βουλευμάτων. διαπέμπεται δὲ καὶ ὡς τὴν ἀδελφὴν αὐτοῦ Ἡρωδιάδα Ἡρώδῃ τῷ τετράρχῃ συνοικοῦσαν γράμματα, δηλοῦσα τότε ἐπὶ τοιούτοις τοῦ Ἀγρίππα προβουλεῦσαν καὶ τὴν ἀνάγκην, ἣ ἐπ’αὐτὰ ἐξήγαγεν · 18.149ἐκέλευέντε συγγενῆ οὖσαν βοηθεῖν θεωροῦσαν, ὡς αὐτὴ παντοίως ὡς κουφίζοι τὸν ἄνδρα καὶ ταῦτα ἐξ ὁμοίων ἀφορμῶν. οἱ δὲ μεταπέμψαντες αὐτὸν οἰκητήριον ἀπέδειξαν Τιβεριάδα καί τι καὶ ἀργύριον ὥρισαν εἰς τὴν δίαιταν, ἀγορανομίᾳτε τῆς Τιβεριάδος ἐτίμησαν. 18.150οὐ μὴν ἐπὶ πλεῖόν γε Ἡρώδης ἐνέμεινε τοῖς δεδογμένοις, καίτοι γε οὐ δ’ὣς ἀρκοῦντα ἦν · ἐν γὰρ Τύρῳ παρὰ συνουσίαν ὑπὸ οἴνου γενομένων αὐτοῖς λοιδοριῶν, ἀνεκτὸν οὐχ ἡγησάμενος Ἀγρίππας τοῦ Ἡρώδουτε ἐπονειδίσαντος εἰς ἀπορίαν καὶ τροφῆς ἀναγκαίας μετάδοσιν, ὡς Φλάκκον τὸν ὑπατικὸν εἴσεισιν φίλον ἐπὶ Ῥώμης τὰ μάλιστα αὐτῷ γεγονότα πρότερον · Συρίαν δὲ ἐν τῷ τότε διεῖπεν. 18.151καὶ δεξαμένου Φλάκκου παρὰ τούτῳ διῆγεν παρακατεσχηκότος αὐτὸν ἐκεῖ Ἀριστοβούλου, ὃς ἀδελφὸς ὢν Ἀγρίππου διάφορόςτ’ἦν. οὐ μὴν ἐβλάπτοντο ἔχθρᾳ τῇ ἀλλήλων, ὥστε μὴ φιλίᾳ τοῦ ὑπατικοῦ τὰ εἰκότα τιμὴν φέρεσθαι. 18.152οὐ μὴν ὅ γε Ἀριστόβουλος ἀνίει τι τοῦ πρὸς τὸν Ἀγρίππαν δυσμενοῦς μέχρι καὶ εἰς ἔχθραν αὐτὸν Φλάκκῳ καθίστησιν, αἰτίαν τοιαύτην ἐπὶ τῇ δυσμενείᾳ παραλαβών. 18.153Δαμασκηνοὶ Σιδωνίοις περὶ ὅρων διάφοροι καθεστῶτες, μέλλοντος Φλάκκου περὶ τούτων ἀκροᾶσθαι μαθόντες τὸν Ἀγρίππαν ὡς παρ’αὐτῷ μέγα δύναιτ’ἂν ἠξίουν μερίδος τῆς αὐτῶν γενέσθαι, ἀργύριόντε πλεῖστον ὡμολογεῖτο αὐτῷ. 18.154καὶ ὁ μὲν πάντα ἐπὶ τῇ βοηθείᾳ τῶν Δαμασκηνῶν ὥρμητο πράσσειν. Ἀριστόβουλος δέ, οὐ γὰρ ἐλάνθανεν αὐτὸν ἡ ὁμολογία τῶν χρημάτων, καταγορεύει πρὸς τὸν Φλάκκον. καὶ βασανιζομένου τοῦ πράγματος ἐπεὶ φανερὰ ἦν, ἐξωθεῖ τὸν Ἀγρίππαν φιλίας τῆς πρὸς αὐτόν. 18.155ὁ δὲ εἰς ὑστάτην περιωσμένος ἀπορίαν εἰς Πτολεμαΐδα παρῆν, καὶ κατὰ τὸ ἄπορον τῆς ἀλλαχόθι διαίτης γνώμην ἐποιεῖτο ἐπὶ τῆς Ἰταλίας πλεῖν. εἰργόμενος δὲ χρημάτων ἀπορίᾳ ἠξίου Μαρσύαν ὄντα αὐτοῦ ἀπελεύθερον ποριστὴν γενέσθαι τῶν ἐπὶ τοιούτοις μηχανῶν δανεισάμενον παρά τινος. 18.156καὶ ὁ Μαρσύας Πρῶτον κελεύει Βερενίκης ὄντα ἀπελεύθερον τῆς Ἀγρίππου μητρός, διαθήκης δὲ τῆς ἐκείνου δικαίῳ ὑποτελοῦντα τῆς Ἀντωνίας, αὐτῷ γοῦν παρασχεῖν ἐπὶ γράμματι καὶ πίστει τῇ αὐτοῦ. 18.157ὁ δέ, ἐπεκάλει γὰρ τῷ Ἀγρίππᾳ χρημάτων τινῶν ἀποστέρησιν, ἀναγκάζει τὸν Μαρσύαν δύο μυριάδων Ἀτθίδων συμβόλαιον ποιησάμενον πεντακοσίαις καὶ δισχιλίαις ἔλασσον λαμβάνειν. συνεχώρει δ’ἐκεῖνος κατὰ τὸ μὴ εἶναι ἄλλως ποιεῖν. 18.158εἰλημμένου δὲ τοῦ χρήματος τούτου Ἀγρίππας εἰς Ἀνθηδόνα παραγενόμενος καὶ λαβὼν ναῦν ἐν ἀναγωγαῖς ἦν. καὶ γνοὺς Ἐρέννιος Καπίτων ὁ τῆς Ἰαμνείας ἐπίτροπος πέμπει στρατιώτας, οἳ εἰσπράξονται αὐτὸν ἀργυρίου τριάκοντα μυριάδας θησαυρῷ τῷ Καίσαρος ὀφειλομένας ἐπὶ Ῥώμης ὑπ’αὐτοῦ, ἀνάγκαςτε ἐπετίθεσαν τοῦ μενοῦντος. 18.159καὶ τότε μὲν πείσεσθαι τοῖς κεκελευσμένοις προσποιητὸς ἦν, νυκτὸς δ’ἐπιγενομένης κόψας τὰ ἀπόγεια ᾤχετο ἐπ’Ἀλεξανδρείας πλέων. ἔνθα Ἀλεξάνδρου δεῖται τοῦ ἀλαβάρχου μυριάδας εἴκοσι δάνειον αὐτῷ δοῦναι. ὁ δ’ἐκείνῳ μὲν οὐκ ἂν ἔφη παρασχεῖν, Κύπρῳ δὲ οὐκ ἠρνεῖτο τήντε φιλανδρίαν αὐτῆς καταπεπληγμένος καὶ τὴν λοιπὴν ἅπασαν ἀρετήν. 18.160ἡ δὲ ὑπισχνεῖτο, καὶ ὁ Ἀλέξανδρος πέντε τάλαντα αὐτοῖς ἐν τῇ Ἀλεξανδρείᾳ δοὺς τὸ λοιπὸν ἐν Δικαιαρχείᾳ γενομένοις παρέξειν ἐπηγγέλλετο, δεδιὼς τοῦ Ἀγρίππου τὸ εἰς τὰ ἀναλώματα ἕτοιμον. καὶ Κύπρος μὲν ἀπαλλάξασα τὸν ἄνδρα ἐπὶ τῆς Ἰταλίας πλευσούμενον αὐτὴ μετὰ τῶν τέκνων ἐπὶ Ἰουδαίας ἀνέζευξεν. 18.161Ἀγρίππας δὲ εἰς Ποτιόλους παραβαλὼν ἐπιστολὴν ὡς Τιβέριον τὸν Καίσαρα γράφει διαιτώμενον ἐν Καπρέαις, παρουσίαντε τὴν αὐτοῦ δηλῶν ἐπὶ θεραπείᾳ καὶ ὄψει τῇ ἐκείνου, καὶ ἀξιῶν ἔφεσιν αὐτῷ γενέσθαι εἰς Καπρέας παραβαλεῖν. 18.162Τιβέριος δὲ οὐδὲν ἐνδοιάσας τάτε ἄλλα αὐτῷ γράφει φιλανθρωπίᾳ χρώμενος, ἐκτίνειτε χάριν ἀποσημαίνων ἐπὶ τῷ σῶν ἐπανήκειν εἰς τὰς Καπρέας, ἐπεὶ δ’ἀφικνεῖται μηδὲν ὑφελὼν τοῦ ἐν τοῖς γράμμασι προθύμου ἠσπάζετότε καὶ ἐξένιζεν. 18.163τῇ δ’ἑξῆς Καίσαρι γραμμάτων αὐτῷ παρὰ Ἐρεννίου Καπίτωνος ἀφικομένων, ὅτι Ἀγρίππας μυριάδας τριάκοντα δάνεισμα ποιήσας καὶ πρὸς τὰς καταβολὰς ἐκλιπὼν χρόνον τὸν συγκείμενον ἀπαιτήσεως γενομένης οἴχοιτο φυγὰς ἐκ τῶν ὑπ’αὐτῷ χωρίων ἄκυρον αὐτὸν καθιστὰς τῆς ἐπὶ τῷ εἰσπραξομένῳ ἐξουσίας, ταύτην ἀναγνοὺς τὴν ἐπιστολὴν περιαλγεῖτε ὁ Καῖσαρ καὶ διάκλεισιν γενέσθαι τῷ Ἀγρίππᾳ κελεύει εἰσόδων τῶν πρὸς αὐτὸν ἄχρι δὴ καταβολῆς τοῦ χρέους. 18.164ὁ δὲ μηδὲν τῇ ὀργῇ τοῦ Καίσαρος καταπλαγεὶς Ἀντωνίας δεῖται Γερμανικοῦ μητρὸς καὶ Κλαυδίου τοῦ ὕστερον γενομένου Καίσαρος, δάνεισμα αὐτῷ δοθῆναι τῶν τριάκοντα μυριάδων, ὡς φιλίας μὴ ἁμάρτοι τῆς πρὸς Τιβέριον. 18.165ἡ δὲ Βερενίκηςτε μνήμῃ τῆς μητρὸς αὐτοῦ, σφόδρα γὰρ ἀλλήλαις ἐχρῶντο αἵδε αἱ γυναῖκες, καὶ αὐτῷ ὁμοτροφίας πρὸς τοὺς ἀμφὶ Κλαύδιον γεγενημένης, δίδωσι τὸ ἀργύριον, καὶ αὐτῷ ἀποτίσαντι τὸ χρέος ἀνεπικώλυτος ἦν ἡ φιλία τοῦ Τιβερίου. 18.166αὖθις δὲ αὐτῷ Τιβέριος ὁ Καῖσαρ συνίστησιν υἱωνὸν τὸν αὐτοῦ κελεύων τὰ πάντα αὐτῷ ταῖς ἐξόδοις παρατυγχάνειν. Ἀγρίππας δὲ φιλίᾳ δεχθεὶς ὑπὸ τῆς Ἀντωνίας κατὰ θεραπείαν τρέπεται τὴν Γαΐου υἱωνοῦτε ὄντος αὐτῇ καὶ εὐνοίᾳ τοῦ πατρὸς εἰς τὰ πρῶτα τιμωμένου. 18.167καὶ γὰρ ἦν ἄλλος Σαμαρεὺς γένος Καίσαρος δὲ ἀπελεύθερος · παρὰ τούτου δάνεισμα μυριάδας ἑκατὸν εὑρόμενος τῇτε Ἀντωνίᾳ καταβάλλει τὸ ὀφειληθὲν χρέος καὶ τῶν λοιπῶν τῷ ἀναλώματι θεραπεύων τὸν Γάιον μειζόνως ἐν ἀξιώματι ἦν παρ’αὐτῷ. 18.168προϊούσης δὲ ἐπὶ μέγα τῷ Ἀγρίππᾳ τῆς πρὸς Γάιον φιλίας αἰωρουμένοις ποτὲ λόγος περὶ τοῦ Τιβερίου γίνεται, καὶ τοῦ Ἀγρίππου κατ’εὐχὰς τραπομένου, μόνω δ’ἤστην, ᾗ τάχος Τιβέριον ὑπεκστάντα τῆς ἀρχῆς Γαΐῳ παραχωρεῖν ἀξιωτέρῳ τὰ πάντα ὄντι, τούτων ἀκροᾶται τῶν λόγων Εὔτυχος, Ἀγρίππου δ’ἦν ἀπελεύθερος ἡνίοχος, καὶ παραχρῆμα μὲν σιγῇ παρεδίδου. 18.169κλοπῆς δὲ ἱματίων αὐτῷ τοῦ Ἀγρίππου ἐπικαλουμένης, καὶ ἀκριβῶς δὲ ἐκεκλόφει, φυγὼν καὶ ληφθεὶς ἀγωγῆς αὐτοῦ ἐπὶ Πείσωνα γενομένης, ὃς ἦν φύλαξ τῆς πόλεως, ἐρομένου τὴν αἰτίαν τῆς φυγῆς Καίσαρί φησιν ἀπορρήτους ἔχειν λόγους εἰπεῖν ἐπ’ἀσφαλείᾳ τῆς σωτηρίας αὐτοῦ φέροντας, ὥστε δήσας αὐτὸν ἔστελλεν εἰς τὰς Καπρέας, καὶ Τιβέριος τῷ αὑτοῦ τρόπῳ χρώμενος εἶχεν αὐτὸν δέσμιον, μελλητὴς εἰ καί τις ἕτερος βασιλέων ἢ τυράννων γενόμενος. 18.170οὔτε γὰρ πρεσβειῶν ὑποδοχὰς ἐκ τοῦ ὀξέος ἐποιεῖτο ἡγεμόσιτε ἢ ἐπιτρόποις ὑπ’αὐτοῦ σταλεῖσιν οὐδεμία ἦν διαδοχή, ὁπότε μὴ φθαῖεν τετελευτηκότες · ὅθεν καὶ δεσμωτῶν ἀκροάσεως ἀπερίοπτος ἦν. 18.171ὥστε καὶ τῶν φίλων ἐρομένων τὴν αἰτίαν τοῦ ἐπὶ τοιούτοις ὁλκῇ χρωμένου, ἔφη τὰς μὲν πρεσβείας τρίβειν, ὅπως μὴ ἀπαλλαγῆς αὐταῖς ἐκ τοῦ ὀξέος γενομένης ἕτεροι πρέσβεις ἐπιχειροτονηθέντες ἐπανίοιεν ὄχλοςτε αὐτῷ γίγνοιτο ἐπιδοχαῖς αὐτῶν καὶ πομπαῖς προσκειμένῳ. 18.172τὰς δ’ἀρχὰς συγχωρεῖν τοῖς ἅπαξ εἰς αὐτὰς ὑπ’αὐτοῦ καταστᾶσιν αἰδοῦς προμηθείᾳ τῶν ὑποτελῶν · φύσει μὲν γὰρ εἶναι πᾶσαν ἡγεμονίαν οἰκείαν τοῦ πλεονεκτεῖν · τὰς δὲ μὴ πατρίους, ἀλλ’εἰς ὀλίγον καὶ ἄδηλον ὁπότε ἀφαιρεθεῖεν καὶ μειζόνως ἐξοτρύνειν ἐπὶ κλοπαῖς τοὺς ἔχοντας. 18.173εἰ μὲν οὖν ἐφεστήκασιν εἰς πλέον, αὐτοὺς ἄδην τῶν κλοπῶν ἕξειν ὑπὸ τοῦ πολλοῦ τῶν κεκερδημένων ἀμβλυτέρως τὸ λοιπὸν αὐταῖς χρωμένους. διαδοχῆς δ’ἐπιπαραγενομένης ἐκ τοῦ ὀξέος μηδαμῶς ἂν ἀρκέσαι τοὺς ἆθλα τοῖς ἄρχουσι προκειμένους ἀναστροφῆς αὐτοῖς οὐ διδομένης καιρῶν, ἐν οἷς πλήρεις οἱ προειληφότες γενόμενοι ὑποδιδοῖέντε σπουδῆς τῆς ἐπὶ τῷ λαμβάνειν, διὰ τὸ πρὶν ἐν καιρῷ γενέσθαι μεταστῆναι. 18.174παράδειγμάτε αὐτοῖς φησι τοῦτον τὸν λόγον · τραυματίᾳ τινὶ κειμένῳ μυῖαι κατὰ πλῆθος τὰς ὠτειλὰς περιέστασαν. καί τις τῶν παρατυχόντων οἰκτείρας αὐτοῦ τὴν δυστυχίαν καὶ νομίσας ἀδυναμίᾳ μὴ βοηθεῖν οἷόςτ’ἦν ἀποσοβεῖν αὐτὰς παραστάς. 18.175καὶ δεομένου παύσασθαι τῶν ἐπὶ τοιοῖσδε, ὑπολαβὼν ἤρετο τὴν αἰτίαν τοῦ ἀπρομηθοῦς εἰς τὴν διαφυγὴν κακοῦ τοῦ ἐφεστηκότος. “μειζόνως γὰρ ἂν ἀδικοῖς με, εἶπε, ταύτας ἀπαγαγών. ταῖς μέν γε ἤδη πληρωθείσαις τοῦ αἵματος οὐκέθ’ὁμοίως ἔπειξις ὄχλον μοι παρασχεῖν, ἀλλά πῃ καὶ ἀνίσχουσιν. αἱ δ’ἀκραιφνεῖ τῷ κατ’αὐτὰς λιμῷ συνελθοῦσαι καὶ τετρυμένον ἤδη παραλαμβάνουσαι κα- κἂν ὀλέθρῳ παραδοῖεν”. 18.176διὰ τάδε οὖν κα- καὐτὸς ὑπὸ πολλῶν τῶν κλοπῶν διεφθαρμένοις τοῖς ὑποτελέσιν προμηθὲς εἶναι μὴ συνεχὲς ἐξαποστέλλειν τοὺς ἡγησομένους, οἳ ἐν τρόπῳ μυιῶν ἐκπολεμοῖεν αὐτούς, φύσει πρὸς κέρδος ὀρωρεγμένοις σύμμαχον παραλαμβάνοντες τὴν ἐλπίδα τοῦ ταχέως ἀφαιρεθησομένου τὴν ἐνθένδε ἡδονήν. 18.177μαρτυρήσει δέ μου τῷ λόγῳ περὶ τῆς ἐπὶ τοιούτοις φύσεως Τιβερίου τὸ ἔργον αὐτό · ἔτη γὰρ δύο πρὸς τοῖς εἴκοσιν αὐτοκράτωρ γενόμενος δύο τοὺς πάντας Ἰουδαίοις ἐξέπεμψεν διοικήσοντας τὸ ἔθνος, Γρᾶτοντε καὶ Πιλᾶτον, ὃς αὐτῷ διεδέξατο τὴν ἡγεμονίαν. 18.178καὶ οὐκ ἐπὶ μὲν Ἰουδαίων τοιοῦτος ἦν, ἑτεροῖος δὲ ἐπὶ τῶν λοιπῶν ὑπηκόων. ἀλλὰ καὶ τῶν δεσμωτῶν τὴν ὑπερβολὴν τῆς ἀκροάσεως ἀπεσήμαινεν ὑπὸ τοῦ δικαιωθεῖσι μὲν θανάτῳ κούφισιν γενέσθαι τῶν ἐνεστηκότων κακῶν, διὰ τὸ μὴ ἐπ’ἀρετῇ τῶν ἐπὶ τοιούτοις τύχῃ συνελθεῖν, τριβομένοις δὲ ἀχθηδόνι τῇ ἐπικειμένῃ μείζονα προσρέπειν τὴν δυστυχίαν. 18.179διὰ μὲν δὴ τάδε καὶ Εὔτυχος ἀκροάσεώςτε οὐκ ἐτύγχανε · καὶ δεσμοῖς ἐνείχετο. χρόνου δὲ ἐγγενομένου Τιβέριόςτε ἐκ τῶν Καπρεῶν εἰς Τουσκουλανὸν παραγίνεται ὅσον ἀπὸ σταδίων ἑκατὸν τῆς Ῥώμης, καὶ ὁ Ἀγρίππας ἀξιοῖ τὴν Ἀντωνίαν διαπράξασθαι γενέσθαι τῷ Εὐτύχῳ τὴν ἀκρόασιν ἐφ’οἷστισι τὴν κατηγορίαν ποιοῖτο αὐτοῦ. 18.180τιμία δὲ ἦν Ἀντωνία Τιβερίῳ εἰς τὰ πάντα συγγενείαςτε ἀξιώματι, Δρούσου γὰρ ἦν ἀδελφοῦ αὐτοῦ γυνή, καὶ ἀρετῇ τοῦ σώφρονος · νέα γὰρ χηρεύειν παρέμεινεν γάμῳτε ἀπεῖπεν τῷ πρὸς ἕτερον καίπερ τοῦ Σεβαστοῦ κελεύοντός τινι γαμεῖσθαι, καὶ λοιδοριῶν ἀπηλλαγμένον διεσώσατο αὐτῆς τὸν βίον. 18.181ἰδίᾳτε εὐεργέτις ἦν εἰς τὰ μέγιστα τοῦ Τιβερίου · ἐπιβουλῆς γὰρ μεγάλης συστάσης ἐπ’αὐτὸν ὑπὸ Σηιάνου φίλουτε ἀνδρὸς καὶ δύναμιν ἐν τῷ τότε μεγίστην ἔχοντος διὰ τὸ τῶν στρατευμάτων εἶναι ἡγεμονίαν αὐτῷ, καὶ τῆςτε βουλῆς οἱ πολλοὶ καὶ τῶν ἀπελευθέρων προσέθεντο καὶ τὸ στρατιωτικὸν διέφθαρτο, προυκοπτέντε ἡ ἐπιβουλὴ ἐπὶ μέγα κα- κἂν ἐπέπρακτο Σηιάνῳ τὸ ἔργον μὴ τῆς Ἀντωνίας τόλμῃ χρησαμένης σοφωτέρᾳ τῆς Σηιάνου κακουργίας. 18.182ἐπεὶ γὰρ μανθάνει τὰ ἐπὶ τῷ Τιβερίῳ συντεθειμένα, γράφει πρὸς αὐτὸν τὰ πάντα ἀκριβῶς καὶ Πάλλαντι ἐπιδοῦσα τὰ γράμματα τῷ πιστοτάτῳ τῶν δούλων αὐτῆς ἐκπέμπει πρὸς Τιβέριον εἰς τὰς Καπρέας. ὁ δὲ μαθὼν τόντε Σηιᾶνον κτείνει καὶ τοὺς συνεπιβούλους, τήντε Ἀντωνίαν καὶ πρὶν ἀξιολόγως ἄγων τιμιωτέραντε ὑπελάμβανεν κα- κἀπὶ τοῖς πᾶσι πιθανήν. 18.183ὑπὸ δὴ ταύτης τῆς Ἀντωνίας ὁ Τιβέριος παρακαλούμενος ἐξετάσαι τὸν Εὔτυχον, “ἀλλ’εἰ μὲν καταψεύσειε, φησὶν ὁ Τιβέριος, Ἀγρίππου τὰ εἰρημένα Εὔτυχος, ἀρκοῦσαν κομίζεται παρ’αὐτοῦ τιμωρίαν, ἣν ἐπιτετίμηκα αὐτός · εἰ δὲ βασανιζομένου ἀληθῆ φανείη τὰ εἰρημένα, μήπου κολάζειν ποθῶν τὸν ἀπελεύθερον ἐπ’αὐτὸν μᾶλλον καλοίη τὴν δίκην”. 18.184καὶ ὁ Ἀγρίππας ταῦτα φαμένης πρὸς αὐτὸν Ἀντωνίας πολλῷ μᾶλλον ἐπέκειτο ἀξιῶν ἐξέτασιν γενέσθαι τοῦ πράγματος, καὶ ἡ Ἀντωνία, οὐ γὰρ ἀνίει πολὺς ὢν ὁ Ἀγρίππας ἐπὶ τοῖσδε δεῖσθαι, καιρὸν παραλαβοῦσα τοιοῦτον · 18.185αἰωρεῖτο μὲν Τιβέριος ἐπὶ φορείου κείμενος, προϊόντων Γαΐουτε τοῦ ἐκείνης υἱωνοῦ καὶ Ἀγρίππα, ἀπ’ἀρίστου δ’ἦσαν, παραπεριπατοῦσα τῷ φορείῳ παρεκάλει καλεῖσθαίτε τὸν Εὔτυχον καὶ ἐξετάζεσθαι. 18.186ὁ δέ “ἀλλ’ἴστων μὲν Ἀντωνία, εἶπεν, οἱ θεοί, ὅτι μὴ τῇ ἐμαυτοῦ γνώμῃ ἀνάγκῃ δὲ τῆς σῆς παρακλήσεως ἐξαγόμενος πράξω τὰ πραξόμενα”. ταῦτα εἰπὼν κελεύει Μάκρωνα, ὃς Σηιανοῦ διάδοχος ἦν, τὸν Εὔτυχον ἀγαγεῖν. καὶ ὁ μὲν οὐδὲν εἰς ἀναβολὰς παρῆν. Τιβέριος δ’αὐτὸν ἤρετο, τί καὶ ἔχοι λέγειν κατ’ἀνδρὸς ἐλευθερίαν αὐτῷ παρεσχηκότος. 18.187ὁ δέ φησιν, “ὦ δέσποτα, αἰωροῦντο μὲν ἐφ’ἁμάξης Γάιόςτε οὗτος καὶ Ἀγρίππας σὺν αὐτῷ καί σφων ἑζόμην παρὰ τοῖν ποδοῖν, λόγων δὲ πολλῶν ἀνακυκλουμένων Ἀγρίππας φησὶ πρὸς Γάιον · εἰ γὰρ ἀφίκοιτό ποτε ἡμέρα, ᾗ μεταστὰς ὁ γέρων οὗτος χειροτονοίη σε ἡγεμόνα τῆς οἰκουμένης · οὐδὲν γὰρ ἡμῖν Τιβέριος ὁ υἱωνὸς αὐτοῦ γένοιτ’ἂν ἐμποδὼν ὑπὸ σοῦ τελευτῶν, καὶ ἥτε οἰκουμένη γένοιτ’ἂν μακαρία κα- κἀγὼ πρὸ αὐτῆς”. 18.188Τιβέριος δὲ πιστὰ ἡγησάμενος τὰ εἰρημένα καὶ ἅμα μῆνιν ἀναφέρων τῷ Ἀγρίππᾳ παλαιάν, διότι κελεύσαντος αὐτοῦ θεραπεύειν Τιβέριον υἱωνόντε αὐτοῦ γεγονότα καὶ Δρούσου παῖδα ὄντα, ὁ Ἀγρίππας ἀτίμως ἦγεν παρακροασάμενος τὰς ἐπιστολὰς καὶ πᾶς ὡς τὸν Γάιον μετεκάθιζεν, “τοῦτον μὲν δή, φησί, Μάκρων, δῆσον”. 18.189Μάκρων δὲ τὰ μὲν οὐ σαφῶς ὅντινα προστάξειεν ἐξεπιστάμενος, τὰ δὲ οὐκ ἂν προσδοκῶν περὶ τῷ Ἀγρίππᾳ αὐτὸν κελεῦσαί τι τοιοῦτον, ἐπανεῖχεν ἀκριβωσόμενος τὰ εἰρημένα. 18.190ἐπεὶ δ’ὁ Καῖσαρ περιοδεύσας τὸν ἱππόδρομον λαμβάνει τὸν Ἀγρίππαν ἑστηκότα, “καὶ μὴν δή, φησίν, Μάκρων, τοῦτον εἶπον δεθῆναι”. τοῦ δὲ ἐπανερομένου ὅντινα, “Ἀγρίππαν γε” εἶπεν. 18.191καὶ ὁ Ἀγρίππας τρέπεται μὲν κατὰ δεήσεις, τοῦτε παιδὸς ᾧ συνετέθραπτο μνημονεύων καὶ τοῦ Τιβερίου τῆς ἐκτροφῆς, οὐ μὴν ἤνυέν γέ τι, ἀλλ’ἦγον αὐτὸν ἐν πορφυρίσι δέσμιον. 18.192καὶ καῦμάτε γὰρ σφοδρὸν ἦν καὶ ὑπὸ οἴνου τοῦ ἐπὶ σιτίοις μὴ πολλοῦ γεγονότος δίψος ἐξέκαιεν αὐτόν, καί τι καὶ ἠγωνία καὶ τὸ παρ’ἀξίαν προσελάμβανεν, θεασάμενός τινα τῶν Γαΐου παίδων Θαυμαστὸν ὄνομα ὕδωρ ἐν ἀγγείῳ κομίζοντα ᾔτησε πιεῖν. 18.193καὶ ὀρέξαντος προθύμως πιών, “ἀλλ’εἴπερ ἐπ’ἀγαθοῖς, φησίν, ὦ παῖ, τὰ τῆσδέ σου τῆς διακονίας γέγονεν, διαφυγῆς μοι γενομένης τῶνδε τῶν δεσμῶν οὐκ ἂν βραδύνοιμι ἐλευθερίαν εἰσπρασσόμενός σοι παρὰ Γαΐου, ὃς καὶ δεσμώτῃ μοι γενομένῳ διακονεῖσθαι καθάπερ ἐν τῷ πρότερον καθεστηκότι σχήματι τῆς περὶ ἐμὲ ἀξιώσεως οὐκ ἐνέλιπες”. καὶ οὐκ ἐψεύσατο · 18.194ἐν ὑστέρῳ γὰρ βασιλεύσας τὸν Θαυμαστὸν μειζόνως ἐλεύθερόντε ἀφῆκε παρὰ Γαΐου Καίσαρος γεγονότος λαβὼν καὶ τῆς οὐσίας ἐπίτροπον καθίστησι, τελευτῶντε τῷ υἱεῖ Ἀγρίππᾳ καὶ Βερενίκῃ τῇ θυγατρὶ ἐπὶ τοῖς ὁμοίοις διακονησόμενον κατέλιπεν, ἐν τιμῇτε ὢν ταύτῃ γηραιὸς τελευτᾷ. καὶ ταῦτα μὲν ὕστερον. 18.195Ἀγρίππας δὲ τότε δεθεὶς εἱστήκει πρὸ τοῦ βασιλείου πρός τινι δένδρῳ κλιθεὶς ὑπὸ ἀθυμίας μετὰ πολλῶν οἳ ἐδέδεντο. καί τινος ὀρνέου καθίσαντος ἐπὶ τοῦ δένδρου, ᾧ Ἀγρίππας προσεκέκλιτο, βουβῶνα δὲ οἱ Ῥωμαῖοι τὸν ὄρνιν τοῦτον καλοῦσιν, τῶν δεσμωτῶν τις Γερμανὸς θεασάμενος ἤρετο τὸν στρατιώτην, ὅστις εἴη ὁ ἐν τῇ πορφυρίδι. 18.196καὶ μαθὼν μὲν Ἀγρίππαν ὄνομα αὐτῷ, Ἰουδαῖον δὲ τὸ γένος καὶ τῶν ἐκείνῃ ἀξιολογωτάτων, ἠξίωσεν τὸν συνδεδεμένον αὐτῷ στρατιώτην πλησίον ἐλθεῖν διὰ λόγων · βούλεσθαι γάρ τινα ἀμφὶ τῶν πατρίων ἔρεσθαι αὐτόν. 18.197καὶ τυχών, ἐπεὶ πλησίον ἵσταται, δι’ἑρμηνέως “ὦ νεανία, φησίν, καταχθεῖ μέν σε τὸ αἰφνίδιον τῆς μεταβολῆς πολλήντε οὕτως καὶ ἀθρόαν ἐπαγαγὸν τὴν τύχην, ἀπιστία δέ σοι λόγων, οἳ ἐπὶ διαφυγῇ κακοῦ τοῦ ἐφεστηκότος διαιροῖντο τοῦ θείου τὴν πρόνοιαν. 18.198ἴσθι γε μήν, θεοὺς τοὺς ἐμοὶ πατρῴους καὶ τοὺς τοῖσδε ἐγχωρίους, οἳ τόνδε ἐπρυτάνευσαν ἡμῖν τὸν σίδηρον, ἐπομνύμενος λέξω τὰ πάντα οὔτε ἡδονῇ γλωσσάργῳ διδοὺς τὸν ἐπ’αὐτοῖς λόγον οὔτε διακενῆς εὐθυμεῖν σε ἐσπουδακώς. 18.199αἱ γὰρ ἐπὶ τοιοῖσδε προαγορεύσεις ὑστερηκότος τοῦ ἀποδείξοντος ἔργου χαλεπωτέραν προστίθενται τὴν ἀχθηδόνα τοῦ μη δ’εἰ τὴν ἀρχὴν ἀκροάσαιτο αὐτῶν. ἀλλὰ καὶ τὸ ἐμὸν κινδύνοις παραβαλλόμενος δίκαιον ἡγησάμην σοι διασαφῆσαι τὴν προαγόρευσιν τῶν θεῶν. 18.200οὐκ ἔσθ’ὅπως οὐκ εὐθέως ἀπαλλαγήτέ σοι τῶνδε τῶν δεσμῶν παρέσται καὶ πρόοδος ἐπὶ μήκιστον ἀξιώματόςτε καὶ δυνάμεως, ζηλωτόςτε ἂν γένοιο πᾶσιν, οἳ νῦν δι’οἴκτου τὰς τύχας σου λαμβάνουσιν, εὐδαίμονάτε ἂν ποιοῖο τὴν τελευτὴν παισίν, οἷς ἔσῃ τὸν βίον καταλειπόμενος. μνημονεύειν δέ, ὁπότε εἰσαῦθις τὸν ὄρνιν θεάσαιο τοῦτον, πέντε ἡμέραις σοι τὴν τελευτὴν ἐσομένην. 18.201ταῦτα πεπράξεται μὲν ᾗπερ ἀποσημαίνει τοῦ θεοῦ τὸ ἐξαποστεῖλαν τουτονὶ τὸν ὄρνιν. προγνώσειτε αὐτῶν σύνεσιν τὴν παραγενομένην ἀποστερεῖν σε ἄδικον ἡγησάμην, ὅπως ἐπιστάμενος ἀγαθοῦ μέλλοντος λυσιτελεῖν ἐν ὀλίγῳ τὴν ἀχθηδόνα τοῦ παρόντος τιθοῖο. μνήμην δὲ ποιεῖσθαι εἰς χεῖράς σου παραγενομένου τοῦ εὐδαίμονος καὶ τοῦ καθ’ἡμᾶς διαφευξομένου δυστυχίαν, ᾗ τανῦν σύνεσμεν”. 18.202καὶ ὁ μὲν Γερμανὸς τοσάδε προειπὼν εἰς τοσόνδε ὦφλεν τῷ Ἀγρίππᾳ γέλωτα, ἐφ’ὅσον ἐν τοῖς ὕστερον κατεφάνη τεθαυμάσθαι ἄξιος. ἡ δὲ Ἀντωνία χαλεπῶς φέρουσα τοῦ Ἀγρίππου τὴν δυστυχίαν τὸ μὲν Τιβερίῳ περὶ αὐτοῦ διαλέγεσθαι ἐργωδέστερον ἑώρα καὶ ἄλλως ἐπ’ἀπράκτοις γενησόμενον, εὑρίσκετο δ’αὐτῷ παρὰ τοῦ Μάκρωνος στρατιωτῶντε μετρίων ἀνδρῶν οἳ παραφυλάξειαν αὐτὸν ἐν φροντίσιν καὶ ἑκατοντάρχου τοῦ ἐφεστηξομένουτε ἐκείνοις καὶ συνδέτου ἐσομένου, λουτράτε καθ’ἡμέραν συγκεχωρῆσθαι καὶ ἀπελευθέρων καὶ φίλων εἰσόδους τήντε ἄλλην ῥᾳστώνην, ἣ τῷ σώματι γένοιτ’ἄν. 18.204εἰσῄεσάντε ὡς αὐτὸν φίλοςτε Σίλας καὶ τῶν ἀπελευθέρων Μαρσύας καὶ Στοιχεὺς τροφὰς εἰσκομίζοντες αἷς ἔχαιρεν καὶ δι’ἐπιμελείας πάσης ἔχοντες, ἱμάτιάτε κομίζοντες ἐπὶ προσποιήσει πράσεως ὁπότε νὺξ γένοιτο ὑπεστρώνυσαν αὐτῷ συμπράξει τῶν στρατιωτῶν Μάκρωνος προειρηκότος · καὶ ταῦτα ἐπράσσετο ἐπὶ μῆνας ἕξ. καὶ τὰ μὲν κατὰ Ἀγρίππαν ἐν τούτοις ἦν. 18.205Τιβέριος δ’ἐπανελθὼν εἰς τὰς Καπρέας ἐμαλακίζετο τὰ μὲν πρῶτα μετρίως, ἐπιδούσης δ’εἰς τὸ μᾶλλον τῆς νόσου πονηρὰς ἔχων περὶ αὐτῷ τὰς ἐλπίδας Εὔοδον, ὃς ἦν αὐτῷ τιμιώτατος τῶν ἀπελευθέρων, κελεύει τὰ τέκνα προσαγαγεῖν πρὸς αὐτόν · χρῄζειν γὰρ ἀφικέσθαι σφίσι διὰ λόγων πρὶν ἢ τελευτᾶν. 18.206ἦσαν δ’αὐτῷ παῖδες γνήσιοι μὲν οὐκέτι · Δροῦσος γὰρ δὴ ὁ μόνος αὐτῷ γεγονὼς ἐτύγχανεν τεθνεώς · υἱὸς δὲ τούτου κατελείπετο Τιβέριος ἐπικαλούμενος Γέμελλος, Γάιόςτε Γερμανικοῦ παῖς, ἀδελφοῦ υἱὸς γεγονώς, νεανίαςτε ἤδη καὶ παιδείαν ἐκπεπονηκὼς ἐπὶ πλεῖστον εὐνοίᾳτε τοῦ δήμου τιμώμενος διὰ τὴν Γερμανικοῦ τοῦ πατρὸς ἀρετήν · 18.207ἐπὶ μέγιστον γὰρ δὴ οὗτος προῆλθεν παρὰ τοῖς πλήθεσι τιμῆς εὐσταθείᾳ τρόπου καὶ δεξιότητι τοῦ ὁμιλεῖν ἀνεπαχθὴς ὢν καὶ τὴν ἀξίωσιν κτώμενος τῷ βούλεσθαι ἴσος πᾶσιν εἶναι. 18.208ἐξ ὧν οὐ μόνον ὁ δῆμος καὶ ἡ βουλὴ μειζόνως ἦγον αὐτόν, ἀλλὰ καὶ τῶν ὑποτελῶν ἕκαστον ἐθνῶν, οἱ μὲν ὡμιληκότες ἁλισκόμενοι τῇ χάριτι τῆς ἐντεύξεως, οἱ δὲ πύστει τῆς ἐκείνων ἀφηγήσεως παραλαμβάνοντες. 18.209πένθοςτε αὐτοῦ τελευτήσαντος προυτέθη πᾶσιν οὐ θεραπείᾳ τῆς ἀρχῆς ἐπιψευδομένων τὴν συμφοράν, λύπῃ δὲ ἀληθεῖ οἰκειουμένων διὰ τὸ ἴδιον τυχεῖν ἑκάστοις τὴν μετάστασιν αὐτοῦ ὑπειλῆφθαι · 18.210οὕτως ἀνεπαχθῶς ὡμίλησε τοῖς ἀνθρώποις. ἐξ ὧν μέγα ὄφελος καὶ τῷ παιδὶ αὐτοῦ παρὰ πᾶσιν κατελέλειπτο τοῖςτε ἄλλοις καὶ μάλιστα τὸ στρατιωτικὸν ἦρτο, ἀρετὴν ἀριθμοῦντες τὸ περὶ τῆς ἀρχῆς ἐκείνῳ περιγενησομένης, εἰ δεήσει, καὶ τελευτᾶν. 18.211ὁ δὲ Τιβέριος Εὐόδῳ πρόσταγμα ποιησάμενος κατὰ τὴν ὑστεραίαν ὑπὸ τὴν ἕω εἰσαγαγεῖν τοὺς παῖδας εὔχεται τοῖς πατρίοις θεοῖς σημεῖόν τι πρόφαντον αὐτῷ δεῖξαι περὶ τοῦ τὴν ἡγεμονίαν διαδεξομένου, σπεύδων μὲν τῷ υἱεῖ τοῦ παιδὸς αὐτὴν καταλιπεῖν, μεῖζον δὲ δόξηςτε καὶ βουλήσεως τῆς αὐτοῦ πεπιστευκὼς τοῦ θεοῦ τὸ ἐπ’αὐτοῖς ἀποφανούμενον. 18.212οἰώνισμα δ’οὖν αὐτῷ προύκειτο, εἰς ἐκεῖνον ἥξειν τὴν ἡγεμονίαν, ὃς ἂν κατὰ τὴν ἐπιοῦσαν ἀφίκοιτο πρότερος πρὸς αὐτόν. ταῦτα διανοηθεὶς πέμπει παρὰ τοῦ υἱωνοῦ τὸν παιδαγωγὸν κελεύων ὑπὸ πρώτην ὥραν ἄγειν τὸν παῖδα ὡς αὐτόν, καταμελήσεσθαι στρατηγίας τὸν θεὸν ὑπολαμβάνων · ὁ δ’ἀντεψήφιζεν αὐτοῦ τὴν χειροτονίαν. 18.213ὁ μὲν δὴ ταῦτ’ἐνθυμησάμενος, ἐπεὶ τάχιστα ἡμέρα ἦν, κελεύει τὸν Εὔοδον εἰσκαλεῖν τῶν παίδων τὸν παρόντα πρότερον. ἐξελθὼν δ’ἐκεῖνος καὶ τὸν Γάιον πρὸ τοῦ δωματίου καταλαβών, ὁ γὰρ Τιβέριος οὐ παρῆν μετεώρου τῆς τροφῆς αὐτῷ γενομένης, ᾔδει δὲ οὐδὲν ὧν ἐβούλετο ὁ δεσπότης, “καλεῖ σε, φησίν, ὁ πατήρ”, καὶ εἰσήγαγεν αὐτόν. 18.214Τιβέριος δὲ ὡς θεᾶται Γάιον, τότε πρῶτον εἰς ἐπίνοιαν ἐλθὼν τοῦ θείου τῆς ἐξουσίας καὶ τὴν κατ’αὐτὸν ἡγεμονίαν παντελῶς ἀφῃρημένην ἐπικυροῦν οἷς ψηφίσαιτο δυνάμεως ἐκεῖθεν αὐτῷ μὴ παραγενομένης, πολλὰ δὴ κατολοφυράμενος αὑτὸν μὲν τοῦ ἐφ’οἷς προβουλεύσειε κυροῦν ἀφῃρημένου τὸ κράτος, Τιβέριον δὲ τὸν υἱωνόν, ὡς τῆςτε Ῥωμαίων ἀρχῆς ὁμοῦ διαμάρτοι καὶ τῆς σωτηρίας κεχρημένον διὰ τὸ ἐπ’ἄλλων κρειττόνων οὐκ ἀνεκτὸν εἰσηγησαμένω τὴν συναναστροφὴν κείσεσθαι τὴν σωτηρίαν αὐτῷ τοῦ συγγενοῦς μὴ ὠφελεῖν δυναμένου, φόβῳτε καὶ μίσει τοῦ ἐφεστηκότος χρησομένου πρὸς αὐτόν, τὰ μὲν ὡς προσεδρεύοντα τῇ ἀρχῇ, τὰ δὲ ὡς ἀντεπιβουλεύειν ὑπέρτε τῆς σωτηρίας καὶ τῆς ἀντιλήψεως τῶν πραγμάτων μὴ ἀφησόμενον. 18.216ἦν δὲ καὶ γενεθλιαλογίᾳ Τιβέριος μάλιστα προσκείμενος καὶ κατορθούμενα αὐτῇ μειζόνως τῶν εἰς τόδε ἀνακειμένων ἑκόντων τὸν βίον ἐξηγμένος. Γάλβαν οὖν ποτε θεασάμενος ὡς αὐτὸν εἰσιόντα φησὶ πρὸς τοὺς ἐπιτηδειοτάτους αὐτῷ, ὡς παραγίνοιτο ἀνὴρ τῇ Ῥωμαίων προτιμησόμενος ἡγεμονίᾳ. 18.217τάτε πάντα μαντειῶν ὁπόσα ἐχόμενα πιθανὰ ἡγούμενος ἡγεμόνων μάλιστα ἀνὴρ οὗτος ὑπὸ τοῦ ἐπαληθείοντος αὐτῶν ἐπὶ τοῖς πράγμασιν ἐχρῆτο αὐταῖς. 18.218καὶ τότε ἐν χαλεποῖς ἦν συντυχίᾳ τοῦ γεγονότος, ὡς ἐπ’ἀπολωλότι τῷ υἱεῖ τοῦ παιδὸς ἀχθεινῶς διατιθέμενος καὶ κατάμεμψιν αὐτοῦ ποιούμενος τοῦ κατὰ τὴν οἰώνισιν προμηθοῦς · παρὸν γὰρ αὐτῷ λύπης ἀπηλλαγμένῳ τελευτᾶν ἀμαθίᾳ τῶν ἐσομένων, διατρίβεσθαι τῷ προεγνωκὼς τὴν ἐσομένην δυστυχίαν τῶν φιλτάτων τελευτᾶν. 18.219καίπερ δὲ συντεταραγμένος τῇ παρὰ δόξαν τῆς ἀρχῆς εἰς οὓς οὐκ ἤθελεν περιόδῳ, ἄκων δὲ καὶ μὴ βουλόμενος φησὶ γοῦν πρὸς τὸν Γάιον · “ὦ παῖ, καίπερ μοι συγγενεστέρου Τιβερίου ἢ κατὰ σὲ ὄντος δόξῃτε τῇ ἐμαυτοῦ καὶ τῷ ὁμοψήφῳ ἐπ’αὐτῇ τῶν θεῶν σοὶ φέρων ἐγχειρίζω τὴν Ῥωμαίων ἡγεμονίαν. 18.220ἀξιῶ δέ σε μηδὲν ἀμνημονεῖν ὁμιλήσαντα αὐτῇ μήτ’εὐνοίας τῆς ἐμῆς, ὃς εἰς τοσόνδε ἀξιώματος καθίστημι μέγεθος, μήτε τοῦ πρὸς Τιβέριον συγγενοῦς, ἀλλ’ἐπιστάμενον, ὡς σύντε τοῖς θεοῖς καὶ μετ’αὐτοὺς τοιῶνδέ σοι κατασταίην ἀγαθῶν ποριστής, ἀμείβεσθαί μου τὸ ἐπ’αὐτοῖς πρόθυμον καὶ ἅμα Τιβερίου φροντίζειν διὰ τὴν συγγένειαν, ἄλλωςτε γινώσκειν, ὡς τεῖχός σοι καὶ τῆς ἀρχῆς ὁμοῦ καὶ τῆς σωτηρίας περιὼν γίνοιτο ἂν Τιβέριος, φροίμιον δὲ τοῦ δυστυχοῦς μεθιστάμενος. 18.222αἵτε γὰρ μονώσεις ἐπικίνδυνοι τοῖς εἰς τηλικούτων πραγμάτων ὄγκον καταστᾶσιν καὶ θεοῖς οὐκ ἀτιμώρητα ὁπόσα παρὰ δίκην πρασσόμενα ἀφανίζοι τοῦ νόμου τὸ ἑτέρως πράσσειν παρακαλοῦν”. ταῦτα μὲν ὁ Τιβέριος ἔλεγεν, οὐ μὴν πιθανὸς ἦν Γαΐῳ καίπερ ὑπισχνουμένῳ, ἀλλὰ καταστὰς εἰς τὴν ἀρχὴν τόντε Τιβέριον μαντείαις ἀναιρεῖ ταῖς ἐκείνου κα- καὐτὸς ἐπιβουλῶν ἐπ’αὐτὸν συντεθεισῶν μετ’οὐ πολὺ τελευτᾷ. 18.224Τιβέριος δὲ τὸν Γάιον ἀποδείξας διάδοχον τῆς ἡγεμονίας ὀλίγας ἐπιβιοὺς ἡμέρας ἔθανεν σχὼν αὐτὸς τὴν ἀρχὴν ἡμέρας τρεῖς καὶ πέντε μῆνας πρὸς ἐνιαυτοῖν δυοῖν καὶ εἴκοσι. Γάιος δὲ ἦν αὐτοκράτωρ τέταρτος. 18.225Ῥωμαίοις δ’ἦν μὲν πύστις τῆς Τιβερίου τελευτῆς εὐφραίνοντότε τῷ ἀγαθῷ τῆς ἀγγελίας, οὐ μὴν πιστεύειν γε θάρσος ἦν αὐτοῖς, οὐ τῷ μὴ βούλεσθαι, πρὸ πολλῶν γὰρ ἂν ἐτίμησαν χρημάτων τὸ ἐπαληθεῦσαν τῶν λόγων, δέει δὲ μὴ ψευδοῦς τῆς ἀγγελίας γενομένης προεξαναστάντες ἐπὶ δηλώσει τοῦ αὐτῶν χάρματος εἶτ’ἀπολλύοιντο διαβολῆς αὐτῶν γενομένης · 18.226πλεῖστα γὰρ ἀνὴρ εἷς οὗτος Ῥωμαίων τοὺς εὐπατρίδας εἰργάσατο δεινὰ δυσόργητος ἐπὶ πᾶσιν ὢν καὶ ἀνήκεστος εἰς τὸ ἐργάζεσθαι καταστάς, εἰ καὶ χωρὶς λόγου τὴν αἰτίαν ἐπανέλοιτο τοῦ μισεῖν, καὶ ἐπὶ πᾶσι μὲν οἷς κρίνοιεν ἐξαγριοῦν φύσιν ἔχων, εἰς θάνατον δὲ καὶ τῶν κουφοτάτων ἀνατιθεὶς τὴν ζημίαν. 18.227ὥστε ἡδονῇ τοῦ ἐπ’αὐτῷ λόγου φέροντος τὴν ἀκρόασιν εἰς ὅσον ἐβούλοντο ἀπολαύσματι χρῆσθαι ἐπεκεκώλυντο δείμασι κακῶν, ἃ προεωρᾶτο ψευσθεῖσι τῆς ἐλπίδος. 18.228Μαρσύας δὲ τοῦ Ἀγρίππου ὁ ἀπελεύθερος πυθόμενος τοῦ Τιβερίου τὴν τελευτὴν ὠθεῖτο δρομαῖος τὸν Ἀγρίππαν εὐαγγελιούμενος, καὶ καταλαβὼν ἐν ἐξόδοις ὄντα εἰς τὸ βαλανεῖον συννεύσας πρὸς αὐτὸν γλώσσῃ τῇ Ἑβραίων “τέθνηκεν ὁ λέων” φησίν. 18.229ὁ δὲ σύνεσίντε τοῦ λόγου ποιησάμενος καὶ χάρματι τῷ ἐπ’αὐτῷ περιενεχθείς “ἀλλά σοι τῶν ἁπάντων καὶ τῆς ἐπὶ τῷδε εὐαγγελίας χάριτες ἐν ἐμοὶ παντοῖαι γίνοιντο, μόνον ἀληθῆ τὰ λεγόμενα εἴη”. καὶ ὁ ἑκατοντάρχης, ὅσπερ τῇ φυλακῇ ἐφειστήκει τοῦ Ἀγρίππου, θεώμενος τήντε σπουδὴν μεθ’οἵας ὁ Μαρσύας ἀφίκετο καὶ τὸ ἐκ τῶν λόγων χάρμα τῷ Ἀγρίππᾳ συνελθόν, ὑποτοπήσας καίνωσίν τινα γεγονέναι τῶν λόγων ἤρετό σφας περὶ τοῦ λόγου τοῦ ἐφεστηκότος. 18.231οἱ δὲ τέως μὲν παρέτρεπον, ἐγκειμένῳ δὲ ἀποσημαίνει ὁ Ἀγρίππας, ἤδη γὰρ φίλος ἦν, μηδὲν ἐνδοιάσας. ὁ δὲ ἐκοινοῦτότε τὴν ἡδονὴν τοῦ λόγου διὰ τὸ εἰς ἀγαθὰ τῷ Ἀγρίππᾳ φέρειν προυτίθειτε αὐτῷ δεῖπνον. εὐωχουμένων δ’αὐτῶν καὶ τοῦ πότου προϊόντος παρῆν τις λέγων ζῆντε τὸν Τιβέριον καὶ ὀλίγων ἡμερῶν ἐπανήξειν εἰς τὴν πόλιν. 18.232καὶ ὁ ἑκατοντάρχης δεινῶς θορυβηθεὶς τῷ λόγῳ διὰ τὸ εἰς θάνατον ἀνακείμενα πεπραχέναι δεσμώτῃτε καὶ ἐπ’ἀγγελίᾳ θανάτου αὐτοκράτορος συνδιῃτῆσθαι μετὰ χάρματος, ἀπωθεῖταίτε τὸν Ἀγρίππαν τοῦ κλινιδίου καί “ἦπου, φησίν, λήσειν με ὑπονοεῖς θάνατον τοῦ αὐτοκράτορος κατεψευσμένος, ἀλλ’οὐ κεφαλῇ τῇ σῇ τοῦτον ἀναμαξόμενος τὸν λόγον”; 18.233ταῦτα εἰπὼν κελεύει δῆσαι τὸν Ἀγρίππαν λελυκὼς πρότερον αὐτὸν φυλακήντε ἀκριβεστέραν αὐτοῦ ἢ πρότερον καθίσταται. καὶ νύκτα μὲν ἐκείνην ὁ Ἀγρίππας ἐν τοιούτοις ἦν τοῖς κακοῖς. 18.234τῇ δὲ ὑστεραίᾳ λόγοςτε πλείων ἦν κατὰ τὴν πόλιν ἰσχυριζόμενος ἐπὶ τῇ τελευτῇ τοῦ Τιβερίου, ἐθάρρουντε οἱ ἄνθρωποι φανερῶς ἤδη θροεῖν καί τινες καὶ θυσίας ἐπετέλουν, ἐπιστολαίτε ἀφίκοντο παρὰ τοῦ Γαΐου, ἡ μὲν πρὸς τὴν σύγκλητον τοῦ Τιβερίου διασαφοῦσα τὴν τελευτὴν καὶ τὴν αὐτοῦ παράληψιν τῆς ἡγεμονίας γενομένην, ἡ δὲ πρὸς Πείσωνα τὸν φύλακα τῆς πόλεως τοῦτότε ἀγορεύουσα, καὶ τὸν Ἀγρίππαν ἐκέλευεν ἐκ τοῦ στρατοπέδου μεταστῆσαι εἰς τὴν οἰκίαν, ἐν ᾗ πρότερον ἢ δεθῆναι δίαιταν εἶχεν. 18.235τότε ἐν θάρσει λοιπὸν ἦγεν τὰ περὶ αὐτῆς · φυλακὴ μὲν γὰρ καὶ τήρησις ἦν, μετὰ μέντοι ἀνέσεως τῆς εἰς τὴν δίαιταν. 18.236Γάιος δὲ ὡς ἐπὶ Ῥώμης παρῆν ἄγων τοῦ Τιβερίου τὸ σῶμα, ταφάςτε αὐτοῦ ποιεῖται πολυτελεῖς νόμοις τοῖς πατρίοις, Ἀγρίππαντε αὐθημερὸν λύειν ὄντα πρόθυμον κώλυμα Ἀντωνία ἦν οὔ τι μίσει τῷ πρὸς τὸν δεδεμένον προμηθείᾳ δὲ τοῦ Γαΐου εὐπρεποῦς, μὴ δόξαν ἀπάγοιτο ἡδονῇ δεχομένου τὴν Τιβερίου τελευτὴν ἄνδρα ὑπ’ἐκείνου δεδεμένον λύων ἐκ τοῦ ὀξέος. 18.237διελθουσῶν μέντοι οὐ πολλῶν ἡμερῶν μεταπεμψάμενος αὐτὸν εἰς τὸν οἶκον ἀποκείρειτε αὐτὸν καὶ μεταμφιέννυσιν, εἶτα δὲ τὸ διάδημα περιτίθησιν τῇ κεφαλῇ καὶ βασιλέα καθίστησιν αὐτὸν τῆς Φιλίππου τετραρχίας δωρησάμενος αὐτῷ καὶ τὴν Λυσανίου τετραρχίαν, ἀλλάττειτε σιδηρᾷ ἁλύσει χρυσῆν ἰσόσταθμον. ἱππάρχην δὲ ἐπὶ τῆς Ἰουδαίας ἐκπέμπει Μάρυλλον. 18.238δευτέρῳ δὲ ἔτει τῆς Γαΐου Καίσαρος ἡγεμονίας Ἀγρίππας ἠξίου συγχώρησιν αὐτῷ γενέσθαι πλεύσαντι τήντε ἀρχὴν καταστήσασθαι καὶ τὰ ἄλλα εἰς δέον οἰκονομησαμένῳ ἐπανιέναι. 18.239καὶ συγχωροῦντος τοῦ αὐτοκράτορος παρῆν παρ’ἐλπίδαςτε ὤφθη πᾶσι βασιλεὺς πολλήντε τῆς τύχης ἐπεδείκνυεν ἐπὶ τοῖς ἀνθρώποις τὴν ἐξουσίαν τοῖς θεωροῦσιν ἐκ λογισμῶν ἀπορίαςτε τῆς πρότερον καὶ τοῦ ἐν τῷ παρόντι εὐδαίμονος. καὶ οἱ μὲν ἐμακάριζον τοῦ μὴ διαμαρτίᾳ χρησαμένου τῶν ἐλπίδων, οἱ δ’ἐν ἀπιστίᾳ περὶ τῶν γεγονότων ἦσαν. 18.240Ἡρωδιὰς δὲ ἡ ἀδελφὴ τοῦ Ἀγρίππου συνοικοῦσα Ἡρώδῃ, τετράρχης δὲ οὗτος ἦν Γαλιλαίας καὶ Περαίας, φθόνῳ τα- τἀδελφοῦ τὴν ἐξουσίαν ἐδέχετο ὁρῶσα ἐν πολὺ μείζονι ἀξιώματι γεγενημένον ἀνδρὸς τοῦ αὐτῆς, διὰ τὸ φυγῇ μὲν ποιήσασθαι τὴν ἔξοδον διαλῦσαι τὰ χρέα μὴ δυνάμενον, κάθοδον δὲ μετ’ἀξιώματος καὶ οὕτως πολλοῦ τοῦ εὐδαίμονος. 18.241ἐλυπεῖτο οὖν καὶ βαρέως ἔφερεν τῇ ἐπὶ τοσοῦτον αὐτοῦ μεταβολῇ, καὶ μάλιστα ὁπότε θεάσαιτο μετὰ τῶν εἰωθότων παρασήμων τῆς βασιλείας ἐπιφοιτῶντάτε τοῖς πλήθεσιν, ἐπικρύπτεσθαι οὐκ ἠνείχετο τὴν δυστυχίαν τοῦ φθόνου, ἀλλὰ τὸν ἄνδρα ἐξῆρεν κελεύουσα ἐπὶ τῆς Ῥώμης πλεῖν ἐπὶ μνηστείᾳ τῶν ἴσων · 18.242οὐ δὲ γὰρ ἀνεκτὸν εἶναι σφίσι τὸ ζῆν, εἰ Ἀγρίππας Ἀριστοβούλου μὲν υἱὸς ὢν θανεῖν ὑπὸ τοῦ πατρὸς κατεγνωσμένου, πενίᾳ δὲ ἀπόρῳ συνιών, ὡς τελέως αὐτῷ ἐπικουφίζεσθαι τα- τἀναγκαῖα τοῦ ἐφ’ἡμέρας, φυγῇ δὲ τῶν δεδανεικότων τὸν πλοῦν πεποιημένος ἐπανεληλύθοι βασιλεύς, αὐτὸς δέ γε ὢν παῖς βασιλέως καὶ τοῦ συγγενοῦς τῆς ἀρχῆς καλοῦντος αὐτὸν ἐπὶ μεταποιήσει τῶν ἴσων καθέζοιτο ἀγαπῶν ἐν ἰδιωτείᾳ διαβιοῦν. 18.243“ἀλλ’εἰ καὶ πρότερόν γε, Ἡρώδη, μηδὲν ἐλύπει σε τὸ ἐν ἐλάσσονι τιμῇ πατρὸς οὗ γέγονας εἶναι, νῦν γοῦν ὀρέχθητι συγγενοῦς ἀξιώματος μη δὲ ὑπόμενε ἡσσᾶσθαι προύχοντι τιμῆς ἀνδρὶ πλοῦτον τεθεραπευκότι τὸν σόν, μη δὲ πενίαν ἀποφήνῃς τὴν ἐκείνου τῆς ἡμετέρας εὐπορίας ἀρετῇ μᾶλλον χρῆσθαι δυναμένην, μη δὲ δευτερεύειν ἀνεπαίσχυντον ἡγοῦ τῶν χθέςτε καὶ πρῴην ἐλέῳ τῷ σῷ διαβεβιωκότων. 18.244ἀλλ’ἐπὶ τῆς Ῥώμης ἴωμεν, καὶ μήτε πόνου φειδώ τις ἔστω μήτε ἀργυρίου δαπάνης καὶ χρυσίου, διὰ τὸ μὴ ἐπ’οὐδαμινοῖς ἐν βελτίοσιν γενέσθαι τὴν τήρησιν αὐτῶν ἀναλώσεως τῆς ἐπὶ κτήσει βασιλείας ἐσομένης”. 18.245ὁ δὲ τέως μὲν ἀπεμάχετο ἀγαπῶν τὴν ἡσυχίαν καὶ τῆς Ῥώμης τὸν ὄχλον δι’ὑποψίας λαμβάνων ἀναδιδάσκειντε αὐτὴν ἐπειρᾶτο, ἡ δ’ἐφ’ὅσον ἐξαναχωροῦντα ἑώρα μειζόνως ἐπέκειτο κελεύουσα μὴ ἀνιέναι πάντα πράσσειν ἐπὶ τῇ βασιλείᾳ. 18.246καὶ πέρας οὐκ ἀνῆκεν ἕως ἐξενίκησεν αὐτὸν ὁμογνώμονα αὐτῇ ἀκουσίως γενέσθαι διὰ τὸ μὴ εἶναι ἄλλως ἀποφυγεῖν αὐτῆς τὸ ἐπὶ τοιούτοις ψηφισάμενον, παρασκευασάμενόςτε ὡς ἐνῆν πολυτελῶς καὶ φειδοῖ μηδενὸς χρώμενος ἀνήγετο ἐπὶ τῆς Ῥώμης ἅμα καὶ τὴν Ἡρωδιάδα ἀγόμενος. 18.247Ἀγρίππας δὲ τήντε διάνοιαν αὐτῶν καὶ τὴν παρασκευὴν αἰσθόμενος καὶ αὐτὸς παρεσκευάζετο, ἐπείτε ἐκπεπλευκότας ἀκούει, πέμπει καὶ αὐτὸς ἐπὶ τῆς Ῥώμης Φορτουνᾶτον αὐτοῦ τῶν ἀπελευθέρων δῶράτε κομίζοντα τῷ αὐτοκράτορι καὶ ἐπιστολὰς κατὰ τοῦ Ἡρώδου τὰ δὲ καὶ αὐτὸν διδάξοντα ᾗ καιρὸς τὸν Γάιον. 18.248ὁ δὲ ἐπαναχθεὶς τοῖς ἀμφὶ τὸν Ἡρώδην καὶ δεξιῷ χρησάμενος τῷ πλῷ τοσόνδε ἀπελίπετο τοῦ Ἡρώδου, ὥστε τὸν μὲν ἐντυχεῖν Γαΐῳ, ὁ δὲ ἐπικατάγεται καὶ τὰς ἐπιστολὰς ἀπεδίδου. καὶ προσέπλευσαν ἀμφότεροι Δικαιαρχείᾳ καὶ τὸν Γάιον ἐν Βαΐαις λαμβάνουσιν. 18.249πολύδριον δ’ἐστὶ καὶ τοῦτο τῆς Καμπανίας ὅσον ἀπὸ σταδίων πέντε τῆς Δικαιαρχείας κείμενον, βασίλειοίτέ εἰσιν οἰκήσεις αὐτόθι πολυτελέσι κεχρημέναι κατασκευαῖς φιλοτιμηθέντος τῶν αὐτοκρατόρων ἑκάστου τοὺς προγεγονότας ὑπερβάλλεσθαι, λουτράτε παρέχεται τὸ χωρίον θερμὰ γῆθεν αὐτόματα ἀνιέντα ἀγαθὰ ἐπίτε ἰάσει τοῖς χρωμένοις καὶ ἄλλως τῷ ἀνειμένῳ τῆς διαίτης συμφέροντα. 18.250Γάιος δὲ ἅματε προσαγορεύων τὸν Ἡρώδην, πρῶτον δὲ αὐτῷ ἐνετύγχανεν, ἅματε τοῦ Ἀγρίππου τὰς ἐπιστολὰς ἐπιὼν ἐπὶ κατηγορίᾳ τῇ ἐκείνου συγκειμένας, κατηγόρει δὲ αὐτοῦ ὁμολογίαν πρὸς Σηιανὸν κατὰ τῆς Τιβερίου ἀρχῆς καὶ πρὸς Ἀρτάβανον τὸν Πάρθον ἐπὶ τοῦ παρόντος κατὰ τῆς Γαΐου ἀρχῆς, παράδειγμάτε ἦν αὐτῷ τοῦ λόγου μυριάσιν ἑπτὰ ὁπλιτῶν ἀρκέσουσα κατασκευὴ ἐν ταῖς Ἡρώδου ὁπλοθήκαις ἀποκειμένη, ἐκινεῖτότε ὑπὸ τῶν εἰρημένων καὶ ἤρετο τὸν Ἡρώδην, εἰ ἀληθὴς ὁ περὶ τῶν ὅπλων λόγος. 18.252τοῦ δέ, οὐ γὰρ ἦν ἕτερα εἰπεῖν διὰ τὸ ἀντιφθέγξασθαι τὴν ἀλήθειαν, εἰπόντος εἶναι τὰ ὅπλα, πιστὰ ἡγούμενος εἶναι τὰ ἐπὶ τῇ ἀποστάσει κατηγορούμενα, τὴν τετραρχίαν ἀφελόμενος αὐτὸν προσθήκην τῇ Ἀγρίππου βασιλείᾳ ποιεῖται καὶ τὰ χρήματα ὁμοίως τῷ Ἀγρίππᾳ δίδωσιν, αὐτὸν δὲ φυγῇ ἀιδίῳ ἐζημίωσεν ἀποδείξας οἰκητήριον αὐτοῦ Λούγδουνον πόλιν τῆς Γαλλίας. 18.253Ἡρωδιάδα δὲ μαθὼν Ἀγρίππου ἀδελφὴν οὖσαν τάτε χρήματα ἐδίδου ὁπόσα ἐκείνῃ ἰδίᾳ ἦν καὶ τοῦ μὴ κοινωνεῖν νομίσας τῷ ἀνδρὶ τῆς συμφορᾶς τεῖχος αὐτῇ τὸν ἀδελφὸν ἔλεγεν. 18.254ἡ δέ “ἀλλὰ σὺ μέν, αὐτόκρατορ, εἶπεν, μεγαλοφρόνωςτε καὶ ἀξιώματι τῷ σαυτοῦ πρεπόντως τάδε λέγεις, κώλυμα δέ μοί ἐστιν χρῆσθαί σου τῇ χάριτι τῆς δωρεᾶς εὔνοια ἡ πρὸς τὸν γεγαμηκότα, οὗ κοινωνόν με τῆς εὐδαιμονίας γενομένην οὐ δίκαιον ἐγκαταλιπεῖν τὸ ἐπὶ ταῖς τύχαις καθεσταμένον”. 18.255ὁ δὲ ὀργῇ τοῦ μεγαλόφρονος αὐτὴν ποιησάμενος συνήλαυνεν καὶ αὐτὴν τῷ Ἡρώδῃ καὶ τὴν οὐσίαν αὐτῆς τῷ Ἀγρίππᾳ δίδωσιν. Ἡρωδιάδι μὲν δὴ φθόνου τοῦ πρὸς τὸν ἀδελφὸν καὶ Ἡρώδῃ γυναικείων ἀκροασαμένῳ κουφολογιῶν δίκην ταύτην ἐπετίμησεν ὁ θεός. 18.256Γάιος δὲ τὸν μὲν πρῶτον ἐνιαυτὸν καὶ τὸν ἑξῆς πάνυ μεγαλοφρόνως ἐχρῆτο τοῖς πράγμασιν καὶ μέτριον παρέχων αὑτὸν εἰς εὔνοιαν πολλὴν προυχώρει παράτε Ῥωμαίοις αὐτοῖς καὶ τοῖς ὑπηκόοις. προϊὼν δ’ἐξίστατο τοῦ ἀνθρωπίνως φρονεῖν ὑπὸ μεγέθους τῆς ἀρχῆς ἐκθειάζων ἑαυτὸν καὶ τὰ πάντα ἐπ’ἀτιμίᾳ τοῦ θείου πολιτεύειν ἦρτο. 18.257καὶ δὴ στάσεως ἐν Ἀλεξανδρείᾳ γενομένης Ἰουδαίωντε οἳ ἐνοικοῦσι καὶ Ἑλλήνων τρεῖς ἀφ’ἑκατέρας τῆς στάσεως πρεσβευταὶ αἱρεθέντες παρῆσαν ὡς τὸν Γάιον. καὶ ἦν γὰρ τῶν Ἀλεξανδρέων πρέσβεων εἷς Ἀπίων, ὃς πολλὰ εἰς τοὺς Ἰουδαίους ἐβλασφήμησεν ἄλλατε λέγων καὶ ὡς τῶν Καίσαρος τιμῶν περιορῷεν · 18.258πάντων γοῦν ὁπόσοι τῇ Ῥωμαίων ἀρχῇ ὑποτελεῖς εἶεν βωμοὺς τῷ Γαΐῳ καὶ νεὼς ἱδρυμένων τάτε ἄλλα πᾶσιν αὐτὸν ὥσπερ τοὺς θεοὺς δεχομένων, μόνους τούσδε ἄδοξον ἡγεῖσθαι ἀνδριᾶσι τιμᾶν καὶ ὅρκιον αὐτοῦ τὸ ὄνομα ποιεῖσθαι. 18.259πολλὰ δὲ καὶ χαλεπὰ Ἀπίωνος εἰρηκότος, ὑφ’ὧν ἀρθῆναι ἤλπιζεν τὸν Γάιον καὶ εἰκὸς ἦν, Φίλων ὁ προεστὼς τῶν Ἰουδαίων τῆς πρεσβείας, ἀνὴρ τὰ πάντα ἔνδοξος Ἀλεξάνδρουτε τοῦ ἀλαβάρχου ἀδελφὸς ὢν καὶ φιλοσοφίας οὐκ ἄπειρος, οἷόςτε ἦν ἐπ’ἀπολογίᾳ χωρεῖν τῶν κατηγορημένων. διακλείει δ’αὐτὸν Γάιος κελεύσας ἐκποδὼν ἀπελθεῖν, περιοργήςτε ὢν φανερὸς ἦν ἐργασόμενός τι δεινὸν αὐτούς. 18.260ὁ δὲ Φίλων ἔξεισι περιυβρισμένος καί φησι πρὸς τοὺς Ἰουδαίους, οἳ περὶ αὐτὸν ἦσαν, ὡς χρὴ θαρρεῖν, Γαΐου λόγῳ μὲν αὐτοῖς ὠργισμένου, ἔργῳ δὲ ἤδη τὸν θεὸν ἀντιπαρεξάγοντος. 18.261Γάιος δὲ ἐν δεινῷ φέρων εἰς τοσόνδε ὑπὸ Ἰουδαίων περιῶφθαι μόνων πρεσβευτὴν ἐπὶ Συρίας ἐκπέμπει Πετρώνιον διάδοχον Οὐιτελλίῳ τῆς ἀρχῆς, κελεύων χειρὶ πολλῇ εἰσβαλόντι εἰς τὴν Ἰουδαίαν, εἰ μὲν ἑκόντες δέχοιντο, ἱστᾶν αὐτοῦ ἀνδριάντα ἐν τῷ ναῷ τοῦ θεοῦ, εἰ δ’ἀγνωμοσύνῃ χρῷντο, πολέμῳ κρατήσαντα τοῦτο ποιεῖν. 18.262καὶ Πετρώνιος Συρίαν παραλαβὼν ἠπείγετο διακονεῖσθαι ταῖς ἐπιστολαῖς τοῦ Καίσαρος, συμμαχίαντε πλείστην ὅσην ἠδύνατο ἀθροίσας καὶ τάγματα δύο τῆς Ῥωμαίων δυνάμεως ἄγων ἐπὶ Πτολεμαΐδος παρῆν αὐτόθι χειμάσων ὡς πρὸς ἔαρ τοῦ πολεμεῖν οὐκ ἀφεξόμενος, καὶ πρὸς τὸν Γάιον ἔγραφεν περὶ τῶν ἐπεγνωσμένων. ὁ δὲ ἐπῄνει τῆς προθυμίας αὐτὸν καὶ ἐκέλευεν μὴ ἀνιέναι πολεμεῖν δὲ μὴ πειθομένοις ἐντεταμένως. 18.263Ἰουδαίων δὲ πολλαὶ μυριάδες παρῆσαν ὡς τὸν Πετρώνιον εἰς Πτολεμαΐδα κατὰ δεήσεις μηδὲν ἐπὶ παρανομίᾳ σφᾶς ἐπαναγκάζειν καὶ παραβάσει τοῦ πατρίου νόμου. 18.264“εἰ δέ σοι πάντως πρόκειται τὸν ἀνδριάντα φέρειν καὶ ἱστᾶν, ἡμᾶς αὐτοὺς πρότερον μεταχειρισάμενος πρᾶσσε τὰ δεδογμένα · οὐ δὲ γὰρ δυνάμεθα περιόντες θεωρεῖν πράγματα ἡμῖν ἀπηγορευμένα ἀξιώματίτε τοῦ νομοθέτου καὶ προπατόρων τῶν ἡμετέρων τῶν εἰς ἀρετὴν ἀνήκειν αὐτὰ κεχειροτονηκότων”. Πετρώνιος δὲ ὀργὴν λαβὼν εἶπεν · 18.265“ἀλλ’εἰ μὲν αὐτοκράτωρ ὢν βουλεύμασι χρῆσθαι τοῖς ἐμαυτοῦ τάδε πράσσειν ἐπενόουν, κα- κἂν δίκαιος ἦν ὑμῖν πρός με οὗτος ὁ λόγος. νυνὶ δέ μοι Καίσαρος ἐπεσταλκότος πᾶσα ἀνάγκη διακονεῖσθαι τοῖς ἐκείνῳ προανεψηφισμένοις διὰ τὸ εἰς ἀνηκεστοτέραν φέρειν ζημίαν τὴν παρακρόασιν αὐτῶν”. “ἐπεὶ τοίνυν οὕτως φρονεῖς, ὦ Πετρώνιε, φασὶν οἱ Ἰουδαῖοι, ὡς μὴ ἂν ἐπιστολὰς τὰς Γαΐου παρελθεῖν, οὐ δ’ἂν αὐτοὶ παραβαίημεν τοῦ νόμου τὴν προαγόρευσιν θεοῦ πεισθέντες ἀρετῇ καὶ προγόνων πόνοις τῶν ἡμετέρων εἰς νῦν ἀπαράβατοι μεμενηκότες, οὐ δ’ἂν τολμήσαιμεν ἐπὶ τοσοῦτον κακοὶ γενέσθαι, ὥστε ὁπόσα ἐκείνῳ δόξειεν μὴ πρασσόμενα ἀγαθοῦ ῥοπὴν ἡμῖν φέρειν αὐτοὶ παραβαίνειν ποτ’ἂν θάνατον φοβηθέντες. 18.267ὑπομενοῦμεν δὲ εἰς τύχας ἰόντες ἐπὶ φυλακῇτε πατρίων καὶ κινδυνεύειν προθεμένοις ἐλπίδα οὖσαν ἐξεπιστάμενοι κα- κἂν περιγενέσθαι διάτε τοῦ θεοῦ τὸ στησόμενον μεθ’ἡμῶν ἐπὶ τιμῇτε τῇ ἐκείνου τὰ δεινὰ ὑποδεχομένων καὶ τῆς τύχης τὸ ἐπ’ἀμφότερα φιλοῦν τοῖς πράγμασι παρατυγχάνειν, ἐκ δὲ τοῦ σοὶ πείθεσθαι πολλὴν μὲν λοιδορίαν τοῦ ἀνάνδρου προσκεισομένην ὡς δι’αὐτὸ παράβασιν τοῦ νομίμου προσποιουμένοις, καὶ ἅμα πολλὴν ὀργὴν τοῦ θεοῦ, ὃς καὶ παρὰ σοὶ δικαστῇ γένοιτ’ἂν βελτίων Γαΐου”. 18.269καὶ ὁ Πετρώνιος ἐκ τῶν λόγων θεασάμενος δυσνίκητον αὐτῶν τὸ φρονοῦν καὶ μὴ ἂν ἀμαχεὶ δύναμιν αὐτῷ γενέσθαι διακονήσασθαι Γαΐῳ τὴν ἀνάθεσιν τοῦ ἀνδριάντος πολὺν δὲ ἔσεσθαι φόνον, τούςτε φίλους ἀναλαβὼν καὶ θεραπείαν, ἣ περὶ αὐτὸν ἦν, ἐπὶ Τιβεριάδος ἠπείγετο χρῄζων κατανοῆσαι τῶν Ἰουδαίων τὰ πράγματα ὡς ἔχοι. 18.270καὶ Ἰουδαῖοι μέγαν ἡγούμενοι τὸν ἐκ τοῦ πρὸς Ῥωμαίους πολέμου κίνδυνον, πολὺ μείζονα δὲ κρίνοντες τὸν ἐκ τοῦ παρανομεῖν, αὖθις πολλαὶ μυριάδες ὑπηντίαζον Πετρώνιον εἰς τὴν Τιβεριάδα γενόμενον, καὶ ἱκετείᾳ χρώμενοι μηδαμῶς εἰς ἀνάγκας τοιαύτας αὐτοὺς καθιστᾶν μη δὲ μιαίνειν ἀνδριάντος ἀναθέσει τὴν πόλιν, “πολεμήσετε ἄρα Καίσαρι, Πετρώνιος ἔφη, μήτε τὴν ἐκείνου παρασκευὴν λογιζόμενοι μήτε τὴν ὑμετέραν ἀσθένειαν”; 18.271οἱ δ’“οὐδαμῶς πολεμήσαιμεν, ἔφασαν, τεθνηξόμεθα δὲ πρότερον ἢ παραβῆναι τοὺς νόμους”. ἐπίτε τὰ πρόσωπα κείμενοι καὶ τὰς σφαγὰς προδεικνύντες ἕτοιμοι κτιννύεσθαι ἔλεγον εἶναι. 18.272καὶ ταῦτ’ἐπράσσετο ἐπὶ ἡμέρας τεσσαράκοντα, καὶ τοῦ γεωργεῖν ἀπερίοπτοι τὸ λοιπὸν ἦσαν καὶ ταῦτα τῆς ὥρας οὔσης πρὸς σπόρῳ, πολλήτε ἦν προαίρεσις αὐτοῖς καὶ τοῦ θνήσκειν ἐπιθυμίας πρόθεσις, ἢ τὴν ἀνάθεσιν θεάσασθαι τοῦ ἀνδριάντος. 18.273ἐν τούτοις ὄντων τῶν πραγμάτων Ἀριστόβουλος ὁ Ἀγρίππου τοῦ βασιλέως ἀδελφὸς καὶ Ἑλκίας ὁ μέγας ἄλλοιτε οἱ κράτιστοι τῆσδε τῆς οἰκίας καὶ οἱ πρῶτοι σὺν αὐτοῖς εἰσίασιν ὡς τὸν Πετρώνιον παρακαλοῦντες αὐτόν, ἐπειδὴ τὴν προθυμίαν ὁρᾷ τῆς πληθύος, μηδὲν εἰς ἀπόνοιαν αὐτῆς παρακινεῖν, ἀλλὰ γράφειν πρὸς Γάιον τὸ ἀνήκεστον αὐτῶν πρὸς τὴν ἀποδοχὴν τοῦ ἀνδριάντος, πῶςτε ἀποστάντες τοῦ γεωργεῖν ἀντικαθέζονται, πολεμεῖν μὲν οὐ βουλόμενοι διὰ τὸ μη δ’ἂν δύνασθαι, θανεῖν δ’ἔχοντες ἡδονὴν πρὶν παραβῆναι τὰ νόμιμα αὐτοῖς, ὥστε ἀσπόρου τῆς γῆς γενομένης λῃστεῖαι ἂν φύοιντο ἀδυναμίᾳ καταβολῆς τῶν φόρων. 18.275ἴσως γὰρ ἂν ἐπικλασθέντα τὸν Γάιον μηδὲν ὠμὸν διανοηθῆναι μη δὲ ἐπ’ἀναστάσει φρονῆσαι τοῦ ἔθνους · ἐμμένοντος δὲ τῇ τότε βουλῇ τοῦ πολεμεῖν τότε δὴ κα- καὐτὸν ἅπτεσθαι τοῦ πράγματος. 18.276καὶ οἱ μὲν ἀμφὶ τὸν Ἀριστόβουλον ἐπὶ τούτοις τὸν Πετρώνιον παρεκάλουν. Πετρώνιος δὲ τοῦτο μὲν τῶν περὶ τὸν Ἀριστόβουλον παντοίως ἐπικειμένων διὰ τὸ ὑπὲρ μεγάλων ποιεῖσθαι τὴν δέησιν καὶ πάσῃ μηχανῇ χρησαμένων εἰς τὰς ἱκετείας, τοῦτο δὲ τῶν Ἰουδαίων θεώμενος τὴν ἀντιπαράταξιν τῆς γνώμης καὶ δεινὸν ἡγούμενος τοσαῖσδε ἀνθρώπων μυριάσιν μανίᾳ τῇ Γαΐου διακονούμενος ἐπαγαγὼν θάνατον ἐν αἰτίᾳ τὸ πρὸς θεὸν σεβάσμιον ἔχειν καὶ μετὰ πονηρᾶς τὸν μετὰ ταῦτα βίον ἐλπίδος διαιτᾶσθαι, πολὺ κρεῖσσον ἡγεῖτο ἐπιστείλας τῷ Γαΐῳ τὸ ἀνήκεστον αὐτῶν ὀργὴν φέροντος μὴ ἐκ τοῦ ὀξέος δεδιακονημένου αὐτοῦ ταῖς ἐπιστολαῖς · 18.278τάχα μὲν γὰρ καὶ πείσειν · καὶ τῇ τὸ πρῶτον μανίᾳ τῆς γνώμης ἐπιμένοντος ἅψεσθαι πολέμου τοῦ πρὸς αὐτούς, εἰ δ’ἄρα τι καὶ κατ’αὐτοῦ τρέποι τῆς ὀργῆς, καλῶς ἔχειν τοῖς ἀρετῆς μεταποιουμένοις ὑπὲρ τοσῆσδε ἀνθρώπων πληθύος τελευτᾶν, ἔκρινε πιθανὸν ἡγεῖσθαι τῶν δεομένων τὸν λόγον. 18.279συγκαλέσας δὲ εἰς τὴν Τιβεριάδα τοὺς Ἰουδαίους, οἱ δὲ ἀφίκοντο πολλαὶ μυριάδες, καταστὰς ἐπ’αὐτῶν τήντε ἐν τῷ παρόντι στρατείαν οὐ γνώμης ἀπέφαινε τῆς αὐτοῦ τοῦ δὲ αὐτοκράτορος τῶν προσταγμάτων, τὴν ὀργὴν οὐδὲν εἰς ἀναβολάς, ἀλλ’ἐκ τοῦ παραχρῆμα ἐπιφέρεσθαι τοῖς πράγμασιν τοῖς παρακροᾶσθαι θάρσος εἰσφερομένοις · ᾧ καλῶς ἔχον ἐστὶν τόν γε τιμῆς τοσαύτης ἐπιτετευχότα συγχωρήσει τῇ ἐκείνου οὐδὲν ἐναντίον πράσσειν · 18.280“οὐ μὴν δίκαιον ἡγοῦμαι ἀσφάλειάντε καὶ τιμὴν τὴν ἐμαυτοῦ μὴ οὐχ ὑπὲρ τοῦ ὑμετέρου μὴ ἀπολουμένου τοσούτων ὄντων ἀναλοῦν διακονούμενον τῇ ἀρετῇ τοῦ νόμου, ὃν πάτριον ὄντα περιμάχητον ἡγεῖσθε, καὶ τῇ ἐπὶ πᾶσιν ἀξιώσει καὶ δυνάμει τοῦ θεοῦ, οὗ τὸν ναὸν οὐκ ἂν περιιδεῖν τολμήσαιμι ὕβρει πεσεῖν τῆς τῶν ἡγεμονευόντων ἐξουσίας. 18.281στέλλω δὲ ὡς Γάιον γνώμαςτε τὰς ὑμετέρας διασαφῶν καί πῃ καὶ συνηγορίᾳ χρώμενος ὑπὲρ τοῦ καθ’ἡμᾶς παρὰ γνώμην πεισομένην οἷς προύθεσθε ἀγαθοῖς. καὶ συμπράσσοι μὲν ὁ θεός, βελτίων γὰρ ἀνθρωπίνης μηχανῆς καὶ δυνάμεως ἡ κατ’ἐκεῖνον ἐξουσία, πρυτανεύων ὑμῖντε τὴν τήρησιν τῶν πατρίων καὶ αὐτῷ τὸ μηδὲν ἀνθρωπείαις παρὰ γνώμην βουλεύσεσι τιμῶν τῶν εἰωθυιῶν ἁμαρτεῖν. 18.282εἰ δ’ἐκπικρανθεὶς Γάιος εἰς ἐμὲ τρέψει τὸ ἀνήκεστον τῆς ὀργῆς, τλήσομαι πάντα κίνδυνον καὶ πᾶσαν ταλαιπωρίαν συνιοῦσαν τῷ σώματι καὶ τῇ τύχῃ ὑπὲρ τοῦ μὴ ὑμᾶς τοσούσδε ὄντας ἐπὶ οὕτως ἀγαθαῖς ταῖς πράξεσι διολλυμένους θεωρεῖν. 18.283ἄπιτε οὖν ἐπὶ ἔργα τὰ αὐτῶν ἕκαστοι καὶ τῇ γῇ ἐπιπονεῖτε. πέμψω δ’αὐτὸς ἐπὶ Ῥώμης καὶ τὰ πάντα ὑπὲρ ὑμῶν δι’ἐμαυτοῦ καὶ τῶν φίλων οὐκ ἀποτραπήσομαι διακονεῖν”. 18.284ταῦτα εἰπὼν καὶ διαλύσας τῶν Ἰουδαίων τὸν σύλλογον προμηθεῖσθαι τῶν εἰς τὴν γεωργίαν ἠξίου τοὺς ἐν τέλει καὶ καθομιλεῖν τὸν λαὸν ἐλπίσι χρησταῖς. καὶ ὁ μὲν εὐθυμεῖν τὸ πλῆθος ἔσπευδεν. ὁ θεὸς δὲ παρρησίαν ἐπεδείκνυτο τὴν αὐτοῦ Πετρωνίῳ καὶ τὴν ἐπὶ τοῖς ὅλοις σύλληψιν · 18.285ἅματε γὰρ ἐπαύετο τοῦ λόγου, ὃν πρὸς τοὺς Ἰουδαίους εἶπεν, καὶ αὐτίκα ὑετὸν ἠφίει μέγαν παρ’ἐλπίδα τοῖς ἀνθρώποις γενόμενον διὰ τὸ ἐκείνην τὴν ἡμέραν αἴθριον ἕωθεν οὖσαν οὐδὲν ὄμβριον ἀποσημαίνειν ἐκ τῶν περὶ τὸν οὐρανὸν καὶ τὸ πᾶν ἔτος αὐχμῷ μεγάλῳ κατεσχημένον ἐπ’ἀπογνώσει ποιεῖν τοὺς ἀνθρώπους ὕδατος τοῦ ἄνωθεν, εἰ καὶ σύννεφόν ποτε θεάσαιντο τὸν οὐρανόν. 18.286ὥστε δὴ τότε πολλοῦ καὶ παρὰ τὸ εἰωθὸς καὶ παρὰ τὸ ἑτέρῳ δόξαν ἀφιγμένου ὕδατος τοῖςτε Ἰουδαίοις ἐλπὶς ἦν ἐπ’οὐδαμοῖς ἀτυχήσειν Πετρώνιον ὑπὲρ αὐτῶν δεόμενον, ὅτε Πετρώνιος κατεπέπληκτο μειζόνως ὁρῶν ἐναργῶς τὸν θεὸν τῶν Ἰουδαίων προμηθούμενον καὶ πολλὴν ἀποσημήναντα τὴν ἐπιφάνειαν, ὡς μη δ’ἂν τοῖς ἔργῳ προθεμένοις τα- τἀναντία φρονεῖν ἰσχὺν ἀντιλέξεως καταλελεῖφθαι. 18.287ὡς δὲ καὶ πρὸς τὸν Γάιον σὺν τοῖς λοιποῖς ὁπόσα ἔγραφεν, ἐπαγωγὰ δὲ ἦν τὰ πάντα καὶ παντοίως παρακαλοῦντα μὴ τοσαύτας μυριάδας ἀνθρώπων ἀπονοεῖν, ἃς εἰ κτείνοι, οὐ γὰρ δίχα γε πολέμου παραχωρήσειν τοῦ νομίμου τῆς θρησκείας, προσόδουτε τῆς ἀπ’αὐτῶν ἀποστερεῖσθαι καὶ τῷ τροπαίῳ τῆς ἀρᾶς ὑποτίθεσθαι τὸν μέλλοντα αἰῶνα. 18.288κα- κἄλλως θείου τοῦ προεστηκότος αὐτῶν τὴν δύναμιν ὡς ἀκραιφνῆ ἀπέφαινεν καὶ μηδὲν ἐνδοίαστον ἐπὶ δυνάμει τῇ αὐτῆς ἐπιδείκνυσθαι καταλείπουσαν. καὶ Πετρώνιος μὲν ἐν τούτοις ἦν. 18.289Ἀγρίππας δὲ ὁ βασιλεύς, ἐτύγχανεν γὰρ ἐπὶ Ῥώμης διαιτώμενος, προύκοπτε φιλίᾳ τῇ πρὸς τὸν Γάιον μειζόνως. καί ποτε προθεὶς δεῖπνον αὐτῷ καὶ πρόνοιαν ἔχων πάντας ὑπερβαλέσθαι τέλεσίτε τοῖς εἰς τὸ δεῖπνον καὶ παρασκευῇ τοῦ εἰς ἡδονὴν φέροντος, ὡς μὴ ὅπως ἄν τινα τῶν λοιπῶν, ἀλλὰ μη δ’αὐτὸν Γάιον πιστεύειν ποτε ἰσωθῆναι θελήσοντα οὐχ ὅπως ὑπερβαλέσθαι · 18.290τοσοῦτον ὁ ἀνὴρ τῇ παρασκευῇ πάντας ὑπερῆρεν καὶ τῷ τὰ πάντα ἢ Καίσαρος ἐκφροντίσας παρασχεῖν. 18.291καὶ ὁ Γάιος ἐκθαυμάσας τήντε διάνοιαν αὐτοῦ καὶ τὴν μεγαλοπρέπειαν, ὡς ἐπ’ἀρεσκείᾳ τῇ αὐτοῦ βιάζοιτο καὶ ὑπὲρ δύναμιν τῶν χρημάτων εὐπορίᾳ χρήσασθαι, βουλόμενόςτε μιμήσασθαι τὴν Ἀγρίππου φιλοτιμίαν ἐφ’ἡδονῇ τῇ αὐτοῦ πρασσομένην, ἀνειμένος ὑπὸ οἴνου καὶ τὴν διάνοιαν εἰς τὸ ἱλαρώτερον ἐκτετραμμένος, φησὶν ἐν συμποσίῳ παρακαλοῦντος εἰς πότον · 18.292“Ἀγρίππα, καὶ πρότερον μέν σοι τιμὴν συνῄδειν ᾗ ἐχρῶ τὰ πρὸς ἐμὲ καὶ πολλὴν εὔνοιαν μετὰ κινδύνων ἀποδειχθεῖσαν, οἷς ὑπὸ Τιβερίου περιέστης δι’αὐτήν, ἐπιλείπειςτε οὐδὲν καὶ ὑπὲρ δύναμιν ἀρετῇ χρῆσθαι τῇ πρὸς ἡμᾶς. ὅθεν, αἰσχρὸν γὰρ ἡσσᾶσθαί με ὑπὸ τῆς σῆς σπουδῆς, ἀναλαβεῖν βούλομαι τὰ ἐλλελειμμένα πρότερον · 18.293ὀλίγον γὰρ πᾶν ὁπόσον σοι δωρεῶν ἐχόμενον ἀπεμοιρασάμην. τὸ πᾶν, ὅπερ σοι ῥοπὴν ἂν προσθείη τοῦ εὐδαίμονος, δεδιακονήσεται γάρ σοι προθυμίᾳτε καὶ ἰσχύι τῇ ἐμῇ”. καὶ ὁ μὲν ταῦτα ἔλεγεν οἰόμενος γῆντε πολλὴν τῆς προσόδου αἰτήσεσθαι ἢ καί τινων προσόδους πόλεων, ὁ δὲ καίπερ τὰ πάντα ἐφ’οἷς αἰτήσαι παρασκευασάμενος οὐκ ἐφανέρου τὴν διάνοιαν, ἀλλ’ἐκ τοῦ ὀξέος ἀμείβεται τὸν Γάιον, ὅτι “μήτε πρότερον κέρδος τὸ ἀπ’αὐτοῦ καραδοκῶν παρὰ τὰς Τιβερίου ἐπιστολὰς θεραπεύσειεν αὐτὸν οὔτε νῦν πράσσειν τι τῶν εἰς χάριν τὴν ἐκείνου κερδῶν οἰκείων ἔν τισι λήψεσι. 18.295μεγάλα δὲ εἶναι τὰ προδεδωρημένα καὶ περαιτέρω τοῦ θράσει χρωμένου τῶν ἐλπίδων · καὶ γὰρ εἰ τῆς σῆς ἐλάττονα γέγονεν δυνάμεως, τῆς γ’ἐμοῦ τοῦ εἰληφότος διανοίαςτε καὶ ἀξιώσεως μείζονα”. 18.296καὶ ὁ Γάιος ἐκπλαγεὶς τὴν ἀρετὴν αὐτοῦ πλειόνως ἐνέκειτο εἰπεῖν, ὅ τι χαρίζοιτ’ἂν αὐτῷ παρασχόμενος. ὁ δέ, “ἐπεί περ, ὦ δέσποτα, προθυμίᾳ τῇ σῇ δωρεῶν ἄξιον ἀποφαίνεις, αἰτήσομαι τῶν μὲν εἰς ὄλβον φερόντων οὐδὲν διὰ τὸ μεγάλως με ἐνδιαπρέπειν οἷς ἤδη παρέσχες · 18.297ὅ τι δ’ἂν σοὶ δόξαν προσποιοῖ τοῦ εὐσεβοῦς καὶ τὸ θεῖον σύμμαχον ἐφ’οἷς θελήσειας παρακαλοῖ κα- κἀμοὶ πρὸς εὐκλείας γένοιτο παρὰ τοῖς πυνθανομένοις, ὡς μηθενὸς ὧν χρησαίμην ὑπὸ τῆς σῆς ἐξουσίας ἀτυχεῖν πώποτε γνόντι · ἀξιῶ γάρ σοι τοῦ ἀνδριάντος τὴν ἀνάθεσιν, ἣν ποιήσασθαι κελεύεις Πετρώνιον εἰς τὸ Ἰουδαίων ἱερόν, μηκέτι πράσσειν διανοεῖσθαι”. 18.298καὶ ὁ μὲν καίπερ ἐπικίνδυνον τοῦτο ἡγούμενος, εἰ γὰρ μὴ πιθανὰ ἔκρινε Γάιος, οὐδὲν ἄλλο ἢ ἐς θάνατον ἔφερεν, διὰ τὸ μεγάλα νομίζειντε καὶ εἶναι κύβον ἀναρριπτεῖν τὸν ἐπ’αὐτοῖς ἡγεῖτο. 18.299Γάιος δὲ ἅματε τῇ θεραπείᾳ τοῦ Ἀγρίππου ἀνειλημμένος καὶ ἄλλως ἀπρεπὲς ὑπολαμβάνων ἐπὶ τοσῶνδε μαρτύρων ψευδὴς γενέσθαι περὶ ὧν προθύμως ἐβιάζετο αἰτεῖσθαι τὸν Ἀγρίππαν μετὰ τοῦ ὀξέος μεταμέλῳ χρώμενος, ἅμα δὲ καὶ τοῦ Ἀγρίππου τὴν ἀρετὴν θαυμάσας, ἐν ὀλίγῳ αὔξειν τὴν οἰκείαν ἀρχὴν ἤτοι προσόδοις χρημάτων ἢ ἄλλῃ δυνάμει τοῦ κοινοῦ δὲ τῆς εὐθυμίας ἐπιμελοῖτο πρεσβεύων τοὺς νόμους καὶ τὸ θεῖον, συνεχώρει καὶ γράφει πρὸς τὸν Πετρώνιον, ἐκεῖνον τῆςτε ἀθροίσεως τοῦ στρατεύματος ἐπαινῶν καὶ τοῦ πρὸς αὐτὸν περὶ αὐτῶν ἐπεσταλκότος · 18.301“νῦν οὖν εἰ μὲν φθάνεις τὸν ἀνδριάντα ἑστακώς, ἑστάτω · εἰ δὲ μήπω πεποίησαι τὴν ἀνάθεσιν, μηδὲν περαιτέρω κακοπαθεῖν, ἀλλὰ τόντε στρατὸν διάλυε καὶ αὐτὸς ἐφ’ἃ τὸ πρῶτόν σε ἔστειλα ἄπιθι · οὐδὲν γὰρ ἔτι δέομαι τῆς ἀναστάσεως τοῦ ἀνδριάντος Ἀγρίππᾳ χαριζόμενος ἀνδρὶ παρ’ἐμοὶ τιμωμένῳ μειζόνως ἢ ὥστε με χρείᾳ τῇ ἐκείνου καὶ οἷς κελεύσειεν ἀντειπεῖν”. 18.302Γάιος μὲν δὴ ταῦτα γράφει πρὸς τὸν Πετρώνιον πρότερον ἢ ἐντυχεῖν ἐπὶ ἀποστάσει καταδόξας αὐτοὺς ἐπείγεσθαι, μηδὲν γὰρ ἕτερον ἀποσημαίνειν τὴν διάνοιαν αὐτῶν, ἀλλὰ πόλεμον ἄντικρυς Ῥωμαίοις ἀπειλεῖν. 18.303καὶ περιαλγήσας ὡς ἐπὶ πείρᾳ τῆς ἡγεμονίας αὐτοῦ τετολμηκότων, ἀνὴρ ἐπὶ πᾶσιν ἥσσων μὲν τοῦ αἰσχροῦ, κρείσσων δὲ τοῦ βελτίστου καὶ ἐφ’οἷστισι κρίνειεν ὀργῇ χρῆσθαι παρ’ὁντινοῦν ἐπειγόμενος παίδευσιν αὐτῆς οὐ δ’ἡντινοῦν προστιθείς, ἀλλ’ἐφ’ἡδονῇ τιθεὶς τῇ ἐκείνης τὴν κρίσιν τοῦ εὐδαίμονος, γράφει πρὸς τὸν Πετρώνιον · 18.304“ἐπειδὴ δῶρα ὁπόσα σοι οἱ Ἰουδαῖοι παρέσχον ἐν μείζονι λόγῳ τῶν ἐμῶν πεποίησαι ἐντολῶν διακονεῖσθαι τὰ πάντα ἡδονῇ τῇ ἐκείνων ἀρθεὶς ἐπὶ παραβάσει τῶν ἐμῶν ἐντολῶν, κελεύω σε σαυτῷ. κριτὴν γενόμενον λογίσασθαι περὶ τοῦ ποιητέου σοι ὑποστάντα ὀργῇ τῇ ἐμῇ, ἐπεί τοι παράδειγμα ποιοῖντό σε οἵτε νῦν πάντες καὶ ὁπόσοι ὕστεροι γένοιντ’ἄν, μηδαμῶς ἀκυροῦν αὐτοκράτορος ἀνδρὸς ἐντολάς”. 18.305ταύτην μὲν γράφει Πετρωνίῳ τὴν ἐπιστολήν, οὐ μὴν φθάνει γε ζῶντος Πετρώνιος δεξάμενος αὐτὴν βραδυνθέντος τοῦ πλοῦ τοῖς φέρουσιν εἰς τοσόνδε, ὥστε Πετρωνίῳ γράμματα πρὸ αὐτῆς ἀφικέσθαι, δι’ὧν μανθάνει τὴν Γαΐου τελευτήν. 18.306θεὸς γὰρ οὐκ ἄρ’ἀμνημονήσειν ἔμελλε Πετρωνίῳ κινδύνων, οὓς ἀνειλήφει ἐπὶ τῇ τῶν Ἰουδαίων χάριτι καὶ τιμῇ τῇ αὐτοῦ, ἀλλὰ τὸν Γάιον ἀποσκευασάμενος ὀργῆς ὧν ἐπὶ σεβασμῷ τῷ αὐτοῦ πράσσειν ἐτόλμησε, τὸν μισθὸν χρεολυτεῖν συνευεργετεῖν τῷ Πετρωνίῳ ἥτε Ῥώμη καὶ πᾶσα ἡ ἀρχή, μάλιστα δ’ὁπόσοι τῆς βουλῆς προύχοιεν ἀξιώματι, διὰ τὸ εἰς ἐκείνους ἀκράτῳ τῇ ὀργῇ χρῆσθαι τὸν Γάιον. 18.307καὶ τελευτᾷ μὲν οὐ μετὰ πολὺν χρόνον ἢ γράψαι τῷ Πετρωνίῳ τὴν ἐπὶ τῷ θανεῖν ἀνακειμένην ἐπιστολήν, τὴν δ’αἰτίαν, ἐξ ἧς τελευτᾷ, καὶ τῆς ἐπιβουλῆς τὸν τρόπον ἀφηγήσομαι προϊόντος τοῦ λόγου. 18.308Πετρωνίῳ δὲ προτέρα μὲν παρῆν ἡ διασαφοῦσα τοῦ Γαΐου τὴν τελευτὴν ἐπιστολή, μετ’οὐ πολὺ δὲ ἡ κελεύουσα αὐτὸν τελευτᾶν αὐτόχειρα, καὶ ἥσθητε τῇ συντυχίᾳ τοῦ ὀλέθρου, ὃς τὸν Γάιον κατέλαβεν, καὶ τοῦ θεοῦ τὴν πρόνοιαν ἐξεθαύμασεν οὐδὲν εἰς ἀναβολὰς ἀλλ’ἐκ τοῦ ὀξέος μισθὸν αὐτῷ τιμῆςτε τῆς εἰς τὸν ναὸς καὶ βοηθείας τῆς Ἰουδαίων σωτηρίας παρασχομένου. 18.309καὶ Πετρωνίῳ μὲν οὕτως μὴ ἂν τοπασθεὶς διεφεύχθη ῥᾳδίως ὁ κίνδυνος τοῦ θανεῖν. 18.310γίνεται δὲ καὶ περὶ τοὺς ἐν τῇ Μεσοποταμίᾳ καὶ μάλιστα τὴν Βαβυλωνίαν οἰκοῦντας Ἰουδαίους συμφορὰ δεινὴ καὶ οὐδεμιᾶς ἧστινος ἐλάσσων φόνοςτε αὐτῶν πολὺς καὶ ὁπόσος οὐχ ἱστορημένος πρότερον. περὶ ὧν δὴ τὰ πάντα ἐπ’ἀκριβὲς διηγησάμενος ἐκθήσομαι καὶ τὰς αἰτίας, ἀφ’ὧν αὐτοῖς τὸ πάθος συνέτυχεν. 18.311Νέερδα τῆς Βαβυλωνίας ἐστὶ πόλις ἄλλωςτε πολυανδροῦσα καὶ χώραν ἀγαθὴν καὶ πολλὴν ἔχουσα καὶ σὺν ἄλλοις ἀγαθοῖς καὶ ἀνθρώπων ἀνάπλεως. ἔστιν δὲ καὶ πολεμίοις οὐκ εὐέμβολος περιόδῳτε τοῦ Εὐφράτου πᾶσαν ἐντὸς αὐτὴν ἀπολαμβάνοντος καὶ κατασκευαῖς τειχῶν. 18.312ἔστιν δὲ καὶ Νίσιβις πόλις κατὰ τὸν αὐτὸν τοῦ ποταμοῦ περίρρουν, ὅθεν Ἰουδαῖοι τῇ φύσει τῶν χωρίων πεπιστευκότες τότε δίδραχμον, ὃ τῷ θεῷ καταβάλλειν ἑκάστοις πάτριον, ταύτῃ κατετίθεντο καὶ ὁπόσα δὲ ἄλλα ἀναθήματα, ἐχρῶντότε ὥσπερ ταμιείῳ ταῖσδε ταῖς πόλεσιν. 18.313ἐντεῦθεν δὲ ἐπὶ Ἱεροσολύμων ἀνεπέμπετο ᾗ καιρός, πολλαίτε ἀνθρώπων μυριάδες τὴν κομιδὴν τῶν χρημάτων παρελάμβανον δεδιότες τὰς Παρθυαίων ἁρπαγὰς ὑποτελούσης ἐκείνοις τῆς Βαβυλωνίας. 18.314καὶ ἦσαν γὰρ Ἀσιναῖος καὶ Ἀνιλαῖος Νεερδᾶται μὲν τὸ γένος, ἀλλήλων δὲ ἀδελφοί. καὶ αὐτούς, πατρὸς δ’ἦσαν ὀρφανοί, ἡ μήτηρ προσέταξεν ἱστῶν μαθήσει ποιήσεως, οὐκ ὄντος ἀπρεποῦς τοῖς ἐπιχωρίοις ὥστε τοὺς ἄνδρας ταλασιουργεῖν παρ’αὐτοῖς. τούτοις ὁ τοῖς ἔργοις ἐφεστώς, καὶ γὰρ ἐμεμαθήκεσαν παρ’αὐτῷ, βραδυτῆτα ἐπικαλέσας τῆς ἀφίξεως ἐκόλασε πληγαῖς. 18.315οἱ δὲ ἐφ’ὕβρει τὴν δικαίωσιν λογιζόμενοι, κατασπάσαντες τῶν ὅπλων πολλὰ ὁπόσα ἦν ἐπὶ τῆς οἰκίας φυλασσόμενα ᾤχοντο εἴς τι χωρίον, διάρρηξιν μὲν ποταμῶν λεγόμενον, νομὰς δὲ ἀγαθὰς παρασχεῖν πεφυκὸς καὶ χιλὸν ὁπόσοι εἰς τὸν χειμῶνα ἀποτιθοῖντο. συνῄεσάντε ὡς αὐτοὺς τῶν νέων οἱ ἀπορώτατοι, καὶ τούτους τοῖς ὅπλοις φραγνύντες στρατηγοίτε ἦσαν καὶ τῶν κακῶν ἡγεμόνες οὐκ ἐκωλύοντο εἶναι. 18.316προελθόντες γὰρ ἐπὶ τὸ ἄμαχον καὶ κατασκευάσαντες ἀκρόπολιν διέπεμπον πρὸς τοὺς νέμοντας φόρον αὐτοῖς κελεύοντες καταβάλλειν τῶν βοσκημάτων, ἣ ἀρκοῦσα ἐπιτροφὴ γίνοιτ’ἄν, προστιθέντες φιλίαντε πειθομένοις καὶ ἄμυναν τῶν ἀλλαχόθεν ποθὲν πολεμίων, σφαγὰς δὲ τῶν ποιμνίων ἀπειθοῦσιν. 18.317οἱ δέ, οὐ γὰρ ἦν ἕτερα παρ’αὐτὰ ποιεῖν, ἠκροῶντο καὶ τῶν προβάτων ἔστελλον ὁπόσα κελευσθεῖεν, ὥστε δὴ καὶ πλείων αὐτοῖς συνελέγετο ἰσχὺς κύριοίτε ἦσαν ἐφ’οἷς βουλεύσειαν ἐκ τοῦ ὀξέος ἐλαύνοντες κακουργεῖν. θεραπεύειντε αὐτοὺς ἦρκτο πᾶς προστυγχάνων, καὶ ἦσαν φοβεροὶ καὶ τοῖς πειρασομένοις, ὥστ’ἤδη προύκοπτε λόγος περὶ αὐτῶν κα- κἀπὶ τοῦ Πάρθων βασιλέως. 18.318ὁ δὲ τῆς Βαβυλωνίας σατράπης μαθὼν ταῦτα καὶ βουληθεὶς ἔτι φυομένους κωλῦσαι πρίν τι μεῖζον κακὸν ἐξ αὐτῶν ἀναστῆναι, συλλέξας στρατὸν ὅσον ἐδύνατο πλεῖστον καὶ τῶν Παρθυαίων καὶ τῶν Βαβυλωνίων ἤλασε πρὸς αὐτοὺς, φθῆναι θέλων προσβαλὼν ἐξελεῖν πρὶν ἐξάγγελτος γενέσθαι κατασκευάζων τὸν στρατόν. 18.319περικαθίσας δὲ τὸ ἕλος ἡσύχαζεν, καὶ κατὰ τὴν ἐπιοῦσαν, ἦν δὲ σάββατον ἀργίας παντὸς χρήματος Ἰουδαίοις ἡμέρα, οἰόμενος οὐ τολμήσειν ἀντιστατήσειν αὐτῷ τοὺς πολεμίους, ἀλλὰ ἀμαχεὶ λαβὼν ἄξειν δεδεμένους, κατὰ βραχὺ δὲ προσῄει χρῄζων αἰφνίδιον ποιεῖσθαι τὴν ἐπίπτωσιν. 18.320Ἀσιναῖος δὲ ἐτύγχανε σὺν τοῖς ἑταίροις καθεζόμενος καὶ τὰ ὅπλα παρέκειτο αὐτοῖς “ἄνδρες, φησί, χρεμετισμός μοι ἵππων προσέπεσεν οὐ φορβάδων, ἀλλ’οἷος γένοιτ’ἂν ἀνδρῶν αὐτοῖς ἐπιβεβηκότων, ἐπεὶ καί τινος ἀνακρούσεως αἰσθάνομαι χαλινῶν · δέδια, μὴ λελήθασιν ἡμᾶς οἱ πολέμιοι περιστάντες. ἀλλά τις προΐτω κατόπτης ἀπαγγελίαν ἡμῖν σαφῆ τῶν ἐνεστηκότων ποιησόμενος. εἴη δὲ ἐπὶ ψευδέσι μοι λελέχθαι τὰ εἰρημένα”. καὶ ὁ μὲν τάδε εἶπεν, καὶ ᾤχοντό τινες προσκοποῦντες τὸ γινόμενον καὶ ᾗ τάχος παρελθόντες, “καὶ οὔτε αὐτὸς ψεύδῃ σαφὴς εἰκαστὴς εἶναι τῶν πρασσομένων τοῖς πολεμίοις οὔτε ἐκεῖνοι πλειόνως ἐπιτρέψειν ἤμελλον ἡμῖν ὑβριεῖν. 18.322περιειλήμμεθα δόλῳ μηδὲν βοσκημάτων διαφέροντες · τοσῆσδε ἵππου πλῆθος ἐπελαύνουσιν ἡμῖν ἐν ἀπορίᾳ χειρῶν κειμένοις διὰ τὸ κατείργεσθαι προαγορεύσει τῶν πατρίων εἰς τὸ ἀργεῖν”. 18.323Ἀσιναῖος δὲ οὐκ ἄρα γνώμῃ τοῦ κατασκόπου κρίνειν ἔμελλεν ἐπὶ τοῖς ποιητέοις, ἀλλὰ νομιμώτερον ἡγησάμενος τοῦ ἐπ’ἀπράκτοις τελευτῶντας εὐφραίνειν τοὺς πολεμίους τὸ ἀλκῆς δεξάμενος αὐτοὺς ὑπὲρ τῆς ἀνάγκης εἰς ἣν ἐνεπεπτώκει παρανομεῖν τιμωρίαν ἀπολαμβάνοι, εἰ δέοι τελευτᾶν, αὐτόςτε ἀναλαμβάνει τὰ ὅπλα καὶ τοῖς σὺν αὐτῷ θάρσος ἐνεποίει τῆς ἐπὶ τὰ ὅμοια ἀρετῆς. 18.324ὁμόσε ἴασι τοῖς πολεμίοις, καὶ πολλοὺς κτείναντες αὐτῶν διὰ τὸ καταφρονοῦντας ὡς ἐπὶ τὰ ἕτοιμα χωρεῖν εἰς φυγὴν τρέπονται τὸ λοιπόν. 18.325ὁ δὲ τῶν Πάρθων βασιλεύς, ἐπεὶ ἀφίκετο αὐτῷ ἡ ἀγγελία τῆς μάχης, ἐκπλαγεὶς τῷ τολμήματι τῶν ἀδελφῶν ἐπεθύμησεν αὐτοῖς ἐλθεῖν δι’ὄψεως καὶ λόγων, καὶ πέμπει τὸν πιστότατον τῶν σωματοφυλάκων λέγοντα, ὅτι “βασιλεὺς Ἀρτάβανος καίπερ ἠδικημένος ὑφ’ὑμῶν ἐπιχειρήσεως αὐτοῦ τῇ ἀρχῇ γενομένης ἐν ἐλάσσονι τὴν καθ’αὑτὸν ὀργὴν τῆς ὑμετέρας ἀρετῆς ποιησάμενος ἀπέστειλέν με δεξιάςτε καὶ πίστιν δώσοντα ὑμῖν, συγχωρῶν ἄδειάντε καὶ ἀσυλίαν ὁδῶν, χρῄζων ἐπὶ φιλίᾳ προσχωρεῖν πρὸς αὐτὸν δόλουτε καὶ ἀπάτης χωρίς, δῶράτε δώσειν ὑπισχνεῖται καὶ τιμήν, ἥτις ὑμῖν πρὸς τῇ νῦν οὔσῃ ἀρετῇ μελλήσει δυνάμει τῇ ἐκείνου ὠφελεῖν”. 18.326Ἀσιναῖος δὲ αὐτὸς μὲν ὑπερβάλλεται ὁδοὺς τὰς ἐκεῖ, τὸν ἀδελφὸν δὲ Ἀνιλαῖον ἐκπέμπει μετὰ δώρων ὁπόσα πορίσαι ἦν. 18.327καὶ ὁ μὲν ᾤχετο καὶ εἴσοδος αὐτῷ γίνεται παρὰ βασιλέα. Ἀρτάβανος δὲ ἐπεὶ θεᾶται τὸν Ἀνιλαῖον καταμόνας ἥκοντα, ἤρετο τὴν αἰτίαν τοῦ καὶ τὸν Ἀσιναῖον ἐφυστερηκότος. 18.328ἐπεὶ δὲ πυνθάνεται αὐτὸν δείσαντα ἐν τῷ ἕλει ὑπομένειν, ὁ δὲ τούςτε πατρῴους θεοὺς ἐπώμνυτο μηδὲν κακὸν δράσειν αὐτοὺς πίστει τῇ αὐτοῦ προσκεχωρηκότας, καὶ τὴν δεξιὰν ἐδίδου, ὅπερ μέγιστον παρὰ πᾶσιν τοῖς ἐκείνῃ βαρβάροις παράδειγμα τοῦ θαρσεῖν γίνεται τοῖς ὁμιλοῦσιν · 18.329οὐ γὰρ ἂν ψεύσαιτό τις δεξιῶν ὑπ’αὐτοῦ δόσεων γενομένων οὐ δὲ πιστεύειν ἐνδοιάσειεν, εἰ τοιᾶσδε ἀσφαλείας δόσις γίνοιτο παρὰ τῶν ἐν ὑποψίᾳ ἀδικήσειν καθεστηκότων. καὶ Ἀρτάβανος μὲν ταῦτα πράξας ἐκπέμπει τὸν Ἀνιλαῖον πείσοντα τὸν ἀδελφὸν ἐπανελθεῖν, ἔπρασσεν δὲ ταῦτα βασιλεὺς χρῄζων ἐνστομισμάτων τῇ ἀρετῇ τῶν Ἰουδαίων ἀδελφῶν εἰς φιλίαν κτήσασθαι τῶν ἐκείνου σατραπειῶν ἐν ἀποστάσειτε οὐσῶν καὶ διανοίᾳ τοῦ ἀποστησομένου μέλλων ἐλάσειν ἐπ’αὐτούς. 18.331ἐδεδίει γάρ, μὴ καὶ περιεχομένου πολέμῳ τῷ ἐκείνῃ κατὰ χείρωσιν τῶν ἀφεστηκότων αὐξηθῶσιν ἐπὶ μέγα οἱ περὶ τὸν Ἀσιναῖον καὶ τὴν Βαβυλωνίαν ἤτοι γε συστήσονται ἐπ’ἀκροάσει τῇ αὐτῶν ἢ καὶ τούτου γε ἀποτυχόντες τοῦ κακῶσαι μειζόνως οὐ διαμάρτοιεν. 18.332ὁ μὲν δὴ ταῦτα διανοηθεὶς ἐκπέμπει τὸν Ἀνιλαῖον, ὁ δὲ πιθανὸς ἦν τῷ ἀδελφῷ τήντε ἄλλην προθυμίαν εἰσηγούμενος τοῦ βασιλέως καὶ ὅρκιον τὸ γεγενημένον, ὥστε δὴ ἠπείγοντο ὡς τὸν Ἀρτάβανον. 18.333ὁ δὲ ἡδονῇ αὐτοὺς δέχεται παραγενομένους ἐθαύμαζεντε τὸν Ἀσιναῖον τοῦ ἐν ταῖς πράξεσιν εὐψύχου, θεωρῶν παντελῶς ὄντα ὀφθῆναι βραχύντε καὶ τοῖς τὸ πρῶτον ὄψει συνελθοῦσιν ἐνδοῦναι καταφρονήματος ἀφορμὰς ὡς οὐδενὶ κρίνοιεν αὐτόν, φησίτε πρὸς τοὺς φίλους, ὡς μείζονα ἐν τῇ παραθέσει παρέχοιτο τὴν ψυχὴν τοῦ σώματος, παράτε πότον δεικνὺς τὸν Ἀσιναῖον Ἀβδαγάσῃ τῷ αὐτοῦ στρατοπεδάρχῃ τότε ὄνομα διασαφεῖ καὶ τὴν πᾶσαν ἀρετήν, ᾗ χρῷτο εἰς πόλεμον. 18.334τοῦ δὲ Ἀβδαγάσου κελεύοντος συγχώρημα αὐτῷ γενέσθαι κτείναντα αὐτὸν ἄποινα ἀπολαβεῖν ὑπὲρ ὧν ὑβρίσειεν εἰς τὴν Παρθυαίων ἀρχήν “ἀλλ’οὐκ ἄν, εἶπεν ὁ βασιλεύς, συγχώρημα διδοίην ἐπ’ἀνδρὶ πίστει τῇ εἰς ἐμὲ τεθαρρηκότι καὶ προσέτι δεξιάντε πέμψας καὶ θεῶν ὅρκοις πιθανὸς γενέσθαι σπουδάσας. 18.335εἰ δὲ ἀνὴρ τυγχάνεις τὰ πολέμια ἀγαθός, μηδὲν ἐπιορκίας χρῄζων τῆς ἐμῆς Παρθυαίων ἐκδίκει τὴν ἀρχὴν περιυβρισμένην · ἐπαναχωροῦντι γὰρ ἐπιθέμενος περιγίνου κράτει τῷ περὶ σὲ καὶ μετ’ἀγνοίας τῆς ἐμῆς”. 18.336ἕωθεν δὲ μετακαλέσας τὸν Ἀσιναῖον “ὥρα σοι, φησίν, ὦ νεανία, χωρεῖν ἐπὶ τὰ σαυτοῦ, μὴ καὶ πλείοσιν τῶν ἐνθάδε στρατηγῶν τὴν ὀργὴν ἐρεθίσειας ἐπιχειρεῖν σου τῇ σφαγῇ καὶ δίχα γνώμης τῆς ἐμῆς. 18.337παρακαταθήκην δέ σοι δίδωμι τὴν Βαβυλωνίαν γῆν ἀλῄστευτόντε καὶ ἀπαθῆ κακῶν ἐσομένην ὑπὸ τῶν σῶν φροντίδων. ἄξιον δέ μοι τυγχάνειν σου χρηστοῦ ἀνεπίκλητόν σοι παρασχόμενος τὴν ἐμαυτοῦ πίστιν, οὐκ ἐπὶ κούφοις ἀλλ’ἐπὶ τοῖς εἰς σωτηρίαν ἀνακειμένοις”. 18.338ταῦτα εἰπὼν καὶ δῶρα δοὺς τοτηνίκα ἐκπέμπει τὸν Ἀσιναῖον. ὁ δὲ εἰς τὴν οἰκείαν παραγενόμενος φρούρια κατασκευάζει καὶ ὁπόσα πρότερον ὠχύρου, μέγαςτε ἐν ὀλίγῳ γεγόνει καὶ οἷος οὐκ ἄλλος τῶν πρότερον ἐκ τοιαύτης ἀφορμῆς ἅψασθαι πραγμάτων ἐν τόλμῃ γεγονότων, Παρθυαίωντε αὐτὸν ἐθεράπευον οἱ ταύτῃ καταπεμπόμενοι στρατηγοί · 18.339μικρὸν γὰρ ἐδόκει καὶ τῆς κατ’αὐτὸν ἧσσον ἀρετῆς ἡ ἐκ Βαβυλωνίων προϊοῦσα τιμή. ἦντε ἐν ἀξιώματι καὶ δυνάμει, πάντατε ἤδη τὰ ἐπὶ τῆς Μεσοποταμίας πρὸς αὐτὸν ἦρτο πράγματα, προύκοπτέντε αὐτῶν ἡ εὐδαιμονία ἐπὶ ἔτη πεντεκαίδεκα. 18.340ἀκμαζόντων δὲ αὐτοῖς τῶν ἀγαθῶν ἀρχὴ αὐτοὺς ἐπικαταλαμβάνει κακῶν ἐκ τοιᾶσδε αἰτίας, ἐπειδὴ τὴν ἀρετήν, ᾗ προύκοψαν ἐπὶ μέγα δυνάμεως, ἐκτρέπουσιν εἰς ὕβριν ἐπὶ παραβάσει τῶν πατρίων ὑπὸ ἐπιθυμιῶν καὶ ἡδονῆς ἐμπεσόντες τῶν Πάρθων τινί, στρατηγὸς δὲ ἀφίκετο τῶν ταύτῃ χωρίων, ᾧ δὴ καὶ εἵπετο γαμετὴ τάτε ἄλλα καὶ εἰς τὸ ἐπαινεῖσθαι προειληφυῖα πασῶν καὶ μείζονα ῥοπὴν ἐπ’αὐτῷ λαμβάνουσα θαύματι τοῦ εὐπρεποῦς. 18.342ταύτης εἴτε ἀκοῇ τῆς εὐπρεπείας ἐκμαθὼν εἴτε καὶ ἄλλως αὐτόπτης γενόμενος Ἀνιλαῖος ὁ τοῦ Ἀσιναίου ἀδελφὸς ἐραστήςτε ἐγεγόνει καὶ πολέμιος, τὸ μὲν ὑπὸ τοῦ μὴ ἄλλως ἐλπίζειν ἐκπράσσεσθαι τὴν σύνοδον τῆς γυναικὸς μὴ τὴν ἐξουσίαν ὡς ἐπ’αὐτῇ κτηθείσῃ παραλαβών, τὸ δὲ ὑπὸ τοῦ δυσαντίλεκτον κρίνειν τὴν ἐπιθυμίαν. 18.343ἅματε οὖν πολέμιος ἐπ’αὐτῆς ἀνὴρ κεχειροτόνητο κτείνων κιτιῶν καὶ μάχης ἐπάκτου γενομένης πεσόντος ἀνῃρημένου ἁλοῦσα ἐγεγάμητο τῷ ἐραστῇ. οὐ μὴν δίχα γε μεγάλων δυστυχιῶν Ἀνιλαίῳτε ἅμα αὐτῷ καὶ Ἀσιναίῳ ἡ γυνὴ ἀφίκετο εἰς τὸν οἶκον αὐτῶν, ἀλλὰ σύν τινι μεγάλῳ κακῷ διὰ τοιαύτην αἰτίαν · 18.344ἐπεὶ γὰρ τα- τἀνδρὸς τεθνηκότος αἰχμάλωτος ἤγετο, τὰ ἀφιδρύματα τῶν θεῶν, ἅπερ τῷ ἀνδρὶ καὶ αὐτῇ πατρῷα ἦν, ἐπιχώριον δὲ τοῖς ἐκείνῃ πᾶσίν ἐστιν ἐπίτε τῆς οἰκίας ἔχειν σεβάσματα καὶ ἰοῦσιν ἐπὶ ξένης συνεπάγεσθαι, περιστέλλουσα καὶ ταύτῃ τοῦ πατρίου τὸ ἐπ’αὐτοῖς ἔθος συναπήγετο, καὶ τὸ μὲν πρῶτον λεληθότως αὐτῶν θρησκείαν ἐποιεῖτο, γαμετὴ δὲ ἀποδειχθεῖσα ἤδη τρόπῳ τῷ αὐτῆς εἰωθότι καὶ μεθ’οἵων νομίμων ἐπὶ τοῦ προτέρου ἀνδρὸς ἐθεράπευεν αὐτούς. 18.345καὶ τῶν ἑταίρων οἱ μάλιστα τιμώμενοι παρ’αὐτοῖς τὸ μὲν πρῶτον οὐδαμῶς πράσσοι Ἑβραϊκὰ οὐ δὲ ὁπόσα νόμοις τοῖς αὐτῶν πρόσφορα γυναῖκα ἠγμένος ἀλλόφυλον καὶ παραβαίνουσαν θυσιῶν καὶ σεβασμῶν τῶν αὐτοῖς εἰωθότων τὴν ἀκρίβειαν · ὁρᾶν οὖν, μὴ τὰ πολλὰ τῇ ἡδονῇ τοῦ σώματος συγχωρῶν ἀπολέσειε τὴν ἀρχὴν τοῦ εὐπρεποῦς καὶ τὴν εἰς νῦν ὑπὸ τοῦ θείου προελθοῦσαν ἐξουσίαν. 18.346ἐπεὶ δὲ οὐδὲν ἐπέραινον, ἀλλὰ καί τινα αὐτῶν τὸν μάλιστα τιμώμενον ὅτι πλέονι παρρησίᾳ χρήσαιτο ἀπέκτεινε, καὶ ὃς θεώμενος εὐνοίαςτε τῶν νόμων καὶ τοῦ κτείνοντος αὐτὸν τιμωρίαν ἐπηράσατο αὐτῷτε Ἀνιλαίῳ καὶ Ἀσιναίῳ καὶ πᾶσιν ἑταίροις ὁμοίαν ὑπὸ τῶν ἐχθρῶν ἐπαχθεῖσαν γενέσθαι τελευτήν, τοῖς μὲν ὡς ἡγεμόσι παρανομιῶν γεγονόσι, τοῖς δέ, ὅτι μὴ βοηθοῖεν αὐτῷ τοιάδε πάσχοντι διὰ τὸ ἐκδικεῖν τοῖς νόμοις, οἱ δὲ ἐβαρύνοντο μέν, ἠνείχοντο δέ, μνημονεύοντες οὐκ ἐξ ἄλλης αἰτίας ἀλλ’ἰσχύι τῇ ἐκείνων τῇ εὐδαιμονίᾳ συνελθόντες. 18.348ἐπεὶ δὲ καὶ τὴν θεραπείαν ἀκροῶνται τῶν θεῶν τῶν Παρθυαίοις τιμωμένων, οὐκέτι ἀνεκτὸν ἡγούμενοι τοῦ Ἀνιλαίου τὸ ὑβρίζον εἰς τοὺς νόμους ἐπὶ τὸν Ἀσιναῖον ἐλθόντες καὶ πλέονες ἤδη κατεβόων τοῦ Ἀνιλαίου, φάμενοι καλῶς ἔχειν, εἰ μὴ πρότερον κατ’αὐτὸν ἑώρα τὸ ὠφελοῦν ἀλλὰ νῦν γοῦν ἐπιστροφὴν ποιεῖσθαι τοῦ γεγονότος πρὶν ἢ τὴν ἁμαρτίαν ἐκείνῳτε καὶ πᾶσι τοῖς ἄλλοις γενέσθαι εἰς ὄλεθρον ἀνακειμένην, τόντε γάμον τῆς ἀνθρώπου λέγοντες οὐ μετ’αὐτῶν οὐ δ’αὐτοῖς εἰωθότων τεθεῖσθαι νόμων καὶ τὴν θρησκείαν ἣν ἐπιτηδεύοι ἡ γυνὴ ἐπ’ἀτιμώσει θεοῦ τοῦ αὐτοῖς σεβασμίου πράσσεσθαι. 18.350ὁ δὲ κα- καὐτὸς ᾔδει μὲν τὴν ἁμαρτάδα τοῦ ἀδελφοῦ μεγάλων αἰτίαν οὖσαν κακῶν καὶ ἐσομένην, οὐ μὴν ἀπείχετό γε εὐνοίᾳ τοῦ συγγενοῦς νικώμενος καὶ συγγνώμην νέμων ὡς ὑπὸ κρείσσονος κακοῦ τῆς ἐπιθυμίας νικωμένου. 18.351ἐπεὶ δὲ πλείουςτε ὁσημέραι συνεστρέφοντο καὶ πλείους ἦσαν αἱ καταβοαί, τηνικαῦτα δή φησιν περὶ αὐτῶν πρὸς Ἀνιλαῖον τοῖςτε πρῶτον γεγονόσιν ἐπιτιμῶν καὶ παύσασθαι τὸ λοιπὸν κελεύων τὴν ἄνθρωπον ἀποπεμψάμενον εἰς τοὺς συγγενεῖς. 18.352ἐπράσσετο δὲ οὐδὲν ἐκ τῶν λόγων · καὶ ἡ γυνὴ δὲ αἰσθανομένη μὲν τοῦ θροῦ τοῦ κατέχοντος τοὺς λαοὺς δι’αὐτήν, δεδοικυῖα δὲ περὶ τοῦ Ἀνιλαίου, μὴ καί τι πάθοι ἔρωτι τῷ πρὸς αὐτήν, φάρμακον τῷ Ἀσιναίῳ δοῦσα ἐν τοῖς σιτίοις μεθίστατο τὸν ἄνθρωπον ἀδεήςτε ἦν ἐπὶ κριτῇ τῶν περὶ αὐτὴν πραχθησομένων τῷ ἐραστῇ γενομένη. 18.353Ἀνιλαῖος δὲ καταμόνας ἤδη τὴν ἡγεμονίαν παραλαβὼν ἐξάγει στρατιὰν ἐπὶ τὰς Μιθριδάτου κώμας ἀνδρὸς πρώτου ἐν τῇ Παρθυηνῇ καὶ βασιλέως Ἀρταβάνου τὴν θυγατέρα γεγαμηκότος, διὰ λείαςτε ἦγεν αὐτάς, καὶ πολλὰ μὲν χρήματα καὶ ἀνδράποδα εὑρίσκεται, πολλὰ δὲ πρόβατα ἄλλατε πολλὰ ὁπόσα ἐπὶ προσλήψει τοῦ εὐδαίμονος ὠφελεῖ τοῖς ἔχουσιν. 18.354Μιθριδάτης δέ, ἐτύγχανε γὰρ τῇδε ὤν, ἐπειδὴ ἀκούει τῶν κωμῶν τὴν ἅλωσιν ἐν δεινῷ φέρων, ὁπότε μὴ προάρξαντος ἀδικεῖν Ἀνιλαῖος ἄρξαιτο καὶ παρόντος τοῦ ἀξιώματος ὑπεριδών, ἱππέας συναγαγὼν πλείστους ὅσους ἐδύνατο καὶ τῶν πλείστων τοὺς ἐν ἡλικίᾳ παρῆν ὡς προσμίξων τοῖς περὶ τὸν Ἀνιλαῖον καὶ ἔν τινι κώμῃ τῶν αὐτοῦ σχὼν ἡσύχαζεν, ὡς τῇ ἐπιούσῃ μαχησόμενος διὰ τὸ εἶναι σαββάτων ἡμέραν τοῖς Ἰουδαίοις ἐν ἀργίᾳ διαγομένην. 18.355Ἀνιλαῖος δὲ ταῦτα πυθόμενος παρὰ ἀνδρὸς Σύρου ἀλλοφύλου ἐξ ἑτέρας κώμηςτέτε ἄλλα φράζοντος ἀκριβῶς καὶ τὸ χωρίον, ἔνθα Μιθριδάτης ἤμελλεν δαίνυσθαι, δειπνοποιησάμενος καθ’ὥραν ἤλαυνε νυκτὸς ἀμαθέσι τῶν ποιουμένων χρῄζων τοῖς Παρθυαίοις ἐπιπεσεῖν. 18.356καὶ περὶ τετάρτην φυλακὴν ἐπιπεσὼν τοὺς μὲν ἔτι κοιμωμένους ἀναιρεῖ τοὺς δὲ εἰς φυγὴν τρέπει, Μιθριδάτην δὲ ζωγρίᾳ λαβὼν ἦγεν ὡς αὐτὸν ἐπὶ ὄνον γυμνὸν ἀναθέμενος, ἥπερ ἀτιμιῶν μεγίστη νομίζεται παρὰ Παρθυαίοις. 18.357καταγαγὼν δὲ εἰς τὴν ὕλην μετὰ τοιοῦδε ὁρίσματος, κελευόντων τῶν φίλων ἀναιρεῖν τὸν Μιθριδάτην ἀνεδίδασκεν αὐτοὺς σπεύδων αὐτὸς ἐναντία · μὴ γὰρ καλῶς ἔχειν ἀναιρεῖν ἄνδρα γένουςτε ὄντα τοῦ πρώτου παρὰ Παρθυαίοις καὶ ἐπιγαμίᾳ τῇ πρὸς τὸν βασιλέα μειζόνως τιμώμενον · 18.358νῦν μὲν γὰρ ἀνεκτὰ εἶναι τὰ πεπραγμένα · καὶ γὰρ εἰ περιύβρισται Μιθριδάτης, ἀλλ’οὖν σωτηρίᾳ τῆς ψυχῆς εὐεργετούμενον χάριτος μνήσεσθαι τοῖς τὰ τοιάδε παρασχοῦσιν, παθόντος δέ τι ἀνήκεστον οὐκ ἀτρεμήσειν βασιλέα μὴ οὐ μεγάλην σφαγὴν Ἰουδαίων τῶν ἐν Βαβυλῶνι ποιησάμενον, ὧν φείδεσθαι καλῶς ἔχειν διάτε τὴν συγγένειαν καὶ διὰ τὸ μὴ ἀναστροφὴν εἶναι ἂν αὐτοῖς πταίσματός τινος γενομένου τὸ κατ’ἐκείνους ἀκμῆς πληθύι χρώμενον. 18.360καὶ ὁ μὲν ταῦτα διανοηθεὶς καὶ φράσας ἐν τῷ συλλόγῳ πιθανὸς ἦν ἀφίεταίτε Μιθριδάτης, ἐλθόντα δὲ αὐτὸν ὠνείδιζεν ἡ γυνή, εἰ μὴ προμηθήσεται βασιλέωςτε γαμβρὸς ὢν καὶ ταύτῃ τιμωρῶν τιμωρηθήσεσθαι τοὺς ὑβρίσαντας εἰς αὐτὸν περιορώμενος, ἀγαπῶν δὲ τὴν σωτηρίαν μετὰ αἰχμαλωσίαν ὑπὸ Ἰουδαίων ἀνδρῶν γενομένην · 18.361“καὶ νῦν ἐπανάδραμε τὴν ἀρετήν, ἢ θεοὺς ἐπόμνυμι τοὺς βασιλείους ἦ μὴν παραλυθήσεσθαι τῆς πρὸς σὲ ἐπὶ γάμῳ κοινωνίας”. 18.362ὁ δὲ αὖ τοῦτο μὲν τῶν ὀνειδῶν τὴν καθ’ἡμέραν ἀχθηδόνα μὴ φέρων, τοῦτο δὲ τῆς γυναικὸς τὴν μεγαλοφροσύνην δεδιώς, μὴ παραλύοιτο αὐτοῦ τῶν γάμων, ἄκων μὲν καὶ μὴ βουλόμενος συνάγει δ’οὖν στρατὸν ὅσον ἐδύνατο πλεῖστον καὶ ἤλαυνεν οὐκ ἀνασχετὸν ὑπολαμβάνων ἔτι καὶ αὐτὸς τὴν σωτηρίαν, εἰ Παρθυαῖος ὢν ὑπὸ Ἰουδαίου περιωθοῖτο ἀντιπολεμοῦντος. 18.363Ἀνιλαῖος δὲ ὡς μανθάνει προσελαύνοντα δυνάμει πολλῇ τὸν Μιθριδάτην ἄδοξον ἡγησάμενος τὸ μένειν ἐν τοῖς ἕλεσιν, ἀλλὰ μὴ φθάσας ὑπαντιάζειν τοὺς πολεμίους, εὐτυχίᾳτε τῇ πρότερον ἐλπίζων ὅμοια πράξειν καὶ τήντε ἀρετὴν τοῖς τολμῶσι καὶ εἰωθόσιν θαρρεῖν παρατυγχάνειν, ἐξῆγε τὴν δύναμιν. 18.364πολλοίτε πρὸς τῷ οἰκείῳ στρατῷ προσεγεγόνεσαν αὐτῷ καθ’ἁρπαγὴν τῶν ἀλλοτρίων τραπησόμενοι καὶ ὄψει πᾶν προεκπλήξοντες τοὺς πολεμίους. 18.365προϊοῦσι δὲ αὐτοῖς εἰς σταδίους ἐνενήκοντα καὶ διὰ τῆς ἀνύδρου τῆς πορείας γενομένης καὶ μεσημβρίας τάτε ἄλλα περιῆν τότε τὸ δίψος καὶ Μιθριδάτης ἐπιφανεὶς προσέβαλε τεταλαιπωρημένοις ἀπορίᾳ τοῦ πιεῖν καὶ δι’αὐτὸ καὶ τὴν ὥραν φέρειν τὰ ὅπλα μὴ δυναμένοις. 18.366τροπήτε οὖν γίνεται τῶν περὶ τὸν Ἀνιλαῖον διὰ τὸ ἀπηγορευκότας ἀκραιφνέσι προσφέρεσθαι καὶ φόνος πολὺς πολλαίτε μυριάδες ἔπεσον ἀνδρῶν, Ἀνιλαῖος δὲ καὶ ὅσον περὶ αὐτὸν ἦν συνεστηκὸς ἐπὶ τῆς ὕλης ἐπανεχώρουν φυγῇ μεγάλην νίκης τῆς ἐπ’αὐτοῖς χαρὰν Μιθριδάτῃ παρεσχηκότες. 18.367Ἀνιλαίῳ δὲ προσῄει πλῆθος ἄπορον ἀνδρῶν πονηρῶν ἐν ὀλίγῳ τὴν σωτηρίαν ποιουμένων ῥᾳστώνης χάριτι τῆς εἰς τὸ παρόν, ὥστε ἀντανίσωμα τὴν τούτων πρόσοδον γενέσθαι πλῆθος τῶν ἀπολωλότων · οὐ μὴν ὅμοιοί γε ἦσαν τοῖς πεπτωκόσι διὰ τὸ ἀμελέτητον. 18.368οὐ μὴν ἀλλὰ καὶ ταύταις ἐπιφοιτᾷ ταῖς κώμαις τῶν Βαβυλωνίων ἀνάστατάτε ἦν πάντα ταῦτα ὑπὸ τῆς Ἀνιλαίου ὕβρεως. 18.369καὶ οἱ Βαβυλώνιοι καὶ οἱ ὄντες ἐν τῷ πολέμῳ πέμπουσιν ἐς τὰ Νέερδα πρὸς τοὺς ἐν αὐτῇ Ἰουδαίους Ἀνιλαῖον ἐξαιτούμενοι, καὶ μὴ δεξομένοις τὸν λόγον τοῦτον, οὐ δὲ γὰρ βουλομένοις ἔκδοτον παρασχεῖν δυνηθῆναι, εἰρήνην προυκαλοῦντο · οἱ δὲ κα- καὐτοὶ χρῄζειν ἔλεγον τῶν ἐπὶ τῆς εἰρήνης συμβάσεων καὶ πέμπουσι μετὰ τῶν Βαβυλωνίων ἄνδρας, οἳ διαλέξοιντο πρὸς τὸν Ἀνιλαῖον. 18.370οἱ δὲ Βαβυλώνιοι κατοπτίας αὐτοῖς γενομένης μαθόντες τὸ χωρίον, ἐν ᾧ ἱδρυμένος ὁ Ἀνιλαῖος ἦν, ἐπιπεσόντες κρύφα νυκτὸς μεθύουσι καὶ καθ’ὕπνον τετραμμένοις κτείνουσιν ἀδεῶς πάντας ὅσους ἐγκατέλαβον καὶ Ἀνιλαῖον αὐτόν. 18.371Βαβυλώνιοι δὲ ἀπαλλαγέντες τῆς Ἀνιλαίου βαρύτητος, ἐπιστόμισμα γὰρ ἦν αὐτῶν μίσει τῷ πρὸς τοὺς Ἰουδαίους, ἀεὶ γὰρ ὡς ἐπὶ πολὺ διάφοροι καθεστήκεσαν αἰτίᾳ τῆς ἐναντιώσεως τῶν νόμων καὶ ὁποτέροις παραγένοιτο θαρρεῖν πρότεροι ἀλλήλων ἥπτοντο εἰ μὴ καὶ τότε οὖν ἀπολωλότων τῶν περὶ τὸν Ἀνιλαῖον ἐπετίθεντο τοῖς Ἰουδαίοις οἱ Βαβυλώνιοι. 18.372οἱ δ’ἐν δεινῷ τιθέμενοι τὴν ὕβριν τὴν ἐκ τῶν Βαβυλωνίων καὶ μήτε ἀντιτάξασθαι μάχῃ δυνάμενοι μήτε ἀνεκτὸν ἡγούμενοι τὴν συνοικίαν ᾤχοντο εἰς Σελεύκειαν τῶν ἐκείνῃ πόλιν ἀξιολογωτάτην Σελεύκου κτίσαντος αὐτὴν τοῦ Νικάτορος. οἰκοῦσιν δ’αὐτὴν πολλοὶ μὲν Μακεδόνων, πλεῖστοι δὲ Ἕλληνες, ἔστιν δὲ καὶ Σύρων οὐκ ὀλίγον τὸ ἐμπολιτευόμενον. 18.373εἰς μὲν δὴ ταύτην καταφεύγουσιν οἱ Ἰουδαῖοι καὶ ἐπὶ μὲν πέντε ἔτη ἀπαθεῖς κακῶν ἦσαν, τῷ δὲ ἕκτῳ ἔτει μετὰ τὸ πρῶτον φθορὰ ἐν Βαβυλῶνι ἐγένετο αὐτῶν καὶ καιναὶ κτίσεις ἐκ τῆς πόλεως καὶ δι’αὐτὴν ἄφιξις εἰς τὴν Σελεύκειαν ἐκδέχεται μείζων αὐτοὺς συμφορὰ δι’αἰτίαν, ἣν ἀφηγήσομαι. 18.374Σελευκέων τοῖς Ἕλλησι πρὸς τοὺς Σύρους ὡς ἐπὶ πολὺ ἐν στάσει καὶ διχονοίᾳ ἐστὶν ὁ βίος καὶ κρατοῦσιν οἱ Ἕλληνες. τότε οὖν συνοικούντων αὐτοῖς Ἰουδαίων γενομένων ἐστασίαζον, καὶ οἱ Σύροι καθυπέρτεροι ἦσαν ὁμολογίᾳ τῇ Ἰουδαίων πρὸς αὐτοὺς φιλοκινδύνωντε ἀνδρῶν καὶ πολεμεῖν προθύμως ἐντεταγμένων. 18.375καὶ οἱ Ἕλληνες περιωθούμενοι τῇ στάσει καὶ μίαν ὁρῶντες αὐτοῖς ἀφορμὴν τοῦ ἀνασώσασθαι τὸ πρότερον ἀξίωμα, εἰ δυνηθεῖεν παῦσαι τα- ταὐτὸν λέγοντας Ἰουδαίους καὶ Σύρους, διελέγοντο ἕκαστοι πρὸς τῶν Σύρων τοὺς αὐτοῖς συνήθεις πρὸ τοῦ γεγονότας εἰρήνηντε καὶ φιλίαν ὑπισχνούμενοι. 18.376οἱ δὲ ἐπείθοντο ἄσμενοι. ἐγίνοντο οὖν ἀφ’ἑκατέρων λόγοι καὶ τῶν πρώτων παρ’ἑκατέροις ἀνδρῶν προασσόντων ἐπιδιαλλαγὰς τάχιστα ἡ σύμβασις ἐγένετο, ὁμονοήσαντέςτε μέγα τεκμήριον ἑκάτεροι εὐνοίας ἀλλήλοις ἠξίουν παρασχεῖν τὸ πρὸς τοὺς Ἰουδαίους ἔχθος, ἐπιπεσόντεςτε αἰφνίδιον αὐτοῖς κτείνουσι μυριάδας ὑπὲρ πέντε ἀνδρῶν, ἀπώλοντότε πάντες πλὴν εἴ τινες ἐλέῳ φίλων ἢ γειτόνων ἐπιχωρηθὲν αὐτοῖς ἔφυγον. 18.377τούτοις δὲ ἦν εἰς Κτησιφῶντα ἀποχώρησις πόλιν Ἑλληνίδα καὶ τῆς Σελευκείας πλησίον κειμένην, ἔνθα χειμάζειτε ὁ βασιλεὺς κατὰ πᾶν ἔτος καὶ πλείστη τῆς ἀποσκευῆς αὐτοῦ τῇδε ἀποκειμένη τυγχάνει. ἀσύνετα δὲ ἦν αὐτοῖς τὴν ἵδρυσιν πεποιημένοις τιμῇ τῆς βασιλείας Σελευκέων πεφροντικότων. 18.378ἐφοβήθη δὲ καὶ πᾶν τὸ τῇδε Ἰουδαίων ἔθνος τούςτε Βαβυλωνίους καὶ τοὺς Σελευκεῖς, ἐπειδὴ καὶ ὁπόσον ἦν Σύρων ἐμπολιτεῦον τοῖς τόποις τα- ταὐτὸν ἔλεγον τοῖς Σελευκεῦσιν ἐπὶ πολέμῳ τῷ πρὸς τοὺς Ἰουδαίους. 18.379καὶ συνελέγησαν ὥστε πολὺ εἴςτε τὰ Νέερδα καὶ τὴν Νίσιβιν ὀχυρότητι τῶν πόλεων κτώμενοι τὴν ἀσφάλειαν, καὶ ἄλλως πληθὺς ἅπασα μαχίμων ἀνδρῶν κατοικεῖται. καὶ τὰ μὲν κατὰ Ἰουδαίους τοὺς ἐν τῇ Βαβυλωνίᾳ κατῳκημένους τοιαῦτα ἦν.