Diodorus Siculus

Historical Library, 7

7.5

7.5.1ἔνιοι μὲν οὖν τῶν συγγραφέων πλανηθέντες ὑπέλαβον τοὺς περὶ τὸν Ῥωμύλον ἐκ τῆς Αἰνείου θυγατρὸς γεννηθέντας ἐκτικέναι τὴν Ῥώμην · τὸ δ’ἀληθὲς οὐχ οὕτως ἔχει, πολλῶν μὲν ἐν τῷ μεταξὺ χρόνῳ τοῦτ’Αἰνείου καὶ Ῥωμύλου γεγονότων βασιλέων, ἐκτισμένης δὲ τῆς πόλεως κατὰ τὸ δεύτερον ἔτος τῆς ἑβδόμης Ὀλυμπιάδος · αὕτη γὰρ κτίσις ὑστερεῖ τῶν Τρωικῶν ἔτεσι τρισὶ πλείοσι τῶν τετρακοσίων καὶ τριάκοντα.

7.5.2Αἰνείας γὰρ μετὰ τὴν ἅλωσιν τῆς Τροίας ἐτῶν τριῶν παρελθόντων παρέλαβε τὴν τῶν Λατίνων βασιλείαν, καὶ κατασχὼν τριετῆ χρόνον ἐξ ἀνθρώπων ἠφανίσθη καὶ τιμῶν ἔτυχεν ἀθανάτων.

7.5.3τὴν δ’ἀρχὴν διαδεξάμενος Ἀσκάνιος υἱὸς ἔκτισεν Ἄλβαν τὴν νῦν καλουμένην Λόγγαν, ἣν ὠνόμασεν ἀπὸ τοῦ ποταμοῦ τοῦ τότε μὲν Ἄλβᾳ καλουμένου, νῦν δὲ Τιβέρεως ὀνομαζομένου.

7.5.4περὶ δὲ τῆς προσηγορίας ταύτης Φάβιος τὰς Ῥωμαίων πράξεις ἀναγράψας ἄλλως μεμυθολόγηκε. φησὶ γὰρ Αἰνείᾳ γενέσθαι λόγιον, τετράπουν αὐτῷ καθηγήσεσθαι πρὸς κτίσιν πόλεως · μέλλοντος δ’αὐτῷ θύειν ὗν ἔγκυον τῷ χρώματι λευκήν, ἐκφυγεῖν ἐκ τῶν χειρῶν, καὶ διωχθῆναι πρός τινα λόφον, πρὸς κομισθεῖσαν τεκεῖν τριάκοντα χοίρους.

7.5.5τὸν δὲ Αἰνείαν τότε παράδοξον θαυμάσαντα καὶ τὸ λόγιον ἀνανοούμενον ἐπιχειρῆσαι μὲν οἰκίσαι τὸν τόπον, ἰδόντα δὲ κατὰ τὸν ὕπνον ὄψιν ἐναργῶς διακωλύουσαν καὶ συμβουλεύουσαν μετὰ τριάκοντα ἔτη κτίζειν, ὅσοσπερ τῶν τεχθέντων ἀριθμὸς ἦν, ἀποστῆναι τῆς προθέσεως.

7.9

7.9.1τούτων ἡμῖν διευκρινημένων λείπεται περὶ τῆς Κορινθίας καὶ Σικυωνίας εἰπεῖν ὃν τρόπον ὑπὸ Δωριέων κατῳκίσθησαν. τὰ γὰρ κατὰ τὴν Πελοπόννησον ἔθνη σχεδὸν πάντα πλὴν Ἀρκάδων ἀνάστατα συνέβη γενέσθαι κατὰ τὴν κάθοδον τῶν Ἡρακλειδῶν.

7.9.2οἱ τοίνυν Ἡρακλεῖδαι κατὰ τὴν διαίρεσιν ἐξαίρετον ποιησάμενοι τὴν Κορινθίαν καὶ τὴν ταύτης πλησιόχωρον, διεπέμψατο πρὸς τὸν Ἀλήτην, παραδιδόντες αὐτῷ τὴν προειρημένην χώραν. ἐπιφανὴς δὲ ἀνὴρ γενόμενος καὶ τὴν Κόρινθον αὐξήσας ἐβασίλευσεν ἔτη ληʹ.

7.9.3μετὰ δὲ τὴν τούτου τελευτήν πρεσβύτατος ἀεὶ τῶν ἐκγόνων ἐβασίλευσε μέχρι τῆς Κυψέλου τυραννίδος, ἥτις τῆς καθόδου τῶν Ἡρακλειδῶν ὑστερεῖ ἔτεσι υμζʹ. καὶ πρῶτος μὲν παρ’αὐτοῖς διεδέξατο τὴν βασιλείαν Ἰξίων ἔτη ληʹ.

7.9.4μεθ’ὃν ἦρξεν Ἀγέλας ἔτη λζʹ, μετὰ δὲ τούτους Πρύμνις ἔτη λεʹ, καὶ Βάκχις ὁμοίως τὸν ἴσον χρόνον, γενόμενος ἐπιφανέστατος τῶν πρὸ αὐτοῦ · διὸ καὶ συνέβη τοὺς μετὰ ταῦτα βασιλεύσαντας οὐκέτι Ἡρακλείδας, ἀλλὰ Βακχίδας προσαγορεύεσθαι. μετὰ τοῦτον Ἀγέλας μὲν ἔτη λʹ, Εὔδημος δὲ ἔτη κεʹ, Ἀριστομήδης εʹ καὶ λʹ.

7.9.5οὗτος δὲ τελευτήσας ἀπέλιπεν υἱὸν Τελέστην παῖδα τὴν ἡλικίαν, οὗ τὴν κατὰ γένος βασιλείαν ἀφείλατο θεῖος ὢν καὶ ἐπίτροπος Ἀγήμων, ὃς ἦρξεν ἔτη ιϛʹ. μετὰ τοῦτον κατέσχεν Ἀλέξανδρος ἔτη κεʹ. τοῦτον ἀνελὼν Τελέστης στερηθεὶς τῆς πατρῴας ἀρχῆς ἦρξεν ἔτη ιβʹ.

7.9.6τούτου δ’ὑπὸ τῶν συγγενῶν ἀναιρεθέντος Αὐτομένης μὲν ἦρξεν ἐνιαυτόν, οἱ δ’ἀπὸ Ἡρακλέους Βακχίδαι πλείους ὄντες διακοσίων κατέσχον τὴν ἀρχήν, καὶ κοινῇ μὲν προειστήκεσαν τῆς πόλεως ἅπαντες, ἐξ αὑτῶν δὲ ἕνα κατ’ἐνιαυτὸν ᾑροῦντο πρύτανιν, ὃς τὴν τοῦ βασιλέως εἶχε τάξιν, ἐπὶ ἔτη ϙʹ μέχρι τῆς Κυψέλου τυραννίδος, ὑφ’ἧς κατελύθησαν.