Diodorus Siculus

Historical Library, 16

16.1

16.1.1ἐν πάσαις μὲν ταῖς ἱστορικαῖς πραγματείαι καθήκει τοὺς συγγραφεῖς περιλαμβάνειν ἐν ταῖς βίβλοις πόλεων βασιλέων πράξεις αὐτοτελεῖς ἀπ’ἀρχῆς μέχρι τοῦ τέλους · οὕτως γὰρ μάλιστα διαλαμβάνομεν τὴν ἱστορίαν εὐμνημόνευτον καὶ σαφῆ γενέσθαι τοῖς ἀναγινώσκουσιν.

16.1.2αἱ μὲν γὰρ ἡμιτελεῖς πράξεις οὐκ ἔχουσαι συνεχὲς ταῖς ἀρχαῖς τὸ πέρας μεσολαβοῦσι τὴν ἐπιθυμίαν τῶν φιλαναγνωστούντων, αἱ δὲ τὸ τῆς διηγήσεως συνεχὲς περιλαμβάνουσαι μέχρι τῆς τελευτῆς ἀπηρτισμένην τὴν τῶν πράξεων ἔχουσιν ἀπαγγελίαν. ὅταν δ’ φύσις αὐτὴ τῶν πραχθέντων συνεργῇ τοῖς συγγραφεῦσι, τότ’ἤδη παντελῶς οὐκ ἀποστατέον ταύτης τῆς προαιρέσεως.

16.1.3διόπερ καὶ ἡμεῖς παρόντες ἐπὶ τὰς Φιλίππου τοῦ Ἀμύντου πράξεις πειρασόμεθα τούτῳ τῷ βασιλεῖ τὰ πραχθέντα περιλαβεῖν ἐν ταύτῃ τῇ βίβλῳ. οὗτος γὰρ εἴκοσι μὲν καὶ τέτταρα ἔτη τῶν Μακεδόνων ἐβασίλευσεν, ἐλαχίσταις δὲ ἀφορμαῖς χρησάμενος μεγίστην τῶν κατὰ τὴν Εὐρώπην δυναστειῶν κατεσκεύασε τὴν ἰδίαν βασιλείαν καὶ παραλαβὼν τὴν Μακεδονίαν δουλεύουσαν Ἰλλυριοῖς πολλῶν καὶ μεγάλων ἐθνῶν καὶ πόλεων κυρίαν ἐποίησε.

16.1.4διὰ δὲ τὴν ἰδίαν ἀρετὴν τῆς μὲν Ἑλλάδος ἁπάσης παρέλαβε τὴν ἡγεμονίαν ἑκουσίως τῶν πόλεων ὑποταττομένων, τοὺς δὲ τὸ ἐν Δελφοῖς ἱερὸν συλήσαντας καταπολεμήσας καὶ τῷ μαντείῳ βοηθήσας μετέσχε τοῦ συνεδρίου τῶν Ἀμφικτυόνων καὶ διὰ τὴν εἰς τοὺς θεοὺς εὐσέβειαν ἔπαθλον ἔλαβε τὰς ψήφους τῶν κρατηθέντων Φωκέων.

16.1.5Ἰλλυριοὺς δὲ καὶ Παίονας καὶ Θρᾷκας καὶ Σκύθας καὶ πάντα τὰ πλησιόχωρα τούτοις ἔθνη καταπολεμήσας τὴν Περσῶν βασιλείαν ἐπεβάλετο καταλῦσαι καὶ δυνάμεις μὲν εἰς τὴν Ἀσίαν διαβιβάσας τὰς Ἑλληνίδας πόλεις ἠλευθέρου, μεσολαβηθεὶς δ’ὑπὸ τῆς πεπρωμένης τηλικαύτας καὶ τοιαύτας δυνάμεις ἀπέλιπεν ὥστε τὸν υἱὸν Ἀλέξανδρον μὴ προσδεηθῆναι συμμάχων εἰς τὴν κατάλυσιν τῆς Περσῶν ἡγεμονίας.

16.1.6καὶ ταῦτ’ἔπραξεν οὐ διὰ τύχην, ἀλλὰ διὰ τὴν ἰδίαν ἀρετήν. γέγονε γὰρ βασιλεὺς οὗτος ἀγχινοίᾳ στρατηγικῇ καὶ ἀνδρείᾳ καὶ λαμπρότητι ψυχῆς διαφέρων. ἵνα δὲ μὴ διὰ τοῦ προοιμίου προλαμβάνωμεν αὐτοῦ τὰς πράξεις, ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας πορευσόμεθα, βραχέα τοῖς χρόνοις προσαναδραμόντες.

16.2

16.2.1ἐπ’ἄρχοντος γὰρ Ἀθήνησι Καλλιμήδους Ὀλυμπιὰς μὲν ἤχθη πέμπτη πρὸς ταῖς ἑκατόν, καθ’ἣν ἐνίκα στάδιον Πῶρος Κυρηναῖος, Ῥωμαῖοι δὲ κατέστησαν ὑπάτους Γναῖον Γενύκιον καὶ Λεύκιον Αἰμίλιον. ἐπὶ δὲ τούτων Φίλιππος Ἀμύντου υἱός, Ἀλεξάνδρου δὲ τοῦ Πέρσας καταπολεμήσαντος πατήρ, παρέλαβε τὴν τῶν Μακεδόνων βασιλείαν διὰ τοιαύτας αἰτίας.

16.2.2Ἀμύντου καταπολεμηθέντος ὑπὸ Ἰλλυριῶν καὶ φόρους τοῖς κρατήσασι τελεῖν ἀναγκασθέντος οἱ μὲν Ἰλλυριοὶ λαβόντες εἰς ὁμηρείαν Φίλιππον τὸν νεώτατον τῶν υἱῶν παρέθεντο τοῖς Θηβαίοις. οὗτοι δὲ τῷ Ἐπαμεινώνδου πατρὶ παρέθεντο τὸν νεανίσκον καὶ προσέταξαν ἅμα τηρεῖν ἐπιμελῶς τὴν παρακαταθήκην καὶ προστατεῖν τῆς ἀγωγῆς καὶ παιδείας.

16.2.3τοῦ δ’Ἐπαμεινώνδου Πυθαγόριον ἔχοντος φιλόσοφον ἐπιστάτην συντρεφόμενος Φίλιππος μετέσχεν ἐπὶ πλεῖον τῶν Πυθαγορίων λόγων. ἀμφοτέρων δὲ τῶν μαθητῶν προσενεγκαμένων φύσιντε καὶ φιλοπονίαν ὑπῆρξαν ἑκάτεροι διαφέροντες ἀρετῇ · ὧν Ἐπαμεινώνδας μὲν μεγάλους ἀγῶνας καὶ κινδύνους ὑπομείνας τῇ πατρίδι παραδόξως τὴν ἡγεμονίαν τῆς Ἑλλάδος περιέθηκεν, δὲ Φίλιππος ταῖς αὐταῖς ἀφορμαῖς χρησάμενος οὐκ ἀπελείφθη τῆς Ἐπαμεινώνδου δόξης.

16.2.4μετὰ γὰρ τὴν Ἀμύντου τελευτὴν Ἀλέξανδρος πρεσβύτατος τῶν υἱῶν διεδέξατο τὴν ἀρχήν. τοῦτον δὲ Πτολεμαῖος Ἀλωρίτης δολοφονήσας παρέλαβε τὴν βασιλείαν καὶ τοῦτον ὁμοίως Περδίκκας ἐπανελόμενος ἐβασίλευσεν. τούτου δὲ παρατάξει μεγάλῃ λειφθέντος ὑπὸ Ἰλλυριῶν καὶ πεσόντος ἐπὶ τῆς χρείας Φίλιππος ἀδελφὸς διαδρὰς ἐκ τῆς ὁμηρείας παρέλαβε τὴν βασιλείαν κακῶς διακειμένην.

16.2.5ἀνῄρηντο μὲν γὰρ ἐν τῇ παρατάξει Μακεδόνων πλείους τῶν τετρακισχιλίων, οἱ δὲ λοιποὶ καταπεπληγμένοι τὰς τῶν Ἰλλυριῶν δυνάμεις περίφοβοι καθειστήκεισαν καὶ πρὸς τὸ διαπολεμεῖν ἀθύμως εἶχον.

16.2.6ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Παίονες μὲν πλησίον τῆς Μακεδονίας οἰκοῦντες ἐπόρθουν τὴν χώραν καταφρονοῦντες τῶν Μακεδόνων, Ἰλλυριοὶ δὲ μεγάλας δυνάμεις ἤθροιζον καὶ στρατεύειν εἰς τὴν Μακεδονίαν παρεσκευάζοντο, Παυσανίας δέ τις τῆς βασιλικῆς συγγενείας κοινωνῶν ἐπεβάλλετο διὰ τοῦ Θρᾳκῶν βασιλέως ἐπὶ τὴν Μακεδονικὴν βασιλείαν κατιέναι. ὁμοίως δὲ καὶ Ἀθηναῖοι πρὸς Φίλιππον ἀλλοτρίως ἔχοντες κατῆγον ἐπὶ τὴν βασιλείαν Ἀργαῖον καὶ στρατηγὸν ἀπεστάλκεισαν Μαντίαν ἔχοντα τρισχιλίους μὲν ὁπλίτας, ναυτικὴν δὲ δύναμιν ἀξιόλογον.

16.3

16.3.1οἱ δὲ Μακεδόνες διάτε τὴν ἐν τῇ μάχῃ συμφορὰν καὶ διὰ τὸ μέγεθος τῶν ἐπιφερομένων κινδύνων ἐν ἀπορίᾳ τῇ μεγίστῃ καθειστήκεισαν. ἀλλ’ὅμως τηλικούτων φόβων καὶ κινδύνων ἐφεστώτων Φίλιππος οὐ κατεπλάγη τὸ μέγεθος τῶν προσδοκωμένων δεινῶν, ἀλλὰ τοὺς Μακεδόνας ἐν συνεχέσιν ἐκκλησίαις συνέχων καὶ τῇ τοῦ λόγου δεινότητι προτρεπόμενος ἐπὶ τὴν ἀνδρείαν εὐθαρσεῖς ἐποίησε, τὰς δὲ στρατιωτικὰς τάξεις ἐπὶ τὸ κρεῖττον διορθωσάμενος καὶ τοὺς ἄνδρας τοῖς πολεμικοῖς ὅπλοις δεόντως κοσμήσας, συνεχεῖς ἐξοπλασίας καὶ γυμνασίας ἐναγωνίους ἐποιεῖτο.

16.3.2ἐπενόησε δὲ καὶ τὴν τῆς φάλαγγος πυκνότητα καὶ κατασκευήν, μιμησάμενος τὸν ἐν Τροίᾳ τῶν ἡρώων συνασπισμόν, καὶ πρῶτος συνεστήσατο τὴν Μακεδονικὴν φάλαγγα.

16.3.3ἐν δὲ ταῖς ὁμιλίαις προσηνὴς ἦν καὶ διάτε τῶν δωρεῶν καὶ τῶν ἐπαγγελιῶν εἰς τὴν μεγίστην εὔνοιαν τὰ πλήθη προήγετο, πρόςτε τὸ πλῆθος τῶν ἐπιφερομένων κινδύνων εὐστόχως ἀντεμηχανᾶτο. θεωρῶν γὰρ τοὺς Ἀθηναίους ὑπὲρ τοῦ τὴν Ἀμφίπολιν ἀνακτήσασθαι τὴν πᾶσαν φιλοτιμίαν εἰσφερομένους καὶ διὰ τοῦτο κατάγοντας τὸν Ἀργαῖον ἐπὶ τὴν βασιλείαν ἑκουσίως ἐξεχώρησε τῆς πόλεως, ἀφεὶς αὐτὴν αὐτόνομον.

16.3.4πρὸς δὲ Παίονας διαπρεσβευσάμενος καὶ τοὺς μὲν δωρεαῖς διαφθείρας, τοὺς δ’ἐπαγγελίαις φιλανθρώποις πείσας κατὰ τὸ παρὸν εἰρήνην ἄγειν πρὸς αὐτοὺς συνέθετο. ὁμοίως δὲ καὶ τὸν Παυσανίαν ἀπέστησε τῆς καθόδου, τὸν κατάγειν μέλλοντα βασιλέα δωρεαῖς πείσας.

16.3.5Μαντίας δ’ τῶν Ἀθηναίων στρατηγὸς καταπλεύσας εἰς Μεθώνην αὐτὸς μὲν ἐνταῦθα κατέμεινε, τὸν Ἀργαῖον δὲ μετὰ τῶν μισθοφόρων ἐπὶ τὰς Αἰγὰς ἀπέστειλεν. οὗτος δὲ προσελθὼν τῇ πόλει παρεκάλει τοὺς ἐν ταῖς Αἰγαῖς προσδέξασθαι τὴν κάθοδον καὶ γενέσθαι τῆς αὑτοῦ βασιλείας ἀρχηγούς.

16.3.6οὐδενὸς δ’αὐτῷ προσέχοντος μὲν ἀνέκαμπτεν εἰς τὴν Μεθώνην, δὲ Φίλιππος ἐπιφανεὶς μετὰ στρατιωτῶν καὶ συνάψας μάχην πολλοὺς μὲν ἀνεῖλε τῶν μισθοφόρων, τοὺς δὲ λοιποὺς εἴς τινα λόφον καταφυγόντας ὑποσπόνδους ἀφῆκεν, λαβὼν παρ’αὐτῶν ἐκδότους τοὺς φυγάδας. Φίλιππος μὲν οὖν ταύτην πρώτην μάχην νικήσας εὐθαρσεστέρους ἐποίησε τοὺς Μακεδόνας πρὸς τοὺς ἐφεξῆς ἀγῶνας.

16.3.7ἅμα δὲ τούτοις πραττομένοις Θάσιοι μὲν ᾤκισαν τὰς ὀνομαζομένας Κρηνίδας, ἃς ὕστερον βασιλεὺς ἀφ’ἑαυτοῦ ὀνομάσας Φιλίππους ἐπλήρωσεν οἰκητόρων.

16.3.8τῶν δὲ συγγραφέων Θεόπομπος Χῖος τὴν ἀρχὴν τῶν περὶ Φίλιππον ἱστοριῶν ἐντεῦθεν ποιησάμενος γέγραφεν βύβλους ὀκτὼ πρὸς ταῖς πεντήκοντα, ἐξ ὧν πέντε διαφωνοῦσιν.

16.4

16.4.1ἐπ’ἄρχοντος δ’Ἀθήνησιν Εὐχαρίστου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Κόιντον Σερουίλιον καὶ Κόιντον Γενούκιον. ἐπὶ δὲ τούτων Φίλιππος πρέσβεις ἐκπέμψας εἰς Ἀθήνας ἔπεισε τὸν δῆμον εἰρήνην πρὸς αὐτὸν συνθέσθαι διὰ τὸ μηδὲν ἔτι προσποιεῖσθαι τὴν Ἀμφίπολιν.

16.4.2ἀπολυθεὶς δὲ τοῦ πρὸς Ἀθηναίους πολέμου καὶ πυνθανόμενος τὸν βασιλέα τῶν Παιόνων Ἆγιν τετελευτηκέναι ὑπέλαβε καιρὸν ἔχειν ἐπιθέσθαι τοῖς Παίοσιν. στρατεύσας οὖν εἰς τὴν Παιονίαν καὶ παρατάξει τοὺς βαρβάρους νικήσας ἠνάγκασε τὸ ἔθνος πειθαρχεῖν τοῖς Μακεδόσιν.

16.4.3ὑπολειπομένων δὲ πολεμίων τῶν Ἰλλυριῶν ἐφιλοτιμεῖτο καὶ τούτους καταπολεμῆσαι. εὐθὺς οὖν συναγαγὼν ἐκκλησίαν καὶ τοὺς στρατιώτας οἰκείοις λόγοις προτρεψάμενος εἰς τὸν πόλεμον ἐστράτευσεν εἰς τὴν τῶν Ἰλλυριῶν χώραν, πεζοὺς μὲν ἔχων οὐκ ἐλάττους μυρίων, ἱππεῖς δὲ ἑξακοσίους.

16.4.4Βάρδυλις δ’ τῶν Ἰλλυριῶν βασιλεὺς πυθόμενος τὴν παρουσίαν τῶν πολεμίων τὸ μὲν πρῶτον πρέσβεις ἀπέστειλεν περὶ διαλύσεως, ἐφ’ὅτῳ κυρίους ἀμφοτέρους εἶναι τῶν τότε κυριευομένων πόλεων · τοῦ δὲ Φιλίππου φήσαντος ἐπιθυμεῖν μὲν τῆς εἰρήνης, μὴ μέντοι γε ταύτην συγχωρήσειν, ἐὰν μὴ τῶν Μακεδονικῶν πόλεων ἁπασῶν ἐκχωρήσωσιν Ἰλλυριοί, οἱ μὲν πρέσβεις ἐπανῆλθον ἄπρακτοι, δὲ Βάρδυλις πιστεύων ταῖςτε προγεγενημέναις νίκαις καὶ ταῖς τῶν Ἰλλυριῶν ἀνδραγαθίαις ἀπήντα τοῖς πολεμίοις μετὰ τῆς δυνάμεως · εἶχεν δὲ πεζοὺς μὲν μυρίους ἐπιλέκτους, ἱππεῖς δὲ εἰς πεντακοσίους.

16.4.5ὡς δ’ἤγγιζον ἀλλήλοις τὰ στρατεύματα καὶ μετὰ βοῆς πολλῆς συνέρραξαν εἰς τὴν μάχην, μὲν Φίλιππος ἔχων τὸ δεξιὸν κέρας καὶ τοὺς ἀρίστους τῶν Μακεδόνων συναγωνιζομένους τοῖς μὲν ἱππεῦσι παρήγγειλεν παριππεῦσαι καὶ πλαγίοις ἐμβαλεῖν τοῖς βαρβάροις, αὐτὸς δὲ κατὰ στόμα τοῖς πολεμίοις ἐπιπεσὼν καρτερὰν συνεστήσατο μάχην.

16.4.6οἱ δ’Ἰλλυριοὶ συντάξαντες ἑαυτοὺς εἰς πλινθίον ἐρρωμένως συνεστήσαντο τὸν κίνδυνον. καὶ τὸ μὲν πρῶτον ἐπὶ πολὺν χρόνον ἦν ἰσόρροπος μάχη διὰ τὴν ὑπερβολὴν τῆς παρ’ἀμφοτέροις ἀνδραγαθίας καὶ πολλῶν μὲν ἀναιρουμένων, ἔτι δὲ πλειόνων τιτρωσκομένων κίνδυνος δεῦρο κἀκεῖσε τὰς ῥοπὰς ἐλάμβανεν, ταλαντευόμενος αἰεὶ ταῖς τῶν ἀγωνιζομένων ἀρεταῖς · μετὰ δὲ ταῦτα τῶν ἱππέων ἐκ πλαγίου καὶ κατὰ νώτου βιαζομένων, τοῦ δὲ Φιλίππου μετὰ τῶν ἀρίστων ἡρωικῶς ἀγωνισαμένου συνηναγκάσθη τὸ πλῆθος τῶν Ἰλλυριῶν πρὸς φυγὴν ὁρμῆσαι.

16.4.7γενομένης δὲ τῆς διώξεως ἐπὶ πολὺν τόπον καὶ πολλῶν κατὰ τὴν φυγὴν ἀναιρεθέντων μὲν Φίλιππος ἀνακαλεσάμενος τῇ σάλπιγγι τοὺς Μακεδόνας καὶ στήσας τρόπαιον ἔθαψεν τῶν ἰδίων τοὺς τετελευτηκότας, οἱ δ’Ἰλλυριοὶ διαπρεσβευσάμενοι καὶ τῶν Μακεδονικῶν πόλεων πασῶν ἐκχωρήσαντες ἔτυχον τῆς εἰρήνης. ἀνῃρέθησαν δὲ τῶν Ἰλλυριῶν ἐν ταύτῃ τῇ μάχῃ πλείους τῶν ἑπτακισχιλίων.

16.5

16.5.1ἡμεῖς δ’ἐπεὶ τὰ κατὰ τὴν Μακεδονικὴν καὶ τὴν Ἰλλυρίδα διήλθομεν, μεταβησόμεθα πρὸς τὰς ἑτερογενεῖς πράξεις. κατὰ γὰρ τὴν Σικελίαν Διονύσιος τῶν Συρακοσίων τύραννος νεώτερος παρειληφὼς μὲν τὴν δυναστείαν ἐν τοῖς ἀνωτέρω καιροῖς, ἄπρακτος δ’ὢν καὶ πολὺ τοῦ πατρὸς καταδεέστερος προσεποιεῖτο διὰ τὴν ἀπραγίαν εἰρηνικὸς εἶναι καὶ πρᾷος τὸν τρόπον.

16.5.2διόπερ πρὸς Καρχηδονίους διαδεδεγμένος τὸν πόλεμον πρόςτε τούτους εἰρήνην συνέθετο καὶ πρὸς Λευκανοὺς ὁμοίως διαπολεμήσας ἀργῶς ἐπί τινα χρόνον καὶ ταῖς τελευταίαις μάχαις ἐπὶ τοῦ προτερήματος γενόμενος ἀσμένως πρὸς αὐτοὺς κατελύσατο τὸν πόλεμον.

16.5.3κατὰ δὲ τὴν Ἀπουλίαν δύο πόλεις ἔκτισε βουλόμενος ἀσφαλῆ τοῖς πλέουσι τὸν Ἰόνιον πόρον ποιῆσαι · οἱ γὰρ τὴν παραθαλάττιον οἰκοῦντες βάρβαροι λῃστρίσι πολλαῖς πλέοντες ἄπλουν τοῖς ἐμπόροις παρεσκεύαζον πᾶσαν τὴν περὶ τὸν Ἀδρίαν θάλατταν.

16.5.4μετὰ δὲ ταῦτα δοὺς ἑαυτὸν εἰς βίον εἰρηνικὸν ἐξέλυσε μὲν τῶν στρατιωτῶν τὰς ἐν τοῖς πολεμικοῖς γυμνασίας, μεγίστην δὲ τῶν κατὰ τὴν Εὐρώπην δυναστειῶν παραλαβὼν τὴν ἀρχὴν καὶ τὴν ὑπὸ τοῦ πατρὸς λεγομένην ἀδάμαντι δεδέσθαι τυραννίδα διὰ τὴν ἰδίαν ἀνανδρίαν παραδόξως ἀπέβαλεν. τὰς δὲ αἰτίας τῆς καταλύσεως καὶ τὰς κατὰ μέρος πράξεις ἀναγράφειν πειρασόμεθα.

16.6

16.6.1ἐπ’ἄρχοντος γὰρ Ἀθήνησι Κηφισοδότου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Λικίνιον καὶ Γάιον Σουλπίκιον. ἐπὶ δὲ τούτων Δίων Ἱππαρίνου, Συρακοσίων ὑπάρχων ἐπιφανέστατος, ἔφυγεν ἐκ τῆς Σικελίας καὶ διὰ τὴν λαμπρότητα τῆς ψυχῆς ἠλευθέρωσε Συρακοσίους καὶ τοὺς ἄλλους Σικελιώτας διὰ τοιαύτας τινὰς αἰτίας.

16.6.2 πρεσβύτερος Διονύσιος ἐκ δυεῖν γυναικῶν ἦν πεπαιδοποιημένος, ἐκ μὲν τῆς πρώτης Λοκρίδος οὔσης τὸ γένος Διονύσιον τὸν διαδεξάμενον τὴν τυραννίδα, ἐκ δὲ τῆς δευτέρας Ἱππαρίνου θυγατρὸς οὔσης, εὐδοκιμωτάτου Συρακοσίων, δύο παῖδας, Ἱππαρῖνον καὶ Νυσαῖον.

16.6.3ἐτύγχανε δὲ τῆς δευτέρας γυναικὸς ἀδελφὸς ὢν Δίων, ἀνὴρ ἐν φιλοσοφίᾳ μεγάλην ἔχων προκοπὴν καὶ κατ’ἀνδρείαν καὶ στρατηγίαν πολὺ προέχων τῶν κατ’αὐτὸν Συρακοσίων.

16.6.4οὗτος δὲ διὰ τὴν εὐγένειαν καὶ τὴν λαμπρότητα τῆς ψυχῆς εἰς ὑποψίαν ἦλθε τῷ τυράννῳ, δόξας ἀξιόχρεως εἶναι καταλῦσαι τὴν τυραννίδα. φοβούμενος οὖν αὐτὸν Διονύσιος ἔκρινεν ἐκποδὼν ποιήσασθαι τὸν ἄνδρα, συλλαβὼν ἐπὶ θανάτῳ. δὲ Δίων αἰσθόμενος τὸ μὲν πρῶτον ἐκρύφθη παρά τισιν τῶν φίλων, μετὰ δὲ ταῦτα ἔφυγεν ἐκ τῆς Σικελίας εἰς Πελοπόννησον, ἔχων μεθ’ἑαυτοῦ τὸν ἀδελφὸν Μεγακλῆν καὶ Ἡρακλείδην τὸν ἐπὶ τῶν στρατιωτῶν τεταγμένον ὑπὸ τοῦ τυράννου.

16.6.5καταπλεύσας δ’εἰς τὴν Κόρινθον τοὺς μὲν Κορινθίους ἠξίου συνεπιλαβέσθαι τῆς ἐλευθερώσεως τῶν Συρακοσίων, αὐτὸς δὲ μισθοφόρους συνῆγε καὶ πανοπλίας συνήθροιζε. ταχὺ δὲ πολλῶν ὑπακουόντων πανοπλίαςτε παρεσκευάζετο καὶ μισθοφόρους συχνούς, καὶ φορτηγοὺς δύο ναῦς μισθωσάμενος τάτε ὅπλα καὶ τοὺς μισθοφόρους ἐνθέμενος αὐτὸς μὲν ταύτας τὰς φορτίδας ἔχων ἐξέπλευσεν ἐκ Ζακύνθου τῆς πρὸς Κεφαλληνίαν εἰς τὴν Σικελίαν, Ἡρακλείδην δὲ ἀπέλιπεν τριήρεις τινὰς καὶ ἑτέρας φορτηγοὺς ἄξοντα κατόπιν εἰς τὰς Συρακούσσας.

16.7

16.7.1ἅμα δὲ τούτοις πραττομένοις Ἀνδρόμαχος Ταυρομενίτης, Τιμαίου μὲν τοῦ τὰς ἱστορίας συγγράψαντος πατὴρ ὤν, πλούτῳ δὲ καὶ ψυχῆς λαμπρότητι διαφέρων ἤθροισε τοὺς ἐκ τῆς Νάξου τῆς κατασκαφείσης ὑπὸ Διονυσίου περιλειφθέντας. οἰκίσας δὲ τὸν ὑπὲρ τῆς Νάξου λόφον τὸν ὀνομαζόμενον Ταῦρον καὶ μείνας κατ’αὐτὸν πλείω χρόνον ἀπὸ τῆς ἐπὶ τοῦ Ταύρου μονῆς ὠνόμασε Ταυρομένιον. ταχὺ δὲ τῆς πόλεως ἐπίδοσιν λαμβανούσης οἱ μὲν οἰκήτορες μεγάλους περιεποιήσαντο πλούτους, δὲ πόλις ἀξιόλογον ἀξίωμα περιποιησαμένη τὸ τελευταῖον ἐν τῷ καθ’ἡμᾶς βίῳ Καίσαρος ἀναστήσαντος τοὺς Ταυρομενίτας ἐκ τῆς πατρίδος τῶν Ῥωμαίων ἀποικίαν ἐδέξατο.

16.7.2ἅμα δὲ τούτοις πραττομένοις οἱ τὴν Εὔβοιαν κατοικοῦντες ἐστασίασαν πρὸς ἀλλήλους καὶ τῶν μὲν τοὺς Βοιωτούς, τῶν δὲ τοὺς Ἀθηναίους ἐπικαλεσαμένων συνέστη πόλεμος κατὰ τὴν Εὔβοιαν. γενομένων δὲ πλειόνων συμπλοκῶν καὶ ἀκροβολισμῶν ὁτὲ μὲν οἱ Θηβαῖοι προετέρουν, ὁτὲ δ’οἱ Ἀθηναῖοι τὴν νίκην ἀπεφέροντο. μεγάλη μὲν οὖν παράταξις οὐδεμία συνετελέσθη · τῆς δὲ νήσου διὰ τὸν ἐμφύλιον πόλεμον καταφθαρείσης καὶ πολλῶν ἀνθρώπων παρ’ἀμφοτέρων διαφθαρέντων μόγις ταῖς συμφοραῖς νουθετηθέντες εἰς ὁμόνοιαν ἦλθον καὶ τὴν εἰρήνην συνέθεντο πρὸς ἀλλήλους. οἱ μὲν οὖν Βοιωτοὶ τὴν εἰς οἶκον ἐπάνοδον ποιησάμενοι τὴν ἡσυχίαν ἦγον.

16.7.3οἱ δ’Ἀθηναῖοι Χίων καὶ Ῥοδίων καὶ Κῴων, ἔτι δὲ Βυζαντίων ἀποστάντων ἐνέπεσον εἰς πόλεμον τὸν ὀνομασθέντα συμμαχικόν, ὃς διέμεινεν ἔτη τρία. ἑλόμενοι δὲ στρατηγοὺς Χάρητα καὶ Χαβρίαν ἀπέστειλαν μετὰ δυνάμεως. οὗτοι δὲ πλεύσαντες ἐπὶ τὴν Χίον κατέλαβον παραγεγονότας συμμάχους τοῖς Χίοις παρὰ Βυζαντίων καὶ Ῥοδίων καὶ Κῴων, ἔτι δὲ Μαυσώλου τοῦ Καρῶν δυνάστου. ἐκτάξαντες δὲ τὴν δύναμιν ἐπολιόρκουν τὴν πόλιν κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν. μὲν οὖν Χάρης τοῦ πεζοῦ στρατεύματος ἡγούμενος κατὰ γῆν προσῄει τοῖς τείχεσι καὶ πρὸς τοὺς ἐκ τῆς πόλεως ἐκχυθέντας ἐπ’αὐτὸν διηγωνίζετο · δὲ Χαβρίας προσπλεύσας τῷ λιμένι ναυμαχίαν καρτερὰν συνεστήσατο καὶ τῆς νεὼς τοῖς ἐμβόλοις ἀναρραγείσης κατεπονεῖτο.

16.7.4οἱ μὲν οὖν ἐπὶ τῶν ἄλλων νεῶν εἴξαντες τῷ καιρῷ διεσώθησαν, δ’ἀντὶ τῆς ἥττης ἀλλαξάμενος τὸν εὐκλεᾶ θάνατον ἀγωνιζόμενος ὑπὲρ τῆς νεὼς καὶ τρωθεὶς ἐτελεύτησε.

16.8

16.8.1περὶ δὲ τοὺς αὐτοὺς καιροὺς Φίλιππος τῶν Μακεδόνων βασιλεὺς μεγάλῃ παρατάξει νενικηκὼς τοὺς Ἰλλυριοὺς καὶ πάντας τοὺς μέχρι τῆς Λυχνίτιδος καλουμένης λίμνης κατοικοῦντας ὑπηκόους πεποιημένος ἀνέκαμψεν εἰς τὴν Μακεδονίαν, συντεθειμένος ἔνδοξον εἰρήνην πρὸς τοὺς Ἰλλυριούς, περιβόητόςτε ὑπάρχων παρὰ τοῖς Μακεδόσιν ἐπὶ τοῖς δι’ἀνδρείαν κατωρθωμένοις.

16.8.2μετὰ δὲ ταῦτα τῶν τὴν Ἀμφίπολιν οἰκούντων ἀλλοτρίως πρὸς αὐτὸν διατεθέντων καὶ πολλὰς ἀφορμὰς δόντων εἰς πόλεμον ἐστράτευσεν ἐπ’αὐτοὺς ἀξιολόγῳ δυνάμει. προσαγαγὼν δὲ τοῖς τείχεσι μηχανὰς καὶ προσβολὰς ἐνεργοὺς καὶ συνεχεῖς ποιησάμενος κατέβαλε μὲν τοῖς κριοῖς μέρος τι τοῦ τείχους, παρεισελθὼν δ’εἰς τὴν πόλιν διὰ τοῦ πτώματος καὶ τῶν ἀντιστάντων πολλοὺς καταβαλὼν ἐκυρίευσε τῆς πόλεως καὶ τοὺς μὲν ἀλλοτρίως πρὸς αὐτὸν διακειμένους ἐφυγάδευσε, τοῖς δ’ἄλλοις φιλανθρώπως προσηνέχθη.

16.8.3 δὲ πόλις αὕτη κειμένη κατὰ τῆς Θρᾴκης καὶ τῶν σύνεγγυς τόπων εὐφυῶς πολλὰ συνεβάλετο τῷ Φιλίππῳ πρὸς αὔξησιν. εὐθὺ γὰρ τὴν μὲν Πύδναν ἐχειρώσατο, πρὸς δὲ Ὀλυνθίους συμμαχίαν ἔθετο καὶ Ποτίδαιαν ὡμολόγησε περιποιήσειν αὐτοῖς, ὑπὲρ ἧς Ὀλύνθιοι πολλὴν σπουδὴν ἔσχον κυριεῦσαι τῆς πόλεως.

16.8.4τῶν δ’Ὀλυνθίων βαρεῖαν πόλιν οἰκούντων καὶ διὰ τὸ πλῆθος τῶν ἐν ταύτῃ ἐνοικούντων πολλὴν ἐχόντων ῥοπὴν εἰς τὸν πόλεμον περιμάχητος ἦν πόλις τοῖς ἡγεμονίας μείζονος ὀρεγομένοις. διόπερ οἵτε Ἀθηναῖοι καὶ Φίλιππος διεφιλοτιμοῦντο πρὸς ἀλλήλους περὶ τῆς τῶν Ὀλυνθίων συμμαχίας.

16.8.5οὐ μὴν ἀλλ’ Φίλιππος Ποτίδαιαν ἐκπολιορκήσας τὴν μὲν τῶν Ἀθηναίων φρουρὰν ἐξήγαγεν ἐκ τῆς πόλεως καὶ φιλανθρώπως αὐτῇ προσενεγκάμενος ἐξαπέστειλεν εἰς τὰς Ἀθήνας · σφόδρα γὰρ εὐλαβεῖτο τὸν δῆμον τῶν Ἀθηναίων διὰ τὸ βάρος καὶ τὸ ἀξίωμα τῆς πόλεως. τὴν δὲ πόλιν ἐξανδραποδισάμενος παρέδωκε τοῖς Ὀλυνθίοις, δωρησάμενος ἅμα καὶ τὰς κατὰ τὴν χώραν κτήσεις.

16.8.6μετὰ δὲ ταῦτα παρελθὼν ἐπὶ πόλιν Κρηνίδας ταύτην μὲν ἐπαυξήσας οἰκητόρων πλήθει μετωνόμασε Φιλίππους, ἀφ’ἑαυτοῦ προσαγορεύσας, τὰ δὲ κατὰ τὴν χώραν χρύσεια μέταλλα παντελῶς ὄντα λιτὰ καὶ ἄδοξα ταῖς κατασκευαῖς ἐπὶ τοσοῦτον ηὔξησεν ὥστε δύνασθαι φέρειν αὐτῷ πρόσοδον πλεῖον ταλάντων χιλίων.

16.8.7ἐκ δὲ τούτων ταχὺ σωρεύσας πλοῦτον αἰεὶ μᾶλλον διὰ τὴν εὐπορίαν τῶν χρημάτων εἰς ὑπεροχὴν μεγάλην ἤγαγε τὴν Μακεδονικὴν βασιλείαν · νόμισμα γὰρ χρυσοῦν κόψας τὸ προσαγορευθὲν ἀπ’ἐκείνου Φιλίππειον μισθοφόρωντε δύναμιν ἀξιόλογον συνεστήσατο καὶ τῶν Ἑλλήνων πολλοὺς διὰ τούτου προετρέψατο προδότας γενέσθαι τῶν πατρίδων. ἀλλὰ περὶ μὲν τούτων αἱ κατὰ μέρος πράξεις ἕκαστα δηλώσουσιν, ἡμεῖς δ’ἐπὶ τὰς συνεχεῖς πράξεις μεταβιβάσομεν τὸν λόγον.

16.9

16.9.1ἐπ’ἄρχοντος γὰρ Ἀθήνησιν Ἀγαθοκλέους Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Φάβιον καὶ Γάιον Πόπλιον. ἐπὶ δὲ τούτων Δίων Ἱππαρίνου κατέπλευσεν εἰς τὴν Σικελίαν καταλύσων τὴν Διονυσίου τυραννίδα, ἐλαχίσταις δὲ τῶν πρὸ αὐτοῦ πάντων χρησάμενος ἀφορμαῖς μεγίστην δυναστείαν τῶν κατὰ τὴν Εὐρώπην κατέλυσεν ἀνελπίστως.

16.9.2τίς γὰρ ἂν πιστεύσειεν ὅτι δυσὶ φορτηγοῖς ναυσὶ καταπλεύσας περιεγένετο δυνάστου ναῦς μὲν μακρὰς ἔχοντος τετρακοσίας, στρατιώτας δὲ πεζοὺς μὲν εἰς δέκα μυριάδας, ἱππεῖς δὲ μυρίους, ὅπλων δὲ καὶ σίτου καὶ χρημάτων τοσαύτην παρασκευὴν ὅσην εἰκός ἐστι κεκτῆσθαι τὸν μέλλοντα χορηγήσειν δαψιλῶς ταῖς προειρημέναις δυνάμεσι, χωρὶς δὲ τῶν εἰρημένων πόλιν μὲν ἔχοντα μεγίστην τῶν Ἑλληνίδων, λιμένας δὲ καὶ νεώρια καὶ κατεσκευασμένας ἀκροπόλεις ἀναλώτους, ἔτι δὲ συμμάχων δυνατῶν ἔχοντα πλῆθος;

16.9.3αἰτία δ’ὑπῆρχε τῷ Δίωνι τῶν προτερημάτων μάλιστα μὲν ἰδία λαμπρότης τῆς ψυχῆς καὶ ἀνδρεία καὶ τῶν ἐλευθεροῦσθαι μελλόντων εὔνοια, τὸ δὲ τούτων ἁπάντων μεῖζον τε ἀνανδρία τοῦ τυράννου καὶ τὸ τῶν ἀρχομένων πρὸς αὐτὸν μῖσος · πάντα γὰρ ταῦτα πρὸς ἕνα καιρὸν συνδραμόντα παραδόξως τὰς ἀπιστουμένας πράξεις πρὸς τέλος ἤγαγεν.

16.9.4ἡμεῖς δ’ἀφέμενοι τούτων τῶν λόγων ἐπὶ τὴν ἀναγραφὴν τῶν κατὰ μέρος πεπραγμένων τρεψόμεθα. Δίων γὰρ ἐκ Ζακύνθου τῆς πρὸς Κεφαλληνίαν δυσὶ φορτίσι ναυσὶν ἀναχθεὶς κατέπλευσε τῆς Ἀκραγαντίνης εἰς τὴν ὀνομαζομένην Μίνῳαν. αὕτη δὲ τὸ μὲν παλαιὸν ὑπὸ Μίνωος ἐκτίσθη τοῦ βασιλέως Κρητῶν, καθ’ὃν καιρὸν ζητῶν Δαίδαλον ἐπεξενώθη Κωκάλῳ τῷ βασιλεῖ τῶν Σικανῶν · κατὰ δὲ τοὺς ὑποκειμένους καιροὺς μὲν πόλις αὕτη τοῖς Καρχηδονίοις ὑπήκουεν, δ’ἐπιστάτης αὐτῆς, ὄνομα Πάραλος, φίλος ὢν Δίωνος προθύμως ὑπεδέξατ’αὐτόν.

16.9.5 δὲ Δίων ἐξελόμενος ἐκ τῶν φορτηγῶν πανοπλίας πεντακισχιλίας τῷ Παράλῳ παρέδωκεν καὶ παρεκάλεσεν αὐτὸν ἁμάξαις παρακομίσαι πρὸς τὰς Συρακούσσας · αὐτὸς δὲ τοὺς μισθοφόρους παραλαβών, ὄντας χιλίους, προῆγεν ἐπὶ τὰς Συρακούσσας. ἐν παρόδῳ δὲ τούςτε Ἀκραγαντίνους καὶ Γελῴους καί τινας τῶν τὴν μεσόγειον οἰκούντων Σικανῶντε καὶ Σικελῶν, ἔτι δὲ Καμαριναίους πείσας συνελευθερῶσαι τοὺς Συρακοσίους προῆγεν ἐπὶ τὴν κατάλυσιν τοῦ τυράννου.

16.9.6πολλῶν δὲ πάντοθεν συρρυέντων μετὰ τῶν ὅπλων ταχὺ πλείους τῶν δισμυρίων στρατιωτῶν ἠθροίσθησαν. οὐδὲν δ’ἧττον καὶ πολλοὶ τῶν ἐκ τῆς Ἰταλίας Ἑλλήνων καὶ Μεσσηνίων μετεπέμφθησαν καὶ πάντες σὺν πολλῇ προθυμίᾳ κατὰ σπουδὴν ἧκον.

16.10

16.10.1ὡς δ’ἐπὶ τοῖς ὅροις τῆς Συρακοσίας Δίων ἦν, ἀπήντα πρὸς αὐτὸν πλῆθος ἀνόπλων ἀνθρώπων ἔκτε τῆς χώρας καὶ τῆς πόλεως · ἀπίστως γὰρ διακείμενος Διονύσιος πρὸς τοὺς Συρακοσίους πολλῶν τὰ ὅπλα παρῄρητο.

16.10.2κατὰ δὲ τοῦτον τὸν καιρὸν μὲν τύραννος περὶ τὰς νεοκτίστους πόλεις κατὰ τὸν Ἀδρίαν διέτριβε μετὰ πολλῶν δυνάμεων, οἱ δ’ἐπὶ τῆς φυλακῆς τῶν Συρακουσσῶν ἀπολειφθέντες ἡγεμόνες τὸ μὲν πρῶτον ἐπειρῶντο μετακαλεῖσθαι τοὺς Συρακοσίους ἀπὸ τῆς ἀποστάσεως · ἀκατασχέτου δὲ τῆς ὁρμῆς τῶν ὄχλων οὔσης ἀπογνόντες τοὺς μισθοφόρους καὶ τοὺς τὰ τοῦ δυνάστου φρονοῦντας ἤθροισαν καὶ τὰς τάξεις πληρώσαντες τοῖς ἀφεστηκόσιν ἐπιθέσθαι διέγνωσαν.

16.10.3Δίων δὲ τοῖς μὲν ἀνόπλοις τῶν Συρακοσίων διέδωκε τὰς πεντακισχιλίας πανοπλίας, τοὺς δὲ ἄλλους ἐκ τῶν δυνατῶν τοῖς παρατυχοῦσιν ὅπλοις συνεσκεύασεν. συναγαγὼν δ’ἅπαντας εἰς κοινὴν ἐκκλησίαν ἀπεφαίνετο μὲν ἑαυτὸν ἥκειν ἐπὶ τὴν ἐλευθέρωσιν τῶν Σικελιωτῶν, παρεκάλει δὲ στρατηγοὺς αἱρεῖσθαι τοὺς εὐθέτους πρὸς τὴν ἀποκατάστασιν τῆς αὐτονομίας καὶ τὴν κατάλυσιν τῆς ὅλης τυραννίδος. τὸ δὲ πλῆθος ὥσπερ ἀπὸ μιᾶς φωνῆς ἀνεβόησε στρατηγοὺς αἱρεῖσθαι τόντε Δίωνα καὶ τὸν ἀδελφὸν αὐτοῦ Μεγακλῆν αὐτοκράτορας.

16.10.4εὐθὺς οὖν ἀπὸ τῆς ἐκκλησίας ἐκτάξας τὴν δύναμιν προσῆγε τῇ πόλει. οὐδενὸς δ’ἀντιποιουμένου τῶν ὑπαίθρων ἀδεῶς εἰσῆλθεν ἐντὸς τοῦ τείχους καὶ διὰ τῆς Ἀχραδινῆς πορευθεὶς εἰς τὴν ἀγορὰν κατεστρατοπέδευσεν, οὐδενὸς τολμῶντος ἐπεξιέναι.

16.10.5 δὲ σύμπας ἀριθμὸς ἦν τῶν μετὰ Δίωνος στρατιωτῶν οὐκ ἐλάττους τῶν πεντακισμυρίων. οὗτοι δὲ πάντες ἐστεφανωμένοι κατῆλθον εἰς τὴν πόλιν προηγουμένου τοῦτε Δίωνος καὶ τοῦ Μεγακλέους καὶ μετὰ τούτων τριάκοντα Συρακοσίων, οἳ μόνοι τῶν κατὰ τὴν Πελοπόννησον φυγάδων Συρακοσίοις μετασχεῖν τῶν κινδύνων ἠθέλησαν.

16.11

16.11.1τῆς δὲ πόλεως πάσης μετημφιεσμένης ἀντὶ τῆς δουλείας τὴν ἐλευθερίαν καὶ τὸ σκυθρωπὸν τῆς τυραννίδος εἰς πανηγυρικὴν ἱλαρότητα τῆς τύχης ἀγούσης πᾶσα οἰκία θυσιῶν καὶ χαρᾶς ἔγεμε, τῶν ἰδιωτῶν ἐπὶ ταῖς ἰδίαις ἑστίαις θυμιώντων καὶ περὶ μὲν τῶν παρόντων ἀγαθῶν εὐχαριστούντων τοῖς θεοῖς, περὶ δὲ τῶν μελλόντων εὐχὰς ἀγαθὰς ποιουμένων. ἐγένετο δὲ καὶ τῶν γυναικῶν ἐπὶ ταῖς ἀνελπίστοις εὐημερίαις ὀλολυγμὸς πολὺς καὶ καθ’ἅπασαν τὴν πόλιν συνδρομαί.

16.11.2οὐδεὶς δ’ἦν ἐλεύθερος, οὐ δοῦλος, οὐ ξένος, ὃς οὐκ ἔσπευδεν ἰδεῖν τὸν Δίωνα καὶ τὴν ἀρετὴν τοῦ ἀνδρὸς πάντες ἀπεδέχοντο μειζόνως κατ’ἄνθρωπον. καὶ τοῦτ’εὐλόγως ἔπασχον διὰ τὸ μέγεθος καὶ παράδοξον τῆς μεταβολῆς · πεντηκονταετοῦς γὰρ δουλείας πεπειραμένοι καὶ τῆς ἐλευθερίας διὰ τὸν χρόνον ἐπιλελησμένοι δι’ἑνὸς ἀνδρὸς ἀρετὴν ἀπελύθησαν τῆς συμφορᾶς.

16.11.3Διονύσιος δὲ κατὰ τούτους τοὺς καιροὺς αὐτὸς μὲν ἔτυχε διατρίβων περὶ Καυλωνίαν τῆς Ἰταλίας, Φίλιστον δὲ τὸν στρατηγὸν περὶ τὸν Ἀδρίαν ὄντα μετεπέμψατο μετὰ τῆς ναυτικῆς δυνάμεως καὶ προσέταξε πλεῖν εἰς τὰς Συρακούσσας. ἀμφοτέρων δ’εἰς τὸν αὐτὸν τόπον ἐλθεῖν σπευδόντων μὲν Διονύσιος ἧκεν εἰς τὰς Συρακούσσας ἡμέραις ὕστερον ἑπτὰ τῆς Δίωνος καθόδου.

16.11.4εὐθὺς οὖν καταστρατηγῆσαι βουλόμενος τοὺς Συρακοσίους περὶ διαλύσεως ἐπρεσβεύετο καὶ πολλὰς ἐμφάσεις ἐδίδου παραδώσειν τὴν τυραννίδα τῷ δήμῳ καὶ τῆς δημοκρατίας ἀλλάξεσθαι τιμὰς ἀξιολόγους · ἠξίουτε πρέσβεις ἀποστεῖλαι πρὸς αὐτόν, μεθ’ὧν συνεδρεύσας καταλύσηται τὸν πόλεμον.

16.11.5οἱ μὲν οὖν Συρακόσιοι μετεωρισθέντες ταῖς ἐλπίσιν ἐξαπέστειλαν πρέσβεις τοὺς ἀξιολογωτάτους τῶν ἀνδρῶν · δὲ Διονύσιος τούτοις μὲν φυλακὴν περιστήσας ἀνεβάλετο τὴν ἔντευξιν, αὐτὸς δ’ὁρῶν τοὺς Συρακοσίους διὰ τὴν ἐλπίδα τῆς εἰρήνης τάτε περὶ τὰς φυλακὰς ῥᾳθύμως ἔχοντας καὶ τὰ πρὸς μάχην ἀπαρασκεύους ἄφνω τὰς πύλας τῆς κατὰ τὴν Νῆσον ἀκροπόλεως ἀνοίξας ἐξεχύθη συντεταγμένῃ τῇ δυνάμει.

16.12

16.12.1τῶν δὲ Συρακοσίων κατεσκευακότων ἀπὸ θαλάττης εἰς θάλατταν διατείχισμα αὑτῶν προσέπεσον οἱ μισθοφόροι τῷ τείχει μετὰ πολλῆς βοῆς καὶ καταπλήξεως καὶ πολλοὺς μὲν τῶν φυλάκων ἀνεῖλον, τοῦ δὲ τείχους ἐντὸς γενόμενοι πρὸς τοὺς ἐκβοηθοῦντας διηγωνίζοντο.

16.12.2 δὲ Δίων ἀνελπίστως παρεσπονδημένος μετὰ τῶν ἀρίστων στρατιωτῶν ἀπήντα τοῖς πολεμίοις καὶ συνάψας μάχην πολὺν ἐποίει φόνον. ἐν σταδίῳ γὰρ ὥσπερ, τῷ ὀλίγῳ δὴ διαστήματι τῆς διατειχίσεως, μάχης οὔσης συνέδραμε πλῆθος στρατιωτῶν εἰς στενὸν τόπον.

16.12.3διὸ καὶ παρ’ἀμφοτέροις οἱ ταῖς ἀνδραγαθίαις πρωτεύοντες συγκατέβησαν εἰς τὸν κίνδυνον · καὶ τῶν μὲν τοῦ Διονυσίου μισθοφόρων διὰ τὸ μέγεθος τῶν ἐπαγγελιῶν, τῶν δὲ Συρακοσίων διὰ τὴν ἐλπίδα τῆς ἐλευθερίας εἰς ὑπερβάλλουσαν φιλοτιμίαν ἐκτραπέντων τὸ μὲν πρῶτον ἰσόρροπος ἦν μάχη, τῆς παρ’ἀμφοτέροις ἀρετῆς οὔσης ἰσομάχου, καὶ πολλοὶ μὲν ἔπιπτον, οὐκ ὀλίγοιδὲ κατετιτρώσκοντο πάσας τὰς πληγὰς ἐναντίας λαμβάνοντες · οἱ μὲν γὰρ πρωτοστάται τὸν ὑπὲρ τῶν ἄλλων θάνατον ὑπέμενον εὐψύχως, οἱ δ’ἐπιτεταγμένοι τοὺς πίπτοντας ὑπερασπίζοντες καὶ τοῖς δεινοῖς ἐγκαρτεροῦντες τοὺς ἐσχάτους κινδύνους ὑπὲρ τῆς νίκης ἀνεδέχοντο.

16.12.4μετὰ δὲ ταῦτα Δίων μὲν ἀριστεῦσαι βουλόμενος ἐν τῇ μάχῃ καὶ σπεύδων δι’ἑαυτοῦ περιποιήσασθαι τὴν νίκην εἰς μέσους ἐβιάσατο τοὺς πολεμίους · ἡρωικῶς δ’ἀγωνιζόμενος πολλοὺς μὲν ἐφόνευσε, τὴν δ’ὅλην σύνταξιν τῶν μισθοφόρων διακόψας ἐναπελήφθη μόνος τῷ πλήθει · πολλῶν δ’ἐπ’αὐτὸν ῥιφέντων βελῶν εἴςτε τὴν ἀσπίδα καὶ τὸ κράνος ταῦτα μὲν ἐξέφυγε διὰ τὴν τῶν ὅπλων κατασκευήν, εἰς δὲ τὸν δεξιὸν βραχίονα τρωθεὶς συγκατηνέχθη τῷ βάρει τῆς πληγῆς καὶ τοῖς πολεμίοις παρ’ὀλίγον ὑποχείριος ἐγένετο.

16.12.5οἱ δὲ Συρακόσιοι δείσαντες ὑπὲρ τῆς κατὰ τὸν στρατηγὸν σωτηρίας ἐπέρραξαν τοῖς μισθοφόροις βαρείᾳ τῇ συντάξει καὶ τὸν μὲν Δίωνα καταπονούμενον ἐξήρπασαν ἐκ τῶν κινδύνων, τοὺς δὲ πολεμίους βιασάμενοι φυγεῖν ἠνάγκασαν. ὁμοίως δὲ καὶ κατὰ τὸν ἄλλον τόπον τοῦ τείχους προτερούντων τῶν Συρακοσίων οἱ τοῦ τυράννου μισθοφόροι συνεδιώχθησαν ἐντὸς πυλῶν τῶν ἐν τῇ Νήσῳ. ἐπιφανεῖ δὲ μάχῃ νικήσαντες οἱ Συρακόσιοι καὶ τὴν ἐλευθερίαν βεβαίως κτησάμενοι τρόπαιον ἔστησαν κατὰ τοῦ τυράννου.

16.13

16.13.1μετὰ δὲ ταῦτα Διονύσιος μὲν ἐπταικὼς καὶ τὴν δυναστείαν ἀπογινώσκων ἤδη ἐν μὲν ταῖς ἀκροπόλεσιν ἀπέλιπε φρουρὰς ἀξιολόγους, αὐτὸς δὲ τοὺς τετελευτηκότας, ὀκτακοσίους ὄντας, λαβὼν τὴν ἀναίρεσιν αὐτῶν ἔθαψε λαμπρῶς, χρυσοῖς μὲν στεφάνοις ἐστεφανωμένους, πορφυρίσι δὲ καλαῖς περιβεβλημένους · ἤλπιζε γὰρ διὰ τῆς τούτων σπουδῆς προτρέψεσθαι τοὺς ἄλλους εἰς τὸ προθύμως κινδυνεύειν ὑπὲρ τῆς τυραννίδος · τοὺς δ’ἀνδραγαθήσαντας μεγάλαις δωρεαῖς ἐτίμησε. πρὸς δὲ τοὺς Συρακοσίους διεπέμπετο περὶ διαλύσεων.

16.13.2 δὲ Δίων περὶ μὲν τῶν πρεσβειῶν αἰεί τινας εὐλόγους προφάσεις ποριζόμενος ἀνεβάλλετο, ἐν τοσούτῳ δὲ τὸ λοιπὸν τοῦ τείχους κατασκευάσας μεθ’ἡσυχίας τότε τὰς πρεσβείας μετεπέμπετο, κατεστρατηγηκὼς τοὺς πολεμίους ταῖς τῆς εἰρήνης ἐλπίσιν. γενομένων δὲ λόγων περὶ συλλύσεων Δίων ἀπεκρίθη τοῖς πρέσβεσιν μίαν εἶναι σύλλυσιν, ἐὰν ἀποθέμενος τὴν τυραννίδα βούληται τυχεῖν τιμῶν τινων. δὲ Διονύσιος ὑπερηφάνου τῆς ἀποκρίσεως γενομένης συναγαγὼν τοὺς ἡγεμόνας ἐβουλεύετο πῶς χρὴ τοὺς Συρακοσίους ἀμύνασθαι.

16.13.3πάντων δ’εὐπορῶν πλὴν σίτου καὶ θαλαττοκρατῶν ἐλῄστευε τὴν χώραν καὶ τὰς τροφὰς ἐκ τῶν προνομῶν κακῶς ποριζόμενος ἐξαπέστειλε ναῦς φορτίδας καὶ χρήματα πρὸς τὸν τοῦ σίτου καταγορασμόν. οἱ δὲ Συρακόσιοι ναῦς μακρὰς πολλὰς ἔχοντες καὶ κατὰ τοὺς εὐκαίρους τόπους ἐπιφαινόμενοι πολλὴν τῆς ὑπὸ τῶν ἐμπόρων κομιζομένης ἀγορᾶς παρῃροῦντο. καὶ τὰ μὲν περὶ τὰς Συρακούσσας ἐν τούτοις ἦν.

16.14

16.14.1κατὰ δὲ τὴν Ἑλλάδα Ἀλέξανδρος Φερῶν τύραννος ὑπὸ τῆς ἰδίας γυναικὸς Θήβης καὶ τῶν ταύτης ἀδελφῶν Λυκόφρονος καὶ Τισιφόνου ἐδολοφονήθη. οὗτοι δὲ τὸ μὲν πρῶτον ὡς τυραννοκτόνοι μεγάλης ἐτύγχανον ἀποδοχῆς, ὕστερον δὲ μετανοήσαντες καὶ τοὺς μισθοφόρους χρήμασι πείσαντες ἀνέδειξαν ἑαυτοὺς τυράννους καὶ πολλοὺς μὲν τῶν ἀντιπραττομένων ἀνεῖλον, κατασκευασάμενοι δὲ τὴν δύναμιν ἀξιόλογον βίᾳ κατεῖχον τὴν ἀρχήν.

16.14.2οἱ δ’Ἀλευάδαι καλούμενοι παρὰ τοῖς Θετταλοῖς, δι’εὐγένειαν δὲ ἀξίωμα ἔχοντες περιβόητον ἀντεπράττοντο τοῖς τυράννοις. οὐκ ὄντες δὲ καθ’ἑαυτοὺς ἀξιόμαχοι προσελάβοντο Φίλιππον σύμμαχον τὸν Μακεδόνων βασιλέα. οὗτος δὲ παρελθὼν εἰς τὴν Θετταλίαν κατεπολέμησε τοὺς τυράννους καὶ ταῖς πόλεσιν ἀνακτησάμενος τὴν ἐλευθερίαν μεγάλην εὔνοιαν εἰς τοὺς Θετταλοὺς ἐνεδείξατο · διόπερ ἐν ταῖς μετὰ ταῦτα πράξεσιν ἀεὶ συναγωνιστὰς ἔσχεν οὐ μόνον αὐτός, ἀλλὰ καὶ μετὰ ταῦτα υἱὸς Ἀλέξανδρος.

16.14.3τῶν δὲ συγγραφέων Δημόφιλος μὲν Ἐφόρου τοῦ ἱστοριογράφου υἱὸς τὸν παραλειφθέντα πόλεμον ὑπὸ τοῦ πατρός, ὀνομασθέντα δὲ ἱερόν, συντεταγμένος ἐντεῦθεν ἦρκται ἀπὸ τῆς καταλήψεως τοῦ ἐν Δελφοῖς ἱεροῦ καὶ τῆς συλήσεως τοῦ μαντείου ὑπὸ Φιλομήλου τοῦ Φωκέως · ἐγένετο δ’ πόλεμος οὗτος ἔτη ἕνδεκα ἕως τῆς φθορᾶς τῶν διανειμαμένων τὰ ἱερὰ χρήματα.

16.14.4Καλλισθένης δὲ τὴν τῶν Ἑλληνικῶν πραγμάτων ἱστορίαν γέγραφεν ἐν βύβλοις δέκα καὶ κατέστροφεν εἰς τὴν κατάληψιν τοῦ ἱεροῦ καὶ παρανομίαν Φιλομήλου τοῦ Φωκέως ·

16.14.5Δίυλλος δ’ Ἀθηναῖος ἦρκται τῆς ἱστορίας ἀπὸ τῆς ἱεροσυλήσεως καὶ γέγραφε βύβλους εἴκοσι καὶ ἕξ, συμπεριλαβὼν πάσας τὰς ἐν τοῖς χρόνοις τούτοις γενομένας πράξεις περίτε τὴν Ἑλλάδα καὶ τὴν Σικελίαν.

16.15

16.15.1ἐπ’ἄρχοντος δ’Ἀθήνησιν Ἐλπίνου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Πόπλιον Λαινάτην καὶ Γναῖον Μαιμίλιον Ἰμπεριῶσον, Ὀλυμπιὰς δ’ἤχθη ἕκτη πρὸς ταῖς ἑκατόν, καθ’ἣν ἐνίκα στάδιον Πῶρος Μαλιεύς. ἐπὶ δὲ τούτων κατὰ μὲν τὴν Ἰταλίαν ἠθροίσθη περὶ τὴν Λευκανίαν πλῆθος ἀνθρώπων πανταχόθεν μιγάδων, πλείστων δὲ δούλων δραπετῶν. οὗτοι δὲ τὸ μὲν πρῶτον λῃστρικὸν ἐνεστήσαντο βίον καὶ διὰ τὴν ἐν ταῖς ἀγραυλίαις καὶ καταδρομαῖς συνήθειαν ἔσχον τριβὴν καὶ μελέτην τῶν κατὰ πόλεμον ἔργων · διὸ καὶ τοῖς πολεμικοῖς ἀγῶσι προτεροῦντες τῶν ἐγχωρίων εἰς αὔξησιν ἀξιολογωτέραν κατέστησαν.

16.15.2καὶ πρῶτον μὲν Τέριναν πόλιν ἐκπολιορκήσαντες διήρπασαν, ἔπειτα Ἱππώνιον καὶ Θουρίους καὶ πολλὰς ἄλλας χειρωσάμενοι κοινὴν πολιτείαν συνέθεντο καὶ προσηγορεύθησαν Βρέττιοι διὰ τὸ πλείστους εἶναι δούλους · κατὰ γὰρ τὴν τῶν ἐγχωρίων διάλεκτον οἱ δραπέται βρέττιοι προσηγορεύοντο. τὸ μὲν οὖν τῶν Βρεττίων πλῆθος οὕτω συνέστη κατὰ τὴν Ἰταλίαν.

16.16

16.16.1κατὰ δὲ τὴν Σικελίαν Φίλιστος μὲν Διονυσίου στρατηγὸς πλεύσας εἰς Ῥήγιον διεκόμισε τοὺς ἱππεῖς εἰς Συρακούσσας, ὄντας πλείους τῶν πεντακοσίων. προσθεὶς δὲ τούτοις ἱππεῖςτε ἄλλους πλείονας καὶ πεζοὺς δισχιλίους ἐστράτευσεν ἐπὶ Λεοντίνους ἀφεστηκότας ἀπὸ Διονυσίου, νυκτὸς δὲ παρεισπεσὼν ἐντὸς τοῦ τείχους κατελάβετο μέρος τῆς πόλεως. γενομένης δὲ μάχης ἰσχυρᾶς καὶ τῶν Συρακοσίων βοηθησάντων ἡττηθεὶς ἐξέπεσεν ἐκ τῶν Λεοντίνων.

16.16.2Ἡρακλείδης δ’ καταλελειμμένος ὑπὸ Δίωνος ναύαρχος τῶν μακρῶν νεῶν ἐν Πελοποννήσῳ διά τινας χειμῶνας ἐμποδισθεὶς ὑστέρησε τῆς καθόδου τῶν περὶ τὸν Δίωνα καὶ τῆς τῶν Συρακοσίων ἐλευθερώσεως · ἧκε δ’ἄγων ναῦς μὲν μακρὰς εἴκοσι, χιλίους δὲ στρατιώτας καὶ πεντακοσίους. ὢν δ’ἀνὴρ ἐπισημότατος καὶ δόξας ἄξιος ὑπάρχειν ᾑρέθη ναύαρχος ὑπὸ τῶν Συρακοσίων, καὶ μετὰ Δίωνος τεταγμένος ἐπὶ τῆς ἡγεμονίας διεπολέμει πρὸς Διονύσιον.

16.16.3μετὰ δὲ ταῦτα Φίλιστος ἀποδειχθεὶς στρατηγὸς καὶ καταρτίσας τριήρεις ἑξήκοντα πρὸς Συρακοσίους ἐναυμάχησεν ἔχοντας ναῦς παραπλησίους τὸν ἀριθμόν. γενομένου δ’ἀγῶνος καρτεροῦ καὶ τοῦ Φιλίστου τὸ μὲν πρῶτον διὰ τῆς ἰδίας ἀνδραγαθίας προτεροῦντος, ὕστερον δ’ἀποληφθέντος ὑπὸ τῶν πολεμίων οἱ μὲν Συρακόσιοι πανταχόθεν κυκλώσαντες τὰς ναῦς ἐφιλοτιμοῦντο ζωγρίᾳ λαβεῖν τὸν στρατηγόν, δὲ Φίλιστος εὐλαβηθεὶς τὴν ἐκ τῆς αἰχμαλωσίας αἰκίαν ἑαυτὸν ἀπέσφαξε, πλείστας μὲν καὶ μεγίστας χρείας παρεσχημένος τοῖς τυράννοις, πιστότατος δὲ τῶν φίλων τοῖς δυνάσταις γεγονώς.

16.16.4οἱ δὲ Συρακόσιοι νικήσαντες τῇ ναυμαχίᾳ τὸ μὲν σῶμα τοῦ Φιλίστου διαμερίσαντες καὶ δι’ὅλης τῆς πόλεως ἑλκύσαντες ἄταφον ἐξέρριψαν, Διονύσιος δὲ τὸν μὲν πρακτικώτατον τῶν φίλων ἀποβαλὼν καὶ στρατηγὸν μὲν ἕτερον ἀξιόχρεων οὐκ ἔχων, αὐτὸς δ’οὐ δυνάμενος φέρειν τὸ τοῦ πολέμου βάρος ἐξέπεμψε πρεσβευτὰς πρὸς τὸν Δίωνα, τὸ μὲν πρῶτον τὴν ἡμίσειαν τῆς ἀρχῆς παραδιδούς, ὕστερον δὲ βουλόμενος ὅλην ἐγχειρίζειν.

16.17

16.17.1τοῦ δὲ Δίωνος ἀποκριθέντος ὅτι τοῖς Συρακοσίοις δίκαιόν ἐστι παραδιδόναι τὴν ἀκρόπολιν ἐπί τισιν ἐξαιρέτοις χρήμασι καὶ τιμαῖς, μὲν Διονύσιος ἕτοιμος ἦν παραδιδόναι τὴν ἄκραν τῷ δήμῳ ὥστε τοὺς μισθοφόρους καὶ τὰ χρήματα λαβόντα εἰς τὴν Ἰταλίαν μεταστῆναι, δὲ Δίων συνεβούλευε τοῖς Συρακοσίοις δέχεσθαι τὰ διδόμενα. δὲ δῆμος ὑπὸ τῶν ἀκαίρων δημηγόρων πεισθεὶς ἀντεῖπε, νομίζων κατὰ κράτος ἐκπολιορκήσειν τὸν τύραννον.

16.17.2μετὰ δὲ ταῦτα μὲν Διονύσιος τοὺς ἀρίστους τῶν μισθοφόρων ἀπέλιπεν φυλάξοντας τὴν ἄκραν, αὐτὸς δ’ἐνθέμενος τὰ χρήματα καὶ πᾶσαν τὴν βασιλικὴν κατασκευὴν ἔλαθεν ἐκπλεύσας καὶ κατῆρεν εἰς τὴν Ἰταλίαν.

16.17.3οἱ δὲ Συρακόσιοι πρὸς ἀλλήλους ἐστασίασαν, τῶν μὲν οἰομένων δεῖν τὴν στρατηγίαν καὶ τὴν τῶν ὅλων ἐξουσίαν ἐγχειρίζειν Ἡρακλείδῃ διὰ τὸ τοῦτον δοκεῖν μηδέποτ’ἂν ἐπιθέσθαι τυραννίδι, τῶν δὲ ἀποφαινομένων τὸν Δίωνα δεῖν ἔχειν τὴν τῶν ἁπάντων ἡγεμονίαν. πρὸς δὲ τούτοις πολλῶν ὀφειλομένων μισθῶν τοῖς ἐκ Πελοποννήσου ξένοις τοῖς ἠλευθερωκόσι τὰς Συρακούσσας καὶ χρημάτων σπανιζούσης τῆς πόλεως οἱ μὲν μισθοφόροι τῶν χρημάτων ἀποστερούμενοι συνεστράφησαν, ὄντες πλείους τῶν τρισχιλίων, πάντες δ’ἐπίλεκτοι ταῖς ἀρεταῖς καὶ διὰ τὴν ἄθλησιν τῶν πολεμικῶν ἔργων διαπεπονημένοι πολὺ τοὺς Συρακοσίους ταῖς ἀρεταῖς ὑπερεβάλλοντο.

16.17.4 δὲ Δίων ἀξιούμενος ὑπὸ τῶν μισθοφόρων συναποστῆναι καὶ παρὰ τῶν Συρακοσίων ὡς κοινῶν ἐχθρῶν λαβεῖν τιμωρίαν τὸ μὲν πρῶτον ἀντεῖπεν, μετὰ δὲ ταῦτα συναναγκαζόμενος ὑπὸ τῆς περιστάσεως προσεδέξατο τὴν ἡγεμονίαν τῶν ξένων καὶ μετ’ἐκείνων ταχθεὶς ἀνέζευξεν ἐπὶ τοὺς Λεοντίνους.

16.17.5οἱ δὲ Συρακόσιοι συστραφέντες ἐδίωκον τοὺς μισθοφόρους καὶ κατὰ τὴν ὁδοιπορίαν συνάψαντες μάχην καὶ πολλοὺς ἀποβαλόντες ἀπεχώρησαν. δὲ Δίων λαμπρᾷ μάχῃ νικήσας οὐδὲν ἐμνησικάκησε τοῖς Συρακοσίοις · ἀποστειλάντων γὰρ πρὸς αὐτὸν κήρυκα περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως τήντε τῶν νεκρῶν ἀναίρεσιν ἔδωκε καὶ τοὺς ἁλόντας πολλοὺς ὄντας ἀπέλυσεν ἄνευ λύτρων. πολλοὶ γὰρ ἐν τῇ φυγῇ μέλλοντες φονεύεσθαι διηγόρευον ἑαυτοὺς εἶναι τῶν τὰ Δίωνος φρονούντων καὶ πάντες διὰ ταύτην τὴν αἰτίαν ἐξέφυγον τὸν θάνατον.

16.18

16.18.1μετὰ δὲ ταῦτα Διονύσιος μὲν στρατηγὸν ἀπέστειλεν εἰς τὰς Συρακούσσας Νύψιον τὸν Νεαπολίτην, ἀνδρείᾳ καὶ συνέσει στρατηγικῇ διαφέροντα · συνεξέπεμψε δ’αὐτῷ καὶ φορτηγὰ πλοῖα σίτου καὶ τῆς ἄλλης ἀγορᾶς γέμοντα. οὗτος μὲν οὖν ἐκ Λοκρῶν ἀναχθεὶς ἐτέλει τὸν εἰς Συρακούσσας πλοῦν.

16.18.2οἱ δὲ κατὰ τὴν ἀκρόπολιν μισθοφόροι τοῦ τυράννου, κατὰ τοῦτον τὸν καιρὸν ἐπιλιπόντος τοῦ σίτου, καὶ τῇ σπάνει τῶν ἀναγκαίων δεινῶς πιεζούμενοι μέχρι μέν τινος ὑπέμενον εὐψύχως τὴν ἔνδειαν, τῆς δὲ φύσεως ὑπὸ τῆς ἀνάγκης ἡττωμένης καὶ τῆς σωτηρίας ἀπογινωσκομένης συνδραμόντες εἰς ἐκκλησίαν νυκτὸς ἐψηφίσαντο παραδοῦναι τὴν ἀκρόπολιν καὶ σφᾶς αὐτοὺς τοῖς Συρακοσίοις ἅμ’ἡμέρᾳ.

16.18.3ἤδη δὲ τῆς νυκτὸς ληγούσης οἱ μὲν μισθοφόροι κήρυκας ἐξέπεμπον πρὸς τοὺς Συρακοσίους περὶ τῆς διαλύσεως, δὲ Νύψιος διαφαινούσης ἤδη τῆς ἡμέρας κατέπλευσε μετὰ τοῦ στόλου καὶ καθωρμίσθη περὶ τὴν Ἀρέθουσαν. διόπερ τῆς ἐνδείας παραχρῆμα μεταβαλούσης εἰς πολλὴν δαψίλειαν τῶν ἐπιτηδείων μὲν στρατηγὸς Νύψιος ἐκβιβάσας τοὺς στρατιώτας, κοινὴν ἐκκλησίαν συναγαγὼν καὶ διαλεχθεὶς οἰκείως τοῖς παροῦσι καιροῖς, προθύμους κατεσκεύασε πρὸς τοὺς μέλλοντας κινδύνους. μὲν οὖν ἀκρόπολις ἤδη παραδιδομένη τοῖς Συρακοσίοις τὸν εἰρημένον τρόπον ἀνελπίστως διεφυλάχθη, οἱ δὲ Συρακόσιοι πληρώσαντες ἁπάσας τὰς τριήρεις ἐπέπλευσαν τοῖς πολεμίοις ἔτι περὶ τὴν ἐξαίρεσιν τῆς ἀγορᾶς διατρίβουσιν.

16.18.4ἀπροσδοκήτου δὲ τῆς ἐφόδου γενομένης καὶ τῶν κατὰ τὴν ἀκρόπολιν μισθοφόρων τεθορυβημένως ἀντιταχθέντων ταῖς πολεμίαις τριήρεσιν, ἐγένετο ναυμαχία, καθ’ἣν οἱ Συρακόσιοι προετέρησαν, καὶ τινὰς μὲν τῶν νεῶν κατέδυσαν, τινῶν δ’ἐγκρατεῖς κατέστησαν, τὰς δὲ λοιπὰς πρὸς τὴν γῆν κατεδίωξαν.

16.18.5μετεωρισθέντες δ’ἐπὶ τῷ προτερήματι τοῖς μὲν θεοῖς μεγαλοπρεπῶς ἔθυσαν ἐπινίκια, αὐτοὶ δ’εἰς εὐωχίας καὶ πότους ἐκτραπέντες, καταφρονοῦντες τῶν ἡττημένων ῥᾳθύμως εἶχον τὰ περὶ τὰς φυλακάς.

16.19

16.19.1Νύψιος δ’ τῶν μισθοφόρων στρατηγὸς ἀναλαβεῖν καὶ ἀναμαχέσασθαι βουλόμενος τὴν ἧτταν νυκτὸς ἐκτεταγμένῃ τῇ δυνάμει παραδόξως προσέπεσε τῷ κατεσκευασμένῳ τείχει. εὑρὼν δὲ τοὺς φύλακας διὰ τὴν καταφρόνησιν καὶ μέθην εἰς ὕπνον τετραμμένους προσέθηκε τὰς παρεσκευασμένας κλίμακας πρὸς τὴν χρείαν.

16.19.2διὰ δὲ τούτων οἱ κράτιστοι τῶν μισθοφόρων ἀνέβησαν ἐπὶ τὸ τεῖχος καὶ τοὺς φύλακας φονεύσαντες ἀνέῳξαν τὰς πύλας. εἰσπεσόντων δὲ τῶν στρατιωτῶν εἰς τὴν πόλιν οἱ μὲν στρατηγοὶ τῶν Συρακοσίων ἐκ τῆς μέθης ἀνανήφοντες ἐπειρῶντο βοηθεῖν, ἐμποδιζόμενοι δὲ τὰς ὁρμὰς διὰ τὸν οἶνον οἱ μὲν ἀνῃρέθησαν, οἱ δ’ἔφυγον. κατειλημμένης δὲ τῆς πόλεως καὶ τῶν ἐκ τῆς ἀκροπόλεως στρατιωτῶν σχεδὸν ἁπάντων εἰσπεσόντων ἐντὸς τοῦ περιτειχίσματος, τῶν δὲ Συρακοσίων διὰ τὸ παράδοξον καὶ τὴν ἀταξίαν ἐκπεπληγμένων πολὺς ἐγίνετο φόνος.

16.19.3τῶν δὲ τοῦ τυράννου στρατιωτῶν πλειόνων μυρίων ὄντων καὶ συντεταγμένων καλῶς οὐδεὶς τὸ βάρος αὐτῶν ὑπομεῖναι δυνατὸς ἦν, ἅτε τοῦ θορύβου καὶ τῆς ταραχῆς, ἔτι δὲ ἀναρχίας τοὺς ἐλαττουμένους ἐμποδιζούσης.

16.19.4κρατηθείσης δὲ τῆς ἀγορᾶς ὑπὸ τῶν πολεμίων, εὐθὺς ἐπὶ τὰς οἰκίας οἱ νενικηκότες ὥρμησαν · καὶ πολλὰ μὲν χρήματα διεφορεῖτο, οὐκ ὀλίγα δὲ σώματα γυναικῶν καὶ παίδων, ἔτι δ’οἰκετῶν ἐξηνδραποδίζετο. κατὰ δὲ τοὺς στενωποὺς καὶ τὰς ἄλλας ὁδοὺς ἀντιταττομένων Συρακοσίων ἐγίνοντο συνεχεῖς συμπλοκαὶ καὶ πολλοὶ μὲν ἀπέθνησκον, οὐκ ὀλίγοι δὲ τραύμασι περιέπιπτον. τὴν μὲν οὖν νύκτα διετέλεσαν ἀλλήλους ἀναιροῦντες ὡς ἔτυχε διὰ τὸ σκότος καὶ πᾶς τόπος νεκρῶν ἔγεμεν.

16.20

16.20.1ἅμα δ’ἡμέρᾳ τὸ μὲν τῆς συμφορᾶς μέγεθος συνεωράθη, οἱ δὲ Συρακόσιοι, μίαν ἔχοντες σωτηρίαν τὴν ἀπὸ τοῦ Δίωνος βοήθειαν, ἐξαπέστειλαν ἱππεῖς εἰς Λεοντίνους, δεόμενοι τοῦ Δίωνος μὴ περιιδεῖν τὴν πατρίδα δοριάλωτον γινομένην καὶ τῶν μὲν ἡμαρτημένων δοῦναι συγγνώμην αὐτοῖς, τὰς δὲ παρούσας δυστυχίας ἐλεήσαντα διορθώσασθαι τὴν τῆς πατρίδος συμφοράν.

16.20.2 δὲ Δίων λαμπρὸς ὢν τὴν ψυχὴν καὶ διὰ τὴν ἐκ φιλοσοφίας παιδείαν ἐξημερωμένος τοὺς λογισμοὺς οὐκ ἐμνησικάκησε τοῖς πολίταις, ἀλλὰ τοὺς μισθοφόρους πείσας παραχρῆμα ἀνέζευξε καὶ διανύσας ὀξέως τὴν εἰς Συρακούσσας ὁδὸν ἧκε πρὸς τὰ Ἑξάπυλα.

16.20.3ἐνταῦθα δὲ διατάξας τοὺς στρατιώτας προσῆγε κατὰ τάχος καὶ κατέλαβεν ἐκ τῆς πόλεως τέκνα μὲν καὶ γυναῖκας καὶ τοὺς γεγηρακότας ὑπὲρ τοὺς μυρίους · οὗτοι δὲ πάντες ἀπαντῶντες μετὰ δακρύων ἱκέτευον ἀμῦναι τοῖς ἰδίοις ἀκληρήμασιν. οἱ δ’ἐκ τῆς ἀκροπόλεως μισθοφόροι κεκρατηκότες ἤδη τῆς προθέσεως τὰς μὲν περὶ τὴν ἀγορὰν οἰκίας διαρπάσαντες ἐνέπρησαν, ἐπὶ δὲ τὰς λοιπὰς ὁρμήσαντες διήρπαζον τὰς ἐν ταύταις κτήσεις.

16.20.4καθ’ὃν δὴ καιρὸν Δίων κατὰ πλείους τόπους εἰσπεσὼν εἰς τὴν πόλιν, καὶ τοῖς πολεμίοις περὶ τὰς ἁρπαγὰς ἀσχολουμένοις ἐπιθέμενος πάντας τοὺς περιτυγχάνοντας ἔκτεινε κομίζοντας ἐπὶ τῶν ὤμων παντοδαπὰς κατασκευάς · διὰ δὲ τὸ παράδοξον τῆς παρουσίας καὶ τὴν ἀταξίαν καὶ τὴν ταραχὴν τῶν διαφορούντων τὰς κτήσεις εὐχερῶς ἅπαντες ἐχειροῦντο. τέλος δὲ πλειόνων τετρακισχιλίων φονευθέντων, τῶν μὲν ἐν ταῖς οἰκίαις, τῶν δ’ἐν ταῖς ὁδοῖς, οἱ λοιποὶ συνέφυγον εἰς τὴν ἀκρόπολιν καὶ τὰς πύλας κλείσαντες ἐξέφυγον τὸν κίνδυνον.

16.20.5Δίων δὲ κάλλιστον τῶν προγεγενημένων ἔργων ὑπ’αὐτοῦ διαπραξάμενος τὰς μὲν καιομένας οἰκίας διέσωσε κατασβέσας τὴν φλόγα, τὸ δὲ περιτείχισμα καλῶς κατασκευασάμενος μιᾷ πράξει τήντε πόλιν ὠχύρωσε καὶ τοὺς πολεμίους ἀποτειχίσας εἶρξε τῆς ἐπὶ τὴν γῆν ἐξόδου. καθαρὰν δὲ τῶν νεκρῶν ποιήσας τὴν πόλιν καὶ τρόπαιον στήσας ἔθυσε τοῖς θεοῖς ὑπὲρ τῆς σωτηρίας.

16.20.6συναχθείσης δ’ἐκκλησίας μὲν δῆμος εὐχαριστῶν αὐτῷ στρατηγὸν ἐχειροτόνησεν αὐτοκράτορα τὸν Δίωνα καὶ τιμὰς ἀπένειμεν ἡρωικάς, δὲ Δίων ἀκολούθως τοῖς πεπραγμένοις ἐπιεικῶς τοὺς μὲν ἐχθροὺς ἅπαντας ἀπέλυσε τῶν ἐγκλημάτων καὶ τὸ πλῆθος παραμυθησάμενος εἰς κοινὴν ἤγαγεν ὁμόνοιαν. οἱ δὲ Συρακόσιοι πανδήμοις ἐπαίνοις καὶ ἀποδοχαῖς μεγάλαις ἐτίμων τὸν εὐεργέτην ὡς μόνον σωτῆρα γεγονότα τῆς πατρίδος. καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν.

16.21

16.21.1κατὰ δὲ τὴν Ἑλλάδα Χίων καὶ Ῥοδίων καὶ Κῴων, ἔτι δὲ Βυζαντίων διαπολεμούντων πρὸς Ἀθηναίους τὸν συμμαχικὸν πόλεμον ἀμφότεροι μεγάλας παρασκευὰς ἐποιοῦντο, βουλόμενοι ναυμαχίᾳ κρῖναι τὸν πόλεμον. Ἀθηναῖοι δὲ Χάρητα μὲν μετὰ νεῶν ἑξήκοντα προαπεσταλκότες ἦσαν ἐν τοῖς ἄνω καιροῖς, τότε δὲ ἄλλας ἑξήκοντα πληρώσαντες καὶ στρατηγοὺς ἐπιστήσαντες τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν, Ἰφικράτην καὶ Τιμόθεον, ἐξαπέστειλαν κοινῇ μετὰ Χάρητος διαπολεμεῖν τοῖς ἀφεστηκόσι τῶν συμμάχων.

16.21.2οἱ δὲ Χῖοι καὶ Ῥόδιοι καὶ Βυζάντιοι μετὰ τῶν συμμάχων ἑκατὸν ναῦς πληρώσαντες Ἴμβρον μὲν καὶ Λῆμνον οὔσας Ἀθηναίων ἐπόρθησαν, ἐπὶ δὲ Σάμον πολλῇ δυνάμει στρατεύσαντες τὴν μὲν χώραν ἐδῄωσαν, τὴν δὲ πόλιν ἐπολιόρκουν κατὰ γῆν καὶ κατὰ θάλατταν · πολλὰς δὲ καὶ ἄλλας νήσους οὔσας ὑπ’Ἀθηναίους κακοποιήσαντες χρήματα ἤθροισαν εἰς τὰς τοῦ πολέμου χρείας.

16.21.3οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ πάντες ἀθροισθέντες τὸ μὲν πρῶτον ἐπεβάλοντο πολιορκῆσαι τὴν τῶν Βυζαντίων πόλιν, μετὰ δὲ ταῦτα τῶν Χίων καὶ τῶν συμμάχων τὴν μὲν πολιορκίαν τῆς Σάμου λυσάντων, ἐπὶ δὲ τὴν βοήθειαν τοῖς Βυζαντίοις τρεπομένων συνηθροίσθησαν πάντες οἱ στόλοι περὶ τὸν Ἑλλήσποντον. μελλούσης δὲ γίνεσθαι τῆς ναυμαχίας μέγας ἄνεμος ἐπιπεσὼν διεκώλυσεν αὐτῶν τὴν προαίρεσιν.

16.21.4τοῦ δὲ Χάρητος παρὰ φύσιν βουλομένου ναυμαχεῖν καὶ τῶν περὶ τὸν Ἰφικράτην καὶ Τιμόθεον ἐναντιουμένων διὰ τὸ μέγεθος τοῦ κλύδωνος μὲν Χάρης ἐπιμαρτυρόμενος τοὺς στρατιώτας διέβαλε τοὺς συνάρχοντας ὡς προδότας καὶ πρὸς τὸν δῆμον ἔγραψε περὶ αὐτῶν ὡς ἐγκαταλελοιπότων ἑκουσίως τὴν ναυμαχίαν, οἱ δ’Ἀθηναῖοι παροξυνθέντες καὶ κρίσιν τῷ Ἰφικράτει καὶ Τιμοθέῳ προθέντες ἐζημίωσαν αὐτοὺς πολλοῖς ταλάντοις καὶ τῆς στρατηγίας ἀπέστησαν.

16.22

16.22.1Χάρης δὲ παραλαβὼν παντὸς τοῦ στόλου τὴν ἡγεμονίαν καὶ σπεύδων τῆς δαπάνης ἀπαλλάξαι τοὺς Ἀθηναίους ἐπεχείρησε πράξει παραβόλῳ · Ἀρταβάζου γὰρ ἀποστάντος ἀπὸ τοῦ βασιλέως καὶ μέλλοντος ὀλίγοις στρατιώταις πρὸς τοὺς σατράπας διαγωνίζεσθαι μυριάδας ἑπτὰ στρατιωτῶν ἔχοντας, συμμαχήσαντος αὐτῷ Χάρητος πάσῃ τῇ δυνάμει καὶ νικήσαντος τὴν τοῦ βασιλέως δύναμιν, μὲν Ἀρτάβαζος ἀποδιδοὺς τῆς εὐεργεσίας χάριτας ἐδωρήσατο πλῆθος χρημάτων, ἐξ ὧν δυνατὸν ἦν πᾶσαν τὴν δύναμιν ὀψωνιάζεσθαι, οἱ δ’Ἀθηναῖοι τὸ μὲν πρῶτον ἀπεδέξαντο τὴν πρᾶξιν τοῦ Χάρητος, ὕστερον δὲ τοῦ βασιλέως πρέσβεις ἀποστείλαντος καὶ κατηγοροῦντος τοῦ Χάρητος τὴν ἐναντίαν ἔσχον γνώμην ·

16.22.2διεδόθη γὰρ λόγος ὅτι τοῖς πολεμίοις τῶν Ἀθηναίων βασιλεὺς ἐπηγγείλατο τριακοσίαις ναυσὶ συγκαταπολεμήσειν τοὺς Ἀθηναίους. ταῦτ’οὖν δῆμος εὐλαβηθεὶς ἔκρινε καταλύσασθαι τὸν πρὸς τοὺς ἀφεστηκότας πόλεμον · εὑρὼν δὲ κἀκείνους ἐπιθυμοῦντας τῆς εἰρήνης ῥᾳδίως πρὸς αὐτοὺς διελύσατο. μὲν οὖν συμμαχικὸς ὀνομασθεὶς πόλεμος τοιοῦτον ἔσχε τὸ τέλος, διαμείνας ἔτη τέτταρα.

16.22.3κατὰ δὲ τὴν Μακεδονίαν τρεῖς βασιλεῖς συνέστησαν ἐπὶ τὸν Φίλιππον, τε τῶν Θρᾳκῶν καὶ Παιόνων καὶ Ἰλλυριῶν. οὗτοι γὰρ ὄντες ὅμοροι τοῖς Μακεδόσι καὶ τὴν αὔξησιν ὑφορώμενοι τοῦ Φιλίππου καθ’ἑαυτοὺς μὲν οὐκ ἦσαν ἀξιόμαχοι προηττημένοι, κοινῇ δὲ πολεμοῦντες ὑπέλαβον ῥᾳδίως αὐτοῦ περιέσεσθαι. διόπερ ἀθροιζόντων τὰς δυνάμεις ἐπιφανεὶς ἀσυντάκτοις καὶ καταπληξάμενος ἠνάγκασε προσθέσθαι τοῖς Μακεδόσιν.

16.23

16.23.1ἐπ’ἄρχοντος δ’Ἀθήνησι Καλλιστράτου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Φάβιον καὶ Γάιον Πλώτιον. ἐπὶ δὲ τούτων κληθεὶς ἱερὸς πόλεμος συνέστη καὶ διέμεινεν ἔτη ἐννέα. Φιλόμηλος γὰρ Φωκεύς, ἀνὴρ θράσει καὶ παρανομίᾳ διαφέρων, κατελάβετο μὲν τὸ ἐν Δελφοῖς ἱερόν, ἐξέκαυσε δὲ τὸν ἱερὸν πόλεμον διὰ τοιαύτας τινὰς αἰτίας.

16.23.2Λακεδαιμονίων πρὸς Βοιωτοὺς διαπολεμησάντων τὸν Λευκτρικὸν πόλεμον καὶ καταπολεμηθέντων οἱ μὲν Θηβαῖοι διὰ τὴν κατάληψιν τῆς Καδμείας δίκας μεγάλας ἐπαγαγόντες τοῖς Λακεδαιμονίοις ἐν Ἀμφικτύοσι κατεδίκασαν αὐτοὺς πολλοῖς χρήμασιν, οἱ δὲ Φωκεῖς ἐπεργασάμενοι πολλὴν τῆς ἱερᾶς χώρας τῆς ὀνομαζομένης Κιρραίας δίκας ὑπέσχον ἐν Ἀμφικτύοσι καὶ πολλοῖς ταλάντοις κατεκρίθησαν.

16.23.3οὐκ ἐκτινόντων δ’αὐτῶν τὰ ὀφλήματα οἱ μὲν ἱερομνήμονες ἐν Ἀμφικτύοσι κατηγόρουν τῶν Φωκέων καὶ τὸ συνέδριον ἠξίουν, ἐὰν μὴ τὰ χρήματα τῷ θεῷ ἀποδῶσιν οἱ Φωκεῖς, καθιερῶσαι τὴν χώραν τῶν ἀποστερούντων τὸν θεόν · ὁμοίως δ’ἔφασαν δεῖν καὶ τοὺς ἄλλους τοὺς καταδικασθέντας ἐκτίνειν τὰ ὀφλήματα, ἐν οἷς ὑπῆρχον καὶ Λακεδαιμόνιοι · ἐὰν δὲ μὴ ὑπακούωσι, κοινῇ ὑπὸ τῶν Ἑλλήνων μισοπονηρίας ἀξιοῦσθαι.

16.23.4τῶν δ’Ἑλλήνων συνεπικυρούντων τὰ δόγματα τῶν Ἀμφικτυόνων καὶ τῆς τῶν Φωκέων χώρας μελλούσης καθιεροῦσθαι Φιλόμηλος, μέγιστον ἔχων ἐν τοῖς Φωκεῦσιν ἀξίωμα, διελέχθη τοῖς ὁμοεθνέσι, διδάσκων ὡς ἐκτῖσαι μὲν οὐ δύνανται τὰ χρήματα διὰ τὸ μέγεθος τῆς καταδίκης, περιορᾶν δὲ καθιερουμένην τὴν χώραν οὐ μόνον ἄνανδρον ὑπάρχειν, ἀλλὰ καὶ κίνδυνον ἐπιφέρειν τῇ τῶν ἁπάντων τοῦ βίου ἀνατροπῇ.

16.23.5ἐπειρᾶτο δὲ καὶ τὰς κρίσεις τῶν Ἀμφικτυόνων ἀδίκους δεικνύναι κατὰ τὸ δυνατόν · μικρᾶς γὰρ παντελῶς χώρας κατεργασθείσης μεγίστας ζημίας τεθεῖσθαι. συνεβούλευεν οὖν ταύτας ἀκύρους ποιῆσαι καὶ μεγάλας ἀφορμὰς ἔχειν ἀπεφαίνετο τοὺς Φωκεῖς κατὰ τῶν Ἀμφικτυόνων · τὸ γὰρ παλαιὸν τοῦ μαντείου τὴν ἐξουσίαν καὶ προστασίαν ἐσχηκέναι τούτους. καὶ μάρτυρα τὸν ἀρχαιότατον καὶ μέγιστον τῶν ποιητῶν Ὅμηρον παρείχετο λέγοντα αὐτὰρ Φωκείων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον, οἳ Κυπάρισσον ἔχον Πυθῶνάτε πετρήεσσαν.

16.23.6διόπερ ἔφη δεῖν ἀμφισβητεῖν περὶ τῆς τοῦ μαντείου προστασίας ὡς οὔσης πατρίου τοῖς Φωκεῦσιν. ἐπηγγέλλετο δὲ κατορθώσειν τὴν ἐπιβολήν, ἐὰν αὐτὸν αὐτοκράτορα καταστήσωσι στρατηγὸν τῆς ὅλης ἐπιβολῆς καὶ κύριον.

16.24

16.24.1τῶν δὲ Φωκέων διὰ τὸν ἐκ τῆς καταδίκης φόβον ἑλομένων αὐτὸν αὐτοκράτορα στρατηγὸν Φιλόμηλος ἐνεργῶς ἐπετέλει τὰς ἐπαγγελίας. πρῶτον μὲν γὰρ παρελθὼν εἰς τὴν Σπάρτην ἐν ἀπορρήτοις διελέχθη τῷ βασιλεῖ τῶν Λακεδαιμονίων Ἀρχιδάμῳ, ὅτι κοινὸς ἀγών ἐστιν αὐτῷ περὶ τοῦ ποιῆσαι τὰς κρίσεις τῶν Ἀμφικτυόνων ἀκύρους · εἶναι γὰρ καὶ κατὰ τῶν Λακεδαιμονίων μεγάλας καὶ ἀδίκους ἀποφάσεις τῶν Ἀμφικτυόνων. ἐδήλωσεν οὖν αὐτῷ διότι τοὺς Δελφοὺς καταλαβέσθαι διέγνωκε καὶ τῆς προστασίας ἐὰν ἐγκρατὴς γένηται τὰ δόγματα τῶν Ἀμφικτυόνων ἀκυρώσει.

16.24.2 δ’Ἀρχίδαμος ἀποδεξάμενος τὸν λόγον φανερῶς μὲν κατὰ τὸ παρὸν οὐκ ἔφησε βοηθήσειν, λάθρᾳ δὲ πάντα συμπράξειν χορηγῶν καὶ χρήματα καὶ μισθοφόρους. δὲ Φιλόμηλος παρὰ μὲν τούτου πεντεκαίδεκα τάλαντα λαβών, ἰδίᾳ δὲ προσθεὶς οὐκ ἐλάττω τούτων μισθοφόρουςτε ξένους ἐμισθώσατο καὶ τῶν Φωκέων ἐπέλεξε χιλίους, οὓς ὠνόμασε πελταστάς.

16.24.3ἀθροίσας δὲ στρατιωτῶν πλῆθος καὶ καταλαβόμενος τὸ μαντεῖον τούςτε Θρακίδας καλουμένους τῶν Δελφῶν ἐναντιουμένους ἀνεῖλε καὶ τὰς οὐσίας αὐτῶν ἐδήμευσε · τοὺς δ’ἄλλους ὁρῶν καταπεπληγμένους παρεκάλει θαρρεῖν ὡς οὐδενὸς ἐσομένου περὶ αὐτοὺς δεινοῦ.

16.24.4διαβοηθείσης δὲ τῆς περὶ τὸ ἱερὸν καταλήψεως Λοκροὶ μὲν οἱ πλησίον οἰκοῦντες παραχρῆμα ἐστράτευσαν ἐπὶ τὸν Φιλόμηλον. γενομένης δὲ περὶ Δελφοὺς μάχης οἱ μὲν Λοκροὶ λειφθέντες καὶ πολλοὺς ἀποβαλόντες τῶν στρατιωτῶν ἔφυγον εἰς τὴν οἰκείαν, δὲ Φιλόμηλος ἐπαρθεὶς τῇ νίκῃ τὰς τῶν Ἀμφικτυόνων ἀποφάσεις ἔκτε τῶν στηλῶν ἐξέκοψε καὶ τὰ περὶ τῶν καταδικῶν γράμματα κατέλυσεν, αὐτὸς δὲ διέδωκε λόγον ὡς οὔτε συλᾶν τὸ μαντεῖον διέγνωκεν οὔτ’ἄλλην οὐδεμίαν παράνομον πρᾶξιν συντελεῖν βεβούλευται, τῆς δὲ προγονικῆς προστασίας ἀμφισβητῶν καὶ τὰς τῶν Ἀμφικτυόνων ἀδίκους ἀποφάσεις ἀκυρῶσαι βουλόμενος βοηθεῖν τοῖς πατρίοις νόμοις τῶν Φωκέων.

16.25

16.25.1οἱ δὲ Βοιωτοὶ συνελθόντες εἰς ἐκκλησίαν ἐψηφίσαντο βοηθεῖν τῷ μαντείῳ καὶ παραχρῆμα στρατιώτας ἐξέπεμψαν. τούτων δὲ πραττομένων Φιλόμηλος τεῖχόςτε περιεβάλετο τῷ ἱερῷ καὶ μισθοφόρους ἤθροιζε πολλούς, ἀναβιβάσας τοὺς μισθοὺς καὶ ποιήσας ἡμιολίους, καὶ τῶν Φωκέων ἐπιλέγων τοὺς ἀρίστους κατέγραφε καὶ ταχὺ δύναμιν ἀξιόλογον ἤθροισεν · οὐκ ἐλάττους γὰρ τῶν πεντακισχιλίων στρατιωτῶν ἔχων προεκάθητο τῶν Δελφῶν, φοβερὸς ὢν ἤδη τοῖς πολεμεῖν πρὸς αὐτὸν βουλομένοις.

16.25.2μετὰ δὲ ταῦτα στρατεύσας εἰς τὴν τῶν Λοκρῶν χώραν καὶ πολλὴν τῆς πολεμίας γῆς δῃώσας κατεστρατοπεδεύσατο πλησίον ποταμοῦ τινος ῥέοντος παρὰ φρούριον ὀχυρόν. τούτῳ δὲ προσβολὰς ποιησάμενος καὶ μὴ δυνάμενος ἑλεῖν τῆς μὲν πολιορκίας ἀπέστη, πρὸς δὲ τοὺς Λοκροὺς συνάψας μάχην ἀπέβαλε τῶν στρατιωτῶν εἴκοσι καὶ τῶν νεκρῶν οὐ δυνηθεὶς κρατῆσαι τὴν ἀναίρεσιν αὐτῶν διὰ κήρυκος ᾐτήσατο. οἱ δὲ Λοκροὶ τὴν ἀναίρεσιν οὐ συγχωροῦντες ἀπόκρισιν ἔδωκαν ὅτι παρὰ πᾶσι τοῖς Ἕλλησι κοινὸς νόμος ἐστὶν ἀτάφους ῥίπτεσθαι τοὺς ἱεροσύλους.

16.25.3 δὲ Φιλόμηλος χαλεπῶς φέρων τὸ συμβεβηκὸς συνῆψε μάχην τοῖς Λοκροῖς καὶ πᾶσαν εἰσενεγκάμενος φιλοτιμίαν ἀνεῖλέ τινας τῶν πολεμίων καὶ τῶν σωμάτων κυριεύσας ἠνάγκασε τοὺς Λοκροὺς ἀλλαγὴν ποιήσασθαι τῶν νεκρῶν. κρατῶν δὲ τῶν ὑπαίθρων καὶ πολλὴν πορθήσας τῆς Λοκρίδος ἐπανῆλθεν εἰς Δελφοὺς ἐμπεπληκὼς ὠφελείας τοὺς στρατιώτας. μετὰ δὲ ταῦτα περὶ τοῦ πολέμου βουλόμενος χρήσασθαι τῷ μαντείῳ τὴν Πυθίαν ἠνάγκασεν ἀναβᾶσαν ἐπὶ τὸν τρίποδα δοῦναι τὸν χρησμόν.

16.26

16.26.1ἐπεὶ δὲ τοῦ τρίποδος ἐμνήσθην, οὐκ ἄκαιρον προσαναλαβεῖν ἡγοῦμαι τὴν παλαιὰν περὶ αὐτοῦ παραδεδομένην ἱστορίαν. λέγεται γὰρ τὸ παλαιὸν αἶγας εὑρεῖν τὸ μαντεῖον · οὗ χάριν αἰξὶ μάλιστα χρηστηριάζονται μέχρι τοῦ νῦν οἱ Δελφοί.

16.26.2τὸν δὲ τρόπον τῆς εὑρέσεως γενέσθαι φασὶ τοιοῦτον. ὄντος χάσματος ἐν τούτῳ τῷ τόπῳ, καθ’ὅν ἐστι νῦν τοῦ ἱεροῦ τὸ καλούμενον ἄδυτον, καὶ περὶ τοῦτο νενομένων αἰγῶν διὰ τὸ μήπω κατοικεῖσθαι τοὺς Δελφοὺς αἰεὶ τὴν προσιοῦσαν τῷ χάσματι καὶ προσβλέψασαν αὐτῷ σκιρτᾶν θαυμαστῶς καὶ προΐεσθαι φωνὴν διάφορον πρότερον εἰώθει φθέγγεσθαι.

16.26.3τὸν δ’ἐπιστατοῦντα ταῖς αἰξὶ θαυμάσαι τὸ παράδοξον καὶ προσελθόντα τῷ χάσματι καὶ κατιδόντα οἷόνπερ ἦν ταὐτὸ παθεῖν ταῖς αἰξίν ·ἐκείναςτε γὰρ ὅμοια ποιεῖν τοῖς ἐνθουσιάζουσι καὶ τοῦτον προλέγειν τὰ μέλλοντα γίνεσθαι. μετὰ δὲ ταῦτα τῆς φήμης παρὰ τοῖς ἐγχωρίοις διαδοθείσης περὶ τοῦ πάθους τῶν προσιόντων τῷ χάσματι πλείους ἀπαντᾶν ἐπὶ τὸν τόπον · διὰ δὲ τὸ παράδοξον πάντων ἀποπειρωμένων τοὺς αἰεὶ πλησιάζοντας ἐνθουσιάζειν. δι’ἃς αἰτίας θαυμαστωθῆναίτε τὸ μαντεῖον καὶ νομισθῆναι τῆς Γῆς εἶναι τὸ χρηστήριον.

16.26.4καὶ χρόνον μέν τινα τοὺς βουλομένους μαντεύεσθαι προσιόντας τῷ χάσματι ποιεῖσθαι τὰς μαντείας ἀλλήλοις · μετὰ δὲ ταῦτα πολλῶν καθαλλομένων εἰς τὸ χάσμα διὰ τὸν ἐνθουσιασμὸν καὶ πάντων ἀφανιζομένων δόξαι τοῖς κατοικοῦσι περὶ τὸν τόπον, ἵνα μηδεὶς κινδυνεύῃ, προφῆτίντε μίαν πᾶσι καταστῆσαι γυναῖκα καὶ διὰ ταύτης γίνεσθαι τὴν χρησμολογίαν. ταύτῃ δὲ κατασκευασθῆναι μηχανὴν, ἐφ’ἣν ἀναβαίνουσαν ἀσφαλῶς ἐνθουσιάζειν καὶ μαντεύεσθαι τοῖς βουλομένοις.

16.26.5εἶναι δὲ τὴν μηχανὴν τρεῖς ἔχουσαν βάσεις, ἀφ’ὧν αὐτὴν τρίποδα κληθῆναι · σχεδὸν δὲ πάντας τούτου τοῦ κατασκευάσματος ἀπομιμήματα γίνεσθαι τοὺς ἔτι καὶ νῦν κατασκευαζομένους χαλκοῦς τρίποδας. ὃν μὲν οὖν τρόπον εὑρέθη τὸ μαντεῖον καὶ δι’ἃς αἰτίας τρίπους κατεσκευάσθη ἱκανῶς εἰρῆσθαι νομίζω.

16.26.6θεσπιῳδεῖν δὲ τὸ ἀρχαῖον λέγεται παρθένους διάτε τὸ τῆς φύσεως ἀδιάφθορον καὶ τὸ τῆς Ἀρτέμιδος ὁμογενές · ταύτας γὰρ εὐθετεῖν πρὸς τὸ τηρεῖν τὰ ἀπόρρητα τῶν χρησμῳδουμένων. ἐν δὲ τοῖς νεωτέροις χρόνοις φασὶν Ἐχεκράτη τὸν Θετταλὸν παραγενόμενον εἰς τὸ χρηστήριον καὶ θεασάμενον τὴν χρησμολογοῦσαν παρθένον ἐρασθῆναι διὰ τὸ κάλλος αὐτῆς καὶ συναρπάσαντα βιάσασθαι · τοὺς δὲ Δελφοὺς διὰ τὸ γεγενημένον πάθος εἰς τὸ λοιπὸν νομοθετῆσαι μηκέτι παρθένον χρηστηριάζειν, ἀλλὰ γυναῖκα πρεσβυτέραν πεντήκοντα ἐτῶν χρησμολογεῖν · κοσμεῖσθαι δ’αὐτὴν παρθενικῇ σκευῇ, καθάπερ ὑπομνήματι τῆς παλαιᾶς προφήτιδος. τὰ μὲν οὖν περὶ τῆς εὑρέσεως τοῦ μαντείου μυθολογούμενα τοιαῦτ’ἐστίν · ἡμεῖς δ’ἐπανήξομεν ἐπὶ τὰς Φιλομήλου πράξεις.

16.27

16.27.1οὗτος γὰρ κρατῶν τοῦ μαντείου προσέταττε τῇ Πυθίᾳ τὴν μαντείαν ἀπὸ τοῦ τρίποδος ποιεῖσθαι κατὰ τὰ πάτρια. ἀποκριναμένης δ’αὐτῆς ὅτι τοιαῦτα οὐκ ἔστι τὰ πάτρια διηπειλήσατο καὶ συνηνάγκασε τὴν ἀνάβασιν ποιεῖσθαι ἐπὶ τὸν τρίποδα. ἀποφθεγξαμένης δ’αὐτῆς πρὸς τὴν ὑπεροχὴν τοῦ βιαζομένου ὅτι ἔξεστιν αὐτῷ πράττειν βούλεται ἀσμένως τὸ ῥηθὲν ἐδέξατο καὶ τὸν προσήκοντα χρησμὸν ἔχειν ἀπεφαίνετο. εὐθὺς δὲ καὶ τὸν χρησμὸν ἔγγραφον ποιήσας καὶ προθεὶς εἰς τοὐμφανὲς ἅπασιν ἐποίησε φανερὸν ὅτι θεὸς αὐτῷ δίδωσιν ἐξουσίαν πράττειν , τι βούλεται.

16.27.2συναγαγὼν δ’ἐκκλησίαν καὶ τὴν μαντείαν τοῖς πλήθεσι δηλώσας καὶ παρακαλέσας θαρρεῖν ἐτρέπετο πρὸς τὰς τοῦ πολέμου πράξεις. ἐγένετο δ’αὐτῷ καὶ σημεῖον ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλωνος · ἀετὸς γὰρ ὑπερπετώμενος τὸν ναὸν τοῦ θεοῦ καὶ συγκυλισθεὶς ἐπὶ τὴν γῆν τὰς τρεφομένας ἐν τῷ ἱερῷ περιστερὰς ἐθήρευεν, ὧν ἐνίας ἀπ’αὐτῶν ἥρπαζε τῶν βωμῶν. τὸ δὲ σημεῖον ἔφασαν οἱ περὶ ταῦτ’ἀσχολούμενοι σημαίνειν τῷ Φιλομήλῳ καὶ τοῖς Φωκεῦσι κρατήσειν τῶν περὶ Δελφοὺς πραγμάτων.

16.27.3ἐπαρθεὶς οὖν ἐπὶ τούτοις ἐπέλεξε τῶν φίλων τοὺς εὐθετωτάτους εἰς τὰς πρεσβείας καὶ τούτων τοὺς μὲν εἰς τὰς Ἀθήνας, τοὺς δ’εἰς Λακεδαίμονα, τοὺς δ’εἰς τὰς Θήβας ἐξέπεμψεν · ὁμοίως δὲ καὶ πρὸς τὰς ἄλλας τὰς ἐπισημοτάτας τῶν κατὰ τὴν Ἑλλάδα πόλεων ἀπέστειλεν, ἀπολογούμενος ὅτι κατείληπται τοὺς Δελφοὺς οὐ τοῖς ἱεροῖς χρήμασιν ἐπιβουλεύων, ἀλλὰ τῆς τοῦ ἱεροῦ προστασίας ἀμφισβητῶν · εἶναι γὰρ Φωκέων αὐτὴν ἰδίαν ἐν τοῖς παλαιοῖς χρόνοις ἀποδεδειγμένην.

16.27.4τῶν δὲ χρημάτων τὸν λόγον ἔφη πᾶσι τοῖς Ἕλλησιν ἀποδώσειν καὶ τόντε σταθμὸν καὶ τὸν ἀριθμὸν τῶν ἀναθημάτων ἕτοιμος εἶναι παραδοῦναι τοῖς βουλομένοις ἐξετάζειν. ἠξίου δέ, ἄν τις δι’ἔχθραν φθόνον πολεμῇ Φωκεῦσι, μάλιστα μὲν συμμαχεῖν, εἰ δὲ μή γε, τὴν ἡσυχίαν ἄγειν.

16.27.5τῶν δὲ πρέσβεων τὸ προσταχθὲν πραξάντων Ἀθηναῖοι μὲν καὶ Λακεδαιμόνιοι καί τινες ἄλλοι συμμαχίαν πρὸς αὐτὸν συνέθεντο καὶ βοηθήσειν ἐπηγγείλαντο, Βοιωτοὶ δὲ καὶ Λοκροὶ καί τινες ἕτεροι τἀναντία τούτοις ἐψηφίσαντο καὶ τὸν πόλεμον ὑπὲρ τοῦ θεοῦ πρὸς τοὺς Φωκεῖς ἐπανείλαντο. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.

16.28

16.28.1ἐπ’ἄρχοντος δ’Ἀθήνησι Διοτίμου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Μάρκιον καὶ Γναῖον Μάλλιον. ἐπὶ δὲ τούτων Φιλόμηλος μὲν προορώμενος τὸ μέγεθος τοῦ πολέμου μισθοφόρωντε πλῆθος ἤθροιζε, τῶντε Φωκέων τοὺς εὐθέτους κατέλεγεν εἰς τὴν στρατείαν.

16.28.2τοῦ δὲ πολέμου προσδεομένου χρημάτων τῶν μὲν ἱερῶν ἀναθημάτων ἀπείχετο, τοὺς δὲ Δελφοὺς εὐδαιμονίᾳ καὶ πλούτῳ διαφέροντας ἐπράξατο πλῆθος χρημάτων ἱκανὸν εἰς τοὺς τῶν ξένων μισθούς. κατασκευάσας οὖν ἀξιόλογον δύναμιν προήγαγεν εἰς ὕπαιθρον καὶ φανερὸς ἦν ἑτοίμως ἔχων διαγωνίζεσθαι πρὸς τοὺς ἀλλοτρίως διακειμένους τοῖς Φωκεῦσι.

16.28.3τῶν δὲ Λοκρῶν στρατευσάντων ἐπ’αὐτὸν ἐγένετο μάχη περὶ τὰς Φαιδριάδας καλουμένας πέτρας, ἣν νικήσας Φιλόμηλος πολλοὺς μὲν ἀνεῖλε τῶν πολεμίων, οὐκ ὀλίγους δ’ἐζώγρησε, τινὰς δὲ κατὰ τῆς πέτρας συνηνάγκασεν ἑαυτοὺς κατακρημνίσαι. μετὰ δὲ τὴν μάχην ταύτην οἱ μὲν Φωκεῖς ἐπήρθησαν τοῖς φρονήμασι διὰ τὴν εὐημερίαν, οἱ δὲ Λοκροὶ ταπεινωθέντες πρέσβεις ἐξέπεμψαν εἰς τὰς Θήβας ἀξιοῦντες τοὺς Βοιωτοὺς βοηθεῖν αὐτοῖςτε καὶ τῷ θεῷ.

16.28.4οἱ δὲ Βοιωτοὶ διάτε τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν καὶ διὰ τὸ συμφέρειν αὐτοῖς τὰς τῶν Ἀμφικτυόνων κρίσεις βεβαίας εἶναι πρόςτε τοὺς Θετταλοὺς ἐπρέσβευσαν καὶ τοὺς ἄλλους Ἀμφικτύονας ἀξιοῦντες κοινῇ πολεμῆσαι τοῖς Φωκεῦσι. ψηφισαμένων δὲ τῶν Ἀμφικτυόνων τὸν πρὸς Φωκεῖς πόλεμον πολλὴ ταραχὴ καὶ διάστασις ἦν καθ’ὅλην τὴν Ἑλλάδα. οἱ μὲν γὰρ ἔκριναν βοηθεῖν τῷ θεῷ καὶ τοὺς Φωκεῖς ὡς ἱεροσύλους κολάζειν, οἱ δὲ πρὸς τὴν τῶν Φωκέων βοήθειαν ἀπέκλινον.

16.29

16.29.1σχιζομένης δὲ τῆς τῶν ἐθνῶν καὶ πόλεων αἱρέσεως τῷ μὲν ἱερῷ βοηθεῖν ἔγνωσαν Βοιωτοὶ καὶ Λοκροὶ καὶ Θετταλοὶ καὶ Περραιβοί, πρὸς δὲ τούτοις Δωριεῖς καὶ Δόλοπες, ἔτι δὲ Ἀθαμᾶνες καὶ Ἀχαιοὶ Φθιῶται καὶ Μάγνητες, ἔτι δὲ Αἰνιᾶνες καί τινες ἕτεροι, τοῖς δὲ Φωκεῦσι συνεμάχουν Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι καί τινες ἕτεροι τῶν Πελοποννησίων.

16.29.2προθυμότατα δὲ συνέπραττον οἱ Λακεδαιμόνιοι διὰ τοιαύτας αἰτίας. ἐν τῷ Λευκτρικῷ πολέμῳ Θηβαῖοι καταπολεμήσαντες τοὺς πολεμίους δίκην ἐπήνεγκαν εἰς Ἀμφικτύονας κατὰ τῶν Σπαρτιατῶν, ὅτι Φοιβίδας Σπαρτιάτης κατελάβετο τὴν Καδμείαν, καὶ διετιμήσαντο τὸ ἀδίκημα ταλάντων πεντακοσίων. καταδικασθέντων δὲ τῶν Λακεδαιμονίων καὶ τὴν δίκην οὐκ ἐκτινόντων κατὰ τὸν ὡρισμένον ἐκ τῶν νόμων καιρὸν οἱ Θηβαῖοι πάλιν δίκην ἐπήνεγκαν διπλοῦ τοῦ ἀδικήματος.

16.29.3τῶν δ’Ἀμφικτυόνων χιλίοις ταλάντοις καταδικασάντων οἱ Λακεδαιμόνιοι διὰ τὸ μέγεθος τοῦ ὀφλήματος ὁμοίας τοῖς Φωκεῦσι τὰς ἀποφάσεις ἐποιοῦντο, λέγοντες ἀδίκως ὑπὸ τῶν Ἀμφικτυόνων καταδεδικάσθαι.

16.29.4διόπερ κοινοῦ ὄντος τοῦ συμφέροντος οἱ Λακεδαιμόνιοι κατ’ἰδίαν μὲν ὤκνουν ὑπὲρ τῆς καταδίκης ἄρασθαι πόλεμον, διὰ δὲ τοῦ προσώπου τῶν Φωκέων εὐσχημονέστερον ἔκρινον ἀκυρῶσαι τὰς κρίσεις τῶν Ἀμφικτυόνων. διὰ δὴ ταύτας τὰς αἰτίας ἑτοιμότατα συνεμάχουν τοῖς Φωκεῦσι καὶ τὴν προστασίαν τοῦ ἱεροῦ συγκατεσκεύαζον αὐτοῖς.

16.30

16.30.1φανεροῦ δ’ὄντος ὅτι Βοιωτοὶ μεγάλῃ δυνάμει στρατεύσουσιν ἐπὶ τοὺς Φωκεῖς Φιλόμηλος ἔκρινε μισθοφόρων ἀθροίζειν πλῆθος. προσδεομένου δὲ τοῦ πολέμου χρημάτων πλειόνων ἠναγκάζετο τοῖς ἱεροῖς ἀναθήμασιν ἐπιβάλλειν τὰς χεῖρας καὶ συλᾶν τὸ μαντεῖον. ὑποστησαμένου δ’αὐτοῦ τοῖς ξένοις μισθοὺς ἡμιολίους ταχὺ πλῆθος ἠθροίσθη μισθοφόρων, πολλῶν ὑπακουόντων πρὸς τὴν στρατείαν διὰ τὸ μέγεθος τῶν μισθῶν.

16.30.2τῶν μὲν οὖν ἐπιεικῶν ἀνδρῶν οὐδεὶς ἀπεγράψατο πρὸς τὴν στρατείαν διὰ τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν, οἱ δὲ πονηρότατοι καὶ θεῶν διὰ τὴν πλεονεξίαν καταφρονοῦντες προθύμως συνέτρεχον πρὸς τὸν Φιλόμηλον καὶ ταχὺ δύναμις ἰσχυρὰ συνέστη τῶν πρὸς τὴν ἱεροσυλίαν ὁρμωμένων.

16.30.3 μὲν οὖν Φιλόμηλος διὰ τὸ μέγεθος τῆς εὐπορίας ταχὺ δύναμιν ἀξιόχρεων κατεσκευάσατο. εὐθὺς οὖν ἐστράτευσεν εἰς τὴν τῶν Λοκρῶν χώραν ἔχων στρατιώτας ἱππεῖςτε καὶ πεζοὺς πλείους τῶν μυρίων. ἀντιταχθέντων δὲ τῶν Λοκρῶν καὶ τῶν Βοιωτῶν βοηθησάντων τοῖς Λοκροῖς ἱππομαχία συνέστη, καθ’ἣν προετέρησαν οἱ Φωκεῖς.

16.30.4μετὰ δὲ ταῦτα οἱ μὲν Θετταλοὶ μετὰ τῶν πλησιοχώρων συμμάχων ἀθροισθέντες εἰς ἑξακισχιλίους ἧκον εἰς τὴν Λοκρίδα καὶ συνάψαντες μάχην τοῖς Φωκεῦσι περὶ λόφον Ἀργόλαν ὀνομαζόμενον ἡττήθησαν. ἐπιφανέντων δὲ Βοιωτῶν μυρίοις καὶ τρισχιλίοις στρατιώταις καὶ τῶν ἐκ Πελοποννήσου Ἀχαιῶν χιλίοις καὶ πεντακοσίοις βοηθησάντων τοῖς Φωκεῦσιν ἀντεστρατοπέδευσαν αἱ δυνάμεις, ἀμφοτέρων ἀθροισθέντων εἰς ἕνα τόπον.

16.31

16.31.1μετὰ δὲ ταῦτα οἱ μὲν Βοιωτοὶ κατὰ τὰς προνομὰς ζωγρήσαντες οὐκ ὀλίγους τῶν μισθοφόρων, προαγαγόντες πρὸ τῆς πόλεως ἐκήρυξαν ὅτι τούσδε τοὺς ἄνδρας οἱ Ἀμφικτύονες στρατευσαμένους μετὰ τῶν ἱεροσύλων θανάτῳ κολάζουσιν · εὐθὺς δὲ καὶ τῶν ἔργων τοῖς λόγοις ἀκολουθούντων ἅπαντας κατηκόντισαν.

16.31.2ἐπὶ δὲ τούτοις οἱ παρὰ τοῖς Φωκεῦσι μισθοφόροι παροξυνθέντες ἠξίουν τὸν Φιλόμηλον τῆς ὁμοίας τιμωρίας ἀξιῶσαι τοὺς πολεμίους, μεγάλην δὲ φιλονεικίαν εἰσενεγκάμενοι καὶ πολλοὺς τῶν κατὰ τὴν χώραν πλανωμένων παρὰ τοῖς πολεμίοις ζωγρήσαντες ἀνήγαγον, οὓς ἅπαντας Φιλόμηλος κατηκόντισε. διὰ δὲ ταύτης τῆς κολάσεως τοὺς ἐναντίους ἐποίησαν μεθέσθαι τῆς ὑπερηφάνου καὶ δεινῆς τιμωρίας.

16.31.3μετὰ δὲ ταῦτα τῶν δυνάμεων εἰς ἄλλην χώραν ἐμβαλουσῶν καὶ τὴν ὁδοιπορίαν ποιουμένων διὰ τόπων καταδένδρων καὶ τραχέων ἄφνω συνέμιξαν ἀλλήλοις οἱ προηγούμενοι τῆς στρατιᾶς. γενομένης δὲ συμπλοκῆς, εἶτα μάχης ἰσχυρᾶς οἱ Βοιωτοὶ τῷ πλήθει πολὺ προέχοντες ἐνίκησαν τοὺς Φωκεῖς.

16.31.4τῆς δὲ φυγῆς γινομένης διὰ τόπου κρημνώδους καὶ δυσεξίτου πολλοὶ τῶντε Φωκέων καὶ μισθοφόρων κατεκόπησαν · δὲ Φιλόμηλος ἐκθύμως ἀγωνισάμενος καὶ πολλοῖς τραύμασι περιπεσὼν εἴς τινα κρημνώδη τόπον συνεκλείσθη · οὐκ ἔχων δὲ διέξοδον καὶ φοβούμενος τὴν ἐκ τῆς αἰχμαλωσίας αἰκίαν ἑαυτὸν κατεκρήμνισε καὶ τοῦτον τὸν τρόπον δοὺς τῷ δαιμονίῳ δίκας κατέστρεψε τὸν βίον.

16.31.5 δὲ συνάρχων αὐτῷ στρατηγὸς Ὀνόμαρχος διαδεξάμενος τὴν ἡγεμονίαν καὶ μετὰ τῆς ἀνασωζομένης δυνάμεως ἀναχωρήσας ἀνελάμβανε τοὺς ἐκ τῆς φυγῆς ἐπανιόντας.

16.31.6ἅμα δὲ τούτοις πραττομένοις Φίλιππος τῶν Μακεδόνων βασιλεὺς Μεθώνην μὲν ἐκπολιορκήσας καὶ διαρπάσας κατέσκαψε, Παγασὰς δὲ χειρωσάμενος ἠνάγκασεν ὑποταγῆναι. κατὰ δὲ τὸν Πόντον Λεύκων τοῦ Βοσπόρου βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη τεσσαράκοντα, τὴν δὲ ἀρχὴν διαδεξάμενος Σπάρτακος υἱὸς ἐβασίλευσεν ἔτη πέντε.

16.31.7Ῥωμαίοις δὲ πρὸς Φαλίσκους συνέστη πόλεμος καὶ μέγα μὲν οὐδὲν οὐ δ’ἄξιον μνήμης ἐπετελέσθη, καταδρομαὶ δὲ καὶ πορθήσεις τῆς χώρας τῶν Φαλίσκων ἐγίνοντο. κατὰ δὲ τὴν Σικελίαν Δίωνος τοῦ στρατηγοῦ σφαγέντος ὑπὸ Ζακυνθίων τινῶν μισθοφόρων τὴν ἡγεμονίαν διεδέξατο Κάλλιππος τούτους πρὸς τὸν φόνον παρασκευάσας καὶ ἦρξε μῆνας τρεισκαίδεκα.

16.32

16.32.1ἐπ’ἄρχοντος δ’Ἀθήνησιν Θουδήμου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Πόπλιον καὶ Μάρκον Φάβιον. ἐπὶ δὲ τούτων Βοιωτοὶ νενικηκότες τοὺς Φωκεῖς καὶ νομίσαντες τὸν αἰτιώτατον τῆς ἱεροσυλίας Φιλόμηλον ὑπὸ θεῶν καὶ ἀνθρώπων κεκολασμένον ἀποτρέψειν τοὺς ἄλλους ἀπὸ τῆς ὁμοίας κακίας ἀνέζευξαν εἰς τὴν οἰκείαν.

16.32.2οἱ δὲ Φωκεῖς ἀπολυθέντες τοῦ πολέμου κατὰ τὸ παρὸν ἐπανῆλθον εἰς Δελφοὺς καὶ συνελθόντες μετὰ τῶν συμμάχων εἰς κοινὴν ἐκκλησίαν ἐβουλεύοντο περὶ τοῦ πολέμου. οἱ μὲν οὖν ἐπιεικέστατοι πρὸς τὴν εἰρήνην ἔρρεπον, οἱ δ’ἀσεβεῖς καὶ τόλμῃ καὶ πλεονεξίᾳ διαφέροντες ἐφρόνουν τὰ ἐναντία καὶ περιεβλέποντο ζητοῦντες τὸν συνηγορήσοντα ταῖς σφετέραις παρανομίαις.

16.32.3Ὀνόμαρχος δὲ πεφροντισμένον λόγον διελθὼν ὑπὲρ τοῦ τηρεῖν τὴν ἐξ ἀρχῆς προαίρεσιν προετρέψατο τὰ πλήθη πρὸς τὸν πόλεμον, οὐχ οὕτω τοῦ κοινῇ συμφέροντος προνοηθεὶς, ὡς τὸ ἴδιον λυσιτελὲς προκρίνας · πολλαῖς γὰρ καὶ μεγάλαις δίκαις ὑπὸ τῶν Ἀμφικτυόνων ἦν καταδεδικασμένος ὁμοίως τοῖς ἄλλοις καὶ τὰ ὀφλήματα οὐκ ἐκτετικώς. διόπερ ὁρῶν αἰρετώτερον αὐτῷ τὸν πόλεμον ὄντα τῆς εἰρήνης εὐλόγως τοὺς Φωκεῖς καὶ συμμάχους παρώξυνε τηρεῖν τὴν ὑπόστασιν τοῦ Φιλομήλου.

16.32.4αἱρεθεὶς δὲ στρατηγὸς αὐτοκράτωρ μισθοφόρωντε πλῆθος ἤθροιζε καὶ τὰς τῶν τετελευτηκότων τάξεις ἀναπληρώσας καὶ τῷ πλήθει τῶν ξενολογηθέντων αὐξήσας τὴν δύναμιν μεγάλας παρασκευὰς ἐποιεῖτο συμμάχων καὶ τῶν ἄλλων τῶν εἰς πόλεμον χρησίμων.

16.33

16.33.1ἐπῆρε δ’αὐτὸν πρὸς τὴν ὑπόστασιν ταύτην ὄνειρος ἔμφασιν διδοὺς μεγάλης αὐξήσεώςτε καὶ δόξης · κατὰ γὰρ τὸν ὕπνον ἔδοξε τὸν κολοττὸν τὸν χαλκοῦν, ὃν ἀνέθηκαν ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλωνος οἱ Ἀμφικτύονες, ἀναπλάττειν εἰς ὕψος ταῖς ἰδίαις χερσὶ καὶ ποιῆσαι πολὺ μείζονα. ὑπέλαβεν οὖν αὐτῷ σημαίνεσθαι παρὰ τῶν θεῶν αὔξησιν δόξης ἔσεσθαι διὰ τῆς αὑτοῦ στρατηγίας · τὸ δ’ἀληθὲς οὐχ οὕτως εἶχε, τοὐναντίον δὲ παρεσημαίνετο · διὰ τὸ τοὺς Ἀμφικτύονας ἐκ τοῦ ζημιώματος ἀναθεῖναι, τῶν Φωκέων εἰς τὸ ἱερὸν παρανομησάντων καὶ διὰ τοῦτο ζημιωθέντων ἐσημαίνετο ζημία τῶν Φωκέων αὔξησιν ἀπολήψεσθαι ταῖς τοῦ Ὀνομάρχου χερσίν · ὅπερ καὶ συνέβη γενέσθαι.

16.33.2 δ’οὖν Ὀνόμαρχος στρατηγὸς αὐτοκράτωρ ᾑρημένος ἐκ μὲν τοῦ χαλκοῦ καὶ σιδήρου κατεσκεύασεν ὅπλων πλῆθος, ἐκ δὲ τοῦ ἀργυρίου καὶ χρυσίου νόμισμα κόψας ταῖςτε συμμαχούσαις πόλεσι διεδίδου καὶ μάλιστα τοὺς προεστηκότας ἐδωροδόκει. διέφθειρε δὲ καὶ τῶν πολεμίων πολλούς, οὓς μὲν συμμαχεῖν πείθων, οὓς δὲ τὴν ἡσυχίαν ἔχειν ἀξιῶν.

16.33.3πάντα δὲ ῥᾳδίως ἐπετέλει διὰ τὴν τῶν ἀνθρώπων φιλαργυρίαν · καὶ γὰρ τοὺς Θετταλοὺς μέγιστον ἔχοντας τῶν συμμάχων ἀξίωμα δωροδοκήσας ἔπεισε τὴν ἡσυχίαν ἔχειν. καὶ τῶν μὲν Φωκέων τοὺς ἐναντιουμένους συλλαμβάνων ἀνῄρει καὶ τὰς οὐσίας ἐδήμευεν, εἰς δὲ τὴν πολεμίαν ἐμβαλὼν Θρόνιον μὲν ἐκπολιορκήσας ἐξηνδραποδίσατο, Ἀμφισσεῖς δὲ καταπληξάμενος ἠνάγκασεν ὑποτάττεσθαι.

16.33.4τὰς δ’ἐν Δωριεῦσι πόλεις πορθήσας τὴν χώραν αὐτῶν ἐδῄωσεν. εἰς δὲ τὴν Βοιωτίαν ἐμβαλὼν Ὀρχομενὸν μὲν εἷλεν, ἐπιχειρήσας δ’ἐκπολιορκεῖν Χαιρώνειαν καὶ ἡττηθεὶς ὑπὸ Θηβαίων ἐπανῆλθεν εἰς τὴν οἰκείαν.

16.34

16.34.1ἅμα δὲ τούτοις πραττομένοις Ἀρτάβαζος, ἀποστάτης ὢν τοῦ βασιλέως, διεπολέμει πρὸς τοὺς ἀποσταλέντας ὑπὸ τοῦ βασιλέως σατράπας εἰς τὸν πόλεμον. καὶ τὸ μὲν πρῶτον συμμαχοῦντος αὐτῷ Χάρητος τοῦ Ἀθηναίων στρατηγοῦ ἐρρωμένως ἀντετάττετο τοῖς σατράπαις, ἐκείνου δ’ἀπελθόντος μονωθεὶς ἔπεισε τοὺς Θηβαίους συμμαχίαν αὐτῷ πέμψαι. οἱ δὲ Παμμένη στρατηγὸν ἑλόμενοι καὶ δόντες αὐτῷ στρατιώτας πεντακισχιλίους ἐξέπεμψαν εἰς τὴν Ἀσίαν.

16.34.2 δὲ Παμμένης βοηθήσας Ἀρταβάζῳ καὶ τοὺς σατράπας μεγάλαις μάχαις δυσὶ νικήσας περιεποιήσατο μεγάλην δόξαν ἑαυτῷτε καὶ τοῖς Βοιωτοῖς. ἐφάνη γὰρ θαυμαστὸν εἰ Βοιωτοὶ τῶν μὲν Θετταλῶν ἐγκαταλελοιπότων, τοῦ δὲ Φωκικοῦ πολέμου μεγάλους ἐπιφέροντος κινδύνους διαποντίους δυνάμεις εἰς Ἀσίαν ἐξέπεμπον καὶ προετέρουν κατὰ τὸ πλεῖστον ἐν τοῖς κινδύνοις.

16.34.3ἅμα δὲ τούτοις πραττομένοις συνέστη πόλεμος Ἀργείοις πρὸς Λακεδαιμονίους, καὶ γενομένης μάχης περὶ πόλιν Ὀρνεὰς ἐνίκων οἱ Λακεδαιμόνιοι καὶ τὰς Ὀρνεὰς ἐκπολιορκήσαντες ἐπανῆλθον εἰς τὴν Σπάρτην. Χάρης δὲ τῶν Ἀθηναίων στρατηγὸς εἰσπλεύσας εἰς Ἑλλήσποντον καὶ Σηστὸν πόλιν ἑλὼν τοὺς μὲν ἡβῶντας ἀπέσφαξεν, τοὺς δ’ἄλλους ἐξηνδραποδίσατο.

16.34.4Κερσοβλέπτου δὲ τοῦ Κότυος διάτε τὴν πρὸς Φίλιππον ἀλλοτριότητα καὶ τὴν πρὸς Ἀθηναίους φιλίαν ἐγχειρίσαντος τοῖς Ἀθηναίοις τὰς ἐν Χερρονήσῳ πόλεις πλὴν Καρδίας ἀπέστειλεν δῆμος κληρούχους εἰς τὰς πόλεις. Φίλιππος δ’ὁρῶν τοὺς Μεθωναίους ὁρμητήριον παρεχομένους τὴν πόλιν τοῖς πολεμίοις ἑαυτοῦ πολιορκίαν συνεστήσατο.

16.34.5καὶ μέχρι μέν τινος οἱ Μεθωναῖοι διεκαρτέρουν, ἔπειτα κατισχυόμενοι συνηναγκάσθησαν παραδοῦναι τὴν πόλιν τῷ βασιλεῖ ὥστε ἀπελθεῖν τοὺς πολίτας ἐκ τῆς Μεθώνης ἔχοντας ἓν ἱμάτιον ἕκαστον. δὲ Φίλιππος τὴν μὲν πόλιν κατέσκαψε, τὴν δὲ χώραν διένειμε τοῖς Μακεδόσιν. ἐν δὲ τῇ πολιορκίᾳ ταύτῃ συνέβη τὸν Φίλιππον εἰς τὸν ὀφθαλμὸν πληγέντα τοξεύματι διαφθαρῆναι τὴν ὅρασιν.

16.35

16.35.1μετὰ δὲ ταῦθ’ Φίλιππος ὑπὸ Θετταλῶν μετακληθεὶς ἧκεν εἰς Θετταλίαν μετὰ τῆς δυνάμεως, καὶ τὸ μὲν πρῶτον πρὸς Λυκόφρονα τὸν Φερῶν τύραννον διεπολέμει βοηθῶν τοῖς Θετταλοῖς · μετὰ δὲ ταῦτα τοῦ Λυκόφρονος μεταπεμψαμένου παρὰ τῶν Φωκέων συμμαχίαν ἀπεστάλη Φάυλλος ἀδελφὸς Ὀνομάρχου μετὰ στρατιωτῶν ἑπτακισχιλίων. δὲ Φίλιππος τοὺς Φωκεῖς νικήσας ἐξέβαλεν ἐκ τῆς Θετταλίας.

16.35.2Ὀνόμαρχος δ’ἀναλαβὼν πᾶσαν τὴν δύναμιν καὶ νομίζων ὅλης τῆς Θετταλίας κυριεύσειν ἧκεν ἐν τάχει βοηθήσων τοῖς περὶ τὸν Λυκόφρονα. τοῦ δὲ Φιλίππου μετὰ τῶν Θετταλῶν ἀντιπαραταξαμένου τοῖς Φωκεῦσιν Ὀνόμαρχος ὑπερέχων τοῖς πλήθεσι δυσὶ μάχαις ἐνίκησε καὶ πολλοὺς τῶν Μακεδόνων ἀνεῖλεν. Φίλιππος δ’εἰς τοὺς ἐσχάτους κινδύνους περικλεισθεὶς καὶ τῶν στρατιωτῶν διὰ τὴν ἀθυμίαν καταλιπόντων αὐτὸν παραθαρσύνας τὸ πλῆθος μόγις ἐποίησεν αὐτοὺς εὐπειθεῖς.

16.35.3μετὰ δὲ ταῦτα Φίλιππος μὲν ἀνεχώρησεν εἰς Μακεδονίαν, Ὀνόμαρχος δὲ στρατεύσας εἰς Βοιωτίαν ἐνίκησε μάχῃ τοὺς Βοιωτοὺς καὶ πόλιν εἷλε Κορώνειαν. κατὰ δὲ τὴν Θετταλίαν Φίλιππος μὲν ἐκ τῆς Μακεδονίας μετὰ τῆς δυνάμεως ἄρτι κατηντηκὼς ἐστράτευσεν ἐπὶ Λυκόφρονα τὸν Φερῶν τύραννον.

16.35.4οὗτος δ’οὐκ ὢν ἀξιόμαχος μετεπέμψατο συμμαχίαν παρὰ Φωκέων, ἐπαγγελλόμενος συγκατασκευάσειν αὐτοῖς τὰ κατὰ τὴν Θετταλίαν. διόπερ Ὀνομάρχου σπουδῇ βοηθήσαντος μετὰ πεζῶν δισμυρίων καὶ πεντακοσίων ἱππέων μὲν Φίλιππος πείσας τοὺς Θετταλοὺς κοινῇ τὸν πόλεμον ἄρασθαι συνήγαγε τοὺς πάντας πεζοὺς μὲν ὑπὲρ τοὺς δισμυρίους, ἱππεῖς δὲ τρισχιλίους.

16.35.5γενομένης δὲ παρατάξεως ἰσχυρᾶς καὶ τῶν Θετταλῶν ἱππέων τῷ πλήθει καὶ ταῖς ἀρεταῖς διαφερόντων ἐνίκησεν Φίλιππος. τῶν δὲ περὶ τὸν Ὀνόμαρχον καταφυγόντων εἰς τὴν θάλατταν καὶ τυχικῶς παραπλέοντος τοῦ Ἀθηναίου Χάρητος μετὰ πολλῶν τριήρων πολὺς ἐγένετο φόνος τῶν Φωκέων · οἱ γὰρ φεύγοντες ῥίψαντες τὰς πανοπλίας διενήχοντο πρὸς τὰς τριήρεις, ἐν οἷς ἦν καὶ αὐτὸς Ὀνόμαρχος.

16.35.6τέλος δὲ τῶν Φωκέων καὶ μισθοφόρων ἀνῃρέθησαν μὲν ὑπὲρ τοὺς ἑξακισχιλίους, ἐν οἷς ἦν καὶ αὐτὸς στρατηγός, ἥλωσαν δὲ οὐκ ἐλάττους τῶν τρισχιλίων. δὲ Φίλιππος τὸν μὲν Ὀνόμαρχον ἐκρέμασε, τοὺς δ’ἄλλους ὡς ἱεροσύλους κατεπόντισεν.

16.36

16.36.1μετὰ δὲ τὴν Ὀνομάρχου τελευτὴν διεδέξατο τὴν Φωκέων ἡγεμονίαν ἀδελφὸς Φάυλλος. οὗτος δὲ τὴν γεγενημένην συμφορὰν διορθούμενος μισθοφόρωντε πλῆθος ἤθροιζε, διπλασιάσας τοὺς εἰωθότας μισθούς, καὶ παρὰ τῶν συμμάχων βοήθειαν μετεπέμψατο · κατεσκευάζετο δὲ καὶ ὅπλων πλῆθος καὶ νόμισμα κατέκοψε χρυσοῦντε καὶ ἀργυροῦν.

16.36.2ὑπὸ δὲ τοὺς αὐτοὺς καιροὺς Μαύσωλος Καρίας δυνάστης ἐτελεύτησεν ἄρξας ἔτη εἴκοσι τέσσαρα, τὴν δὲ ἀρχὴν διαδεξαμένη Ἀρτεμισία ἀδελφὴ καὶ γυνὴ ἐδυνάστευσεν ἔτη δύο.

16.36.3Κλέαρχος δ’ Ἡρακλείας τύραννος Διονυσίων ὄντων ἐπὶ θέαν βαδίζων ἀνῃρέθη, ἄρξας ἔτη δεκαδύο · τὴν δὲ ἀρχὴν διαδεξάμενος υἱὸς Τιμόθεος ἦρξεν ἔτη πεντεκαίδεκα.

16.36.4Τυρρηνοὶ δὲ διαπολεμοῦντες Ῥωμαίοις ἐπόρθησαν πολλὴν τῆς πολεμίας χώρας καὶ μέχρι τοῦ Τιβέρεως καταδραμόντες ἐπανῆλθον εἰς τὴν οἰκείαν.

16.36.5ἐν δὲ ταῖς Συρακούσσαις στάσεως γενομένης τοῖς Δίωνος φίλοις πρὸς Κάλλιππον οἱ μὲν τοῦ Δίωνος φίλοι ἡττηθέντες ἔφυγον εἰς τοὺς Λεοντίνους · μετὰ δέ τινα χρόνον Ἱππαρίνου τοῦ Διονυσίου καταπλεύσαντος εἰς τὰς Συρακούσσας μετὰ δυνάμεως μὲν Κάλλιππος ἡττηθεὶς ἐξέπεσεν τῆς πόλεως, Ἱππαρῖνος δὲ ἀνακτησάμενος τὴν πατρῴαν δυναστείαν ἦρξεν ἔτη δύο.

16.37

16.37.1ἐπ’ἄρχοντος δ’Ἀθήνησιν Ἀριστοδήμου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Σολπίκιον καὶ Μάρκον Οὐαλέριον, Ὀλυμπιὰς δ’ἤχθη ἑβδόμη πρὸς ταῖς ἑκατόν, καθ’ἣν ἐνίκα στάδιον Μικρίνας Ταραντῖνος. ἐπὶ δὲ τούτων Φάυλλος μὲν Φωκέων στρατηγὸς μετὰ τὴν τοῦ ἀδελφοῦ τελευτήντε καὶ ἧτταν προσανέλαβε τὰ τῶν Φωκέων πράγματα τεταπεινωμένα διάτε τὴν ἧτταν καὶ τὴν φθορὰν τῶν στρατιωτῶν.

16.37.2ἔχων γὰρ χρημάτων πλῆθος ἀνέκλειπτον πολλοὺς μὲν μισθοφόρους ἤθροισεν, οὐκ ὀλίγους δὲ συμμάχους ἔπεισε συνεπιλαβέσθαι τοῦ πολέμου. τῇ γὰρ ἀφθονίᾳ τῶν χρημάτων ἀνέδην χρώμενος οὐ μόνον ἰδιώτας πολλοὺς ἔσχε προθύμους συναγωνιστάς, ἀλλὰ καὶ πόλεις τὰς ἐπιφανεστάτας ἐπεσπάσατο πρὸς τὴν κοινοπραγίαν.

16.37.3Λακεδαιμόνιοι μὲν γὰρ ἀπέστειλαν αὐτῷ στρατιώτας χιλίους, Ἀχαιοὶ δὲ δισχιλίους, Ἀθηναῖοι δὲ πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ τετρακοσίους, ὧν ἦν στρατηγὸς Ναυσικλῆς. οἱ δὲ τῶν Φεραίων τύραννοι Λυκόφρων καὶ Πειθόλαος μετὰ τὴν Ὀνομάρχου τελευτὴν ἔρημοι συμμάχων ὄντες τὰς μὲν Φερὰς παρέδοσαν τῷ Φιλίππῳ, αὐτοὶ δ’ὑπόσπονδοι γενόμενοι συνήγαγον τοὺς μισθοφόρους ὄντας δισχιλίους καὶ μετὰ τούτων φυγόντες πρὸς Φάυλλον συνεμάχουν τοῖς Φωκεῦσιν.

16.37.4ἐβοήθησαν δὲ καὶ τῶν ἐλαττόνων πόλεων οὐκ ὀλίγαι τοῖς Φωκεῦσι διὰ τὸ πλῆθος τῶν διαδιδομένων χρημάτων · γὰρ χρυσὸς τὰς πλεονεξίας τῶν ἀνθρώπων ἐκκαλούμενος ἠνάγκασεν αὐτομολεῖν πρὸς τὴν ἐκ τοῦ κέρδους λυσιτέλειαν.

16.37.5 δ’οὖν Φάυλλος μετὰ τῆς δυνάμεως ἐστράτευσεν εἰς τὴν Βοιωτίαν καὶ περὶ πόλιν Ὀρχομενὸν ἡττηθεὶς μάχῃ πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλεν. μετὰ δὲ ταῦτα ἄλλης γενομένης μάχης παρὰ τὸν Κηφισὸν ποταμὸν ἐνίκησαν πάλιν Βοιωτοὶ καὶ ἀνεῖλον τῶν πολεμίων ὑπὲρ τοὺς πεντακοσίους, ἐζώγρησαν δὲ οὐκ ἐλάττους τῶν τετρακοσίων.

16.37.6ὀλίγαις δ’ὕστερον ἡμέραις γενομένης μάχης περὶ Κορώνειαν ἐνίκησαν οἱ Βοιωτοὶ καὶ πεντήκοντα μὲν ἀνεῖλον τῶν Φωκέων, ἑκατὸν δὲ καὶ τριάκοντα ἐζώγρησαν. ἡμεῖς δὲ τὰ περὶ Βοιωτοὺς καὶ Φωκεῖς διεληλυθότες ἐπάνιμεν ἐπὶ τὸν Φίλιππον.

16.38

16.38.1οὗτος γὰρ νικήσας τὸν Ὀνόμαρχον ἐπιφανεῖ παρατάξει τήντ’ἐν Φεραῖς τυραννίδα καθεῖλε καὶ τῇ πόλει τὴν ἐλευθερίαν ἀποδοὺς καὶ τἄλλα τὰ κατὰ τὴν Θετταλίαν καταστήσας προῆγεν ἐπὶ τὰς Πύλας πολεμήσων τοῖς Φωκεῦσι.

16.38.2κωλυσάντων δὲ τῶν Ἀθηναίων διελθεῖν τὰς παρόδους ἐπανῆλθεν εἰς Μακεδονίαν, ηὐξηκὼς ἑαυτοῦ τὴν βασιλείαν ταῖςτε πράξεσι καὶ τῇ πρὸς τὸ θεῖον εὐσεβείᾳ.

16.38.3Φάυλλος δὲ στρατεύσας εἰς Λοκροὺς τοὺς ὀνομαζομένους Ἐπικνημιδίους τὰς μὲν ἄλλας πόλεις ἐχειρώσατο πάσας, μίαν δὲ τὴν ὀνομαζομένην Νάρυκα διὰ προδοσίας νυκτὸς παραλαβὼν πάλιν ἐξέπεσε καὶ τῶν στρατιωτῶν ἀπέβαλεν οὐκ ἐλάττους τῶν διακοσίων.

16.38.4μετὰ δὲ ταῦτα στρατοπεδεύοντος αὐτοῦ περὶ τὰς ὀνομαζομένας Ἄβας οἱ Βοιωτοὶ νυκτὸς ἐπιθέμενοι τοῖς Φωκεῦσιν ἀνεῖλον αὐτῶν οὐκ ὀλίγους · ἐπαρθέντες δὲ τῷ προτερήματι παρῆλθον εἰς τὴν τῶν Φωκέων χώραν καὶ πολλὴν αὐτῆς πορθήσαντες ἤθροισαν λαφύρων πλῆθος.

16.38.5ἐπανιόντων δ’αὐτῶν καὶ τῇ Ναρυκαίων πόλει πολιορκουμένῃ βοηθούντων ἐπιφανεὶς Φάυλλος τούτους μὲν ἐτρέψατο, τὴν δὲ πόλιν ἑλὼν κατὰ κράτος διήρπασε καὶ κατέσκαψεν.

16.38.6αὐτὸς δὲ περιπεσὼν νόσῳ φθινάδι καὶ πολὺν χρόνον ἀρρωστήσας ἐπιπόνως καὶ τῆς ἀσεβείας οἰκείως κατέστρεψε τὸν βίον, καταλιπὼν τῶν Φωκέων στρατηγὸν Φάλαικον τὸν Ὀνομάρχου υἱὸν τοῦ τὸν ἱερὸν πόλεμον ἐκκαύσαντος, ἀντίπαιδα τὴν ἡλικίαν ὄντα · παρακατέστησε δ’αὐτῷ ἐπίτροπον ἅμα καὶ στρατηγὸν Μνασέαν, ἕνα τῶν ἑαυτοῦ φίλων.

16.38.7μετὰ δὲ ταῦτα οἱ Βοιωτοὶ νυκτὸς ἐπιθέμενοι τοῖς Φωκεῦσι τόντε στρατηγὸν αὐτῶν Μνασέαν ἀπέκτειναν καὶ τῶν στρατιωτῶν εἰς διακοσίους. μετ’ὀλίγον δ’ἱππομαχίας γενομένης περὶ Χαιρώνειαν Φάλαικος ἡττηθεὶς ἀπέβαλε τῶν ἱππέων οὐκ ὀλίγους.

16.39

16.39.1ἅμα δὲ τούτοις πραττομένοις καὶ κατὰ τὴν Πελοπόννησον ἐγένοντο ταραχαὶ καὶ κινήσεις διὰ τοιαύτας τινὰς αἰτίας. Λακεδαιμόνιοι πρὸς Μεγαλοπολίτας διαφερόμενοι τὴν χώραν αὐτῶν κατέδραμον Ἀρχιδάμου τὴν ἡγεμονίαν ἔχοντος · οἱ δὲ Μεγαλοπολῖται παροξυνθέντες ἐπὶ τοῖς πραχθεῖσι καὶ καθ’ἑαυτοὺς οὐκ ὄντες ἀξιόμαχοι παρὰ τῶν συμμάχων μετεπέμψαντο βοήθειαν.

16.39.2Ἀργεῖοι μὲν οὖν καὶ Σικυώνιοι καὶ Μεσσήνιοι πανδημεὶ κατὰ τάχος ἐβοήθησαν, Θηβαῖοι δ’ἀπέστειλαν πεζοὺς μὲν τετρακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους, στρατηγὸν ἐπιστήσαντες Κηφισίωνα.

16.39.3Μεγαλοπολῖται μὲν οὖν μετὰ τῶν συμμάχων ἐκστρατεύσαντες κατεστρατοπέδευσαν περὶ τὰς πηγὰς τοῦ Ἀλφειοῦ ποταμοῦ · οἱ δὲ Λακεδαιμόνιοι τρισχιλίους μὲν πεζοὺς παρὰ Φωκέων προσελάβοντο, ἱππεῖς δὲ ἑκατὸν καὶ πεντήκοντα παρὰ Λυκόφρονος καὶ Πειθολάου τῶν ἐκπεπτωκότων ἐκ τῆς ἐν Φεραῖς τυραννίδος · συστησάμενοι δὲ δύναμιν ἀξιόμαχον κατεστρατοπέδευσαν περὶ Μαντίνειαν.

16.39.4μετὰ δὲ ταῦτα ἐπὶ πόλιν Ὀρνεὰς τῆς Ἀργείας καταντήσαντες ἔφθασαν αὐτὴν ἐκπολιορκήσαντες πρὸ τῆς τῶν πολεμίων παρουσίας, οὖσαν σύμμαχον τῶν Μεγαλοπολιτῶν. ἐπεξελθόντων δὲ τῶν Ἀργείων συνάψαντες μάχην ἐνίκησαν καὶ πλείους τῶν διακοσίων ἀπέκτειναν.

16.39.5τῶν δὲ Θηβαίων ἐπιφανέντων καὶ τῷ μὲν πλήθει διπλασίων ὄντων, ταῖς δ’εὐταξίαις λειπομένων συνέστη μάχη καρτερά · καὶ τῆς νίκης ἀμφιδόξου γενομένης οἱ μὲν Ἀργεῖοι καὶ οἱ σύμμαχοι τὴν εἰς τὰς οἰκείας πόλεις ἐπάνοδον ἐποιήσαντο, Λακεδαιμόνιοι δ’εἰς τὴν Ἀρκαδίαν ἐμβαλόντες καὶ πόλιν Ἑλισσοῦντα κατὰ κράτος ἑλόντες καὶ διαρπάσαντες ἐπανῆλθον εἰς τὴν Σπάρτην.

16.39.6μετὰ δέ τινα χρόνον οἱ Θηβαῖοι μετὰ τῶν συμμάχων ἐνίκησαν τοὺς πολεμίους περὶ Τέλφουσαν καὶ συχνοὺς ἀνελόντες ἐζώγρησαν Ἀνάξανδρόντε τὸν ἡγούμενον καὶ τῶν ἄλλων πλείους τῶν ἑξήκοντα. μετ’ὀλίγον δὲ χρόνον ἄλλαις δυσὶ μάχαις προετέρησαν καὶ τῶν ἐναντίων οὐκ ὀλίγους κατέβαλον.

16.39.7τὸ δὲ τελευταῖον τῶν Λακεδαιμονίων ἀξιολόγῳ μάχῃ νικησάντων, αἱ δυνάμεις ἀμφοτέρων εἰς τὰς οἰκείας πόλεις ἐπανῆλθον. ἔπειτα τῶν Λακεδαιμονίων ποιησαμένων ἀνοχὰς πρὸς τοὺς Μεγαλοπολίτας ἐπανῆλθον εἰς τὴν Βοιωτίαν οἱ Θηβαῖοι.

16.39.8Φάλαικος δὲ περὶ τὴν Βοιωτίαν διατρίβων Χαιρώνειαν εἷλε καὶ τῶν Θηβαίων ἐπιβοηθησάντων ἐξέπεσεν ἐκ τῆς πόλεως. ἔπειθ’οἱ μὲν Βοιωτοὶ πολλῇ δυνάμει στρατεύσαντες εἰς τὴν Φωκίδα τὴν πλείστην αὐτῆς ἐπόρθησαν καὶ τὰς κατὰ τὴν χώραν κτήσεις ἐδῄωσαν · ἔνια δὲ καὶ τῶν μικρῶν πολισμάτων ἑλόντες καὶ λαφύρων πλῆθος ἀθροίσαντες ἐπανῆλθον εἰς τὴν Βοιωτίαν.

16.40

16.40.1ἐπ’ἄρχοντος δ’Ἀθήνησι Θεέλλου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Φάβιον καὶ Τίτον Κοΐντιον. ἐπὶ δὲ τούτων Θηβαῖοι κάμνοντες τῷ πρὸς Φωκεῖς πολέμῳ καὶ χρημάτων ἀπορούμενοι πρέσβεις ἐξέπεμψαν πρὸς τὸν τῶν Περσῶν βασιλέα, παρακαλοῦντες εἰσευπορῆσαι τῇ πόλει χρήματα ·

16.40.2 δ’Ἀρταξέρξης προθύμως ὑπακούσας ἔδωκεν αὐτοῖς δωρεὰν ἀργυρίου τάλαντα τριακόσια. τοῖς δὲ Βοιωτοῖς καὶ τοῖς Φωκεῦσιν ἀκροβολισμοὶ μὲν καὶ χώρας καταδρομαὶ συνέστησαν, πράξεις δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν ἄξιαι μνήμης οὐ συνετελέσθησαν.

16.40.3κατὰ δὲ τὴν Ἀσίαν βασιλεὺς τῶν Περσῶν ἐν μὲν τοῖς ἐπάνω χρόνοις στρατεύσας ἐπ’Αἴγυπτον πολλοῖς πλήθεσι στρατιωτῶν ἀπέτυχε, κατὰ δὲ τοὺς ὑποκειμένους καιροὺς πάλιν ἐπολέμησε τοῖς Αἰγυπτίοις καὶ πράξεις ἀξιολόγους κατεργασάμενος διὰ τῆς ἰδίας ἐνεργείας τὴν Αἴγυπτον ἀνεκτήσατο καὶ Φοινίκην καὶ Κύπρον.

16.40.4ἵνα δὲ σαφῆ τὴν περὶ τούτων ἱστορίαν ποιήσωμεν, τὰς αἰτίας τοῦ πολέμου προεκθησόμεθα μικρὸν ἀναλαβόντες τοὺς οἰκείους χρόνους. τῶν γὰρ Αἰγυπτίων ἀπὸ Περσῶν ἀποστάντων κατὰ τοὺς ἀνωτέρω χρόνους Ἀρταξέρξης ἐπικληθεὶς Ὦχος αὐτὸς μὲν οὐκ ὢν φιλοπόλεμος ἐφ’ἡσυχίας ἔμενεν, ἀποστέλλων δὲ δυνάμεις καὶ στρατηγοὺς πολλάκις ἀπετύγχανε διὰ τὴν κακίαν καὶ ἀπειρίαν τῶν ἡγεμόνων.

16.40.5διὸ καὶ καταφρονηθεὶς ὑπὸ τῶν Αἰγυπτίων ἠναγκάζετο καρτερεῖν διάτε τὴν ἀργίαν καὶ τὸ τῆς ψυχῆς εἰρηνικόν. κατὰ δὲ τοὺς ὑποκειμένους καιροὺς τῶν Φοινίκων καὶ τῶν ἐν Κύπρῳ βασιλέων μιμησαμένων τοὺς Αἰγυπτίους καὶ διὰ τὴν καταφρόνησιν ἐπὶ τὴν ἀπόστασιν ὁρμησάντων παροξυνθεὶς ἔκρινε πολεμεῖν τοὺς ἀφεστηκότας.

16.40.6τὸ μὲν οὖν στρατηγοὺς ἐκπέμπειν ἀπεδοκίμασε, δι’ἑαυτοῦ δὲ τοὺς ὑπὲρ τῆς βασιλείας ἀγῶνας ποιήσασθαι διέγνω. διόπερ ὅπλων καὶ βελῶν καὶ σίτου καὶ δυνάμεων μεγάλας παρασκευὰς ποιησάμενος ἤθροισε πεζῶν μὲν τριάκοντα μυριάδας, ἱππέων δὲ τρεῖς, τριήρεις δὲ τριακοσίας, φορτηγοὺς δὲ καὶ τὰς ἄλλας τὰς τὴν ἀγορὰν κομιζούσας πεντακοσίας.

16.41

16.41.1ἤρξατο δὲ καὶ πρὸς Φοίνικας πολεμεῖν διὰ τοιαύτας τινὰς αἰτίας. κατὰ τὴν Φοινίκην ἐστὶ πόλις ἀξιόλογος ὀνόματι Τρίπολις, οἰκείαν ἔχουσα τῇ φύσει τὴν προσηγορίαν · τρεῖς γάρ εἰσιν ἐν αὐτῇ πόλεις σταδιαῖον ἀπ’ἀλλήλων ἔχουσαι διάστημα · ἐπικαλεῖται δὲ τούτων μὲν Ἀραδίων, δὲ Σιδωνίων, δὲ Τυρίων. ἀξίωμα δ’ἔχει μέγιστον αὕτη τῶν κατὰ τὴν Φοινίκην πόλεων, ἐν συνέβαινεν τοὺς Φοίνικας συνέδριον ἔχειν καὶ βουλεύεσθαι περὶ τῶν μεγίστων.

16.41.2τῶν δὲ σατραπῶν καὶ στρατηγῶν ἐν τῇ Σιδωνίων διατριβόντων καὶ κατὰ τὰς τῶν πραγμάτων ἐπιταγὰς ὑβριστικῶς καὶ ὑπερηφάνως προσφερομένων τοῖς Σιδωνίοις οἱ κακούμενοι τὴν ἐπήρειαν χαλεπῶς φέροντες ἔγνωσαν ἀποστῆναι τῶν Περσῶν.

16.41.3πείσαντες δὲ καὶ τοὺς ἄλλους Φοίνικας τῆς αὐτονομίας ἀντέχεσθαι διεπρεσβεύσαντο πρὸς τὸν Αἰγυπτίων βασιλέα Νεκτανεβώ, πολέμιον ὄντα Περσῶν, καὶ πείσαντες παραλαβεῖν αὐτοὺς εἰς τὴν συμμαχίαν παρεσκευάζοντο τὰ πρὸς τὸν πόλεμον.

16.41.4τῆς δὲ Σιδῶνος εὐδαιμονίᾳ διαφερούσης καὶ τῶν ἰδιωτῶν διὰ τὰς ἐμπορίας μεγάλους περιπεποιημένων πλούτους ταχὺ τριήρειςτε πολλαὶ κατεσκευάσθησαν καὶ μισθοφόρων πλῆθος ἠθροίσθη, πρὸς δὲ τούτοις ὅπλα καὶ βέλη καὶ σῖτος καὶ τἄλλα πάντα τὰ πρὸς πόλεμον χρήσιμα συντόμως κατεσκευάσθη.

16.41.5κατάρχοντες δὲ τῆς ἔχθρας τὸν μὲν βασιλικὸν παράδεισον, ἐν τὰς καταλύσεις οἱ τῶν Περσῶν βασιλεῖς εἰώθεισαν ποιεῖσθαι, δενδροτομήσαντες διέφθειραν · ἔπειτα τὸν ἠθροισμένον ὑπὸ τῶν σατραπῶν εἰς τὸν πόλεμον τοῖς ἵπποις χόρτον ἐνέπρησαν, τὸ δὲ τελευταῖον τοὺς τὰς ὕβρεις ἐπιτελεσαμένους Πέρσας συλλαβόντες ἐτιμωρήσαντο.

16.41.6τοῦ δὲ πολέμου τοῦ πρὸς τοὺς Φοίνικας ταύτην τὴν καταρχὴν λαβόντος βασιλεὺς πυθόμενος τὰ τετολμημένα τοῖς ἀποστάταις πᾶσι μὲν τοῖς Φοίνιξιν ἠπείλει, μάλιστα δὲ τοῖς Σιδωνίοις.

16.42

16.42.1ἐν δὲ τῇ Βαβυλῶνι συνηθροικὼς τὰς πεζικὰς καὶ ἱππικὰς δυνάμεις εὐθὺς ἀναλαβὼν προῆγεν ἐπὶ τοὺς Φοίνικας · ἐν ὅσῳ δ’οὗτος κατὰ τὴν ὁδοιπορίαν ἐβάδιζε, Βέλεσυς τῆς Συρίας σατράπης καὶ Μαζαῖος τῆς Κιλικίας ἄρχων συνελθόντες ἐπολέμουν τοὺς Φοίνικας.

16.42.2Τέννης δ’ τῆς Σιδῶνος βασιλεὺς προσελάβετο παρ’Αἰγυπτίων στρατιώτας μισθοφόρους Ἕλληνας τετρακισχιλίους, ὧν ἦν στρατηγὸς Μέντωρ Ῥόδιος. μετὰ δὲ τούτων καὶ τῶν πολιτικῶν στρατιωτῶν τοῖς προειρημένοις σατράπαις συμβαλὼν ἐνίκησεν καὶ τοὺς πολεμίους ἐξέβαλεν ἐκ τῆς Φοινίκης.

16.42.3ἅμα δὲ τούτοις πραττομένοις καὶ κατὰ τὴν Κύπρον συνέστη πόλεμος, συμπεπλεγμένας ἔχων τὰς πράξεις τῷ ὑποκειμένῳ πολέμῳ.

16.42.4ἐν γὰρ τῇ νήσῳ ταύτῃ πόλεις ἦσαν ἀξιόλογοι μὲν ἐννέα, ὑπὸ δὲ ταύτας ὑπῆρχε τεταγμένα μικρὰ πολίσματα τὰ προσκυροῦντα ταῖς ἐννέα πόλεσιν. ἑκάστη δὲ τούτων εἶχε βασιλέα τῆς μὲν πόλεως ἄρχοντα, τῷ δὲ βασιλεῖ τῶν Περσῶν ὑποτεταγμένον.

16.42.5οὗτοι πάντες συμφρονήσαντες καὶ μιμησάμενοι τοὺς Φοίνικας ἀπέστησαν καὶ παρασκευασάμενοι τὰ πρὸς τὸν πόλεμον αὐτοκράτορας τὰς ἰδίας βασιλείας ἐποίησαν.

16.42.6ἐφ’οἷς παροξυνθεὶς Ἀρταξέρξης ἔγραψε πρὸς τὸν Ἰδριέα τὸν τῆς Καρίας δυνάστην, ἄρτι μὲν παρειληφότα τὴν ἀρχήν, φίλον δ’ὄντα καὶ σύμμαχον Περσῶν ἐκ προγόνων, ἀθροῖσαι δύναμιν πεζικήντε καὶ ναυτικὴν τὴν διαπολεμήσουσαν τοῖς ἐν Κύπρῳ βασιλεῦσιν.

16.42.7 δ’ὀξέως παρασκευασάμενος τριήρεις μὲν τεσσαράκοντα, στρατιώτας δὲ μισθοφόρους ὀκτακισχιλίους ἐξέπεμψεν εἰς τὴν Κύπρον, ἐπιστήσας στρατηγοὺς Φωκίωνα τὸν Ἀθηναῖον καὶ Εὐαγόραν τὸν ἐν τοῖς ἐπάνω χρόνοις βεβασιλευκότα κατὰ τὴν νῆσον.

16.42.8οὗτοι μὲν οὖν καταπλεύσαντες εἰς τὴν Κύπρον εὐθὺς ἐπὶ τὴν μεγίστην τῶν πόλεων Σαλαμῖνα τὴν δύναμιν ἤγαγον. βαλόμενοι δὲ χάρακα καὶ τὴν παρεμβολὴν ὀχυρώσαντες ἐπολιόρκουν τοὺς Σαλαμινίους κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν. τῆς δὲ νήσου πάσης ἐν εἰρήνῃ πολὺν χρόνον γενομένης καὶ τῆς χώρας εὐδαιμονούσης οἱ στρατιῶται κρατοῦντες τῶν ὑπαίθρων πολλὰς ὠφελείας ἤθροισαν.

16.42.9τῆς δὲ τούτων εὐπορίας διαβοηθείσης πολλοὶ τῶν ἐκ τῆς περαίας Συρίαςτε καὶ Κιλικίας συνέρρεον ἐθελοντὶ στρατιῶται πρὸς τὴν ἐλπίδα τοῦ κέρδους. τέλος δὲ διπλασιασθείσης τῆς μετ’Εὐαγόρου καὶ Φωκίωνος δυνάμεως οἱ βασιλεῖς οἱ κατὰ τὴν Κύπρον εἰς ἀγωνίαν καὶ μεγίστους φόβους ἐνέπιπτον. καὶ τὰ μὲν κατὰ τὴν Κύπρον ἐν τούτοις ἦν.

16.43

16.43.1μετὰ δὲ ταῦθ’ μὲν τῶν Περσῶν βασιλεὺς ἐκ τῆς Βαβυλῶνος τὴν ἀνάζευξιν ποιησάμενος μετὰ τῆς δυνάμεως προῆγεν ἐπὶ τὴν Φοινίκην · δὲ τῆς Σιδῶνος δυνάστης Τέννης πυνθανόμενος τὸ μέγεθος τῆς τῶν Περσῶν δυνάμεως καὶ νομίσας τοὺς ἀφεστηκότας οὐκ ἀξιομάχους εἶναι τὴν σωτηρίαν ἰδίᾳ πορίζειν ἔκρινεν.

16.43.2διόπερ τῶν ἑαυτοῦ θεραπόντων τὸν πιστότατον Θετταλίωνα λάθρᾳ τῶν Σιδωνίων ἐξέπεμψε πρὸς τὸν Ἀρταξέρξην ἐπαγγελλόμενος αὐτῷ τὴν μὲν Σιδῶνα παραδώσειν, τὴν δ’Αἴγυπτον συνεκπολεμήσειν, μεγάλα δ’αὐτῷ συνεργήσειν ἔμπειρον ὄντα τῶν κατὰ τὴν Αἴγυπτον τόπων καὶ τὰς κατὰ τὸν Νεῖλον ἀποβάσεις ἀκριβῶς εἰδότα.

16.43.3 δὲ βασιλεὺς ἀκούσας τοῦ Θετταλίωνος τὰ κατὰ μέρος ἥσθη διαφερόντως καὶ τῶν μὲν κατὰ τὴν ἀπόστασιν ἐγκλημάτων ἀπολύσειν ἔφη τὸν Τέννην, πράξαντος δ’αὐτοῦ τὰ καθωμολογημένα μεγάλας δωρεὰς δώσειν ἐπηγγείλατο. εἰπόντος δὲ τοῦ Θετταλίωνος ὡς καὶ δεξιὰν λαβεῖν Τέννης ἠξίωσεν, ἐπὶ τούτοις μὲν βασιλεὺς ὀργισθεὶς ὡς οὐ πιστευόμενος παρέδωκε τὸν Θετταλίωνα τοῖς ὑπηρέταις καὶ προσέταξεν ἀφελεῖν τὴν κεφαλήν ·

16.43.4ἐπεὶ δ’ἀπαγόμενος Θετταλίων ἐπὶ τὴν τιμωρίαν τοσοῦτον εἶπεν ὅτι Σὺ μέν, βασιλεῦ, πράξεις θέλεις, μέντοι Τέννης δυνάμενος ἅπαντα καταπρᾶξαι διὰ τὸ μὴ δοῦναί σε τὴν πίστιν οὐδὲν μὴ συντελέσει τῶν ἐπηγγελμένων, πάλιν ἀκούσας τούτων μετενόησε καὶ μετακαλεσάμενος τοὺς ὑπηρέτας ἀφεῖναι προσέταξε καὶ τὴν δεξιὰν ἔδωκε τῷ Θετταλίωνι · ἔστι δ’ πίστις αὕτη βεβαιοτάτη παρὰ τοῖς Πέρσαις. οὗτος μὲν οὖν παρελθὼν εἰς Σιδῶνα τὰ πεπραγμένα τῷ Τέννῃ λάθρᾳ τῶν Σιδωνίων ἀπήγγειλεν,

16.44

16.44.1 δὲ βασιλεὺς ἐν μεγάλῳ τιθέμενος τὸ κρατῆσαι τῆς Αἰγύπτου διὰ τὸ πρότερον ἐλάττωμα πρεσβευτὰς ἀπέστειλε πρὸς τὰς μεγίστας τῶν κατὰ τὴν Ἑλλάδα πόλεων, ἀξιῶν συστρατεῦσαι τοῖς Πέρσαις ἐπ’Αἰγυπτίους. Ἀθηναῖοι μὲν οὖν καὶ Λακεδαιμόνιοι τὴν φιλίαν ἔφασαν τὴν πρὸς Πέρσας τηρεῖν, συμμαχίαν δὲ ἀποστέλλειν ἀντεῖπαν.

16.44.2Θηβαῖοι δὲ στρατηγὸν ἑλόμενοι Λακράτην ἐξαπέστειλαν μετὰ χιλίων ὁπλιτῶν. Ἀργεῖοι δὲ τρισχιλίους στρατιώτας ἐξέπεμψαν, στρατηγὸν δὲ αὐτοὶ μὲν οὐχ εἵλαντο, τοῦ δὲ βασιλέως κατ’ὄνομα τὸν Νικόστρατον στρατηγὸν αἰτησαμένου συνεχώρησαν.

16.44.3ἦν γὰρ ἀνὴρ οὗτος ἀγαθὸς καὶ πρᾶξαι καὶ βουλεύσασθαι, μεμιγμένην δ’ἔχων τῇ φρονήσει μανίαν · τῇ γὰρ τοῦ σώματος ῥώμῃ διαφέρων ἐμιμεῖτο τὸν Ἡρακλέα κατὰ τὰς στρατείας καὶ λεοντῆν ἐφόρει καὶ ῥόπαλον ἐν ταῖς μάχαις.

16.44.4ὁμοίως δὲ τούτοις οἱ τὴν παραθαλάττιον τῆς Ἀσίας οἰκοῦντες Ἕλληνες ἀπέστειλαν στρατιώτας ἑξακισχιλίους, ὥστε τοὺς πάντας Ἕλληνας γενέσθαι συμμάχους μυρίους. πρὸ δὲ τῆς τούτων παρουσίας μὲν βασιλεὺς διεληλυθὼς τὴν Συρίαν καὶ παραγενόμενος εἰς τὴν Φοινίκην ἐστρατοπέδευσεν οὐ μακρὰν τῆς Σιδῶνος.

16.44.5οἱ δὲ Σιδώνιοι κεχρονικότος τοῦ βασιλέως περὶ τὰς παρασκευὰς σίτουτε καὶ ὅπλων καὶ βελῶν πολλὴν ἐπιμέλειαν ἐποιήσαντο. ὁμοίως οὖν τὴν πόλιν τάφροις τριπλαῖς μεγάλαις καὶ τειχῶν ὑψηλῶν κατασκευαῖς περιειλήφεισαν.

16.44.6εἶχον δὲ καὶ στρατιωτῶν ἱκανὸν πλῆθος πολιτικῶν ἐν γυμνασίαις καὶ πόνοις ἐνηθληκὸς καὶ ταῖς τῶν σωμάτων εὐεξίαις καὶ ῥώμαις διαφέρον. πλούτῳ δὲ καὶ ταῖς ἄλλαις χορηγίαις πόλις πολὺ προεῖχε τῶν κατὰ τὴν Φοινίκην πόλεων, τὸ δὲ μέγιστον τριήρεις καὶ πεντήρεις εἶχε πλείους τῶν ἑκατόν.

16.45

16.45.1 δὲ Τέννης κοινωσάμενος τὴν προδοσίαν Μέντορι τῷ στρατηγῷ τῶν ἐξ Αἰγύπτου μισθοφόρων τοῦτον μὲν ἀπέλιπε τηροῦντα μέρος τῆς πόλεως καὶ συνεργοῦντα τοῖς περὶ τὴν προδοσίαν ἐγχειρουμένοις, αὐτὸς δὲ μετὰ στρατιωτῶν πεντακοσίων προῆγεν ἐκ τῆς πόλεως, προσποιούμενος ἐπὶ κοινὴν τῶν Φοινίκων σύνοδον ἀπαντᾶν · ἦγε δὲ μεθ’ἑαυτοῦ τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν ἑκατὸν ὡς συμβούλους.

16.45.2ἐπεὶ δὲ πλησίον ἦσαν τοῦ βασιλέως, συναρπάσας τοὺς ἑκατὸν παρέδωκε τῷ Ἀρταξέρξῃ. δὲ βασιλεὺς ἀποδεξάμενος αὐτὸν ὡς φίλον τοὺς μὲν ἑκατὸν ὡς αἰτίους ὄντας τῆς ἀποστάσεως κατηκόντισε, πεντακοσίων δὲ τῶν πρώτων Σιδωνίων μεθ’ἱκετηριῶν ἀπαντησάντων ἀνεκαλέσατο τὸν Τέννην καὶ ἐπηρώτησεν εἰ δύναται τὴν πόλιν αὐτῷ παραδοῦναι · σφόδρα γὰρ ἔσπευδε μὴ δι’ὁμολογίας τὴν Σιδῶνα παραλαβεῖν, ὅπως ἀπαραιτήτοις συμφοραῖς περιβαλὼν τοὺς Σιδωνίους τῇ τούτων τιμωρίᾳ καταπλήξηται τὰς ἄλλας πόλεις.

16.45.3τοῦ δὲ Τέννου διαβεβαιωσαμένου παραδώσειν τὴν πόλιν βασιλεύς, φυλάττων τὴν ὀργὴν ἀπαραίτητον, ἅπαντας τοὺς πεντακοσίους ἔχοντας τὰς ἱκετηρίας κατηκόντισεν. εἶθ’ μὲν Τέννης προσελθὼν τοῖς ἐξ Αἰγύπτου μισθοφόροις ἔπεισεν αὐτοὺς ἐντὸς τῶν τειχῶν εἰσαγαγεῖν αὐτόντε καὶ τὸν βασιλέα.

16.45.4 μὲν οὖν Σιδὼν διὰ τοιαύτης προδοσίας ὑποχείριος ἐγένετο τοῖς Πέρσαις. δὲ βασιλεὺς ὑπολαβὼν τὸν Τέννην μηκέτι χρήσιμον ὑπάρχειν ἀνεῖλεν. οἱ δὲ Σιδώνιοι πρὸ μὲν τῆς παρουσίας τοῦ βασιλέως ἐνέπρησαν ἁπάσας τὰς ναῦς, ὅπως μηδεὶς δύνηται τῶν κατὰ τὴν πόλιν ἐκπλεύσας ἰδίᾳ σωτηρίαν πορίζεσθαι · ἐπειδὴ δὲ τὴν πόλιν ἑώρων καὶ τὰ τείχη κατειλημμένα καὶ πολλαῖς μυριάσι στρατιωτῶν περιεχόμενα, συγκλείσαντες ἑαυτοὺς καὶ τὰ τέκνα καὶ γυναῖκας εἰς τὰς οἰκίας ἐνέπρησαν.

16.45.5φασὶ δὲ τοὺς ὑπὸ τοῦ πυρὸς τότε διαφθαρέντας σὺν τοῖς οἰκετικοῖς σώμασι γεγονέναι πλείους τῶν τετρακισμυρίων. τούτου δὲ τοῦ πάθους περὶ τοὺς Σιδωνίους γενομένου καὶ τῆς πόλεως ὅλης μετὰ τῶν ἐνοικούντων ὑπὸ τοῦ πυρὸς ἀφανισθείσης τὴν πυρκαϊὰν βασιλεὺς ἀπέδοτο πολλῶν ταλάντων ·

16.45.6διὰ γὰρ τὴν εὐδαιμονίαν τῶν ἐνῳκηκότων εὑρέθη πολὺς ἄργυρόςτε καὶ χρυσὸς ὑπὸ τοῦ πυρὸς κεχωνευμένος. τὰ μὲν οὖν κατὰ Σιδῶνα συμβάντα δυστυχήματα τοιαύτην ἔσχε τὴν καταστροφήν, αἱ δ’ἄλλαι πόλεις καταπλαγεῖσαι προσεχώρησαν τοῖς Πέρσαις.

16.45.7βραχὺ δὲ πρὸ τούτων τῶν χρόνων Ἀρτεμισία μὲν Καρίας δυναστεύουσα μετήλλαξεν ἄρξασα ἔτη δύο, τὴν δὲ δυναστείαν Ἰδριεὺς ἀδελφὸς διεδέξατο καὶ ἦρξεν ἔτη ἑπτά.

16.45.8κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι πρὸς μὲν Πραινεστίνους ἀνοχάς, πρὸς δὲ Σαυνίτας συνθήκας ἐποιήσαντο, Ταρκυνίους δὲ ἄνδρας διακοσίους καὶ ἑξήκοντα δημοσίᾳ ἐθανάτωσαν ἐν τῇ ἀγορᾷ.

16.45.9κατὰ δὲ τὴν Σικελίαν Λεπτίνης καὶ Κάλλιππος οἱ Συρακόσιοι δύναμιν ἔχοντες ἐξεπολιόρκησαν Ῥήγιον φρουρούμενον ὑπὸ Διονυσίου τοῦ τυράννου τοῦ νεωτέρου καὶ τὴν μὲν φρουρὰν ἐξέβαλον, τοῖς δὲ Ῥηγίνοις τὴν αὐτονομίαν ἀπεκατέστησαν.

16.46

16.46.1ἐπ’ἄρχοντος δ’Ἀθήνησιν Ἀπολλοδώρου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Οὐαλέριον καὶ Γάιον Σουλπίκιον. ἐπὶ δὲ τούτων κατὰ τὴν Κύπρον Σαλαμινίων πολιορκουμένων ὑπ’Εὐαγόρου καὶ Φωκίωνος αἱ μὲν ἄλλαι πόλεις ἅπασαι τοῖς Πέρσαις ὑπετάγησαν, τῆς δὲ Σαλαμῖνος βασιλεύων Πνυταγόρας μόνος ὑπέμεινε τὴν πολιορκίαν.

16.46.2 δ’Εὐαγόρας πατρῴαν ἀρχὴν τὴν Σαλαμινίων ἀνεκτᾶτο καὶ διὰ τοῦ βασιλέως τῶν Περσῶν τὴν κάθοδον εἰς τὴν βασιλείαν ἐποιεῖτο. μετὰ δὲ ταῦτα διαβληθέντος αὐτοῦ πρὸς Ἀρταξέρξην καὶ τοῦ βασιλέως βοηθοῦντος τῷ Πνυταγόρᾳ μὲν Εὐαγόρας ἀπογνοὺς τὴν κάθοδον καὶ περὶ τῶν ἐγκλημάτων ἀπολογησάμενος ἄλλης ἡγεμονίας ἠξιώθη κατὰ τὴν Ἀσίαν μείζονος.

16.46.3κακῶς δὲ τὰ κατὰ τὴν ἀρχὴν διοικήσας ἔφυγε πάλιν εἰς Κύπρον καὶ συλληφθεὶς τιμωρίας ἠξιώθη. δὲ Πνυταγόρας ἑκουσίως ὑποταγεὶς τοῖς Πέρσαις τὸ λοιπὸν ἀδεῶς ἐβασίλευε τῆς Σαλαμῖνος.

16.46.4 δὲ τῶν Περσῶν βασιλεὺς μετὰ τὴν ἅλωσιν τῆς Σιδῶνος, παραγενομένων αὐτῷ τῶν συμμάχων ἔκτε Ἄργους καὶ Θηβῶν καὶ τῶν κατὰ τὴν Ἀσίαν Ἑλληνίδων πόλεων, ἀθροίσας πᾶσαν τὴν δύναμιν προῆγεν ἐπὶ τὴν Αἴγυπτον.

16.46.5καταντήσας δ’ἐπὶ τὴν μεγάλην λίμνην, καθ’ἣν ἔστι τὰ καλούμενα Βάραθρα, μέρος τῆς δυνάμεως ἀπέβαλε διὰ τὴν ἀπειρίαν τῶν τόπων. περὶ δὲ τῆς κατὰ τὴν λίμνην φύσεως καὶ τοῦ περὶ αὐτὴν παραδόξου συμπτώματος προειρηκότες ἐν τῇ πρώτῃ βύβλῳ τὸ διλογεῖν περὶ τῶν αὐτῶν παρήσομεν.

16.46.6διελθὼν δὲ τὰ Βάραθρα μετὰ τῆς δυνάμεως βασιλεὺς ἧκεν πρὸς τὸ Πηλούσιον · αὕτη δ’ἐστὶ πόλις ἐπὶ τοῦ πρώτου στόματος, καθ’ὃν τόπον Νεῖλος ποιεῖται τὰς ἐκβολάς. οἱ μὲν οὖν Πέρσαι κατεστρατοπέδευσαν ἀπὸ τεσσαράκοντα σταδίων τοῦ Πηλουσίου, οἱ δ’Ἕλληνες πρὸς αὐτῷ τῷ πολίσματι.

16.46.7οἱ δ’Αἰγύπτιοι, δεδωκότων αὐτοῖς τῶν Περσῶν πολὺν χρόνον εἰς τὴν παρασκευήν, πάντα μὲν τὰ στόματα τοῦ Νείλου καλῶς κατεσκευακότες ὑπῆρχον, μάλιστα δὲ τὸ πρὸς τῷ Πηλουσίῳ διὰ τὸ πρῶτον εἶναι τοῦτο καὶ μάλιστα κείμενον εὐκαίρως.

16.46.8ἐφρούρουν δὲ τὸ χωρίον στρατιῶται πεντακισχίλιοι, στρατηγοῦντος Φιλόφρονος τοῦ Σπαρτιάτου. οἱ δὲ Θηβαῖοι σπεύδοντες ἄριστοι φανῆναι τῶν συστρατευομένων Ἑλλήνων πρῶτοι καὶ μόνοι διὰ στενῆς τινος καὶ βαθείας διώρυγος ἐτόλμησαν διαβῆναι παραβόλως.

16.46.9διαβάντων δ’αὐτῶν καὶ προσβαλλόντων τοῖς τείχεσιν οἱ φρουροῦντες τὸ Πηλούσιον ἐκχυθέντες ἐκ τῆς πόλεως συνῆψαν μάχην πρὸς τοὺς Θηβαίους · μεγάλου δ’ἀγῶνος γενομένου διὰ τὰς παρ’ἀμφοτέροις φιλοτιμίας τότε μὲν ἐν τῷ κινδύνῳ διημερεύσαντες ὑπὸ τῆς νυκτὸς διελύθησαν.

16.47

16.47.1τῇ δ’ὑστεραίᾳ τοῦ βασιλέως εἰς τρία μέρη τὴν Ἑλληνικὴν δύναμιν μερίσαντος ἑκάστη μερὶς εἶχε στρατηγὸν Ἕλληνα καὶ τούτῳ παρακαθεσταμένον ἡγεμόνα Πέρσην, ἄνδρα προκεκριμένον ἐπ’ἀρετῇτε καὶ εὐνοίᾳ.

16.47.2τὴν μὲν οὖν πρώτην τάξιν ἐπεῖχον οἱ Βοιωτοὶ στρατηγὸν μὲν ἔχοντες Λακράτην τὸν Θηβαῖον, ἡγεμόνα δὲ Πέρσην Ῥωσάκην · οὗτος δὲ ἀπόγονος μὲν ἦν ἑνὸς τῶν ἑπτὰ Περσῶν τῶν τοὺς μάγους καταλυσάντων, σατράπης δὲ Ἰωνίας καὶ Λυδίας · συνείπετο δ’αὐτῷ πολλὴ μὲν ἵππος, οὐκ ὀλίγη δὲ πεζικὴ στρατιὰ τῶν βαρβάρων.

16.47.3δευτέρα δ’ἦν μερὶς τῶν Ἀργείων Νικοστράτου στρατηγοῦντος καὶ μετ’αὐτοῦ Πέρσου συνάρχοντος Ἀρισταζάνου · οὗτος δ’ἦν εἰσαγγελεὺς τοῦ βασιλέως καὶ πιστότατος τῶν φίλων μετὰ Βαγώαν · προσωρίσθησαν δ’αὐτῷ στρατιῶται μὲν ἐπίλεκτοι πεντακισχίλιοι, τριήρεις δὲ ὀγδοήκοντα.

16.47.4τῆς δὲ τρίτης μερίδος ἐστρατήγει Μέντωρ τὴν Σιδῶνα παραδούς, ἔχων τοὺς προϋπάρχοντας αὐτῷ μισθοφόρους · συνεστρατεύετο δ’αὐτῷ Βαγώας, μάλιστα βασιλεὺς ἐνεπίστευε, τόλμῃ καὶ παρανομίᾳ διαφέρων · εἶχε δ’οὗτος τοὺς τοῦ βασιλέως Ἕλληνας καὶ τῶν βαρβάρων ἱκανὸν πλῆθος καὶ ναῦς οὐκ ὀλίγας.

16.47.5αὐτὸς δὲ τὴν λοιπὴν δύναμιν ἔχων ἐφήδρευε τοῖς ὅλοις πράγμασι. τοιαύτης δὲ τῆς διαιρέσεως γενομένης παρὰ τοῖς Πέρσαις μὲν τῶν Αἰγυπτίων βασιλεὺς Νεκτανεβὼς οὔτε τὸ πλῆθος τῶν πολεμίων οὔτε τὴν ὅλην διάταξιν τῶν Περσῶν κατεπλάγη, καίπερ πολὺ λειπόμενος τοῦ πλήθους.

16.47.6εἶχε γὰρ Ἕλληνας μὲν μισθοφόρους δισμυρίους, Λίβυας δὲ παραπλησίους τούτοις, Αἰγυπτίους δὲ τοὺς μαχίμους παρ’αὐτοῖς ὀνομαζομένους ἑξακισμυρίους, πρὸς δὲ τούτοις πλοίων ποταμίων πρὸς τὰς κατὰ τὸν Νεῖλον μάχας καὶ συμπλοκὰς εὐθέτων ἄπιστον πλῆθος.

16.47.7ὠχύρωτο δ’αὐτῷ καὶ πρὸς τὴν Ἀραβίαν νεύουσα πλευρὰ τοῦ ποταμοῦ, πεπυκνωμένη πολίσμασιν, ἔτι δὲ τείχεσι καὶ τάφροις πᾶσα διειλημμένη. ἔχων δὲ καὶ τὰς ἄλλας παρασκευὰς πάσας πρὸς τὸν πόλεμον ἱκανὰς διὰ τὴν ἰδίαν ἀβουλίαν ταχὺ τοῖς ὅλοις ἔπταισεν.

16.48

16.48.1αἰτία δ’ἐγένετο τῆς ἥττης μάλισθ’ τοῦ στρατηγεῖν ἀπειρία καὶ τὸ προνενικῆσθαι τοὺς Πέρσας ὑπ’αὐτοῦ κατὰ τὴν πρὸ ταύτης γεγενημένην στρατείαν.

16.48.2ἐσχηκὼς γὰρ τοὺς τότε στρατηγοὺς ἐπιφανεῖς ἄνδρας καὶ διαφέροντας ἀρετῇτε καὶ ἀγχινοίᾳ στρατηγικῇ, Διόφαντον τὸν Ἀθηναῖον καὶ Λάμιον τὸν Σπαρτιάτην, διὰ τούτων ἅπαντα κατώρθωσε · τότε δ’ὑπολαμβάνων ἑαυτὸν ἱκανὸν εἶναι στρατηγὸν οὐδενὶ τῆς ἡγεμονίας μετεδίδου καὶ διὰ τὴν ἀπειρίαν οὐδὲν ἠδύνατο πράττειν τῶν ἐν τῷ πολέμῳ χρησίμων.

16.48.3τὰ μὲν οὖν πολίσματα φρουραῖς ἀξιολόγοις διαλαβὼν παρεφύλαττεν, αὐτὸς δὲ τῶν Αἰγυπτίων ἔχων τρισμυρίους, τῶν δ’Ἑλλήνων πεντακισχιλίους, τῶν δὲ Λιβύων τοὺς ἡμίσεις ταῖς εὐκαιροτάταις τῶν εἰσβολῶν ἐφήδρευεν. τοιαύτης δὲ παρ’ἀμφοτέροις οὔσης τῆς διατάξεως Νικόστρατος μὲν τῶν Ἀργείων στρατηγὸς ἔχων ἡγεμόνας Αἰγυπτίους, ὧν ἦσαν ὅμηροι παῖδες παρὰ τοῖς Πέρσαις καὶ γυναῖκες, παρέπλευσε μετὰ τοῦ στόλου διά τινος διώρυγος εἰς τόπον κεκρυμμένον, ἐκβιβάσας δὲ τοὺς στρατιώτας καὶ παρεμβολὴν ὀχυρωσάμενος κατεστρατοπέδευσεν.

16.48.4οἱ δὲ τὸν πλησίον τόπον παραφυλάττοντες μισθοφόροι τῶν Αἰγυπτίων ὡς ᾔσθοντο τὴν τῶν πολεμίων παρουσίαν εὐθὺς ἐξεβοήθουν, ὄντες οὐκ ἐλάττους τῶν ἑπτακισχιλίων.

16.48.5ἔχων δ’αὐτῶν τὴν ἡγεμονίαν Κλείνιος Κῷος συνέταξε τὴν δύναμιν εἰς μάχην. ἀντιταχθέντων δὲ τῶν καταπεπλευκότων ἐγένετο καρτερὰ μάχη, καθ’ἣν οἱ μετὰ τῶν Περσῶν Ἕλληνες ἀγωνισάμενοι λαμπρῶς τόντε στρατηγὸν Κλείνιον ἐφόνευσαν καὶ τῶν ἄλλων στρατιωτῶν κατέκοψαν πλείους τῶν πεντακισχιλίων.

16.48.6Νεκτανεβὼς δ’ τῶν Αἰγυπτίων βασιλεὺς ἀκούσας τὴν τῶν ἰδίων ἀπώλειαν κατεπλάγη, νομίσας καὶ τὴν λοιπὴν τῶν Περσῶν δύναμιν ῥᾳδίως διαβήσεσθαι τὸν ποταμόν.

16.48.7ὑπολαβὼν δὲ τοὺς πολεμίους μετὰ πάσης τῆς δυνάμεως ἐπ’αὐτὴν ἥξειν τὴν Μέμφιν ἔκρινε ταύτης μάλιστα προνοήσασθαι. οὗτος μὲν οὖν μετὰ τῆς περὶ αὐτὸν στρατιᾶς ἐπανελθὼν εἰς Μέμφιν τὰ πρὸς τὴν πολιορκίαν παρεσκευάζετο.

16.49

16.49.1 δὲ τῆς πρώτης μερίδος ἀφηγούμενος Λακράτης Θηβαῖος ἐπὶ τὴν τοῦ Πηλουσίου πολιορκίαν ὥρμησεν · ἀποστρέψας δὲ τῆς διώρυγος τὸ ῥεῦμα πρὸς ἕτερα μέρη καὶ τὸν ἀναξηρανθέντα τόπον χώσας μηχανὰς προσήγαγε τῇ πόλει. ἐπὶ πολὺ δὲ μέρος πεσόντων τῶν τειχῶν οἱ τὸ Πηλούσιον φρουροῦντες ὀξέως ἀντῳκοδόμησαν ἕτερα καὶ πύργους ξυλίνους ἀξιολόγους ἀνέστησαν.

16.49.2ἐπὶ δέ τινας ἡμέρας συνεχοῦς γινομένης τῆς τειχομαχίας τὸ μὲν πρῶτον οἱ κατὰ τὸ Πηλούσιον Ἕλληνες ἐρρωμένως ἠμύνοντο τοὺς πολιορκοῦντας · ὡς δ’ἐπύθοντο τὴν τοῦ βασιλέως ἀναχώρησιν εἰς Μέμφιν καταπλαγέντες περὶ διαλύσεων ἐπρεσβεύοντο.

16.49.3τοῦ δὲ Λακράτους δόντος αὐτοῖς διὰ τῶν ὅρκων πίστεις ὅτι παραδόντων αὐτῶν τὸ Πηλούσιον ἀποκομισθήσονται πάντες εἰς τὴν Ἑλλάδα μεθ’ὧν ἂν ἐξενέγκωσι, παρέδωκαν τὸ φρούριον.

16.49.4μετὰ δὲ ταῦτα μὲν Ἀρταξέρξης ἀπέστειλε Βαγώαν μετὰ στρατιωτῶν βαρβάρων παραληψόμενον τὸ Πηλούσιον · οἱ δὲ στρατιῶται παριόντες εἰς τὸ χωρίον τῶν ἐξιόντων Ἑλλήνων ἀφῃροῦντο πολλὰ τῶν ὑπ’αὐτῶν ἐκκομιζομένων.

16.49.5ἀγανακτούντων δὲ τῶν ἀδικουμένων καὶ θεοὺς τοὺς ἐπόπτας τῶν ὅρκων ἐπιβοωμένων παροξυνθεὶς Λακράτης τροπὴν ἐποίησε τῶν βαρβάρων καί τινας καταβαλὼν ἐπεκούρησε τοῖς παρασπονδουμένοις.

16.49.6τοῦ δὲ Βαγώου φυγόντος πρὸς τὸν βασιλέα καὶ κατηγοροῦντος τοῦ Λακράτους Ἀρταξέρξης ἔκρινε δίκαια πεπονθέναι τοὺς περὶ τὸν Βαγώαν καὶ τῶν Περσῶν τοὺς αἰτίους τῆς ἁρπαγῆς ἀπέκτεινεν. τὸ μὲν οὖν Πηλούσιον τοῦτον τὸν τρόπον παρεδόθη τοῖς Πέρσαις.

16.49.7Μέντωρ δὲ τοῦ τρίτου μέρους ἡγούμενος Βούβαστον καὶ πολλὰς ἄλλας πόλεις χειρωσάμενος ὑπηκόους ἐποίησε τῷ βασιλεῖ δι’ἑνὸς στρατηγήματος. πασῶν γὰρ τῶν πόλεων φρουρουμένων ὑπὸ δυεῖν ἐθνῶν, Ἑλλήνωντε καὶ Αἰγυπτίων, Μέντωρ διέδωκε λόγον εἰς τοὺς στρατιώτας ὅτι βασιλεὺς Ἀρταξέρξης τοῖς μὲν ἑκουσίως παραδιδοῦσι τὰς πόλεις φιλανθρώπως χρήσασθαι διέγνωκε, τοῖς δὲ βίᾳ κρατηθεῖσι τὴν αὐτὴν ἀπονέμειν τιμωρίαν ἥνπερ τοῖς Σιδωνίοις ἐπέστησε · καὶ τοῖς φυλάττουσι τὰς πύλας παρήγγειλεν ἐᾶν τοὺς βουλομένους παρ’αὐτῶν αὐτομολεῖν.

16.49.8διόπερ ἀκωλύτως τῶν ἡλωκότων Αἰγυπτίων ἀπιόντων ἐκ τῆς παρεμβολῆς ταχέως εἰς ἁπάσας τὰς κατὰ τὴν Αἴγυπτον πόλεις λόγος προειρημένος διεσπάρη. εὐθὺς οὖν οἱ μισθοφόροι πρὸς τοὺς ἐγχωρίους πανταχῇ διεφέροντο καὶ στάσεως αἱ πόλεις ἐπληροῦντο. ἑκάτεροι γὰρ ἰδίᾳ διεφιλοτιμοῦντο παραδιδόναι τὰ φρούρια καὶ τῆς χάριτος ταύτης ἰδίας ἀγαθῶν ἐλπίδας ἠλλάττοντο · ὅπερ καὶ περὶ πρώτην τὴν Βούβαστον συνέβη γενέσθαι.

16.50

16.50.1ὡς γὰρ οἱ περὶ τὸν Μέντορα καὶ Βαγώαν πλησίον αὐτῆς κατεστρατοπέδευσαν, οἱ μὲν Αἰγύπτιοι λάθρᾳ τῶν Ἑλλήνων ἐξέπεμψάν τινα πρὸς τὸν Βαγώαν, ἐπαγγελλόμενοι παραδώσειν τὴν πόλιν ἐὰν αὐτοῖς τὴν ἀσφάλειαν συγχωρήσωσιν.

16.50.2οἱ δ’Ἕλληνες αἰσθόμενοι τὸ γεγονὸς κατεδίωξαν τὸν ἀπεσταλμένον καὶ φόβον ἐπικρεμάσαντες ἤκουσαν τὴν ἀλήθειαν · ἐφ’οἷς παροξυνθέντες ἐπέθεντο τοῖς Αἰγυπτίοις καὶ τινὰς μὲν ἀπέκτειναν, τινὰς δὲ τραυματίας ποιήσαντες τοὺς λοιποὺς συνήλασαν εἴς τι μέρος τῆς πόλεως.

16.50.3οἱ δ’ἡττηθέντες δηλώσαντες τῷ Βαγώᾳ τὸ γεγονὸς ἠξίουν κατὰ τάχος ἐλθόντα παραλαβεῖν τὴν πόλιν παρ’αὐτῶν. τῶν δὲ Ἐλλήνων πρὸς τὸν Μέντορα λάθρᾳ διακηρυκευσαμένων Μέντωρ ἐν ἀπορρήτοις παρεκάλεσεν αὐτούς, ὅταν Βαγώας εἰς τὴν πόλιν εἰσέλθῃ, τὴν ἐπίθεσιν τοῖς βαρβάροις ποιήσασθαι.

16.50.4μετὰ δὲ ταῦτα τοῦ Βαγώου μετὰ τῶν Περσῶν εἰσιόντος ἄνευ τῆς τῶν Ἑλλήνων συγκαταθέσεως καὶ μέρους τῶν στρατιωτῶν εἰσεληλυθότος οἱ μὲν Ἕλληνες ἄφνω τὰς θύρας κλείσαντες ἐπέθεντο τοῖς ἐντὸς τῶν τειχῶν ὑπάρχουσι καὶ πάντας ἀνελόντες τὸν Βαγώαν αὐτὸν ἐζώγρησαν.

16.50.5 δὲ τὰς τῆς σωτηρίας ἐλπίδας ὁρῶν ἐν τῷ Μέντορι κειμένας ἐδεήθη σῶσαι καὶ εἰς τὸ λοιπὸν κατεπηγγείλατο μηθὲν πράξειν ἄνευ τῆς ἐκείνου γνώμης.

16.50.6 δὲ Μέντωρ πείσας τοὺς Ἕλληνας ἀφεῖναι τὸν Βαγώαν καὶ δι’ἑαυτοῦ γενέσθαι τὴν παράδοσιν τὴν μὲν ἐπιγραφὴν τοῦ προτερήματος αὐτὸς ἀπηνέγκατο, τῷ δὲ Βαγώᾳ τῆς σωτηρίας αἴτιος γενόμενος συνέθετο πρὸς αὐτὸν κοινοπραγίαν καὶ δοὺς ὅρκους καὶ λαβὼν περὶ τούτων διετέλεσε τὴν σύνθεσιν φυλάττων μέχρι τῆς τοῦ βίου τελευτῆς.

16.50.7διὸ καὶ συνέβη τούτους παρὰ βασιλεῖ συμφρονοῦντας ὕστερον πλεῖστον ἰσχῦσαι τῶν φίλων καὶ συγγενῶν τῶν παρ’Ἀρταξέρξῃ · μὲν γὰρ Μέντωρ ἐν τοῖς παραθαλαττίοις μέρεσι τῆς Ἀσίας ἡγεμὼν μέγιστος ἀποδειχθεὶς τῷ βασιλεῖ μεγάλας παρείχετο χρείας ἐκ μὲν τῆς Ἑλλάδος μισθοφόρους ἀθροίζων καὶ πέμπων πρὸς Ἀρταξέρξην, κατὰ δὲ τὰς πράξεις ἀνδρείως καὶ πιστῶς ἅπαντα διοικῶν ·

16.50.8 δὲ Βαγώας ἐν ταῖς ἄνω σατραπείαις ἅπαντα τῷ βασιλεῖ διῳκηκὼς τοσοῦτον ἴσχυσε διὰ τὴν πρὸς τὸν Μέντορα κοινωνίαν τῶν πράξεων ὥστε τῆς βασιλείας κύριον εἶναι καὶ μηδὲν πράττειν τὸν Ἀρταξέρξην ἄνευ τῆς ἐκείνου γνώμης. καὶ μετὰ τὴν ἐκείνου τελευτὴν τοὺς διαδόχους αἰεὶ τῆς βασιλείας οὗτος ἀπεδείκνυτο καὶ πάντα βασιλέως εἶχε πλὴν τῆς προσηγορίας. ἀλλὰ περὶ μὲν τούτων τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν.

16.51

16.51.1τότε δὲ μετὰ τὴν τῆς Βουβάστου παράδοσιν αἱ λοιπαὶ πόλεις καταπλαγεῖσαι καθ’ὁμολογίαν παρεδόθησαν τοῖς Πέρσαις. ἐν δὲ τῇ Μέμφει διατρίβων βασιλεὺς Νεκτανεβὼς καὶ θεωρῶν τὴν τῶν πόλεων ἐπὶ τὴν προδοσίαν ὁρμὴν οὐκ ἐτόλμησεν ὑποστῆναι τοὺς ὑπὲρ τῆς ἡγεμονίας κινδύνους. ἀπογνοὺς οὖν τὴν βασιλείαν καὶ τὰ πλεῖστα τῶν χρημάτων ἀναλαβὼν ἔφυγεν εἰς τὴν Αἰθιοπίαν.

16.51.2Ἀρταξέρξης δὲ παραλαβὼν πᾶσαν τὴν Αἴγυπτον καὶ τῶν ἀξιολογωτάτων πόλεων τὰ τείχη περιελὼν τὰ μὲν ἱερὰ συλήσας ἤθροισεν ἀργύρουτε καὶ χρυσοῦ πλῆθος, ἀπήνεγκε δὲ καὶ τὰς ἐκ τῶν ἀρχαίων ἱερῶν ἀναγραφάς, ἃς ὕστερον Βαγώας πολλῶν χρημάτων ἀπελύτρωσε τοῖς ἱερεῦσι τῶν Αἰγυπτίων.

16.51.3τοὺς δὲ συστρατευσαμένους τῶν Ἑλλήνων κατὰ τὴν ἀξίαν ἕκαστον δωρεαῖς ἀξιολόγοις τιμήσας ἀπέλυσεν εἰς τὰς πατρίδας · τῆς δ’Αἰγύπτου σατράπην καταστήσας Φερενδάτην ἐπανῆλθεν μετὰ τῆς δυνάμεως εἰς Βαβυλῶνα πολλὰ μὲν χρήματα καὶ λάφυρα κομίζων, δόξαν δὲ μεγάλην ἐκ τῶν κατορθωμάτων περιπεποιημένος.

16.52

16.52.1ἐπ’ἄρχοντος δ’Ἀθήνησι Καλλιμάχου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκιον Γάιον καὶ Πόπλιον Οὐαλέριον. ἐπὶ δὲ τούτων Ἀρταξέρξης ὁρῶν μεγάλας ἑαυτῷ παρεσχημένον χρείας ἐν τῷ πρὸς Αἰγυπτίους πολέμῳ Μέντορα τὸν στρατηγὸν προῆγεν αὐτὸν μάλιστα τῶν φίλων.

16.52.2τιμήσας δ’ἀριστείοις τὸν ἄνδρα ἐδωρήσατο αὐτῷ ἀργυρίου μὲν ἑκατὸν τάλαντα, τῆς δ’ἄλλης πολυτελοῦς κατασκευῆς τὴν κρατίστην · ἀπέδειξε δὲ σατράπην τῆς κατὰ τὴν Ἀσίαν παραλίας καὶ τὸν πρὸς τοὺς ἀφεστηκότας πόλεμον ἐπέτρεψεν, αὐτοκράτορα στρατηγὸν ἀποδείξας.

16.52.3 δὲ Μέντωρ ἔχων οἰκειότητα πρὸς Ἀρτάβαζον καὶ Μέμνονα τοὺς διαπεπολεμηκότας μὲν πρὸς Πέρσας ἐν τοῖς ἐπάνω χρόνοις, τότε δὲ πεφευγότας ἐκ τῆς Ἀσίας καὶ διατρίβοντας παρὰ Φιλίππῳ, δεηθεὶς τοῦ βασιλέως ἔπεισεν αὐτὸν ἀπολῦσαι τοὺς ἄνδρας τῶν ἐγκλημάτων. εὐθὺς δὲ καὶ μετεπέμψατο πρὸς ἑαυτὸν ἀμφοτέρους μεθ’ὅλης τῆς συγγενείας ·

16.52.4ἦσαν γὰρ Ἀρταβάζῳ γεγονότες ἐκ τῆς Μέντορος καὶ Μέμνονος ἀδελφῆς υἱοὶ μὲν ἕνδεκα, θυγατέρες δὲ δέκα. ψυχαγωγούμενος δ’ἐπὶ τῷ πλήθει τῶν τέκνων Μέντωρ προῆγε τοὺς παῖδας, παραδιδοὺς αὐτοῖς τὰς ἐπιφανεστάτας ἐν τοῖς στρατιωτικοῖς ἡγεμονίας.

16.52.5ἐστρατεύσατο δ’ἐπὶ πρῶτον Ἑρμίαν τὸν Ἀταρνέως τύραννον, ἀφεστηκότα τοῦ βασιλέως καὶ πολλῶν ὀχυρωμάτων καὶ πόλεων κυριεύοντα.

16.52.6ἐπαγγειλάμενος δ’αὐτῷ πείσειν τὸν βασιλέα καὶ τῶν ἐγκλημάτων ἀπολῦσαι συνῆλθεν εἰς λόγους καὶ παρακρουσάμενος αὐτὸν συνέλαβε. κυριεύσας δὲ τοῦ δακτυλίου καὶ γράψας εἰς τὰς πόλεις ὅτι διήλλακται τῷ βασιλεῖ διὰ Μέντορος καὶ σφραγισάμενος τὰς ἐπιστολὰς τῷ τοῦ Ἑρμείου δακτυλίῳ συνεξέπεμψε τοὺς παραληψομένους τὰ χωρία.

16.52.7οἱ δ’ἐν ταῖς πόλεσι πιστεύσαντες τοῖς γεγραμμένοις καὶ τὴν εἰρήνην ἀγαπητῶς προσδεξάμενοι παρέδωκαν πάντες τὰ φρούρια καὶ τὰς πόλεις. Μέντωρ μὲν οὖν δι’ἀπάτης ταχὺ παραλαβὼν ἀκινδύνως τὰ τῶν ἀποστατῶν πολίσματα μεγάλης ἀποδοχῆς ἔτυχε παρὰ τῷ βασιλεῖ, δόξας δύνασθαι στρατηγεῖν πραγματικῶς.

16.52.8ὁμοίως δὲ καὶ τοὺς ἄλλους ἡγεμόνας τοὺς ἀλλοτρίως διακειμένους τοῖς Πέρσαις τοὺς μὲν βιασάμενος, τοὺς δὲ καταστρατηγήσας ἅπαντας ταχέως κατεπολέμησεν. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.

16.52.9κατὰ δὲ τὴν Εὐρώπην Φίλιππος μὲν Μακεδόνων βασιλεὺς στρατεύσας ἐπὶ τὰς Χαλκιδικὰς πόλεις Ζερεία μὲν φρούριον ἐκπολιορκήσας κατέσκαψε, τῶν δ’ἄλλων πολισμάτων ἔνια καταπληξάμενος ἠνάγκασεν ὑποτάττεσθαι · ἐπὶ δὲ τὰς Φερὰς τῆς Θετταλίας παρελθὼν Πειθόλαον δυναστεύοντα τῆς πόλεως ἐξέβαλεν.

16.52.10ἅμα δὲ τούτοις πραττομένοις ἐν τῷ Πόντῳ Σπάρτακος τοῦ Πόντου βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη πέντε, τὴν δ’ἡγεμονίαν διαδεξάμενος ἀδελφὸς Παιρισάδης ἐβασίλευσεν ἔτη τριάκοντα ὀκτώ.

16.53

16.53.1τοῦ δ’ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχε Θεόφιλος, ἐν Ῥώμῃ δὲ κατεστάθησαν ὕπατοι Γάιος Σουλπίκιος καὶ Γάιος Κοΐντιος, Ὀλυμπιὰς δ’ἤχθη ὀγδόη πρὸς ταῖς ἑκατόν, καθ’ἣν ἐνίκα στάδιον Πολυκλῆς Κυρηναῖος.

16.53.2ἐπὶ δὲ τούτων Φίλιππος μὲν σπεύδων τὰς ἐφ’Ἑλλησπόντῳ πόλεις χειρώσασθαι Μηκύβερναν μὲν καὶ Τορώνην χωρὶς κινδύνων διὰ προδοσίας παρέλαβεν, ἐπὶ δὲ τὴν μεγίστην τῶν περὶ τοὺς τόπους τούτους πόλεων Ὄλυνθον στρατεύσας μετὰ πολλῆς δυνάμεως τὸ μὲν πρῶτον νικήσας τοὺς Ὀλυνθίους δυσὶ μάχαις συνέκλεισεν εἰς πολιορκίαν, προσβολὰς δὲ συνεχεῖς ποιούμενος πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλεν ἐν ταῖς τειχομαχίαις · τὸ δὲ τελευταῖον φθείρας χρήμασι τοὺς προεστηκότας τῶν Ὀλυνθίων, Εὐθυκράτηντε καὶ Λασθένην, διὰ τούτων προδοθεῖσαν τὴν Ὄλυνθον εἷλεν.

16.53.3διαρπάσας δ’αὐτὴν καὶ τοὺς ἐνοικοῦντας ἐξανδραποδισάμενος ἐλαφυροπώλησε. τοῦτο δὲ πράξας χρημάτωντε πολλῶν εἰς τὸν πόλεμον εὐπόρησε καὶ τὰς ἄλλας πόλεις τὰς ἐναντιουμένας κατεπλήξατο. τοὺς δὲ ἀνδραγαθήσαντας τῶν στρατιωτῶν κατὰ τὴν μάχην ἀξίαις δωρεαῖς τιμήσας καὶ χρημάτων πλῆθος διαδοὺς τοῖς ἐν ταῖς πόλεσιν ἰσχύουσι πολλοὺς ἔσχε προδότας τῶν πατρίδων. καὶ αὐτὸς δὲ ἀπεφαίνετο διὰ χρυσίου πολὺ μᾶλλον διὰ τῶν ὅπλων ηὐξηκέναι τὴν ἰδίαν βασιλείαν.

16.54

16.54.1οἱ δ’Ἀθηναῖοι τὴν αὔξησιν ὑφορώμενοι τοῦ Φιλίππου τοῖς ἀεὶ πολεμουμένοις ὑπὸ τοῦ βασιλέως ἐβοήθουν, πρέσβεις ἀποστέλλοντες ἐπὶ τὰς πόλεις καὶ παρακαλοῦντες τηρεῖν τὴν αὐτονομίαν καὶ τοὺς ἐπὶ τὴν προδοσίαν ὁρμῶντας τῶν πολιτῶν θανάτῳ κολάζειν · ἐπηγγέλλοντο δὲ πᾶσι συμμαχήσειν καὶ φανερῶς ἑαυτοὺς πολεμίους ἀποδείξαντες τῷ βασιλεῖ διεπολέμουν πρὸς Φίλιππον.

16.54.2μάλιστα δ’αὐτοὺς παρώξυνε προστῆναι τῆς Ἑλλάδος Δημοσθένης ῥήτωρ, δεινότατος ὢν τῶν κατ’ἐκείνους τοὺς χρόνους Ἑλλήνων. οὐ μὴν πόλις γε ἀναστεῖλαι τῆς ἐπὶ τὴν προδοσίαν ὁρμῆς ἠδυνήθη τοὺς πολίτας · τοιαύτη γὰρ φορά τις προδοτῶν ὑπῆρξε τότε κατὰ τὴν Ἑλλάδα.

16.54.3διὸ καί φασι τὸν Φίλιππον βουλόμενον ἑλεῖν τινα πόλιν ὀχυρότητι διαφέρουσαν, εἰπόντος τινὸς αὐτῷ τῶν ἐγχωρίων ἀνάλωτον αὐτὴν ἐκ βίας ὑπάρχειν, ἐπερωτῆσαι εἰ οὐ δ’ χρυσὸς τὸ τεῖχος ὑπερβῆναι δυνατός ἐστιν.

16.54.4ἦν γὰρ πεῖραν εἰληφὼς ὅτι τὰ τοῖς ὅπλοις ἀδύνατα χειρωθῆναι τῷ χρυσῷ ῥᾴδιόν ἐστι καταπολεμῆσαι. ἐγκατασκευάζων οὖν ἐν ταῖς πόλεσι προδότας διὰ τῆς δωροδοκίας καὶ τοὺς δεχομένους τὸ χρυσίον ξένους καὶ φίλους ὀνομάζων ταῖς πονηραῖς ὁμιλίαις διέφθειρε τὰ ἤθη τῶν ἀνθρώπων.

16.55

16.55.1μετὰ δὲ τὴν ἅλωσιν τῆς Ὀλύνθου Ὀλύμπια ποιήσας τοῖς θεοῖς ἐπινίκια μεγαλοπρεπεῖς θυσίας συνετέλεσεν · πανήγυριν δὲ μεγάλην συστησάμενος καὶ λαμπροὺς ἀγῶνας ποιήσας πολλοὺς τῶν ἐπιδημούντων ξένων ἐπὶ τὰς ἑστιάσεις παρελάμβανε.

16.55.2παρὰ δὲ τοὺς πότους πολλαῖς ὁμιλίαις χρώμενος καὶ πολλοῖς μὲν ποτήρια διδοὺς κατὰ τὰς προπόσεις, οὐκ ὀλίγοις δὲ δωρεὰς ἀπονέμων, πᾶσι δὲ μεγάλας ἀπαγγελίας εὐχαρίστως ποιούμενος πολλοὺς ἔσχεν ἐπιθυμητὰς τῆς πρὸς αὐτὸν φιλίας.

16.55.3καὶ δήποτ’ἐν τῷ συμποσίῳ κατανοήσας Σάτυρον τὸν ὑποκριτὴν σκυθρωπὸν ὄντ’ἤρετο διὰ τί μόνος οὐδὲν ἀξιοῖ μεταλαβεῖν τῆς παρ’αὐτοῦ φιλανθρωπίας · τοῦ δ’εἰπόντος ὅτι βούλεται παρ’αὐτοῦ τυχεῖν τινος δωρεᾶς, δεδοικέναι δὲ μήποτε δηλώσας τὴν προκεχειρισμένην ἔντευξιν ἀποτύχῃ, μὲν βασιλεὺς περιχαρὴς γενόμενος διεβεβαιώσατο πᾶν τι ἂν αἰτήσῃ χαρίσασθαι · δ’εἶπεν ὅτι ξένου τινὸς ἑαυτοῦ δύο παρθένοι τὴν ἡλικίαν ἔχουσαι γάμου τυγχάνουσιν ἐν ταῖς αἰχμαλώτοις οὖσαι · ταύτας οὖν βούλεσθαι λαβεῖν οὐχ ἵνα λυσιτέλειάν τινα περιποιήσηται τυχὼν τῆς δωρεᾶς, ἀλλ’ἵνα προικίσας ἀμφοτέρας συνοικίσῃ καὶ μὴ περιίδῃ μηδὲν παθούσας ἀνάξιον τῆς ἡλικίας.

16.55.4μετὰ δὲ ταῦθ’ Φίλιππος ἀσμένως τὴν αἴτησιν προσδεξάμενος παραχρῆμα τὰς παρθένους ἐδωρήσατο τῷ Σατύρῳ. πολλὰς δὲ καὶ ἄλλας παντοδαπὰς εὐεργεσίας καὶ δωρεὰς διασπείρων ἐκομίζετο τοὺς μισθοὺς πολλαπλασίους τῆς χάριτος · πολλοὶ γὰρ ταῖς τῆς εὐεργεσίας ἐλπίσι προκληθέντες ἔφθασαν ἀλλήλους προσνέμοντες ἑαυτοὺς τῷ Φιλίππῳ καὶ τὰς πατρίδας ἐγχειρίζοντες.

16.56

16.56.1ἐπ’ἄρχοντος δ’Ἀθήνησι Θεμιστοκλέους ἐν Ῥώμῃ τὴν ὑπατικὴν ἀρχὴν διεδέξαντο Γάιος Κορνήλιος καὶ Μάρκος Ποπίλιος. ἐπὶ δὲ τούτων Βοιωτοὶ πολλὴν τῆς Φωκίδος χώραν πορθήσαντες περὶ τὴν ὀνομαζομένην Ὕαν πόλιν ἐνίκησαν τοὺς πολεμίους καὶ κατέβαλον αὐτῶν περὶ ἑβδομήκοντα.

16.56.2μετὰ δὲ ταῦτα Βοιωτοὶ περὶ Κορώνειαν συμπλακέντες τοῖς Φωκεῦσιν ἡττήθησαν καὶ συχνοὺς ἀπέβαλον. ἔπειτα τῶν Φωκέων κατασχόντων ἱκανάς τινας πόλεις ἐν τῇ Βοιωτίᾳ στρατεύσαντες οἱ Βοιωτοὶ καὶ τὸν σῖτον ἐκ τῆς χώρας τῶν πολεμίων φθείραντες κατὰ τὴν ἐπάνοδον ἡττήθησαν.

16.56.3ἅμα δὲ τούτοις πραττομένοις Φάλαικος μὲν τῶν Φωκέων στρατηγὸς, διαβληθεὶς ὅτι πολλὰ τῶν ἱερῶν χρημάτων κέκλοφεν, ἐξέπεσεν ἐκ τῆς ἀρχῆς, ἀντὶ δὲ τούτου στρατηγῶν αἱρεθέντων τριῶν, Δεινοκράτους καὶ Καλλίου καὶ Σωφάνους, ἐγένετο ζήτησις τῶν ἱερῶν χρημάτων καὶ λόγον τοὺς κεχειρικότας οἱ Φωκεῖς ἀπῄτουν · ἦν δὲ πλεῖστα διῳκηκὼς Φίλων.

16.56.4οὗτος δ’οὐ δυνάμενος ἀποδοῦναι τὸν λόγον κατεδικάσθη καὶ στρεβλωθεὶς ὑπὸ τῶν στρατηγῶν τοὺς μετέχοντας τῆς κλοπῆς ἐμήνυσεν, αὐτὸς δὲ ταῖς ἐσχάταις αἰκίαις περιπεσὼν οἰκείαν τῆς ἀσεβείας ἔσχε τὴν τοῦ βίου καταστροφήν.

16.56.5οἱ δὲ νοσφισάμενοι τὰ χρήματα τὰ σωζόμενα καὶ περιόντα τῶν ἐκ τῆς κλοπῆς ἀπέδωκαν, αὐτοὶ δ’ἐθανατώθησαν ὡς ἱερόσυλοι. τῶν δὲ προγεγενημένων στρατηγῶν μὲν πρῶτος ἄρξας Φιλόμηλος ἀπέσχετο τῶν ἀναθημάτων, δὲ δεύτερος, προσαγορευόμενος μὲν Ὀνόμαρχος, ἀδελφὸς δ’ὢν Φιλομήλου, πλεῖστα τῶν τοῦ θεοῦ χρημάτων κατεδαπάνησε, τρίτος δὲ Φάυλλος ἀδελφὸς Ὀνομάρχου στρατηγήσας οὐκ ὀλίγα τῶν ἀναθημάτων κατέκοψεν εἰς τὰς τῶν ξένων μισθοφοράς.

16.56.6τὰς γὰρ ἀνατεθείσας ὑπὸ Κροίσου τοῦ Λυδῶν βασιλέως χρυσᾶς πλίνθους, οὔσας ἑκατὸν καὶ εἴκοσι διταλάντους, κατέκοψεν εἰς νόμισμα, φιάλας δὲ χρυσᾶς τριακοσίας καὶ ἑξήκοντα διμναίους καὶ λέοντα χρυσοῦν καὶ γυναῖκα, τριάκοντα ταλάντων χρυσοῦ σταθμὸν ἀγόντων τῶν πάντων · ὥστε τὸ πᾶν κατακοπὲν χρυσίον εἰς ἀργυρίου λόγον ἀναγομένων τῶν χρημάτων εὑρίσκεσθαι τάλαντα τετρακισχίλια · τῶν δ’ἀργυρῶν ἀναθημάτων τῶντε ὑπὸ Κροίσου καὶ τῶν ἄλλων ἁπάντων ἀνατεθέντων τοὺς πάντας στρατηγοὺς δεδαπανηκέναι τάλαντα πλείω τῶν ἑξακισχιλίων, προστιθεμένων δὲ καὶ τῶν χρυσῶν ἀναθημάτων ὑπερβάλλειν τὰ μύρια τάλαντα.

16.56.7ἔνιοι δὲ τῶν συγγραφέων φασὶν οὐκ ἐλάττω γενέσθαι τὰ συληθέντα τῶν ἐν τοῖς Περσικοῖς θησαυροῖς ὑπ’Ἀλεξάνδρου κατακτηθέντων. ἐπεχείρησαν δ’οἱ περὶ τὸν Φάλαικον στρατηγοὶ καὶ τὸν ναὸν ὀρύττειν, εἰπόντος τινὸς ὡς ἐν αὐτῷ θησαυρὸς εἴη πολὺν ἔχων ἄργυρόντε καὶ χρυσόν · καὶ τὰ περὶ τὴν ἑστίαν καὶ τὸν τρίποδα φιλοτίμως ἀνέσκαπτον. δὲ μηνύσας τὸν θησαυρὸν μάρτυρα παρείχετο τὸν ἐπιφανέστατον καὶ ἀρχαιότατον τῶν ποιητῶν Ὅμηρον ἐν οἷς λέγει οὐ δ’ὅσα λάινος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει Φοίβου Ἀπόλλωνος Πυθοῖ ἐνὶ πετρηέσσῃ.

16.56.8τῶν δὲ στρατιωτῶν ἐγχειρούντων σκάπτειν τὰ περὶ τὸν τρίποδα σεισμοὶ μεγάλοι γενόμενοι τοῖς Φωκεῦσι φόβον ἐπέστησαν, φανερῶς δὲ τῶν θεῶν προσημαινόντων τὴν κατὰ τῶν ἱεροσύλων κόλασιν ἀπέστησαν τῶν ἔργων. δὲ τῆς παρανομίας ταύτης ἡγεμὼν Φίλων προειρημένος ταχὺ τῷ δαιμονίῳ τὰς προσηκούσας δίκας ἐξέτισε.

16.57

16.57.1τῆς δὲ τῶν ἱερῶν χρημάτων φθορᾶς τὴν μὴν ὅλην ἐπιγραφὴν ἔσκον Φωκεῖς, μετέσχον δὲ τῆς αἱρέσεως Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι συμμαχήσαντες τοῖς Φωκεῦσι καὶ οὐ κατὰ τὸ πλῆθος τῶν ἐκπεμπομένων στρατιωτῶν τοὺς μισθοὺς λαβόντες.

16.57.2οὕτω δὲ τοῖς Ἀθηναίοις χρόνος οὗτος ἤνεγκεν ἐξαμαρτάνειν εἰς τὸ δαιμόνιον ὥστε μικρὸν ἀνώτερον τῶν Δελφικῶν καιρῶν Ἰφικράτους διατρίβοντος περὶ Κόρκυραν μετὰ ναυτικῆς δυνάμεως καὶ Διονυσίου τοῦ Συρακοσίων δυνάστου πέμψαντος εἰς Ὀλυμπίαν καὶ Δελφοὺς ἀγάλματα ἐκ χρυσοῦ καὶ ἐλέφαντος δεδημιουργημένα περιτυχὼν ταῖς κομιζούσαις αὐτὰ ναυσὶν Ἰφικράτης καὶ κρατήσας αὐτῶν διεπέμψατο πρὸς τὸν δῆμον ἐπερωτῶν τί χρὴ πράττειν, οἱ δ’Ἀθηναῖοι προσέταξαν αὐτῷ μὴ τὰ τῶν θεῶν ἐξετάζειν, ἀλλὰ σκοπεῖν ὅπως τοὺς στρατιώτας διαθρέψει.

16.57.3Ἰφικράτης μὲν οὖν ὑπακούσας τῷ δόγματι τῆς πατρίδος ἐλαφυροπώλησε τὸν τῶν θεῶν κόσμον · δὲ τύραννος ὀργισθεὶς τοῖς Ἀθηναίοις ἔγραψε πρὸς αὐτοὺς ἐπιστολὴν τοιαύτην. Διονύσιος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ εὖ μὲν πράττειν οὐκ ἐπιτήδειόν ἐστι γράφειν, ἐπεὶ τοὺς θεοὺς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἱεροσυλεῖτε καὶ τὰ ἀγάλματα τὰ εἰς ἀνάθεσιν ὑφ’ἡμῶν τοῖς θεοῖς ἀπεσταλμένα παρελόμενοι κατεκόψατε καὶ περὶ τοὺς μεγίστους τῶν θεῶν ἠσεβήκατε, περὶ τὸν Ἀπόλλωνα τὸν ἐν Δελφοῖς καὶ τὸν Δία τὸν Ὀλύμπιον.

16.57.4Ἀθηναῖοι μὲν οὖν περὶ τὸ θεῖον τοιαῦτ’ἔπραξαν, καὶ ταῦτα εὐχόμενοι τὸν Ἀπόλλωνα πατρῷον αὐτῶν εἶναι καὶ πρόγονον · Λακεδαιμόνιοι δὲ τῷ περὶ Δελφοὺς μαντείῳ χρησάμενοι καὶ τὴν θαυμαζομένην παρὰ πᾶσι πολιτείαν διὰ τούτου κτησάμενοι καὶ περὶ τῶν μεγίστων ἔτι καὶ νῦν τὸν θεὸν ἐπερωτῶντες ἐτόλμησαν τοῖς τὸ ἱερὸν συλήσασι κοινωνῆσαι τῆς παρανομίας.

16.58

16.58.1κατὰ δὲ τὴν Βοιωτίαν οἱ μὲν Φωκεῖς τρεῖς πόλεις ἔχοντες ὠχυρωμένας, Ὀρχομενὸν καὶ Κορώνειαν καὶ Κορσίας, ἐκ τούτων ἐποιοῦντο τὴν ἐπὶ τοὺς Βοιωτοὺς στρατείαν. εὐπορούμενοι δὲ μισθοφόρων τήντε χώραν ἐδῄουν καὶ κατὰ τὰς ἐπιθέσεις καὶ συμπλοκὰς περιεγίνοντο τῶν ἐγχωρίων.

16.58.2διόπερ οἱ Βοιωτοὶ θλιβόμενοι μὲν τῷ πολέμῳ καὶ πολλοὺς τῶν στρατιωτῶν ἀπολωλεκότες, χρημάτων δὲ ἀπορούμενοι πρέσβεις ἐξέπεμψαν πρὸς τὸν Φίλιππον ἀξιοῦντες βοηθῆσαι.

16.58.3 δὲ βασιλεὺς ἡδέως ὁρῶν τὴν ταπείνωσιν αὐτῶν καὶ βουλόμενος τὰ Λευκτρικὰ φρονήματα συστεῖλαι τῶν Βοιωτῶν ὀλίγους ἀπέστειλε στρατιώτας, αὐτὸ μόνον φυλαττόμενος τὸ μὴ δοκεῖν περιορᾶν τὸ μαντεῖον σεσυλημένον.

16.58.4τῶν δὲ Φωκέων οἰκοδομούντων φρούριον περὶ τὰς ὀνομαζομένας Ἄβας, καθ’ἅς ἐστιν Ἀπόλλωνος ἅγιον ἱερόν, ἐστράτευσαν ἐπ’αὐτοὺς οἱ Βοιωτοί. εὐθὺ δ’αὐτῶν οἱ μὲν εἰς τὰς ἔγγιστα πόλεις φυγόντες διεσπάρησαν, οἱ δ’εἰς τὸν νεὼ τοῦ Ἀπόλλωνος καταφυγόντες εἰς πεντακοσίους ἀπώλοντο.

16.58.5πολλὰ μὲν οὖν καὶ ἄλλα θεῖα περὶ τοὺς Φωκεῖς συνέβη γενέσθαι περὶ τούτους τοὺς χρόνους, μάλιστα δὲ τὸ μέλλον λέγεσθαι. οἱ γὰρ εἰς τὸν νεὼ καταφυγόντες ὑπέλαβον διὰ τῆς τῶν θεῶν ἐπικουρίας σωθήσεσθαι, τοὐναντίον δὲ θείᾳ τινὶ προνοίᾳ τῆς προσηκούσης τοῖς ἱεροσύλοις τιμωρίας ἔτυχον ·

16.58.6πολλῆς γὰρ οὔσης στιβάδος περὶ τὸν νεὼ καὶ πυρὸς ἐν ταῖς σκηναῖς τῶν πεφευγότων ἀπολελειμμένου συνέβη τῆς στιβάδος ἐκκαυθείσης τοσαύτην ἐξαφθῆναι φλόγα παραδόξως ὥστε τὸν ναὸν καὶ τοὺς καταπεφευγότας εἰς αὐτὸν Φωκεῖς ζῶντας καταφλεχθῆναι. τοῖς γὰρ ἱεροσύλοις ἔδοξε τὸ θεῖον μὴ διδόναι τὴν ἐκ τῆς ἱκεσίας συγχωρουμένην ἀσφάλειαν.

16.59

16.59.1ἐπ’ἄρχοντος δ’Ἀθήνησιν Ἀρχίου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Αἰμίλιον καὶ Τίτον Κοΐνκτιον. ἐπὶ δὲ τούτων Φωκικὸς πόλεμος, διαμείνας ἔτη δέκα, κατελύθη τόνδε τὸν τρόπον. Βοιωτῶν καὶ Φωκέων τεταπεινωμένων διὰ τὸ μῆκος τοῦ πολέμου Φωκεῖς μὲν πρέσβεις ἐξαπέστειλαν εἰς Λακεδαίμονα περὶ βοηθείας, Σπαρτιᾶται δὲ χιλίους ὁπλίτας ἐξέπεμψαν στρατηγὸν ἐπιστήσαντες Ἀρχίδαμον τὸν βασιλέα.

16.59.2Βοιωτῶν δὲ παραπλησίως τούτοις διαπρεσβευσαμένων πρὸς Φίλιππον περὶ συμμαχίας Φίλιππος παραλαβὼν τοὺς Θετταλοὺς ἧκεν εἰς τὴν Λοκρίδα μετὰ πολλῆς δυνάμεως. καταλαβὼν δὲ Φάλαικον πάλιν τῆς στρατηγίας ἠξιωμένον καὶ τὸ τῶν μισθοφόρων ἔχοντα πλῆθος παρεσκευάζετο παρατάξει κρῖναι τὸν πόλεμον · δὲ Φάλαικος ἐν τῇ Νικαίᾳ διατρίβων καὶ θεωρῶν αὑτὸν οὐκ ἀξιόμαχον ὄντα διεπρεσβεύσατο πρὸς τὸν βασιλέα περὶ διαλύσεων.

16.59.3γενομένης δ’ὁμολογίας ὥστε τὸν Φάλαικον μετὰ τῶν στρατιωτῶν ἀπελθεῖν ὅποι βούλοιτο, οὗτος μὲν ὑπόσπονδος εἰς τὴν Πελοπόννησον ἀπεχώρησε μετὰ τῶν μισθοφόρων, ὄντων ὀκτακισχιλίων, οἱ δὲ Φωκεῖς συντριβέντες ταῖς ἐλπίσι παρέδωκαν ἑαυτοὺς τῷ Φιλίππῳ.

16.59.4 δὲ βασιλεὺς ἄνευ μάχης ἀνελπίστως καταλύσας τὸν ἱερὸν πόλεμον συνήδρευε μετὰ Βοιωτῶν καὶ Θετταλῶν. ἔκρινεν οὖν συναγαγεῖν τὸ τῶν Ἀμφικτυόνων συνέδριον καὶ τούτῳ τὴν περὶ τῶν ὅλων διάγνωσιν ἐπιτρέψαι.

16.60

16.60.1ἔδοξεν οὖν τοῖς συνέδροις μεταδοῦναι τῷ Φιλίππῳ καὶ τοῖς ἀπογόνοις αὐτοῦ τῆς Ἀμφικτυονίας καὶ δύο ψήφους ἔχειν, ἃς πρότερον οἱ καταπολεμηθέντες Φωκεῖς εἶχον · τῶν δ’ἐπὶ Φωκεῦσι τριῶν πόλεων περιελεῖν τὰ τείχη καὶ μηδεμίαν κοινωνίαν εἶναι τοῖς Φωκεῦσι τοῦ ἱεροῦ μη δὲ τοῦ Ἀμφικτυονικοῦ συνεδρίου · μὴ ἐξεῖναι δὲ αὐτοῖς μήτε ἵππους μήτε ὅπλα κτήσασθαι, μέχρις ἂν οὗ τὰ χρήματα ἐκτίσωσι τῷ θεῷ τὰ σεσυλημένα · τοὺς δὲ πεφευγότας τῶν Φωκέων καὶ τῶν ἄλλων τῶν μετεσχηκότων τῆς ἱεροσυλίας ἐναγεῖς εἶναι καὶ ἀγωγίμους πάντοθεν ·

16.60.2τὰς δὲ πόλεις ἁπάσας τῶν Φωκέων κατασκάψαι καὶ μετοικίσαι εἰς κώμας, ὧν ἑκάστην μὴ πλεῖον ἔχειν οἰκιῶν πεντήκοντα, μη δ’ἔλαττον διεστάναι σταδίου τὰς κώμας ἀπ’ἀλλήλων · ἔχειν δὲ Φωκεῖς τὴν χώραν καὶ φέρειν κατ’ἐνιαυτὸν τῷ θεῷ φόρον τάλαντα ἑξήκοντα, μέχρις ἂν ἐκτίσωσι τὰ ἀπογραφέντα χρήματα κατὰ τὴν ἱεροσυλίαν · τιθέναι δὲ καὶ τὸν ἀγῶνα τῶν Πυθίων Φίλιππον μετὰ Βοιωτῶν καὶ Θετταλῶν διὰ τὸ Κορινθίους μετεσχηκέναι τοῖς Φωκεῦσι τῆς εἰς τὸ θεῖον παρανομίας ·

16.60.3τοὺς δὲ Ἀμφικτύονας καὶ τὸν Φίλιππον τὰ ὅπλα τῶν Φωκέων καὶ τῶν μισθοφόρων καταπετροκοπῆσαι καὶ τὰ λείψανα αὐτῶν κατακαῦσαι καὶ τοὺς ἵππους ἀποδόσθαι. ἀκολούθως δὲ τούτοις διέταξαν οἱ Ἀμφικτύονες τὰ περὶ τὴν ἐπιμέλειαν τοῦ μαντείου καὶ τἄλλα πάντα τὰ πρὸς εὐσέβειαν καὶ κοινὴν εἰρήνην καὶ ὁμόνοιαν τοῖς Ἕλλησιν ἀνήκοντα.

16.60.4μετὰ δὲ ταῦτα Φίλιππος μὲν τὰ δεδογμένα τοῖς Ἀμφικτύοσι συγκαταστήσας καὶ πρὸς πάντας φιλοφρονηθεὶς ἐπανῆλθεν εἰς Μακεδονίαν, οὐ μόνον δόξαν εὐσεβείας καὶ ἀρετῆς στρατηγικῆς περιπεποιημένος, ἀλλὰ καὶ πρὸς τὴν μέλλουσαν αὔξησιν αὐτῷ γίνεσθαι μεγάλα προκατεσκευασμένος.

16.60.5ἐπεθύμει γὰρ τῆς Ἑλλάδος ἀποδειχθῆναι στρατηγὸς αὐτοκράτωρ καὶ τὸν πρὸς Πέρσας ἐξενεγκεῖν πόλεμον · ὅπερ καὶ συνέβη γενέσθαι. ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς οἰκείοις χρόνοις τὰ κατὰ μέρος ἀναγράψομεν, νῦν δ’ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας τρεψόμεθα.

16.61

16.61.1δίκαιον δ’εἶναι νομίζομεν πρῶτον ἀναγράψαι τὴν ἐκ θεῶν γενομένην τοῖς εἰς τὸ μαντεῖον παρανενομηκόσι κόλασιν, ὅλως γὰρ οὐ μόνον τοῖς αὐθένταις τῆς ἱεροσυλίας, ἀλλὰ καὶ πᾶσι τοῖς προσαψαμένοις μόνον τῆς παρανομίας ἀπαραίτητος ἐκ τοῦ δαιμονίου ἐπηκολούθησε τιμωρία.

16.61.2 μὲν γὰρ ἀρχιτέκτων τῆς καταλήψεως τοῦ ἱεροῦ Φιλόμηλος κατά τινα περίστασιν πολεμικὴν ἑαυτὸν κατεκρήμνισεν, δὲ ἀδελφὸς αὐτοῦ Ὀνόμαρχος διαδεξάμενος τὴν τῶν ἀπονοηθέντων στρατηγίαν μετὰ τῶν συμπαραταξαμένων ἐν Θετταλίᾳ Φωκέων καὶ μισθοφόρων κατακοπεὶς ἐσταυρώθη.

16.61.3 δὲ τρίτος καὶ πλεῖστα τῶν ἀναθημάτων κατακόψας Φάυλλος πολυχρονίῳ νόσῳ νοσήσας οὐ δ’ἀπολυθῆναι συντόμως τῆς τιμωρίας ἠδυνήθη. δ’ἐπὶ πᾶσι Φάλαικος τὰ λείψανα τῆς ἱεροσυλίας ἀναλαβὼν ἐν πλάναις καὶ μεγάλοις φόβοις καὶ κινδύνοις ἐφ’ἱκανὸν χρόνον ἐβίωσεν, οὐχ ἵνα μακαριώτερος γένηται τῶν συνασεβησάντων, ἀλλ’ἵνα πλείω χρόνον στρεβλωθεὶς καὶ πολλοῖς διὰ τὴν ἀτυχίαν γενόμενος γνώριμος περιβόητον ἔχῃ τὴν συμφοράν.

16.61.4οὗτος γὰρ μετὰ τὴν ἐκ τῆς ὁμολογίας φυγὴν μετὰ τῶν μισθοφόρων τὸ μὲν πρῶτον διέτριβεν περὶ τὴν Πελοπόννησον, συνέχων τοὺς στρατιώτας ἐκ τῶν ἱεροσυληθέντων λειψάνων, μετὰ δὲ ταῦτα ἐν Κορίνθῳ μισθωσάμενος πλοῖα φορτηγὰ μεγάλα καὶ τέσσαρας ἔχων ἡμιολίας παρεσκευάζετο πρὸς τὸν εἰς Ἰταλίαν καὶ Σικελίαν πλοῦν, νομίζων ἐν τούτοις τοῖς τόποις καταλήψεσθαί τινα πόλιν τεύξεσθαι μισθοφορίας · ἐτύγχανε γὰρ Λευκανοῖς πρὸς Ταραντίνους συνεστηκὼς πόλεμος. πρὸς δὲ τοὺς συμπλέοντας ἔφη μετάπεμπτος πλεῖν ὑπὸ τῶν ἐξ Ἰταλίας καὶ Σικελίας.

16.62

16.62.1ἐκπλεύσαντος δ’αὐτοῦ καὶ πελαγίου γενομένου στρατιῶταί τινες τῶν ἐν τῷ μεγίστῳ πλοίῳ κομιζομένων, ᾧπερ αὐτὸς Φάλαικος ἐνέπλει, λόγον ἀλλήλοις ἐδίδοσαν ὑπονοοῦντες μηδένα μεταπέμψασθαι σφᾶς · οὔτε γὰρ ἡγεμόνας ἑώρων ἀπὸ τῶν ἐπικαλουμένων συμπλέοντας οὔθ’ πλοῦς ἦν ὀλίγος, ἀλλὰ πολὺς ὑπέκειτο καὶ χαλεπός.

16.62.2διόπερ ἀπιστοῦντες ἅμα τοῖς λεγομένοις καὶ φοβούμενοι τὴν διαπόντιον στρατείαν συνίσταντο καὶ μάλισθ’οἱ τὰς ἡγεμονίας ἔχοντες τῶν μισθοφόρων. τέλος δὲ σπασάμενοι τὰ ξίφη καὶ καταπληξάμενοι τόντε Φάλαικον καὶ τὸν κυβερνήτην ἠνάγκασαν εἰς τοὐπίσω πάλιν ἀποπλεῖν. τὸ δ’αὐτὸ καὶ τῶν ἐν τοῖς ἄλλοις πλοίοις κομιζομένων ποιησάντων κατέπλευσαν εἰς τὴν Πελοπόννησον.

16.62.3ἀθροισθέντες δ’εἰς Μαλέαν ἄκραν τῆς Λακωνικῆς ἐκεῖ κατέλαβον ἐκ Κρήτης καταπεπλευκότας Κνωσσίους πρέσβεις ἐπὶ συναγωγῇ μισθοφόρων · ὧν διαλεχθέντων τῷτε Φαλαίκῳ καὶ τοῖς ἡγεμόσι καὶ δόντων ἀξιολόγους τοὺς μισθοὺς μετὰ τούτων ἅπαντες ἐξέπλευσαν. κατάραντες δὲ τῆς Κρήτης εἰς Κνωσσὸν εὐθὺς ἐξ ἐφόδου πόλιν κατελάβοντο τὴν καλουμένην Λύκτον.

16.62.4τοῖς δὲ Λυκτίοις ἐκ τῆς πατρίδος ἐκπεπτωκόσι παράδοξος καὶ σύντομος ἐφάνη βοήθεια. περὶ γὰρ τοὺς αὐτοὺς χρόνους Ταραντίνων διαπολεμούντων πρὸς Λευκανοὺς καὶ πρὸς Λακεδαιμονίους, ὄντας προγόνους ἑαυτῶν, πεμψάντων πρέσβεις περὶ βοηθείας οἱ μὲν Σπαρτιᾶται διὰ τὴν συγγένειαν προθύμως ἔχοντες συμμαχῆσαι ταχέως δύναμιν ἤθροιζον πεζικήντε καὶ ναυτικὴν καὶ ταύτης στρατηγὸν ἀπέδειξαν Ἀρχίδαμον τὸν βασιλέα · μελλόντων δ’ἀπαίρειν εἰς τὴν Ἰταλίαν, ἠξίωσαν οἱ Λύκτιοι πρῶτον αὐτοῖς βοηθῆσαι · οἱ δὲ Λακεδαιμόνιοι πεισθέντες καὶ πλεύσαντες εἰς τὴν Κρήτην τοὺς μισθοφόρους ἐνίκησαν, τοῖς δὲ Λακτίοις ἀνέσωσαν τὴν πατρίδα.

16.63

16.63.1μετὰ δὲ ταῦτα μὲν Ἀρχίδαμος πλεύσας εἰς τὴν Ἰταλίαν καὶ συμμαχήσας τοῖς Ταραντίνοις ἔν τινι μάχῃ διαγωνισάμενος λαμπρῶς ἐτελεύτησεν, ἀνὴρ κατὰ μὲν τὴν στρατηγίαν καὶ τὸν ἄλλον βίον ἐπαινούμενος, κατὰ δὲ τὴν πρὸς Φωκεῖς συμμαχίαν μόνην βλασφημούμενος, ὡς μάλιστ’αἴτιος γεγονὼς τῆς τῶν Δελφῶν καταλήψεως.

16.63.2Ἀρχίδαμος μὲν οὖν ἐβασίλευσε τῶν Λακεδαιμονίων ἔτη τρία πρὸς τοῖς εἴκοσι, τὴν δ’ἀρχὴν διαδεξάμενος Ἆγις υἱὸς ἐβασίλευσεν ἔτη δεκαπέντε. ἔπειτα οἱ μὲν Ἀρχιδάμου μισθοφόροι μετεσχηκότες τῆς τοῦ μαντείου συλήσεως ὑπὸ τῶν Λευκανῶν κατηκοντίσθησαν, δὲ Φάλαικος ἐκπεσὼν ἐκ τῆς Λύκτου Κυδωνίαν πολιορκεῖν ἐπεχείρησεν.

16.63.3κατασκευάσαντος δὲ αὐτοῦ μηχανὰς πολιορκητικὰς καὶ προσάγοντος τῇ πόλει, κεραυνῶν πεσόντων αὗται μὲν ὑπὸ τοῦ θείου πυρὸς κατεφλέχθησαν, τῶν δὲ μισθοφόρων πολλοὶ παραβοηθοῦντες ταῖς μηχαναῖς ὑπὸ τοῦ πυρὸς διεφθάρησαν · ἐν οἷς ἦν καὶ στρατηγὸς Φάλαικος.

16.63.4ἔνιοι δέ φασιν αὐτὸν προσκόψαντά τινι τῶν μισθοφόρων ὑπὸ τούτου σφαγῆναι. οἱ δὲ περιλειφθέντες τῶν μισθοφόρων ἀναληφθέντες ὑπὸ Ἠλείων φυγάδων εἰς τὴν Πελοπόννησον ἐκομίσθησαν καὶ μετὰ τούτων ἐπολέμουν πρὸς Ἠλείους.

16.63.5Ἀρκάδων δὲ συναγωνισαμένων τοῖς Ἠλείοις καὶ μάχῃ νικησάντων τοὺς φυγάδας πολλοὶ μὲν τῶν μισθοφόρων ἀνῃρέθησαν, οἱ δὲ περιλειφθέντες εἰς τετρακισχιλίους ἐζωγρήθησαν. διελομένων δὲ τῶντε Ἀρκάδων καὶ Ἠλείων τοὺς αἰχμαλώτους οἱ μὲν Ἀρκάδες τοὺς ἑαυτοῖς μερισθέντας ἅπαντας ἐλαφυροπώλησαν, οἱ δ’Ἠλεῖοι διὰ τὴν εἰς τὸ μαντεῖον παρανομίαν ἀπέσφαξαν.

16.64

16.64.1οἱ μὲν οὖν τῆς ἱεροσυλίας μετασχόντες τοῦτον τὸν τρόπον ὑπὸ τοῦ δαιμονίου τιμωρίας ἠξιώθησαν. αἱ δ’ἐπισημόταται πόλεις κοινωνήσασαι τῆς παρανομίας ὕστερον ὑπ’Ἀντιπάτρου καταπολεμηθεῖσαι τὴν ἡγεμονίαν ἅμα καὶ τὴν ἐλευθερίαν ἀπέβαλον.

16.64.2αἱ δὲ τῶν ἐν Φωκεῦσιν ἡγεμόνων γυναῖκες περιθέμεναι τοὺς χρυσοῦς ἐκ Δελφῶν ὅρμους οἰκείας τῆς ἀσεβείας τιμωρίας ἔτυχον · μὲν γὰρ τὸν τῆς Ἑλένης γεγενημένον φορέσασα εἰς ἑταιρικὴν αἰσχύνην ἐνέπεσε καὶ τὸ κάλλος προέβαλε τοῖς ἐξυβρίζειν προαιρουμένοις, δὲ τὸν τῆς Ἐριφύλης περιθεμένη τῆς οἰκίας ὑπὸ τοῦ πρεσβυτάτου τῶν υἱῶν ὑπὸ μανίας ἐμπυρισθείσης μετὰ ταύτης ζῶσα κατεφλέχθη. οἱ μὲν οὖν τοῦ δαιμονίου καταφρονεῖν τολμήσαντες τὸν εἰρημένον τρόπον ὑπὸ τῶν θεῶν τιμωρίας ἠξιώθησαν, δὲ τῷ μαντείῳ βοηθήσας Φίλιππος ἀπὸ τούτων τῶν χρόνων ἀεὶ μᾶλλον αὐξόμενος τὸ τελευταῖον διὰ τὴν εἰς τὸ θεῖον εὐσέβειαν ἡγεμὼν ἀπεδείχθη τῆς Ἑλλάδος πάσης καὶ μεγίστην βασιλείαν τῶν κατὰ τὴν Εὐρώπην περιεποιήσατο.

16.64.3ἡμεῖς δὲ ἀρκούντως διεληλυθότες τὸν ἱερὸν πόλεμον ἐπάνιμεν ἐπὶ τὰς ἑτερογενεῖς πράξεις.

16.65

16.65.1κατὰ γὰρ τὴν Σικελίαν Συρακόσιοι στασιάζοντες πρὸς ἀλλήλους καὶ τυραννίσι πολλαῖς καὶ ποικίλαις δουλεύειν ἀναγκαζόμενοι πρέσβεις ἐξέπεμψαν εἰς Κόρινθον, ἀξιοῦντες αὐτοῖς ἀποστεῖλαι στρατηγὸν τὸν ἐπιμελησόμενον τῆς πόλεως καὶ καταλύσοντα τὴν τῶν τυραννεῖν ἐπιβαλομένων πλεονεξίαν.

16.65.2οἱ δὲ κρίνοντες δίκαιον εἶναι τοῖς ἀπογόνοις βοηθεῖν ἐψηφίσαντο πέμπειν στρατηγὸν Τιμολέοντα Τιμαινέτου, πρωτεύοντα τῶν πολιτῶν ἀνδρείᾳτε καὶ συνέσει στρατηγικῇ καὶ καθόλου πάσαις ταῖς ἀρεταῖς κεκοσμημένον. ἴδιον δέ τι συνέβη περὶ τὸν ἄνδρα συμπεσεῖν, συνελάβετο αὐτῷ πρὸς τὴν τῆς στρατηγίας αἵρεσιν.

16.65.3Τιμοφάνης γὰρ ἀδελφὸς αὐτοῦ προέχων τῶν Κορινθίων πλούτῳτε καὶ τόλμῃ πάλαι μὲν ἦν φανερὸς τυραννίδος ὀρεγόμενος, τότε δὲ τοὺς ἀπόρους ἀναλαμβάνων καὶ πανοπλίαις κατασκευαζόμενος καὶ τοὺς πονηροτάτους ἔχων μεθ’ἑαυτοῦ κατὰ τὴν ἀγορὰν περιῄει, οὐ προσποιούμενος ὅτι τύραννός ἐστι, τὰ δὲ τῆς τυραννίδος ἔργα διαπραττόμενος.

16.65.4 δὲ Τιμολέων ἀλλοτριώτατος ὢν μοναρχίας τὸ μὲν πρῶτον ἐπεχείρει πείθειν τὸν ἀδελφὸν ἀποστῆναι τῆς ἐπιβολῆς, ὡς δ’οὐχ ὑπήκουεν, ἀλλ’αἰεὶ καὶ μᾶλλον ἐπετείνετο τῇ τόλμῃ, ἀδυνατῶν αὐτὸν λόγῳ διορθώσασθαι περιπατοῦντα κατὰ τὴν ἀγορὰν ἀπέσφαξεν.

16.65.5θορύβου δὲ γενομένου καὶ τῶν πολιτῶν συνδραμόντων διάτε τὸ παράδοξον καὶ τὴν δεινότητα τῆς πράξεως στάσις ἐγίνετο. οἱ μὲν γὰρ ἔφασαν δεῖν ὡς ἐμφύλιον φόνον πεπραχότα τὸν Τιμολέοντα τυγχάνειν τῆς ἐκ τῶν νόμων τιμωρίας, οἱ δὲ τοὐναντίον ἀπεφαίνοντο δεῖν ἐπαινεῖν τὸν ἄνδρα ὡς τυραννοκτόνον.

16.65.6τῆς δὲ γερουσίας συνεδρευούσης ἐν τῷ βουλευτηρίῳ καὶ τῆς περὶ τὴν πρᾶξιν ἀμφισβητήσεως ἐπὶ τὸ συνέδριον ἀναπεμφθείσης οἱ μὲν ἐχθροὶ τοῦ Τιμολέοντος κατηγόρουν, οἱ δὲ χαριέστεροι συνηγοροῦντες συνεβούλευον σώζειν τὸν ἄνδρα.

16.65.7ἀκρίτου δ’ἔτι τῆς ζητήσεως οὔσης κατέπλευσαν ἐκ τῶν Συρακουσσῶν οἱ πρέσβεις καὶ τῇ γερουσίᾳ τὰς ἐντολὰς δηλώσαντες ἠξίουν τὴν ταχίστην ἀποστεῖλαι τὸν στρατηγόν.

16.65.8ἔδοξεν οὖν τῷ συνεδρίῳ πέμπειν τὸν Τιμολέοντα καὶ πρὸς τὸ κατορθῶσαι τὴν πρᾶξιν ξένας τινὰς καὶ παραδόξους αἱρέσεις αὐτῷ προέθηκαν · διεβεβαιώσαντο γάρ, ἐὰν μὲν καλῶς ἄρξῃ τῶν Συρακοσίων, κρίνειν αὐτὸν τυραννοκτόνον, ἐὰν δὲ πλεονεκτικώτερον, ἀδελφοῦ φονέα.

16.65.9 δὲ Τιμολέων οὐχ οὕτω διὰ τὸν ἐπικρεμασθέντα φόβον ὑπὸ τῆς γερουσίας ὡς διὰ τὴν ἀρετὴν καλῶς καὶ συμφερόντως προέστη τῶν κατὰ τὴν Σικελίαν πραγμάτων · Καρχηδονίους μὲν γὰρ κατεπολέμησε, τὰς δὲ κατεσκαμμένας ὑπὸ τῶν βαρβάρων Ἑλληνίδας πόλεις ἀπεκατέστησεν εἰς τὴν ἐξ ἀρχῆς κατάστασιν, πᾶσαν δὲ Σικελίαν ἠλευθέρωσε, καθόλουδὲ τὰς Συρακούσσας καὶ τὰς ἄλλας Ἑλληνίδας πόλεις παραλαμβάνων ἐρήμους ἐποίησε πολυανθρωπίᾳ διενεγκεῖν. ἀλλὰ περὶ μὲν τούτων τὰ κατὰ μέρος μικρὸν ὕστερον ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν, νῦν δ’ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας μεταβιβάσομεν τὸν λόγον.

16.66

16.66.1ἐπ’ἄρχοντος γὰρ Ἀθήνησιν Εὐβούλου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Φάβιον καὶ Σερούιον Σουλπίκιον. ἐπὶ δὲ τούτων Τιμολέων Κορίνθιος προκεχειρισμένος ὑπὸ τῶν πολιτῶν ἐπὶ τὴν ἐν Συρακούσσαις στρατηγίαν παρεσκευάζετο πρὸς τὸν εἰς τὴν Σικελίαν ἔκπλουν.

16.66.2ἑπτακοσίους μὲν οὖν ξένους ἐμισθώσατο, στρατιωτῶν δὲ τέσσαρας τριήρεις πληρώσας καὶ ταχυναυτούσας τρεῖς ἐξέπλευσεν ἐκ Κορίνθου. ἐν παράπλῳ δὲ παρὰ Λευκαδίων καὶ Κορκυραίων τρεῖς ναῦς προσλαβόμενος ἐπεραιοῦτο δέκα ναυσὶ τὸν Ἰόνιον καλούμενον πόρον.

16.66.3ἴδιον δέ τι καὶ παράδοξον συνέβη γενέσθαι τῷ Τιμολέοντι κατὰ τὸν πλοῦν, τοῦ δαιμονίου συνεπιλαβομένου τῆς ἐπιβολῆς καὶ προσημαίνοντος τὴν ἐσομένην περὶ αὐτὸν εὐδοξίαν καὶ λαμπρότητα τῶν πράξεων · δι’ὅλης γὰρ τῆς νυκτὸς προηγεῖτο λαμπὰς καιομένη κατὰ τὸν οὐρανὸν μέχρι οὗ συνέβη τὸν στόλον εἰς τὴν Ἰταλίαν καταπλεῦσαι.

16.66.4 δὲ Τιμολέων προακηκοὼς ἦν ἐν Κορίνθῳ τῶν τῆς Δήμητρος καὶ Κόρης ἱερειῶν ὅτι κατὰ τὸν ὕπνον αὐταῖς αἱ θεαὶ προήγγειλαν συμπλεύσεσθαι τοῖς περὶ τὸν Τιμολέοντα κατὰ τὸν πλοῦν τὸν εἰς τὴν ἱερὰν αὐτῶν νῆσον.

16.66.5διόπερ Τιμολέων καὶ οἱ συμπλέοντες περιχαρεῖς ἦσαν, ὡς τῶν θεῶν συνεργουσῶν αὐτοῖς. τὴν δ’ἀρίστην τῶν νεῶν καθιερώσας ταῖς θεαῖς Τιμολέων ὠνόμασεν αὐτὴν Δήμητρος καὶ Κόρης ἱεράν. καταπλεύσαντος δὲ τοῦ στόλου χωρὶς κινδύνων εἰς Μεταπόντιον τῆς Ἰταλίας ἐπικατέπλευσε Καρχηδονία τριήρης ἔχουσα πρεσβευτὰς Καρχηδονίους.

16.66.6οὗτοι δ’ἐντυχόντες τῷ Τιμολέοντι διεμαρτύραντο μὴ κατάρχειν πολέμου μη δ’ἐπιβαίνειν τῇ Σικελίᾳ. δὲ Τιμολέων, ἐπικαλουμένων αὐτὸν τῶν Ῥηγίνων καὶ συμμαχήσειν ἐπαγγελλομένων, ἐξέπλευσεν εὐθέως ἐκ τοῦ Μεταποντίου σπεύδων φθάσαι τὴν περὶ αὐτὸν φήμην ·

16.66.7σφόδρα γὰρ εὐλαβεῖτο μήποτε Καρχηδόνιοι θαλασσοκρατοῦντες κωλύσωσιν αὐτὸν εἰς Σικελίαν διαπλεῦσαι. οὗτος μὲν οὖν κατὰ σπουδὴν ἐτέλει τὸν εἰς Ῥήγιον πλοῦν.

16.67

16.67.1Καρχηδόνιοι δὲ βραχὺ πρὸ τούτων τῶν καιρῶν πυθόμενοι τὸ μέγεθος τοῦ κατὰ Σικελίαν ἐσομένου πολέμου ταῖς μὲν κατὰ Σικελίαν συμμαχίσι πόλεσι φιλανθρώπως προσεφέροντο καὶ πρὸς τοὺς κατὰ τὴν νῆσον τυράννους τὴν διαφορὰν καταλύσαντες φιλίαν συνέθεντο, μάλιστα δὲ πρὸς Ἱκέταν τὸν τῶν Συρακοσίων δυναστεύοντα διὰ τὸ τοῦτον πλεῖον ἰσχύειν, αὐτοὶ δὲ πολλὴν δύναμιν ναυτικήντε καὶ πεζικὴν παρασκευασάμενοι διεβίβασαν εἰς Σικελίαν, Ἄννωνα στρατηγὸν ἐπιστήσαντες.

16.67.2εἶχον δὲ μακρὰς ναῦς ἑκατὸν καὶ πεντήκοντα, στρατιώτας δὲ πεζοὺς μὲν πεντακισμυρίους, ἅρματα δὲ τριακόσια, συνωρίδας δὲ ὑπὲρ τὰς δισχιλίας, χωρὶς δὲ τούτων ὅπλα καὶ βέλη παντοδαπὰ καὶ μηχανὰς πολιορκητικὰς παμπληθεῖς καὶ σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων πλῆθος ἀνυπέρβλητον.

16.67.3ἐπὶ πρώτην δὲ τὴν τῶν Ἐντελλίνων πόλιν ἐλθόντες τήντε χώραν ἐδῄωσαν καὶ τοὺς ἐγχωρίους εἰς πολιορκίαν συνέκλεισαν. οἱ δὲ τὴν πόλιν κατοικοῦντες Καμπανοὶ καταπλαγέντες τὸ μέγεθος τῆς δυνάμεως ἐξέπεμψαν εἰς τὰς ἄλλας πόλεις τὰς ἀλλοτρίως διακειμένας πρὸς Καρχηδονίους περὶ βοηθείας. τῶν μὲν οὖν ἄλλων οὐδεὶς ὑπήκουσεν, οἱ δὲ τὴν Γαλερίαν πόλιν οἰκοῦντες ἐξέπεμψαν αὐτοῖς στρατιώτας ὁπλίτας χιλίους. τούτοις δ’ὑπαντήσαντες οἱ Φοίνικες καὶ περιχυθέντες τῷ πλήθει πάντας κατέκοψαν.

16.67.4οἱ δὲ τὴν Αἴτνην κατοικοῦντες Καμπανοὶ τὸ μὲν πρῶτον παρεσκευάζοντο συμμαχίαν ἐκπέμπειν εἰς τὴν Ἔντελλαν διὰ τὴν συγγένειαν, μετὰ δὲ ταῦτα τὴν τῶν Γαλερίνων συμφορὰν ἀκούσαντες ἔκριναν ἡσυχίαν ἄγειν.

16.68

16.68.1τοῦ δὲ Διονυσίου κυριεύοντος τῶν Συρακουσσῶν Ἱκέτας ἔχων περὶ ἑαυτὸν ἀξιόλογον δύναμιν ἐστράτευσεν ἐπὶ τὰς Συρακούσσας καὶ τὸ μὲν πρῶτον χάρακα βαλόμενος περὶ τὸ Ὀλυμπιεῖον διεπολέμει τῷ κρατοῦντι τῆς πόλεως τυράννῳ, χρονιζούσης δὲ τῆς πολιορκίας καὶ τῶν ἐπιτηδείων ἐκλιπόντων μὲν Ἱκέτας ἀνέζευξεν εἰς Λεοντίνους (ἐκ ταύτης γὰρ ὡρμᾶτο τῆς πόλεως) ·

16.68.2 δὲ Διονύσιος ἐπακολουθήσας αὐτοῖς καὶ καταλαβὼν τὴν οὐραγίαν συνεστήσατο μάχην.

16.68.3 δ’Ἱκέτας ἐπιστρέψας ἐπὶ τὸν Διονύσιον συνῆψε μάχην καὶ πλείους τῶν τρισχιλίων μισθοφόρων ἀνελὼν τοὺς λοιποὺς φυγεῖν ἠνάγκασεν. ὀξεῖ δὲ τῷ διωγμῷ χρησάμενος καὶ συνεισπεσὼν τοῖς φεύγουσιν εἰς τὴν πόλιν ἐκράτησε τῶν Συρακουσσῶν πλὴν τῆς Νήσου. καὶ τὰ μὲν περὶ τὸν Ἱκέταν καὶ Διονύσιον ἐν τούτοις ἦν.

16.68.4Τιμολέων δὲ μετὰ τὴν κατάληψιν τῶν Συρακουσσῶν τρισὶν ἡμέραις ὕστερον κατέπλευσεν εἰς τὸ Ῥήγιον καὶ καθωρμίσθη πλησίον τῆς πόλεως.

16.68.5ἐπικαταπλευσάντων δὲ καὶ τῶν Καρχηδονίων εἴκοσι τριήρεσι καὶ τῶν Ῥηγίνων συνεργούντων τῷ Τιμολέοντι καὶ κοινὴν ἐκκλησίαν ἐν τῇ πόλει συναγαγόντων καὶ περὶ συλλύσεως δημηγορούντων οἱ μὲν Καρχηδόνιοι διαλαβόντες τὸν Τιμολέοντα πεισθήσεσθαι τὸν εἰς Κόρινθον ἀπόπλουν ποιήσασθαι ῥᾳθύμως εἶχον τὰ κατὰ τὰς φυλακάς, δὲ Τιμολέων οὐδεμίαν ἔμφασιν διδοὺς τοῦ δρασμοῦ αὐτὸς μὲν πλησίον τοῦ βήματος ἔμεινε, λάθρᾳ δὲ παρήγγειλε τὰς ἐννέα ναῦς ἀποπλεῦσαι τὴν ταχίστην.

16.68.6περισπωμένων δὲ τῶν Καρχηδονίων ταῖς ψυχαῖς περὶ τοὺς ἐγκαθέτως δημηγοροῦντας μακρῶς τῶν Ῥηγίνων ἔλαθεν Τιμολέων διαδρὰς ἐπὶ τὴν ὑπολελειμμένην ναῦν καὶ ταχέως ἐξέπλευσεν. οἱ δὲ Καρχηδόνιοι καταστρατηγηθέντες ἐπεβάλοντο διώκειν τοὺς περὶ τὸν Τιμολέοντα.

16.68.7ἐκείνων δὲ προειληφότων ἱκανὸν διάστημα καὶ τῆς νυκτὸς ἐπιλαβούσης ἔφθασαν οἱ περὶ τὸν Τιμολέοντα ἀποπλεύσαντες εἰς τὸ Ταυρομένιον.

16.68.8 δὲ τῆς πόλεως ταύτης ἡγούμενος, διὰ παντὸς πεφρονηκὼς τὰ τῶν Συρακοσίων, Ἀνδρόμαχος, φιλοφρόνως ὑπεδέξατο τοὺς διωκομένους καὶ πολλὰ συνεβάλετο πρὸς τὴν σωτηρίαν αὐτῶν.

16.68.9μετὰ δὲ ταῦτα μὲν Ἱκέτας ἀναλαβὼν τῶν στρατιωτῶν τοὺς ἀρίστους πεντακισχιλίους ἐστράτευσεν ἐπὶ τοὺς Ἀδρανίτας ἀντιπράττοντας αὐτῷ καὶ πλησίον τῆς πόλεως κατεστρατοπέδευσεν · δὲ Τιμολέων προσλαβόμενος παρὰ τῶν Ταυρομενίων στρατιώτας ἀνέζευξεν ἐκ τοῦ Ταυρομενίου, τοὺς ἅπαντας ἔχων οὐ πλείους τῶν χιλίων.

16.68.10ἀρχομένης δὲ τῆς νυκτὸς ἀφορμήσας καὶ διανύσας ἐπὶ τὸ Ἄδρανον δευτεραῖος ἀνελπίστως ἐπέθετο τοῖς περὶ τὸν Ἱκέταν δειπνοποιουμένοις · παρεισπεσὼν δ’εἰς τὴν παρεμβολὴν καὶ φονεύσας πλείους τῶν τριακοσίων, ζωγρήσας δὲ περὶ ἑξακοσίους τῆς παρεμβολῆς ἐκράτησε.

16.68.11τούτῳ δὲ τῷ στρατηγήματι ἕτερον ἐπεισάγων παραχρῆμα ἐπὶ τὰς Συρακούσσας ἀφώρμησε καὶ δρομαῖος τὴν ὁδὸν διανύσας ἀπροσδοκήτως προσέπεσε ταῖς Συρακούσσαις, καταταχήσας τοὺς ἀπὸ τῆς τροπῆς φεύγοντας. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.

16.69

16.69.1ἐπ’ἄρχοντος δ’Ἀθήνησι Λυκίσκου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Οὐαλέριον καὶ Μάρκον Ποπίλιον, Ὀλυμπιὰς δ’ἤχθη ἑκατοστὴ καὶ ἐνάτη, καθ’ἣν ἐνίκα στάδιον Ἀριστόλοχος Ἀθηναῖος. ἐπὶ δὲ τούτων Ῥωμαίοις μὲν πρὸς Καρχηδονίους πρῶτον συνθῆκαι ἐγένοντο.

16.69.2κατὰ δὲ τὴν Καρίαν Ἰδριεὺς δυνάστης τῶν Καρῶν ἐτελεύτησεν ἄρξας ἔτη ἑπτά, τὴν δὲ ἀρχὴν διαδεξαμένη Ἄδα ἀδελφὴ καὶ γυνὴ ἐδυνάστευσεν ἔτη τέσσαρα.

16.69.3κατὰ δὲ τὴν Σικελίαν Τιμολέων μὲν Ἀδρανίτας καὶ Τυνδαρίτας εἰς συμμαχίαν προσλαβόμενος στρατιώτας οὐκ ὀλίγους παρ’αὐτῶν παρέλαβεν, ἐν δὲ ταῖς Συρακούσσαις πολλὴ ταραχὴ κατεῖχε τὴν πόλιν Διονυσίου μὲν τὴν Νῆσον ἔχοντος, Ἱκέτα δὲ τῆς Ἀχραδινῆς καὶ Νέας πόλεως κυριεύοντος, Τιμολέοντος δὲ τὰ λοιπὰ τῆς πόλεως παρειληφότος, καὶ Καρχηδονίων τριήρεσι μὲν ἑκατὸν καὶ πεντήκοντα καταπεπλευκότων εἰς τὸν μέγαν λιμένα, πεζοῖς δὲ στρατιώταις πεντακισμυρίοις κατεστρατοπεδευκότων. διόπερ τῶν περὶ τὸν Τιμολέοντα καταπεπληγμένων τὸ πλῆθος τῶν πολεμίων ἄλογός τις καὶ παράδοξος ἐγένετο μεταβολή ·

16.69.4πρῶτον μὲν γὰρ Μάρκος τῶν Καταναίων τύραννος δύναμιν ἀξιόλογον ἔχων προσέθετο τῷ Τιμολέοντι, ἔπειτα πολλὰ τῶν φρουρίων ὀρεγόμενα τῆς ἐλευθερίας ἀπέκλινε πρὸς αὐτόν, τὸ δὲ τελευταῖον Κορίνθιοι δέκα ναῦς πληρώσαντες χρήματάτε πορίσαντες ἐξαπέστειλαν εἰς τὰς Συρακούσσας.

16.69.5ὧν πραχθέντων Τιμολέων μὲν ἐθάρρησεν, οἱ δὲ Καρχηδόνιοι φοβηθέντες ἀπέπλευσαν ἐκ τοῦ λιμένος ἀλόγως καὶ μετὰ πάσης τῆς δυνάμεως εἰς τὴν ἰδίαν ἐπικράτειαν ἀπηλλάγησαν.

16.69.6μονωθέντος δὲ τοῦ Ἱκέτα Τιμολέων περιγενόμενος τῶν πολεμίων ἐκράτησε τῶν Συρακουσσῶν. εὐθὺς δὲ καὶ τὴν Μεσσήνην μετατεθειμένην πρὸς Καρχηδονίους ἀνεκτήσατο.

16.69.7καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν. κατὰ δὲ τὴν Μακεδονίαν Φίλιππος πατρικὴν ἔχθραν διαδεδεγμένος πρὸς Ἰλλυριοὺς καὶ τὴν διαφορὰν ἀμετάθετον ἔχων ἐνέβαλεν εἰς τὴν Ἰλλυρίδα μετὰ πολλῆς δυνάμεως. πορθήσας δὲ τὴν χώραν καὶ πολλὰ τῶν πολισμάτων χειρωσάμενος μετὰ πολλῶν λαφύρων ἐπανῆλθεν εἰς τὴν Μακεδονίαν.

16.69.8μετὰ δὲ ταῦτα παρελθὼν εἰς τὴν Θετταλίαν καὶ τοὺς τυράννους ἐκ τῶν πόλεων ἐκβαλὼν ἰδίους ταῖς εὐνοίαις ἐποιήσατο τοὺς Θετταλούς · ἤλπιζε γὰρ τούτους ἔχων συμμάχους καὶ τοὺς Ἕλληνας ῥᾳδίως εἰς εὔνοιαν προτρέψασθαι · ὅπερ καὶ συνέβη γενέσθαι. εὐθὺς γὰρ οἱ πλησιόχωροι τῶν Ἑλλήνων συνενεχθέντες τῇ τῶν Θετταλῶν κρίσει συμμαχίαν προθύμως πρὸς αὐτὸν ἐποιήσαντο.

16.70

16.70.1ἐπ’ἄρχοντος δ’Ἀθήνησι Πυθοδότου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Πλαύτιον καὶ Τίτον Μάλλιον. ἐπὶ δὲ τούτων Τιμολέων καταπληξάμενος Διονύσιον τὸν τύραννον ἔπεισεν αὐτὸν παραδοῦναι τὴν ἀκρόπολιν καὶ τὴν ἀρχὴν ἀποθέμενον ἀπελθεῖν εἰς Πελοπόννησον ὑπόσπονδον, ἔχοντα τὰ ἴδια χρήματα.

16.70.2οὗτος μὲν οὖν δι’ἀνανδρίαν καὶ ταπεινότητα ψυχῆς τήντε περιβόητον τυραννίδα καὶ δεδεμένην, ὡς ἔφασαν, ἀδάμαντι τὸν εἰρημένον τρόπον ἀπέλιπε καὶ κατεβίωσεν ἀπορούμενος ἐν Κορίνθῳ, τὸν δ’ἴδιον βίον καὶ τὴν μεταβολὴν ἔσχε παράδειγμα τοῖς καυχωμένοις ἀφρόνως ἐπὶ ταῖς εὐτυχίαις ·

16.70.3 γὰρ ἔχων τετρακοσίας τριήρεις μετ’ὀλίγον ἐν μικρῷ στρογγύλῳ πλοίῳ κατέπλευσεν εἰς τὴν Κόρινθον, περίβλεπτον ἔχων τὴν τῆς μεταβολῆς ὑπερβολήν.

16.70.4Τιμολέων δὲ παραλαβὼν τὴν Νῆσον καὶ φρούρια τὰ τῷ Διονυσίῳ πρότερον ὑπακούοντα τὰς μὲν κατὰ τὴν Νῆσον ἀκροπόλεις καὶ τὰ τυραννεῖα κατέσκαψε, τοῖς δὲ φρουρίοις ἀπέδωκε τὴν ἐλευθερίαν.

16.70.5εὐθὺς δὲ καὶ νομογραφεῖν ἤρξατο, τιθεὶς δημοκρατικοὺς νόμους καὶ τὰ περὶ τῶν ἰδιωτικῶν συμβολαίων δίκαια καὶ τἄλλα πάντα ἀκριβῶς διέταξε, πλείστην φροντίδα τῆς ἰσότητος ποιούμενος.

16.70.6κατέστησε δὲ καὶ τὴν κατ’ἐνιαυτὸν ἐντιμοτάτην ἀρχήν, ἣν ἀμφιπολίαν Διὸς Ὀλυμπίου καλοῦσιν Συρακόσιοι · καὶ ᾑρέθη πρῶτος ἀμφίπολος Διὸς Ὀλυμπίου Καλλιμένης Ἀλκάδα καὶ τὸ λοιπὸν διετέλεσαν οἱ Συρακόσιοι τοὺς ἐνιαυτοὺς ἐπιγράφοντες τούτοις τοῖς ἄρχουσι μέχρι τῶνδε τῶν ἱστοριῶν γραφομένων καὶ τῆς κατὰ τὴν πολιτείαν ἀλλαγῆς · τῶν γὰρ Ῥωμαίων μεταδόντων τοῖς Σικελιώταις τῆς πολιτείας τῶν ἀμφιπόλων ἀρχὴ ἐταπεινώθη, διαμείνασα ἔτη πλείω τῶν τριακοσίων. καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν.

16.71

16.71.1κατὰ δὲ τὴν Μακεδονίαν Φίλιππος τὰς ἐπὶ Θρᾴκῃ πόλεις Ἑλληνίδας εἰς εὔνοιαν προκαλεσόμενος ἐστράτευσεν ἐπὶ Θρᾴκην. Κερσοβλέπτης γὰρ βασιλεὺς τῶν Θρᾳκῶν διετέλει τὰς ἐφ’Ἑλλησπόντῳ πόλεις ὁμορούσας τῇ Θρᾴκῃ καταστρεφόμενος καὶ τὴν χώραν καταφθείρων.

16.71.2βουλόμενος οὖν ἐμφράξαι τῶν βαρβάρων τὴν ὁρμὴν ἐστράτευσεν ἐπ’αὐτοὺς σὺν πολλῇ δυνάμει. νικήσας δὲ πλείοσι μάχαις τοὺς Θρᾷκας τοῖς μὲν καταπολεμηθεῖσι βαρβάροις προσέταξε δεκάτας τελεῖν τοῖς Μακεδόσιν, αὐτὸς δ’ἐν τοῖς ἐπικαίροις τόποις κτίσας ἀξιολόγους πόλεις ἔπαυσε τοῦ θράσους τοὺς Θρᾷκας. διόπερ αἱ τῶν Ἑλλήνων πόλεις ἀπολυθεῖσαι τῶν φόβων εἰς τὴν συμμαχίαν τοῦ Φιλίππου προθυμότατα κατετάχθησαν.

16.71.3τῶν δὲ συγγραφέων Θεόπομπος Χῖος ἐν τῇ τῶν Φιλιππικῶν ἱστορίᾳ κατέταξε τρεῖς βύβλους περιεχούσας Σικελικὰς πράξεις · ἀρξάμενος δὲ ἀπὸ τῆς Διονυσίου τοῦ πρεσβυτέρου τυραννίδος διῆλθε χρόνον ἐτῶν πεντήκοντα καὶ κατέστρεψεν εἰς τὴν ἔκπτωσιν Διονυσίου τοῦ νεωτέρου. εἰσὶ δὲ αἱ βύβλοι τρεῖς, ἀπὸ τῆς μιᾶς τεσσαρακοστῆς ἄχρι τῆς τρίτης καὶ τεσσαρακοστῆς.

16.72

16.72.1ἐπ’ἄρχοντος δ’Ἀθήνησι Σωσιγένους Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Οὐαλέριον καὶ Μάρκον Γναῖον Πόπλιον. ἐπὶ δὲ τούτων Ἀρύμβας τῶν Μολοττῶν βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη δέκα, ἀπολιπὼν υἱὸν τὸν Πύρρου πατέρα Αἰακίδην · τὴν δ’ἀρχὴν διεδέξατο Ἀλέξανδρος ἀδελφὸς Ὀλυμπιάδος, συνεργήσαντος Φιλίππου τοῦ Μακεδόνος.

16.72.2κατὰ δὲ τὴν Σικελίαν Τιμολέων μὲν ἐστράτευσεν ἐπὶ Λεοντίνους · εἰς ταύτην γὰρ τὴν πόλιν Ἱκέτας κατεπεφεύγει μετὰ δυνάμεως ἀξιολόγου. τὸ μὲν οὖν πρῶτον προσέβαλε τῇ Νέᾳ καλουμένῃ πόλει · μετὰ δὲ ταῦτα πολλῶν στρατιωτῶν ἐν τῇ πόλει συγκεκλεισμένων καὶ ῥᾳδίως ἀπὸ τῶν τειχῶν ἀμυνομένων ἄπρακτος γενόμενος ἔλυσε τὴν πολιορκίαν.

16.72.3παρελθὼν δὲ πρὸς πόλιν Ἔγγυον, τυραννουμένην ὑπὸ Λεπτίνου, προσβολὰς συνεχεῖς ἐποιεῖτο βουλόμενος τὸν μὲν Λεπτίνην ἐκβαλεῖν ἐκ τῆς πόλεως, τοῖς δ’Ἐγγυΐνοις τὴν ἐλευθερίαν ἀποδοῦναι.

16.72.4περὶ ταῦτα δὲ τοῦ Τιμολέοντος ὄντος Ἱκέτας πανδημεὶ στρατεύσας ἐκ τῶν Λεοντίνων ἐπολιόρκει τὰς Συρακούσσας, πολλοὺς δὲ τῶν στρατιωτῶν ἀποβαλὼν ταχέως ἐπανῆλθεν εἰς τοὺς Λεοντίνους.

16.72.5 δὲ Τιμολέων καταπληξάμενος τὸν Λεπτίνην τοῦτον μὲν ὑπόσπονδον ἐξέπεμψεν εἰς τὴν Πελοπόννησον, ἐνδεικνύμενος τοῖς Ἕλλησι τὰς τῶν καταπολεμηθέντων τυράννων ἐκπτώσεις. οὔσης δὲ καὶ τῆς τῶν Ἀπολλωνιατῶν πόλεως ὑπὸ τὸν Λεπτίνην παραλαβὼν τὴν Ἀπολλωνίαν ταύτῃτε καὶ τῇ τῶν Ἐγγυΐνων ἀπέδωκε τὴν αὐτονομίαν.

16.73

16.73.1ἀπορούμενος δὲ χρημάτων εἰς τὰς τῶν ξένων μισθοδοσίας ἐξαπέστειλε στρατιώτας χιλίους μετὰ τῶν ἀξιολογωτάτων ἡγεμόνων εἰς τὴν τῶν Καρχηδονίων ἐπικράτειαν. οὗτοι δὲ πολλὴν χώραν πορθήσαντες καὶ λαφύρων πλῆθος κομίσαντες παρέδωκαν τῷ Τιμολέοντι. δὲ λαφυροπωλήσας τὴν λείαν καὶ χρημάτων πλῆθος ἀθροίσας ἔδωκε τοῖς μισθοφόροις εἰς πλείω χρόνον τοὺς μισθούς.

16.73.2ἐκράτησε δὲ καὶ τῆς Ἐντέλλης καὶ τοὺς τὰ Καρχηδονίων μάλιστα φρονοῦντας πεντεκαίδεκα θανατώσας τοῖς ἄλλοις ἀπένειμε τὴν ἐλευθερίαν. τοῦ δὲ Τιμολέοντος αὐξομένου τῇτε δυνάμει καὶ τῇ κατὰ τὴν στρατηγίαν δόξῃ αἱ μὲν Ἑλληνίδες πόλεις αἱ κατὰ τὴν Σικελίαν ἅπασαι προθύμως ὑπετάγησαν τῷ Τιμολέοντι διὰ τὸ πάσαις τὰς αὐτονομίας ἀποδιδόναι, τῶν δὲ Σικελῶν καὶ Σικανῶν καὶ τῶν ἄλλων τῶν ὑπὸ τοὺς Καρχηδονίους τεταγμένων πολλαὶ διεπρεσβεύοντο πόλεις, σπεύδουσαι παραληφθῆναι πρὸς τὴν συμμαχίαν.

16.73.3Καρχηδόνιοι δὲ τοὺς κατὰ τὴν Σικελίαν στρατηγοὺς ὁρῶντες ἀγεννῶς τὸν πόλεμον διοικοῦντας ἔκριναν ἑτέρους ἀποστέλλειν μετὰ δυνάμεων μεγάλων. εὐθὺς οὖν τῶν πολιτῶν κατέλεγον τοὺς ἀρίστους εἰς τὴν στρατείαν καὶ τῶν Λιβύων τοὺς εὐθέτους ἐστρατολόγουν, χωρὶς δὲ τούτων προχειρισάμενοι χρημάτων πλῆθος μισθοφόρους ἐξενολόγουν Ἴβηρας καὶ Κελτοὺς καὶ Λίγυας · ἐναυπηγοῦντο δὲ καὶ ναῦς μακρὰς καὶ φορτηγοὺς πολλὰς ἤθροιζον καὶ τὴν ἄλλην παρασκευὴν ἀνυπέρβλητον ἐποιοῦντο.

16.74

16.74.1ἐπ’ἄρχοντος δ’Ἀθήνησι Νικομάχου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Μάρκιον καὶ Τίτον Μάλλιον Τορκουᾶτον. ἐπὶ δὲ τούτων Φωκίων μὲν Ἀθηναῖος κατεπολέμησε Κλείταρχον τὸν Ἐρετρίας τύραννον καθεσταμένον ὑπὸ Φιλίππου.

16.74.2κατὰ δὲ τὴν Καρίαν Πιζώδαρος νεώτερος τῶν ἀδελφῶν ἐξέβαλεν ἐκ τῆς δυναστείας Ἄδαν καὶ ἐδυνάστευσεν ἔτη πέντε ἕως ἐπὶ τὴν Ἀλεξάνδρου διάβασιν εἰς τὴν Ἀσίαν. Φίλιππος δὲ ἀεὶ μᾶλλον αὐξόμενος ἐπὶ τὴν Πέρινθον ἐστράτευσεν, ἐναντιουμένην μὲν ἑαυτῷ, πρὸς δὲ Ἀθηναίους ἀποκλίνουσαν. συστησάμενος δὲ πολιορκίαν καὶ μηχανὰς προσάγων τῇ πόλει καθ’ἡμέραν ἐκ διαδοχῆς προσέβαλλεν τοῖς τείχεσιν.

16.74.3ὀγδοηκονταπήχεις δὲ πύργους κατασκευάσας, ὑπεραίροντας πολὺ τῶν κατὰ τὴν Πέρινθον πύργων, ἐξ ὑπεροχῆς κατεπόνει τοὺς πολιορκουμένους · ὁμοίως δὲ καὶ διὰ τῶν κριῶν σαλεύων τὰ τείχη καὶ διὰ τῆς μεταλλείας ὑπορύττων ἐπὶ πολὺ μέρος τὸ τεῖχος κατέβαλεν. ἀμυνομένων δὲ τῶν Περινθίων εὐρώστως καὶ ταχὺ τεῖχος ἕτερον ἀντοικοδομησάντων ἀγῶνες θαυμαστοὶ καὶ τειχομαχίαι συνίσταντο.

16.74.4μεγάλης δὲ φιλοτιμίας ἐξ ἀμφοτέρων συνισταμένης μὲν βασιλεὺς πολλοὺς ἔχων καὶ παντοδαποὺς ὀξυβελεῖς διὰ τούτων τοὺς ἐπὶ τῶν ἐπάλξεων διαγωνιζομένους διέφθειρεν, οἱ δὲ Περίνθιοι πολλοὺς καθ’ἡμέραν ἀποβάλλοντες συμμαχίαν καὶ βέλη καὶ καταπέλτας παρὰ τῶν Βυζαντίων προσελάβοντο.

16.74.5ἐξισωθέντες οὖν πάλιν τοῖς πολεμίοις ἀνεθάρρησαν καὶ τετολμηκότως τοὺς ὑπὲρ τῆς πατρίδος κινδύνους ὑπέμενον. οὐ μὴν βασιλεὺς ἔληγε τῆς φιλοτιμίας, ἀλλὰ διελόμενος τὰς δυνάμεις εἰς πλείω μέρη συνεχῶς ἐκ διαδοχῆς ἐτειχομάχει καὶ καθ’ἡμέραν καὶ νύκτωρ. τρισμυρίους δ’ἔχων στρατιώτας καὶ βελῶν καὶ μηχανῶν πολιορκητικῶν πλῆθος, ἔτι δὲ τὰς ἄλλας μηχανὰς ἀνυπερβλήτους κατεπόνει τοὺς πολιορκουμένους.

16.75

16.75.1τῆς δὲ πολιορκίας πολυχρονίου γινομένης καὶ τῶν κατὰ τὴν πόλιν πολλῶν μὲν ἀναιρουμένων, οὐκ ὀλίγων δὲ τραυματιζομένων, τῶν δ’ἐπιτηδείων ἐκλειπόντων προσδόκιμος ἦν τῆς πόλεως ἅλωσις. οὐ μὴν τύχη γε περιεῖδε τὴν τῶν κινδυνευόντων σωτηρίαν, ἀλλὰ παράδοξον αὐτοῖς κατεσκεύασε βοήθειαν. τῆς γὰρ τοῦ βασιλέως αὐξήσεως διαβεβοημένης κατὰ τὴν Ἀσίαν βασιλεὺς ὑφορώμενος τὴν τοῦ Φιλίππου δύναμιν ἔγραψε πρὸς τοὺς ἐπὶ θαλάττῃ σατράπας βοηθεῖν Περινθίοις παντὶ σθένει.

16.75.2διόπερ οἱ σατράπαι συμφρονήσαντες ἐξέπεμψαν εἰς τὴν Πέρινθον μισθοφόρων πλῆθος καὶ χρήματα δαψιλῆ καὶ σῖτον ἱκανὸν καὶ βέλη καὶ τἄλλα πάντα πρὸς τὴν τοῦ πολέμου χρείαν. ὁμοίως δὲ καὶ Βυζάντιοι τοὺς ἀρίστους τῶν παρ’ἑαυτοῖς ἡγεμόνων καὶ στρατιωτῶν ἐξαπέστειλαν. ἐφαμίλλων δὲ τῶν δυνάμεων γενομένων καὶ τοῦ πολέμου καινοποιηθέντος πάλιν πολιορκία φιλοτιμίαν ἐλάμβανεν ἀνυπέρβλητον.

16.75.3 μὲν γὰρ Φίλιππος τοῖς κριοῖς τύπτων τὰ τείχη συνεχῶς κατέβαλλε καὶ διὰ τῶν ὀξυβελῶν ἀνείργων τοὺς ἐπὶ τῶν ἐπάλξεων ἅμα μὲν διὰ τῶν πεπτωκότων τειχῶν ἀθρόως τοῖς στρατιώταις εἰσέπιπτεν, ἅμα δὲ διὰ τῶν κλιμάκων πρὸς τὰ γεγυμνωμένα τῶν τειχῶν προσέβαινε · διὸ καὶ τῆς μάχης ἐκ χειρὸς οὔσης οἱ μὲν ἀπέθνησκον, οἱ δὲ τραύμασι πολλοῖς περιέπιπτον. τὰ δὲ τῆς νίκης ἔπαθλα προεκαλεῖτο τὰς τῶν ἀγωνιζομένων ἀνδραγαθίας ·

16.75.4οἱ μὲν γὰρ Μακεδόνες ἐλπίζοντες εὐδαίμονα πόλιν διαρπάσειν καὶ δωρεαῖς ὑπὸ τοῦ Φιλίππου τιμηθήσεσθαι διὰ τὴν τοῦ λυσιτελοῦς ἐλπίδα τοῖς δεινοῖς ἐνεκαρτέρουν, οἱ δὲ πολιορκούμενοι τὰ τῆς ἁλώσεως δεινὰ πρὸ ὀφθαλμῶν ἔχοντες ὑπέμενον εὐψύχως τὸν ὑπὲρ τῆς σωτηρίας κίνδυνον.

16.76

16.76.1συνεβάλλετο δὲ τοῖς πολιορκουμένοις φύσις τῆς πόλεως πολλὰ πρὸς τὴν ὑπὲρ τῶν ὅλων νίκην. γὰρ Πέρινθος κεῖται μὲν παρὰ θάλατταν ἐπί τινος αὐχένος ὑψηλοῦ χερρονήσου σταδιαῖον ἐχούσης τὸν αὐχένα, τὰς δ’οἰκίας ἔχει πεπυκνωμένας καὶ τοῖς ὕψεσι διαφερούσας.

16.76.2αὗται δὲ ταῖς οἰκοδομαῖς αἰεὶ κατὰ τὴν εἰς τὸν λόφον ἀνάβασιν ἀλλήλων ὑπερέχουσι καὶ τὸ σχῆμα τῆς ὅλης πόλεως θεατροειδὲς ἀποτελοῦσι. διόπερ τῶν τειχῶν συνεχῶς καταβαλλομένων οὐδὲν ἠλαττοῦντο · διοικοδομοῦντες γὰρ τοὺς στενωποὺς ταῖς αἰεὶ κατωτάταις οἰκίαις ὥσπερ ὀχυροῖς τισι τείχεσιν ἐχρῶντο.

16.76.3διόπερ Φίλιππος μετὰ πολλῶν πόνων καὶ κινδύνων τοῦ τείχους κρατήσας ἰσχυρότερον εὕρισκε τὸ τεῖχος τὸ διὰ τῶν οἰκιῶν αὐτομάτως ἡτοιμασμένον. πρὸς δὲ τούτοις ἐκ τοῦ Βυζαντίου πάντων τῶν πρὸς τὸν πόλεμον χρησίμων ἑτοίμως χορηγουμένων ἐμέρισε τὰς δυνάμεις εἰς δύο μέρη καὶ τοὺς μὲν ἡμίσεις τῶν στρατιωτῶν ἀπέλιπεν ἐπὶ τῆς πολιορκίας, ἐπιστήσας αὐτοῖς τοὺς ἀρίστους ἡγεμόνας, τοὺς δ’ἄλλους παραλαβὼν αὐτὸς προσέπεσεν ἄφνω τῷ Βυζαντίῳ καὶ πολιορκίαν ἰσχυρὰν συνεστήσατο.

16.76.4οἱ δὲ Βυζάντιοι τῶντε στρατιωτῶν καὶ τῶν βελῶν καὶ τῶν ἄλλων τῶν χρησίμων παρὰ τοῖς Περινθίοις ὄντων εἰς πολλὴν ἐνέπιπτον ἀμηχανίαν. καὶ τὰ μὲν περὶ Περινθίους καὶ Βυζαντίους ἐν τούτοις ἦν.

16.76.5τῶν δὲ συγγραφέων Ἔφορος μὲν Κυμαῖος τὴν ἱστορίαν ἐνθάδε κατέστροφεν εἰς τὴν Περίνθου πολιορκίαν · περιείληφε δὲ τῇ γραφῇ πράξεις τάςτε τῶν Ἑλλήνων καὶ βαρβάρων ἀρξάμενος ἀπὸ τῆς τῶν Ἡρακλειδῶν καθόδου · χρόνον δὲ περιέλαβε ἐτῶν σχεδὸν ἑπτακοσίων καὶ πεντήκοντα καὶ βύβλους γέγραφε τριάκοντα, προοίμιον ἑκάστῃ προθείς.

16.76.6Δίυλλος δ’ Ἀθηναῖος τῆς δευτέρας συντάξεως ἀρχὴν πεποίηται τῆς Ἐφόρου ἱστορίας τὴν τελευτὴν καὶ τὰς ἑξῆς πράξεις συνείρει τάςτε τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων μέχρι τῆς Φιλίππου τελευτῆς.

16.77

16.77.1ἐπ’ἄρχοντος δ’Ἀθήνησι Θεοφράστου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Μάρκον Οὐαλέριον καὶ Αὖλον Κορνήλιον, Ὀλυμπιὰς δ’ἤχθη δεκάτη πρὸς ταῖς ἑκατόν, καθ’ἣν ἐνίκα στάδιον Ἀντικλῆς Ἀθηναῖος.

16.77.2ἐπὶ δὲ τούτων Φιλίππου Βυζάντιον πολιορκοῦντος Ἀθηναῖοι μὲν ἔκριναν τὸν Φίλιππον λελυκέναι τὴν πρὸς αὐτοὺς συντεθεῖσαν εἰρήνην · εὐθὺς δὲ καὶ δύναμιν ναυτικὴν ἀξιόλογον ἐξέπεμψαν βοηθήσουσαν τοῖς Βυζαντίοις. ὁμοίως δὲ τούτοις Χῖοι καὶ Κῷοι καὶ Ῥόδιοι καί τινες ἕτεροι τῶν Ἑλλήνων συμμαχίαν ἐξέπεμψαν τοῖς Βυζαντίοις.

16.77.3διόπερ Φίλιππος καταπλαγεὶς τῇ συνδρομῇ τῶν Ἑλλήνων τήντε πολιορκίαν τῶν πόλεων ἔλυσε καὶ πρὸς Ἀθηναίους καὶ τοὺς ἄλλους Ἕλληνας τοὺς ἐναντιουμένους συνέθετο τὴν εἰρήνην.

16.77.4κατὰ δὲ τὴν Σικελίαν Καρχηδόνιοι μὲν μεγάλας παρασκευὰς εἰς τὸν πόλεμον πεποιημένοι διεβίβασαν τὰς δυνάμεις εἰς τὴν Σικελίαν. εἶχον δὲ τοὺς πάντας σὺν τοῖς προϋπάρχουσιν ἐν τῇ νήσῳ πεζοὺς μὲν πλείους τῶν ἑπτακισμυρίων, ἱππεῖς δὲ καὶ ἅρματα καὶ συνωρίδας οὐκ ἐλάττους τῶν μυρίων, ναῦς δὲ μακρὰς μὲν διακοσίας, φορτηγοὺς δὲ τὰς τοὺς ἵππουςτε καὶ βέλη καὶ σῖτον καὶ τἄλλα κομιζούσας πλείους τῶν χιλίων.

16.77.5Τιμολέων δὲ πυθόμενος τὸ μέγεθος τῆς τῶν πολεμίων δυνάμεως οὐ κατεπλάγη τοὺς βαρβάρους, καίπερ εἰς ὀλίγους στρατιώτας συνεσταλμένος. ἔχων δὲ πόλεμον πρὸς Ἱκέταν διελύσατο πρὸς αὐτὸν καὶ προσλαβόμενος τοὺς μετὰ τούτου στρατιώτας οὐ μετρίως ηὔξησε τὴν ἰδίαν δύναμιν.

16.78

16.78.1ἔδοξε δ’αὐτῷ τὸν πρὸς τοὺς Φοίνικας ἀγῶνα συστήσασθαι κατὰ τὴν τῶν Καρχηδονίων ἐπικράτειαν, ὅπως τὴν μὲν τῶν συμμάχων χώραν ἀσινῆ διαφυλάξῃ, τὴν δ’ὑπὸ τοὺς βαρβάρους οὖσαν καταφθείρῃ.

16.78.2εὐθὺς οὖν τούςτε μισθοφόρους καὶ Συρακοσίους καὶ τοὺς ἄλλους συμμάχους ἀθροίσας καὶ κοινὴν ἐκκλησίαν συναγαγὼν παρώρμησε τοῖς οἰκείοις λόγοις τὰ πλήθη πρὸς τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα · πάντων δ’ἀποδεξαμένων τοὺς λόγους καὶ βοώντων ἄγειν τὴν ταχίστην ἐπὶ τοὺς βαρβάρους προῆγεν ἔχων τοὺς σύμπαντας οὐ πλείους τῶν μυρίων καὶ δισχιλίων.

16.78.3ἤδη δ’αὐτοῦ κατὰ τὴν Ἀκραγαντίνην ὄντος παραδόξως ἐνέπεσε τῇ στρατιᾷ ταραχὴ καὶ στάσις. τῶν γὰρ μισθοφόρων τις ὄνομα Θρασίος, σεσυληκὼς τὸ ἐν Δελφοῖς ἱερὸν μετὰ τῶν Φωκέων, ἀπονοίᾳ δὲ καὶ θράσει διαφέρων, ἀκόλουθον τοῖς πρότερον τετολμημένοις πρᾶξιν ἐπετελέσατο.

16.78.4τῶν γὰρ ἄλλων σχεδὸν ἁπάντων τῶν μετασχόντων τῆς εἰς τὸ μαντεῖον παρανομίας τετευχότων ὑπὸ τοῦ δαιμονίου τῆς προσηκούσης τιμωρίας, καθάπερ μικρῷ πρότερον ἀνεγράψαμεν, μόνος οὗτος διαλεληθὼς τὸ θεῖον ἐπεχείρησε τοὺς μισθοφόρους παρορμᾶν πρὸς ἀπόστασιν.

16.78.5ἔφη γὰρ τὸν Τιμολέοντα παραφρονοῦντα πρὸς ὁμολογουμένην ἀπώλειαν ἄγειν τοὺς στρατιώτας · ἑξαπλασίους γὰρ ὄντας τοὺς Καρχηδονίους καὶ πάσαις ταῖς παρασκευαῖς ἀνυπερβλήτους ὑπάρχοντας ἐπαγγέλλεται νικήσειν, ἐναποκυβεύων ταῖς τῶν μισθοφόρων ψυχαῖς, οὐ δὲ τοὺς ὀφειλομένους μισθοὺς πολλοῦ χρόνου διὰ τὴν ἀπορίαν ἀποδεδωκώς.

16.78.6συνεβούλευεν οὖν ἀνακάμπτειν εἰς τὰς Συρακούσσας καὶ τοὺς μισθοὺς ἀπαιτεῖν, ἐπὶ δὲ στρατείαν ἀπεγνωσμένην μὴ συνακολουθεῖν.

16.79

16.79.1τῶν δὲ μισθοφόρων ἀσμένως τοὺς λόγους δεχομένων καὶ νεωτερίζειν ἐπιχειρούντων μόγις πολλὰ δεηθεὶς αὐτῶν Τιμολέων καὶ δωρεὰς ἐπαγγελλόμενος κατέπαυσε τὴν ταραχήν. ὅμως δὲ τῷ Θρασίῳ χιλίων συνακολουθησάντων τὴν μὲν τούτων κόλασιν εἰς ἕτερον ἀνεβάλετο καιρόν, γράψας δὲ πρὸς τοὺς ἐν Συρακούσσαις φίλους προσδέξασθαι αὐτοὺς φιλοφρόνως καὶ τοὺς μισθοὺς ἀποδοῦναι τὴν μὲν ταραχὴν πᾶσαν εἰς τέλος κατέσβεσε, τῶν δ’ἀπειθησάντων ἀφείλατο τὴν ἐκ τῆς νίκης εὐδοξίαν.

16.79.2αὐτὸς δὲ τοὺς ἄλλους ταῖς φιλανθρώποις ἐντεύξεσιν εἰς τὴν προϋπάρχουσαν εὔνοιαν ἀποκαταστήσας προῆγεν ἐπὶ τοὺς πολεμίους οὐ μακρὰν στρατοπεδεύοντας. συναγαγὼν δ’εἰς τὴν ἐκκλησίαν τοὺς στρατιώτας καὶ διὰ τῶν λόγων θάρσος παραστήσας τοῖς πλήθεσι διῆλθε μὲν τὴν τῶν Φοινίκων ἀνανδρίαν, ὑπέμνησε δὲ τῆς Γέλωνος εὐημερίας.

16.79.3πάντων δὲ καθάπερ τινὶ μιᾷ φωνῇ βοώντων ἐπιθέσθαι τοῖς βαρβάροις καὶ κατάρχεσθαι τῆς μάχης, κατὰ τύχην ὑποζυγίων σέλινα κομιζόντων εἰς τὰς στιβάδας Τιμολέων ἔφη δέχεσθαι τὸν οἰωνὸν τῆς νίκης · τὸν γὰρ Ἰσθμιακὸν στέφανον ἐκ σελίνου συνίστασθαι.

16.79.4οἱ δὲ στρατιῶται παραγγείλαντος τοῦ Τιμολέοντος ἐκ τῶν σελίνων πλέξαντες στεφάνους καὶ ταῖς κεφαλαῖς περιθέντες προῆγον μετὰ χαρᾶς, ὡς τῶν θεῶν προσημαινόντων αὐτοῖς τὴν νίκην · ὅπερ καὶ συνέβη γενέσθαι ·

16.79.5περιεγένοντο γὰρ ἀνελπίστως τῶν πολεμίων οὐ μόνον διὰ τὰς ἰδίας ἀνδραγαθίας, ἀλλὰ καὶ διὰ τὴν τῶν θεῶν συνεργίαν. μὲν γὰρ Τιμολέων ἐκτάξας τὴν δύναμιν κατέβαινεν ἀπό τινων λόφων ἐπὶ τὸν Κρίμισον ποταμὸν καὶ μυρίων ἤδη διαβεβηκότων ἐξ ἐφόδου τούτοις ἐπέρραξε, τεταγμένος αὐτὸς ἐπὶ μέσης τῆς φάλαγγος.

16.79.6γενομένης δὲ μάχης καρτερᾶς καὶ τῶν Ἑλλήνων ὑπερεχόντων ταῖςτε ἀρεταῖς καὶ ταῖς εὐχειρίαις πολὺς ἐγίνετο φόνος τῶν βαρβάρων. ἤδη δὲ φευγόντων τῶν διαβεβηκότων πᾶσα δύναμις τῶν Καρχηδονίων περαιωθεῖσα τὸ ῥεῖθρον διωρθώσατο τὴν τῶν ἰδίων ἧτταν.

16.80

16.80.1καινοποιηθείσης δὲ τῆς μάχης καὶ τῶν Φοινίκων τῷ πλήθει περιχεομένων τοὺς Ἕλληνας ἄφνω πολὺς ἐκ τοῦ περιέχοντος ὄμβρος κατερράγη καὶ χαλάζης εὐμεγέθους πλῆθος, ἀστραπαίτε καὶ βρονταὶ μετὰ πνευμάτων μεγάλων κατέσκηπτον · καὶ τούτων ἁπάντων θυελλοφορουμένων τοῖς μὲν Ἕλλησι κατὰ νώτου, τοῖς δὲ βαρβάροις κατὰ πρόσωπον οἱ μὲν περὶ τὸν Τιμολέοντα τὸ σύμπτωμα ῥᾳδίως ὑπέμενον, οἱ δὲ Φοίνικες τὸ μέγεθος τῆς περιστάσεως φέρειν ἀδυνατοῦντες, ἅμα δὲ καὶ τῶν Ἑλλήνων ἐπικειμένων, πρὸς φυγὴν ὥρμησαν.

16.80.2πάντων δ’ἐπὶ τὸν ποταμὸν τρεπομένων, ἀναμὶξ ἱππέωντε καὶ πεζῶν, καὶ τῶν ἁρμάτων ἅμα τούτοις φυρομένων οἱ μὲν ὑπ’ἀλλήλων συμπατούμενοι καὶ τοῖς τῶν συμμάχων ξίφεσι καὶ λόγχαις περιπειρόμενοι τὴν συμφορὰν ἔσχον ἀβοήθητον, οἱ δ’ὑπὸ τῶν παρὰ τοῖς πολεμίοις ἱππέων εἰς τὸ τοῦ ποταμοῦ ῥεῖθρον ἀγεληδὸν συνελαυνόμενοι καὶ κατὰ νώτου τὰς πληγὰς λαμβάνοντες ἀπέθνησκον.

16.80.3πολλοὶ δὲ ἄνευ πολεμίας πληγῆς διεφθείροντο σωρευομένων τῶν σωμάτων διάτε τὸν φόβον καὶ τὸ πλῆθος καὶ διὰ τὰς ἐν τῷ ῥείθρῳ δυσχερείας. τὸ δὲ μέγιστον, λάβρων γεγενημένων τῶν ὄμβρων ποταμὸς βιαιοτέρῳ τῷ ῥεύματι καταφερόμενος πολλοὺς ἐβάπτιζε καὶ μετὰ τῶν ὅπλων διανηχομένους διέφθειρε.

16.80.4τέλος δὲ τῶν Καρχηδονίων οἱ μὲν τὸν ἱερὸν λόχον ἀναπληροῦντες καὶ τὸν μὲν ἀριθμὸν ὄντες δισχίλιοι καὶ πεντακόσιοι, ταῖς δ’ἀρεταῖς καὶ δόξαις, ἔτι δὲ ταῖς οὐσίαις πρωτεύοντες ἅπαντες ἀγωνισάμενοι λαμπρῶς κατεκόπησαν.

16.80.5τῶν δ’ἄλλων τῶν συστρατευομένων αὐτοῖς ἀπέθανον πλείους τῶν μυρίων, αἰχμάλωτοι δ’ἐλήφθησαν οὐκ ἐλάττους τῶν μυρίων καὶ πεντακισχιλίων. τῶν δὲ ἁρμάτων τὰ μὲν πολλὰ συνετρίβη κατὰ τὸν ἀγῶνα, διακόσια δ’ἥλω · τὰ δὲ σκευοφόρα καὶ τὰ ζεύγη καὶ τὰ πλήθη τῶν ἁμαξῶν ὑποχείρια τοῖς Ἕλλησιν ἐγένετο.

16.80.6τῶν δ’ὅπλων τὰ πολλὰ μὲν ὑπὸ τοῦ ποταμοῦ διεφθάρη, ἐπὶ δὲ τὴν τοῦ Τιμολέοντος σκηνὴν χίλιοι μὲν θώρακες, ἀσπίδες δὲ πλείους τῶν μυρίων ἀπηνέχθησαν. τούτων δ’ὕστερον τὰ μὲν ἐν τοῖς ἐν Συρακούσσαις ναοῖς ἀνετέθη, τὰ δὲ τοῖς συμμάχοις διεμερίσθη, τινὰ δ’εἰς Κόρινθον Τιμολέων ἀπέστειλε, προστάξας εἰς τὸ τοῦ Ποσειδῶνος ἱερὸν ἀναθεῖναι.

16.81

16.81.1πολλῶν δὲ καὶ χρημάτων καταληφθέντων διὰ τὸ τοὺς Καρχηδονίους ἐσχηκέναι πλῆθος ἐκπωμάτων ἀργυρῶντε καὶ χρυσῶν, ἔτι δὲ τὸν ἄλλον κόσμον ὑπερβάλλοντα διὰ τὸ μέγεθος τῆς παρ’αὐτοῖς εὐπορίας ἅπαντα συνεχώρησε τοῖς στρατιώταις ἔχειν ἔπαθλα τῆς ἀνδραγαθίας.

16.81.2τῶν δὲ Καρχηδονίων οἱ διαφυγόντες τὸν ἐν τῇ μάχῃ κίνδυνον μόγις εἰς τὸ Λιλύβαιον διεσώθησαν. τοσαύτη δ’αὐτοὺς κατάπληξις καὶ δέος κατεῖχεν ὥστε μὴ τολμᾶν εἰς τὰς ναῦς ἐμβαίνειν μη δ’ἀποπλεῖν εἰς τὴν Λιβύην, ὡς διὰ τὴν τῶν θεῶν ἀλλοτριότητα πρὸς αὐτοὺς ὑπὸ τοῦ Λιβυκοῦ πελάγους καταποθησομένους.

16.81.3οἱ δ’ἐν τῇ Καρχηδόνι τὸ μέγεθος πυθόμενοι τῆς συμφορᾶς συνετρίβησαν ταῖς ψυχαῖς καὶ συντόμως ὑπελάμβανον ἥξειν ἐπ’αὐτοὺς τὸν Τιμολέοντα μετὰ τῆς δυνάμεως. εὐθὺ δὲ Γέσκωνα τὸν Ἄννωνος πεφυγαδευμένον κατήγαγον καὶ στρατηγὸν ἀπέδειξαν διὰ τὸ δοκεῖν τόλμῃτε καὶ στρατηγίᾳ διαφέρειν.

16.81.4αὐτοὶ δ’ἔκριναν πολιτικοῖς μὲν σώμασι μὴ διακινδυνεύειν, μισθοφόρους δὲ ἀλλοεθνεῖς ἀθροίζειν καὶ μάλιστα Ἕλληνας · ὑπακούσεσθαι δ’αὐτοῖς πρὸς τὴν στρατείαν πολλοὺς ὑπελάμβανον διὰ τὸ μέγεθος τῆς μισθοφορᾶς καὶ τὴν εὐπορίαν τῆς Καρχηδόνος. εἰς δὲ τὴν Σικελίαν τοὺς εὐθέτους πρέσβεις ἐξέπεμψαν, προστάξαντες ἐφ’οἷς ἂν δυνατὸν συνθέσθαι τὴν εἰρήνην.

16.82

16.82.1τοῦ δ’ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχε Λυσιμαχίδης, ἐν Ῥώμῃ δ’ὕπατοι καθειστήκεισαν Κόιντος Σερουίλιος καὶ Μάρκος Ῥουτίλιος. ἐπὶ δὲ τούτων Τιμολέων ἐπανελθὼν εἰς Συρακούσσας πρῶτον μὲν τοὺς ἐγκαταλιπόντας αὐτὸν μισθοφόρους τοὺς μετὰ Θρασίου πάντας ἐκ τῆς πόλεως ὡς προδότας ὄντας ἐξέβαλεν.

16.82.2οὗτοι δ’εἰς τὴν Ἰταλίαν διαβάντες καὶ χωρίον τι παραθαλάττιον ἐν τῇ Βρεττίᾳ καταλαβόμενοι διήρπασαν. οἱ δὲ Βρέττιοι παροξυνθέντες εὐθὺς μετὰ δυνάμεως πολλῆς ἐστράτευσαν ἐπ’αὐτοὺς καὶ τὸ χωρίον ἐκπολιορκήσαντες ἅπαντας κατηκόντισαν. οἱ μὲν οὖν καταλιπόντες τὸν Τιμολέοντα μισθοφόροι τῆς ἰδίας παρανομίας ἐπάθλου τοιαύτης συμφορᾶς ἔτυχον ·

16.82.3 δὲ Τιμολέων Ποστόμιον τὸν Τυρρηνὸν δώδεκα λῃστρίσι τοὺς πλέοντας ληιζόμενον καὶ καταπλεύσαντα εἰς Συρακούσσας ὡς φίλον συλλαβὼν ἐθανάτωσεν. ὑπεδέξατο δὲ καὶ τοὺς ὑπὸ Κορινθίων ἐκπεμφθέντας οἰκήτορας φιλοφρόνως, ὄντας τὸν ἀριθμὸν πεντακισχιλίους. μετὰ δὲ ταῦτα τῶν Καρχηδονίων διαπρεσβευσαμένων καὶ πολλὰ δεηθέντων συνεχώρησεν αὐτοῖς τὴν εἰρήνην ὥστε τὰς μὲν Ἑλληνίδας πόλεις ἁπάσας ἐλευθέρας εἶναι, τὸν δὲ Λύκον καλούμενον ποταμὸν ὅριον εἶναι τῆς ἑκατέρων ἐπικρατείας · μὴ ἐξεῖναι δὲ Καρχηδονίοις βοηθῆσαι τοῖς τυράννοις τοῖς πολεμοῦσι πρὸς Συρακοσίους.

16.82.4μετὰ δὲ ταῦτα τὸν μὲν Ἱκέταν καταπολεμήσας ἐθανάτωσε, τοὺς δ’ἐν Αἴτνῃ Καμπανοὺς ἐκπολιορκήσας διέφθειρε. καὶ Νικόδημον μὲν τὸν Κεντοριπίνων τύραννον καταπληξάμενος ἐξέβαλεν ἐκ τῆς πόλεως, Ἀπολλωνιάδην δὲ τὸν Ἀγυριναίων δυνάστην παύσας τῆς τυραννίδος τοὺς ἐλευθερωθέντας Συρακοσίους ἐποίησε. καθόλου δὲ πάντας τοὺς κατὰ τὴν νῆσον τυράννους ῥιζοτομήσας καὶ τὰς πόλεις ἐλευθερώσας εἰς τὴν συμμαχίαν προσεδέξατο.

16.82.5κηρύξαντος δ’αὐτοῦ κατὰ τὴν Ἑλλάδα διότι Συρακόσιοι διδόασι χώραν καὶ οἰκίας τοῖς βουλομένοις μετέχειν τῆς ἐν Συρακούσσαις πολιτείας πολλοὶ πρὸς τὴν κληρουχίαν Ἕλληνες ἀπήντησαν · τέλος δὲ οἰκήτορες ἀπεδείχθησαν εἰς μὲν τὴν Συρακοσίαν τὴν ἀδιαίρετον τετρακισμύριοι, εἰς δὲ τὴν Ἀγυριναίαν μύριοι διὰ τὸ μέγεθος καὶ κάλλος τῆς χώρας.

16.82.6εὐθὺ δὲ καὶ τοὺς προϋπάρχοντας νόμους ἐν ταῖς Συρακούσσαις, οὓς συνέγραψε Διοκλῆς, διώρθωσε. καὶ τοὺς μὲν περὶ τῶν ἰδιωτικῶν συμβολαίων κληρονομιῶν εἴασεν ἀμεταθέτους, τοὺς δὲ περὶ τῶν δημοσίων νενομοθετημένους πρὸς τὴν ἰδίαν ὑπόστασιν ὥς ποτ’ἐδόκει συμφέρειν διώρθωσεν.

16.82.7ἐπιστάτης δ’ἦν καὶ διορθωτὴς τῆς νομοθεσίας Κέφαλος Κορίνθιος, ἀνὴρ ἐν παιδείᾳ καὶ συνέσει δεδοξασμένος. ἀπὸ δὲ τούτων γενόμενος τοὺς μὲν Λεοντίνους εἰς Συρακούσσας μετῴκισεν, εἰς δὲ τὴν Καμαριναίαν οἰκήτορας προσθεὶς ἐπηύξησε τὴν πόλιν.

16.83

16.83.1καθόλου δὲ πάντα τὰ κατὰ τὴν Σικελίαν εἰρηνικῶς καταστήσας ἐποίησε τὰς πόλεις ταχὺ λαβεῖν πολλὴν αὔξησιν πρὸς εὐδαιμονίαν. ἐκ πολλοῦ γὰρ χρόνου διὰ τὰς στάσεις καὶ τοὺς ἐμφυλίους πολέμους, ἔτι δὲ τὸ πλῆθος τῶν ἐπανισταμένων αἰεὶ τυράννων αἱ μὲν πόλεις ἔρημοι τῶν οἰκητόρων ἦσαν, αἱ δὲ χῶραι διὰ τὴν ἀργίαν ἐξηγρίωντο καὶ καρπῶν ἡμέρων ἄφοροι καθειστήκεισαν · τότε δὲ διὰ τὸ πλῆθος τῶν ἐπιπολασάντων οἰκητόρων καὶ διὰ τὴν πολυχρόνιον ἐπιγεγενημένην εἰρήνην ἐξημερώθησαν ταῖς ἐργασίαις καὶ πολλοὺς καὶ παντοδαποὺς ἐξήνεγκαν καρπούς. τούτους δ’οἱ Σικελιῶται λυσιτελῶς πιπράσκοντες τοῖς ἐμπόροις ταχὺ προσανέδραμον ταῖς οὐσίαις.

16.83.2τοιγαροῦν διὰ τὴν ἐκ τούτων εὐπορίαν πολλὰ καὶ μεγάλα κατεσκευάσθη κατ’ἐκείνους τοὺς χρόνους ἀναθήματα, ἐν μὲν ταῖς Συρακούσσαις κατὰ τὴν Μῆσον οἶκος ἑξηκοντάκλινος ὀνομαζόμενος, τῶν κατὰ τὴν Σικελίαν ἔργων ὑπεραίρων τῷ μεγέθει καὶ τῇ κατασκευῇ, ὃν κατεσκεύασε μὲν Ἀγαθοκλῆς δυνάστης, διὰ δὲ τὸ βάρος τῶν ἔργων ὑπεραίρων τοὺς τῶν θεῶν ναοὺς ἐπισημασίας ἔτυχεν ὑπὸ τοῦ δαιμονίου κεραυνωθείς, οἵτε παρὰ τὸν μικρὸν λιμένα πύργοι, τὰς μὲν ἐπιγραφὰς ἔχοντες ἐξ ἑτερογενῶν λίθων, σημαίνοντες δὲ τὴν τοῦ κατασκευάσαντος αὐτοὺς προσηγορίαν Ἀγαθοκλέους, ὁμοίως δὲ τούτοις μικρὸν ὕστερον ὑπὸ Ἱέρωνος τοῦ βασιλέως τότε κατὰ τὴν ἀγορὰν Ὀλυμπιεῖον καὶ πλησίον τοῦ θεάτρου βωμός, τὸ μὲν μῆκος ὢν σταδίου, τὸ δ’ὕψος καὶ πλάτος ἔχων τούτῳ κατὰ λόγον.

16.83.3ἐν δὲ ταῖς ἐλάττοσι πόλεσιν, ἐν αἷς τῶν Ἀγυριναίων καταριθμεῖται, μετασχοῦσα τῆς τότε κληρουχίας διὰ τὴν προειρημένην ἐκ τῶν καρπῶν εὐπορίαν, θέατρον μὲν κατεσκεύασε μετὰ τὸ τῶν Συρακοσίων κάλλιστον τῶν κατὰ Σικελίαν, θεῶντε ναοὺς καὶ βουλευτήριον καὶ ἀγοράν, ἔτι δὲ πύργων ἀξιολόγους κατασκευὰς καὶ τάφους πυραμίδων πολλῶν καὶ μεγάλων διαφόρων ταῖς φιλοτεχνίαις.

16.84

16.84.1ἐπ’ἄρχοντος δ’Ἀθήνησι Χαρώνδου τὴν ὕπατον ἀρχὴν διεδέξαντο Λεύκιος Αἰμίλιος καὶ Γάιος Πλώτιος. ἐπὶ δὲ τούτων Φίλιππος βασιλεὺς τοὺς πλείστους τῶν Ἑλλήνων εἰς φιλίαν προηγμένος ἐφιλοτιμεῖτο καὶ τοὺς Ἀθηναίους καταπληξάμενος ἀδήριτον ἔχειν τὴν ἡγεμονίαν τῆς Ἑλλάδος.

16.84.2διόπερ ἄφνω καταλαβόμενος Ἐλάτειαν πόλιν καὶ τὰς δυνάμεις εἰς ταύτην ἀθροίσας διέγνω πολεμεῖν τοῖς Ἀθηναίοις. ἀπαρασκεύων δ’ὄντων αὐτῶν διὰ τὴν συντεθειμένην εἰρήνην ἤλπιζε ῥᾳδίως περιποιήσεσθαι τὴν νίκην · ὅπερ καὶ συνετελέσθη. καταληφθείσης γὰρ τῆς Ἐλατείας ἧκόν τινες νυκτὸς ἀπαγγέλλοντες τὴν κατάληψιν τῆς πόλεως καὶ διότι ταχέως ἥξει Φίλιππος μετὰ τῆς δυνάμεως εἰς τὴν Ἀττικήν.

16.84.3οἱ δὲ στρατηγοὶ τῶν Ἀθηναίων διὰ τὸ παράδοξον τῆς πράξεως καταπλαγέντες τούςτε σαλπικτὰς μετεπέμποντο καὶ σημαίνειν προσέταττον δι’ὅλης τῆς νυκτός. τῆς δὲ φήμης εἰς πᾶσαν οἰκίαν διαδοθείσης μὲν πόλις ὀρθὴ διὰ τὸν φόβον ἦν, δὲ δῆμος ἅπας ἅμ’ἡμέρᾳ συνέδραμεν εἰς τὸ θέατρον πρὸ τοῦ συγκαλέσαι τοὺς ἄρχοντας ὡς ἦν ἔθος.

16.84.4ὡς δ’ἧκον οἱ στρατηγοὶ καὶ τὸν μηνύσαντα παρῆγον κἀκεῖνος εἶπεν, σιωπὴ μὲν καὶ φόβος κατεῖχε τὸ θέατρον καὶ τῶν εἰωθότων δημηγορεῖν οὐδεὶς ἐτόλμα συμβουλεῦσαι · πλεονάκις δὲ τοῦ κήρυκος καλέσαντος τοὺς ἐροῦντας ὑπὲρ τῆς κοινῆς σωτηρίας οὐδεὶς παρῄει σύμβουλος.

16.84.5ἀπορίας οὖν μεγάλης οὔσης καὶ καταπλήξεως ἀπέβλεπε τὸ πλῆθος ἐπὶ τὸν Δημοσθένην. δ’καταβὰς καὶ τὸν δῆμον παρακαλέσας θαρρεῖν ἀπεφαίνετο δεῖν παραχρῆμα πρέσβεις ἀποστέλλειν εἰς τὰς Θήβας καὶ παρακαλεῖν τοὺς Βοιωτοὺς κοινῇ τὸν ὑπὲρ τῆς ἐλευθερίας ἀγῶνα τίθεσθαι · πρὸς γὰρ τοὺς ἄλλους συμμάχους καιρὸς οὐ συνεχώρει πέμπειν πρεσβείας περὶ τῆς συμμαχίας. ἐν ἡμέραις γὰρ δυσὶ προσδόκιμος ἦν βασιλεὺς ἥξειν εἰς τὴν Ἀττικὴν καὶ τῆς ὁδοιπορίας οὔσης διὰ τῆς Βοιωτίας παρὰ τῶν Βοιωτῶν συμμαχία μόνη κατελείπετο, φανεροῦ γ’ὄντος ὅτι Φίλιππος, φίλος ὢν καὶ σύμμαχος Βοιωτοῖς, τούτους ἐν παρόδῳ πειράσεται παραλαβεῖν εἰς τὸν κατ’Ἀθηναίων πόλεμον.

16.85

16.85.1τοῦ δὲ δήμου τὸν λόγον ἀποδεξαμένου καὶ τοῦ περὶ τῆς πρεσβείας ψηφίσματος ὑπὸ Δημοσθένους γραφέντος μὲν δῆμος ἐζήτει τὸν δυνατώτατον εἰπεῖν · δὲ Δημοσθένης ὑπήκουσε προθύμως πρὸς τὴν χρείαν. τέλος δ’ὀξέως πρεσβεύσας καὶ πείσας ἐπανῆλθεν εἰς τὰς Ἀθήνας. δὲ δῆμος τῇ τῶν Βοιωτῶν συμμαχίᾳ διπλασάσας τὴν προϋπάρχουσαν δύναμιν ἀνεθάρρησε ταῖς ἐλπίσιν.

16.85.2εὐθὺ δὲ καὶ στρατηγοὺς κατέστησε τοὺς περὶ Χάρητα καὶ Λυσικλέα καὶ πανδημεὶ μετὰ τῶν ὅπλων ἐξέπεμψε τοὺς στρατιώτας εἰς τὴν Βοιωτίαν. τῶν δὲ νέων ἁπάντων προθύμως εἰς τὸν ἀγῶνα καταντώντων οὗτοι μὲν κατὰ σπουδὴν ὁδοιπορήσαντες ἧκον εἰς Χαιρώνειαν τῆς Βοιωτίας · οἱ δὲ Βοιωτοὶ θαυμάσαντες τὴν ὀξύτητα τῆς τῶν Ἀθηναίων παρουσίας καὶ αὐτοὶ σπουδῆς οὐδὲν ἐλλείποντες ἀπήντησαν μετὰ τῶν ὅπλων καὶ κοινῇ στρατοπεδεύσαντες ὑπέμενον τὴν τῶν πολεμίων ἔφοδον.

16.85.3Φίλιππος δὲ τὸ μὲν πρῶτον ἐξέπεμψεν ἐπὶ τὸ κοινὸν τῶν Βοιωτῶν πρέσβεις, ὧν ἦν ἐπιφανέστατος Πύθων. οὗτος γὰρ διαβεβοημένος ἐπὶ τῇ τοῦ λόγου δεινότητι καὶ συγκριθεὶς παρὰ τοῖς Βοιωτοῖς κατὰ τὴν περὶ τῆς συμμαχίας δημηγορίαν πρὸς Δημοσθένην τῶν μὲν ἄλλων ἐπρώτευσεν, τούτου δὲ ἐφάνη καταδεέστερος.

16.85.4καὶ Δημοσθένης δὲ αὐτὸς ὡς μέγα τι κατειργασμένος ἐν τοῖς συγγεγραμμένοις ὑπ’αὐτοῦ λόγοις συμνύνεται τῇ πρὸς τὸν ῥήτορα τοῦτον δημηγορίᾳ ἐν οἷς λέγει τότ’ἐγὼ μὲν τῷ Πύθωνι θρασυνομένῳ καὶ πολλῷ ῥέοντι καθ’ὑμῶν οὐχ ὑπεχώρησα.

16.85.5μετὰ δὲ ταῦθ’ Φίλιππος ἀποτυχὼν τῆς τῶν Βοιωτῶν συμμαχίας οὐδὲν ἧττον ἔκρινε πρὸς ἀμφοτέρους διαγωνίσασθαι · διὸ καὶ προσαναμείνας τοὺς ἀφυστεροῦντας τῶν συμμάχων ἧκεν εἰς τὴν Βοιωτίαν, ἔχων πεζοὺς μὲν πλείους τῶν τρισμυρίων, ἱππεῖς δὲ οὐκ ἔλαττον τῶν δισχιλίων.

16.85.6ἀμφοτέρων δὲ πρὸς τὴν μάχην εὐτρεπῶν γενομένων τοῖς μὲν φρονήμασι καὶ ταῖς προθυμίαις, ἔτι δὲ ταῖς ἀνδραγαθίαις ἐφάμιλλοι καθειστήκεισαν, τῷ δὲ πλήθει καὶ τῇ κατὰ τὴν στρατηγίαν ἀρετῇ προεῖχεν βασιλεύς.

16.85.7πολλὰς γὰρ καὶ ποικίλας παρατάξεις ἠγωνισμένος καὶ ἐν ταῖς πλείσταις μάχαις νενικηκὼς μεγάλην εἶχεν ἐμπειρίαν τῶν κατὰ πόλεμον ἔργων. παρὰ δὲ τοῖς Ἀθηναίοις οἱ μὲν ἀγαθώτατοι τῶν στρατηγῶν ἐτετελευτήκεισαν, Ἰφικράτης καὶ Χαβρίας, ἔτι δὲ Τιμόθεος, τῶν δ’ὑπολελειμμένων Χάρης πρωτεύων οὐδὲν διέφερε τῶν τυχόντων ἰδιωτῶν κατὰ τὴν ἐν τῷ στρατηγεῖν ἐνέργειαν καὶ βουλήν.

16.86

16.86.1ἅμα δ’ἡμέρᾳ τῶν δυνάμεων ἐκταττομένων μὲν βασιλεὺς τὸν υἱὸν Ἀλέξανδρον, ἀντίπαιδα τὴν ἡλικίαν ὄντα, διάδηλον δὲ τὴν ἀνδρείαν καὶ τὴν ὀξύτητα τῆς ἐνεργείας ἔχοντα, κατέστησεν ἐπὶ θάτερον τῶν κεράτων, παρακαταστήσας αὐτῷ τῶν ἡγεμόνων τοὺς ἀξιολογωτάτους · αὐτὸς δὲ τοὺς ἐπιλέκτους ἔχων μεθ’ἑαυτοῦ τὴν ἡγεμονίαν εἶχε τοῦ ἑτέρου μέρους καὶ τὰς κατὰ μέρος τάξεις οἰκείως τοῖς παροῦσι καιροῖς διεκόσμησεν.

16.86.2οἱ δ’Ἀθηναῖοι κατ’ἔθνος τὴν διαίρεσιν τῆς τάξεως ποιησάμενοι τοῖς μὲν Βοιωτοῖς τὸ ἕτερον μέρος παρέδωκαν, αὐτοὶ δὲ τοῦ λοιποῦ τὴν ἡγεμονίαν εἶχον. γενομένης δὲ μάχης καρτερᾶς ἐπὶ πολὺν χρόνον καὶ πολλῶν πιπτόντων παρ’ἀμφοτέροις μέχρι μέν τινος ἀγὼν ἀμφιδοξουμένας εἶχε τὰς ἐλπίδας τῆς νίκης.

16.86.3μετὰ δὲ ταῦτα τοῦ Ἀλεξάνδρου φιλοτιμουμένου τῷ πατρὶ τὴν ἰδίαν ἀνδραγαθίαν ἐνδείξασθαι καὶ φιλοτιμίας ὑπερβολὴν οὐκ ἀπολείποντος, ὁμοίως δὲ καὶ πολλῶν αὐτῷ συναγωνιζομένων ἀνδρῶν ἀγαθῶν πρῶτος τὸ συνεχὲς τῆς τῶν πολεμίων τάξεως ἔρρηξε καὶ πολλοὺς καταβαλὼν κατεπόνει τοὺς καθ’αὑτὸν τεταγμένους.

16.86.4τὸ δ’αὐτὸ καὶ τῶν παραστατῶν αὐτῷ ποιησάντων τὸ συνεχὲς αἰεὶ τῆς τάξεως παρερρήγνυτο. πολλῶν δὲ σωρευομένων νεκρῶν οἱ περὶ τὸν Ἀλέξανδρον πρῶτοι βιασάμενοι τοὺς καθ’αὑτοὺς ἐτρέψαντο. μετὰ δὲ ταῦτα καὶ βασιλεὺς αὐτὸς προκινδυνεύων καὶ τῆς νίκης τὴν ἐπιγραφὴν οὐ δ’αὐτῷ παραχωρῶν Ἀλεξάνδρῳ τὸ μὲν πρῶτον ἐξέωσε τῇ βίᾳ τοὺς ἀντιτεταγμένους, ἔπειτα δὲ καὶ φεύγειν συναναγκάσας αἴτιος ἐγένετο τῆς νίκης.

16.86.5τῶν δ’Ἀθηναίων ἔπεσον μὲν ἐν τῇ μάχῃ πλείους τῶν χιλίων, ἥλωσαν δ’οὐκ ἐλάττους τῶν δισχιλίων.

16.86.6ὁμοίως δὲ καὶ τῶν Βοιωτῶν πολλοὶ μὲν ἀνῃρέθησαν, οὐκ ὀλίγοι δ’ἐζωγρήθησαν. μετὰ δὲ τὴν μάχην Φίλιππος τρόπαιον στήσας καὶ τοὺς νεκροὺς εἰς ταφὴν συγχωρήσας ἐπινίκια τοῖς θεοῖς ἔθυσε καὶ τοὺς ἀνδραγαθήσαντας κατὰ τὴν ἀξίαν ἐτίμησεν.

16.87

16.87.1λέγουσι δέ τινες ὅτι καὶ παρὰ τὸν πότον πολὺν ἐμφορησάμενος ἄκρατον καὶ μετὰ τῶν φίλων τὸν ἐπινίκιον ἄγων κῶμον διὰ μέσων τῶν αἰχμαλώτων ἐβάδιζεν ὑβρίζων διὰ λόγων τὰς τῶν ἀκληρούντων δυστυχίας. Δημάδην δὲ τὸν ῥήτορα κατ’ἐκεῖνον τὸν καιρὸν ἐν τοῖς αἰχμαλώτοις ὄντα χρήσασθαι παρρησίᾳ καὶ λόγον ἀποφθέγξασθαι δυνάμενον ἀναστεῖλαι τὴν τοῦ βασιλέως ἀσέλγειαν.

16.87.2φασὶ γὰρ εἰπεῖν αὐτόν, βασιλεῦ, τῆς τύχης σοι περιθείσης πρόσωπον Ἀγαμέμνονος αὐτὸς οὐκ αἰσχύνῃ πράττων ἔργα Θερσίτου; τὸν δὲ Φίλιππον τῇ τῆς ἐπιπλήξεως εὐστοχίᾳ κινηθέντα τοσοῦτο μεταβαλεῖν τὴν ὅλην διάθεσιν ὥστε τοὺς μὲν στεφάνους ἀπορρῖψαι, τὰ δὲ συνακολουθοῦντα κατὰ τὸν κῶμον σύμβολα τῆς ὕβρεως ἀποτρίψασθαι, τὸν δ’ἄνδρα τὸν χρησάμενον τῇ παρρησίᾳ θαυμάσαι καὶ τῆς αἰχμαλωσίας ἀπολύσαντα πρὸς ἑαυτὸν ἀναλαβεῖν ἐντίμως.

16.87.3τέλος δ’ὑπὸ τοῦ Δημάδου καθομιληθέντα ταῖς Ἀττικαῖς χάρισι πάντας ἀπολῦσαι τοὺς αἰχμαλώτους ἄνευ λύτρων, καθόλου δ’ἀποθέμενον τὴν ἐκ τῆς νίκης ὑπερηφανίαν πρέσβεις ἀποστεῖλαι πρὸς τὸν δῆμον τῶν Ἀθηναίων καὶ συνθέσθαι πρὸς αὐτοὺς φιλίαντε καὶ συμμαχίαν, εἰς δὲ τὰς Θήβας φρουρὰν ἐγκαταστήσαντα συγχωρῆσαι τὴν εἰρήνην τοῖς Βοιωτοῖς.

16.88

16.88.1οἱ δ’Ἀθηναῖοι μετὰ τὴν ἧτταν Λυσικλέους μὲν τοῦ στρατηγοῦ θάνατον κατέγνωσαν Λυκούργου τοῦ ῥήτορος κατηγορήσαντος. οὗτος γὰρ τῶν τότε ῥητόρων μέγιστον ἔχων ἀξίωμα καὶ δώδεκα μὲν ἔτη τὰς προσόδους τῆς πόλεως διοικήσας ἐπαινουμένως, βίον δ’ἐζηκὼς ἐπ’ἀρετῇ περιβόητον πικρότατος ἦν ἐν τοῖς λόγοις κατήγορος.

16.88.2γνοίη δ’ἄν τις αὐτοῦ τὴν ἐν τοῖς λόγοις ἀξίαν καὶ πικρίαν ἐν οἷς τοῦ Λυσικλέους κατηγορῶν λέγει, Ἐστρατήγεις, Λύσικλες, καὶ χιλίων μὲν πολιτῶν τετελευτηκότων, δισχιλίων δ’αἰχμαλώτων γεγονότων, τροπαίου δὲ κατὰ τῆς πόλεως ἑστηκότος, τῆς δ’Ἑλλάδος ἁπάσης δουλευούσης, καὶ τούτων ἁπάντων γεγενημένων σοῦ ἡγουμένου καὶ στρατηγοῦντος τολμᾷς ζῆν καὶ τὸ τοῦ ἡλίου φῶς ὁρᾶν καὶ εἰς τὴν ἀγορὰν ἐμβάλλειν, ὑπόμνημα γεγονὼς αἰσχύνης καὶ ὀνείδους τῇ πατρίδι.

16.88.3ἴδιον δέ τι συνέβη γενέσθαι κατὰ τοὺς ὑποκειμένους χρόνους. καθ’ὃν γὰρ καιρὸν περὶ τὴν Χαιρώνειαν ἐγένετο μάχη, ἑτέρα παράταξις συνέστη κατὰ τὴν Ἰταλίαν τῇ αὐτῇ ἡμέρᾳ καὶ ὥρᾳ διαπολεμούντων μὲν Ταραντίνων πρὸς Λευκανούς, συναγωνιζομένου δὲ τοῖς Ταραντίνοις Ἀρχιδάμου τοῦ Λακεδαιμονίων βασιλέως, ὅτε συνέβη καὶ αὐτὸν ἀναιρεθῆναι τὸν Ἀρχίδαμον.

16.88.4οὗτος μὲν οὖν ἦρξε τῶν Λακεδαιμονίων ἔτη εἴκοσι τρία, τὴν δὲ βασιλείαν διαδεξάμενος υἱὸς Ἄγις ἦρξεν ἔτη ἐννέα.

16.88.5ἅμα δὲ τούτοις πραττομένοις Τιμόθεος τῆς Ἡρακλείας τῆς ἐν τῷ Πόντῳ τύραννος ἐτελεύτησε δυναστεύσας ἔτη πεντεκαίδεκα, τὴν δὲ τυραννίδα διαδεξάμενος ἀδελφὸς Διονύσιος ἦρξεν ἔτη δυσὶ πλείω τῶν τριάκοντα.

16.89

16.89.1ἐπ’ἄρχοντος δ’Ἀθήνησι Φρυνίχου Ῥωμαῖοι κατέστησαν ὑπάτους Τῖτον Μάλλιον Τορκουᾶτον καὶ Πόπλιον Δέκιον. ἐπὶ δὲ τούτων Φίλιππος βασιλεὺς πεφρονηματισμένος τῇ περὶ Χαιρώνειαν νίκῃ καὶ τὰς ἐπιφανεστάτας πόλεις καταπεπληγμένος ἐφιλοτιμεῖτο γενέσθαι πάσης τῆς Ἑλλάδος ἡγεμών.

16.89.2διαδοὺς δὲ λόγον ὅτι βούλεται πρὸς Πέρσας ὑπὲρ τῶν Ἑλλήνων πόλεμον ἄρασθαι καὶ λαβεῖν παρ’αὐτῶν δίκας ὑπὲρ τῆς εἰς τὰ ἱερὰ γενομένης παρανομίας ἰδίους τοὺς Ἕλληνας ταῖς εὐνοίαις ἐποιήσατο. φιλοφρονούμενος δὲ πρὸς ἅπαντας καὶ ἰδίᾳ καὶ κοινῇ ταῖς πόλεσιν ἀπεφαίνετο βούλεσθαι διαλεχθῆναι περὶ τῶν συμφερόντων.

16.89.3διόπερ ἐν Κορίνθῳ τοῦ κοινοῦ συνεδρίου συναχθέντος διαλεχθεὶς περὶ τοῦ πρὸς Πέρσας πολέμου καὶ μεγάλας ἐλπίδας ὑποθεὶς προετρέψατο τοὺς συνέδρους εἰς πόλεμον. τέλος δὲ τῶν Ἑλλήνων ἑλομένων αὐτὸν στρατηγὸν αὐτοκράτορα τῆς Ἑλλάδος μεγάλας παρασκευὰς ἐποιεῖτο πρὸς τὴν ἐπὶ τοὺς Πέρσας στρατείαν. διατάξας δ’ἑκάστῃ πόλει τὸ πλῆθος τῶν εἰς συμμαχίαν στρατιωτῶν ἐπανῆλθεν εἰς τὴν Μακεδονίαν. καὶ τὰ μὲν περὶ Φίλιππον ἐν τούτοις ἦν.

16.90

16.90.1κατὰ δὲ τὴν Σικελίαν Τιμολέων Κορίνθιος ἅπαντα τοῖς Συρακοσίοις καὶ τοῖς Σικελιώταις κατωρθωκὼς ἐτελεύτησε, στρατηγήσας ἔτη ὀκτώ. οἱ δὲ Συρακόσιοι μεγάλως ἀποδεδεγμένοι τὸν ἄνδρα διάτε τὴν ἀρετὴν καὶ τὸ μέγεθος τῶν εὐεργεσιῶν μεγαλοπρεπῶς ἔθαψαν αὐτὸν καὶ κατὰ τὴν ἐκφορὰν ἀθροισθέντος τοῦ πλήθους τόδε τὸ ψήφισμα ἀνηγόρευσεν Δημήτριος ὃς ἦν μεγαλοφωνότατος τῶν τότε κηρύκων · ἐψήφισται δᾶμος τῶν Συρακοσίων Τιμολέοντα Τιμαινέτου Κορίνθιον τόνδε θάπτειν μὲν ἀπὸ διακοσιᾶν μνᾶν, τιμᾶσθαι δὲ εἰς τὸν ἅπαντα χρόνον ἀγώνεσσι μουσικοῖς καὶ ἱππικοῖς καὶ γυμνικοῖς, ὅτι τοὺς τυράννους καταλύσας καὶ τοὺς βαρβάρους καταπολεμήσας καὶ τὰς μεγίστας τῶν Ἑλληνίδων πόλεων ἀνοικίσας αἴτιος ἐγενήθη τᾶς ἐλευθερίας τοῖς Σικελιώταις.

16.90.2περὶ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀριοβαρζάνης μὲν ἐτελεύτησεν βασιλεύσας ἔτη εἴκοσι καὶ ἕξ, τὴν δὲ βασιλείαν διαδεξάμενος Μιθριδάτης ἦρξεν ἔτη πέντε πρὸς τοῖς τριάκοντα. Ῥωμαῖοι δὲ πρὸς Λατίνους καὶ Καμπανοὺς παραταξάμενοι περὶ πόλιν Σούεσσαν ἐνίκησαν καὶ τῶν ἡττηθέντων μέρος τῆς χώρας ἀφείλοντο. δὲ κατωρθωκὼς τὴν μάχην Μάλλιος ὕπατος ἐθριάμβευσεν.

16.91

16.91.1ἐπ’ἄρχοντος δ’Ἀθήνησι Πυθοδώρου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Κόιντον Πόπλιον καὶ Τιβέριον Αἰμίλιον Μάμερκον, Ὀλυμπιὰς δ’ἤχθη πρώτη πρὸς ταῖς ἑκατὸν καὶ δέκα, καθ’ἣν ἐνίκα στάδιον Κλεόμαντις Κλειτόριος.

16.91.2ἐπὶ δὲ τούτων Φίλιππος βασιλεὺς ἡγεμὼν ὑπὸ τῶν Ἑλλήνων καθεσταμένος καὶ τὸν πρὸς Πέρσας πόλεμον ἐνστησάμενος Ἄτταλον μὲν καὶ Παρμενίωνα προαπέστειλεν εἰς τὴν Ἀσίαν, μέρος τῆς δυνάμεως δοὺς καὶ προστάξας ἐλευθεροῦν τὰς Ἑλληνίδας πόλεις, αὐτὸς δὲ σπεύδων μὲν μετὰ τῆς τῶν θεῶν γνώμης ἐπανελέσθαι τὸν πόλεμον ἐπηρώτησε τὴν Πυθίαν εἰ κρατήσει τοῦ βασιλέως τῶν Περσῶν. δ’ἔχρησεν αὐτῷ τόνδε τὸν χρησμόν · ἔστεπται μὲν ταῦρος, ἔχει τέλος, ἔστιν θύσων.

16.91.3 μὲν οὖν Φίλιππος σκολιῶς ἔχοντος τοῦ χρησμοῦ πρὸς τὸ ἴδιον συμφέρον ἐξεδέχετο τὸ λόγιον, ὡς τοῦ μαντείου προλέγοντος τὸν Πέρσην ἱερείου τρόπον τυθήσεσθαι · τὸ δ’ἀληθὲς οὐχ οὕτως εἶχεν, ἀλλὰ τοὐναντίον ἐσήμαινεν ἐν πανηγύρει καὶ θεῶν θυσίαις τὸν Φίλιππον ὥσπερ τὸν ταῦρον ἐστεμμένον σφαγήσεσθαι.

16.91.4οὐ μὴν ἀλλὰ δόξας συμμαχεῖν αὐτῷ τοὺς θεοὺς περιχαρὴς ἦν, ὡς τῆς Ἀσίας ὑπὸ Μακεδόνας ἐσομένης αἰχμαλώτου. εὐθὺς οὖν θυσίας μεγαλοπρεπεῖς ἐπετέλει τοῖς θεοῖς καὶ τῆς θυγατρὸς Κλεοπάτρας τῆς ἐξ Ὀλυμπιάδος συνετέλει γάμους καὶ ταύτην Ἀλεξάνδρῳ συνῴκισε τῷ βασιλεῖ τῶν Ἠπειρωτῶν, ἀδελφῷ δὲ ὄντι γνησίῳ τῆς Ὀλυμπιάδος.

16.91.5ἅμα δὲ ταῖς τῶν θεῶν τιμαῖς βουλόμενος ὡς πλείστους τῶν Ἑλλήνων μετασχεῖν τῆς εὐωχίας ἀγῶνάςτε μουσικοὺς μεγαλοπρεπεῖς ἐποίει καὶ λαμπρὰς ἑστιάσεις τῶν φίλων καὶ ξένων.

16.91.6διόπερ ἐξ ἁπάσης τῆς Ἑλλάδος μετεπέμπετο τοὺς ἰδιοξένους καὶ τοῖς ἑαυτοῦ φίλοις παρήγγειλε παραλαμβάνειν τῶν ἀπὸ τῆς ξένης γνωρίμων ὡς πλείστους. σφόδρα γὰρ ἐφιλοτιμεῖτο φιλοφρονεῖσθαι πρὸς τοὺς Ἕλληνας καὶ διὰ τὰς δεδομένας αὐτῷ τῆς ὅλης ἡγεμονίας τιμὰς ταῖς προσηκούσαις ὁμιλίαις ἀμείβεσθαι.

16.92

16.92.1τέλος δὲ πολλῶν πανταχόθεν πρὸς τὴν πανήγυριν συρρεόντων καὶ τῶν ἀγώνων καὶ γάμων συντελουμένων ἐν Αἰγέαις τῆς Μακεδονίας οὐ μόνον κατ’ἄνδρα τῶν ἐπιφανῶν ἐστεφάνωσαν αὐτὸν χρυσοῖς στεφάνοις, ἀλλὰ καὶ τῶν ἀξιολόγων πόλεων αἱ πλείους, ἐν αἷς ἦν καὶ τῶν Ἀθηναίων.

16.92.2ἀναγορευομένου δὲ τοῦ στεφάνου τούτου διὰ τοῦ κήρυκος τὸ τελευταῖον εἶπεν, ἄν τις ἐπιβουλεύσας Φιλίππῳ τῷ βασιλεῖ καταφύγῃ πρὸς Ἀθηναίους, παραδόσιμον εἶναι τοῦτον. διὰ δὲ τῆς αὐτοματιζούσης φήμης ὥσπερ θείᾳ τινὶ προνοίᾳ διεσήμαινε τὸ δαιμόνιον τὴν ἐσομένην ἐπιβουλὴν εὐθὺς τῷ Φιλίππῳ.

16.92.3ἀκολούθως δὲ τούτοις καὶ ἕτεραί τινες ὥσπερ ἐνθεάζουσαι ἐγένοντο φωναί, προδηλοῦσαι τὴν τοῦ βασιλέως καταστροφήν. ἐν γὰρ τῷ βασιλικῷ πότῳ Νεοπτόλεμος τραγῳδός, πρωτεύων τῇ μεγαλοφωνίᾳ καὶ τῇ δόξῃ, προστάξαντος αὐτῷ τοῦ Φιλίππου προενέγκασθαι τῶν ἐπιτετευγμένων ποιημάτων καὶ μάλιστα τῶν ἀνηκόντων πρὸς τὴν κατὰ τῶν Περσῶν στρατείαν, μὲν τεχνίτης κρίνας οἰκεῖον ὑποληφθήσεσθαι τὸ ποίημα τῇ διαβάσει τοῦ Φιλίππου καὶ τὴν εὐδαιμονίαν ἐπιπλῆξαι βουλόμενος τοῦ Περσῶν βασιλέως, καίπερ οὖσαν μεγάλην καὶ περιβόητον, ὅπως μεταπέσοι ποτ’ἂν εἰς τοὐναντίον ὑπὸ τῆς τύχης ἤρξατο λέγειν τόδε τὸ ποίημα · φρονεῖτε νῦν αἰθέρος ὑψηλότερον καὶ μεγάλων πεδίων ἀρούρας, φρονεῖθ’ὑπερβαλλόμενοι δόμων δόμους, ἀφροσύνᾳ πρόσω βιοτὰν τεκμαιρόμενοι. δ’ἀμφιβάλλει ταχύπουν κέλευθον ἕρπων σκοτίαν, ἄφνω δ’ἄφαντος προσέβα μακρὰς ἀφαιρούμενος ἐλπίδας θνατῶν πολύμοχθος Ἅιδας καὶ τὰ τούτων ἐφεξῆς προσσυνεῖρε, πάντα πρὸς τὴν ὁμοίαν φερόμενα διάνοιαν.

16.92.4 δὲ Φίλιππος ἡσθεὶς ἐπὶ τοῖς ἀπηγγελμένοις ὅλως ἦν καὶ τελείως φερόμενος τῇ διανοίᾳ πρὸς τὴν τοῦ Περσῶν βασιλέως καταστροφήν, ἅμα δὲ καὶ τὸν πυθόχρηστον χρησμὸν ἀνελογίζετο, παραπλησίαν ἔχοντα διάνοιαν τοῖς ὑπὸ τοῦ τραγῳδοῦ ῥηθεῖσι.

16.92.5τέλος δὲ τοῦ πότου διαλυθέντος καὶ τῶν ἀγώνων κατὰ τὴν ὑστεραίαν τὴν ἀρχὴν λαμβανόντων τὸ μὲν πλῆθος ἔτι νυκτὸς οὔσης συνέτρεχεν εἰς τὸ θέατρον, ἅμα δ’ἡμέρᾳ τῆς πομπῆς γινομένης σὺν ταῖς ἄλλαις ταῖς μεγαλοπρεπέσι κατασκευαῖς εἴδωλα τῶν δώδεκα θεῶν ἐπόμπευε ταῖςτε δημιουργίαις περιττῶς εἰργασμένα καὶ τῇ λαμπρότητι τοῦ πλούτου θαυμαστῶς κεκοσμημένα · σὺν δὲ τούτοις αὐτοῦ τοῦ Φιλίππου τρισκαιδέκατον ἐπόμπευε θεοπρεπὲς εἴδωλον, σύνθρονον ἑαυτὸν ἀποδεικνύντος τοῦ βασιλέως τοῖς δώδεκα θεοῖς.

16.93

16.93.1τοῦ δὲ θεάτρου πληρωθέντος αὐτὸς Φίλιππος ᾔει λευκὸν ἔχων ἱμάτιον καὶ προστεταχὼς τοὺς δορυφόρους μακρὰν ἀφεστῶτας ἀφ’ἑαυτοῦ συνακολουθεῖν · ἐνεδείκνυτο γὰρ πᾶσιν ὅτι τηρούμενος τῇ κοινῇ τῶν Ἑλλήνων εὐνοίᾳ τῆς τῶν δορυφόρων φυλακῆς οὐκ ἔχει χρείαν.

16.93.2τηλικαύτης δ’οὔσης περὶ αὐτὸν ὑπεροχῆς καὶ πάντων ἐπαινούντων ἅμα καὶ μακαριζόντων τὸν ἄνδρα παράδοξος καὶ παντελῶς ἀνέλπιστος ἐφάνη κατὰ τοῦ βασιλέως ἐπιβουλὴ καὶ θάνατος.

16.93.3ἵνα δὲ σαφὴς περὶ τούτων γένηται λόγος, προεκθησόμεθα τὰς αἰτίας τῆς ἐπιβουλῆς. Παυσανίας ἦν τὸ μὲν γένος Μακεδὼν ἐκ τῆς Ὀρεστίδος καλουμένης, τοῦ δὲ βασιλέως σωματοφύλαξ καὶ διὰ τὸ κάλλος φίλος γεγονὼς τοῦ Φιλίππου.

16.93.4οὗτος ὁρῶν ὑπὸ τοῦ βασιλέως ἀγαπώμενον ἕτερον Παυσανίαν ὁμώνυμον ἑαυτῷ ὀνειδιστικοῖς πρὸς αὐτὸν ἐχρήσατο λόγοις, φήσας ἀνδρόγυνον εἶναι καὶ τοὺς τῶν βουλομένων ἔρωτας ἑτοίμως προσδέχεσθαι.

16.93.5 δὲ τὴν ἐκ τῆς λοιδορίας ὕβριν οὐκ ἐνέγκας τὸ μὲν παρὸν κατεσιώπησεν, Ἀττάλῳ δέ τινι τῶν φίλων ἐπικοινωσάμενος περὶ τῶν μελλόντων πράττεσθαι ἑκουσίως καὶ παραδόξως ἑαυτὸν ἐκ τοῦ ζῆν μετέστησεν.

16.93.6μετ’ὀλίγας γὰρ ἡμέρας τοῦ Φιλίππου πρὸς Πλευρίαν τὸν τῶν Ἰλλυριῶν βασιλέα διαγωνιζομένου πρὸ τοῦ βασιλέως στὰς ἁπάσας τὰς φερομένας ἐπ’αὐτὸν πληγὰς ἀνεδέξατο τῷ ἰδίῳ σώματι καὶ μετήλλαξεν.

16.93.7διαβοηθείσης δὲ τῆς πράξεως μὲν Ἄτταλος, εἷς ὢν τῶν ἐξ αὐλῆς καὶ πολὺ δυναμένων παρὰ τῷ βασιλεῖ, ἐκάλεσεν ἐπὶ δεῖπνον τὸν Παυσανίαν καὶ πολὺν ἐμφορήσας ἄκρατον παρέδωκεν αὐτοῦ τὸ σῶμα τοῖς ὀρεωκόμοις εἰς ὕβριν καὶ παροινίαν ἑταιρικήν.

16.93.8 δὲ ἀνανήψας ἐκ τῆς μέθης καὶ τῇ τοῦ σώματος ὕβρει περιαλγὴς γενόμενος τοῦ Ἀττάλου κατηγόρησεν ἐπὶ τοῦ βασιλέως. δὲ Φίλιππος παρωξύνθη μὲν ἐπὶ τῇ παρανομίᾳ τῆς πράξεως, διὰ δὲ τὴν πρὸς Ἄτταλον οἰκειότητα καὶ τὴν εἰς τὸ παρὸν αὐτοῦ χρείαν οὐκ ἐβούλετο μισοπονηρεῖν ·

16.93.9ἦν γὰρ Ἄτταλος τῆς μὲν ἐπιγαμηθείσης γυναικὸς ὑπὸ τοῦ βασιλέως Κλεοπάτρας ἀδελφιδοῦς, ἐπὶ δὲ τῆς προαπεσταλμένης δυνάμεως εἰς τὴν Ἀσίαν στρατηγὸς προκεχειρισμένος, ἐν δὲ τοῖς πολεμικοῖς ἀγῶσιν ἀνδρεῖος. διόπερ βασιλεὺς πραῧναι βουλόμενος τοῦ Παυσανίου τὴν ἐπὶ τῷ πάθει γεγενημένην δικαίαν ὀργὴν δωρεὰς ἀξιολόγους ἀπένειμεν αὐτῷ καὶ κατὰ τὴν σωματοφυλακίαν προῆγεν αὐτὸν ἐντίμως.

16.94

16.94.1 δὲ Παυσανίας ἀμετάθετον φυλάττων τὴν ὀργὴν ἔσπευδε μὴ μόνον παρὰ τοῦ πράξαντος λαβεῖν τιμωρίαν, ἀλλὰ καὶ παρὰ τοῦ μὴ τιμωροῦντος αὐτῷ. συνεπελάβετο δὲ ταύτης τῆς προαιρέσεως μάλιστα σοφιστὴς Ἑρμοκράτης. τοῦ γὰρ Παυσανίου σχολάζοντος αὐτῷ καὶ κατὰ τὴν διατριβὴν πυθομένου πῶς ἄν τις γένοιτο ἐπιφανέστατος, σοφιστὴς ἀπεκρίθη εἰ τὸν τὰ μέγιστα πράξαντα ἀνέλοι · τῇ γὰρ περὶ τούτου μνήμῃ συμπεριληφθήσεσθαι καὶ τὸν τὴν ἀναίρεσιν αὐτοῦ ποιησάμενον.

16.94.2ἀνενέγκας δὲ πρὸς τὴν ἰδίαν ὀργὴν τὸν λόγον καὶ διὰ τὸν θυμὸν οὐδεμίαν τῆς γνώμης ὑπέρθεσιν ποιησάμενος ἐν αὐτοῖς τοῖς ὑποκειμένοις ἀγῶσι τὴν ἐπιβουλὴν συνεστήσατο τοιῷδέ τινι τρόπῳ.

16.94.3ἵππους παραστησάμενος ταῖς πύλαις παρῆλθε πρὸς τὰς εἰς τὸ θέατρον εἰσόδους ἔχων κεκρυμμένην Κελτικὴν μάχαιραν. τοῦ δὲ Φιλίππου τοὺς παρακολουθοῦντας φίλους κελεύσαντος προεισελθεῖν εἰς τὸ θέατρον καὶ τῶν δορυφόρων διεστώτων, ὁρῶν τὸν βασιλέα μεμονωμένον προσέδραμε καὶ διὰ τῶν πλευρῶν διανταίαν ἐνέγκας πληγὴν τὸν μὲν βασιλέα νεκρὸν ἐξέτεινεν, αὐτὸς δ’ἐπὶ τὰς πύλας καὶ τοὺς ἡτοιμασμένους πρὸς τὴν φυγὴν ἔθεεν ἵππους.

16.94.4εὐθὺς δὲ τῶν σωματοφυλάκων οἱ μὲν πρὸς τὸ σῶμα τοῦ βασιλέως ὥρμησαν, οἱ δ’ἐπὶ τὸν τοῦ σφαγέως διωγμὸν ἐξεχύθησαν, ἐν οἷς ὑπῆρχον καὶ Λεόννατος καὶ Περδίκκας καὶ Ἄτταλος. δὲ Παυσανίας προλαβὼν τῆς διώξεως ἔφθασεν ἂν ἐπὶ τὸν ἵππον ἀναπηδήσας, εἰ μὴ τῆς ὑποδέσεως περὶ ἄμπελόν τινα περιπλακείσης ἔπεσεν. διόπερ οἱ περὶ τὸν Περδίκκαν καταλαβόντες αὐτὸν ἐκ τῆς γῆς ἀνιστάμενον καὶ συγκεντήσαντες ἀνεῖλον.

16.95

16.95.1Φίλιππος μὲν οὖν μέγιστος γενόμενος τῶν καθ’ἑαυτὸν ἐπὶ τῆς Εὐρώπης βασιλέων καὶ διὰ τὸ μέγεθος τῆς ἀρχῆς ἑαυτὸν τοῖς δώδεκα θεοῖς σύνθρονον καταριθμήσας τοιαύτης ἔτυχε τῆς τοῦ βίου καταστροφῆς, ἄρξας ἔτη τέσσαρα πρὸς τοῖς εἴκοσι.

16.95.2δοκεῖ δ’οὗτος βασιλεὺς ἐλαχίστας μὲν εἰς τὴν μοναρχίαν ἀφορμὰς παρειληφέναι, μεγίστην δὲ τῶν παρ’Ἕλλησι μοναρχιῶν κατακτήσασθαι, ηὐξηκέναι δὲ τὴν ἡγεμονίαν οὐχ οὕτω διὰ τῆς ἐν τοῖς ὅπλοις ἀνδραγαθίας ὡς διὰ τῆς ἐν τοῖς λόγοις ὁμιλίας καὶ φιλοφροσύνης.

16.95.3φασὶ δὲ καὶ αὐτὸν τὸν Φίλιππον σεμνύνεσθαι μᾶλλον ἐπὶ τῇ στρατηγικῇ συνέσει καὶ τοῖς διὰ τῆς ὁμιλίας ἐπιτεύγμασιν ἤπερ ἐπὶ τῇ κατὰ τὰς μάχας ἀνδρείᾳ ·

16.95.4τῶν μὲν γὰρ κατὰ τοὺς ἀγῶνας κατορθωμάτων μετέχειν ἅπαντας τοὺς στρατευομένους, τῶν δὲ διὰ τῆς ὁμιλίας γινομένων ἐπιτευγμάτων αὐτὸν μόνον λαμβάνειν τὴν ἐπιγραφήν.

16.95.5ἡμεῖς δ’ἐπειδὴ πάρεσμεν ἐπὶ τὴν Φιλίππου τελευτήν, ταύτην μὲν τὴν βίβλον αὐτοῦ περιγράψομεν κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν, τῆς δ’ἐχομένης ἀρχὴν τὴν Ἀλεξάνδρου παράληψιν τῆς βασιλείας ποιησάμενοι πειρασόμεθα περιλαβεῖν ἁπάσας αὐτοῦ τὰς πράξεις ἐν μιᾷ βίβλῳ.