Historical Library, 8
8.12.1μετὰ ταῦθ’ὁ μὲν βασιλεὺς ἀναλαβὼν ἑαυτὸν ἐκ τῶν τραυμάτων προέθηκε κρίσιν ἀριστείου. κατέβησαν μὲν οὖν ἐπὶ τὸν ἀγῶνα δύο, Κλέοννίςτε καὶ Ἀριστομένης, ὧν ἑκάτερος εἶχεν ἴδιόν τι πρὸς δόξαν.
8.12.2ὁ γὰρ Κλέοννις ὑπερασπίσας τὸν βασιλέα πεπτωκότα τῶν ἐπιφερομένων Σπαρτιατῶν ὀκτὼ νεκροὺς ἐπεποιήκει · καὶ τούτων ἦσαν δύο ἡγεμόνες ἐπιφανεῖς · πάντων δὲ τῶν ἀναιρεθέντων ὑπ’αὐτοῦ τὰς πανοπλίας ἐσκυλευκὼς ἐδεδώκει τοῖς ὑπασπισταῖς, ἵνα ἔχῃ σημεῖα τῆς ἰδίας ἀρετῆς πρὸς τὴν κρίσιν. πολλοῖς δὲ περιπεσὼν τραύμασιν ἅπαντ’ἔσχεν ἐναντία, μέγιστον παρεχόμενος τεκμήριον τοῦ μηδενὶ τῶν πολεμίων εἶξαι.
8.12.3ὁ δ’Ἀριστομένης ἐν τῷ περὶ τοῦ βασιλέως ἀγῶνι πέντε μὲν ἀνῃρήκει τῶν Λακεδαιμονίων, καὶ τὰς πανοπλίας ἐσκυλεύκει τῶν πολεμίων ἐπικειμένων. καὶ τὸ μὲν ἑαυτοῦ σῶμα διεφύλαξεν ἄτρωτον, ἐκ δὲ τῆς μάχης ἀπερχόμενος εἰς τὴν πόλιν ἔργον ἐπαινούμενον ἔπραξεν.
8.12.4ὁ μὲν γὰρ Κλέοννις ἀσθενῶς ἐκ τῶν τραυμάτων διακείμενος οὔτε βαδίζειν καθ’αὑτὸν οὔτε χειραγωγεῖσθαι δυνατὸς ἦν · ὁ δ’Ἀριστομένης ἀράμενος αὐτὸν ἐπὶ τοὺς ὤμους ἀπήνεγκεν εἰς τὴν πόλιν, οὐδὲν δὲ ἧττον κομίζων τὴν ἰδίαν πανοπλίαν, καὶ ταῦτα τοῦ Κλεόννιδος προέχοντος τῶν ἄλλων μεγέθειτε καὶ ῥώμῃ σώματος.
8.12.5τοιαύτας δ’ἐχόντων ἀφορμὰς εἰς τὴν ὑπὲρ τῶν ἀριστείων κρίσιν, ὁ βασιλεὺς ἐκάθισε μετὰ τῶν ταξιάρχων κατὰ τὸν νόμον. προλαβὼν οὖν τὸν λόγον ὁ Κλέοννις τοιούτοις ἐχρήσατο λόγοις.
8.12.6βραχὺς μὲν ἐστιν ὁ περὶ τῶν ἀριστείων λόγος · κριταὶ γὰρ εἰσιν τεθεαμένοι τὰς ἑκάστων ἀρετάς · ὑπομνῆσαι δὲ δεῖ με, διότι πρὸς τοὺς αὐτοὺς ἄνδρας ἑκατέρων διαγωνισαμένων ὑφ’ἕνα καιρὸν καὶ τόπον ἐγὼ πλείους ἀπέκτεινα. δῆλον οὖν ὡς κατὰ τὴν αὐτὴν περίστασιν ὁ πρότερος ἐν ἀριθμῷ τῶν ἀναιρεθέντων προτερεῖ καὶ τοῖς εἰς τὸ πρωτεῖον δικαίοις.
8.12.7ἀλλὰ μὴν καὶ τὰ σώματα ἑκατέρων ἐμφανεστάτας ἀποδείξεις ἔχει τὴν ὑπεροχῆς · ὁ μὲν γὰρ πλήρης ὢν τραυμάτων ἐναντίων ἀπελύετο τῆς μάχης, ὁ δ’ὥσπερ ἐκ πανηγύρεως, ἀλλ’οὐ τηλικαύτης παρατάξεως ἐξιὼν οὐκ ἐπειράθη, τί δύναται πολεμίων σίδηρος.
8.12.8εὐτυχέστερος μὲν οὖν ἴσως Ἀριστομένης, ἀγαθώτερος δ’ἡμῶν οὐκ ἂν δικαίως κριθείη. πρόδηλος γὰρ ὁ ὑπομείνας τοσαύτας διαιρέσεις τοῦ σώματος ὡς ἀφειδῶς ἑαυτὸν ἐπέδωκεν ὑπὲρ τῆς πατρίδος · ὁ δ’ἐν πολεμίων συμπλοκῇ καὶ τοιούτων κινδύνων τηρήσας ἑαυτὸν ἄτρωτον εὐλαβείᾳ τοῦ παθεῖν τι τοῦτ’ἐνήργησεν.
8.12.9ἄτοπον οὖν εἰ παρὰ τοῖς ἑωρακόσι τὴν μάχην ὁ τῶν πολεμίων μὲν ἐλάττους ἀνελών, τῷ δ’ἰδίῳ σώματι κινδυνεύσας ἧττον, προκριθήσεται τοῦ πρωτεύοντος ἐν ἀμφοτέροις. ἀλλὰ μὴν καὶ τὸ μηδενὸς ἔτι κινδύνου ὑπάρχοντος βαστάσαι τὸ σῶμα καταπεπονημένον ὑπὸ τῶν τραυμάτων ἀνδρείαν μὲν οὐδεμίαν ἔχει, σώματος δ’ἴσως ἰσχὺν ἐπιδείκνυται. ἱκανὰ μοι ταῦτα εἴρηται πρὸς ὑμᾶς · πρόκειται γὰρ ἀγὼν οὐ λόγων, ἀλλ’ἔργων.
8.12.10παραλαβὼν δ’ἐν μέρει τὸν λόγον Ἀριστομένης, Θαυμάζω, φησίν, εἰ μέλλει περὶ ἀριστείων ἀμφισβητεῖν ὁ σωθεὶς τῷ σώσαντι · ἀναγκαῖον γὰρ ἢ τῶν δικαζόντων αὐτὸν ἄνοιαν καταγινώσκειν ἢ τὴν κρίσιν δοκεῖν ἐκ τῶν νῦν λεγομένων, ἀλλ’οὐκ ἐκ τῶν τότε πεπραγμένων ἔσεσθαι. οὐ μόνον δὲ Κλέοννις δειχθήσεται κατ’ἀρετὴν λειπόμενος, ἀλλὰ καὶ τελέως ἀχάριστος.
8.12.11ἀφεὶς γὰρ τὸ τὰ συντελεσθέντα ὑπ’αὐτοῦ καλῶς διαπορεύεσθαι, διέσυρε τὰς ἐμᾶς πράξεις, φιλοτιμότερος ὢν ἡ δίκαιον · ᾧ γὰρ καὶ ἰδίας σωτηρίας τὰς μεγίστας ὀφείλει χάριτας, τούτου τὸν ἐπὶ τοῖς καλῶς πραχθεῖσιν ἔπαινον διὰ φθόνον ἀφῄρηται. ἐγὼ δὲ ὁμολογῶ μὲν ἐν τοῖς τότε γεγενημένοις κινδύνοις εὐτυχὴς ὑπάρξαι, φημὶ δὲ πρότερον ἀγαθὸς γενέσθαι.
8.12.12εἰ μὲν γὰρ ἐκκλίνας τὴν τῶν πολεμίων ἐπιφορὰν ἄτρωτος ἐγενόμην, οὐκ εὐτυχῆ με προσῆκεν ὀνομάζειν, ἀλλὰ δειλόν, οὐ δ’ὑπὲρ ἀριστείων λέγειν κρίσιν, ἀλλὰ ταῖς ἐκ τῶν νόμων τιμωρίαις περιπεπτωκέναι · ἐπεὶ δ’ἐν πρώτοις μαχόμενος καὶ τοὺς ὑφισταμένους ἀναιρῶν οὐκ ἔπαθον ἅπερ ἔπραξα, ῥητέον οὐκ εὐτυχῆ με μόνον, ἀλλὰ καὶ ἀγαθόν.
8.12.13εἴτε γὰρ οἱ πολέμιοι καταπλαγέντες τὴν ἀρετὴν οὐκ ἐτόλμησαν ἀμύνασθαι, μεγάλων ἐπαινῶν ἄξιος ὃν ἐφοβήθησαν, εἴτ’ἐκείνων ἀγωνιζομένων εὐθύμως ἐγὼ φονεύων τοὺς ἀνθεστηκότας καὶ τοῦ σώματος ἐποιούμην πρόνοιαν, ἀνδρεῖος ἅμα καὶ συνετός.
8.12.14ὁ γὰρ ἐν αὐτῷ τῷ θυμομαχεῖν ἐμφρόνως ὑπομένων τὸ δεινὸν ἑκατέρας ἔχει τὰς ἀρετάς, σώματόςτε καὶ ψυχῆς. καίτοι γε ταῦτα τὰ δίκαια πρὸς ἑτέρους ἦν μοι ῥητέον ἀμείνους τούτου. ὅτε γὰρ Κλέοννιν παραλελυμένον ἐκ τῆς μάχης εἰς τὴν πόλιν ἀπήνεγκα τα- τἀμαυτοῦ σώζων ὅπλα, καὶ ὑπ’αὐτοῦ κεκρίσθαι νομίζω τὸ δίκαιον.
8.12.15καίτοι γε παροραθεὶς τόθ’ὑφ’ἡμῶν ἴσως οὐκ ἂν ἤριζε νῦν ὑπὲρ ἀριστείων, οὐ δὲ διασύρων τηλικοῦτον μέγεθος εὐεργεσίας ἔλεγε μηθὲν εἶναι μέγα τὸ πραχθὲν διὰ τὸ κατ’ἐκεῖνον τὸν καιρὸν ἀποχωρεῖν ἐκ τῆς μάχης τοὺς πολεμίους. τίς γὰρ οὐκ οἶδεν, ὅτι πολλάκις οἱ διαλυθέντες ἐκ τῆς μάχης ἐξ ὑποστροφῆς εἰώθασιν ἐπιτίθεσθαι καὶ στρατηγίᾳ ταύτῃ χρησάμενοι τυγχάνειν τῆς νίκης; ἱκανὰ μοι τὰ ῥηθέντα · λόγων γὰρ πλειόνων οὐκ οἶμαι ὑμᾶς προσδεῖσθαι.
8.12.16τούτων ῥηθέντων οἱ δικάζοντες ὁμογνῶμονες γενόμενοι προέκριναν τὸν Ἀριστομένην.