Diodorus Siculus

Historical Library, 2

2.1

2.1.1 μὲν πρὸ ταύτης βίβλος τῆς ὅλης συντάξεως οὖσα πρώτη περιέχει τὰς κατ’Αἴγυπτον πράξεις · ἐν αἷς ὑπάρχει τάτε περὶ τῶν θεῶν παρ’Αἰγυπτίοις μυθολογούμενα καὶ περὶ τῆς τοῦ Νείλου φύσεως καὶ τἄλλα τὰ περὶ τοῦ ποταμοῦ τούτου παραδοξολογούμενα, πρὸς δὲ τούτοις περίτε τῆς κατ’Αἴγυπτον χώρας καὶ τῶν ἀρχαίων βασιλέων τὰ ὑφ’ἑκάστου πραχθέντα. ἑξῆς δὲ κατετάχθησαν αἱ κατασκευαὶ τῶν πυραμίδων τῶν ἀναγραφομένων ἐν τοῖς ἑπτὰ θαυμαζομένοις ἔργοις.

2.1.2ἔπειτα διήλθομεν περὶ τῶν νόμων καὶ τῶν δικαστηρίων, ἔτι δὲ τῶν ἀφιερωμένων ζῴων παρ’Αἰγυπτίοις τὰ θαυμαζόμενα, πρὸς δὲ τούτοις τὰ περὶ τῶν τετελευτηκότων νόμιμα, καὶ τῶν Ἑλλήνων ὅσοι τῶν ἐπὶ παιδείᾳ θαυμαζομένων παραβαλόντες εἰς Αἴγυπτον καὶ πολλὰ τῶν χρησίμων μαθόντες μετήνεγκαν εἰς τὴν Ἑλλάδα.

2.1.3ἐν ταύτῃ δ’ἀναγράψομεν τὰς κατὰ τὴν Ἀσίαν γενομένας πράξεις ἐν τοῖς ἀρχαίοις χρόνοις, τὴν ἀρχὴν ἀπὸ τῆς τῶν Ἀσσυρίων ἡγεμονίας ποιησάμενοι.

2.1.4τὸ παλαιὸν τοίνυν κατὰ τὴν Ἀσίαν ὑπῆρχον ἐγχώριοι βασιλεῖς, ὧν οὔτε πρᾶξις ἐπίσημος οὔτε ὄνομα μνημονεύεται. πρῶτος δὲ τῶν εἰς ἱστορίαν καὶ μνήμην παραδεδομένων ἡμῖν Νίνος βασιλεὺς τῶν Ἀσσυρίων μεγάλας πράξεις ἐπετελέσατο · περὶ οὗ τὰ κατὰ μέρος ἀναγράφειν πειρασόμεθα. γενόμενος γὰρ φύσει πολεμικὸς καὶ ζηλωτὴς τῆς ἀρετῆς καθώπλισε τῶν νέων τοὺς κρατίστους · γυμνάσας δ’αὐτοὺς πλείονα χρόνον συνήθεις ἐποίησε πάσῃ κακοπαθείᾳ καὶ πολεμικοῖς κινδύνοις.

2.1.5συστησάμενος οὖν στρατόπεδον ἀξιόλογον συμμαχίαν ἐποιήσατο πρὸς Ἀριαῖον τὸν βασιλέα τῆς Ἀραβίας, κατ’ἐκείνους τοὺς χρόνους ἐδόκει πλήθειν ἀλκίμων ἀνδρῶν. ἔστι δὲ καὶ καθόλου τοῦτο τὸ ἔθνος φιλελεύθερον καὶ κατ’οὐδένα τρόπον προσδεχόμενον ἔπηλυν ἡγεμόνα · διόπερ οὔθ’οἱ τῶν Περσῶν βασιλεῖς ὕστερον οὔθ’οἱ τῶν Μακεδόνων, καίπερ πλεῖστον ἰσχύσαντες, ἠδυνήθησαν τοῦτο τὸ ἔθνος καταδουλώσασθαι.

2.1.6καθόλου γὰρ Ἀραβία δυσπολέμητός ἐστι ξενικαῖς δυνάμεσι διὰ τὸ τὴν μὲν ἔρημον αὐτῆς εἶναι, τὴν δὲ ἄνυδρον καὶ διειλημμένην φρέασι κεκρυμμένοις καὶ μόνοις τοῖς ἐγχωρίοις γνωριζομένοις.

2.1.7 δ’οὖν τῶν Ἀσσυρίων βασιλεὺς Νίνος τὸν δυναστεύοντα τῶν Ἀράβων παραλαβὼν ἐστράτευσε μετὰ πολλῆς δυνάμεως ἐπὶ Βαβυλωνίους κατοικοῦντας ὅμορον χώραν · κατ’ἐκείνους δὲ τοὺς χρόνους μὲν νῦν οὖσα Βαβυλὼν οὐκ ἦν ἐκτισμένη, κατὰ δὲ τὴν Βαβυλωνίαν ὑπῆρχον ἄλλαι πόλεις ἀξιόλογοι · ῥᾳδίως δὲ χειρωσάμενος τοὺς ἐγχωρίους διὰ τὸ τῶν ἐν τοῖς πολέμοις κινδύνων ἀπείρως ἔχειν, τούτοις μὲν ἔταξε τελεῖν κατ’ἐνιαυτὸν ὡρισμένους φόρους, τὸν δὲ βασιλέα τῶν καταπολεμηθέντων λαβὼν μετὰ τῶν τέκνων αἰχμάλωτον ἀπέκτεινε.

2.1.8μετὰ δὲ ταῦτα πολλοῖς πλήθεσιν εἰς τὴν Ἀρμενίαν ἐμβαλὼν καί τινας τῶν πόλεων ἀναστάτους ποιήσας κατεπλήξατο τοὺς ἐγχωρίους · διόπερ βασιλεὺς αὐτῶν Βαρζάνης, ὁρῶν αὑτὸν οὐκ ἀξιόμαχον ὄντα, μετὰ πολλῶν δώρων ἀπήντησε καὶ πᾶν ἔφησε ποιήσειν τὸ προσταττόμενον.

2.1.9 δὲ Νίνος μεγαλοψύχως αὐτῷ χρησάμενος τῆςτε Ἀρμενίας συνεχώρησεν ἄρχειν καὶ φίλον ὄντα πέμπειν στρατιὰν καὶ τὴν χορηγίαν τῷ σφετέρῳ στρατοπέδῳ. ἀεὶ δὲ μᾶλλον αὐξόμενος ἐστράτευσεν εἰς τὴν Μηδίαν.

2.1.10 δὲ ταύτης βασιλεὺς Φάρνος παραταξάμενος ἀξιολόγῳ δυνάμει καὶ λειφθείς, τῶντε στρατιωτῶν τοὺς πλείους ἀπέβαλε καὶ αὐτὸς μετὰ τέκνων ἑπτὰ καὶ γυναικὸς αἰχμάλωτος ληφθεὶς ἀνεσταυρώθη.

2.2

2.2.1οὕτω δὲ τῶν πραγμάτων τῷ Νίνῳ προχωρούντων δεινὴν ἐπιθυμίαν ἔσχε τοῦ καταστρέψασθαι τὴν Ἀσίαν ἅπασαν τὴν ἐντὸς Τανάιδος καὶ Νείλου · ὡς ἐπίπαν γὰρ τοῖς εὐτυχοῦσιν τῶν πραγμάτων εὔροια τὴν τοῦ πλείονος ἐπιθυμίαν παρίστησι. διόπερ τῆς μὲν Μηδίας σατράπην ἕνα τῶν περὶ αὑτὸν φίλων κατέστησεν, αὐτὸς δ’ἐπῄει τὰ κατὰ τὴν Ἀσίαν ἔθνη καταστρεφόμενος, καὶ χρόνον ἑπτακαιδεκαετῆ καταναλώσας πλὴν Ἰνδῶν καὶ Βακτριανῶν τῶν ἄλλων ἁπάντων κύριος ἐγένετο.

2.2.2τὰς μὲν οὖν καθ’ἕκαστα μάχας τὸν ἀριθμὸν ἁπάντων τῶν καταπολεμηθέντων οὐδεὶς τῶν συγγραφέων ἀνέγραψε, τὰ δ’ἐπισημότατα τῶν ἐθνῶν ἀκολούθως Κτησίᾳ τῷ Κνιδίῳ πειρασόμεθα συντόμως ἐπιδραμεῖν.

2.2.3κατεστρέψατο μὲν γὰρ τῆς παραθαλαττίου καὶ τῆς συνεχοῦς χώρας τήντε Αἴγυπτον καὶ Φοινίκην, ἔτι δὲ Κοίλην Συρίαν καὶ Κιλικίαν καὶ Παμφυλίαν καὶ Λυκίαν, πρὸς δὲ ταύταις τήντε Καρίαν καὶ Φρυγίαν καὶ Μυσίαν καὶ Λυδίαν, προσηγάγετο δὲ τήντε Τρῳάδα καὶ τὴν ἐφ’Ἑλλησπόντῳ Φρυγίαν καὶ Προποντίδα καὶ Βιθυνίαν καὶ Καππαδοκίαν καὶ τὰ κατὰ τὸν Πόντον ἔθνη βάρβαρα κατοικοῦντα μέχρι Τανάιδος, ἐκυρίευσε δὲ τῆςτε Καδουσίων χώρας καὶ Ταπύρων, ἔτι δ’Ὑρκανίων καὶ Δραγγῶν, πρὸς δὲ τούτοις Δερβίκων καὶ Καρμανίων καὶ Χωρομναίων, ἔτι δὲ Βορκανίων καὶ Παρθυαίων, ἐπῆλθε δὲ καὶ τὴν Περσίδα καὶ τὴν Σουσιανὴν καὶ τὴν καλουμένην Κασπιανήν, εἰς ἥν εἰσιν εἰσβολαὶ στεναὶ παντελῶς, διὸ καὶ προσαγορεύονται Κάσπιαι πύλαι.

2.2.4πολλὰ δὲ καὶ ἄλλα τῶν ἐλαττόνων ἐθνῶν προσηγάγετο, περὶ ὧν μακρὸν ἂν εἴη λέγειν. τῆς δὲ Βακτριανῆς οὔσης δυσεισβόλου καὶ πλήθη μαχίμων ἀνδρῶν ἐχούσης, ἐπειδὴ πολλὰ πονήσας ἄπρακτος ἐγένετο, τὸν μὲν πρὸς Βακτριανοὺς πόλεμον εἰς ἕτερον ἀνεβάλετο καιρόν, τὰς δὲ δυνάμεις ἀναγαγὼν εἰς τὴν Ἀσσυρίαν ἐξελέξατο τόπον εὔθετον εἰς πόλεως μεγάλης κτίσιν.

2.3

2.3.1ἐπιφανεστάτας γὰρ πράξεις τῶν πρὸ αὐτοῦ κατειργασμένος ἔσπευδε τηλικαύτην κτίσαι τὸ μέγεθος πόλιν ὥστε μὴ μόνον αὐτὴν εἶναι μεγίστην τῶν τότε οὐσῶν κατὰ πᾶσαν τὴν οἰκουμένην, ἀλλὰ μη δὲ τῶν μεταγενεστέρων ἕτερον ἐπιβαλόμενον ῥᾳδίως ἂν ὑπερθέσθαι.

2.3.2τὸν μὲν οὖν τῶν Ἀράβων βασιλέα τιμήσας δώροις καὶ λαφύροις μεγαλοπρεπέσιν ἀπέλυσε μετὰ τῆς ἰδίας στρατιᾶς εἰς τὴν οἰκείαν, αὐτὸς δὲ τὰς πανταχόθεν δυνάμεις καὶ παρασκευὰς πάντων τῶν ἐπιτηδείων ἀθροίσας παρὰ τὸν Εὐφράτην ποταμὸν ἔκτισε πόλιν εὖ τετειχισμένην, ἑτερόμηκες αὐτῆς ὑποστησάμενος τὸ σχῆμα. εἶχε δὲ τῶν μὲν μακροτέρων πλευρῶν ἑκατέραν πόλις ἑκατὸν καὶ πεντήκοντα σταδίων, τῶν δὲ βραχυτέρων ἐνενήκοντα.

2.3.3διὸ καὶ τοῦ σύμπαντος περιβόλου συσταθέντος ἐκ σταδίων τετρακοσίων καὶ ὀγδοήκοντα τῆς ἐλπίδος οὐ διεψεύσθη · τηλικαύτην γὰρ πόλιν οὐδεὶς ὕστερον ἔκτισε κατάτε τὸ μέγεθος τοῦ περιβόλου καὶ τὴν περὶ τὸ τεῖχος μεγαλοπρέπειαν. τὸ μὲν γὰρ ὕψος εἶχε τὸ τεῖχος ποδῶν ἑκατόν, τὸ δὲ πλάτος τρισὶν ἅρμασιν ἱππάσιμον ἦν · οἱ δὲ σύμπαντες πύργοι τὸν μὲν ἀριθμὸν ἦσαν χίλιοι καὶ πεντακόσιοι, τὸ δ’ὕψος εἶχον ποδῶν διακοσίων.

2.3.4κατῴκισε δ’εἰς αὐτὴν τῶν μὲν Ἀσσυρίων τοὺς πλείστους καὶ δυνατωτάτους, ἀπὸ δὲ τῶν ἄλλων ἐθνῶν τοὺς βουλομένους. καὶ τὴν μὲν πόλιν ὠνόμασεν ἀφ’ἑαυτοῦ Νίνον, τοῖς δὲ κατοικισθεῖσι πολλὴν τῆς ὁμόρου χώρας προσώρισεν.

2.4

2.4.1ἐπεὶ δὲ μετὰ τὴν κτίσιν ταύτην Νίνος ἐστράτευσεν ἐπὶ τὴν Βακτριανήν, ἐν Σεμίραμιν ἔγημε τὴν ἐπιφανεστάτην ἁπασῶν τῶν γυναικῶν ὧν παρειλήφαμεν, ἀναγκαῖόν ἐστι περὶ αὐτῆς προειπεῖν πῶς ἐκ ταπεινῆς τύχης εἰς τηλικαύτην προήχθη δόξαν.

2.4.2κατὰ τὴν Συρίαν τοίνυν ἔστι πόλις Ἀσκάλων, καὶ ταύτης οὐκ ἄπωθεν λίμνη μεγάλη καὶ βαθεῖα πλήρης ἰχθύων. παρὰ δὲ ταύτην ὑπάρχει τέμενος θεᾶς ἐπιφανοῦς, ἣν ὀνομάζουσιν οἱ Σύροι Δερκετοῦν · αὕτη δὲ τὸ μὲν πρόσωπον ἔχει γυναικός, τὸ δ’ἄλλο σῶμα πᾶν ἰχθύος διά τινας τοιαύτας αἰτίας.

2.4.3μυθολογοῦσιν οἱ λογιώτατοι τῶν ἐγχωρίων τὴν Ἀφροδίτην προσκόψασαν τῇ προειρημένῃ θεᾷ δεινὸν ἐμβαλεῖν ἔρωτα νεανίσκου τινὸς τῶν θυόντων οὐκ ἀειδοῦς · τὴν δὲ Δερκετοῦν μιγεῖσαν τῷ Σύρῳ γεννῆσαι μὲν θυγατέρα, καταισχυνθεῖσαν δ’ἐπὶ τοῖς ἡμαρτημένοις τὸν μὲν νεανίσκον ἀφανίσαι, τὸ δὲ παιδίον εἴς τινας ἐρήμους καὶ πετρώδεις τόπους ἐκθεῖναι · ἑαυτὴν δὲ διὰ τὴν αἰσχύνην καὶ λύπην ῥίψασαν εἰς τὴν λίμνην μετασχηματισθῆναι τὸν τοῦ σώματος τύπον εἰς ἰχθῦν · διὸ καὶ τοὺς Σύρους μέχρι τοῦ νῦν ἀπέχεσθαι τούτου τοῦ ζῴου καὶ τιμᾶν τοὺς ἰχθῦς ὡς θεούς.

2.4.4περὶ δὲ τὸν τόπον ὅπου τὸ βρέφος ἐξετέθη πλήθους περιστερῶν ἐννεοττεύοντος παραδόξως καὶ δαιμονίως ὑπὸ τούτων τὸ παιδίον διατρέφεσθαι · τὰς μὲν γὰρ ταῖς πτέρυξι περιεχούσας τὸ σῶμα τοῦ βρέφους πανταχόθεν θάλπειν, τὰς δ’ἐκ τῶν σύνεγγυς ἐπαύλεων, ὁπότε τηρήσειαν τούςτε βουκόλους καὶ τοὺς ἄλλους νομεῖς ἀπόντας, ἐν τῷ στόματι φερούσας γάλα διατρέφειν παρασταζούσας ἀνὰ μέσον τῶν χειλῶν.

2.4.5ἐνιαυσίου δὲ τοῦ παιδίου γενομένου καὶ στερεωτέρας τροφῆς προσδεομένου, τὰς περιστερὰς ἀποκνιζούσας ἀπὸ τῶν τυρῶν παρέχεσθαι τροφὴν ἀρκοῦσαν. τοὺς δὲ νομεῖς ἐπανιόντας καὶ θεωροῦντας περιβεβρωμένους τοὺς τυροὺς θαυμάσαι τὸ παράδοξον · παρατηρήσαντας οὖν καὶ μαθόντας τὴν αἰτίαν εὑρεῖν τὸ βρέφος, διαφέρον τῲ κάλλει.

2.4.6εὐθὺς οὖν αὐτὸ κομίσαντας εἰς τὴν ἔπαυλιν δωρήσασθαι τῷ προεστηκότι τῶν βασιλικῶν κτηνῶν, ὄνομα Σίμμᾳ · καὶ τοῦτον ἄτεκνον ὄντα τὸ παιδίον τρέφειν ὡς θυγάτριον μετὰ πάσης ἐπιμελείας, ὄνομα θέμενον Σεμίραμιν, ὅπερ ἐστὶ κατὰ τὴν τῶν Σύρων διάλεκτον παρωνομασμένον ἀπὸ τῶν περιστερῶν, ἃς ἀπ’ἐκείνων τῶν χρόνων οἱ κατὰ Συρίαν ἅπαντες διετέλεσαν ὡς θεὰς τιμῶντες.

2.5

2.5.1τὰ μὲν οὖν κατὰ τὴν γένεσιν τῆς Σεμιράμιδος μυθολογούμενα σχεδὸν ταῦτ’ἔστιν. ἤδη δ’αὐτῆς ἡλικίαν ἐχούσης γάμου καὶ τῷ κάλλει πολὺ τὰς ἄλλας παρθένους διαφερούσης, ἀπεστάλη παρὰ βασιλέως ὕπαρχος ἐπισκεψόμενος τὰ βασιλικὰ κτήνη · οὗτος δ’ἐκαλεῖτο μὲν Ὄννης, πρῶτος δ’ἦν τῶν ἐκ τοῦ βασιλικοῦ συνεδρίου καὶ τῆς Συρίας ἁπάσης ἀποδεδειγμένος ὕπαρχος. ὃς καταλύσας παρὰ τῷ Σίμμᾳ καὶ θεωρήσας τὴν Σεμίραμιν ἐθηρεύθη τῷ κάλλει · διὸ καὶ τοῦ Σίμμα καταδεηθεὶς αὑτῷ δοῦναι τὴν παρθένον εἰς γάμον ἔννομον, ἀπήγαγεν αὐτὴν εἰς Νίνον, καὶ γήμας ἐγέννησε δύο παῖδας, Ὑαπάτην καὶ Ὑδάσπην.

2.5.2τῆς δὲ Σεμιράμιδος ἐχούσης καὶ τἄλλα ἀκόλουθα τῇ περὶ τὴν ὄψιν εὐπρεπείᾳ, συνέβαινε τὸν ἄνδρα τελέως ὑπ’αὐτῆς δεδουλῶσθαι, καὶ μηδὲν ἄνευ τῆς ἐκείνης γνώμης πράττοντα κατευστοχεῖν ἐν πᾶσι.

2.5.3καθ’ὃν δὴ χρόνον βασιλεύς, ἐπειδὴ τὰ περὶ τὴν κτίσιν τῆς ὁμωνύμου πόλεως συνετέλεσε, στρατεύειν ἐπὶ Βακτριανοὺς ἐπεχείρησεν. εἰδὼς δὲ τάτε πλήθη καὶ τὴν ἀλκὴν τῶν ἀνδρῶν, ἔτι δὲ τὴν χώραν ἔχουσαν πολλοὺς τόπους ἀπροσίτους διὰ τὴν ὀχυρότητα, κατέλεξεν ἐξ ἁπάντων τῶν ὑπ’αὐτὸν ἐθνῶν στρατιωτῶν πλῆθος · ἐπεὶ γὰρ τῆς πρότερον στρατείας ἀποτετευχὼς ἦν, ἔσπευδε πολλαπλασίονι παραγενέσθαι δυνάμει πρὸς τὴν Βακτριανήν.

2.5.4συναχθείσης δὲ τῆς στρατιᾶς πανταχόθεν ἠριθμήθησαν, ὡς Κτησίας ἐν ταῖς ἱστορίαις ἀναγέγραφε, πεζῶν μὲν ἑκατὸν ἑβδομήκοντα μυριάδες, ἱππέων δὲ μιᾷ πλείους τῶν εἴκοσι μυριάδων, ἅρματα δὲ δρεπανηφόρα μικρὸν ἀπολείποντα τῶν μυρίων ἑξακοσίων.

2.5.5ἔστι μὲν οὖν ἄπιστον τοῖς αὐτόθεν ἀκούσασι τὸ πλῆθος τῆς στρατιᾶς, οὐ μὴν ἀδύνατόν γε φανήσεται τοῖς ἀναθεωροῦσι τὸ τῆς Ἀσίας μέγεθος καὶ τὰ πλήθη τῶν κατοικούντων αὐτὴν ἐθνῶν. εἰ γάρ τις ἀφεὶς τὴν ἐπὶ Σκύθας Δαρείου στρατείαν μετὰ ὀγδοήκοντα μυριάδων καὶ τὴν Ξέρξου διάβασιν ἐπὶ τὴν Ἑλλάδα τοῖς ἀναριθμήτοις πλήθεσι, τὰς ἐχθὲς καὶ πρῴην συντελεσθείσας πράξεις ἐπὶ τῆς Εὐρώπης σκέψαιτο, τάχιον ἂν πιστὸν ἡγήσαιτο τὸ ῥηθέν.

2.5.6κατὰ μὲν οὖν τὴν Σικελίαν Διονύσιος ἐκ μιᾶς τῆς τῶν Συρακοσίων πόλεως ἐξήγαγεν ἐπὶ τὰς στρατείας πεζῶν μὲν δώδεκα μυριάδας, ἱππεῖς δὲ μυρίους καὶ δισχιλίους, ναῦς δὲ μακρὰς ἐξ ἑνὸς λιμένος τετρακοσίας, ὧν ἦσαν ἔνιαι τετρήρεις καὶ πεντήρεις ·

2.5.7Ῥωμαῖοι δὲ μικρὸν πρὸ τῶν Ἀννιβαϊκῶν καιρῶν, προορώμενοι τὸ μέγεθος τοῦ πολέμου, κατέγραψαν τοὺς κατὰ τὴν Ἰταλίαν ἐπιτηδείους εἰς στρατείαν πολίταςτε καὶ συμμάχους, ὧν σύμπας ἀριθμὸς μικρὸν ἀπέλιπε τῶν ἑκατὸν μυριάδων · καίτοι γ’ἕνεκα πλήθους ἀνθρώπων τὴν Ἰταλίαν ὅλην οὐκ ἄν τις συγκρίνειε πρὸς ἓν ἔθνος τῶν κατὰ τὴν Ἀσίαν. ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω πρὸς τοὺς ἐκ τῆς νῦν περὶ τὰς πόλεις οὔσης ἐρημίας τεκμαιρομένους τὴν παλαιὰν τῶν ἐθνῶν πολυανθρωπίαν.

2.6

2.6.1 δ’οὖν Νίνος μετὰ τοσαύτης δυνάμεως στρατεύσας εἰς τὴν Βακτριανὴν ἠναγκάζετο, δυσειδβόλων τῶν τόπων καὶ στενῶν ὄντων, κατὰ μέρος ἄγειν τὴν δύναμιν.

2.6.2 γὰρ Βακτριανὴ χώρα πολλαῖς καὶ μεγάλαις οἰκουμένη πόλεσι μίαν μὲν εἶχεν ἐπιφανεστάτην, ἐν συνέβαινεν εἶναι καὶ τὰ βασίλεια · αὕτη δ’ἐκαλεῖτο μὲν Βάκτρα, μεγέθει δὲ καὶ τῇ κατὰ τὴν ἀκρόπολιν ὀχυρότητι πολὺ πασῶν διέφερε. βασιλεύων δ’αὐτῆς Ὀξυάρτης κατέγραψεν ἅπαντας τοὺς ἐν ἡλικίᾳ στρατείας ὄντας, οἳ τὸν ἀριθμὸν ἠθροίσθησαν εἰς τετταράκοντα μυριάδας.

2.6.3ἀναλαβὼν οὖν τὴν δύναμιν καὶ τοῖς πολεμίοις ἀπαντήσας περὶ τὰς εἰσβολάς, εἴασε μέρος τῆς τοῦ Νίνου στρατιᾶς εἰσβαλεῖν · ἐπεὶ δ’ἔδοξεν ἱκανὸν ἀποβεβηκέναι τῶν πολεμίων πλῆθος εἰς τὸ πεδίον, ἐξέταξε τὴν ἰδίαν δύναμιν. γενομένης δὲ μάχης ἰσχυρᾶς οἱ Βακτριανοὶ τοὺς Ἀσσυρίους τρεψάμενοι καὶ τὸν διωγμὸν μέχρι τῶν ὑπερκειμένων ὀρῶν ποιησάμενοι διέφθειραν τῶν πολεμίων εἰς δέκα μυριάδας.

2.6.4μετὰ δὲ ταῦτα πάσης τῆς δυνάμεως εἰσβαλούσης, κρατούμενοι τοῖς πλήθεσι κατὰ πόλεις ἀπεχώρησαν, ἕκαστοι ταῖς ἰδίαις πατρίσι βοηθήσοντες. τὰς μὲν οὖν ἄλλας Νίνος ἐχειρώσατο ῥᾳδίως, τὰ δὲ Βάκτρα διάτε τὴν ὀχυρότητα καὶ τὴν ἐν αὐτῇ παρασκευὴν ἠδυνάτει κατὰ κράτος ἑλεῖν.

2.6.5πολυχρονίου δὲ τῆς πολιορκίας γινομένης, τῆς Σεμιράμιδος ἀνήρ, ἐρωτικῶς ἔχων πρὸς τὴν γυναῖκα καὶ συστρατευόμενος τῷ βασιλεῖ, μετεπέμψατο τὴν ἄνθρωπον. δὲ συνέσει καὶ τόλμῃ καὶ τοῖς ἄλλοις τοῖς πρὸς ἐπιφάνειαν συντείνουσι κεχορηγημένη καιρὸν ἔλαβεν ἐπιδείξασθαι τὴν ἰδίαν ἀρετήν.

2.6.6πρῶτον μὲν οὖν πολλῶν ἡμερῶν ὁδὸν μέλλουσα διαπορεύεσθαι στολὴν ἐπραγματεύσατο δι’ἧς οὐκ ἦν διαγνῶναι τὸν περιβεβλημένον πότερον ἀνήρ ἐστιν γυνή. αὕτη δ’ἦν εὔχρηστος αὐτῇ πρόςτε τὰς ἐν τοῖς καύμασιν ὁδοιπορίας εἰς τὸ διατηρῆσαι τὸν τοῦ σώματος χρῶτα καὶ πρὸς τὰς ἐν τῷ πράττειν βούλοιτο χρείας, εὐκίνητος οὖσα καὶ νεανική, καὶ τὸ σύνολον τοσαύτη τις ἐπῆν αὐτῇ χάρις ὥσθ’ὕστερον Μήδους ἡγησαμένους τῆς Ἀσίας φορεῖν τὴν Σεμιράμιδος στολήν, καὶ μετὰ ταῦθ’ὁμοίως Πέρσας.

2.6.7παραγενομένη δ’εἰς τὴν Βακτριανὴν καὶ κατασκεψαμένη τὰ περὶ τὴν πολιορκίαν, ἑώρα κατὰ μὲν τὰ πεδία καὶ τοὺς εὐεφόδους τῶν τόπων προσβολὰς γινομένας, πρὸς δὲ τὴν ἀκρόπολιν οὐδένα προσιόντα διὰ τὴν ὀχυρότητα, καὶ τοὺς ἔνδον ἀπολελοιπότας τὰς ἐνταῦθα φυλακὰς καὶ παραβοηθοῦντας τοῖς ἐπὶ τῶν κάτω τειχῶν κινδυνεύουσι.

2.6.8διόπερ παραλαβοῦσα τῶν στρατιωτῶν τοὺς πετροβατεῖν εἰωθότας, καὶ μετὰ τούτων διά τινος χαλεπῆς φάραγγος προσαναβᾶσα, κατελάβετο μέρος τῆς ἀκροπόλεως καὶ τοῖς πολιορκοῦσι τὸ κατὰ τὸ πεδίον τεῖχος ἐσήμηνεν. οἱ δ’ἔνδον ἐπὶ τῇ καταλήψει τῆς ἄκρας καταπλαγέντες ἐξέλιπον τὰ τείχη καὶ τὴν σωτηρίαν ἀπέγνωσαν.

2.6.9τοῦτον δὲ τὸν τρόπον ἁλούσης τῆς πόλεως βασιλεὺς θαυμάσας τὴν ἀρετὴν τῆς γυναικὸς τὸ μὲν πρῶτον μεγάλαις δωρεαῖς αὐτὴν ἐτίμησε, μετὰ δὲ ταῦτα διὰ τὸ κάλλος τῆς ἀνθρώπου σχὼν ἐρωτικῶς ἐπεχείρησε τὸν ἄνδρα πείθειν ἑκουσίως αὐτῷ παραχωρῆσαι, ἐπαγγειλάμενος ἀντὶ ταύτης τῆς χάριτος αὐτῷ συνοικιεῖν τὴν ἰδίαν θυγατέρα Σωσάνην.

2.6.10δυσχερῶς δ’αὐτοῦ φέροντος, ἠπείλησεν ἐκκόψειν τὰς ὁράσεις μὴ προχείρως ὑπηρετοῦντος τοῖς προστάγμασιν. δὲ Ὄννης ἅμα μὲν τὰς τοῦ βασιλέως ἀπειλὰς δείσας, ἅμα δὲ διὰ τὸν ἔρωτα περιπεσὼν λύττῃ τινὶ καὶ μανίᾳ, βρόχον ἑαυτῷ περιθεὶς ἀνεκρέμασε. Σεμίραμις μὲν οὖν διὰ τοιαύτας αἰτίας εἰς βασιλικὸν ἦλθε πρόσχημα.

2.7

2.7.1 δὲ Νίνος τούςτε ἐν Βάκτροις παρέλαβε θησαυρούς, ἔχοντας πολὺν ἄργυρόντε καὶ χρυσόν, καὶ τὰ κατὰ τὴν Βακτριανὴν καταστήσας ἀπέλυσε τὰς δυνάμεις. μετὰ δὲ ταῦτα γεννήσας ἐκ Σεμιράμιδος υἱὸν Νινύαν ἐτελεύτησε, τὴν γυναῖκα ἀπολιπὼν βασίλισσαν. τὸν δὲ Νίνον Σεμίραμις ἔθαψεν ἐν τοῖς βασιλείοις, καὶ κατεσκεύασεν ἐπ’αὐτῷ χῶμα παμμέγεθες, οὗ τὸ μὲν ὕψος ἦν ἐννέα σταδίων, τὸ δ’εὖρος, ὥς φησι Κτησίας, δέκα.

2.7.2διὸ καὶ τῆς πόλεως παρὰ τὸν Εὐφράτην ἐν πεδίῳ κειμένης ἀπὸ πολλῶν σταδίων ἐφαίνετο τὸ χῶμα καθαπερεί τις ἀκρόπολις · καὶ μέχρι τοῦ νῦν φασι διαμένειν, καίπερ τῆς Νίνου κατεσκαμμένης ὑπὸ Μήδων, ὅτε κατέλυσαν τὴν Ἀσσυρίων βασιλείαν. δὲ Σεμίραμις, οὖσα φύσει μεγαλεπίβολος καὶ φιλοτιμουμένη τῇ δόξῃ τὸν βεβασιλευκότα πρὸ αὐτῆς ὑπερθέσθαι, πόλιν μὲν ἐπεβάλετο κτίζειν ἐν τῇ Βαβυλωνίᾳ, ἐπιλεξαμένη δὲ τοὺς πανταχόθεν ἀρχιτέκτονας καὶ τεχνίτας, ἔτι δὲ τὴν ἄλλην χορηγίαν παρασκευασαμένη, συνήγαγεν ἐξ ἁπάσης τῆς βασιλείας πρὸς τὴν τῶν ἔργων συντέλειαν ἀνδρῶν μυριάδας διακοσίας.

2.7.3ἀπολαβοῦσα δὲ τὸν Εὐφράτην ποταμὸν εἰς μέσον περιεβάλετο τεῖχος τῇ πόλει σταδίων ἑξήκοντα καὶ τριακοσίων, διειλημμένον πύργοις πυκνοῖς καὶ μεγάλοις, ὥς φησι Κτησίας Κνίδιος, ὡς δὲ Κλείταρχος καὶ τῶν ὕστερον μετ’Ἀλεξάνδρου διαβάντων εἰς τὴν Ἀσίαν τινὲς ἀνέγραψαν, τριακοσίων ἑξήκοντα πέντε σταδίων · καὶ προστιθέασιν ὅτι τῶν ἴσων ἡμερῶν εἰς τὸν ἐνιαυτὸν οὐσῶν ἐφιλοτιμήθη τὸν ἴσον ἀριθμὸν τῶν σταδίων ὑποστήσασθαι.

2.7.4ὀπτὰς δὲ πλίνθους εἰς ἄσφαλτον ἐνδησαμένη τεῖχος κατεσκεύασε τὸ μὲν ὕψος, ὡς μὲν Κτησίας φησί, πεντήκοντα ὀργυιῶν, ὡς δ’ἔνιοι τῶν νεωτέρων ἔγραψαν, πηχῶν πεντήκοντα, τὸ δὲ πλάτος πλέον δυσὶν ἅρμασιν ἱππάσιμον · πύργους δὲ τὸν μὲν ἀριθμὸν διακοσίους καὶ πεντήκοντα, τὸ δ’ὕψος καὶ πλάτος ἐξ ἀναλόγου τῷ βάρει τῶν κατὰ τὸ τεῖχος ἔργων.

2.7.5οὐ χρὴ δὲ θαυμάζειν εἰ τηλικούτου τὸ μέγεθος τοῦ περιβόλου καθεστῶτος ὀλίγους πύργους κατεσκεύασεν · ἐπὶ πολὺν γὰρ τόπον τῆς πόλεως ἕλεσι περιεχομένης, κατὰ τοῦτον τὸν τόπον οὐκ ἔδοξεν αὐτῇ πύργους οἰκοδομεῖν, τῆς φύσεως τῶν ἑλῶν ἱκανὴν παρεχομένης ὀχυρότητα. ἀνὰ μέσον δὲ τῶν οἰκιῶν καὶ τῶν τειχῶν ὁδὸς πάντῃ κατελέλειπτο δίπλεθρος.

2.8

2.8.1πρὸς δὲ τὴν ὀξύτητα τῆς τούτων οἰκοδομίας ἑκάστῳ τῶν φίλων στάδιον διεμέτρησε, δοῦσα τὴν ἱκανὴν εἰς τοῦτο χορηγίαν καὶ διακελευσαμένη τέλος ἐπιθεῖναι τοῖς ἔργοις ἐν ἐνιαυτῷ.

2.8.2ὧν ποιησάντων τὸ προσταχθὲν μετὰ πολλῆς σπουδῆς, τούτων μὲν ἀπεδέξατο τὴν φιλοτιμίαν, αὐτὴ δὲ κατὰ τὸ στενώτατον μέρος τοῦ ποταμοῦ γέφυραν σταδίων πέντε τὸ μῆκος κατεσκεύασεν, εἰς βυθὸν φιλοτέχνως καθεῖσα τοὺς κίονας, οἳ διεστήκεσαν ἀπ’ἀλλήλων πόδας δώδεκα. τοὺς δὲ συνερειδομένους λίθους τόρμοις σιδηροῖς διελάμβανε, καὶ τὰς τούτων ἁρμονίας ἐπλήρου μόλιβδον ἐντήκουσα. τοῖς δὲ κίοσι πρὸ τῶν τὸ ῥεῦμα δεχομένων πλευρῶν γωνίας προκατεσκεύασεν ἐχούσας τὴν ἀπορροὴν περιφερῆ καὶ συνδεδεμένην κατ’ὀλίγον ἕως τοῦ κατὰ τὸν κίονα πλάτους, ὅπως αἱ μὲν περὶ τὰς γωνίας ὀξύτητες τέμνωσι τὴν καταφορὰν τοῦ ῥεύματος, αἱ δὲ περιφέρειαι τῇ τούτου βίᾳ συνείκουσαι πραΰνωσι τὴν σφοδρότητα τοῦ ποταμοῦ.

2.8.3 μὲν οὖν γέφυρα, κεδρίναις καὶ κυπαριττίναις δοκοῖς, ἔτι δὲ φοινίκων στελέχεσιν ὑπερμεγέθεσι κατεστεγασμένη καὶ τριάκοντα ποδῶν οὖσα τὸ πλάτος, οὐδενὸς ἐδόκει τῶν Σεμιράμιδος ἔργων τῇ φιλοτεχνίᾳ λείπεσθαι. ἐξ ἑκατέρου δὲ μέρους τοῦ ποταμοῦ κρηπῖδα πολυτελῆ κατεσκεύασε παραπλησίαν κατὰ τὸ πλάτος τοῖς τείχεσιν ἐπὶ σταδίους ἑκατὸν ἑξήκοντα. ᾠκοδόμησε δὲ καὶ βασίλεια διπλᾶ παρ’αὐτὸν τὸν ποταμὸν ἐξ ἑκατέρου μέρους τῆς γεφύρας, ἐξ ὧν ἅμ’ἔμελλε τήντε πόλιν ἅπασαν κατοπτεύσειν καὶ καθαπερεὶ τὰς κλεῖς ἕξειν τῶν ἐπικαιροτάτων τῆς πόλεως τόπων.

2.8.4τοῦ δ’Εὐφράτου διὰ μέσης τῆς Βαβυλῶνος ῥέοντος καὶ πρὸς μεσημβρίαν καταφερομένου, τῶν βασιλείων τὰ μὲν πρὸς ἀνατολὴν ἔνευε, τὰ δὲ πρὸς δύσιν, ἀμφότερα δὲ πολυτελῶς κατεσκεύαστο. τοῦ μὲν γὰρ πρὸς ἑσπέραν κειμένου μέρους ἐποίησε τὸν πρῶτον περίβολον ἑξήκοντα σταδίων, ὑψηλοῖς καὶ πολυτελέσι τείχεσιν ὠχυρωμένον, ἐξ ὀπτῆς πλίνθου. ἕτερον δ’ἐντὸς τούτου κυκλοτερῆ κατεσκεύασε, καθ’ὃν ἐν ὠμαῖς ἔτι ταῖς πλίνθοις διετετύπωτο θηρία παντοδαπὰ τῇ τῶν χρωμάτων φιλοτεχνίᾳ τὴν ἀλήθειαν ἀπομιμούμενα ·

2.8.5οὗτος δ’ περίβολος ἦν τὸ μὲν μῆκος σταδίων τετταράκοντα, τὸ δὲ πλάτος ἐπὶ τριακοσίας πλίνθους, τὸ δ’ὕψος, ὡς Κτησίας φησίν, ὀργυιῶν πεντήκοντα · τῶν δὲ πύργων ὑπῆρχε τὸ ὕψος ὀργυιῶν ἑβδομήκοντα.

2.8.6κατεσκεύασε δὲ καὶ τρίτον ἐνδοτέρω περίβολον, ὃς περιεῖχεν ἀκρόπολιν, ἧς μὲν περίμετρος ἦν σταδίων εἴκοσι, τὸ δὲ ὕψος καὶ πλάτος τῆς οἰκοδομίας ὑπεραῖρον τοῦ μέσου τείχους τὴν κατασκευήν. ἐνῆσαν δ’ἔντε τοῖς πύργοις καὶ τείχεσι ζῷα παντοδαπὰ φιλοτέχνως τοῖςτε χρώμασι καὶ τοῖς τῶν τύπων ἀπομιμήμασι κατεσκευασμένα · τὸ δ’ὅλον ἐπεποίητο κυνήγιον παντοίων θηρίων ὑπάρχον πλῆρες, ὧν ἦσαν τὰ μεγέθη πλέον πηχῶν τεττάρων. κατεσκεύαστο δ’ἐν αὐτοῖς καὶ Σεμίραμις ἀφ’ἵππου πάρδαλιν ἀκοντίζουσα, καὶ πλησίον αὐτῆς ἀνὴρ Νίνος παίων ἐκ χειρὸς λέοντα λόγχῃ.

2.8.7ἐπέστησε δὲ καὶ πύλας τριττάς, ὧν ὑπῆρχον διτταὶ χαλκαῖ διὰ μηχανῆς ἀνοιγόμεναι. ταῦτα μὲν οὖν τὰ βασίλεια καὶ τῷ μεγέθει καὶ ταῖς κατασκευαῖς πολὺ προεῖχε τῶν ὄντων ἐπὶ θάτερα μέρη τοῦ ποταμοῦ. ἐκεῖνα γὰρ εἶχε τὸν μὲν περίβολον τοῦ τείχους τριάκοντα σταδίων ἐξ ὀπτῆς πλίνθου, ἀντὶ δὲ τῆς περὶ τὰ ζῷα φιλοτεχνίας χαλκᾶς εἰκόνας Νίνου καὶ Σεμιράμιδος καὶ τῶν ὑπάρχων, ἔτι δὲ Διός, ὃν καλοῦσιν οἱ Βαβυλώνιοι Βῆλον · ἐνῆσαν δὲ καὶ παρατάξεις καὶ κυνήγια παντοδαπά, ποικίλην ψυχαγωγίαν παρεχόμενα τοῖς θεωμένοις.

2.9

2.9.1μετὰ δὲ ταῦτα τῆς Βαβυλωνίας ἐκλεξαμένη τὸν ταπεινότατον τόπον ἐποίησε δεξαμενὴν τετράγωνον, ἧς ἦν ἑκάστη πλευρὰ σταδίων τριακοσίων, ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου κατεσκευασμένην καὶ τὸ βάθος ἔχουσαν ποδῶν τριάκοντα καὶ πέντε.

2.9.2εἰς ταύτην δ’ἀποστρέψασα τὸν ποταμὸν κατεσκεύασεν ἐκ τῶν ἐπὶ τάδε βασιλείων εἰς θάτερα διώρυχα · ἐξ ὀπτῆς δὲ πλίνθου συνοικοδομήσασα τὰς καμάρας ἐξ ἑκατέρου μέρους ἀσφάλτῳ κατέχρισεν ἡψημένῃ, μέχρι οὗ τὸ πάχος τοῦ χρίσματος ἐποίησε πηχῶν τεττάρων. τῆς δὲ διώρυχος ὑπῆρχον οἱ μὲν τοῖχοι τὸ πλάτος ἐπὶ πλίνθους εἴκοσι, τὸ δ’ὕψος χωρὶς τῆς καμφθείσης ψαλίδος ποδῶν δώδεκα, τὸ δὲ πλάτος ποδῶν πεντεκαίδεκα.

2.9.3ἐν ἡμέραις δ’ἑπτὰ κατασκευασθείσης αὐτῆς ἀποκατέστησε τὸν ποταμὸν ἐπὶ τὴν προϋπάρχουσαν ῥύσιν, ὥστε τοῦ ῥεύματος ἐπάνω τῆς διώρυχος φερομένου δύνασθαι τὴν Σεμίραμιν ἐκ τῶν πέραν βασιλείων ἐπὶ θάτερα διαπορεύεσθαι μὴ διαβαίνουσαν τὸν ποταμόν. ἐπέστησε δὲ καὶ πύλας τῇ διώρυχι χαλκᾶς ἐφ’ἑκάτερον μέρος, αἳ διέμειναν μέχρι τῆς Περσῶν βασιλείας.

2.9.4μετὰ δὲ ταῦτα ἐν μέσῃ τῇ πόλει κατεσκεύασεν ἱερὸν Διός, ὃν καλοῦσιν οἱ Βαβυλώνιοι, καθάπερ εἰρήκαμεν, Βῆλον. περὶ τούτου δὲ τῶν συγγραφέων διαφωνούντων, καὶ τοῦ κατασκευάσματος διὰ τὸν χρόνον καταπεπτωκότος, οὐκ ἔστιν ἀποφήνασθαι τἀκριβές. ὁμολογεῖται δ’ὑψηλὸν γεγενῆσθαι καθ’ὑπερβολήν, καὶ τοὺς Χαλδαίους ἐν αὐτῷ τὰς τῶν ἄστρων πεποιῆσθαι παρατηρήσεις, ἀκριβῶς θεωρουμένων τῶντ’ἀνατολῶν καὶ δύσεων διὰ τὸ τοῦ κατασκευάσματος ὕψος.

2.9.5τῆς δ’ὅλης οἰκοδομίας ἐξ ἀσφάλτου καὶ πλίνθου πεφιλοτεχνημένης πολυτελῶς, ἐπ’ἄκρας τῆς ἀναβάσεως τρία κατεσκεύασεν ἀγάλματα χρυσᾶ σφυρήλατα, Διός, Ἥρας, Ῥέας. τούτων δὲ τὸ μὲν τοῦ Διὸς ἑστηκὸς ἦν καὶ διαβεβηκός, ὑπάρχον δὲ ποδῶν τετταράκοντα τὸ μῆκος σταθμὸν εἶχε χιλίων ταλάντων Βαβυλωνίων · τὸ δὲ τῆς Ῥέας ἐπὶ δίφρου καθήμενον χρυσοῦ τὸν ἴσον σταθμὸν εἶχε τῷ προειρημένῳ · ἐπὶ δὲ τῶν γονάτων αὐτῆς εἱστήκεσαν λέοντες δύο, καὶ πλησίον ὄφεις ὑπερμεγέθεις ἀργυροῖ, τριάκοντα ταλάντων ἕκαστος ἔχων τὸ βάρος.

2.9.6τὸ δὲ τῆς Ἥρας ἑστηκὸς ἦν ἄγαλμα, σταθμὸν ἔχον ταλάντων ὀκτακοσίων, καὶ τῇ μὲν δεξιᾷ χειρὶ κατεῖχε τῆς κεφαλῆς ὄφιν, τῇ δ’ἀριστερᾷ σκῆπτρον λιθοκόλλητον.

2.9.7τούτοις δὲ πᾶσι κοινὴ παρέκειτο τράπεζα χρυσῆ σφυρήλατος, τὸ μὲν μῆκος ποδῶν τετταράκοντα, τὸ δ’εὖρος πεντεκαίδεκα, σταθμὸν ἔχουσα ταλάντων πεντακοσίων. ἐπὶ δὲ ταύτης ἐπέκειντο δύο καρχήσια, σταθμὸν ἔχοντα τριάκοντα ταλάντων.

2.9.8ἦσαν δὲ καὶ θυμιατήρια τὸν μὲν ἀριθμὸν ἴσα, τὸν δὲ σταθμὸν ἑκάτερον ταλάντων τριακοσίων · ὑπῆρχον δὲ καὶ κρατῆρες χρυσοῖ τρεῖς, ὧν μὲν τοῦ Διὸς εἷλκε τάλαντα Βαβυλώνια χίλια καὶ διακόσια, τῶν δ’ἄλλων ἑκάτερος ἑξακόσια.

2.9.9ἀλλὰ ταῦτα μὲν οἱ τῶν Περσῶν βασιλεῖς ὕστερον ἐσύλησαν · τῶν δὲ βασιλείων καὶ τῶν ἄλλων κατασκευασμάτων χρόνος τὰ μὲν ὁλοσχερῶς ἠφάνισε, τὰ δ’ἐλυμήνατο · καὶ γὰρ αὐτῆς τῆς Βαβυλῶνος νῦν βραχύ τι μέρος οἰκεῖται, τὸ δὲ πλεῖστον ἐντὸς τείχους γεωργεῖται.

2.10

2.10.1ὑπῆρχε δὲ καὶ κρεμαστὸς καλούμενος κῆπος παρὰ τὴν ἀκρόπολιν, οὐ Σεμιράμιδος, ἀλλά τινος ὕστερον Σύρου βασιλέως κατασκευάσαντος χάριν γυναικὸς παλλακῆς · ταύτην γάρ φασιν οὖσαν τὸ γένος Περσίδα καὶ τοὺς ἐν τοῖς ὄρεσι λειμῶνας ἐπιζητοῦσαν ἀξιῶσαι τὸν βασιλέα μιμήσασθαι διὰ τῆς τοῦ φυτουργείου φιλοτεχνίας τὴν τῆς Περσίδος χώρας ἰδιότητα.

2.10.2ἔστι δ’ παράδεισος τὴν μὲν πλευρὰν ἑκάστην παρεκτείνων εἰς τέτταρα πλέθρα, τὴν δὲ πρόσβασιν ὀρεινὴν καὶ τὰς οἰκοδομίας ἄλλας ἐξ ἄλλων ἔχων, ὥστε τὴν πρόσοψιν εἶναι θεατροειδῆ.

2.10.3ὑπὸ δὲ ταῖς κατεσκευασμέναις ἀναβάσεσιν ᾠκοδόμηντο σύριγγες, ἅπαν μὲν ὑποδεχόμεναι τὸ τοῦ φυτουργείου βάρος, ἀλλήλων δ’ἐκ τοῦ κατ’ὀλίγον ἀεὶ μικρὸν ὑπερέχουσαι κατὰ τὴν πρόσβασιν · δ’ἀνωτάτω σῦριγξ οὖσα πεντήκοντα πηχῶν τὸ ὕψος εἶχεν ἐπ’αὐτῇ τοῦ παραδείσου τὴν ἀνωτάτην ἐπιφάνειαν συνεξισουμένην τῷ περιβόλῳ τῶν ἐπάλξεων.

2.10.4ἔπειθ’οἱ μὲν τοῖχοι πολυτελῶς κατεσκευασμένοι τὸ πάχος εἶχον ποδῶν εἴκοσι δύο, τῶν δὲ διεξόδων ἑκάστη τὸ πλάτος δέκα. τὰς δ’ὀροφὰς κατεστέγαζον λίθιναι δοκοί, τὸ μὲν μῆκος σὺν ταῖς ἐπιβολαῖς ἔχουσαι ποδῶν ἑκκαίδεκα, τὸ δὲ πλάτος τεττάρων.

2.10.5τὸ δ’ἐπὶ ταῖς δοκοῖς ὀρόφωμα πρῶτον μὲν εἶχεν ὑπεστρωμένον κάλαμον μετὰ πολλῆς ἀσφάλτου, μετὰ δὲ ταῦτα πλίνθον ὀπτὴν διπλῆν ἐν γύψῳ δεδεμένην, τρίτην δ’ἐπιβολὴν ἐδέχετο μολιβᾶς στέγας πρὸς τὸ μὴ διικνεῖσθαι κατὰ βάθος τὴν ἐκ τοῦ χώματος νοτίδα. ἐπὶ δὲ τούτοις ἐσεσώρευτο γῆς ἱκανὸν βάθος, ἀρκοῦν ταῖς τῶν μεγίστων δένδρων ῥίζαις · τὸ δ’ἔδαφος ἐξωμαλισμένον πλῆρες ἦν παντοδαπῶν δένδρων τῶν δυναμένων κατάτε τὸ μέγεθος καὶ τὴν ἄλλην χάριν τοὺς θεωμένους ψυχαγωγῆσαι.

2.10.6αἱ δὲ σύριγγες τὰ φῶτα δεχόμεναι ταῖς δι’ἀλλήλων ὑπεροχαῖς πολλὰς καὶ παντοδαπὰς εἶχον διαίτας βασιλικάς · μία δ’ἦν ἐκ τῆς ἀνωτάτης ἐπιφανείας διατομὰς ἔχουσα καὶ πρὸς τὰς ἐπαντλήσεις τῶν ὑδάτων ὄργανα, δι’ὧν ἀνεσπᾶτο πλῆθος ὕδατος ἐκ τοῦ ποταμοῦ, μηδενὸς τῶν ἔξωθεν τὸ γινόμενον συνιδεῖν δυναμένου. οὗτος μὲν οὖν παράδεισος, ὡς προεῖπον, ὕστερον κατεσκευάσθη.

2.11

2.11.1 δὲ Σεμίραμις ἔκτισε καὶ ἄλλας πόλεις παρὰ τὸν ποταμὸν τόντε Εὐφράτην καὶ τὸν Τίγριν, ἐν αἷς ἐμπόρια κατεσκεύασε τοῖς φορτία διακομίζουσιν ἐκ τῆς Μηδίας καὶ Παραιτακηνῆς καὶ πάσης τῆς σύνεγγυς χώρας. μετὰ γὰρ τὸν Νεῖλον καὶ Γάγγην ὄντες ἐπισημότατοι σχεδὸν τῶν κατὰ τὴν Ἀσίαν ποταμῶν Εὐφράτης καὶ Τίγρις τὰς μὲν πηγὰς ἔχουσιν ἐκ τῶν Ἀρμενίων ὀρῶν, διεστήκασι δ’ἀπ’ἀλλήλων σταδίους δισχιλίους καὶ πεντακοσίους ·

2.11.2ἐνεχθέντες δὲ διὰ Μηδίας καὶ Παραιτακηνῆς ἐμβάλλουσιν εἰς τὴν Μεσοποταμίαν, ἣν ἀπολαμβάνοντες εἰς μέσον αἴτιοι κατέστησαν τῇ χώρᾳ ταύτης τῆς προσηγορίας · μετὰ δὲ ταῦτα τὴν Βαβυλωνίαν διελθόντες εἰς τὴν Ἐρυθρὰν ἐξερεύγονται θάλατταν.

2.11.3μεγάλοι δ’ὄντες καὶ συχνὴν χώραν διαπορευόμενοι πολλὰς ἀφορμὰς παρέχονται τοῖς ἐμπορικῇ χρωμένοις ἐργασίᾳ · διὸ καὶ συμβαίνει τοὺς παραποταμίους τόπους πλήρεις ὑπάρχειν ἐμπορίων εὐδαιμόνων καὶ μεγάλα συμβαλλομένων πρὸς τὴν τῆς Βαβυλωνίας ἐπιφάνειαν.

2.11.4 δὲ Σεμίραμις ἐκ τῶν Ἀρμενίων ὀρῶν λίθον ἔτεμε τὸ μὲν μῆκος ποδῶν ἑκατὸν καὶ τριάκοντα, τὸ δὲ πλάτος καὶ πάχος εἴκοσι καὶ πέντε ·

2.11.5τοῦτον δὲ πολλοῖς πλήθεσι ζευγῶν ὀρεικῶντε καὶ βοεικῶν καταγαγοῦσα πρὸς τὸν ποταμὸν ἐπεβίβασεν ἐπὶ τὴν σχεδίαν · ἐπὶ ταύτης δὲ παρακομίσασα κατὰ τοῦ ῥεύματος μέχρι τῆς Βαβυλωνίας ἔστησεν αὐτὸν παρὰ τὴν ἐπισημοτάτην ὁδόν, παράδοξον θέαμα τοῖς παριοῦσιν · ὅν τινες ὀνομάζουσιν ἀπὸ τοῦ σχήματος ὀβελίσκον, ὃν ἐν τοῖς ἑπτὰ τοῖς κατονομαζομένοις ἔργοις καταριθμοῦσι.

2.12

2.12.1πολλῶν δὲ καὶ παραδόξων ὄντων θεαμάτων κατὰ τὴν Βαβυλωνίαν οὐχ ἥκιστα θαυμάζεται καὶ τὸ πλῆθος τῆς ἐν αὐτῇ γεννωμένης ἀσφάλτου · τοσοῦτον γάρ ἐστιν ὥστε μὴ μόνον ταῖς τοσαύταις καὶ τηλικαύταις οἰκοδομίαις διαρκεῖν, ἀλλὰ καὶ συλλεγόμενον τὸν λαὸν ἐπὶ τὸν τόπον ἀφειδῶς ἀρύεσθαι καὶ ξηραίνοντα κάειν ἀντὶ ξύλων.

2.12.2ἀναριθμήτων δὲ τὸ πλῆθος ἀνθρώπων ἀρυομένων καθάπερ ἔκ τινος πηγῆς μεγάλης ἀκέραιον διαμένει τὸ πλήρωμα. ἔστι δὲ καὶ πλησίον τῆς πηγῆς ταύτης ἀνάδοσις τῷ μὲν μεγέθει βραχεῖα, δύναμιν δὲ θαυμάσιον ἔχουσα. προβάλλει γὰρ ἀτμὸν θειώδη καὶ βαρύν, τὸ προσελθὸν ζῷον ἅπαν ἀποθνήσκει, περιπῖπτον ὀξείᾳ καὶ παραδόξῳ τελευτῇ · πνεύματος γὰρ κατοχῇ χρόνον ὑπομεῖναν διαφθείρεται, καθάπερ κωλυομένης τῆς τοῦ πνεύματος ἐκφορᾶς ὑπὸ τῆς προσπεσούσης ταῖς ἀναπνοαῖς δυνάμεως · εὐθὺς δὲ διοιδεῖ καὶ πίμπραται τὸ σῶμα, μάλιστα τοὺς περὶ τὸν πνεύμονα τόπους.

2.12.3ἔστι δὲ καὶ πέραν τοῦ ποταμοῦ λίμνη στερεὸν ἔχουσα τὸν περὶ αὑτὴν τύπον, εἰς ἣν ὅταν τις ἐμβῇ τῶν ἀπείρων, ὀλίγον μὲν νήχεται χρόνον, προϊὼν δ’εἰς τὸ μέσον καθάπερ ὑπό τινος βίας κατασπᾶται · ἑαυτῷ δὲ βοηθῶν καὶ πάλιν ἀναστρέψαι προαιρούμενος ἀντέχεται μὲν τῆς ἐκβάσεως, ἀντισπωμένῳ δ’ὑπό τινος ἔοικε · καὶ τὸ μὲν πρῶτον ἀπονεκροῦται τοὺς πόδας, εἶτα τὰ σκέλη μέχρι τῆς ὀσφύος, τὸ δὲ τελευταῖον ὅλον τὸ σῶμα νάρκῃ κρατηθεὶς φέρεται πρὸς βυθόν, καὶ μετ’ὀλίγον τετελευτηκὼς ἀναβάλλεται. περὶ μὲν οὖν τῶν ἐν τῇ Βαβυλωνίᾳ θαυμαζομένων ἀρκείτω τὰ ῥηθέντα.

2.13

2.13.1 δὲ Σεμίραμις ἐπειδὴ τοῖς ἔργοις ἐπέθηκε πέρας, ἀνέζευξεν ἐπὶ Μηδίας μετὰ πολλῆς δυνάμεως · καταντήσασα δὲ πρὸς ὄρος τὸ καλούμενον Βαγίστανον πλησίον αὐτοῦ κατεστρατοπέδευσε, καὶ κατεσκεύασε παράδεισον, ὃς τὴν μὲν περίμετρον ἦν δώδεκα σταδίων, ἐν πεδίῳ δὲ κείμενος εἶχε πηγὴν μεγάλην, ἐξ ἧς ἀρδεύεσθαι συνέβαινε τὸ φυτουργεῖον.

2.13.2τὸ δὲ Βαγίστανον ὄρος ἐστὶ μὲν ἱερὸν Διός, ἐκ δὲ τοῦ παρὰ τὸν παράδεισον μέρους ἀποτομάδας ἔχει πέτρας εἰς ὕψος ἀνατεινούσας ἑπτακαίδεκα σταδίους. οὗ τὸ κατώτατον μέρος καταξύσασα τὴν ἰδίαν ἐνεχάραξεν εἰκόνα, δορυφόρους αὑτῇ παραστήσασα ἑκατόν. ἐπέγραψε δὲ καὶ Συρίοις γράμμασιν εἰς τὴν πέτραν ὅτι Σεμίραμις τοῖς σάγμασι τοῖς τῶν ἀκολουθούντων ὑποζυγίων ἀπὸ τοῦ πεδίου χώσασα τὸν προειρημένον κρημνὸν διὰ τούτων εἰς τὴν ἀκρώρειαν προσανέβη.

2.13.3ἐντεῦθεν δ’ἀναζεύξασα καὶ παραγενομένη πρὸς Χαύονα πόλιν τῆς Μηδίας κατενόησεν ἔν τινι μετεώρῳ πεδίῳ πέτραν τῷτε ὕψει καὶ τῷ μεγέθει καταπληκτικήν. ἐνταῦθ’οὖν ἕτερον παράδεισον ὑπερμεγέθη κατεσκεύασεν, ἐν μέσῳ τὴν πέτραν ἀπολαβοῦσα, καθ’ἣν οἰκοδομήματα πολυτελῆ πρὸς τρυφὴν ἐποίησεν, ἐξ ὧν τάτε κατὰ τὸν παράδεισον ἀπεθεώρει φυτουργεῖα καὶ πᾶσαν τὴν στρατιὰν παρεμβεβληκυῖαν ἐν τῷ πεδίῳ.

2.13.4ἐν τούτῳ δὲ τῷ τόπῳ συχνὸν ἐνδιατρίψασα χρόνον καὶ πάντων τῶν εἰς τρυφὴν ἀνηκόντων ἀπολαύσασα, γῆμαι μὲν νομίμως οὐκ ἠθέλησεν, εὐλαβουμένη μήποτε στερηθῇ τῆς ἀρχῆς, ἐπιλεγομένη δὲ τῶν στρατιωτῶν τοὺς εὐπρεπείᾳ διαφέροντας τούτοις ἐμίσγετο, καὶ πάντας τοὺς αὐτῇ πλησιάσαντας ἠφάνιζε.

2.13.5μετὰ δὲ ταῦτα ἐπ’Ἐκβατάνων τὴν πορείαν ποιησαμένη παρεγένετο πρὸς ὄρος τὸ Ζαρκαῖον καλούμενον · τοῦτο δ’ἐπὶ πολλοὺς παρῆκον σταδίους καὶ πλῆρες ὂν κρημνῶν καὶ φαράγγων μακρὰν εἶχε τὴν περίοδον. ἐφιλοτιμεῖτο οὖν ἅμα μὲν μνημεῖον ἀθάνατον ἑαυτῆς ἀπολιπεῖν, ἅμα δὲ σύντομον ποιήσασθαι τὴν ὁδόν · διόπερ τούςτε κρημνοὺς κατακόψασα καὶ τοὺς κοίλους τόπους χώσασα σύντομον καὶ πολυτελῆ κατεσκεύασεν ὁδόν, μέχρι τοῦ νῦν Σεμιράμιδος καλεῖται.

2.13.6παραγενηθεῖσα δ’εἰς Ἐκβάτανα, πόλιν ἐν πεδίῳ κειμένην, κατεσκεύασεν ἐν αὐτῇ πολυτελῆ βασίλεια καὶ τὴν ἄλλην ἐπιμέλειαν ἐποιήσατο τοῦ τόπου περιττοτέραν. ἀνύδρου γὰρ οὔσης τῆς πόλεως καὶ μηδαμοῦ σύνεγγυς ὑπαρχούσης πηγῆς, ἐποίησεν αὐτὴν πᾶσαν κατάρρυτον, ἐπαγαγοῦσα πλεῖστον καὶ κάλλιστον ὕδωρ μετὰ πολλῆς κακοπαθείαςτε καὶ δαπάνης.

2.13.7τῶν γὰρ Ἐκβατάνων ὡς δώδεκα σταδίους ἀπέχον ἔστιν ὄρος καλεῖται μὲν Ὀρόντης, τῇ δὲ τραχύτητι καὶ τῷ πρὸς ὕψος ἀνατείνοντι μεγέθει διάφορον, ὡς ἂν τὴν πρόσβασιν ἔχον ὄρθιον ἕως τῆς ἀκρωρείας σταδίων εἴκοσι πέντε. ἐκ θατέρου δὲ μέρους οὔσης λίμνης μεγάλης εἰς ποταμὸν ἐκβαλλούσης, διέσκαψε τὸ προειρημένον ὄρος κατὰ τὴν ῥίζαν.

2.13.8ἦν δ’ διῶρυξ τὸ μὲν πλάτος ποδῶν πεντεκαίδεκα, τὸ δ’ὕψος τετταράκοντα · δι’ἧς ἐπαγαγοῦσα τὸν ἐκ τῆς λίμνης ποταμὸν ἐπλήρωσε τὴν πόλιν ὕδατος. ταῦτα μὲν οὖν ἐποίησεν ἐν τῇ Μηδίᾳ.

2.14

2.14.1μετὰ δὲ ταῦτα ἐπῆλθε τήντε Περσίδα καὶ τὴν ἄλλην χώραν ἅπασαν ἧς ἐπῆρχε κατὰ τὴν Ἀσίαν. πανταχοῦ δὲ τὰ μὲν ὄρη καὶ τὰς ἀπορρῶγας πέτρας διακόπτουσα κατεσκεύασεν ὁδοὺς πολυτελεῖς, ἐν δὲ τοῖς πεδίοις ἐποίει χώματα, ποτὲ μὲν τάφους κατασκευάζουσα τοῖς τελευτῶσι τῶν ἡγεμόνων, ποτὲ δὲ πόλεις ἐν τοῖς ἀναστήμασι κατοικίζουσα.

2.14.2εἰώθει δὲ καὶ κατὰ τὰς στρατοπεδείας μικρὰ χώματα κατασκευάζειν, ἐφ’ὧν καθιστᾶσα τὴν ἰδίαν σκηνὴν ἅπασαν κατώπτευε τὴν παρεμβολήν · διὸ καὶ πολλὰ κατὰ τὴν Ἀσίαν μέχρι τοῦ νῦν διαμένει τῶν ὑπ’ἐκείνης κατασκευασθέντων καὶ καλεῖται Σεμιράμιδος ἔργα.

2.14.3μετὰ δὲ ταῦτα τήντε Αἴγυπτον πᾶσαν ἐπῆλθε καὶ τῆς Λιβύης τὰ πλεῖστα καταστρεψαμένη παρῆλθεν εἰς Ἄμμωνα, χρησομένη τῷ θεῷ περὶ τῆς ἰδίας τελευτῆς. λέγεται δ’αὐτῇ γενέσθαι λόγιον ἐξ ἀνθρώπων ἀφανισθήσεσθαι καὶ κατὰ κατὰ τὴν Ἀσίαν παρ’ἐνίοις τῶν ἐθνῶν ἀθανάτου τεύξεσθαι τιμῆς · ὅπερ ἔσεσθαι καθ’ὃν ἂν χρόνον υἱὸς αὐτῇ Νινύας ἐπιβουλεύσῃ.

2.14.4ἀπὸ δὲ τούτων γενομένη τῆς Αἰθιοπίας ἐπῆλθε τὰ πλεῖστα καταστρεφομένη καὶ τὰ κατὰ τὴν χώραν θεωμένη παράδοξα. εἶναι γὰρ ἐν αὐτῇ φασι λίμνην τετράγωνον, τὴν μὲν περίμετρον ἔχουσαν ποδῶν ὡς ἑκατὸν ἑξήκοντα, τὸ δ’ὕδωρ τῇ μὲν χρόᾳ παραπλήσιον κινναβάρει, τὴν δ’ὀσμὴν καθ’ὑπερβολὴν ἡδεῖαν, οὐκ ἀνόμοιον οἴνῳ παλαιῷ · δύναμιν δ’ἔχειν παράδοξον · τὸν γὰρ πιόντα φασὶν εἰς μανίαν ἐμπίπτειν καὶ πάνθ’ πρότερον διέλαθεν ἁμαρτήσας ἑαυτοῦ κατηγορεῖν. τοῖς μὲν οὖν ταῦτα λέγουσιν οὐκ ἄν τις ῥᾳδίως συγκατάθοιτο.

2.15

2.15.1ταφὰς δὲ τῶν τελευτησάντων ἰδίως οἱ κατὰ τὴν Αἰθιοπίαν ποιοῦνται · ταριχεύσαντες γὰρ τὰ σώματα καὶ περιχέαντες αὐτοῖς πολλὴν ὕελον ἱστᾶσιν ἐπὶ στήλης, ὥστε τοῖς παριοῦσι φαίνεσθαι διὰ τῆς ὑέλου τὸ τοῦ τετελευτηκότος σῶμα, καθάπερ Ἡρόδοτος εἴρηκε.

2.15.2Κτησίας δ’ Κνίδιος ἀποφαινόμενος τοῦτον σχεδιάζειν, αὐτός φησι τὸ μὲν σῶμα ταριχεύεσθαι, τὴν μέντοι γε ὕελον μὴ περιχεῖσθαι γυμνοῖς τοῖς σώμασι · κατακαυθήσεσθαι γὰρ ταῦτα καὶ λυμανθέντα τελέως τὴν ὁμοιότητα μὴ δυνήσεσθαι διατηρεῖν.

2.15.3διὸ καὶ χρυσῆν εἰκόνα κατασκευάζεσθαι κοίλην, εἰς ἣν ἐντεθέντος τοῦ νεκροῦ περὶ τὴν εἰκόνα χεῖσθαι τὴν ὕελον · τοῦ δὲ κατασκευάσματος τεθέντος ἐπὶ τὸν τάφον διὰ τῆς ὑέλου φανῆναι τὸν χρυσὸν ἀφωμοιωμένον τῷ τετελευτηκότι.

2.15.4τοὺς μὲν οὖν πλουσίους αὐτῶν οὕτω θάπτεσθαί φησι, τοὺς δ’ἐλάττονας καταλιπόντας οὐσίας ἀργυρᾶς τυγχάνειν εἰκόνος, τοὺς δὲ πένητας κεραμίνης · τὴν δὲ ὕελον πᾶσιν ἐξαρκεῖν διὰ τὸ πλείστην γεννᾶσθαι κατὰ τὴν Αἰθιοπίαν καὶ τελέως παρὰ τοῖς ἐγχωρίοις ἐπιπολάζειν.

2.15.5περὶ δὲ τῶν νομίμων τῶν παρὰ τοῖς Αἰθίοψι καὶ τῶν ἄλλων τῶν γινομένων ἐν τῇ τούτων χώρᾳ τὰ κυριώτατα καὶ μνήμης ἄξια μικρὸν ὕστερον ἀναγράψομεν, ὅταν καὶ τὰς παλαιὰς αὐτῶν πράξεις καὶ μυθολογίας διεξίωμεν.

2.16

2.16.1 δὲ Σεμίραμις καταστήσασα τάτε κατὰ τὴν Αἰθιοπίαν καὶ τὴν Αἴγυπτον ἐπανῆλθε μετὰ τῆς δυνάμεως εἰς Βάκτρα τῆς Ἀσίας. ἔχουσα δὲ δυνάμεις μεγάλας καὶ πολυχρόνιον εἰρήνην ἄγουσα φιλοτίμως ἔσχε πρᾶξαί τι λαμπρὸν κατὰ πόλεμον.

2.16.2πυνθανομένη δὲ τὸ τῶν Ἰνδῶν ἔθνος μέγιστον εἶναι τῶν κατὰ τὴν οἰκουμένην καὶ πλείστηντε καὶ καλλίστην χώραν νέμεσθαι, διενοεῖτο στρατεύειν εἰς τὴν Ἰνδικήν, ἧς ἐβασίλευε μὲν Σταβροβάτης κατ’ἐκείνους τοὺς χρόνους, στρατιωτῶν δ’εἶχεν ἀναρίθμητον πλῆθος · ὑπῆρχον δ’αὐτῷ καὶ ἐλέφαντες πολλοὶ καθ’ὑπερβολὴν λαμπρῶς κεκοσμημένοι τοῖς εἰς τὸν πόλεμον καταπληκτικοῖς.

2.16.3 γὰρ Ἰνδικὴ χώρα διάφορος οὖσα τῷ κάλλει καὶ πολλοῖς διειλημμένη ποταμοῖς ἀρδεύεταίτε πολλαχοῦ καὶ διττοὺς καθ’ἕκαστον ἐνιαυτὸν ἐκφέρει καρπούς · διὸ καὶ τῶν πρὸς τὸ ζῆν ἐπιτηδείων τοσοῦτον ἔχει πλῆθος ὥστε διὰ παντὸς ἄφθονον ἀπόλαυσιν τοῖς ἐγχωρίοις παρέχεσθαι. λέγεται δὲ μηδέποτε κατ’αὐτὴν γεγονέναι σιτοδείαν φθορὰν καρπῶν διὰ τὴν εὐκρασίαν τῶν τόπων.

2.16.4ἔχει δὲ καὶ τῶν ἐλεφάντων ἄπιστον πλῆθος, οἳ ταῖςτε ἀλκαῖς καὶ ταῖς τοῦ σώματος ῥώμαις πολὺ προέχουσι τῶν ἐν τῇ Λιβύῃ γινομένων, ὁμοίως δὲ χρυσόν, ἄργυρον, σίδηρον, χαλκόν · πρὸς δὲ τούτοις λίθων παντοίων καὶ πολυτελῶν ἔστιν ἐν αὐτῇ πλῆθος, ἔτι δὲ τῶν ἄλλων ἁπάντων σχεδὸν τῶν πρὸς τρυφὴν καὶ πλοῦτον διατεινόντων. ὑπὲρ ὧν τὰ κατὰ μέρος Σεμίραμις ἀκούσασα προήχθη μηδὲν προαδικηθεῖσα τὸν πρὸς Ἰνδοὺς ἐξενεγκεῖν πόλεμον.

2.16.5ὁρῶσα δ’αὑτὴν μεγάλων καθ’ὑπερβολὴν προσδεομένην δυνάμεων, ἐξέπεμψεν ἀγγέλους εἰς ἁπάσας τὰς σατραπείας, διακελευσαμένη τοῖς ἐπάρχοις καταγράφειν τῶν νέων τοὺς ἀρίστους, δοῦσα τὸν ἀριθμὸν κατὰ τὰ μεγέθη τῶν ἐθνῶν · προσέταξε δὲ πᾶσι κατασκευάζειν καινὰς πανοπλίας καὶ τοῖς ἄλλοις ἅπασι λαμπρῶς παραγίνεσθαι κεκοσμημένους μετὰ τρίτον ἔτος εἰς Βάκτρα.

2.16.6μετεπέμψατο δὲ καὶ ναυπηγοὺς ἔκτε Φοινίκης καὶ Συρίας καὶ Κύπρου καὶ τῆς ἄλλης τῆς παραθαλαττίου χώρας, οἷς ἄφθονον ὕλην μεταγαγοῦσα διεκελεύσατο κατασκευάζειν ποτάμια πλοῖα διαιρετά.

2.16.7 γὰρ Ἰνδὸς ποταμός, μέγιστος ὢν τῶν περὶ τοὺς τόπους καὶ τὴν βασιλείαν αὐτῆς ὁρίζων, πολλῶν προσεδεῖτο πλοίων πρόςτε τὴν διάβασιν καὶ πρὸς τὸ τοὺς Ἰνδοὺς ἀπὸ τούτων ἀμύνασθαι · περὶ δὲ τὸν ποταμὸν οὐκ οὔσης ὕλης ἀναγκαῖον ἦν ἐκ τῆς Βακτριανῆς πεζῇ παρακομίζεσθαι τὰ πλοῖα.

2.16.8θεωροῦσα δ’ Σεμίραμις ἑαυτὴν ἐν τῇ τῶν ἐλεφάντων χρείᾳ πολὺ λειπομένην, ἐπενοήσατό κατασκευάζειν εἴδωλα τούτων τῶν ζῴων, ἐλπίζουσα καταπλήξεσθαι τοὺς Ἰνδοὺς διὰ τὸ νομίζειν αὐτοὺς μη δ’εἶναι τὸ σύνολον ἐλέφαντας ἐκτὸς τῶν κατὰ τὴν Ἰνδικήν.

2.16.9ἐπιλέξασα δὲ βοῶν μελάνων τριάκοντα μυριάδας τὰ μὲν κρέα τοῖς τεχνίταις καὶ τοῖς πρὸς τὴν τῶν κατασκευασμάτων ὑπηρεσίαν τεταγμένοις διένειμε, τὰς δὲ βύρσας συρράπτουσα καὶ χόρτου πληροῦσα κατεσκεύασεν εἴδωλα, κατὰ πᾶν ἀπομιμουμένη τὴν τῶν ζῴων τούτων φύσιν. ἕκαστον δὲ τούτων εἶχεν ἐντὸς ἄνδρα τὸν ἐπιμελησόμενον καὶ κάμηλον, ὑφ’οὗ φερόμενον φαντασίαν τοῖς πόρρωθεν ὁρῶσιν ἀληθινοῦ θηρίου παρείχετο.

2.16.10οἱ δὲ ταῦτα κατασκευάζοντες αὐτῇ τεχνῖται προσεκαρτέρουν τοῖς ἔργοις ἔν τινι περιβόλῳ περιῳκοδομημένῳ καὶ πύλας ἔχοντι τηρουμένας ἐπιμελῶς, ὥστε μηδένα μήτε τῶν ἔσωθεν ἐξιέναι τεχνιτῶν μήτε τῶν ἔξωθεν εἰσιέναι πρὸς αὐτούς. τοῦτο δ’ἐποίησεν, ὅπως μηδεὶς τῶν ἔξωθεν ἴδῃ τὸ γινόμενον μη δὲ διαπέσῃ φήμη πρὸς Ἰνδοὺς περὶ τούτων.

2.17

2.17.1ἐπεὶ δ’αἵτε νῆες καὶ τὰ θηρία κατεσκευάσθησαν ἐν τοῖς δυσὶν ἔτεσι, τῷ τρίτῳ μετεπέμψατο τὰς πανταχόθεν δυνάμεις εἰς τὴν Βακτριανήν. τὸ δὲ πλῆθος τῆς ἀθροισθείσης στρατιᾶς ἦν, ὡς Κτησίας Κνίδιος ἀνέγραψε, πεζῶν μὲν τριακόσιαι μυριάδες, ἱππέων δὲ εἴκοσι μυριάδες, ἁρμάτων δὲ δέκα μυριάδες.

2.17.2ὑπῆρχον δὲ καὶ ἄνδρες ἐπὶ καμήλων ὀχούμενοι, μαχαίρας τετραπήχεις ἔχοντες, τὸν ἀριθμὸν ἴσοι τοῖς ἅρμασι. ναῦς δὲ ποταμίας κατεσκεύασε διαιρετὰς δισχιλίας, αἷς παρεσκευάσατο καμήλους τὰς πεζῇ παρακομιζούσας τὰ σκάφη. ἐφόρουν δὲ καὶ τὰ τῶν ἐλεφάντων εἴδωλα κάμηλοι, καθότι προείρηται · πρὸς δ’αὐτὰς τοὺς ἵππους οἱ στρατιῶται συνάγοντες συνήθεις ἐποίουν τοῦ μὴ φοβεῖσθαι τὴν ἀγριότητα τῶν θηρίων.

2.17.3τὸ παραπλήσιον δὲ πολλοῖς ἔτεσιν ὕστερον ἔπραξε Περσεὺς τῶν Μακεδόνων βασιλεύς, ὅτε πρὸς Ῥωμαίους ἔμελλε διακινδυνεύειν ἔχοντας ἐκ Λιβύης ἐλέφαντας. ἀλλ’οὔτ’ἐκείνῳ ῥοπὴν ἐνεγκεῖν εἰς τὸν πόλεμον συνέβη τὴν περὶ τὰ τοιαῦτα σπουδὴν καὶ φιλοτεχνίαν οὔτε Σεμιράμιδι · περὶ ὧν ἀκριβέστερον προϊὼν λόγος δηλώσει.

2.17.4 δὲ τῶν Ἰνδῶν βασιλεὺς Σταβροβάτης πυνθανόμενος τάτε μεγέθη τῶν ὀνομαζομένων δυνάμεων καὶ τὴν ὑπερβολὴν τῆς εἰς τὸν πόλεμον παρασκευῆς, ἔσπευδεν ἐν ἅπασιν ὑπερθέσθαι τὴν Σεμίραμιν.

2.17.5καὶ πρῶτον μὲν ἐκ τοῦ καλάμου κατεσκεύασε πλοῖα ποτάμια τετρακισχίλια · γὰρ Ἰνδικὴ παράτε τοὺς ποταμοὺς καὶ τοὺς ἑλώδεις τόπους φέρει καλάμου πλῆθος, οὗ τὸ πάχος οὐκ ἂν ῥᾳδίως ἄνθρωπος περιλάβοι · λέγεται δὲ καὶ τὰς ἐκ τούτων κατασκευαζομένας ναῦς διαφόρους κατὰ τὴν χρείαν ὑπάρχειν, οὔσης ἀσήπτου ταύτης τῆς ὕλης.

2.17.6ποιησάμενος δὲ καὶ τῆς τῶν ὅπλων κατασκευῆς πολλὴν ἐπιμέλειαν καὶ πᾶσαν ἐπελθὼν τὴν Ἰνδικὴν ἤθροισε δύναμιν πολὺ μείζονα τῆς Σεμιράμιδι συναχθείσης.

2.17.7ποιησάμενος δὲ καὶ τῶν ἀγρίων ἐλεφάντων θήραν καὶ πολλαπλασιάσας τοὺς προϋπάρχοντας, ἐκόσμησεν ἅπαντας τοῖς εἰς τὸν πόλεμον καταπληκτικοῖς λαμπρῶς ·

2.17.8διὸ καὶ συνέβαινε κατὰ τὴν ἔφοδον αὐτῶν διάτε τὸ πλῆθος καὶ τὴν ἐπὶ τῶν θωρακίων κατασκευὴν ἀνυπόστατον ἀνθρωπίνῃ φύσει φαίνεσθαι τὴν ἐπιφάνειαν.

2.18

2.18.1ἐπεὶ δ’αὐτῷ πάντα τὰ πρὸς τὸν πόλεμον κατεσκεύαστο, πρὸς τὴν Σεμίραμιν καθ’ὁδὸν οὖσαν ἀπέστειλεν ἀγγέλους, ἐγκαλῶν ὅτι προκατάρχεται τοῦ πολέμου μηδὲν ἀδικηθεῖσα · πολλὰ δὲ καὶ ἄρρητα κατ’αὐτῆς ὡς ἑταίρας βλασφημήσας διὰ τῶν γραμμάτων καὶ θεοὺς ἐπιμαρτυράμενος, ἠπείλει καταπολεμήσας αὐτὴν σταυρῷ προσηλώσειν.

2.18.2 δὲ Σεμίραμις ἀναγνοῦσα τὴν ἐπιστολὴν καὶ καταγελάσασα τῶν γεγραμμένων, διὰ τῶν ἔργων ἔφησε τὸν Ἰνδὸν πειράσεσθαι τῆς περὶ αὐτὴν ἀρετῆς. ἐπεὶ δὲ προάγουσα μετὰ τῆς δυνάμεως ἐπὶ τὸν Ἰνδὸν ποταμὸν παρεγενήθη, κατέλαβε τὰ τῶν πολεμίων πλοῖα πρὸς μάχην ἕτοιμα.

2.18.3διόπερ καὶ αὐτὴ καταρτίσασα ταχέως τὰς ναῦς καὶ πληρώσασα τῶν κρατίστων ἐπιβατῶν συνεστήσατο κατὰ τὸν ποταμὸν ναυμαχίαν, συμφιλοτιμουμένων καὶ τῶν παρεμβεβληκότων παρὰ τὸ ῥεῖθρον πεζῶν.

2.18.4ἐπὶ πολὺν δὲ χρόνον τοῦ κινδύνου παρατείνοντος καὶ προθύμως ἑκατέρων ἀγωνισαμένων, τὸ τελευταῖον Σεμίραμις ἐνίκησε καὶ διέφθειρε τῶν πλοίων περὶ χίλια, συνέλαβε δ’αἰχμαλώτους μαλώτους οὐκ ὀλίγους.

2.18.5ἐπαρθεῖσα δὲ τῇ νίκῃ τὰς ἐν τῷ ποταμῷ νήσους καὶ πόλεις ἐξηνδραποδίσατο, καὶ συνήγαγεν αἰχμαλώτων σωμάτων ὑπὲρ τὰς δέκα μυριάδας. μετὰ δὲ ταῦθ’ μὲν τῶν Ἰνδῶν βασιλεὺς ἀπήγαγε τὴν δύναμιν ἀπὸ τοῦ ποταμοῦ, προσποιούμενος μὲν ἀναχωρεῖν διὰ φόβον, τῇ δ’ἀληθείᾳ βουλόμενος τοὺς πολεμίους προτρέψασθαι διαβῆναι τὸν ποταμόν.

2.18.6 δὲ Σεμίραμις, κατὰ νοῦν αὐτῇ τῶν πραγμάτων προχωρούντων, ἔζευξε τὸν ποταμὸν κατασκευάσασα πολυτελῆ καὶ μεγάλην γέφυραν, δι’ἧς ἅπασαν διακομίσασα τὴν δύναμιν ἐπὶ μὲν τοῦ ζεύγματος φυλακὴν κατέλιπεν ἀνδρῶν ἑξακισμυρίων, τῇ δ’ἄλλῃ στρατιᾷ προῆγεν ἐπιδιώκουσα τοὺς Ἰνδούς, προηγουμένων τῶν εἰδώλων, ὅπως οἱ τῷν πολεμίων κατάσκοποι τῷ βασιλεῖ ἀπαγγείλωσι τὸ πλῆθος τῶν παρ’αὐτῇ θηρίων.

2.18.7οὐ διεψεύσθη δὲ κατά γε τοῦτο τῆς ἐλπίδος, ἀλλὰ τῶν ἐπὶ κατασκοπὴν ἐκπεμφθέντων τοῖς Ἰνδοῖς ἀπαγγελλόντων τὸ πλῆθος τῶν παρὰ τοῖς πολεμίοις ἐλεφάντων, ἅπαντες διηποροῦντο πόθεν αὐτῇ συνακολουθεῖ τοσοῦτο πλῆθος θηρίων.

2.18.8οὐ μὴν ἔμεινέ γε τὸ ψεῦδος πλείω χρόνον κρυπτόμενον · τῶν γὰρ παρὰ τῇ Σεμιράμιδι στρατευομένων τινὲς κατελήφθησαν νυκτὸς ἐν τῇ στρατοπεδείᾳ ῥᾳθυμοῦντες τὰ περὶ τὰς φυλακάς · φοβηθέντες δὲ τὴν ἐπακολουθοῦσαν τιμωρίαν ηὐτομόλησαν πρὸς τοὺς πολεμίους καὶ τὴν κατὰ τοὺς ἐλέφαντας πλάνην ἀπήγγειλαν. ἐφ’οἷς θαρρήσας τῶν Ἰνδῶν βασιλεὺς καὶ τῇ δυνάμει διαγγείλας τὰ περὶ τῶν εἰδώλων, ἐπέστρεψεν ἐπὶ τοὺς Ἀσσυρίους διατάξας τὴν δύναμιν.

2.19

2.19.1τὸ δ’αὐτὸ καὶ τῆς Σεμιράμιδος ἐπιτελούσης, ὡς ἤγγισαν ἀλλήλοις τὰ στρατόπεδα, Σταβροβάτης τῶν Ἰνδῶν βασιλεὺς προαπέστειλε πολὺ πρὸ τῆς φάλαγγος τοὺς ἱππεῖς μετὰ τῶν ἁρμάτων.

2.19.2δεξαμένης δὲ τῆς βασιλίσσης εὐρώστως τὴν ἔφοδον τῶν ἱππέων, καὶ τῶν κατεσκευασμένων ἐλεφάντων πρὸ τῆς φάλαγγος ἐν ἴσοις διαστήμασι τεταγμένων, συνέβαινε πτύρεσθαι τοὺς τῶν Ἰνδῶν ἵππους.

2.19.3τὰ γὰρ εἴδωλα πόρρωθεν μὲν ὁμοίαν εἶχε τὴν πρόσοψιν τοῖς ἀληθινοῖς θηρίοις, οἷς συνήθεις ὄντες οἱ τῶν Ἰνδῶν ἵπποι τεθαρρηκότως προσίππευον · τοῖς δ’ἐγγίσασιν τε ὀσμὴ προσέβαλλεν ἀσυνήθης καὶ τἄλλα διαφορὰν ἔχοντα πάντα παμμεγέθη τοὺς ἵππους ὁλοσχερῶς συνετάραττε. διὸ καὶ τῶν Ἰνδῶν οἱ μὲν ἐπὶ τὴν γῆν ἔπιπτον, οἱ δὲ τῶν ζῴων ἀπειθούντων τοῖς χαλινοῖς ὡς ἐτύγχανεν εἰς τοὺς πολεμίους ἐξέπιπτον μετὰ τῶν κομιζόντων αὐτοὺς ἵππων.

2.19.4 δὲ Σεμίραμις μετὰ στρατιωτῶν ἐπιλέκτων μαχομένη καὶ τῷ προτερήματι δεξιῶς χρησαμένη τοὺς Ἰνδοὺς ἐτρέψατο. ὧν φυγόντων πρὸς τὴν φάλαγγα Σταβροβάτης βασιλεὺς οὐ καταπλαγεὶς ἐπήγαγε τὰς τῶν πεζῶν τάξεις, προηγουμένων τῶν ἐλεφάντων, αὐτὸς δ’ἐπὶ τοῦ δεξιοῦ κέρατος τεταγμένος καὶ τὴν μάχην ἐπὶ τοῦ κρατίστου θηρίου ποιούμενος ἐπήγαγε καταπληκτικῶς ἐπὶ τὴν βασίλισσαν κατ’αὐτὸν τυχικῶς τεταγμένην.

2.19.5τὸ δ’αὐτὸ καὶ τῶν ἄλλων ἐλεφάντων ποιησάντων μετὰ τῆς Σεμιράμιδος δύναμις βραχὺν ὑπέστη χρόνον τὴν τῶν θηρίων ἔφοδον · τὰ γὰρ ζῷα διάφορα ταῖς ἀλκαῖς ὄντα καὶ ταῖς ἰδίαις ῥώμαις πεποιθότα πάντα τὸν ὑφιστάμενον ῥᾳδίως ἀνῄρει.

2.19.6διόπερ πολὺς καὶ παντοῖος ἐγίνετο φόνος, τῶν μὲν ὑπὸ τοὺς πόδας ὑποπιπτόντων, τῶν δὲ τοῖς ὀδοῦσιν ἀνασχιζομένων, ἐνίων δὲ ταῖς προβοσκίσιν ἀναρριπτουμένων. συχνοῦ δὲ πλήθους νεκρῶν σωρευομένου καὶ τοῦ κινδύνου τοῖς ὁρῶσι δεινὴν ἔκπληξιν καὶ φόβον παριστάντος, οὐδεὶς ἔτι μένειν ἐπὶ τῆς τάξεως ἐτόλμα.

2.19.7τραπέντος οὖν τοῦ πλήθους παντὸς βασιλεὺς τῶν Ἰνδῶν ἐπ’αὐτὴν ἐβιάζετο τὴν Σεμίραμιν. καὶ τὸ μὲν πρῶτον ἐπ’ἐκείνην τοξεύσας ἔτυχε τοῦ βραχίονος, ἔπειτ’ἀκοντίσας διήλασε διὰ τοῦ νώτου τῆς βασιλίσσης, πλαγίας ἐνεχθείσης τῆς πληγῆς · διόπερ οὐδὲν παθοῦσα δεινὸν Σεμίραμις ταχέως ἀφίππευσε, πολὺ λειπομένου κατὰ τὸ τάχος τοῦ διώκοντος θηρίου.

2.19.8πάντων δὲ φευγόντων ἐπὶ τὴν σχεδίαν, τοσούτου πλήθους εἰς ἕνα καὶ στενὸν βιαζομένου τόπον οἱ μὲν τῆς βασιλίσσης ὑπ’ἀλλήλων ἀπέθνησκον συμπατούμενοι καὶ φυρόμενοι παρὰ φύσιν ἀναμὶξ ἱππεῖςτε καὶ πεζοί, τῶν δὲ Ἰνδῶν ἐπικειμένων ὠσμὸς ἐγίνετο βίαιος ἐπὶ τῆς γεφύρας διὰ τὸν φόβον, ὥστε πολλοὺς ἐξωθουμένους ἐφ’ἑκάτερα μέρη τῆς γεφύρας ἐμπίπτειν εἰς τὸν ποταμόν.

2.19.9 δὲ Σεμίραμις, ἐπειδὴ τὸ πλεῖστον μέρος τῶν ἀπὸ τῆς μάχης διασωζομένων διὰ τὸν ποταμὸν ἔτυχε τῆς ἀσφαλείας, ἀπέκοψε τοὺς συνέχοντας δεσμοὺς τὴν γέφυραν · ὧν λυθέντων μὲν σχεδία κατὰ πολλὰ διαιρεθεῖσα μέρη καὶ συχνοὺς ἐφ’ἑαυτῆς ἔχουσα τῶν διωκόντων Ἰνδῶν ὑπὸ τῆς τοῦ ῥεύματος σφοδρότητος ὡς ἔτυχε κατηνέχθη, καὶ πολλοὺς μὲν τῶν Ἰνδῶν διέφθειρε, τῇ δὲ Σεμιράμιδι πολλὴν ἀσφάλειαν παρεσκεύασε, κωλύσασα τὴν τῶν πολεμίων ἐπ’αὐτὴν διάβασιν.

2.19.10μετὰ δὲ ταῦθ’ μὲν τῶν Ἰνδῶν βασιλεύς, διοσημιῶν αὐτῷ γενομένων καὶ τῶν μάντεων ἀποφαινομένων σημαίνεσθαι τὸν ποταμὸν μὴ διαβαίνειν, ἡσυχίαν ἔσχεν, δὲ Σεμίραμις ἀλλαγὴν ποιησαμένη τῶν αἰχμαλώτων ἐπανῆλθεν εἰς Βάκτρα, δύο μέρη τῆς δυνάμεως ἀποβεβληκυῖα.

2.20

2.20.1μετὰ δέ τινα χρόνον ὑπὸ Νινύου τοῦ οἱοῦ δι’εὐνούχου τινὸς ἐπιβουλευθεῖσα, καὶ τὸ παρ’Ἄμμωνος λόγιον ἀνανεωσαμένη, τὸν ἐπιβουλεύσαντα κακὸν οὐδὲν εἰργάσατο, τοὐναντίον δὲ τὴν βασιλείαν αὐτῷ παραδοῦσα καὶ τοῖς ὑπάρχοις ἀκούειν ἐκείνου προστάξασα, ταχέως ἠφάνισεν ἑαυτήν, ὡς εἰς θεοὺς κατὰ τὸν χρησμὸν μεταστησομένη.

2.20.2ἔνιοι δὲ μυθολογοῦντές φασιν αὐτὴν γενέσθαι περιστεράν, καὶ πολλῶν ὀρνέων εἰς τὴν οἰκίαν καταπετασθέντων μετ’ἐκείνων ἐκπετασθῆναι · διὸ καὶ τοὺς Ἀσσυρίους τὴν περιστερὰν τιμᾶν ὡς θεόν, ἀπαθανατίζοντας τὴν Σεμίραμιν. αὕτη μὲν οὖν βασιλεύσασα τῆς Ἀσίας ἁπάσης πλὴν Ἰνδῶν ἐτελεύτησε τὸν προειρημένον τρόπον, βιώσασα μὲν ἔτη ἑξήκοντα δύο, βασιλεύσασα δὲ δύο πρὸς τοῖς τετταράκοντα.

2.20.3Κτησίας μὲν οὖν Κνίδιος περὶ Σεμιράμιδος τοιαῦθ’ἱστόρηκεν · Ἀθήναιος δὲ καί τινες τῶν ἄλλων συγγραφέων φασὶν αὐτὴν ἑταίραν γεγονέναι εὐπρεπῆ, καὶ διὰ τὸ κάλλος ἐρωτικῶς ἔχειν αὐτῆς τὸν βασιλέα τῶν Ἀσσυρίων.

2.20.4τὸ μὲν οὖν πρῶτον μετρίας αὐτὴν ἀποδοχῆς τυγχάνειν ἐν τοῖς βασιλείοις, μετὰ δὲ ταῦτα γνησίαν ἀναγορευθεῖσαν γυναῖκα πεῖσαι τὸν βασιλέα πένθ’ἡμέρας αὐτῇ παραχωρῆσαι τῆς βασιλείας.

2.20.5τὴν δὲ Σεμίραμιν ἀναλαβοῦσαν τότε σκῆπτρον καὶ τὴν βασίλειον στολὴν κατὰ μὲν τὴν πρώτην ἡμέραν εὐωχίαν ποιῆσαι καὶ μεγαλοπρεπῆ δεῖπνα, ἐν οἷς τοὺς τῶν δυνάμεων ἡγεμόνας καὶ πάντας τοὺς ἐπιφανεστάτους πεῖσαι συμπράττειν ἑαυτῇ · τῇ δ’ὑστεραίᾳ τοῦτε πλήθους καὶ τῶν ἀξιολογωτάτων ἀνδρῶν ὡς βασίλισσαν θεραπευόντων τὸν μὲν ἄνδρα καταβαλεῖν εἰς τὴν εἱρκτήν, αὐτὴν δὲ φύσει μεγαλεπίβολον οὖσαν καὶ τολμηρὰν κατασχεῖν τὴν ἀρχήν, καὶ μέχρι γήρως βασιλεύσασαν πολλὰ καὶ μεγάλα κατεργάσασθαι. περὶ μὲν οὖν τῶν κατὰ Σεμίραμιν τοιαύτας ἀντιλογίας εἶναι συμβαίνει παρὰ τοῖς συγγραφεῦσι.

2.21

2.21.1μετὰ δὲ τὸν ταύτης θάνατον Νινύας Νίνου καὶ Σεμιράμιδος υἱὸς παραλαβὼν τὴν ἀρχὴν ἦρχεν εἰρηνικῶς, τὸ φιλοπόλεμον καὶ κεκινδυνευμένον τῆς μητρὸς οὐδαμῶς ζηλώσας.

2.21.2πρῶτον μὲν γὰρ ἐν τοῖς βασιλείοις τὸν ἅπαντα χρόνον διέτριβεν, ὑπ’οὐδενὸς ὁρώμενος πλὴν τῶν παλλακίδων καὶ τῶν περὶ αὐτὸν εὐνούχων, ἐζήλου δὲ τρυφὴν καὶ ῥᾳθυμίαν καὶ τὸ μηδέποτε κακοπαθεῖν μη δὲ μεριμνᾶν, ὑπολαμβάνων βασιλείας εὐδαίμονος εἶναι τέλος τὸ πάσαις χρῆσθαι ταῖς ἡδοναῖς ἀνεπικωλύτως.

2.21.3πρὸς δὲ τὴν ἀσφάλειαν τῆς ἀρχῆς καὶ τὸν κατὰ τῶν ἀρχομένων γινόμενον φόβον κατ’ἐνιαυτὸν μετεπέμπετο στρατιωτῶν ἀριθμὸν ὡρισμένον καὶ στρατηγὸν ἀπὸ ἔθνους ἑκάστου, καὶ τὸ μὲν ἐκ πάντων ἀθροισθὲν στράτευμα ἐκτὸς τῆς πόλεως συνεῖχεν, ἑκάστου τῶν ἐθνῶν τὸν εὐνούστατον τῶν περὶ αὑτὸν ἀποδεικνύων ἡγεμόνα ·

2.21.4τοῦ δ’ἐνιαυτοῦ διελθόντος μετεπέμπετο πάλιν ἀπὸ τῶν ἐθνῶν τοὺς ἴσους στρατιώτας, καὶ τοὺς προτέρους ἀπέλυεν εἰς τὰς πατρίδας.

2.21.5οὗ συντελουμένου συνέβαινε τοὺς ὑπὸ τὴν βασιλείαν τεταγμένους ἅπαντας καταπεπλῆχθαι, θεωροῦντας ἀεὶ μεγάλας δυνάμεις ἐν ὑπαίθρῳ στρατοπεδευομένας καὶ τοῖς ἀφισταμένοις μὴ πειθαρχοῦσιν ἑτοίμην οὖσαν τιμωρίαν.

2.21.6τὰς δὲ κατ’ἐνιαυτὸν ἀλλαγὰς τῶν στρατιωτῶν ἐπενόησεν, ἵνα πρὶν καλῶς γνωσθῆναι τοὺς στρατηγοὺς καὶ τοὺς ἄλλους ἅπαντας ὑπ’ἀλλήλων, ἕκαστος εἰς τὴν ἰδίαν διαχωρίζηται πατρίδα · γὰρ πολὺς χρόνος τῆς στρατείας ἐμπειρίαντε τῶν κατὰ τὸν πόλεμον καὶ φρόνημα τοῖς ἡγεμόσι περιτίθησι, καὶ τὸ πλεῖστον ἀφορμὰς παρέχεται μεγάλας πρὸς ἀπόστασιν καὶ συνωμοσίαν κατὰ τῶν ἡγουμένων.

2.21.7τὸ δὲ μη δ’ὑφ’ἑνὸς τῶν ἔξωθεν θεωρεῖσθαι τῆς μὲν περὶ αὐτὸν τρυφῆς ἄγνοιαν παρείχετο πᾶσι, καθάπερ δὲ θεὸν ἀόρατον διὰ τὸν φόβον ἕκαστος οὐ δὲ λόγῳ βλασφημεῖν ἐτόλμα. στρατηγοὺς δὲ καὶ σατράπας καὶ διοικητάς, ἔτι δὲ δικαστὰς καθ’ἕκαστον ἔθνος ἀποδείξας καὶ τἄλλα πάντα διατάξας ὥς ποτ’ἔδοξεν αὐτῷ συμφέρειν, τὸν τοῦ ζῆν χρόνον κατέμεινεν ἐν τῇ Νίνῳ.

2.21.8παραπλησίως δὲ τούτῳ καὶ οἱ λοιποὶ βασιλεῖς, παῖς παρὰ πατρὸς διαδεχόμενος τὴν ἀρχήν, ἐπὶ γενεὰς τριάκοντα ἐβασίλευσαν μέχρι Σαρδαναπάλλου · ἐπὶ τούτου γὰρ τῶν Ἀσσυρίων ἡγεμονία μετέπεσεν εἰς Μήδους, ἔτη διαμείνασα πλείω τῶν χιλίων καὶ τριακοσίων, καθάπερ φησὶ Κτησίας Κνίδιος ἐν τῇ δευτέρᾳ βίβλῳ.

2.22

2.22.1τὰ δ’ὀνόματα πάντα τῶν βασιλέων καὶ τὸ πλῆθος τῶν ἐτῶν ὧν ἕκαστος ἐβασίλευσεν οὐ κατεπείγει γράφειν διὰ τὸ μηδὲν ὑπ’αὐτῶν πεπρᾶχθαι μνήμης ἄξιον. μόνη γὰρ τέτευχεν ἀναγραφῆς πεμφθεῖσα συμμαχία τοῖς Τρωσὶν ὑπ’Ἀσσυρίων, ἧς ἐστρατήγει Μέμνων Τιθωνοῦ.

2.22.2Τευτάμου γὰρ βασιλεύοντος τῆς Ἀσίας, ὃς ἦν εἰκοστὸς ἀπὸ Νινύου τοῦ Σεμιράμιδος, φασὶ τοὺς μετ’Ἀγαμέμνονος Ἕλληνας ἐπὶ Τροίαν στρατεῦσαι, τὴν ἡγεμονίαν ἐχόντων τῆς Ἀσίας τῶν Ἀσσυρίων ἔτη πλείω τῶν χιλίων. καὶ τὸν μὲν Πρίαμον βαρυνόμενον τῷ πολέμῳ καὶ βασιλεύοντα τῆς Τρῳάδος, ὑπήκοον δ’ὄντα τῷ βασιλεῖ τῶν Ἀσσυρίων, πέμψαι πρὸς αὐτὸν πρεσβευτὰς περὶ βοηθείας · τὸν δὲ Τεύταμον μυρίους μὲν Αἰθίοπας, ἄλλους δὲ τοσούτους Σουσιανοὺς σὺν ἅρμασι διακοσίοις ἐξαποστεῖλαι, στρατηγὸν ἐπικαταστήσαντα Μέμνονα τὸν Τιθωνοῦ.

2.22.3καὶ τὸν μὲν Τιθωνόν, κατ’ἐκείνους τοὺς χρόνους τῆς Περσίδος ὄντα στρατηγόν, εὐδοκιμεῖν παρὰ τῷ βασιλεῖ μάλιστα τῶν καθεσταμένων ἐπάρχων, τὸν δὲ Μέμνονα τὴν ἡλικίαν ἀκμάζοντα διαφέρειν ἀνδρείᾳτε καὶ ψυχῆς λαμπρότητι. οἰκοδομῆσαι δ’αὐτὸν ἐπὶ τῆς ἄκρας τὰ ἐν Σούσοις βασίλεια τὰ διαμείναντα μέχρι τῆς Περσῶν ἡγεμονίας, κληθέντα δ’ἀπ’ἐκείνου Μεμνόνεια · κατασκευάσαι δὲ καὶ διὰ τῆς χώρας λεωφόρον ὁδὸν τὴν μέχρι τῶν νῦν χρόνων ὀνομαζομένην Μεμνόνειαν.

2.22.4ἀμφισβητοῦσι δὲ καὶ οἱ περὶ τὴν Αἴγυπτον Αἰθίοπες, λέγοντες ἐν ἐκείνοις τοῖς τόποις γεγονέναι τὸν ἄνδρα τοῦτον, καὶ βασίλεια παλαιὰ δεικνύουσιν, μέχρι τοῦ νῦν ὀνομάζεσθαί φασι Μεμνόνεια.

2.22.5οὐ μὴν ἀλλὰ τοῖς Τρωσὶ λέγεται βοηθῆσαι τὸν Μέμνονα μετὰ δισμυρίων μὲν πεζῶν, ἁρμάτων δὲ διακοσίων · ὃν θαυμασθῆναίτε δι’ἀνδρείαν καὶ πολλοὺς ἀνελεῖν ἐν ταῖς μάχαις τῶν Ἑλλήνων, τὸ δὲ τελευταῖον ὑπὸ Θετταλῶν ἐνεδρευθέντα κατασφαγῆναι · τοῦ δὲ σώματος τοὺς Αἰθίοπας ἐγκρατεῖς γενομένους κατακαῦσαίτε τὸν νεκρὸν καὶ τὰ ὀστᾶ πρὸς Τιθωνὸν ἀποκομίσαι. περὶ μὲν οὖν Μέμνονος τοιαῦτ’ἐν ταῖς βασιλικαῖς ἀναγραφαῖς ἱστορεῖσθαί φασιν οἱ βάρβαροι.

2.23

2.23.1Σαρδανάπαλλος δέ, τριακοστὸς μὲν ὢν ἀπὸ Νίνου τοῦ συστησαμένου τὴν ἡγεμονίαν, ἔσχατος δὲ γενόμενος Ἀσσυρίων βασιλεύς, ὑπερῆρεν ἅπαντας τοὺς πρὸ αὐτοῦ τρυφῇ καὶ ῥᾳθυμίᾳ. χωρὶς γὰρ τοῦ μη δ’ὑφ’ἑνὸς τῶν ἔξωθεν ὁρᾶσθαι βίον ἔζησε γυναικός, καὶ διαιτώμενος μὲν μετὰ τῶν παλλακίδων, πορφύραν δὲ καὶ τὰ μαλακώτατα τῶν ἐρίων ταλασιουργῶν, στολὴν μὲν γυναικείαν ἐνεδεδύκει, τὸ δὲ πρόσωπον καὶ πᾶν τὸ σῶμα ψιμυθίοις καὶ τοῖς ἄλλοις τοῖς τῶν ἑταιρῶν ἐπιτηδεύμασιν ἁπαλώτερον πάσης γυναικὸς τρυφερᾶς κατεσκεύαστο.

2.23.2ἐπετήδευσε δὲ καὶ τὴν φωνὴν ἔχειν γυναικώδη καὶ κατὰ τοὺς πότους οὐ μόνον ποτῶν καὶ βρωτῶν τῶν δυναμένων μάλιστα τὰς ἡδονὰς παρέχεσθαι συνεχῶς ἀπολαύειν, ἀλλὰ καὶ τὰς ἀφροδισιακὰς τέρψεις μεταδιώκειν ἀνδρὸς ἅμα καὶ γυναικός · ἐχρῆτο γὰρ ταῖς ἐπ’ἀμφότερα συνουσίαις ἀνέδην, τῆς ἐκ τῆς πράξεως αἰσχύνης οὐδὲν ὅλως φροντίζων.

2.23.3ἐπὶ τοσοῦτο δὲ προήχθη τρυφῆς καὶ τῆς αἰσχίστης ἡδονῆς καὶ ἀκρασίας ὥστ’ἐπικήδειον εἰς αὑτὸν ποιῆσαι καὶ παραγγεῖλαι τοῖς διαδόχοις τῆς ἀρχῆς μετὰ τὴν ἑαυτοῦ τελευτὴν ἐπὶ τὸν τάφον ἐπιγράψαι τὸ συγγραφὲν μὲν ὑπ’ἐκείνου βαρβαρικῶς, μεθερμηνευθὲν δὲ ὕστερον ὑπό τινος Ἕλληνος, εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς, σὸν θυμὸν ἄεξε τερπόμενος θαλίῃσι · θανόντι σοι οὔτις ὄνησις. καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας. ταῦτ’ἔχω ὅσσ’ἔφαγον καὶ ἐφύβρισα καὶ μετ’ἔρωτος τέρπν’ἔπαθον, τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται.

2.23.4τοιοῦτος δ’ὢν τὸν τρόπον οὐ μόνον αὐτὸς αἰσχρῶς κατέστρεψε τὸν βίον, ἀλλὰ καὶ τὴν Ἀσσυρίων ἡγεμονίαν ἄρδην ἀνέτρεψε, πολυχρονιωτάτην γενομένην τῶν μνημονευομένων.

2.24

2.24.1Ἀρβάκης γάρ τις, Μῆδος μὲν τὸ γένος, ἀνδρείᾳ δὲ καὶ ψυχῆς λαμπρότητι διαφέρων, ἐστρατήγει Μήδων τῶν κατ’ἐνιαυτὸν ἐκπεμπομένων εἰς τὴν Νίνον. κατὰ δὲ τὴν στρατείαν γενόμενος συνήθης τῷ στρατηγῷ τῶν Βαβυλωνίων, ὑπ’ἐκείνου παρεκλήθη καταλῦσαι τὴν τῶν Ἀσσυρίων ἡγεμονίαν.

2.24.2ἦν δ’οὗτος ὄνομα μὲν Βέλεσυς, τῶν δ’ἱερέων ἐπισημότατος, οὓς Βαβυλώνιοι καλοῦσι Χαλδαίους. ἐμπειρίαν οὖν ἔχων μεγίστην ἀστρολογίαςτε καὶ μαντικῆς προέλεγε τοῖς πολλοῖς τὸ ἀποβησόμενον ἀδιαπτώτως · διὸ καὶ θαυμαζόμενος ἐπὶ τούτοις τῷ στρατηγῷ τῶν Μήδων ὄντι φίλῳ προεῖπεν ὅτι πάντως αὐτὸν δεῖ βασιλεῦσαι πάσης τῆς χώρας ἧς ἄρχει Σαρδανάπαλλος.

2.24.3 δ’Ἀρβάκης ἐπαινέσας τὸν ἄνδρα, τούτῳ μὲν ἐπηγγείλατο δώσειν σατραπείαν τῆς Βαβυλωνίας, τῆς πράξεως ἐπὶ τέλος ἐλθούσης, αὐτὸς δὲ καθαπερεί τινος θεοῦ φωνῇ μετεωρισθεὶς τοῖςτε ἡγεμόσι τῶν ἄλλων ἐθνῶν συνίστατο καὶ πρὸς τὰς ἑστιάσεις καὶ κοινὰς ὁμιλίας ἐκτενῶς ἅπαντας παρελάμβανε, φιλίαν κατασκευάζων πρὸς ἕκαστον.

2.24.4ἐφιλοτιμήθη δὲ καὶ τὸν βασιλέα κατ’ὄψιν ἰδεῖν καὶ τὸν τούτου βίον ὅλον κατασκέψασθαι. διόπερ δούς τινι τῶν εὐνούχων χρυσῆν φιάλην εἰσήχθη πρὸς τὸν Σαρδανάπαλλον, καὶ τήντε τρυφὴν αὐτοῦ καὶ τὸν γυναικώδη τῶν ἐπιτηδευμάτων ζῆλον ἀκριβῶς κατανοήσας κατεφρόνησε μὲν τοῦ βασιλέως ὡς οὐδενὸς ἀξίου, προήχθη δὲ πολὺ μᾶλλον ἀντέχεσθαι τῶν δοθεισῶν ἐλπίδων ὑπὸ τοῦ Χαλδαίου.

2.24.5τέλος δὲ συνωμοσίαν ἐποιήσατο πρὸς τὸν Βέλεσυν, ὥστε αὐτὸν μὲν Μήδους ἀποστῆσαι καὶ Πέρσας, ἐκεῖνον δὲ πεῖσαι Βαβυλωνίους κοινωνῆσαι τῆς πράξεως καὶ τὸν τῶν Ἀράβων ἡγεμόνα φίλον ὄντα προσλαβέσθαι πρὸς τὴν τῶν ὅλων ἐπίθεσιν.

2.24.6ὡς δ’ ἐνιαύσιος τῆς στρατείας διεληλύθει χρόνος, διαδοχῆς δ’ἑτέρας ἐλθούσης ἀπελύθησαν οἱ πρότεροι κατὰ τὸ ἔθος εἰς τὰς πατρίδας, ἐνταῦθα Ἀρβάκης ἔπεισε τοὺς μὲν Μήδους ἐπιθέσθαι τῇ βασιλείᾳ, Πέρσας δ’ἐπ’ἐλευθερίᾳ κοινωνῆσαι τῆς συνωμοσίας. παραπλησίως δὲ καὶ Βέλεσυς τούςτε Βαβυλωνίους ἔπεισεν ἀντέχεσθαι τῆς ἐλευθερίας, καὶ πρεσβεύσας εἰς Ἀραβίαν παρεστήσατο τὸν ἡγούμενον τῶν ἐγχωρίων, ὄντα φίλον αὐτοῦ καὶ ξένον, μετασχεῖν τῆς ἐπιθέσεως.

2.24.7τοῦ δ’ἐνιαυσίου χρόνου διελθόντος πάντες οὗτοι πλῆθος στρατιωτῶν συναγαγόντες ἧκον πανδημεὶ πρὸς τὴν Νίνον, τῷ μὲν λόγῳ διαδοχὴν ἄγοντες, ὡς ἦν σύνηθες, τῇ δ’ἀληθείᾳ καταλύσοντες τὴν τῶν Ἀσσυρίων ἡγεμονίαν.

2.24.8ἀθροισθέντων οὖν τῶν προειρημένων τεττάρων ἐθνῶν εἰς ἕνα τόπον, μὲν σύμπας αὐτῶν ἀριθμὸς ὑπῆρχεν εἰς τετταράκοντα μυριάδας, εἰς μίαν δὲ παρεμβολὴν συνελθόντες ἐβουλεύοντο κοινῇ περὶ τοῦ συμφέροντος.

2.25

2.25.1Σαρδανάπαλλος δὲ γνοὺς τὴν ἀπόστασιν εὐθὺς ἐξήγαγεν ἐπ’αὐτοὺς τὰς ἀπὸ τῶν ἄλλων ἐθνῶν δυνάμεις. καὶ τὸ μὲν πρῶτον γενομένης ἐν τῷ πεδίῳ παρατάξεως ἐλείφθησαν οἱ τὴν ἀπόστασιν ποιησάμενοι, καὶ πολλοὺς ἀποβαλόντες συνεδιώχθησαν εἰς ὄρος ἀπέχον τῆς Νίνου σταδίους ἑβδομήκοντα ·

2.25.2μετὰ δὲ ταῦτα πάλιν καταβάντων αὐτῶν εἰς τὸ πεδίον καὶ πρὸς μάχην παρασκευαζομένων, μὲν Σαρδανάπαλλος ἀντιτάξας τὴν ἰδίαν στρατιὰν προαπέστειλε πρὸς τὸ τῶν πολεμίων στρατόπεδον τοὺς κηρύξοντας διότι Σαρδανάπαλλος τοῖς μὲν ἀνελοῦσιν Ἀρβάκην τὸν Μῆδον δώσει χρυσίου διακόσια τάλαντα, τοῖς δὲ ζῶντα παραδοῦσι χρήματα μὲν δωρήσεται δὶς τοσαῦτα, τῆς δὲ Μηδίας ὕπαρχον καταστήσει.

2.25.3παραπλησίως δ’ἐπηγγείλατο δώσειν δωρεὰς τοῖς Βέλεσυν τὸν Βαβυλώνιον ἀνελοῦσιν ζωγρήσασιν. οὐδενὸς δὲ προσέχοντος τοῖς κηρύγμασι, συνῆψε μάχην, καὶ πολλοὺς μὲν ἐφόνευσε τῶν ἀποστατῶν, τὸ δ’ἄλλο πλῆθος συνεδίωξεν εἰς τὴν ἐν τοῖς ὄρεσι παρεμβολήν.

2.25.4οἱ δὲ περὶ τὸν Ἀρβάκην διὰ τὰς ἥττας ἀθυμοῦντες συνήγαγον τῶν φίλων συνέδριον καὶ προέθηκαν βουλὴν τί δέοι πράττειν.

2.25.5οἱ πλεῖστοι μὲν οὖν ἔφασαν δεῖν εἰς τὰς πατρίδας ἀπιέναι καὶ τόπους ὀχυροὺς καταλαμβάνεσθαι καὶ τῶν ἄλλων τῶν εἰς τὸν πόλεμον χρησίμων τὴν ἐνδεχομένην παρασκευὴν ποιεῖσθαι · Βέλεσυς δ’ Βαβυλώνιος, φήσας τοὺς θεοὺς αὐτοῖς σημαίνειν μετὰ πόνων καὶ κακοπαθείας ἐπὶ τέλος ἄξειν τὴν προαίρεσιν, καὶ τἄλλα παρακαλέσας ἐνδεχομένως, ἔπεισεν ἅπαντας ὑπομένειν τοὺς κινδύνους.

2.25.6γενομένης οὖν τρίτης παρατάξεως πάλιν βασιλεὺς ἐνίκησε, καὶ τῆςτε παρεμβολῆς τῶν ἀποστατῶν ἐκυρίευσε καὶ τοὺς ἡττηθέντας ἐδίωξε μέχρι τῶν ὅρων τῆς Βαβυλωνίας · συνέβη δὲ καὶ τὸν Ἀρβάκην αὐτὸν λαμπρότατα κινδυνεύσαντα καὶ πολλοὺς ἀνελόντα τῶν Ἀσσυρίων γενέσθαι τραυματίαν.

2.25.7τηλικούτων δ’ἐλαττωμάτων κατὰ τὸ συνεχὲς γινομένων τοῖς ἀφεστηκόσιν, οἱ τὰς ἡγεμονίας ἔχοντες ἀπελπίσαντες περὶ τῆς νίκης παρεσκευάζοντο διαχωρίζεσθαι πρὸς τοὺς οἰκείους ἕκαστοι τόπους.

2.25.8 δὲ Βέλεσυς ἐν ὑπαίθρῳ τὴν νύκτα διηγρυπνηκὼς καὶ περὶ τὴν τῶν ἄστρων παρατήρησιν φιλοτιμηθείς, ἔφησε τοῖς ἀπηλπικόσι τὰ πράγματα, ἂν πένθ’ἡμέρας ἀναμείνωσιν, αὐτομάτην ἥξειν βοήθειαν καὶ μεταβολὴν ἔσεσθαι τῶν ὅλων παμμεγέθη εἰς τοὐναντίον · ταῦτα γὰρ ὁρᾶν διὰ τῆς τῶν ἄστρων ἐμπειρίας προσημαίνοντας αὐτοῖς τοὺς θεούς. καὶ παρεκάλει ταύτας τὰς ἡμέρας μείναντας πεῖραν λαβεῖν τῆς ἰδίας τέχνης καὶ τῆς τῶν θεῶν εὐεργεσίας.

2.26

2.26.1μετακληθέντων οὖν πάντων πάλιν καὶ τὸν ὡρισμένον χρόνον ἀναμεινάντων, ἧκέ τις ἀπαγγέλλων διότι δύναμις ἐκ τῆς Βακτριανῆς ἀπεσταλμένη τῷ βασιλεῖ πλησίον ἐστὶ πορευομένη κατὰ σπουδήν.

2.26.2ἔδοξεν οὖν τοῖς περὶ τὸν Ἀρβάκην ἀπαντῆσαι τοῖς στρατηγοῖς τὴν ταχίστην ἀναλαβόντας τῶν στρατιωτῶν τοὺς κρατίστους καὶ μάλιστ’εὐζώνους, ὅπως, ἂν μὴ διὰ τῶν λόγων τοὺς Βακτριανοὺς δύνωνται πεῖσαι συναποστῆναι, τοῖς ὅπλοις βιάσωνται μετασχεῖν τῶν αὐτῶν ἐλπίδων.

2.26.3τέλος δὲ πρὸς τὴν ἐλευθερίαν ἀσμένως ὑπακουσάντων τὸ μὲν πρῶτον τῶν ἡγεμόνων, ἔπειτα καὶ τῆς ὅλης δυνάμεως, πάντες ἐν ταὐτῷ κατεστρατοπέδευσαν.

2.26.4ὅτε δὴ συνέβη τὸν βασιλέα τῶν Ἀσσυρίων τὴν μὲν ἀπόστασιν τῶν Βακτριανῶν ἀγνοοῦντα, ταῖς δὲ προγεγενημέναις εὐημερίαις μετεωρισθέντα, τραπῆναι πρὸς ἄνεσιν, καὶ τοῖς στρατιώταις διαδοῦναι πρὸς εὐωχίαν ἱερεῖα καὶ πλῆθος οἴνουτε καὶ τῶν ἄλλων ἐπιτηδείων. διόπερ τῆς δυνάμεως ἁπάσης ἑστιωμένης, οἱ περὶ τὸν Ἀρβάκην παρά τινων αὐτομόλων πυθόμενοι τὴν ἐν τῇ παρεμβολῇ τῶν πολεμίων ῥᾳθυμίαν καὶ μέθην, νυκτὸς ἀπροσδοκήτως τὴν ἐπίθεσιν ἐποιήσαντο.

2.26.5προσπεσόντες δὲ συντεταγμένοι μὲν ἀσυντάκτοις, ἕτοιμοι δ’ἀπαρασκεύοις, τῆςτε παρεμβολῆς ἐκράτησαν καὶ τῶν στρατιωτῶν πολλοὺς ἀνελόντες τοὺς ἄλλους μέχρι τῆς πόλεως κατεδίωξαν.

2.26.6μετὰ δὲ ταῦτα μὲν βασιλεὺς Γαλαιμένην τὸν ἀδελφὸν τῆς γυναικὸς ἀποδείξας στρατηγόν, αὐτὸς τῶν κατὰ τὴν πόλιν ἐπιμέλειαν ἐποιεῖτο · οἱ δ’ἀποστάται κατὰ τὸ πεδίον τὸ πρὸ τῆς πόλεως παραταξάμενοι δυσὶ μάχαις ἐνίκησαν τοὺς Ἀσσυρίους, καὶ τόντε Γαλαιμένην ἀνεῖλον καὶ τῶν ἀντιταξαμένων τοὺς μὲν ἐν τῇ φυγῇ κατέσφαξαν, τοὺς δ’ἀποκλεισθέντας τῆς εἰς τὴν πόλιν ἐπανόδου καὶ συναναγκασθέντας ἑαυτοὺς ῥιπτεῖν εἰς τὸν Εὐφράτην ποταμὸν πλὴν ὀλίγων ἅπαντας ἀνεῖλον.

2.26.7τοσοῦτο δὲ πλῆθος ἦν τῶν φονευθέντων ὥστε τὸ φερόμενον ῥεῦμα κραθὲν αἵματι τὴν χρόαν ἐφ’ἱκανὸν τόπον μεταβαλεῖν. ἔπειτα τοῦ βασιλέως συγκλεισθέντος εἰς πολιορκίαν πολλὰ τῶν ἐθνῶν ἀφίστατο, ἑκάστου πρὸς τὴν ἐλευθερίαν αὐτομολοῦντος.

2.26.8 δὲ Σαρδανάπαλλος ὁρῶν τὴν ὅλην βασιλείαν ἐν τοῖς μεγίστοις οὖσαν κινδύνοις, τοὺς μὲν υἱοὺς τρεῖς ὄντας καὶ θυγατέρας δύο μετὰ πολλῶν χρημάτων εἰς Παφλαγονίαν ἀπέστειλε πρὸς Κότταν τὸν ἔπαρχον, ὄντα τῶν ἀρχομένων εὐνούστατον, αὐτὸς δὲ βιβλιαφόρους ἀποστείλας πρὸς ἅπαντας τοὺς ὑπ’αὐτὸν τεταγμένους μετεπέμπετο δυνάμεις καὶ τὰ πρὸς τὴν πολιορκίαν παρεσκευάζετο.

2.26.9ἦν δ’αὐτῷ λόγιον παραδεδομένον ἐκ προγόνων ὅτι τὴν Νίνον οὐδεὶς ἑλεῖ κατὰ κράτος, ἐὰν μὴ πρότερον ποταμὸς τῇ πόλει γένηται πολέμιος. ὑπολαμβάνων οὖν τοῦτο μηδέποτε ἔσεσθαι, ταῖς ἐλπίσι ἀντεῖχε, διανοούμενος ὑπομένειν τὴν πολιορκίαν καὶ τὰ παρὰ τῶν ὑποτεταγμένων ἀποσταλησόμενα στρατόπεδα προσδέχεσθαι.

2.27

2.27.1οἱ δ’ἀποστάται τοῖς προτερήμασιν ἐπαρθέντες προσέκειντο μὲν τῇ πολιορκίᾳ, διὰ δὲ τὴν ὀχυρότητα τῶν τειχῶν οὐδὲν ἠδύναντο βλάψαι τοὺς ἐν τῇ πόλει · πετροβόλοι γὰρ χελῶναι χωστρίδες κριοὶ πρὸς ἀνατροπὴν μεμηχανημένοι τειχῶν οὔπω κατ’ἐκείνους τοὺς καιροὺς εὕρηντο. τῶν δ’ἐπιτηδείων ἁπάντων οἱ κατὰ τὴν πόλιν πολλὴν εἶχον δαψίλειαν, προνενοημένου τοῦ βασιλέως τούτου τοῦ μέρους. διὸ καὶ χρονιζούσης τῆς πολιορκίας ἐπ’ἔτη μὲν δύο προσέκειντο προσβολὰς ποιούμενοι τοῖς τείχεσι καὶ τῆς ἐπὶ τὴν χώραν ἐξόδου τοὺς ἐκ τῆς πόλεως εἴργοντες · τῷ τρίτῳ δ’ἔτει συνεχῶς ὄμβρων μεγάλων καταρραγέντων συνέβη τὸν Εὐφράτην μέγαν γενόμενον κατακλύσαιτε μέρος τῆς πόλεως καὶ καταβαλεῖν τὸ τεῖχος ἐπὶ σταδίους εἴκοσιν.

2.27.2ἐνταῦθα βασιλεὺς νομίσας τετελέσθαι τὸν χρησμὸν καὶ τῇ πόλει τὸν ποταμὸν γεγονέναι φανερῶς πολέμιον, ἀπέγνω τὴν σωτηρίαν. ἵνα δὲ μὴ τοῖς πολεμίοις ὑποχείριος γένηται, πυρὰν ἐν τοῖς βασιλείοις κατεσκεύασεν ὑπερμεγέθη, καὶ τόντε χρυσὸν καὶ τὸν ἄργυρον ἅπαντα, πρὸς δὲ τούτοις τὴν βασιλικὴν ἐσθῆτα πᾶσαν ἐπὶ ταύτην ἐσώρευσε, τὰς δὲ παλλακίδας καὶ τοὺς εὐνούχους συγκλείσας εἰς τὸν ἐν μέσῃ τῇ πυρᾷ κατεσκευασμένον οἶκον ἅμα τούτοις ἅπασιν ἑαυτόντε καὶ τὰ βασίλεια κατέκαυσεν.

2.27.3οἱ δ’ἀποστάται πυθόμενοι τὴν ἀπώλειαν τὴν Σαρδαναπάλλου, τῆς μὲν πόλεως ἐκράτησαν εἰσπεσόντες κατὰ τὸ πεπτωκὸς μέρος τοῦ τείχους, τὸν δ’Ἀρβάκην ἐνδύσαντες τὴν βασιλικὴν στολὴν προσηγόρευσαν βασιλέα, καὶ τὴν τῶν ὅλων ἐξουσίαν ἐπέτρεψαν.

2.28

2.28.1ἔνθα δὴ τοῦ βασιλέως τοῖς συναγωνισαμένοις στρατηγοῖς δωρεάςτε διαδόντος κατὰ τὴν ἀξίαν καὶ σατράπας ἐθνῶν καθιστάντος, προσελθὼν αὐτῷ Βέλεσυς Βαβυλώνιος, προειπὼν ὅτι βασιλεὺς ἔσται τῆς Ἀσίας, τῆςτε εὐεργεσίας ὑπέμνησε καὶ τὴν Βαβυλῶνος ἀρχὴν ἠξίου δοῦναι, καθάπερ ἐξ ἀρχῆς ὑπέσχετο.

2.28.2ἀπεφαίνετο δὲ καὶ κατὰ τοὺς κινδύνους ἑαυτὸν εὐχὴν πεποιῆσθαι τῷ Βήλῳ Σαρδαναπάλλου κρατηθέντος καὶ τῶν βασιλείων ἐμπυρισθέντων ἀποκομιεῖν τὴν σποδὸν τὴν ἐκ τούτων εἰς Βαβυλῶνα, καὶ πλησίον τοῦ τεμένους τοῦ θεοῦ καὶ τοῦ ποταμοῦ καταθέμενον χῶμα κατασκευάσειν τὸ παρεξόμενον τοῖς κατὰ τὸν Εὐφράτην πλέουσιν ἀθάνατον ὑπόμνημα τοῦ καταλύσαντος τὴν Ἀσσυρίων ἀρχήν.

2.28.3τοῦτο δ’ᾐτεῖτο πυθόμενος τινος εὐνούχου τὰ περὶ τὸν ἄργυρον καὶ χρυσόν, ὃν διαδράντα καὶ πρὸς αὐτὸν αὐτομολήσαντα κατέκρυψεν.

2.28.4 δ’Ἀρβάκης τούτων οὐδὲν εἰδὼς διὰ τὸ πάντας τοὺς ἐν τοῖς βασιλείοις συγκατακαῆναι τῷ βασιλεῖ, τήντε σποδὸν ἀποκομίσαι καὶ τὴν Βαβυλῶνα ἔχειν ἀτελῆ συνεχώρησεν. εἶθ’ μὲν Βέλεσυς πλοῖα παραστησάμενος μετὰ τῆς σποδοῦ τὸ πλεῖστον τοῦτε ἀργύρου καὶ τοῦ χρυσοῦ συντόμως ἀπέστειλεν εἰς Βαβυλῶνα · δὲ βασιλεύς, μηνυθείσης αὐτῷ τῆς πράξεως αὐτοφώρου, δικαστὰς ἀπέδειξε τοὺς συναγωνισαμένους στρατηγούς.

2.28.5τοῦ πράξαντος δ’ὁμολογοῦντος ἀδικεῖν, τὸ μὲν δικαστήριον αὐτοῦ θάνατον κατέγνω, δὲ βασιλεύς, μεγαλόψυχος ὢν καὶ τὴν ἀρχὴν τῆς ἡγεμονίας βουλόμενος ἐπιεικῆ παρέχεσθαι, τῶντε κινδύνων ἀπέλυσε τὸν Βέλεσυν καὶ τὸν ἀποκεκομισμένον ἄργυρον καὶ χρυσὸν ἔχειν συνεχώρησεν · ὁμοίως δὲ καὶ τὴν ἐξ ἀρχῆς δοθεῖσαν ἐξουσίαν τῆς Βαβυλῶνος οὐκ ἀφείλετο, φήσας μείζονας εἶναι τὰς ἐξ αὐτοῦ προγεγενημένας εὐεργεσίας τῶν ὕστερον ἀδικημάτων.

2.28.6διαβοηθείσης δὲ τῆς ἐπιεικείας οὐ τὴν τυχοῦσαν εὔνοιαν ἅμα καὶ δόξαν παρὰ τῶν ἐθνῶν ἀπηνέγκατο, πάντων κρινόντων ἄξιον εἶναι τῆς βασιλείας τὸν οὕτω προσενεχθέντα τοῖς ἀδικήσασιν.

2.28.7 δ’οὖν Ἀρβάκης τοῖς κατὰ τὴν πόλιν ἐπιεικῶς προσενεχθεὶς αὐτοὺς μὲν κατὰ κώμας διῴκισε, τὰς ἰδίας κτήσεις ἑκάστοις ἀποδούς, τὴν δὲ πόλιν εἰς ἔδαφος κατέσκαψεν. ἔπειτα τόντε ἄργυρον καὶ χρυσὸν τὸν ἐκ τῆς πυρᾶς ὑπολειφθέντα πολλῶν ὄντα ταλάντων ἀπεκόμισε τῆς Μηδίας εἰς Ἐκβάτανα.

2.28.8 μὲν οὖν ἡγεμονία τῶν Ἀσσυρίων ἀπὸ Νίνου διαμείνασα τριάκοντα μὲν γενεάς, ἔτη δὲ πλείω τῶν χιλίων καὶ τριακοσίων, ὑπὸ Μήδων κατελύθη τὸν προειρημένον τρόπον.

2.29

2.29.1ἡμῖν δ’οὐκ ἀνάρμοστον εἶναι δοκεῖ περὶ τῶν ἐν Βαβυλῶνι Χαλδαίων καὶ τῆς ἀρχαιότητος αὐτῶν βραχέα διελθεῖν, ἵνα μηδὲν παραλίπωμεν τῶν ἀξίων μνήμης.

2.29.2Χαλδαῖοι τοίνυν τῶν ἀρχαιοτάτων ὄντες Βαβυλωνίων τῇ μὲν διαιρέσει τῆς πολιτείας παραπλησίαν ἔχουσι τάξιν τοῖς κατ’Αἴγυπτον ἱερεῦσι · πρὸς γὰρ τῇ θεραπείᾳ τῶν θεῶν τεταγμένοι πάντα τὸν τοῦ ζῆν χρόνον φιλοσοφοῦσι, μεγίστην δόξαν ἔχοντες ἐν ἀστρολογίᾳ. ἀντέχονται δ’ἐπὶ πολὺ καὶ μαντικῆς, ποιούμενοι προρρήσεις περὶ τῶν μελλόντων, καὶ τῶν μὲν καθαρμοῖς, τῶν δὲ θυσίαις, τῶν δ’ἄλλαις τισὶν ἐπῳδαῖς ἀποτροπὰς κακῶν καὶ τελειώσεις ἀγαθῶν πειρῶνται πορίζειν.

2.29.3ἐμπειρίαν δ’ἔχουσι καὶ τῆς διὰ τῶν οἰωνῶν μαντικῆς, ἐνυπνίωντε καὶ τεράτων ἐξηγήσεις ἀποφαίνονται. οὐκ ἀσόφως δὲ ποιοῦνται καὶ τὰ περὶ τὴν ἱεροσκοπίαν ἄκρως ἐπιτυγχάνειν νομίζοντες. τὴν δὲ τούτων μάθησιν ἁπάντων οὐχ ὁμοίαν ποιοῦνται τοῖς τὰ τοιαῦτ’ἐπιτηδεύουσι τῶν Ἑλλήνων.

2.29.4παρὰ μὲν γὰρ τοῖς Χαλδαίοις ἐκ γένους τούτων φιλοσοφία παραδέδοται, καὶ παῖς παρὰ πατρὸς διαδέχεται, τῶν ἄλλων λειτουργιῶν πασῶν ἀπολελυμένος. διὸ καὶ γονεῖς ἔχοντες διδασκάλους ἅμα μὲν ἀφθόνως ἅπαντα μανθάνουσιν, ἅμα δὲ τοῖς παραγγελλομένοις προσέχουσι πιστεύοντες βεβαιότερον. ἔπειτ’εὐθὺς ἐκ παίδων συντρεφόμενοι τοῖς μαθήμασι μεγάλην ἕξιν περιποιοῦνται διάτε τὸ τῆς ἡλικίας εὐδίδακτον καὶ διὰ τὸ πλῆθος τοῦ προσκαρτερουμένου χρόνου.

2.29.5παρὰ δὲ τοῖς Ἕλλησιν πολλοῖς ἀπαρασκεύως προσιὼν ὀψέ ποτε τῆς φιλοσοφίας ἅπτεται, καὶ μέχρι τινὸς φιλοπονήσας ἀπῆλθε περισπασθεὶς ὑπὸ βιωτικῆς χρείας · ὀλίγοι δέ τινες ἐπὶ φιλοσοφίαν ἀποδύντες ἐργολαβίας ἕνεκεν παραμένουσιν ἐν τῷ μαθήματι, καινοτομοῦντες ἀεὶ περὶ τῶν μεγίστων δογμάτων καὶ τοῖς πρὸ αὐτῶν οὐκ ἀκολουθοῦντες.

2.29.6τοιγαροῦν οἱ μὲν βάρβαροι διαμένοντες ἐπὶ τῶν αὐτῶν ἀεὶ βεβαίως ἕκαστα λαμβάνουσιν, οἱ δ’Ἕλληνες τοῦ κατὰ τὴν ἐργολαβίαν κέρδους στοχαζόμενοι καινὰς αἱρέσεις κτίζουσι, καὶ περὶ τῶν μεγίστων θεωρημάτων ἀλλήλοις ἀντιδοξοῦντες διχονοεῖν ποιοῦσι τοὺς μανθάνοντας καὶ τὰς ψυχὰς αὐτῶν πλανᾶσθαι, τὸν πάντα βίον ἐν αἰώρᾳ γινομένας καὶ μηδὲν ὅλως πιστεῦσαι δυναμένας βεβαίως · τὰς γοῦν ἐπιφανεστάτας αἱρέσεις τῶν φιλοσόφων εἴ τις ἀκριβῶς ἐξετάζοι, πλεῖστον ὅσον εὑρήσει διαφερούσας ἀλλήλων καὶ περὶ τῶν μεγίστων δοξῶν ἐναντία δοξαζούσας.

2.30

2.30.1οἱ δ’οὖν Χαλδαῖοι τὴν μὲν τοῦ κόσμου φύσιν ἀίδιόν φασιν εἶναι καὶ μήτε ἐξ ἀρχῆς γένεσιν ἐσχηκέναι μήθ’ὕστερον φθορὰν ἐπιδέξεσθαι, τὴν δὲ τῶν ὅλων τάξιντε καὶ διακόσμησιν θείᾳ τινὶ προνοίᾳ γεγονέναι, καὶ νῦν ἕκαστα τῶν ἐν οὐρανῷ γινομένων οὐχ ὡς ἔτυχεν οὐ δ’αὐτομάτως ἀλλ’ὡρισμένῃ τινὶ καὶ βεβαίως κεκυρωμένῃ θεῶν κρίσει συντελεῖσθαι.

2.30.2τῶν δ’ἄστρων πολυχρονίους παρατηρήσεις πεποιημένοι, καὶ τὰς ἑκάστου κινήσειςτε καὶ δυνάμεις ἀκριβέστατα πάντων ἀνθρώπων ἐπεγνωκότες, πολλὰ τῶν μελλόντων συμβαίνειν προλέγουσι τοῖς ἀνθρώποις.

2.30.3μεγίστην δέ φασιν εἶναι θεωρίαν καὶ δύναμιν περὶ τοὺς πέντε ἀστέρας τοὺς πλάνητας καλουμένους, οὓς ἐκεῖνοι κοινῇ μὲν ἑρμηνεῖς ὀνομάζουσιν, ἰδίᾳ δὲ τὸν ὑπὸ τῶν Ἑλλήνων Κρόνον ὀνομαζόμενον, ἐπιφανέστατον δὲ καὶ πλεῖστα καὶ μέγιστα προσημαίνοντα, καλοῦσιν ἡλίου · τοὺς δ’ἄλλους τέτταρας ὁμοίως τοῖς παρ’ἡμῖν ἀστρολόγοις ὀνομάζουσιν, Ἄρεος, Ἀφροδίτης, Ἑρμοῦ, Διός.

2.30.4διὰ τοῦτο δ’αὐτοὺς ἑρμηνεῖς καλοῦσιν, ὅτι τῶν ἄλλων ἀστέρων ἀπλανῶν ὄντων καὶ τεταγμένῃ πορείᾳ μίαν περιφορὰν ἐχόντων οὗτοι μόνοι πορείαν ἰδίαν ποιούμενοι τὰ μέλλοντα γίνεσθαι δεικνύουσιν, ἑρμηνεύοντες τοῖς ἀνθρώποις τὴν τῶν θεῶν ἔννοιαν. τὰ μὲν γὰρ διὰ τῆς ἀνατολῆς, τὰ δὲ διὰ τῆς δύσεως, τινὰ δὲ διὰ τῆς χρόας προσημαίνειν φασὶν αὐτοὺς τοῖς προσέχειν ἀκριβῶς βουληθεῖσι ·

2.30.5ποτὲ μὲν γὰρ πνευμάτων μεγέθη δηλοῦν αὐτούς, ποτὲ δὲ ὄμβρων καυμάτων ὑπερβολάς, ἔστι δὲ ὅτε κομητῶν ἀστέρων ἐπιτολάς, ἔτι δὲ ἡλίουτε καὶ σελήνης ἐκλείψεις, καὶ σεισμούς, καὶ τὸ σύνολον πάσας τὰς ἐκ τοῦ περιέχοντος γεννωμένας περιστάσεις ὠφελίμουςτε καὶ βλαβερὰς οὐ μόνον ἔθνεσιν τόποις, ἀλλὰ καὶ βασιλεῦσι καὶ τοῖς τυχοῦσιν ἰδιώταις.

2.30.6ὑπὸ δὲ τὴν τούτων φορὰν λέγουσι τετάχθαι τριάκοντα ἀστέρας, οὓς προσαγορεύουσι βουλαίους θεούς · τούτων δὲ τοὺς μὲν ἡμίσεις τοὺς ὑπὲρ γῆν τόπους ἐφορᾶν, τοὺς δ’ἡμίσεις τοὺς ὑπὸ τὴν γῆν, τὰ κατ’ἀνθρώπους ἐπισκοποῦντας ἅμα καὶ τὰ κατὰ τὸν οὐρανὸν συμβαίνοντα · διὰ δ’ἡμερῶν δέκα πέμπεσθαι τῶν μὲν ἄνω πρὸς τοὺς κάτω καθάπερ ἄγγελον ἕνα τῶν ἀστέρων, τῶν δ’ὑπὸ γῆν πρὸς τοὺς ἄνω πάλιν ὁμοίως ἕνα, καὶ ταύτην ἔχειν αὐτοὺς φορὰν ὡρισμένην καὶ περιόδῳ κεκυρωμένην αἰωνίῳ.

2.30.7τῶν θεῶν δὲ τούτων κυρίους εἶναί φασι δώδεκα τὸν ἀριθμόν, ὧν ἑκάστῳ μῆνα καὶ τῶν δώδεκα λεγομένων ζῳδίων ἓν προσνέμουσι. διὰ δὲ τούτων φασὶ ποιεῖσθαι τὴν πορείαν τόντε ἥλιον καὶ τὴν σελήνην καὶ πέντε τοὺς πλάνητας ἀστέρας, τοῦ μὲν ἡλίου τὸν ἴδιον κύκλον ἐν ἐνιαυτῷ τελοῦντος, τῆς δὲ σελήνης ἐν μηνὶ τὴν ἰδίαν περίοδον διαπορευομένης.

2.31

2.31.1τῶν δὲ πλανήτων ἴδιον ἕκαστον ἔχειν δρόμον καὶ διηλλαγμένως καὶ ποικίλως χρῆσθαι τοῖς τάχεσι καὶ τῇ τῶν χρόνων διαιρέσει. πλεῖστα δὲ πρὸς τὰς γενέσεις τῶν ἀνθρώπων συμβάλλεσθαι τούτους τοὺς ἀστέρας ἀγαθάτε καὶ κακά · διὰ δὲ τῆς τούτων φύσεώςτε καὶ θεωρίας μάλιστα γινώσκειν τὰ συμβαίνοντα τοῖς ἀνθρώποις.

2.31.2πεποιῆσθαι δέ φασι προρρήσεις ἄλλοιςτε βασιλεῦσιν οὐκ ὀλίγοις καὶ τῷ καταπολεμήσαντι Δαρεῖον Ἀλεξάνδρῳ καὶ τοῖς μετὰ ταῦτα βασιλεύσασιν Ἀντιγόνῳτε καὶ Σελεύκῳ τῷ Νικάτορι, ἐν ἅπασι δὲ τοῖς ῥηθεῖσιν εὐστοχηκέναι δοκοῦσιν · ὑπὲρ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν οἰκειοτέροις ἀναγράψομεν καιροῖς.

2.31.3προλέγουσι δὲ καὶ τοῖς ἰδιώταις τὰ μέλλοντα συμβαίνειν οὕτως εὐστόχως ὥστε τοὺς πειραθέντας θαυμάζειν τὸ γινόμενον καὶ μεῖζον κατ’ἄνθρωπον ἡγεῖσθαι.

2.31.4μετὰ δὲ τὸν ζῳδιακὸν κύκλον εἴκοσι καὶ τέτταρας ἀφορίζουσιν ἀστέρας, ὧν τοὺς μὲν ἡμίσεις ἐν τοῖς βορείοις μέρεσι, τοὺς δ’ἡμίσεις ἐν τοῖς νοτίοις τετάχθαι φασί, καὶ τούτων τοὺς μὲν ὁρωμένους τῶν ζώντων εἶναι καταριθμοῦσι, τοὺς δ’ἀφανεῖς τοῖς τετελευτηκόσι προσωρίσθαι νομίζουσιν, οὓς δικαστὰς τῶν ὅλων προσαγορεύουσιν.

2.31.5ὑπὸ πάντα δὲ τὰ προειρημένα τὴν σελήνην φέρεσθαι λέγουσιν, ἔγγιστα μὲν τῆς γῆς οὖσαν διὰ τὴν βαρύτητα, διαπορευομένην δ’ἐν ἐλαχίστῳ χρόνῳ τὸν ἑαυτῆς δρόμον, οὐ διὰ τὴν ὀξύτητα τῆς φορᾶς, ἀλλὰ διὰ τὴν βραχύτητα τοῦ κύκλου.

2.31.6ὅτι δὲ τὸ φῶς ἀλλότριον ἔχει καὶ διότι τὰς ἐκλείψεις ποιεῖται διὰ τὸ σκίασμα τῆς γῆς παραπλήσια λέγουσι τοῖς Ἕλλησι. περὶ δὲ τῆς κατὰ τὸν ἥλιον ἐκλείψεως ἀσθενεστάτας ἀποδείξεις φέροντες οὐ τολμῶσι προλέγειν οὐ δ’ἀκριβῶς ὑπὲρ ταύτης περιγράφειν τοὺς χρόνους.

2.31.7περὶ δὲ τῆς γῆς ἰδιωτάτας ἀποφάσεις ποιοῦνται, λέγοντες ὑπάρχειν αὐτὴν σκαφοειδῆ καὶ κοίλην, καὶ πολλὰς καὶ πιθανὰς ἀποδείξεις εὐποροῦσι περίτε ταύτης καὶ περὶ τῶν ἄλλων τῶν κατὰ τὸν κόσμον · ὑπὲρ ὧν τὰ κατὰ μέρος διεξιέναι τῆς ὑποκειμένης ἱστορίας ἀλλότριον εἶναι νομίζομεν.

2.31.8τοῦτο μέντοι γε διαβεβαιώσαιτ’ἄν τις προσηκόντως ὅτι Χαλδαῖοι μεγίστην ἕξιν ἐν ἀστρολογίᾳ τῶν ἁπάντων ἀνθρώπων ἔχουσι καὶ διότι πλείστην ἐπιμέλειαν ἐποιήσαντο ταύτης τῆς θεωρίας.

2.31.9περὶ δὲ τοῦ πλήθους τῶν ἐτῶν, ἐν οἷς φασι τὴν θεωρίαν τῶν κατὰ τὸν κόσμον πεποιῆσθαι τὸ σύστημα τῶν Χαλδαίων, οὐκ ἄν τις ῥᾳδίως πιστεύσειεν · ἐτῶν γὰρ ἑπτὰ καὶ τετταράκοντα μυριάδας καὶ τρεῖς ἐπὶ ταύταις χιλιάδας εἰς τὴν Ἀλεξάνδρου διάβασιν γεγονέναι καταριθμοῦσιν, ἀφ’ὅτου τὸ παλαιὸν ἤρξαντο τῶν ἄστρων τὰς παρατηρήσεις ποιεῖσθαι.

2.31.10καὶ περὶ μὲν Χαλδαίων ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσιν, ἵνα μὴ μακρότερον ἀποπλανώμεθα τῆς οἰκείας ἱστορίας · περὶ δὲ τῆς Ἀσσυρίων βασιλείας ὡς ὑπὸ Μήδων κατελύθη προειρηκότες ἐπάνιμεν ὅθεν ἐξέβημεν.

2.32

2.32.1ἐπεὶ δὲ διαφωνοῦσιν οἱ παλαιότατοι τῶν συγγραφέων περὶ τῆς μεγίστης τῶν Μήδων ἡγεμονίας, οἰκεῖον εἶναι διαλαμβάνομεν τοῖς φιλαλήθως τὰς πράξεις ἱστορεῖν βουλομένοις τὴν διαφορὰν τῶν ἱστοριογράφων παρ’ἄλληλα θεῖναι.

2.32.2Ἡρόδοτος μὲν οὖν κατὰ Ξέρξην γεγονὼς τοῖς χρόνοις φησὶν Ἀσσυρίους ἔτη πεντακόσια πρότερον τῆς Ἀσίας ἄρξαντας ὑπὸ Μήδων καταλυθῆναι, ἔπειτα βασιλέα μὲν μηδένα γενέσθαι τὸν ἀμφισβητήσοντα τῶν ὅλων ἐπὶ πολλὰς γενεάς, τὰς δὲ πόλεις καθ’ἑαυτὰς ταττομένας διοικεῖσθαι δημοκρατικῶς · τὸ δὲ τελευταῖον πολλῶν ἐτῶν διελθόντων αἱρεθῆναι βασιλέα παρὰ τοῖς Μήδοις ἄνδρα δικαιοσύνῃ διάφορον, ὄνομα Κυαξάρην.

2.32.3τοῦτον δὲ πρῶτον ἐπιχειρῆσαι προσάγεσθαι τοὺς πλησιοχώρους, καὶ τοῖς Μήδοις ἀρχηγὸν γενέσθαι τῆς τῶν ὅλων ἡγεμονίας · ἔπειτα τοὺς ἐκγόνους ἀεὶ προσκατακτωμένους πολλὴν τῆς ὁμόρου χώρας αὐξῆσαι τὴν βασιλείαν μέχρι Ἀστυάγους τοῦ καταπολεμηθέντος ὑπὸ Κύρου καὶ Περσῶν. περὶ ὧν νῦν ἡμεῖς τὰ κεφάλαια προειρηκότες τὰ κατὰ μέρος ὕστερον ἀκριβῶς ἀναγράψομεν, ἐπειδὰν ἐπὶ τοὺς οἰκείους χρόνους ἐπιβάλωμεν · κατὰ γὰρ τὸ δεύτερον ἔτος τῆς ἑπτακαιδεκάτης ὀλυμπιάδος ᾑρέθη βασιλεὺς ὑπὸ Μήδων Κυαξάρης καθ’Ἡρόδοτον.

2.32.4Κτησίας δὲ Κνίδιος τοῖς μὲν χρόνοις ὑπῆρξε κατὰ τὴν Κύρου στρατείαν ἐπὶ Ἀρταξέρξην τὸν ἀδελφόν, γενόμενος δ’αἰχμάλωτος, καὶ διὰ τὴν ἰατρικὴν ἐπιστήμην ἀναληφθεὶς ὑπὸ τοῦ βασιλέως, ἑπτακαίδεκα ἔτη διετέλεσε τιμώμενος ὑπ’αὐτοῦ. οὗτος οὖν φησιν ἐκ τῶν βασιλικῶν διφθερῶν, ἐν αἷς οἱ Πέρσαι τὰς παλαιὰς πράξεις κατά τινα νόμον εἶχον συντεταγμένας, πολυπραγμονῆσαι τὰ καθ’ἕκαστον καὶ συνταξάμενος τὴν ἱστορίαν εἰς τοὺς Ἕλληνας ἐξενεγκεῖν.

2.32.5φησὶν οὖν μετὰ τὴν κατάλυσιν τῆς Ἀσσυρίων ἡγεμονίας Μήδους προστῆναι τῆς Ἀσίας Ἀρβάκου βασιλεύοντος τοῦ Σαρδανάπαλλον καταπολεμήσαντος, καθότι προείρηται.

2.32.6τούτου δ’ἄρξαντος ἔτη δυσὶ λείποντα τῶν τριάκοντα διαδέξασθαι τὴν βασιλείαν τὸν υἱὸν Μαυδάκην, ὃν ἄρξαι τῆς Ἀσίας ἔτη πεντήκοντα. μετὰ δὲ τοῦτον τριάκοντα μὲν ἔτη βασιλεῦσαι Σώσαρμον, πεντήκοντα δὲ Ἀρτύκαν, δύο δὲ πρὸς τοῖς εἴκοσι τὸν προσαγορευόμενον Ἀρβιάνην, τετταράκοντα δὲ Ἀρταῖον.

2.33

2.33.1ἐπὶ δὲ τούτου συστῆναι μέγαν πόλεμον τοῖς Μήδοις πρὸς Καδουσίους διὰ τοιαύτας αἰτίας. Παρσώνδην τὸν Πέρσην, θαυμαζόμενον ἐπ’ἀνδρείᾳ καὶ συνέσει καὶ ταῖς ἄλλαις ἀρεταῖς, φίλοντε ὑπάρξαι τῷ βασιλεῖ καὶ μέγιστον ἰσχῦσαι τῶν μετεχόντων τοῦ βασιλικοῦ συνεδρίου.

2.33.2τοῦτον δ’ὑπὸ τοῦ βασιλέως ἔν τινι κρίσει λυπηθέντα φυγεῖν μετὰ πεζῶν μὲν τρισχιλίων, ἱππέων δὲ χιλίων εἰς Καδουσίους, παρ’οἷς ἦν ἐκδεδομένος τὴν ἰδίαν ἀδελφὴν τῷ μάλιστα δυναστεύοντι κατὰ τούτους τοὺς τόπους.

2.33.3γενόμενον δ’ἀποστάτην καὶ πείσαντα τὸ σύμπαν ἔθνος ἀντέχεσθαι τῆς ἐλευθερίας, αἱρεθῆναι στρατηγὸν διὰ τὴν ἀνδρείαν. ἔπειτα πυνθανόμενον ἀθροιζομένην ἐπ’αὐτὸν μεγάλην δύναμιν, καθοπλίσαι τοὺς Καδουσίους πανδημεί, καὶ καταστρατοπεδεῦσαι πρὸς ταῖς εἰς τὴν χώραν εἰσβολαῖς ἔχοντα τοὺς σύμπαντας οὐκ ἐλάττους εἴκοσι μυριάδων.

2.33.4τοῦ δὲ βασιλέως Ἀρταίου στρατεύσαντος ἐπ’αὐτὸν μυριάσιν ὀγδοήκοντα μάχῃ κρατῆσαι καὶ πλείους μὲν τῶν πεντακισμυρίων ἀνελεῖν, τὴν δ’ἄλλην δύναμιν ἐκβαλεῖν ἐκ τῆς Καδουσίων χώρας. διὸ καὶ παρὰ τοῖς ἐγχωρίοις θαυμαζόμενον αἱρεθῆναίτε βασιλέα καὶ τὴν Μηδίαν συνεχῶς λεηλατεῖν καὶ πάντα τόπον καταφθείρειν.

2.33.5μεγάλης δὲ δόξης τυχόντα, καὶ γήρᾳ μέλλοντα καταστρέφειν τὸν βίον, ἀρὰν θέσθαι παραστησάμενον τὸν διαδεχόμενον τὴν ἀρχήν, ὅπως μηδέποτε διαλύσωνται τὴν ἔχθραν Καδούσιοι πρὸς Μήδους · εἰ δὲ σύνθοιντο ὁμολογίας, ἐξώλεις γενέσθαι τούςτε ἀπὸ τοῦ γένους αὐτοῦ καὶ Καδουσίους ἅπαντας.

2.33.6διὰ δὴ ταύτας τὰς αἰτίας ἀεὶ πολεμικῶς ἐσχηκέναι Καδουσίους πρὸς Μήδους, καὶ μηδέποτε τοῖς τούτων βασιλεῦσιν ὑπηκόους γεγονέναι, μέχρι οὗ Κῦρος εἰς Πέρσας μετέστησε τὴν ἡγεμονίαν.

2.34

2.34.1τῶν δὲ Μήδων βασιλεῦσαι μετὰ τὴν Ἀρταίου τελευτὴν Ἀρτύνην μὲν ἔτη δύο πρὸς τοῖς εἴκοσι, Ἀστιβάραν δὲ τετταράκοντα. ἐπὶ δὲ τούτου Πάρθους ἀποστάντας Μήδων Σάκαις τήντε χώραν καὶ τὴν πόλιν ἐγχειρίσαι ·

2.34.2διόπερ συστάντος πολέμου τοῖς Σάκαις πρὸς Μήδους ἐπ’ἔτη πλείω γενέσθαιτε μάχας οὐκ ὀλίγας καὶ συχνῶν παρ’ἀμφοτέροις ἀναιρεθέντων τὸ τελευταῖον εἰρήνην αὐτοὺς ἐπὶ τοῖσδε συνθέσθαι, Πάρθους μὲν ὑπὸ Μήδους τετάχθαι, τῶν δὲ προϋπαρχόντων ἑκατέρους κυριεύσαντας φίλους εἶναι καὶ συμμάχους ἀλήλοις εἰς τὸν ἅπαντα χρόνον.

2.34.3βασιλεῦσαι δὲ τότε τῶν Σακῶν γυναῖκα τὰ κατὰ πόλεμον ἐζηλωκυῖαν καὶ τόλμῃτε καὶ πράξει πολὺ διαφέρουσαν τῶν ἐν Σάκαις γυναικῶν, ὄνομα Ζαρίναν. καθόλου μὲν οὖν τὸ ἔθνος τοῦτο γυναῖκας ἀλκίμους ἔχειν καὶ κοινωνούσας τοῖς ἀνδράσι τῶν ἐν τοῖς πολέμοις κινδύνων, ταύτην δὲ λέγεται τῷτε κάλλει γενέσθαι πασῶν ἐκπρεπεστάτην καὶ ταῖς ἐπιβολαῖς καὶ τοῖς κατὰ μέρος ἐγχειρήμασι θαυμαστήν.

2.34.4τῶν μὲν γὰρ πλησιοχώρων βαρβάρων τοὺς ἐπηρμένους τῷ θράσει καὶ καταδουλουμένους τὸ ἔθνος τῶν Σακῶν καταπολεμῆσαι, τῆς δὲ χώρας πολλὴν ἐξημερῶσαι, καὶ πόλεις οὐκ ὀλίγας κτίσαι, καὶ τὸ σύνολον εὐδαιμονέστερον τὸν βίον τῶν ὁμοεθνῶν ποιῆσαι.

2.34.5διὸ καὶ τοὺς ἐγχωρίους μετὰ τὴν τελευτὴν αὐτῆς χάριν ἀποδιδόντας τῶν εὐεργεσιῶν καὶ τῆς ἀρετῆς μνημονεύοντας τάφον οἰκοδομῆσαι πολὺ τῶν ὄντων παρ’αὐτοῖς ὑπερέχοντα · ὑποστησαμένους γὰρ πυραμίδα τρίγωνον τριῶν μὲν σταδίων ἑκάστην πλευρὰν αὐτῆς κατασκευάσαι τὸ μῆκος, τὸ δ’ὕψος σταδιαῖον, εἰς ὀξὺ συνηγμένης τῆς κορυφῆς · ἐπιστῆσαι δὲ τῷ τάφῳ καὶ χρυσῆν εἰκόνα κολοττικήν, καὶ τιμὰς ἡρωικὰς ἀπονεῖμαι, καὶ τἄλλα πάντα μεγαλοπρεπέστερα ποιεῖν τῶν τοῖς προγόνοις αὐτῆς συγχωρηθέντων.

2.34.6Ἀστιβάρα δὲ τοῦ βασιλέως τῶν Μήδων ἐν Ἐκβατάνοις γήρᾳ τελευτήσαντος τὴν ἀρχὴν Ἀσπάνδαν τὸν υἱὸν διαδέξασθαι, τὸν ὑπὸ τῶν Ἑλλήνων Ἀστυάγην καλούμενον. τούτου δ’ὑπὸ Κύρου τοῦ Πέρσου καταπολεμηθέντος μεταπεσεῖν τὴν βασιλείαν εἰς Πέρσας, περὶ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν τοῖς ἰδίοις χρόνοις ἀκριβῶς ἀναγράψομεν.

2.34.7περὶ μὲν οὖν τῆς Ἀσσυρίων καὶ Μήδων βασιλείας καὶ τῆς τῶν συγγραφέων διαφωνίας ἱκανῶς εἰρῆσθαι νομίζομεν · περὶ δὲ τῆς Ἰνδικῆς καὶ τῶν ἐν αὐτῇ μυθολογουμένων ἐν μέρει διέξιμεν.

2.35

2.35.1 τοίνυν Ἰνδικὴ τετράπλευρος οὖσα τῷ σχήματι, τὴν μὲν πρὸς ἀνατολὰς νεύουσαν πλευρὰν καὶ τὴν πρὸς μεσημβρίαν μεγάλη περιέχει θάλαττα, τὴν δὲ πρὸς τὰς ἄρκτους τὸ Ἠμωδὸν ὄρος διείργει τῆς Σκυθίας, ἣν κατοικοῦσι τῶν Σκυθῶν οἱ προσαγορευόμενοι Σάκαι · τὴν δὲ τετάρτην πρὸς δύσιν ἐστραμμένην διείληφεν Ἰνδὸς προσαγορευόμενος ποταμός, μέγιστος ὢν τῶν πάντων μετὰ τὸν Νεῖλον.

2.35.2τὸ δὲ μέγεθος τῆς ὅλης Ἰνδικῆς φασιν ὑπάρχειν ἀπὸ μὲν ἀνατολῶν πρὸς δύσιν δισμυρίων ὀκτακισχιλίων σταδίων, ἀπὸ δὲ τῶν ἄρκτων πρὸς μεσημβρίαν τρισμυρίων δισχιλίων. τηλικαύτη δ’οὖσα τὸ μέγεθος δοκεῖ τοῦ κόσμου μάλιστα περιέχειν τὸν τῶν θερινῶν τροπῶν κύκλον, καὶ πολλαχῇ μὲν ἐπ’ἄκρας τῆς Ἰνδικῆς ἰδεῖν ἔστιν ἀσκίους ὄντας τοὺς γνώμονας, νυκτὸς δὲ τὰς ἄρκτους ἀθεωρήτους · ἐν δὲ τοῖς ἐσχάτοις οὐ δ’αὐτὸν τὸν ἀρκτοῦρον φαίνεσθαι · καθ’ὃν δὴ τόπον φασὶ καὶ τὰς σκιὰς κεκλίσθαι πρὸς μεσημβρίαν.

2.35.3 δ’οὖν Ἰνδικὴ πολλὰ μὲν ὄρη καὶ μεγάλα ἔχει δένδρεσι παντοδαποῖς καρπίμοις πλήθοντα, πολλὰ δὲ πεδία καὶ μεγάλα καρποφόρα, τῷ μὲν κάλλει διάφορα, ποταμῶν δὲ πλήθεσι διαρρεόμενα. τὰ πολλὰ δὲ τῆς χώρας ἀρδεύεται, καὶ διὰ τοῦτο διττοὺς ἔχει τοὺς κατ’ἔτος καρπούς · ζῴωντε παντοδαπῶν γέμει διαφόρων τοῖς μεγέθεσι καὶ ταῖς ἀλκαῖς, τῶν μὲν χερσαίων, τῶν δὲ καὶ πτηνῶν.

2.35.4καὶ πλείστους δὲ καὶ μεγίστους ἐλέφαντας ἐκτρέφει, χορηγοῦσα τὰς τροφὰς ἀφθόνους, δι’ἃς ταῖς ῥώμαις τὰ θηρία ταῦτα πολὺ προέχει τῶν κατὰ τὴν Λιβύην γεννωμένων · διὸ καὶ πολλῶν θηρευομένων ὐπὸ τῶν Ἰνδῶν καὶ πρὸς τοὺς πολεμικοὺς ἀγῶνας κατασκευαζομένων μεγάλας συμβαίνει ῥοπὰς γίνεσθαι πρὸς τὴν νίκην.

2.36

2.36.1ὁμοίως δὲ καὶ τοὺς ἀνθρώπους πολυκαρπία τρέφουσα τοῖςτε ἀναστήμασι τῶν σωμάτων καὶ τοῖς ὄγκοις ὑπερφέροντας κατασκευάζει · εἶναι δ’αὐτοὺς συμβαίνει καὶ πρὸς τὰς τέχνας ἐπιστήμονας, ὡς ἂν ἀέρα μὲν ἕλκοντας καθαρόν, ὕδωρ δὲ λεπτομερέστατον πίνοντας.

2.36.2 δὲ γῆ πάμφορος οὖσα τοῖς ἡμέροις καρποῖς ἔχει καὶ φλέβας καταγείους πολλῶν καὶ παντοδαπῶν μετάλλων · γίνεται γὰρ ἐν αὐτῇ πολὺς μὲν ἄργυρος καὶ χρυσός, οὐκ ὀλίγος δὲ χαλκὸς καὶ σίδηρος, ἔτι δὲ καττίτερος καὶ τἄλλα τὰ πρὸς κόσμοντε καὶ χρείαν καὶ πολεμικὴν παρασκευὴν ἀνήκοντα.

2.36.3χωρὶς δὲ τῶν δημητριακῶν καρπῶν φύεται κατὰ τὴν Ἰνδικὴν πολλὴ μὲν κέγχρος, ἀρδευομένη τῇ τῶν ποταμίων ναμάτων δαψιλείᾳ, πολὺ δ’ὄσπριον καὶ διάφορον, ἔτι δ’ὄρυζα καὶ προσαγορευόμενος βόσπορος, καὶ μετὰ ταῦτ’ἄλλα πολλὰ τῶν πρὸς διατροφὴν χρησίμων · καὶ τούτων τὰ πολλὰ ὑπάρχει αὐτοφυῆ. οὐκ ὀλίγους δὲ καὶ ἄλλους ἐδωδίμους καρποὺς φέρει δυναμένους τρέφειν ζῷα, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν.

2.36.4διὸ καί φασι μηδέποτε τὴν Ἰνδικὴν ἐπισχεῖν λιμὸν καθόλου σπάνιν τῶν πρὸς τροφὴν ἥμερον ἀνηκόντων. διττῶν γὰρ ὄμβρων ἐν αὐτῇ γινομένων καθ’ἕκαστον ἔτος, τοῦ μὲν χειμερινοῦ, καθὰ παρὰ τοῖς ἄλλοις, σπόρος τῶν πυρίνων γίνεται καρπῶν, τοῦ δ’ἑτέρου κατὰ τὴν θερινὴν τροπὴν σπείρεσθαι συμβαίνει τὴν ὄρυζαν καὶ τὸν βόσπορον, ἔτι δὲ σήσαμον καὶ κέγχρον · κατὰ δὲ τὸ πλεῖστον ἀμφοτέροις τοῖς καρποῖς οἱ κατὰ τὴν Ἰνδικὴν ἐπιτυγχάνουσι, πάντων δέ, τελεσφορουμένων θατέρου τῶν καρπῶν, οὐκ ἀποτυγχάνουσιν.

2.36.5οἵτε αὐτοματίζοντες καρποὶ καὶ αἱ κατὰ τοὺς ἑλώδεις τόπους φυόμεναι ῥίζαι διάφοροι ταῖς γλυκύτησιν οὖσαι πολλὴν παρέχονται τοῖς ἀνθρώποις δαψίλειαν · πάντα γὰρ σχεδὸν τὰ κατὰ τὴν χώραν πεδία γλυκεῖαν ἔχει τὴν ἀπὸ τῶν ποταμῶν ἰκμάδα καὶ τὴν ἀπὸ τῶν ὄμβρων τῶν ἐν τῷ θέρει κατ’ἐνιαυτὸν κυκλικῇ τινι περιόδῳ παραδόξως εἰωθότων γίνεσθαι δαψίλειαν, χλιαρῶν πιπτόντων ὑδάτων ἐκ τοῦ περιέχοντος ἀέρος, καὶ τὰς ἐν τοῖς ἕλεσι ῥίζας ἕψοντος τοῦ καύματος, καὶ μάλιστα τῶν μεγάλων καλάμων.

2.36.6συμβάλλονται δὲ παρὰ τοῖς Ἰνδοῖς καὶ τὰ νόμιμα πρὸς τὸ μηδέποτε ἔνδειαν τροφῆς παρ’αὐτοῖς εἶναι · παρὰ μὲν γὰρ τοῖς ἄλλοις ἀνθρώποις οἱ πολέμιοι καταφθείροντες τὴν χώραν ἀγεώργητον κατασκευάζουσι, παρὰ δὲ τούτοις τῶν γεωργῶν ἱερῶν καὶ ἀσύλων ἐωμένων, οἱ πλησίον τῶν παρατάξεων γεωργοῦντες ἀνεπαίσθητοι τῶν κινδύνων εἰσίν.

2.36.7ἀμφότεροι γὰρ οἱ πολεμοῦντες ἀλλήλους μὲν ἀποκτείνουσιν ἐν ταῖς μάχαις, τοὺς δὲ περὶ τὴν γεωργίαν ὄντας ἐῶσιν ἀβλαβεῖς, ὡς κοινοὺς ὄντας ἁπάντων εὐεργέτας, τάςτε χώρας τῶν ἀντιπολεμούντων οὔτ’ἐμπυρίζουσιν οὔτε δενδροτομοῦσιν.

2.37

2.37.1ἔχει δὲ καὶ ποταμοὺς χώρα τῶν Ἰνδῶν πολλοὺς καὶ μεγάλους πλωτούς, οἳ τὰς πηγὰς ἔχοντες ἐν τοῖς ὄρεσι τοῖς πρὸς τὰς ἄρκτους κεκλιμένοις φέρονται διὰ τῆς πεδιάδος, ὧν οὐκ ὀλίγοι συμμίσγοντες ἀλλήλοις ἐμβάλλουσιν εἰς ποταμὸν τὸν ὀνομαζόμενον Γάγγην.

2.37.2οὗτος δὲ τὸ πλάτος γινόμενος σταδίων τριάκοντα φέρεται μὲν ἀπὸ τῆς ἄρκτου πρὸς μεσημβρίαν, ἐξερεύγεται δ’εἰς τὸν ὠκεανόν, ἀπολαμβάνων εἰς τὸ πρὸς ἕω μέρος τὸ ἔθνος τὸ τῶν Γανδαριδῶν, πλείστους ἔχον καὶ μεγίστους ἐλέφαντας.

2.37.3διὸ καὶ τῆς χώρας ταύτης οὐδεὶς πώποτε βασιλεὺς ἔπηλυς ἐκράτησε, πάντων τῶν ἀλλοεθνῶν φοβουμένων τότε πλῆθος καὶ τὴν ἀλκὴν τῶν θηρίων. καὶ γὰρ Ἀλέξανδρος Μακεδὼν ἁπάσης τῆς Ἀσίας κρατήσας μόνους τοὺς Γανδαρίδας οὐκ ἐπολέμησε · καταντήσας γὰρ ἐπὶ τὸν Γάγγην ποταμὸν μετὰ πάσης τῆς δυνάμεως, καὶ τοὺς ἄλλους Ἰνδοὺς καταπολεμήσας, ὡς ἐπύθετο τοὺς Γανδαρίδας ἔχειν τετρακισχιλίους ἐλέφαντας πολεμικῶς κεκοσμημένους, ἀπέγνω τὴν ἐπ’αὐτοὺς στρατείαν.

2.37.4 δὲ παραπλήσιος τῷ Γάγγῃ ποταμός, προσαγορευόμενος δὲ Ἰνδός, ἄρχεται μὲν ὁμοίως ἀπὸ τῶν ἄρκτων, ἐμβάλλων δὲ εἰς τὸν ὠκεανὸν ἀφορίζει τὴν Ἰνδικήν · πολλὴν δὲ διεξιὼν πεδιάδα χώραν δέχεται ποταμοὺς οὐκ ὀλίγους πλωτούς, ἐπιφανεστάτους δ’Ὕπανιν καὶ Ὑδάσπην καὶ Ἀκεσῖνον.

2.37.5χωρὶς δὲ τούτων ἄλλο πλῆθος ποταμῶν παντοδαπῶν διαρρεῖ καὶ ποιεῖ κατάφυτον πολλοῖς κηπεύμασι καὶ καρποῖς παντοδαποῖς τὴν χώραν. τοῦ δὲ κατὰ τοὺς ποταμοὺς πλήθους καὶ τῆς τῶν ὑδάτων ὑπερβολῆς αἰτίαν φέρουσιν οἱ παρ’αὐτοῖς φιλόσοφοι καὶ φυσικοὶ τοιαύτην ·

2.37.6τῆς Ἰνδικῆς φασι τὰς περικειμένας χώρας, τήντε Σκυθῶν καὶ Βακτριανῶν, ἔτι δὲ καὶ τῶν Ἀριανῶν, ὑψηλοτέρας εἶναι τῆς Ἰνδικῆς, ὥστ’εὐλόγως εἰς τὴν ὑποκειμένην χώραν πανταχόθεν συρρεούσας τὰς λιβάδας ἐκ τοῦ κατ’ὀλίγον ποιεῖν τοὺς τόπους καθύγρους καὶ γεννᾶν ποταμῶν πλῆθος.

2.37.7ἴδιον δέ τι συμβαίνει περί τινα τῶν κατὰ τὴν Ἰνδικὴν ποταμῶν τὸν ὀνομαζόμενον Σίλλαν, ῥέοντα δ’ἔκ τινος ὁμωνύμου κρήνης · ἐπὶ γὰρ τούτου μόνου τῶν ἁπάντων ποταμῶν οὐδὲν τῶν ἐμβαλλομένων εἰς αὐτὸν ἐπιπλεῖ, πάντα δ’εἰς τὸν βυθὸν καταδύεται παραδόξως.

2.38

2.38.1τὴν δ’ὅλην Ἰνδικὴν οὖσαν ὑπερμεγέθη λέγεται κατοικεῖν ἔθνη πολλὰ καὶ παντοδαπά, καὶ τούτων μηδὲν ἔχειν τὴν ἐξ ἀρχῆς γένεσιν ἔπηλυν, ἀλλὰ πάντα δοκεῖν ὑπάρχειν αὐτόχθονα, πρὸς δὲ τούτοις μήτε ξενικὴν ἀποικίαν προσδέχεσθαι πώποτε μήτ’εἰς ἀλλοεθνεῖς ἀπεσταλκέναι.

2.38.2μυθολογοῦσι δὲ τοὺς ἀρχαιοτάτους ἀνθρώπους τροφαῖς μὲν κεχρῆσθαι τοῖς αὐτομάτως φυομένοις ἐκ τῆς γῆς καρποῖς, ἐσθῆσι δὲ ταῖς δοραῖς τῶν ἐγχωρίων ζῴων, καθάπερ καὶ παρ’Ἕλλησιν. ὁμοίως δὲ καὶ τῶν τεχνῶν τὰς εὑρέσεις καὶ τῶν ἄλλων τῶν πρὸς βίον χρησίμων ἐκ τοῦ κατ’ὀλίγον γενέσθαι, τῆς χρείας αὐτῆς ὑφηγουμένης εὐφυεῖ ζῴῳ καὶ συνεργοὺς ἔχοντι πρὸς ἅπαντα χεῖρας καὶ λόγον καὶ ψυχῆς ἀγχίνοιαν.

2.38.3μυθολογοῦσι δὲ παρὰ τοῖς Ἰνδοῖς οἱ λογιώτατοι, περὶ οὗ καθῆκον ἂν εἴη συντόμως διελθεῖν. φασὶ γὰρ ἐν τοῖς ἀρχαιοτάτοις χρόνοις, παρ’αὐτοῖς ἔτι τῶν ἀνθρώπων κωμηδὸν οἰκούντων, παραγενέσθαι τὸν Διόνυσον ἐκ τῶν πρὸς ἑσπέραν τόπων ἔχοντα δύναμιν ἀξιόλογον · ἐπελθεῖν δὲ τὴν Ἰνδικὴν ἅπασαν, μηδεμιᾶς οὔσης ἀξιολόγου πόλεως δυναμένης ἀντιτάξασθαι.

2.38.4ἐπιγενομένων δὲ καυμάτων μεγάλων, καὶ τῶν τοῦ Διονύσου στρατιωτῶν λοιμικῇ νόσῳ διαφθειρομένων, συνέσει διαφέροντα τὸν ἡγεμόνα τοῦτον ἀπαγαγεῖν τὸ στρατόπεδον ἐκ τῶν πεδινῶν τόπων εἰς τὴν ὀρεινήν · ἐν ταύτῃ δὲ πνεόντων ψυχρῶν ἀνέμων καὶ τῶν ναματιαίων ὑδάτων καθαρῶν ῥεόντων πρὸς αὐταῖς ταῖς πηγαῖς, ἀπαλλαγῆναι τῆς νόσου τὸ στρατόπεδον. ὀνομάζεσθαι δὲ τῆς ὀρεινῆς τὸν τόπον τοῦτον Μηρόν, καθ’ὃν Διόνυσος ἐξέτρεψε τὰς δυνάμεις ἐκ τῆς νόσου · ἀφ’οὗ δὴ καὶ τοὺς Ἕλληνας περὶ τοῦ θεοῦ τούτου παραδεδωκέναι τοῖς μεταγενεστέροις τεθράφθαι τὸν Διόνυσον ἐν μηρῷ.

2.38.5μετὰ δὲ ταῦτα τῆς παραθέσεως τῶν καρπῶν ἐπιμεληθέντα μεταδιδόναι τοῖς Ἰνδοῖς, καὶ τὴν εὕρεσιν τοῦ οἴνου καὶ τῶν ἄλλων τῶν εἰς τὸν βίον χρησίμων παραδοῦναι. πρὸς δὲ τούτοις πόλεώντε ἀξιολόγων γενηθῆναι κτίστην, μεταγαγόντα τὰς κώμας εἰς τοὺς εὐθέτους τόπους, τιμᾶντε καταδεῖξαι τὸ θεῖον καὶ νόμους εἰσηγήσασθαι καὶ δικαστήρια, καθόλου δὲ πολλῶν καὶ καλῶν ἔργων εἰσηγητὴν γενόμενον θεὸν νομισθῆναι καὶ τυχεῖν ἀθανάτων τιμῶν.

2.38.6ἱστοροῦσι δ’αὐτὸν καὶ γυναικῶν πλῆθος μετὰ τοῦ στρατοπέδου περιάγεσθαι, καὶ κατὰ τὰς ἐν τοῖς πολέμοις παρατάξεις τυμπάνοις καὶ κυμβάλοις κεχρῆσθαι, μήπω σάλπιγγος εὑρημένης. βασιλεύσαντα δὲ πάσης τῆς Ἰνδικῆς ἔτη δύο πρὸς τοῖς πεντήκοντα γήρᾳ τελευτῆσαι. διαδεξαμένους δὲ τοὺς υἱοὺς αὐτοῦ τὴν ἡγεμονίαν ἀεὶ τοῖς ἀφ’ἑαυτῶν ἀπολιπεῖν τὴν ἀρχήν · τὸ δὲ τελευταῖον πολλαῖς γενεαῖς ὕστερον καταλυθείσης τῆς ἡγεμονίας δημοκρατηθῆναι τὰς πόλεις.

2.39

2.39.1περὶ μὲν οὖν τοῦ Διονύσου καὶ τῶν ἀπογόνων αὐτοῦ τοιαῦτα μυθολογοῦσιν οἱ τὴν ὀρεινὴν τῆς Ἰνδικῆς κατοικοῦντες. τόντε Ἡρακλέα φασὶ παρ αὑτοῖς γεγενῆσθαι, καὶ παραπλησίως τοῖς Ἕλλησι τότε ῥόπαλον καὶ τὴν λεοντῆν αὐτῷ προσάπτουσι.

2.39.2τῇ δὲ τοῦ σώματος ῥώμῃ καὶ ἀλκῇ πολλῷ τῶν ἄλλων ἀνθρώπων διενεγκεῖν, καὶ καθαρὰν ποιῆσαι τῶν θηρίων γῆντε καὶ θάλατταν. γήμαντα δὲ πλείους γυναῖκας υἱοὺς μὲν πολλούς, θυγατέρα δὲ μίαν γεννῆσαι, καὶ τούτων ἐνηλίκων γενομένων πᾶσαν τὴν Ἰνδικὴν διελόμενον εἰς ἴσας τοῖς τέκνοις μερίδας, ἅπαντας τοὺς υἱοὺς ἀποδεῖξαι βασιλέας, μίαν δὲ θυγατέρα θρέψαντα καὶ ταύτην βασίλισσαν ἀποδεῖξαι.

2.39.3κτίστηντε πόλεων οὐκ ὀλίγων γενέσθαι, καὶ τούτων τὴν ἐπιφανεστάτην καὶ μεγίστην προσαγορεῦσαι Παλίβοθρα. κατασκευάσαι δ’ἐν αὐτῇ καὶ βασίλεια πολυτελῆ καὶ πλῆθος οἰκητόρων καθιδρῦσαι · τήντε πόλιν ὀχυρῶσαι τάφροις ἀξιολόγοις ποταμίοις ὕδασι πληρουμέναις.

2.39.4καὶ τὸν μὲν Ἡρακλέα τὴν ἐξ ἀνθρώπων μετάστασιν ποιησάμενον ἀθανάτου τυχεῖν τιμῆς, τοὺς δ’ἀπογόνους αὐτοῦ βασιλεύσαντας ἐπὶ πολλὰς γενεὰς καὶ πράξεις ἀξιολόγους μεταχειρισαμένους μήτε στρατείαν ὑπερόριον ποιήσασθαι μήτε ἀποικίαν εἰς ἀλλοεθνεῖς ἀποστεῖλαι. ὕστερον δὲ πολλοῖς ἔτεσι τὰς πλείστας μὲν τῶν πόλεων δημοκρατηθῆναι, τινῶν δ’ἐθνῶν τὰς βασιλείας διαμεῖναι μέχρι τῆς Ἀλεξάνδρου διαβάσεως ·

2.39.5νομίμων δ’ὄντων παρὰ τοῖς Ἰνδοῖς ἐνίων ἐξηλλαγμένων θαυμασιώτατον ἄν τις ἡγήσαιτο τὸ καταδειχθὲν ὑπὸ τῶν ἀρχαίων παρ’αὐτοῖς φιλοσόφων · νενομοθέτηται γὰρ παρ’αὐτοῖς δοῦλον μὲν μηδένα εἶναι τὸ παράπαν, ἐλευθέρους δ’ὑπάρχοντας τὴν ἰσότητα τιμᾶν ἐν πᾶσι. τοὺς γὰρ μαθόντας μήθ’ὑπερέχειν μήθ’ὑποπίπτειν ἄλλοις κράτιστον ἕξειν βίον πρὸς ἁπάσας τὰς περιστάσεις · εὔηθες γὰρ εἶναι νόμους μὲν ἐπ’ἴσης τιθέναι πᾶσι, τὰς δ’οὐσίας ἀνωμάλους κατασκευάζειν.

2.40

2.40.1τὸ δὲ πᾶν πλῆθος τῶν Ἰνδῶν εἰς ἑπτὰ μέρη διῄρηται, ὧν ἐστι τὸ μὲν πρῶτον σύστημα φιλοσόφων, πλήθει μὲν τῶν ἄλλων μερῶν λειπόμενον, τῇ δ’ἐπιφανείᾳ πάντων πρωτεῦον. ἀλειτούργητοι γὰρ ὄντες οἱ φιλόσοφοι πάσης ὑπουργίας οὔθ’ἑτέρων κυριεύουσιν οὔθ’ὑφ’ἑτέρων δεσπόζονται.

2.40.2παραλαμβάνονται δ’ὑπὸ μὲν τῶν ἰδιωτῶν εἴςτε τὰς ἐν τῷ βίῳ θυσίας καὶ εἰς τὰς τῶν τετελευτηκότων ἐπιμελείας, ὡς θεοῖς γεγονότες προσφιλέστατοι καὶ περὶ τῶν ἐν ᾅδου μάλιστ’ἐμπείρως ἔχοντες, ταύτηςτε τῆς ὑπουργίας δῶράτε καὶ τιμὰς λαμβάνουσιν ἀξιολόγους · τῷ δὲ κοινῷ τῶν Ἰνδῶν μεγάλας παρέχονται χρείας παραλαμβανόμενοι μὲν κατὰ τὸ νέον ἔτος ἐπὶ τὴν μεγάλην σύνοδον, προλέγοντες δὲ τοῖς πλήθεσι περὶ αὐχμῶν καὶ ἐπομβρίας, ἔτι δ’ἀνέμων εὐπνοίας καὶ νόσων καὶ τῶν ἄλλων τῶν δυναμένων τοὺς ἀκούοντας ὠφελῆσαι.

2.40.3τὰ μέλλοντα γὰρ προακούσαντες οἵτε πολλοὶ καὶ βασιλεὺς ἐκπληροῦσιν ἀεὶ τὸ μέλλον ἐκλείπειν καὶ προκατασκευάζουσιν ἀεί τι τῶν χρησίμων. δ’ἀποτυχὼν τῶν φιλοσόφων ἐν ταῖς προρρήσεσιν ἄλλην μὲν οὐδεμίαν ἀναδέχεται τιμωρίαν βλασφημίαν, ἄφωνος δὲ διατελεῖ τὸν λοιπὸν βίον.

2.40.4δεύτερον δ’ἐστὶ μέρος τὸ τῶν γεωργῶν, οἳ τῷ πλήθει τῶν ἄλλων πολὺ προέχειν δοκοῦσιν. οὗτοι δὲ πολέμων καὶ τῆς ἄλλης λειτουργίας ἀφειμένοι περὶ τὰς γεωργίας ἀσχολοῦνται · καὶ οὐδεὶς ἂν πολέμιος περιτυχὼν γεωργῷ κατὰ τὴν χώραν ἀδικήσειεν ἄν, ἀλλ’ὡς κοινοὺς εὐεργέτας ἡγούμενοι πάσης ἀδικίας ἀπέχονται.

2.40.5διόπερ ἀδιάφθορος χώρα διαμένουσα καὶ καρποῖς βρίθουσα πολλὴν ἀπόλαυσιν παρέχεται τῶν ἐπιτηδείων τοῖς ἀνθρώποις. βιοῦσι δ’ἐπὶ τῆς χώρας μετὰ τέκνων καὶ γυναικῶν οἱ γεωργοί, καὶ τῆς εἰς τὴν πόλιν καταβάσεως παντελῶς ἀφεστήκασι. τῆς δὲ χώρας μισθοὺς τελοῦσι τῷ βασιλεῖ διὰ τὸ πᾶσαν τὴν Ἰνδικὴν βασιλικὴν εἶναι, ἰδιώτῃ δὲ μηδενὶ γῆν ἐξεῖναι κεκτῆσθαι · χωρὶς δὲ τῆς μισθώσεως τετάρτην εἰς τὸ βασιλικὸν τελοῦσι.

2.40.6τρίτον δ’ἐστὶ φῦλον τὸ τῶν βουκόλων καὶ ποιμένων καὶ καθόλου πάντων τῶν νομέων, οἳ πόλιν μὲν κώμην οὐκ οἰκοῦσι, σκηνίτῃ δὲ βίῳ χρῶνται, οἱ δ’αὐτοὶ καὶ κυνηγοῦντες καθαρὰν ποιοῦσι τὴν χώραν ὀρνέωντε καὶ θηρίων. εἰς ταῦτα δ’ἀσκοῦντες καὶ φιλοτεχνοῦντες ἐξημεροῦσι τὴν Ἰνδικήν, πλήθουσαν πολλῶν καὶ παντοδαπῶν θηρίωντε καὶ ὀρνέων τῶν κατεσθιόντων τὰ σπέρματα τῶν γεωργῶν.

2.41

2.41.1τέταρτον δ’ἐστὶ μέρος τὸ τῶν τεχνιτῶν · καὶ τούτων οἱ μέν εἰσιν ὁπλοποιοί, οἱ δὲ τοῖς γεωργοῖς τισιν ἄλλοις τὰ χρήσιμα πρὸς ὑπηρεσίαν κατασκευάζουσιν. οὗτοι δ’οὐ μόνον ἀτελεῖς εἰσιν, ἀλλὰ καὶ σιτομετρίαν ἐκ τοῦ βασιλικοῦ λαμβάνουσι.

2.41.2πέμπτον δὲ τὸ στρατιωτικόν, εἰς τοὺς πολέμους εὐθετοῦν, τῷ μὲν πλήθει δεύτερον, ἀνέσει δὲ καὶ παιδιᾷ πλείστῃ χρώμενον ἐν ταῖς εἰρήναις. τρέφεται δ’ἐκ τοῦ βασιλικοῦ πᾶν τὸ πλῆθος τῶν στρατιωτῶν καὶ τῶν πολεμιστῶν ἵππωντε καὶ ἐλεφάντων.

2.41.3ἕκτον δ’ἐστὶ τὸ τῶν ἐφόρων · οὗτοι δὲ πολυπραγμονοῦντες πάντα καὶ ἐφορῶντες τὰ κατὰ τὴν Ἰνδικὴν ἀπαγγέλλουσι τοῖς βασιλεῦσιν, ἐὰν δ’ πόλις αὐτῶν ἀβασίλευτος , τοῖς ἄρχουσιν.

2.41.4ἕβδομον δ’ἐστὶ μέρος τὸ βουλεῦον μὲν καὶ συνεδρεῦον τοῖς ὑπὲρ τῶν κοινῶν βουλευομένοις, πλήθει μὲν ἐλάχιστον, εὐγενείᾳ δὲ καὶ φρονήσει μάλιστα θαυμαζόμενον · ἐκ τούτων γὰρ οἵτε σύμβουλοι τοῖς βασιλεῦσίν εἰσιν οἵτε διοικηταὶ τῶν κοινῶν καὶ οἱ δικασταὶ τῶν ἀμφισβητουμένων, καὶ καθόλου τοὺς ἡγεμόνας καὶ τοὺς ἄρχοντας ἐκ τούτων ἔχουσι.

2.41.5τὰ μὲν οὖν μέρη τῆς διῃρημένης πολιτείας παρ’Ἰνδοῖς σχεδὸν ταῦτ’ἔστιν · οὐκ ἔξεστι δὲ γαμεῖν ἐξ ἄλλου γένους προαιρέσεις τέχνας μεταχειρίζεσθαι, οἷον στρατιώτην ὄντα γεωργεῖν τεχνίτην ὄντα φιλοσοφεῖν.

2.42

2.42.1ἔχει δ’ τῶν Ἰνδῶν χώρα πλείστους καὶ μεγίστους ἐλέφαντας, ἀλκῇτε καὶ μεγέθει πολὺ διαφέροντας. ὀχεύεται δὲ τοῦτο τὸ ζῷον οὐχ ὥσπερ τινές φασιν, ἐξηλλαγμένως, ἀλλ’ὁμοίως ἵπποις καὶ τοῖς ἄλλοις τετράποσι ζῴοις · κυοῦσι δὲ τοὺς μὲν ἐλαχίστους μῆνας ἑκκαίδεκα, τοὺς δὲ πλείστους ὀκτωκαίδεκα.

2.42.2τίκτουσι δὲ καθάπερ ἵπποι κατὰ τὸ πλεῖστον ἕν, καὶ τρέφουσι τὸ γεννηθὲν αἱ μητέρες ἐπ’ἔτη ἕξ. ζῶσι δ’οἱ πλεῖστοι καθάπερ μακροβιώτατος ἄνθρωπος, οἱ δὲ μάλιστα γηράσαντες ἔτη διακόσια.

2.42.3εἰσὶ δὲ παρ’Ἰνδοῖς καὶ ἐπὶ τοὺς ξένους ἄρχοντες τεταγμένοι καὶ φροντίζοντες ὅπως μηδεὶς ξένος ἀδικῆται · τοῖς δ’ἀρρωστοῦσι τῶν ξένων ἰατροὺς εἰσάγουσι καὶ τὴν ἄλλην ἐπιμέλειαν ποιοῦνται, καὶ τελευτήσαντας θάπτουσιν, ἔτι δὲ τὰ καταλειφθέντα χρήματα τοῖς προσήκουσιν ἀποδιδόασιν.

2.42.4οἵτε δικασταὶ τὰς κρίσεις παρ’αὐτοῖς ἀκριβῶς διαγινώσκουσι, καὶ πικρῶς τοῖς ἁμαρτάνουσι προσφέρονται. περὶ μὲν οὖν τῆς Ἰνδικῆς καὶ τῶν κατ’αὐτὴν ἀρχαιολογουμένων ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσιν.

2.43

2.43.1περὶ δὲ τῶν Σκυθῶν τῶν οἰκούντων τὴν ὅμορον χώραν ἐν μέρει διέξιμεν. οὗτοι γὰρ τὸ μὲν ἐξ ἀρχῆς ὀλίγην ἐνέμοντο χώραν, ὕστερον δὲ κατ’ὀλίγον αὐξηθέντες διὰ τὰς ἀλκὰς καὶ τὴν ἀνδρείαν πολλὴν μὲν κατεκτήσαντο χώραν, τὸ δ’ἔθνος εἰς μεγάλην ἡγεμονίαν καὶ δόξαν προήγαγον.

2.43.2τὸ μὲν οὖν πρῶτον παρὰ τὸν Ἀράξην ποταμὸν ὀλίγοι κατῴκουν παντελῶς καὶ διὰ τὴν ἀδοξίαν καταφρονούμενοι · ἕνα δὲ τῶν ἀρχαίων ἔχοντες βασιλέα φιλοπόλεμον καὶ διαφέροντα στρατηγίᾳ προσεκτήσαντο χώραν, τῆς μὲν ὀρεινῆς ἕως πρὸς τὸν Καύκασον, τῆς δὲ πεδινῆς τὰ παρὰ τὸν ὠκεανὸν καὶ τὴν Μαιῶτιν λίμνην καὶ τὴν ἄλλην χώραν ἕως Τανάιδος ποταμοῦ.

2.43.3ὕστερον δὲ μυθολογοῦσι Σκύθαι παρ’αὑτοῖς γενέσθαι γηγενῆ παρθένον · ταύτην δ’ἔχειν τὰ μὲν ἄνω μέρη τοῦ σώματος μέχρι τῆς ζώνης γυναικεῖα, τὰ δὲ κατώτερα ἐχίδνης. ταύτῃ δὲ Δία μιγέντα γεννῆσαι παῖδα Σκύθην ὄνομα. τοῦτον δὲ γενόμενον ἐπιφανέστατον τῶν πρὸ αὐτοῦ τοὺς λαοὺς ἀφ’ἑαυτοῦ Σκύθας προσαγορεῦσαι. τῶν δὲ ἀπογόνων τούτου τοῦ βασιλέως ἀδελφοὺς δύο γενέσθαι διαφόρους ἀρετῇ, καὶ τὸν μὲν Πάλον, τὸν δὲ Νάπην ὠνομάσθαι.

2.43.4τούτων δ’ἐπιφανεῖς πράξεις κατεργασαμένων καὶ διελομένων τὴν βασιλείαν, ἀφ’ἑκατέρου τοὺς λαοὺς τοὺς μὲν Πάλους, τοὺς δὲ Νάπας προσαγορευθῆναι. μετὰ δέ τινας χρόνους τοὺς ἀπογόνους τούτων τῶν βασιλέων ἀνδρείᾳ καὶ στρατηγίᾳ διενεγκόντας πολλὴν μὲν πέραν τοῦ Τανάιδος ποταμοῦ χώραν καταστρέψασθαι μέχρι τῆς Θρᾴκης, ἐπὶ δὲ θάτερα μέρη στρατεύσαντας διατεῖναι τῇ δυνάμει μέχρι τοῦ κατ’Αἴγυπτον Νείλου.

2.43.5πολλὰ δὲ καὶ μεγάλα τῶν ἀνὰ μέσον τούτων ἐθνῶν καταδουλωσαμένους προβιβάσαι τὴν ἡγεμονίαν τῶν Σκυθῶν τῇ μὲν ἐπὶ τὸν πρὸς ἀνατολὰς ὠκεανόν, τῇ δ’ἐπὶ τὴν Κασπίαν θάλατταν καὶ Μαιῶτιν λίμνην · ηὐξήθη γὰρ ἐπὶ πολὺ τοῦτο τὸ ἔθνος καὶ βασιλεῖς ἔσχεν ἀξιολόγους, ἀφ’ὧν τοὺς μὲν Σάκας προσαγορευθῆναι, τοὺς δὲ Μασσαγέτας, τινὰς δ’Ἀριμασπούς, καὶ τούτοις ὁμοίως ἄλλους πλείονας.

2.43.6ὑπὸ δὲ τούτων τῶν βασιλέων πολλὰ μὲν καὶ τῶν ἄλλων τῶν καταπολεμηθέντων ἐθνῶν μετῳκίσθαι, δύο δὲ μεγίστας ἀποικίας γενέσθαι, τὴν μὲν ἐκ τῶν Ἀσσυρίων μετασταθεῖσαν εἰς τὴν μεταξὺ χώραν τῆςτε Παφλαγονίας καὶ τοῦ Πόντου, τὴν δ’ἐκ τῆς Μηδίας παρὰ τὸν Τάναϊν καθιδρυθεῖσαν, ἧς τοὺς λαοὺς Σαυρομάτας ὀνομασθῆναι.

2.43.7τούτους δ’ὕστερον πολλοῖς ἔτεσιν αὐξηθέντας πορθῆσαι πολλὴν τῆς Σκυθίας, καὶ τοὺς καταπολεμηθέντας ἄρδην ἀναιροῦντας ἔρημον ποιῆσαι τὸ πλεῖστον μέρος τῆς χώρας.

2.44

2.44.1μετὰ δὲ ταῦτα ἀναρχίας γενομένης κατὰ τὴν Σκυθίαν, ἐβασίλευσαν γυναῖκες ἀλκῇ διαφέρουσαι. ἐν τούτοις γὰρ τοῖς ἔθνεσιν αἱ γυναῖκες ἀλκῇ διαφέρουσαι. γυμνάζονται πρὸς πόλεμον παραπλησίως τοῖς ἀνδράσι καὶ ταῖς ἀνδρείαις οὐδὲν λείπονται τῶν ἀνδρῶν. διὸ καὶ γυναικῶν ἐπιφανῶν πολλαὶ καὶ μεγάλαι πράξεις ἐπετελέσθησαν οὐ μόνον κατὰ τὴν Σκυθίαν, ἀλλὰ καὶ κατὰ τὴν ὅμορον ταύτης χώραν.

2.44.2Κύρου μὲν γὰρ τοῦ Περσῶν βασιλέως πλεῖστον ἰσχύσαντος τῶν καθ’αὑτὸν καὶ στρατεύσαντος ἀξιολόγοις δυνάμεσιν εἰς τὴν Σκυθίαν, βασίλισσα τῶν Σκυθῶν τότε στρατόπεδον τῶν Περσῶν κατέκοψε καὶ τὸν Κῦρον αἰχμάλωτον γενόμενον ἀνεσταύρωσε · τότε συσταθὲν ἔθνος τῶν Ἀμαζόνων τοσοῦτον ἀνδρείᾳ διήνεγκεν ὥστε μὴ μόνον πολλὴν χώραν ὅμορον καταδραμεῖν, ἀλλὰ καὶ πολλὴν τῆς Εὐρώπης καὶ τῆς Ἀσίας καταστρέψασθαι.

2.44.3ἡμεῖς δ’ἐπειδὴ περὶ τῶν Ἀμαζονίδων ἐμνήσθημεν, οὐκ ἀνοίκειον εἶναι νομίζομεν διελθεῖν περὶ αὐτῶν, εἰ καὶ διὰ τὴν παραδοξολογίαν μύθοις ὅμοια φανήσεται τὰ ῥηθέντα.

2.45

2.45.1παρὰ τὸν Θερμώδοντα τοίνυν ποταμὸν ἔθνους κρατοῦντος γυναικοκρατουμένου, καὶ τῶν γυναικῶν ὁμοίως τοῖς ἀνδράσι τὰς πολεμικὰς χρείας μεταχειριζομένων, φασὶ μίαν ἐξ αὐτῶν βασιλικὴν ἐξουσίαν ἔχουσαν ἀλκῇ καὶ ῥώμῃ διενεγκεῖν · συστησαμένην δὲ γυναικῶν στρατόπεδον γυμνάσαιτε τοῦτο καί τινας τῶν ὁμόρων καταπολεμῆσαι.

2.45.2αὐξομένης δὲ τῆς περὶ αὐτὴν ἀρετῆςτε καὶ δόξης συνεχῶς ἐπὶ τὰ πλησιόχωρα τῶν ἐθνῶν στρατεύειν, καὶ τῆς τύχης εὐροούσης φρονήματος ἐμπίμπλασθαι, καὶ θυγατέρα μὲν Ἄρεος αὑτὴν προσαγορεῦσαι, τοῖς δ’ἀνδράσι προσνεῖμαι τὰς ταλασιουργίας καὶ τὰς τῶν γυναικῶν κατ’οἴκους ἐργασίας. νόμουςτε καταδεῖξαι, δι’ὧν τὰς μὲν γυναῖκας ἐπὶ τοὺς πολεμικοὺς ἀγῶνας προάγειν, τοῖς δ’ἀνδράσι ταπείνωσιν καὶ δουλείαν περιάπτειν.

2.45.3τῶν δὲ γεννωμένων τοὺς μὲν ἄρρενας ἐπήρουν τάτε σκέλη καὶ τοὺς βραχίονας, ἀχρήστους κατασκευάζοντες πρὸς τὰς πολεμικὰς χρείας, τῶν δὲ θηλυτερῶν τὸν δεξιὸν μαστὸν ἐπέκαον, ἵνα μὴ κατὰ τὰς ἀκμὰς τῶν σωμάτων ἐπαιρόμενος ἐνοχλῇ · ἀφ’ἧς αἰτίας συμβῆναι τὸ ἔθνος τῶν Ἀμαζόνων ταύτης τυχεῖν τῆς προσηγορίας.

2.45.4καθόλου δὲ διαφέρουσαν αὐτὴν συνέσει καὶ στρατηγίᾳ πόλιν μὲν κτίσαι μεγάλην παρὰ τὰς ἐκβολὰς τοῦ Θερμώδοντος ποταμοῦ, τοὔνομα Θεμίσκυραν, καὶ βασίλεια κατασκευάσαι περιβόητα, κατὰ δὲ τὰς στρατείας ἐπιμελομένην πολὺ τῆς εὐταξίας τὸ μὲν πρῶτον καταπολεμῆσαι πάντας τοὺς ὁμόρους μέχρι τοῦ Τανάιδος ποταμοῦ.

2.45.5καὶ ταύτην μέν φασι ταύτας τὰς πράξεις ἐπιτελεσαμένην καὶ κατά τινα μάχην λαμπρῶς ἀγωνισαμένην ἡρωικῶς τελευτῆσαι τὸν βίον.

2.46

2.46.1διαδεξαμένην δὲ τὴν ταύτης θυγατέρα τὴν βασιλείαν ζηλῶσαι μὲν τὴν ἀρετὴν τῆς μητρός, ὑπερβαλέσθαι δὲ ταῖς κατὰ μέρος πράξεσι. τὰς μὲν γὰρ παρθένους ἀπὸ τῆς πρώτης ἡλικίας ἔντε ταῖς θήραις γυμνάζειν καὶ καθ’ἡμέραν ἀσκεῖν τὰ πρὸς πόλεμον ἀνήκοντα, καταδεῖξαι δὲ καὶ θυσίας μεγαλοπρεπεῖς Ἄρειτε καὶ Ἀρτέμιδι τῇ προσαγορευομένῃ Ταυροπόλῳ ·

2.46.2στρατεύσασαν δ’εἰς τὴν πέραν τοῦ Τανάιδος ποταμοῦ χώραν καταπολεμῆσαι πάντα τὰ ἔθνη τὰ συνεχῆ μέχρι τῆς Θρᾴκης · ἀνακάμψασαν δὲ μετὰ πολλῶν λαφύρων εἰς τὴν οἰκείαν ναοὺς μεγαλοπρεπεῖς κατασκευάσαι τῶν προειρημένων θεῶν, καὶ τῶν ὑποτεταγμένων ἐπιεικῶς ἄρχουσαν ἀποδοχῆς τυγχάνειν τῆς μεγίστης. στρατεῦσαι δὲ καὶ ἐπὶ θάτερα μέρη, καὶ πολλὴν τῆς Ἀσίας κατακτήσασθαι, καὶ διατεῖναι τῇ δυνάμει μέχρι τῆς Συρίας.

2.46.3μετὰ δὲ τὴν ταύτης τελευτὴν ἀεὶ τὰς προσηκούσας τῷ γένει διαδεχομένας τὴν βασιλείαν ἄρξαι μὲν ἐπιφανῶς, αὐξῆσαι δὲ τὸ ἔθνος τῶν Ἀμαζονίδων δυνάμειτε καὶ δόξῃ. μετὰ δὲ ταῦτα πολλαῖς γενεαῖς ὕστερον, διαβεβοημένης κατὰ πᾶσαν τὴν οἰκουμένην τῆς περὶ αὐτὰς ἀρετῆς, Ἡρακλέα φασὶ τὸν ἐξ Ἀλκμήνης καὶ Διὸς ἆθλον λαβεῖν παρ’Εὐρυσθέως τὸν Ἱππολύτης τῆς Ἀμαζόνος ζωστῆρα.

2.46.4διόπερ στρατεῦσαι μὲν αὐτόν, παρατάξει δὲ μεγάλῃ νικήσαντα τότε στρατόπεδον τῶν Ἀμαζόνων κατακόψαι καὶ τὴν Ἱππολύτην μετὰ τοῦ ζωστῆρος ζωγρήσαντα τὸ ἔθνος τοῦτο τελέως συντρῖψαι. διόπερ τοὺς περιοικοῦντας βαρβάρους τῆς μὲν ἀσθενείας αὐτῶν καταφρονήσαντας, τῶν δὲ καθ’ἑαυτοὺς μνησικακήσαντας, πολεμῆσαι συνεχῶς τὸ ἔθνος ἐπὶ τοσοῦτον ὥστε μη δ’ὄνομα τοῦ γένους τῶν Ἀμαζονίδων ἀπολιπεῖν.

2.46.5μετὰ γὰρ τὴν Ἡρακλέους στρατείαν ὀλίγοις ὕστερον ἔτεσι κατὰ τὸν Τρωικὸν πόλεμόν φασι Πενθεσίλειαν τὴν βασιλεύουσαν τῶν ὑπολελειμμένων Ἀμαζονίδων, Ἄρεος μὲν οὖσαν θυγατέρα, φόνον δ’ἐμφύλιον ἐπιτελεσαμένην, φυγεῖν ἐκ τῆς πατρίδος διὰ τὸ μύσος. συμμαχήσασαν δὲ τοῖς Τρωσὶ μετὰ τὴν Ἕκτορος τελευτὴν πολλοὺς ἀνελεῖν τῶν Ἑλλήνων, ἀριστεύσασαν δ’αὐτὴν ἐν τῇ παρατάξει καταστρέψαι τὸν βίον ἡρωικῶς ὑπ’Ἀχιλλέως ἀναιρεθεῖσαν.

2.46.6τῶν μὲν οὖν Ἀμαζονίδων ἐσχάτην ταύτην λέγουσιν ἀνδρείᾳ διενεγκεῖν, καὶ τὸ λοιπὸν ἀεὶ τὸ ἔθνος ταπεινούμενον ἀσθενῆσαι παντελῶς · διὸ καὶ κατὰ τοὺς νεωτέρους καιρούς, ἐπειδάν τινες περὶ τῆς αὐτῶν ἀνδρείας διεξίωσι, μύθους ἡγοῦνται πεπλασμένους τὰς περὶ τῶν Ἀμαζονίδων ἀρχαιολογίας.

2.47

2.47.1ἡμεῖς δ’ἐπεὶ τὰ πρὸς ἄρκτους κεκλιμένα μέρη τῆς Ἀσίας ἠξιώσαμεν ἀναγραφῆς, οὐκ ἀνοίκειον εἶναι νομίζομεν τὰ περὶ τῶν Ὑπερβορέων μυθολογούμενα διελθεῖν. τῶν γὰρ τὰς παλαιὰς μυθολογίας ἀναγεγραφότων Ἑκαταῖος καί τινες ἕτεροί φασιν ἐν τοῖς ἀντιπέρας τῆς Κελτικῆς τόποις κατὰ τὸν ὠκεανὸν εἶναι νῆσον οὐκ ἐλάττω τῆς Σικελίας. ταύτην ὑπάρχειν μὲν κατὰ τὰς ἄρκτους, κατοικεῖσθαι δὲ ὑπὸ τῶν ὀνομαζομένων Ὑπερβορέων ἀπὸ τοῦ πορρωτέρω κεῖσθαι τῆς βορείου πνοῆς · οὖσαν δ’αὐτὴν εὔγειόντε καὶ πάμφορον, ἔτι δ’εὐκρασίᾳ διαφέρουσαν, διττοὺς κατ’ἔτος ἐκφέρειν καρπούς.

2.47.2μυθολογοῦσι δ’ἐν αὐτῇ τὴν Λητὼ γεγονέναι · διὸ καὶ τὸν Ἀπόλλω μάλιστα τῶν ἄλλων θεῶν παρ’αὐτοῖς τιμᾶσθαι · εἶναι δ’αὐτοὺς ὥσπερ ἱερεῖς τινας Ἀπόλλωνος διὰ τὸ τὸν θεὸν τοῦτον καθ’ἡμέραν ὑπ’αὐτῶν ὑμνεῖσθαι μετ’ᾠδῆς συνεχῶς καὶ τιμᾶσθαι διαφερόντως. ὑπάρχειν δὲ καὶ κατὰ τὴν νῆσον τέμενόςτε Ἀπόλλωνος μεγαλοπρεπὲς καὶ ναὸν ἀξιόλογον ἀναθήμασι πολλοῖς κεκοσμημένον, σφαιροειδῆ τῷ σχήματι.

2.47.3καὶ πόλιν μὲν ὑπάρχειν ἱερὰν τοῦ θεοῦ τούτου, τῶν δὲ κατοικούντων αὐτὴν τοὺς πλείστους εἶναι κιθαριστάς, καὶ συνεχῶς ἐν τῷ ναῷ κιθαρίζοντας ὕμνους λέγειν τῷ θεῷ μετ’ᾠδῆς, ἀποσεμνύνοντας αὐτοῦ τὰς πράξεις.

2.47.4ἔχειν δὲ τοὺς Ὑπερβορέους ἰδίαν τινὰ διάλεκτον, καὶ πρὸς τοὺς Ἕλληνας οἰκειότατα διακεῖσθαι, καὶ μάλιστα πρὸς τοὺς Ἀθηναίους καὶ Δηλίους, ἐκ παλαιῶν χρόνων παρειληφότας τὴν εὔνοιαν ταύτην. καὶ τῶν Ἑλλήνων τινὰς μυθολογοῦσι παραβαλεῖν εἰς Ὑπερβορέους, καὶ ἀναθήματα πολυτελῆ καταλιπεῖν γράμμασιν Ἑλληνικοῖς ἐπιγεγραμμένα.

2.47.5ὡσαύτως δὲ καὶ ἐκ τῶν Ὑπερβορέων Ἄβαριν εἰς τὴν Ἑλλάδα καταντήσαντα τὸ παλαιὸν ἀνασῶσαι τὴν πρὸς Δηλίους εὔνοιάντε καὶ συγγένειαν. φασὶ δὲ καὶ τὴν σελήνην ἐκ ταύτης τῆς νήσου φαίνεσθαι παντελῶς ὀλίγον ἀπέχουσαν τῆς γῆς καί τινας ἐξοχὰς γεώδεις ἔχουσαν ἐν αὐτῇ φανεράς.

2.47.6λέγεται δὲ καὶ τὸν θεὸν δι’ἐτῶν ἐννεακαίδεκα καταντᾶν εἰς τὴν νῆσον, ἐν οἷς αἱ τῶν ἄστρων ἀποκαταστάσεις ἐπὶ τέλος ἄγονται · καὶ διὰ τοῦτο τὸν ἐννεακαιδεκαετῆ χρόνον ὑπὸ τῶν Ἑλλήνων Μέτωνος ἐνιαυτὸν ὀνομάζεσθαι.

2.47.7κατὰ δὲ τὴν ἐπιφάνειαν ταύτην τὸν θεὸν κιθαρίζειντε καὶ χορεύειν συνεχῶς τὰς νύκτας ἀπὸ ἰσημερίας ἐαρινῆς ἕως πλειάδος ἀνατολῆς ἐπὶ τοῖς ἰδίοις εὐημερήμασι τερπόμενον. βασιλεύειν δὲ τῆς πόλεως ταύτης καὶ τοῦ τεμένους ἐπάρχειν τοὺς ὀνομαζομένους Βορεάδας, ἀπογόνους ὄντας Βορέου, καὶ κατὰ γένος ἀεὶ διαδέχεσθαι τὰς ἀρχάς.

2.48

2.48.1τούτων δ’ἡμῖν διευκρινημένων μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὰ ἕτερα μέρη τῆς Ἀσίας τὰ μὴ τετευχότα τῆς ἀναγραφῆς, καὶ μάλιστα τὰ κατὰ τὴν Ἀραβίαν. αὕτη γὰρ κεῖται μὲν μεταξὺ Συρίας καὶ τῆς Αἰγύπτου, πολλοῖς δὲ καὶ παντοδαποῖς ἔθνεσι διείληπται. τὰ μὲν οὖν πρὸς τὴν ἕω μέρη κατοικοῦσιν Ἄραβες οὓς ὀνομάζουσι Ναβαταίους, νεμόμενοι χώραν τὴν μὲν ἔρημον, τὴν δὲ ἄνυδρον, ὀλίγην δὲ καρποφόρον.

2.48.2ἔχουσι δὲ βίον λῃστρικόν, καὶ πολλὴν τῆς ὁμόρου χώρας κατατρέχοντες λῃστεύουσιν, ὄντες δύσμαχοι κατὰ τοὺς πολέμους. κατὰ γὰρ τὴν ἄνυδρον χώραν λεγομένην κατεσκευακότες εὔκαιρα φρέατα, καὶ ταῦτα πεποιηκότες τοῖς ἀλλοεθνέσιν ἄγνωστα, συμφεύγουσιν εἰς τὴν χώραν ταύτην ἀκινδύνως.

2.48.3αὐτοὶ μὲν γὰρ εἰδότες τὰ κατακεκρυμμένα τῶν ὑδάτων, καὶ ταῦτ’ἀνοίγοντες, χρῶνται δαψιλέσι ποτοῖς · οἱ δὲ τούτους ἐπιδιώκοντες ἀλλοεθνεῖς σπανίζοντες τῆς ὑδρείας διὰ τὴν ἄγνοιαν τῶν φρεάτῶν, οἱ μὲν ἀπόλλυνται διὰ τὴν σπάνιν τῶν ὑδάτων, οἱ δὲ πολλὰ κακοπαθήσαντες μόγις εἰς τὴν οἰκείαν σώζονται.

2.48.4διόπερ οἱ ταύτην τὴν χώραν κατοικοῦντες Ἄραβες, ὄντες δυσκαταπολέμητοι, διατελοῦσιν ἀδούλωτοι, πρὸς δὲ τούτοις ἔπηλυν μὲν ἡγεμόνα τὸ παράπαν οὐ προσδέχονται, διατελοῦσι δὲ τὴν ἐλευθερίαν διαφυλάττοντες ἀσάλευτον.

2.48.5διόπερ οὔτ’Ἀσσύριοι τὸ παλαιὸν οὔθ’οἱ Μήδων καὶ Περσῶν, ἔτι δὲ Μακεδόνων βασιλεῖς ἠδυνήθησαν αὐτοὺς καταδουλώσασθαι, πολλὰς μὲν καὶ μεγάλας δυνάμεις ἐπ’αὐτοὺς ἀγαγόντες, οὐδέποτε δὲ τὰς ἐπιβολὰς συντελέσαντες.

2.48.6ἔστι δ’ἐν τῇ χώρᾳ τῶν Ναβαταίων καὶ πέτρα καθ’ὑπερβολὴν ὀχυρά, μίαν ἀνάβασιν ἔχουσα, δι’ἧς κατ’ὀλίγους ἀναβαίνοντες ἀποτίθενται τὰς ἀποσκευάς · λίμνητε μεγάλη φέρουσα πολλὴν ἄσφαλτον, ἐξ ἧς λαμβάνουσιν οὐκ ὀλίγας προσόδους.

2.48.7αὕτη δ’ἔχει τὸ μὲν μῆκος σταδίων ὡς πεντακοσίων, τὸ δὲ πλάτος ὡς ἑξήκοντα, τὸ δ’ὕδωρ δυσῶδες καὶ διάπικρον, ὥστε μὴ δύνασθαι μήτ’ἰχθῦν τρέφειν μήτ’ἄλλο τῶν καθ’ὕδατος εἰωθότων ζῴων εἶναι. ἐμβαλλόντων δ’εἰς αὐτὴν ποταμῶν μεγάλων τῇ γλυκύτητι διαφόρων, τούτων μὲν περιγίνεται κατὰ τὴν δυσωδίαν, ἐξ αὑτῆς δὲ μέσης κατ’ἐνιαυτὸν ἐκφυσᾷ ἀσφάλτου μέγεθος ποτὲ μὲν μεῖζον τρίπλεθρον, ἔστι δ’ὅτε δυοῖν πλέθρων · ἐφ’ δὴ συνήθως οἱ περιοικοῦντες βάρβαροι τὸ μὲν μεῖζον καλοῦσι ταῦρον, τὸ δ’ἔλαττον μόσχον ἐπονομάζουσιν.

2.48.8ἐπιπλεούσης δὲ τῆς ἀσφάλτου πελαγίας τύπος φαίνεται τοῖς ἐξ ἀποστήματος θεωροῦσιν οἱονεὶ νῆσος. τὴν δ’ἔκπτωσιν τῆς ἀσφάλτου συμβαίνει φανερὰν γίνεσθαι τοῖς ἀνθρώποις πρὸ ἡμερῶν εἴκοσι · κύκλῳ γὰρ τῆς λίμνης ἐπὶ πολλοὺς σταδίους ὀσμὴ προσπίπτει μετὰ πνεύματος, καὶ πᾶς περὶ τὸν τόπον ἄργυρόςτε καὶ χρυσὸς καὶ χαλκὸς ἀποβάλλει τὴν ἰδιότητα τοῦ χρώματος. ἀλλ’αὕτη μὲν ἀποκαθίσταται πάλιν, ἐπειδὰν ἀναφυσηθῆναι συμβῇ πᾶσαν τὴν ἄσφαλτον · δὲ πλησίον τόπος ἔμπυρος ὢν καὶ δυσώδης ποιεῖ τὰ σώματα τῶν ἀνθρώπων ἐπίνοσα καὶ παντελῶς ὀλιγοχρόνια.

2.48.9ἀγαθὴ δ’ἐστὶ φοινικόφυτος ὅσην αὐτῆς συμβαίνει ποταμοῖς διειλῆφθαι χρησίμοις πηγαῖς δυναμέναις ἀρδεύειν. γίνεται δὲ περὶ τοὺς τόπους ἐν αὐλῶνί τινι καὶ τὸ καλούμενον βάλσαμον, ἐξ οὗ πρόσοδον ἁδρὰν λαμβάνουσιν, οὐδαμοῦ μὲν τῆς ἄλλης οἰκουμένης εὑρισκομένου τοῦ φυτοῦ τούτου, τῆς δ’ἐξ αὐτοῦ χρείας εἰς φάρμακα τοῖς ἰατροῖς καθ’ὑπερβολὴν εὐθετούσης.

2.49

2.49.1 δ’ἐχομένη τῆς ἀνύδρου καὶ ἐρήμου χώρας Ἀραβία τοσοῦτο διαφέρει ταύτης ὥστε διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ φυομένων καρπῶντε καὶ τῶν ἄλλων ἀγαθῶν εὐδαίμονα Ἀραβίαν προσαγορευθῆναι.

2.49.2κάλαμον μὲν γὰρ καὶ σχοῖνον καὶ τὴν ἄλλην ὕλην τὴν ἀρωματίζουσαν πολλὴν φέρει καὶ καθόλου παντοδαπὰς φύλλων εὐωδίας, καὶ τῶν ἀποσταζόντων δακρύων ὀσμαῖς ποικίλαις διείληπται · τήντε γὰρ σμύρναν καὶ τὸν προσφιλέστατον τοῖς θεοῖς εἴςτε τὴν οἰκουμένην ἅπασαν διαπόμπιμον λιβανωτὸν αἱ ταύτης ἐσχατιαὶ φέρουσι.

2.49.3τοῦ δὲ κόστου καὶ κασίας, ἔτι δὲ κιναμώμου καὶ τῶν ἄλλων τῶν τοιούτων χόρτοι καὶ θάμνοι βαθεῖαι τοσαῦται πεφύκασιν ὥστε τὰ παρὰ τοῖς ἄλλοις σπανίως ἐπὶ βωμοὺς θεῶν τιθέμενα παρ’ἐκείνοις καὶ κλιβάνων ὑπάρχειν ἐκκαύματα, καὶ τὰ παρὰ τοῖς ἄλλοις μικρῷ δείγματι ὑπάρχοντα παρ’ἐκείνοις στιβάδας οἰκετικὰς ἐπὶ τῶν οἰκιῶν παρέχεσθαι. τότε καλούμενον κινάμωμον διάφορον χρείαν παρεχόμενον καὶ ῥητίνη καὶ τερέβινθος ἄπλατος εὐώδης φύεται περὶ τοὺς τόπους.

2.49.4ἐν δὲ τοῖς ὄρεσιν οὐ μόνον ἐλάτη καὶ πεύκη φύεται δαψιλής, ἀλλὰ καὶ κέδρος καὶ ἄρκευθος ἄπλατος καὶ τὸ καλούμενον βόρατον. πολλαὶ δὲ καὶ ἄλλαι φύσεις εὐώδεις καρποφοροῦσαι τὰς ἀπορροίας καὶ προσπνεύσεις ἔχουσι τοῖς ἐγγίσασι προσηνεστάτας. καὶ γὰρ αὐτὸ τὸ τῆς γῆς ἔχει τι φυσικὸν ἔνατμον καὶ θυμιάμασιν ἡδέσιν ἐοικός.

2.49.5διὸ καὶ κατά τινας τόπους τῆς Ἀραβίας ὀρυττομένης τῆς γῆς εὑρίσκονται φλέβες εὐώδεις, ὧν μεταλλευομένων ἐξαίσιοι τὸ μέγεθος λατομίαι γίνονται · ἐκ δὲ τούτων τὰς οἰκίας συλλέγοντες κατασκευάζουσιν, αἷς ὅταν ἐκ τοῦ περιέχοντος προσπέσωσι ψεκάδες, τὸ διατηκόμενον ὑπὸ τῆς ἰκμάδος δυρρεῖ εἰς τὰς ἁρμογὰς τῶν λίθων, καὶ πηγνύμενον συμφυεῖς ἀπεργάζεται τοίχους.

2.50

2.50.1μεταλλεύεται δὲ κατὰ τὴν Ἀραβίαν καὶ προσαγορευόμενος ἄπυρος χρυσός, οὐχ ὥσπερ παρὰ τοῖς ἄλλοις ἐκ ψηγμάτων καθεψόμενος, ἀλλ’εὐθὺς ὀρυττόμενος εὑρίσκεται τὸ μέγεθος καρύοις κασταναϊκοῖς παραπλήσιος, τὴν δὲ χρόαν οὕτω φλογώδης ὥστε τοὺς ἐντιμοτάτους λίθους ὑπὸ τῶν τεχνιτῶν ἐνδεθέντας ποιεῖν τὰ κάλλιστα τῶν κοσμημάτων.

2.50.2θρεμμάτωντε παντοδαπῶν τοσοῦτο κατ’αὐτὴν ὑπάρχει πλῆθος ὥστε ἔθνη πολλὰ νομάδα βίον ᾑρημένα δύνασθαι καλῶς διατρέφεσθαι, σίτου μὲν μὴ προσδεόμενα, τῇ δ’ἀπὸ τούτων δαψιλείᾳ χορηγούμενα. θηρίωντε πλῆθος ἀλκίμων προσορίζουσα τῇ Συρίᾳ τρέφει · καὶ γὰρ λέοντας καὶ παρδάλεις ἐν αὐτῇ πολλῷ πλείονας καὶ μείζους καὶ ταῖς ἀλκαῖς διαφόρους πεφυκέναι ἤπερ ἐν τῇ Λιβύῃ συμβέβηκε · πρὸς δὲ τούτοις οἱ καλούμενοι Βαβυλώνιοι τίγρεις.

2.50.3φέρει δὲ καὶ ζῷα διφυῆ καὶ μεμιγμένα ταῖς ἰδέαις, ὧν αἱ μὲν ὀνομαζόμεναι στρουθοκάμηλοι περιειλήφασι τοῖς τύποις μίγματα χηνῶν καὶ καμήλων ἀκολούθως τῇ προσηγορίᾳ. τὸ μὲν γὰρ μέγεθος ἔχουσι νεογενεῖ καμήλῳ παραπλήσιον, τὰς δὲ κεφαλὰς πεφρικυίας θριξὶ λεπταῖς, τοὺς δ’ὀφθαλμοὺς μεγάλους καὶ κατὰ τὴν χρόαν μέλανας, ἀπαραλλάκτους κατὰ τὸν τύπον καὶ τὸ χρῶμα τοῖς τῶν καμήλων.

2.50.4μακροτράχηλον δ’ὑπάρχον ῥύγχος ἔχει βραχὺ παντελῶς καὶ εἰς ὀξὺ συνηγμένον. ἐπτέρωται δὲ ταρσοῖς μαλακοῖς τετριχωμένοις, καὶ δυσὶ σκέλεσι στηριζόμενον καὶ ποσὶ διχήλοις χερσαῖον ἅμα φαίνεται καὶ πτηνόν.

2.50.5διὰ δὲ τὸ βάρος οὐ δυνάμενον ἐξᾶραι καὶ πέτεσθαι κατὰ τῆς γῆς ὠκέως ἀκροβατεῖ, καὶ διωκόμενον ὑπὸ τῶν ἱππέων τοῖς ποσὶ τοὺς ὑποπίπτοντας λίθους οὕτως εὐτόνως ἀποσφενδονᾷ πρὸς τοὺς διώκοντας ὥστε πολλάκις καρτεραῖς πληγαῖς αὐτοὺς περιπίπτειν.

2.50.6ἐπειδὰν δὲ περικατάληπτον , τὴν κεφαλὴν εἴς τινα θάμνον τοιαύτην σκέπην ἀποκρύπτεται, οὐχ, ὡς οἴονταί τινες, ἀφροσύνῃ καὶ νωθρότητι ψυχῆς διὰ τὸ μὴ βλέπειν ἑτέρους μη δ’αὐτὸ βλέπεσθαι διαλαμβάνον ὑφ’ἑτέρων, ἀλλὰ διὰ τὸ τοῦ σώματος ἔχειν τοῦτο τὸ μέρος ἀσθενέστατον σκέπην αὑτῷ πρὸς σωτηρίαν περιποιεῖ ·

2.50.7ἀγαθὴ γὰρ φύσις διδάσκαλος ἅπασι τοῖς ζῴοις πρὸς διατήρησιν οὐ μόνον ἑαυτῶν, ἀλλὰ καὶ τῶν γεννωμένων, διὰ τῆς συγγενοῦς φιλοζωίας τὰς διαδοχὰς εἰς ἀΐδιον ἄγουσα διαμονῆς κύκλον.

2.51

2.51.1αἱ δὲ καλούμεναι καμηλοπαρδάλεις τὴν μίξιν ἀμφοτέρων ἔχουσι τῶν ἐν τῇ προσηγορίᾳ περιειλημμένων ζῴων. τῷ μὲν γὰρ μεγέθει μικρότεραι τῶν καμήλων εἰσὶ καὶ βραχυτραχηλότεραι, τὴν δὲ κεφαλὴν καὶ τὴν τῶν ὀμμάτων διάθεσιν παρδάλει παρεμφερεῖς διατετύπωνται · τὸ δὲ κατὰ τὴν ῥάχιν κύρτωμα παρεμφερὲς ἔχουσαι καμήλῳ, τῷ χρώματι καὶ τῇ τριχώσει παρδάλεσιν ἐοίκασιν · ὁμοίως δὲ καὶ τὴν οὐρὰν μακρὰν ἔχουσαι τὴν τοῦ θηρίου φύσιν ἀποτυποῦνται.

2.51.2γίνονται δὲ καὶ τραγέλαφοι καὶ βούβαλοι καὶ ἄλλα πλείω γένη δίμορφα ζῴων καὶ τὴν σύνθεσιν ἐκ τῶν πλεῖστον τὴν φύσιν κεχωρισμένων ἔχοντα, περὶ ὧν τὰ κατὰ μέρος μακρὸν ἂν εἴη γράφειν.

2.51.3δοκεῖ γὰρ συνεγγίζουσα χώρα τῇ μεσημβρίᾳ τὴν ἀφ’ἡλίου δύναμιν ζωτικωτάτην οὖσαν πολλὴν ἐμπνεῖσθαι, καὶ διὰ τοῦτο πολλῶν καὶ ποικίλων, ἔτι δὲ καλῶν ζῴων φύσεις γεννᾶν.

2.51.4διὰ δὲ τὰς αὐτὰς αἰτίας κατὰ μὲν τὴν Αἴγυπτον τούςτε κροκοδείλους φύεσθαι καὶ τοὺς ποταμίους ἵππους, κατὰ δὲ τὴν Αἰθιοπίαν καὶ τὴν τῆς Λιβύης ἔρημον ἐλεφάντωντε πλῆθος καὶ παντοδαπῶν ὄφεώντε καὶ τῶν ἄλλων θηρίων καὶ δρακόντων ἐξηλλαγμένων τοῖςτε μεγέθεσι καὶ ταῖς ἀλκαῖς, ὁμοίως δὲ καὶ τοὺς περὶ τὴν Ἰνδικὴν ἐλέφαντας, ὑπερβάλλοντας τοῖςτε ὄγκοις καὶ πλήθεσιν, ἔτι δὲ ταῖς ἀλκαῖς.

2.52

2.52.1οὐ μόνον δ’ἐν ταύταις ταῖς χώραις ζῷα γεννᾶται ταῖς ἰδέαις ἐξηλλαγμένα διὰ τὴν ἀφ’ἡλίου συνεργίαν καὶ δύναμιν, ἀλλὰ καὶ λίθων παντοίων ἐκφύσεις διάφοροι ταῖς χρόαις καὶ ταῖς λαμπρότησι διαφανεῖς.

2.52.2τοὺς γὰρ κρυστάλλους λίθους ἔχειν τὴν σύστασιν ἐξ ὕδατος καθαροῦ παγέντος οὐχ ὑπὸ ψύχους, ἀλλ’ὑπὸ θείου πυρὸς δυνάμεως, δι’ἣν ἀσήπτους μὲν αὐτοὺς διαμένειν, βαφῆναι δὲ πολυμόρφως ἀναθυμιάσει πνεύματος.

2.52.3σμαράγδους γὰρ καὶ τὰ καλούμενα βηρύλλια κατὰ τὰς ἐν τοῖς χαλκουργείοις μεταλλείας γινόμενα διὰ τὴν ἀπὸ τῶν θείων βαφὴν καὶ σύνδεσιν συγχρῴζεσθαι, τοὺς δὲ χρυσολίθους ὑπὸ καπνώδους ἀναθυμιάσεως ἡλίου θερμότητι φυομένους λέγουσι τυγχάνειν τούτου τοῦ χρώματος.

2.52.4διὸ καὶ τοὺς ὀνομαζομένους ψευδοχρύσους κατασκευάζεσθαι διὰ τοῦ θνητοῦ καὶ ὑπ’ἀνθρώπων γεγονότος πυρὸς βαπτομένων τῶν κρυστάλλων. τὰς δὲ τῶν ἀνθράκων φύσεις φωτὸς δύναμιν ἐμπιληθεῖσαν τῇ πήξει φασὶν ἀποτελεῖν τῷ μᾶλλον καὶ ἧττον τὰς ἐν αὐτοῖς διαφοράς.

2.52.5παραπλησίως δὲ καὶ τὰς τῶν ὀρνέων μορφὰς ἐπιχρῴζεσθαι, τὰς μὲν ὁλοπορφύρους φαινομένας, τὰς δὲ κατὰ μέρος παντοίαις χρόαις διειλημμένας · τὰ μὲν γὰρ φλόγινα, τὰ δὲ κροκώδη, τινὰ δὲ σμαραγδίζοντα, πολλὰ δὲ χρυσοειδῆ φαίνεσθαι κατὰ τὰς πρὸς τὸ φῶς ἐγκλίσεις αὐτῶν, καὶ καθόλου πολυειδεῖς καὶ δυσερμηνεύτους ἀποτελεῖσθαι χρόας · ὅπερ καὶ ἐπὶ τῆς κατ’οὐρανὸν ἴριδος ὁρᾶσθαι γινόμενον ὑπὸ τοῦ περὶ τὸν ἥλιον φωτός.

2.52.6ἐκ δὲ τούτων τοὺς φυσιολόγους συλλογιζομένους ἀποφαίνεσθαι διότι καὶ τὴν ἄνωθεν τῆς τῶν προειρημένων ἐκφύσεως ποικιλίαν ἔβαψεν συγγενὴς θερμασία, συνεργήσαντος ἡλίου τοῦ ζωοποιοῦντος τὰς ἑκάστων μορφάς.

2.52.7καθόλου δὲ καὶ τῆς περὶ τὰ ἄνθη διαφορᾶς τῆς χρόας καὶ τῆς τῆς γῆς ποικιλίας τοῦτον ὑπάρχειν αἴτιον καὶ δημιουργόν · οὗ τὴν φυσικὴν ἐνέργειαν τὰς θνητὰς τέχνας μιμησαμένας βάπτειν ἕκαστα καὶ ποικίλλειν, μαθητρίας γενομένας τῆς φύσεως.

2.52.8τὰ μὲν γὰρ χρώματα τὸ φῶς ἀπεργάζεσθαι, τὰς δὲ ὀσμὰς τῶν καρπῶν καὶ τὰς ἰδιότητας τῶν χυλῶν, ἔτι δὲ τὰ μεγέθη τῶν ζῴων καὶ τὰς ἑκάστου διαθέσεις, πρὸς δὲ τούτοις τὰς τῆς γῆς ἰδιότητας, γεννᾶν τὴν περὶ τὸν ἥλιον θερμασίαν, εἰς πολυτραφῆ χώραν καὶ γόνιμον ὕδωρ ἐνθάλπουσαν καὶ δημιουργὸν γινομένην τῆς ἑκάστου φύσεως.

2.52.9διόπερ οὔτε Παρία λύγδος οὔτ’ἄλλη θαυμαζομένη πέτρα τοῖς Ἀραβίοις λίθοις ἐξισωθῆναι δύναται, ὧν λαμπροτάτη μὲν λευκότης, βαρύτατος δὲ σταθμός, δὲ λειότης ὑπερβολὴν ἑτέροις οὐκ ἀπολείπουσα. αἰτία δὲ τῆς χώρας τῆς κατὰ μέρος ἰδιότητος, καθάπερ προεῖπον, περὶ τὸν ἥλιον δύναμις, θερμασίᾳ μὲν πήξασα, ξηρότητι δὲ πιλήσασα, φέγγει δὲ λαμπρύνασα.

2.53

2.53.1διὸ καὶ τὸ τῶν ὀρνέων γένος πλείστης θερμασίας κεκοινωνηκὸς ἐγένετο διὰ μὲν τὴν κουφότητα πτηνόν, διὰ δὲ τὴν ἀφ’ἡλίου συνεργίαν ποικίλον, καὶ μάλιστα κατὰ τὰς προκειμένας ἡλίῳ χώρας.

2.53.2 μὲν γὰρ Βαβυλωνία ταώνων ἐκτρέφει πλῆθος παντοίαις χρόαις ἐπηνθισμένων, αἱ δὲ τῆς Συρίας ἐσχατιαὶ ψιττακοὺς καὶ πορφυρίωνας καὶ μελεαγρίδας καὶ ἄλλας ζῴων ἰδίας φύσεις τοῖς χρώμασι καὶ ποικίλας συγκρίσεις.

2.53.3 δ’αὐτὸς λόγος καὶ κατὰ τὰς ἄλλας χώρας τῆς γῆς τὰς κατὰ τὴν ὁμοίαν κρᾶσιν κειμένας, λέγω δ’Ἰνδικὴν καὶ τὴν Ἐρυθρὰν θάλατταν, ἔτι δὲ Αἰθιοπίαν καί τινα μέρη τῆς Λιβύης.

2.53.4ἀλλὰ τῆς μὲν πρὸς ἀνατολὰς κεκλιμένης πιοτέρας οὔσης εὐγενέστερα καὶ μείζονα φύεται ζῷα · τῆς δ’ἄλλης ἀεὶ κατὰ τὸν τῆς ἀρετῆς λόγον ἕκαστα ταῖς διαθέσεσι γεννᾶται.

2.53.5ὁμοίως δὲ καὶ τῶν δένδρων οἱ φοίνικες κατὰ μὲν τὴν Λιβύην αὐχμηροὺς καὶ μικροὺς ἐκφέρουσι καρπούς, τῆς δὲ Συρίας κατὰ μὲν τὴν Κοίλην οἱ καρυωτοὶ προσαγορευόμενοι γεννῶνται, διάφοροι κατάτε τὴν γλυκύτητα καὶ τὸ μέγεθος, ἔτι δὲ τοὺς χυμούς.

2.53.6τούτων δὲ πολλῷ μείζους κατὰ τὴν Ἀραβίαν καὶ τὴν Βαβυλωνίαν ὁρᾶν ἔστι γινομένους, κατὰ μὲν τὸ μέγεθος ἓξ δακτύλων ὄντας, τῇ δὲ χρόᾳ τοὺς μὲν μηλίνους, τοὺς δὲ φοινικοῦς, ἐνίους δὲ πορφυρίζοντας · ὥσθ’ὑπ’αὐτῶν ἅμα καὶ τὴν ὄψιν τέρπεσθαι καὶ τὴν γεῦσιν ψυχαγωγεῖσθαι. τὰ δὲ στελέχη τῶν φοινίκων τὸ μὲν μῆκος ἀέριον ἔχει, τὴν δὲ περιφέρειαν ψιλὴν πανταχόθεν μέχρι τῆς κορυφῆς.

2.53.7ἀκρόκομα δ’ὄντα διαφόρους ἔχει τὰς ἀπὸ τῆς κόμης διαθέσεις · τὰ μὲν γὰρ πάντῃ τοὺς ῥάδικας ἔχει περικεχυμένους, καὶ κατὰ μέσον ἔκ τινος περιρραγέντος φλοιοῦ βοτρυώδη καρπὸν ἀνίησι, τὰ δὲ ἐφ’ἓν μέρος ἔχοντα κεκλιμένας τὰς ἐπὶ τῆς κορυφῆς κόμας σχηματισμὸν ἀποτελεῖ λαμπάδος ἀπαιθυσσομένης, ἔνια δ’ἐπ’ἀμφότερα τὰ μέρη περικλώμενα καὶ διπλῇ τῇ καταθέσει τῶν κλάδων ἀμφίχαιτα γινόμενα γραφικὴν ἀποτελεῖ τὴν πρόσοψιν.

2.54

2.54.1τῆς δ’ὅλης Ἀραβίας τὴν μὲν ἐπὶ μεσημβρίαν νεύουσαν εὐδαίμονα προσαγορεύουσι, τὴν δ’ἐνδοτέρω κειμένην νέμεται πλῆθος Ἀράβων νομάδων καὶ σκηνίτην βίον ᾑρημένων. οὗτοι δὲ θρεμματοτροφοῦντες ἀγέλας μεγάλας βοσκημάτων ἐναυλίζονται πεδίοις ἀμετρήτοις.

2.54.2 δ’ἀνὰ μέσον ταύτηςτε καὶ τῆς εὐδαίμονος Ἀραβίας ἔρημος καὶ ἄνυδρός ἐστι, καθάπερ προείρηται · τὰ δὲ πρὸς δυσμὰς μέρη κεκλιμένα τῆς Ἀραβίας διείληπται πεδίοις ἁμμώδεσιν ἀερίοις τὸ μέγεθος, δι’ὧν οἱ τὰς ὁδοιπορίας ποιούμενοι καθάπερ οἱ ἐν τοῖς πελάγεσι πρὸς τὰς ἀπὸ τῶν ἄρκτων σημασίας τὴν διέξοδον ποιοῦνται.

2.54.3τὸ δ’ὑπολειπόμενον μέρος τῆς Ἀραβίας τὸ πρὸς τὴν Συρίαν κεκλιμένον πλήθει γεωργῶν καὶ παντοδαπῶν ἐμπόρων, οἳ διὰ τὰς τῶν φορτίων εὐκαίρους ἀντιδόσεις τὰ παρ’ἀμφοτέροις σπανίζοντα πρὸς δαψίλειαν τῶν χρησίμων διορθοῦνται.

2.54.4 δὲ παρὰ τὸν ὠκεανὸν Ἀραβία κεῖται μὲν ὑπεράνω τῆς εὐδαίμονος, ποταμοῖς δὲ πολλοῖς καὶ μεγάλοις διειλημμένη πολλοὺς ποιεῖ τόπους λιμνάζοντας καὶ μεγάλων ἑλῶν περιμέτρους.

2.54.5τοῖς δ’ἐκ τῶν ποταμῶν ἐπακτοῖς ὕδασι καὶ τοῖς ἐκ τῶν θερινῶν ὄμβρων γινομένοις ἀρδεύοντες πολλὴν χώραν, καὶ διπλοῦς καρποὺς λαμβάνουσι. τρέφει δὲ τόπος οὗτος ἐλεφάντων ἀγέλας καὶ ἄλλα ζῷα κητώδη χερσαῖα καὶ δίμορφα, ταῖς ἰδέαις ἐξηλλαγμένα · πρὸς δὲ τούτοις θρεμμάτων παντοδαπῶν πλήθει, καὶ μάλιστα βοῶν καὶ προβάτων τῶν τὰς μεγάλας καὶ παχείας ἐχόντων οὐράς.

2.54.6πλεῖστα δὲ καὶ διαφορώτατα γένη καμήλων τρέφει, τῶντε ψιλῶν καὶ δασέων καὶ διπλοῦν ἀνατετακότων τὸ κατὰ τὴν ῥάχιν κύρτωμα καὶ διὰ τοῦτο διτύλων ὀνομαζομένων, ὧν αἱ μὲν γάλα παρεχόμεναι καὶ κρεοφαγούμεναι πολλὴν παρέχονται τοῖς ἐγχωρίοις δαψίλειαν, αἱ δὲ πρὸς νωτοφορίαν ἠσκημέναι πυρῶν μὲν ἀνὰ δέκα μεδίμνους νωτοφοροῦσιν, ἀνθρώπους δὲ κατακειμένους ἐπὶ κλίνης πέντε βαστάζουσιν · αἱ δὲ ἀνάκωλοι καὶ λαγαραὶ ταῖς συστάσεσι δρομάδες εἰσί, καὶ διατείνουσι πλεῖστον ὁδοῦ μῆκος, καὶ μάλιστα πρὸς τὰς διὰ τῆς ἀνύδρου καὶ ἐρήμου συντελουμένας ὁδοιπορίας.

2.54.7αἱ δ’αὐταὶ καὶ κατὰ τοὺς πολέμους εἰς τὰς μάχας ἔχουσαι τοξότας ἄγονται δύο ἀντικαθημένους ἀλλήλοις ἀντινώτους · τούτων δὲ μὲν τοὺς κατὰ πρόσωπον ἀπαντῶντας, δὲ τοὺς ἐπιδιώκοντας ἀμύνεται. περὶ μὲν οὖν τῆς Ἀραβίας καὶ τῶν ἐν αὐτῇ φυομένων εἰ καὶ πεπλεονάκαμεν, ἀλλ’οὖν πολλὰ τοῖς φιλαναγνωστοῦσι πρὸς φιληκοΐαν ἀπηγγέλκαμεν.

2.55

2.55.1περὶ δὲ τῆς κατὰ τὸν ὠκεανὸν εὑρεθείσης νήσου κατὰ τὴν μεσημβρίαν καὶ τῶν κατ’αὐτὴν παραδοξολογουμένων πειρασόμεθα συντόμως διελθεῖν, προεκθέμενοι τὰς αἰτίας τῆς εὑρέσεως ἀκριβῶς.

2.55.2Ἰαμβοῦλος ἦν ἐκ παίδων παιδείαν ἐζηλωκώς, μετὰ δὲ τὴν τοῦ πατρὸς τελευτὴν ὄντος ἐμπόρου καὶ αὐτὸς ἔδωκεν ἑαυτὸν ἐπὶ τὴν ἐμπορίαν · ἀναβαίνων δὲ διὰ τῆς Ἀραβίας ἐπὶ τὴν ἀρωματοφόρον ὑπό τινων λῃστῶν συνελήφθη μετὰ τῶν συνοδοιπόρων. τὸ μὲν οὖν πρῶτον μετά τινος τῶν συνεαλωκότων ἀπεδείχθη νομεύς, ὕστερον δ’ὑπό τινων Αἰθιόπων μετὰ τοῦ συνόντος λῃστευθεὶς ἀπήχθη πρὸς τὴν παραθαλάττιον τῆς Αἰθιοπίας.

2.55.3οὗτοι δὲ συνηρπάγησαν εἰς καθαρμὸν τῆς χώρας, ὄντες ἀλλοεθνεῖς. νόμιμον γὰρ ἦν τοῖς τῇδε κατοικοῦσιν Αἰθίοψι παραδεδομένον ἐκ παλαιῶν χρόνων, χρησμοῖς θεῶν κεκυρωμένον, διὰ γενεῶν μὲν εἴκοσιν, ἐτῶν δ’ἑξακοσίων, τῆς γενεᾶς ἀριθμουμένης τριακονταετοῦς · τοῦ δὲ καθαρμοῦ γινομένου δυσὶν ἀνθρώποις ἦν αὐτοῖς πλοιάριον κατεσκευασμένον τῷ μεγέθει σύμμετρον, τούςτ’ἐν τῇ θαλάττῃ χειμῶνας ἀναφέρειν ἰσχῦον καὶ ῥᾳδίως ὑπὸ δυοῖν ἀνθρώπων ὑπηρετεῖσθαι δυνάμενον · εἰς δὲ τοῦτο τροφὴν δυσὶν ἀνθρώποις ἱκανὴν εἰς ἓξ μῆνας ἐνθέμενοι, καὶ τοὺς ἄνδρας ἐμβιβάσαντες, προσέταττον ἀνάγεσθαι κατὰ τὸν χρησμόν. πλεῖν δὲ διεκελεύοντο πρὸς τὴν μεσημβρίαν ·

2.55.4ἥξειν γὰρ αὐτοὺς εἰς νῆσον εὐδαίμονα καὶ ἐπιεικεῖς ἀνθρώπους, παρ’οἷς μακαρίως ζήσεσθαι. ὁμοίως δὲ καὶ τὸ ἑαυτῶν ἔθνος ἔφασαν, ἐὰν μὲν οἱ πεμφθέντες εἰς τὴν νῆσον διασωθῶσιν, ἑξακοσίων ἐτῶν εἰρήνης καὶ βίου κατὰ πᾶν εὐδαίμονος ἀπολαύσειν · εἰ δὲ καταπλαγέντες τὸ μῆκος τοῦ πελάγους εἰς τοὐπίσω ποιήσονται τὸν πλοῦν, ὡς ἀσεβεῖς καὶ λυμεῶνας ὅλου τοῦ ἔθνους τιμωρίαις περιπεσεῖσθαι ταῖς μεγίσταις.

2.55.5τοὺς μὲν οὖν Αἰθίοπάς φασι μεγάλην πανήγυριν ἀγαγεῖν παρὰ τὴν θάλατταν, καὶ θυσίας μεγαλοπρεπεῖς ἐπιτελέσαντας καταστέψαι τοὺς σκεψομένους καὶ καθαρμὸν ποιησομένους τοῦ ἔθνους ἐξαποστεῖλαι.

2.55.6τούτους δὲ πλεύσαντας πέλαγος μέγα καὶ χειμασθέντας ἐν μησὶ τέτταρσι προσενεχθῆναι τῇ προσημανθείσῃ νήσῳ, στρογγύλῃ μὲν ὑπαρχούσῃ τῷ σχήματι, τὴν δὲ περίμετρον ἐχούσῃ σταδίων ὡς πεντακισχιλίων.

2.56

2.56.1ἤδη δ’αὐτῶν ἐγγιζόντων τῇ νήσῳ τῶν ἐγχωρίων τινὰς ἀπαντήσαντας καταγαγεῖν τὸ σκάφος · τοὺς δὲ κατὰ τὴν νῆσον συνδραμόντας θαυμάζειν μὲν τὸν τῶν ξένων κατάπλουν, προσενεχθῆναι δὲ αὐτοῖς ἐπιεικῶς καὶ μεταδιδόναι τῶν παρ’αὐτοῖς χρησίμων.

2.56.2εἶναι δὲ τοὺς τὴν νῆσον οἰκοῦντας ταῖςτε τῶν σωμάτων ἰδιότησι καὶ ταῖς ἀγωγαῖς πολὺ διαλλάττοντας τῶν κατὰ τὴν ἡμετέραν οἰκουμένην · πάντας μὲν γὰρ παραπλησίους εἶναι τοῖς ἀναπλάσμασι τῶν σωμάτων, καὶ κατὰ τὸ μέγεθος ὑπεράγειν τοὺς τέτταρας πήχεις, τὰ δὲ ὀστᾶ τοῦ σώματος ἔχειν ἐπὶ ποσὸν καμπτόμενα καὶ πάλιν ἀποκαθιστάμενα παραπλησίως τοῖς νευρώδεσι τόποις.

2.56.3εἶναι δὲ τοῖς σώμασιν ἁπαλοὺς μὲν καθ’ὑπερβολήν, εὐτονωτέρους δὲ πολὺ τῶν παρ’ἡμῖν · δραξαμένων γὰρ αὐτῶν ταῖς χερσὶν ὁδηποτοῦν μηδένα δύνασθαι τὸ τοῖς δακτύλοις περιληφθὲν ἐκτρέψαι. τρίχας δ’ἁπλῶς μηδαμῇ τοῦ σώματος ἔχειν πλὴν ἐν τῇ κεφαλῇ καὶ ὀφρύσι καὶ βλεφάροις, ἔτι δὲ καὶ πώγωνι, τὰ δὲ ἄλλα μέρη τοῦ σώματος οὕτω λεῖα ὥστε μη δὲ τὸν ἐλάχιστον χνοῦν ἐν τῷ σώματι φαίνεσθαι.

2.56.4εἶναι δὲ καὶ τῷ κάλλει διαπρεπεῖς καὶ ταῖς ἄλλαις περιγραφαῖς τοῦ σώματος εὐρύθμους. καὶ τὰ μὲν τῆς ἀκοῆς τρήματα πολὺ τῶν παρ’ἡμῖν ἔχειν εὐρυχωρέστερα, καὶ καθάπερ ἐπιγλωττίδας αὐτοῖς ἐκπεφυκέναι.

2.56.5ἴδιον δέ τι καὶ περὶ τὴν γλῶτταν αὐτοὺς ἔχειν, τὸ μὲν φυσικῶς αὐτοῖς συγγεγενημένον, τὸ δ’ἐξ ἐπινοίας φιλοτεχνούμενον · δίπτυχον μὲν γὰρ αὐτοὺς ἔχειν τὴν γλῶτταν ἐπὶ ποσόν, τὰ δ’ἐνδοτέρω προσδιαιρεῖν, ὥστε διπλῆν αὐτὴν γίνεσθαι μέχρι τῆς ῥίζης.

2.56.6διὸ καὶ ποικιλωτάτους αὐτοὺς εἶναι ταῖς φωναῖς οὐ μόνον πᾶσαν ἀνθρωπίνην καὶ διηρθρωμένην διάλεκτον μιμουμένους, ἀλλὰ καὶ τὰς τῶν ὀρνέων πολυφωνίας, καὶ καθόλου πᾶσαν ἤχου ἰδιότητα προΐεσθαι · τὸ δὲ πάντων παραδοξότατον, ἅμα πρὸς δύο τῶν ἐντυγχανόντων λαλεῖν ἐντελῶς, ἀποκρινομένουςτε καὶ ταῖς ὑποκειμέναις περιστάσεσιν οἰκείως ὁμιλοῦντας · τῇ μὲν γὰρ ἑτέρᾳ πτυχὶ πρὸς τὸν ἕνα, τῇ δ’ἄλλῃ πάλιν ὁμοίως πρὸς τὸν ἕτερον διαλέγεσθαι.

2.56.7εὐκρατότατον δ’εἶναι τὸν ἀέρα παρ’αὐτοῖς, ὡς ἂν κατὰ τὸν ἰσημερινὸν οἰκοῦντας, καὶ μήθ’ὑπὸ καύματος μήθ’ὑπὸ ψύχους ἐνοχλουμένους. καὶ τὰς ὀπώρας δὲ παρ’αὐτοῖς παρ’ὅλον τὸν ἐνιαυτὸν ἀκμάζειν, ὥσπερ καὶ ποιητής φησιν ὄχνη ἐπ’ὄχνῃ γηράσκει, μῆλον δ’ἐπὶ μήλῳ, αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δ’ἐπὶ σύκῳ. εἶναι δὲ διὰ παντὸς παρ’αὐτοῖς τὴν ἡμέραν ἴσην τῇ νυκτί, καὶ κατὰ τὸ μέσον τῆς ἡμέρας μὴ γίνεσθαι παρ’αὐτοῖς σκιὰν μηδενὸς διὰ τὸ κατὰ κορυφὴν εἶναι τὸν ἥλιον.

2.57

2.57.1βιοῦν δ’αὐτοὺς κατὰ συγγενείας καὶ συστήματα, συνηγμένων τῶν οἰκείων οὐ πλειόνων τετρακοσίων · τούτους δ’ἐν τοῖς λειμῶσι διαζῆν, πολλὰ τῆς χώρας ἐχούσης πρὸς διατροφήν · διὰ γὰρ τὴν ἀρετὴν τῆς νήσου καὶ τὴν εὐκρασίαν τοῦ ἀέρος γεννᾶσθαι τροφὰς αὐτομάτους πλείους τῶν ἱκανῶν.

2.57.2φύεσθαι γὰρ παρ’αὐτοῖς κάλαμον πολύν, φέροντα καρπὸν δαψιλῆ, παρεμφερῆ τοῖς λευκοῖς ὀρόβοις. τοῦτον οὖν συναγαγόντες βρέχουσιν ἐν ὕδατι θερμῷ, μέχρι ἂν τὸ μέγεθος σχῶσιν ὡς ᾠοῦ περιστερᾶς · ἔπειτα συνθλάσαντες καὶ τρίψαντες ἐμπείρως ταῖς χερσὶ διαπλάττουσιν ἄρτους, οὓς ὀπτήσαντες σιτοῦνται διαφόρους ὄντας τῇ γλυκύτητι.

2.57.3εἶναι δὲ καὶ πηγὰς ὑδάτων δαψιλεῖς, τὰς μὲν θερμῶν εἰς λουτρὰ καὶ κόπων ἀφαίρεσιν εὐθέτους, τὰς δὲ ψυχρῶν τῇ γλυκύτητι διαφόρους καὶ πρὸς ὑγίειαν συνεργεῖν δυναμένας. ὑπάρχειν δὲ παρ’αὐτοῖς καὶ παιδείας πάσης ἐπιμέλειαν, μάλιστα δὲ ἀστρολογίας ·

2.57.4γράμμασίτε αὐτοὺς χρῆσθαι κατὰ μὲν τὴν δύναμιν τῶν σημαινόντων εἴκοσι καὶ ὀκτὼ τὸν ἀριθμόν, κατὰ δὲ τοὺς χαρακτῆρας ἑπτά, ὧν ἕκαστον τετραχῶς μετασχηματίζεσθαι. γράφουσι δὲ τοὺς στίχους οὐκ εἰς τὸ πλάγιον ἐκτείνοντες, ὥσπερ ἡμεῖς, ἀλλ’ἄνωθεν κάτω καταγράφοντες εἰς ὀρθόν. πολυχρονίους δ’εἶναι τοὺς ἀνθρώπους καθ’ὑπερβολήν, ὡς ἂν ἄχρι τῶν πεντήκοντα καὶ ἑκατὸν ἐτῶν ζῶντας καὶ γινομένους ἀνόσους κατὰ τὸ πλεῖστον.

2.57.5τὸν δὲ πηρωθέντα καθόλου τι ἐλάττωμα ἔχοντα ἐν τῷ σώματι μεθιστάνειν ἑαυτὸν ἐκ τοῦ ζῆν ἀναγκάζουσι κατά τινα νόμον ἀπότομον. νόμιμον δ’αὐτοῖς ἐστι ζῆν ἄχρι ἐτῶν ὡρισμένων, καὶ τὸν χρόνον τοῦτον ἐκπληρώσαντας ἑκουσίως μεταλλάττειν ἐξηλλαγμένῳ θανάτῳ · φύεσθαι γὰρ παρ’αὐτοῖς ἰδιοφυῆ βοτάνην, ἐφ’ἧς ὅταν τις κοιμηθῇ, λεληθότως καὶ προσηνῶς εἰς ὕπνον κατενεχθεὶς ἀποθνήσκει.

2.58

2.58.1γυναῖκας δὲ μὴ γαμεῖν, ἀλλὰ κοινὰς ἔχειν, καὶ τοὺς γεννηθέντας παῖδας ὡς κοινοὺς τρέφοντας ἐπ’ἴσης ἀγαπᾶν · νηπίων δ’ὄντων αὐτῶν πολλάκις τὰς τρεφούσας διαλλάττειν τὰ βρέφη, ὅπως μη δ’αἱ μητέρες ἐπιγινώσκωσι τοὺς ἰδίους. διόπερ μηδεμιᾶς παρ’αὐτοῖς γινομένης φιλοτιμίας ἀστασιάστους καὶ τὴν ὁμόνοιαν περὶ πλείστου ποιουμένους διατελεῖν.

2.58.2εἶναι δὲ παρ’αὐτοῖς καὶ ζῷα, μικρὰ μὲν τοῖς μεγέθεσι, παράδοξα δὲ τῇ φύσει τοῦ σώματος καὶ τῇ δυνάμει τοῦ αἵματος · εἶναι γὰρ αὐτὰ τῷ σχήματι στρογγύλα καὶ παρεμφερέστατα ταῖς χελώναις, τὴν δ’ἐπιφάνειαν δυσὶ γραμμαῖς μηλίναις κεχιασμένα, ἐφ’ἑκάστης δὲ ἄκρας ἔχειν ὀφθαλμὸν καὶ στόμα ·

2.58.3διὸ καὶ τέτταρσιν ὄμμασι βλέποντα καὶ τοῖς ἴσοις στόμασι χρώμενα εἰς ἕνα φάρυγα συνάγειν τὰ σιτία, καὶ διὰ τούτου καταπινομένης τῆς τροφῆς εἰς μίαν κοιλίαν συρρεῖν ἅπαντα · ὁμοίως δὲ τὰ σπλάγχνα καὶ τἄλλα τὰ ἐντὸς πάντα ἔχειν μοναχά. πόδας δὲ ὑποκεῖσθαι κύκλῳ τῆς περιφερείας πολλούς, δι’ὧν δύνασθαι πορεύεσθαι πρὸς ἂν μέρος βούληται.

2.58.4τὸ δ’αἷμα τούτου τοῦ ζῴου θαυμάσιον ἔχειν δύναμιν · πᾶν γὰρ τὸ διατμηθὲν ἔμπνουν σῶμα κολλᾶν παραχρῆμα, κἂν ἀποκοπεῖσα χεὶρ ὅμοιον εἰπεῖν τύχῃ, δι’αὐτοῦ κολλᾶσθαι προσφάτου τῆς τομῆς οὔσης, καὶ τἄλλα δὲ μέρη τοῦ σώματος, ὅσα μὴ κυρίοις τόποις καὶ συνέχουσι τὸ ζῆν κατέχεται.

2.58.5ἕκαστον δὲ τῶν συστημάτων τρέφειν ὄρνεον εὐμέγεθες ἰδιάζον τῇ φύσει, καὶ διὰ τούτου πειράζεται τὰ νήπια τῶν βρεφῶν ποίας τινὰς ἔχει τὰς τῆς ψυχῆς διαθέσεις · ἀναλαμβάνουσι γὰρ αὐτὰ ἐπὶ τὰ ζῷα, καὶ τούτων πετομένων τὰ μὲν τὴν διὰ τοῦ ἀέρος φορὰν ὑπομένοντα τρέφουσι, τὰ δὲ περιναύτια γινόμενα καὶ θάμβους πληρούμενα ῥίπτουσιν, ὡς οὔτε πολυχρόνια καθεστῶτα οὔτε τοῖς ἄλλοις τοῖς τῆς ψυχῆς λήμασιν ἀξιόλογα.

2.58.6ἑκάστου δὲ συστήματος πρεσβύτερος ἀεὶ τὴν ἡγεμονίαν ἔχει, καθάπερ τις βασιλεύς, καὶ τούτῳ πάντες πείθονται · ὅταν δ’ πρῶτος τελέσας τὰ ἑκατὸν καὶ πεντήκοντα ἔτη κατὰ τὸν νόμον ἀπαλλάξῃ ἑαυτὸν τοῦ ζῆν, μετὰ τοῦτον πρεσβύτατος διαδέχεται τὴν ἡγεμονίαν.

2.58.7 δὲ περὶ τὴν νῆσον θάλαττα, ῥοώδης οὖσα καὶ μεγάλας ἀμπώτεις καὶ πλημύρας ποιουμένη, γλυκεῖα τὴν γεῦσιν καθέστηκε. τῶν δὲ παρ’ἡμῖν ἄστρων τὰς ἄρκτους καὶ πολλὰ καθόλου μὴ φαίνεσθαι. ἑπτὰ δ’ἦσαν αὗται νῆσοι παραπλήσιαι μὲν τοῖς μεγέθεσι, σύμμετρον δ’ἀλλήλων διεστηκυῖαι, πᾶσαι δὲ τοῖς αὐτοῖς ἔθεσι καὶ νόμοις χρώμεναι.

2.59

2.59.1πάντες δ’οἱ κατοικοῦντες ἐν αὐταῖς, καίπερ δαψιλεῖς ἔχοντες πάντων χορηγίας αὐτοφυεῖς, ὅμως οὐκ ἀνέδην χρῶνται ταῖς ἀπολαύσεσιν, ἀλλὰ τὴν λιτότητα διώκουσι καὶ τὴν ἀρκοῦσαν τροφὴν προσφέρονται · κρέα δὲ καὶ τἄλλα πάντα ὀπτὰ καὶ ἐξ ὕδατος ἑφθὰ σκευάζουσι · τῶν δ’ἄλλων τῶν τοῖς μαγείροις πεφιλοτεχνημένων χυμῶν καὶ τῆς κατὰ τὰς ἀρτύσεις ποικιλίας ἀνεπινόητοι παντελῶς εἰσι.

2.59.2σέβονται δὲ θεοὺς τὸ περιέχον πάντα καὶ ἥλιον καὶ καθόλου πάντα τὰ οὐράνια. ἰχθύων δὲ παντοδαπῶν πλῆθος ἁλιεύοντες ποικίλως καὶ τῶν πτηνῶν οὐκ ὀλίγα θηρεύουσι.

2.59.3γίνεται δὲ παρ’αὐτοῖς ἀκροδρύωντε πλῆθος αὐτομάτων, καὶ ἐλαῖαι φύονται καὶ ἄμπελοι, ἐξ ὧν ἔλαιόντε ποιοῦσι δαψιλὲς καὶ οἶνον. ὄφειςτε τοῖς μεγέθεσι διαφέροντας, οὐδὲν δὲ ἀδικοῦντας τοὺς ἀνθρώπους, ἐδώδιμον ἔχειν τὴν σάρκα καὶ γλυκύτητι διαφέρουσαν.

2.59.4ἐσθῆτας δὲ αὐτοὺς κατασκευάζειν ἔκ τινων καλάμων ἐχόντων ἐν τῷ μέσῳ χνοῦν λαμπρὸν καὶ μαλακόν, ὃν συνάγοντας καὶ τοῖς θαλαττίοις ὀστρέοις συγκεκομμένοις μίσγοντας θαυμαστὰ κατασκευάζειν ἱμάτια πορφυρᾶ. ζῴων δὲ παρηλλαγμένας φύσεις καὶ διὰ τὸ παράδοξον ἀπιστουμένας.

2.59.5πάντα δὲ παρ’αὐτοῖς ὡρισμένην ἔχειν τάξιν τὰ κατὰ τὴν δίαιταν, οὐχ ἅμα πάντων τὰς τροφὰς καὶ τὰς αὐτὰς λαμβανόντων · διατετάχθαι δ’ἐπί τινας ὡρισμένας ἡμέρας ποτὲ μὲν ἰχθύων βρῶσιν, ποτὲ δὲ ὀρνέων, ἔστι δ’ὅτε χερσαίων, ἐνίοτε δὲ ἐλαιῶν καὶ τῶν λιτοτάτων προσοψημάτων.

2.59.6ἐναλλὰξ δὲ αὐτοὺς τοὺς μὲν ἀλλήλοις διακονεῖν, τοὺς δὲ ἁλιεύειν, τοὺς δὲ περὶ τὰς τέχνας εἶναι, ἄλλους δὲ περὶ ἄλλα τῶν χρησίμων ἀσχολεῖσθαι, τοὺς δ’ἐκ περιόδου κυκλικῆς λειτουργεῖν, πλὴν τῶν ἤδη γεγηρακότων.

2.59.7ἔντε ταῖς ἑορταῖς καὶ ταῖς εὐωχίαις λέγεσθαίτε καὶ ᾅδεσθαι παρ’αὐτοῖς εἰς τοὺς θεοὺς ὕμνους καὶ ἐγκώμια, μάλιστα δὲ εἰς τὸν ἥλιον, οὗ τάςτε νήσους καὶ ἑαυτοὺς προσαγορεύουσι.

2.59.8θάπτουσι δὲ τοὺς τελευτήσαντας ὅταν ἄμπωτις γένηται καταχωννύντες εἰς τὴν ἅμμον, ὥστε κατὰ τὴν πλημυρίδα τὸν τόπον ἐπιχώννυσθαι. τοὺς δὲ καλάμους, ἐξ ὧν καρπὸς τῆς τροφῆς γίνεται, φασὶ σπιθαμιαίους ὄντας τὸ πάχος κατὰ τὰς τῆς σελήνης ἀναπληρώσεις ἀναπληροῦσθαι, καὶ πάλιν κατὰ τὰς ἐλαττώσεις ἀνὰ λόγον ταπεινοῦσθαι.

2.59.9τὸ δὲ τῶν θερμῶν πηγῶν ὕδωρ γλυκὺ καὶ ὑγιεινὸν ὂν διαφυλάττει τὴν θερμασίαν, καὶ οὐδέποτε ψύχεται, ἐὰν μὴ ψυχρὸν ὕδωρ οἶνος συμμίσγηται.

2.60

2.60.1ἑπτὰ δ’ἔτη μείναντας παρ’αὐτοῖς τοὺς περὶ τὸν Ἰαμβοῦλον ἐκβληθῆναι ἄκοντας, ὡς κακούργους καὶ πονηροῖς ἐθισμοῖς συντεθραμμένους. πάλιν οὖν τὸ πλοιάριον κατασκευάσαντας συναναγκασθῆναι τὸν χωρισμὸν ποιήσασθαι, καὶ τροφὴν ἐνθεμένους πλεῦσαι πλέον τέτταρας μῆνας · ἐκπεσεῖν δὲ κατὰ τὴν Ἰνδικὴν εἰς ἅμμους καὶ τεναγώδεις τόπους ·

2.60.2καὶ τὸν μὲν ἕτερον αὐτῶν ὑπὸ τοῦ κλύδωνος διαφθαρῆναι, τὸν δὲ Ἰαμβοῦλον πρός τινα κώμην προσενεχθέντα ὑπὸ τῶν ἐγχωρίων ἀναχθῆναι πρὸς τὸν βασιλέα εἰς πόλιν Παλίβοθρα, πολλῶν ἡμερῶν ὁδὸν ἀπέχουσαν τῆς θαλάττης.

2.60.3ὄντος δὲ φιλέλληνος τοῦ βασιλέως καὶ παιδείας ἀντεχομένου, μεγάλης αὐτὸν ἀποδοχῆς καταξιῶσαι · τὸ δὲ τελευταῖον μετά τινος ἀσφαλείας τὸ μὲν πρῶτον εἰς τὴν Περσίδα διελθεῖν, ὕστερον δὲ εἰς τὴν Ἑλλάδα διασωθῆναι.

2.60.4 δὲ Ἰαμβοῦλος ταῦτάτε ἀναγραφῆς ἠξίωσε καὶ περὶ τῶν κατὰ τὴν Ἰνδικὴν οὐκ ὀλίγα συνετάξατο τῶν ἀγνοουμένων παρὰ τοῖς ἄλλοις. ἡμεῖς δὲ τὴν ἐν ἀρχῇ τῆς βίβλου γεγενημένην ἐπαγγελίαν τετελεκότες αὐτοῦ περιγράψομεν τήνδε τὴν βίβλον.