Philo Judaeus

On the Virtues, 4

4.1

187διὸ καὶ τοῖς ὑμνοῦσι τὴν εὐγένειαν ὡς μέγιστον ἀγαθὸν καὶ μεγάλων ἀγαθῶν αἴτιον οὐ μετρίως ἐπιτιμητέον, εἰ πρῶτον μὲν οἴονται τοὺς ἐκ παλαιοπλούτων καὶ παλαιενδόξων εὐγενεῖς, μη δὲ τῶν προγόνων, ἀφ’ὧν αὐχοῦσι γενέσθαι, διὰ τὰς ἀφθόνους περιουσίας εὐδαιμονησάντων, ἐπειδὴ τὸ πρὸς ἀλήθειαν ἀγαθὸν οὐδενὶ τῶν ἐκτός, ἀλλ’οὐ δὲ τῶν περὶ σῶμα, μᾶλλον δὲ οὐ δὲ παντὶ μέρει ψυχῆς, ἀλλὰ μόνῳ τῷ ἡγεμονικῷ πέφυκεν ἐνδιαιτᾶσθαι.

188βουληθεὶς γὰρ θεὸς δι’ἡμερότητα καὶ φιλανθρωπίαν καὶ παρ’ἡμῖν τοῦθ’ἱδρύσασθαι, νεὼν ἀξιοπρεπέστερον οὐχ εὗρεν ἐπὶ γῆς λογισμοῦ · κρείττων γὰρ ὢν μόνος ἀγαλματοφορεῖ τἀγαθόν, κἂν ἀπιστῶσί τινες τῶν μὴ γευσαμένων σοφίας χείλεσιν ἄκροις ἄργυρος γὰρ καὶ χρυσὸς τιμαίτε καὶ ἀρχαὶ καὶ σώματος εὐεξία μετ’εὐμορφίας ἐξαρκεῖν ἐοίκασι τοῖς ἐν ταῖς ἡγεμονίαις ἐπὶ χρειῶν τεταγμένοις πρὸς τὴν οἷα βασιλίδος ἀρετῆς ὑπηρεσίαν αὐγοειδέστατον φῶς μὴ ἰδόντες.

189ἐπειδὴ τοίνυν εὐγένεια κεκαθαρμένης διανοίας καθαρσίοις τελείοις κλῆρος οἰκεῖος, χρὴ μόνους λέγειν εὐγενεῖς τοὺς σώφρονας καὶ δικαίους, κἂν τύχωσιν ἐξ οἰκοτρίβων ἀργυρωνήτων γεγονότες · τοῖς δὲ ἐξ ἀγαθῶν πονηροῖς γεγονόσιν ἄβατον ἔστω τὸ εὐγενείας χωρίον.

190ἄοικος γὰρ καὶ ἄπολις φαῦλος, ἐκ πατρίδος ἀρετῆς ἐληλαμένος, καὶ τῷ ὄντι σοφῶν ἀνδρῶν ἐστι πατρίς · τούτῳ κατὰ τὸ ἀναγκαῖον ἕπεται δυσγένεια, κἂν εἰ πάππων προγόνων γένοιτο τοὺς βίους ἀνεπιλήπτων, ἀλλοτρίωσιν ἐπιτηδεύοντι καὶ πορρωτάτω τῆς εὐγενείας διαζευγνύντι ἑαυτὸν ἔντε λόγοις καὶ ἔργοις.

191ἀλλὰ γὰρ πρὸς τῷ μὴ πεφυκέναι τοὺς πονηροὺς εὐγενεῖς ἔτι καὶ πάντας αὐτοὺς ὁρῶ πολεμίους ἀσυμβάτους εὐγενείᾳ καθαιροῦντας τὸ προγονικὸν ἀξίωμα καὶ ὅσον ἐν τῷ γένει λαμπρὸν ἐξαμαυροῦντάςτε καὶ σβεννύντας.

4.2

192διό μοι δοκοῦσι φιλοστοργότατοι πατέρες ἀπορρήσεις χρηματίζειν καθ’υἱῶν ἀποσχοινίζοντες αὐτοὺς τῆς οἰκίας καὶ συγγενείας, ὅταν τὴν ἐκ φύσεως ἐν τοῖς γεννήσασι περιττὴν καὶ ὑπερβάλλουσαν εὔνοιαν ἐν ἐκείνοις μοχθηρία κατακρατήσῃ.

193τὸ δ’ἀληθὲς τοῦ λόγου ῥᾴδιον καὶ ἀφ’ἑτέρων διαγνῶναι. τί τῷ τὰς ὄψεις πεπηρωμένῳ γένοιτ’ἂν εἰς τὸ βλέπειν ὄφελος ὀξυωπία προγονική; πρὸς ἑρμηνείαν τῷ παρειμένῳ γλῶτταν τὸ γονεῖς πάππους γενέσθαι μεγαλοφώνους; τί δ’ὀνίνησι πρὸς εὐτονίαν τὸν ἐκ μακρᾶς καὶ φθινάδος νόσου κατεσκελετευμένον, ἐὰν οἱ τοῦ γένους ἀρχηγέται δι’ἀθλητικὴν ῥώμην ἐν Ὀλυμπιονίκαις περιοδονίκαις γράφωνται; μένουσι γὰρ οὐδὲν ἧττον αἱ τοῦ σώματος κῆρες ἐν ὁμοίῳ βελτίωσιν οὐκ ἐνδεχόμεναι διὰ τὰς τῶν οἰκείων εὐπραγίας.

194τὸν αὐτὸν δὴ τρόπον οὔτε τοῖς ἀδίκοις δίκαιοι γονεῖς οὔτε ἀκολάστοις σώφρονες οὔτε συνόλως ἀγαθοὶ πονηροῖς ὄφελος · οὐ δὲ γὰρ οἱ νόμοι τοῖς παρανομοῦσιν, ὧν εἰσιν αὐτοὶ κολασταί · νόμοι δέ τινες ἄγραφοι καὶ οἱ βίοι τῶν ζηλωσάντων τὴν ἀρετήν.

195ὅθεν οἶμαι τὴν εὐγένειαν, εἰ θεὸς αὐτὴν εἰς ἀνθρωπόμορφον ἰδέαν ἐτύπωσε, στᾶσαν πρὸς τοὺς ἀφηνιαστὰς ἀπογόνους ταῦτα ἂν εἰπεῖν · τὸ συγγενὲς οὐχ αἵματι μετρεῖται μόνον, πρυτανευούσης ἀληθείας, ἀλλὰ πράξεων ὁμοιότητι καὶ θήρᾳ τῶν αὐτῶν. ὑμεῖς δὲ τἀναντία ἐπετηδεύσατε, τὰ μὲν ἐμοὶ φίλα νομίσαντες ἐχθρά, τὰ δὲ δυσμενῆ φίλα · παρ’ἐμοὶ μὲν γὰρ αἰδὼς καὶ ἀλήθεια μετριοπάθειάτε καὶ ἀτυφία καὶ ἀκακία τίμια, παρ’ὑμῖν δὲ ἄτιμα · κἀμοὶ μὲν ἐχθρὰ τὸ ἀναίσχυντον, τὸ ψεῦδος, ἀμετρία τῶν παθῶν, τῦφος, αἱ κακίαι, ὑμῖν δὲ οἰκειότατα.

196τί δὴ μελετήσαντες ἀλλοτρίωσιν τὴν δι’ἔργων τὴν ἐν λόγῳ συγγένειαν εὐπρεπὲς ὄνομα ὑποδυόμενοι καθυποκρίνεσθε; παραγωγὰς γὰρ καὶ κεκομψευμένας ἀπάτας οὐκ ἀνέχομαι, διότι ῥᾴδιον μὲν καὶ τῷ τυχόντι εὐπροσώπους λόγους εὑρεῖν, ἤθη δ’ὑπαλλάξασθαι πονηρὰ χρηστοῖς οὐ ῥᾴδιον.

197εἰς ἅπερ ἀφορῶσα καὶ νῦν ἐχθροὺς νομίζω καὶ αὖθις ἡγήσομαι τοὺς τὰ τῆς ἔχθρας ὑπεκκαύματα ζωπυρήσαντας καὶ μᾶλλον τῶν εἰς δυσγένειαν ὀνειδιζομένων ὑποβλέψομαι · τούτοις μὲν γὰρ ἀπολογία τὸ μηδὲν οἰκεῖον ἔχειν παράδειγμα καλοκἀγαθίας, ὑπόδικοι δ’ὑμεῖς οἱ ἐκ μεγάλων φύντες οἴκων, οἷς αὔχημα καὶ κλέος τὰ λαμπρὰ γένη · παριδρυμένων γὰρ καὶ τρόπον τινὰ συμπεφυκότων ἀρχετύπων ἀγαθῶν οὐδὲν ἀπομάξασθαι καλὸν διενοήθητε.

198ὅτι δὲ ἐν ἀρετῆς κτήσει τίθεται τὸ εὐγενὲς καὶ τὸν ἔχοντα ταύτην εὐγενῆ μόνον ὑπείληφεν, ἀλλ’οὐχ ὅστις ἂν καλῶν καὶ ἀγαθῶν γένηται γονέων, δῆλον ἐκ πολλῶν.

4.3

199αὐτίκα τοὺς ἐκ τοῦ γηγενοῦς φύντας τίς οὐκ ἂν εὐπατρίδας εἴποι καὶ εὐπατριδῶν ἀρχηγέτας; οἳ γένος ἐξαίρετον ἔλαχον παρὰ τοὺς ἔπειτα, βλαστήσαντες ἐκ τῶν πρώτων νυμφίων ἀνδρόςτε καὶ γυναικὸς τότε πρῶτον εἰς ὁμιλίαν κοινὴν ἐπὶ σπορᾷ τοῦ ὁμοίου συνελθόντων. ἀλλ’ὅμως δυοῖν γενομένων πρεσβύτερος ὑπέμεινε τὸν νεώτερον δολοφονῆσαι καὶ τὸ μέγιστον ἄγος, ἀδελφοκτονίαν, ἐργασάμενος πρῶτος αἵματι ἀνθρωπίνῳ τὴν γῆν ἐμίανε.

200τί δὴ τοῦτον ὤνησεν εὐγένεια τὴν ἐν τῇ ψυχῇ δυσγένειαν ἐπιδειξάμενον; ἣν καὶ τῶν ἀνθρωπίνων πραγμάτων ἔφορος θεὸς ἰδὼν ἐστύγησε καὶ προβαλλόμενος ὥρισε τιμωρίας, οὐκ εὐθὺς ἀνελών, ὅπως ἀναισθήτως ἔχῃ συμφορῶν, ἀλλὰ μυρίους ἐπικρεμάσας τοὺς ἐν αἰσθήσει θανάτους λύπαις καὶ φόβοις ἐπαλλήλοις εἰς κακῶν ὀδυνηροτάτων ἀντίληψιν.

201ἐγένετο δέ τις τῶν μετὰ ταῦτα σφόδρα δοκίμων ἀνὴρ ὁσιώτατος, οὗ τὴν εὐσέβειαν ἀνάγραπτον ἠξίωσεν εἶναι ἐν ἱεραῖς βίβλοις τοὺς νόμους διαταξάμενος · ὃς ἐν τῷ μεγάλῳ κατακλυσμῷ, τῶν πόλεων ἀφανιζομένων πανωλεθρίᾳ καὶ γὰρ τῶν ὀρῶν τὰ ὑψηλότατα τῇ συναυξήσει καὶ ἐπιτάσει τῆς περὶ τὴν φορὰν πλημμύρας κατεπίνετο , μόνος μετὰ τῶν οἰκείων διασῴζεται τῆς καλοκἀγαθίας ἆθλον ἀράμενος, οὗ μεῖζον οὐκ ἔστιν εὑρεῖν.

202ἀλλὰ καὶ τούτῳ τριῶν γενομένων παίδων καὶ συναπολελαυκότων τῆς πατρῴας δωρεᾶς εἷς ἐτόλμησε τὸν αἴτιον τῆς σωτηρίας πατέρα κατακερτομεῖν γέλωτα καὶ χλεύην, εἴ τι παρεσφάλη μὴ καθ’ἑκούσιον γνώμην, τιθέμενος καὶ τοῖς μὴ εἰδόσιν ἀπογυμνῶν κρύπτειν θέμις ἐπὶ τῇ τοῦ γεννήσαντος αἰσχύνῃ. τοιγαροῦν οὐκ ὤνατο τῆς λαμπρᾶς εὐγενείας ἐπάρατος γενόμενος καὶ τοῖς μετ’αὐτὸν ἀρχὴ κακοδαιμονίας · ὧν ἄξιον ἦν τυγχάνειν τὸν ἠμεληκότα γονέων τιμῆς.

203ἀλλὰ τί τούτων μεμνῆσθαι προσῆκεν ἀφέμενον τοῦ πρώτου καὶ γηγενοῦς; ὃς ἕνεκα εὐγενείας οὐδενὶ θνητῷ σύγκριτος, χερσὶ μὲν θείαις εἰς ἀνδριάντα τὸν σωματοειδῆ τυπωθεὶς ἀκρότητι τέχνης πλαστικῆς, ψυχῆς δὲ ἀξιωθεὶς ἀπ’οὐδενὸς ἔτι τῶν εἰς γένεσιν ἡκόντων, ἐμπνεύσαντος θεοῦ τῆς ἰδίας δυνάμεως ὅσον ἐδύνατο δέξασθαι θνητὴ φύσις, ἆρ’οὐχ ὑπερβολή τις εὐγενείας μηδεμιᾷ τῶν ἄλλων ὅσαι διωνομάσθησαν εἰς σύγκρισιν ἐλθεῖν δυναμένη;

204τῶν μὲν γὰρ τὸ κλέος ἐκ προγόνων εὐτυχίας ἄνθρωποι δὲ οἱ πρόγονοι, ζῷα ἐπίκηρα καὶ φθαρτά, καὶ αἱ τούτων ἀβέβαιοι καὶ ἐφήμεροι τὰ πολλὰ εὐπραγίαι , τοῦ δὲ πατὴρ θνητὸς οὐδείς, δὲ ἀίδιος θεός ·

205οὗ τρόπον τινὰ γενόμενος εἰκὼν κατὰ τὸν ἡγεμόνα νοῦν ἐν ψυχῇ, δέον ἀκηλίδωτον τὴν εἰκόνα φυλάξαι καθ’ὅσον οἷόντε ἦν ἐπακολουθήσαντα ταῖς τοῦ γεννήσαντος ἀρεταῖς, προτεθέντων εἰς αἱρέσεις καὶ φυγὰς τῶν ἐναντίων, ἀγαθοῦ καὶ κακοῦ καὶ καλοῦ καὶ αἰσχροῦ καὶ ἀληθοῦς καὶ ψευδοῦς, τὰ μὲν ψευδῆ καὶ αἰσχρὰ καὶ κακὰ προθύμως εἵλετο, τῶν δὲ ἀγαθῶν καὶ καλῶν καὶ ἀληθῶν ἠλόγησεν · ἐφ’οἷς εἰκότως θνητὸν ἀθανάτου βίον ἀνθυπηλλάξατο μακαριότητος καὶ εὐδαιμονίας σφαλεὶς καὶ ῥᾷστα μετέβαλεν εἰς ἐπίπονον καὶ κακοδαίμονα ζωήν.

4.4

206ἀλλ’οὗτοι μὲν ἔστωσαν κοινοὶ πᾶσιν ἀνθρώποις ὅροι τοῦ μὴ ἐπὶ μεγάλοις γένεσι σεμνύνεσθαι τοὺς καλοκἀγαθίας ἀμοιροῦντας · Ἰουδαίοις δὲ καὶ ἕτεροι δίχα τῶν κοινῶν ἐξαίρετοι. τῶν γὰρ τοῦ γένους ἀρχηγετῶν εἰσιν οὓς αἱ τῶν προγόνων ἀρεταὶ συνόλως οὐδὲν ὤνησαν ἐπ’ἐπιλήπτοις καὶ ὑπαιτίοις πράξεσιν ἁλόντας, εἰ καὶ πρὸς ἑτέρου μηδενὸς ἐλεγχθέντας, ἀλλ’οὖν ὑπὸ τοῦ συνειδότος, μόνον ἐξ ἁπάντων δικαστήριον τέχναις λόγων οὐ παράγεται.

207πολύπαις ἦν πρῶτος ἐκ τριῶν παιδοποιησάμενος γυναικῶν, οὐ δι’ἡδονῆς ἀπόλαυσιν, ἀλλὰ δι’ἐλπίδα τοῦ πληθῦναι τὸ γένος · ἀλλ’ἐκ πολλῶν εἷς μόνος ἀπεδείχθη κληρονόμος τῶν πατρῴων ἀγαθῶν, οἱ δ’ἄλλοι πάντες γνώμης ὑγιοῦς σφαλέντες καὶ μηδὲν τῶν τοῦ γεννήσαντος ἀπομαξάμενοι διῳκίσθησαν ἀλλοτριωθέντες τῆς ἀοιδίμου εὐγενείας.

208πάλιν ἐκ τοῦ δοκιμασθέντος κληρονόμου δύο δίδυμοι γεννῶνται μηδὲν ὅμοιον ἐπιφερόμενοι, μήτε τοῖς σώμασι μήτε ταῖς γνώμαις · μὲν γὰρ νεώτερος καταπειθὴς ἀμφοτέροις τοῖς γονεῦσιν ἦν καὶ οὕτως εὐάρεστος, ὡς καὶ θεοῦ τυχεῖν ἐπαινέτου, δὲ μείζων ἀπειθής, τῶν γαστρὸς καὶ τῶν μετὰ γαστέρα ἡδονῶν ἀκρατῶς ἔχων, ὑφ’ὧν ἀνεπείσθη καὶ πρεσβείων ἐξίστασθαι τῷ μετ’αὐτὸν καὶ μετανοεῖν εὐθὺς ἐφ’οἷς ἐξέστη καὶ φονᾶν κατὰ τοῦ ἀδελφοῦ καὶ μηδὲν ἕτερον δι’ὧν λυπήσει τοὺς γονεῖς πραγματεύεσθαι.

209τοιγαροῦν τῷ μὲν εὐχὰς τίθενται τὰς ἀνωτάτω, βεβαιοῦντος ἁπάσας θεοῦ καὶ μηδεμίαν ἀξιώσαντος ἀτελῆ καταλιπεῖν, τῷ δὲ κατ’ἔλεον χαρίζονται τὴν ὑπήκοον τάξιν, ἵνα δουλεύῃ τῷ ἀδελφῷ, νομίζοντες, ὅπερ ἐστίν, ἀγαθὸν εἶναι τῷ φαύλῳ τὸ μὴ αὐτεξούσιον.

210καὶ εἴ γε ὑπέμεινε τὴν δουλείαν ἄσμενος, δευτερείων ἂν ἠξιοῦτο ὡς ἐν ἄθλοις ἀρετῆς · νυνὶ δὲ ἀπαυθαδισάμενος καὶ δραπετεύσας τῆς καλῆς ἐπιστασίας αὑτῷτε καὶ τοῖς ἀπογόνοις μεγάλων αἴτιος ὀνειδῶν ἐγένετο, ὡς τὸν ἀβίωτον αὐτοῦ βίον ἐστηλιτεῦσθαι πρὸς σαφέστατον ἔλεγχον τοῦ μηδὲν τὴν εὐγένειαν ὠφελεῖν τοὺς ἀναξίους εὐγενείας.

4.5

211οὗτοι μὲν οὖν εἰσι τῆς ἐπιλήπτου τάξεως, οὓς ἐξ ἀγαθῶν πονηροὺς γενομένους ὤνησαν μὲν οὐδὲν αἱ πατέρων ἀρεταί, αἱ δ’ἐν τῇ ψυχῇ κακίαι μυρία ἔβλαψαν. ἔχω δ’εἰπεῖν ἑτέρους τὴν ἐξ ἐναντίας ἀμείνω τεταγμένους τάξιν, οἷς πρόγονοι μὲν ὑπαίτιοι, ζηλωτὸς δὲ καὶ ἀνάπλεως εὐφημίας βίος.

212τοῦ τῶν Ἰουδαίων ἔθνους πρεσβύτατος γένος μὲν ἦν Χαλδαῖος, πατρὸς δὲ ἀστρονομικοῦ τῶν περὶ τὰ μαθήματα διατριβόντων, οἳ τοὺς ἀστέρας θεοὺς νομίζουσι καὶ τὸν σύμπαντα οὐρανόντε καὶ κόσμον, παρ’οὓς τότε εὖ καὶ τὸ χεῖρον ἑκάστοις φασὶν ἀποβαίνειν, οὐδὲν ἔξω τῶν αἰσθητῶν αἴτιον ὑπολαμβάνοντες εἶναι.

213τούτου δὲ τί ἂν εἴη χαλεπώτερον μᾶλλον ἀπελέγξαι τὴν ἐν τῇ ψυχῇ δυσγένειαν δυνάμενον δι’ἐπιστήμης τῶν πολλῶν καὶ δευτέρων καὶ γενητῶν εἰς ἀνεπιστημοσύνην ἰούσῃ τοῦ ἑνὸς καὶ πρεσβυτάτου καὶ ἀγενήτου καὶ ποιητοῦ τῶν ὅλων καὶ διάτε ταῦτα ἀρίστου καὶ διὰ μυρία ἄλλα, διὰ μέγεθος ἀνθρώπινος λογισμὸς οὐ χωρεῖ;

214ὧν ἔννοιαν λαβὼν καὶ ἐπιθειάσας καταλείπει μὲν πατρίδα καὶ γενεὰν καὶ πατρῷον οἶκον, εἰδὼς ὅτι μένοντος μὲν αἱ τῆς πολυθέου δόξης ἐγκαταμενοῦσιν ἀπάται ἀνήνυτον κατασκευάζουσαι τὴν τοῦ ἑνὸς εὕρεσιν, ὅς ἐστιν ἀίδιος μόνος καὶ ὅλων πατὴρ νοητῶντε αὖ καὶ αἰσθητῶν, εἰ δὲ μετανασταίη, μεταναστήσεται καὶ τῆς διανοίας ἀπάτη μεθαρμοσαμένης τὴν ψευδῆ δόξαν εἰς ἀλήθειαν.

215ἅμα δὲ καὶ τὸν πόθον ὃν ἐπόθει γνῶναι τὸ ὂν προσανερρίπισε λόγια χρησθέντα, οἷς ποδηγετούμενος ἐπὶ τὴν τοῦ ἑνὸς ἀοκνοτάτῃ σπουδῇ ζήτησιν ᾔει · καὶ οὐ πρότερον ἀνῆκεν τρανοτέρας λαβεῖν φαντασίας, οὐχὶ τῆς οὐσίας τοῦτο γὰρ ἀμήχανον , ἀλλὰ τῆς ὑπάρξεως αὐτοῦ καὶ προνοίας.

216διὸ καὶ πιστεῦσαι λέγεται τῷ θεῷ πρῶτος, ἐπειδὴ καὶ πρῶτος ἀκλινῆ καὶ βεβαίαν ἔσχεν ὑπόληψιν, ὡς ἔστιν ἓν αἴτιον τὸ ἀνωτάτω καὶ προνοεῖ τοῦτε κόσμου καὶ τῶν ἐν αὐτῷ. κτησάμενος δὲ πίστιν, τὴν τῶν ἀρετῶν βεβαιοτάτην, συνεκτᾶτο καὶ τὰς ἄλλας ἁπάσας, ὡς παρὰ τοῖς ὑποδεξαμένοις νομίζεσθαι βασιλεύς, οὐχὶ ταῖς παρασκευαῖς ἰδιώτης γὰρ ἦν , ἀλλὰ τῷ περὶ τὴν ψυχὴν μεγέθει, φρονήματος ὢν βασιλικοῦ.

217καὶ δῆτα θεραπεύοντες αὐτὸν διετέλουν ὡς ἄρχοντα ὑπήκοοι τὸ περὶ πάντα μεγαλεῖον τῆς φύσεως αὐτοῦ καταπληττόμενοι τελειοτέρας οὔσης κατὰ ἄνθρωπον · οὐ δὲ γὰρ ὁμιλίαις ἐχρῆτο ταῖς αὐταῖς, ἀλλ’ἐπιθειάζων τὰ πολλὰ σεμνοτέραις · ὁπότε γοῦν κατασχεθείη, μετέβαλλε πάντα πρὸς τὸ βέλτιον, τὰς ὄψεις, τὴν χρόαν, τὸ μέγεθος, τὰς σχέσεις, τὰς κινήσεις, τὴν φωνήν, τοῦ θείου πνεύματος, ὅπερ ἄνωθεν καταπνευσθὲν εἰσῳκίσατο τῇ ψυχῇ, περιτιθέντος τῷ μὲν σώματι κάλλος ἐξαίρετον, τοῖς δὲ λόγοις πειθώ, τοῖς δ’ἀκούουσι σύνεσιν.

218ἆρ’οὐκ ἂν εἴποις τὸν μετανάστην τουτονί, τὸν πάντων ἔρημον οἰκείων καὶ φίλων, εὐγενέστατον εἶναι, τῆς πρὸς θεὸν συγγενείας ὀρεχθέντα καὶ σπουδάσαντα μηχανῇ πάσῃ γνώριμον αὐτῷ γενέσθαι καὶ ταχθέντα μὲν τάξιν ἀρίστην τὴν ἐν προφήταις, πιστεύσαντα δὲ μηδενὶ τῶν ἐν γενέσει πρὸ τοῦ ἀγενήτου καὶ πάντων πατρός, καὶ βασιλέα δέ, ὡς ἔφην, παρὰ τοῖς ὑποδεξαμένοις νομισθέντα, μήθ’ὅπλοις μήτε στρατιωτικαῖς δυνάμεσιν, ὡς ἐνίοις ἔθος, λαβόντα τὴν ἀρχήν, ἀλλὰ χειροτονίᾳ θεοῦ τοῦ φιλαρέτου τοὺς εὐσεβείας ἐραστὰς αὐτοκρατέσιν ἐξουσίαις γεραίροντος ἐπ’ὠφελείᾳ τῶν συντυγχανόντων;

219οὗτος ἅπασιν ἐπηλύταις εὐγενείας ἐστὶ κανών, δυσγένειαν μὲν τὴν ἐξ ἀλλοκότων νόμων καὶ ἐκθέσμων ἐθῶν, λίθοις καὶ ξύλοις καὶ συνόλως ἀψύχοις ἰσοθέους ἀπένειμε τιμάς, καταλιποῦσι, καλὴν δ’ἀποικίαν στειλαμένοις πρὸς ἔμψυχον τῷ ὄντι καὶ ζῶσαν πολιτείαν, ἧς ἔφορος καὶ ἐπίσκοπος ἀλήθεια.

4.6

220ταύτην τὴν εὐγένειαν οὐ μόνον θεοφιλεῖς ἄνδρες ἀλλὰ καὶ γυναῖκες ἐζήλωσαν, ἀπομαθοῦσαι μὲν ἀμαθίαν τὴν σύντροφον περὶ τιμῆς τῶν χειροκμήτων, παιδευθεῖσαι δὲ τὴν περὶ μοναρχίας ἐπιστήμην, μοναρχεῖται κόσμος.

221Θάμαρ ἦν τῶν ἀπὸ τῆς Παλαιστίνης Συρίας γύναιον, ἐν οἰκίᾳ καὶ πόλει τραφὲν πολυθέῳ γεμούσῃ ξοάνων καὶ ἀγαλμάτων καὶ συνόλως ἀφιδρυμάτων. ἀλλ’ἐπειδὴ καθάπερ ἐκ σκότους βαθέος ἐδυνήθη βραχεῖαν αὐγὴν ἀληθείας ἰδεῖν, θανάτου κινδύνῳ πρὸς εὐσέβειαν ηὐτομόλησεν ὀλίγα φροντίσασα τοῦ ζῆν, εἰ μὴ μέλλοι καλῶς ζῆν · τὸ δὲ καλῶς ἀνέφερεν ἐπ’οὐδὲν ἕτερον τὴν θεραπείαν καὶ ἱκεσίαν τοῦ ἑνὸς αἰτίου.

222καίτοι δυσὶν ἀδελφοῖς ἀμφοτέροις πονηροῖς ἐν μέρει γημαμένη, κουριδίῳ μὲν τῷ προτέρῳ, τῷ δ’ὑστέρῳ κατ’ἐπιδικασίας νόμον, γενεὰν τοῦ προτέρου μὴ καταλιπόντος, ἀλλ’ὅμως ἀκηλίδωτον διαφυλάξασα τὸν ἑαυτῆς βίον ἴσχυσε καὶ τῆς προσηκούσης τοῖς ἀγαθοῖς εὐφημίας ἐπιλαχεῖν καὶ τοῖς μετ’αὐτὴν ἅπασιν εὐγενείας ἀφορμὴ γενέσθαι. ἀλλ’αὕτη μέν, εἰ καὶ ἀλλόφυλος, ἀλλ’οὖν γε ἐλευθέρα καὶ ἐξ ἐλευθέρων καὶ οὐκ ἀσήμων ἴσως.

223θεράπαιναι δὲ τῶν ὑπὲρ Εὐφράτην ἐν ἐσχατιαῖς τῆς Βαβυλῶνος γεννηθεῖσαι προικίδιαι μὲν ἐδόθησαν γαμουμέναις ταῖς τροφίμαις, ἄξιαι δὲ κριθεῖσαι παρελθεῖν εἰς εὐνὴν ἀνδρὸς σοφοῦ τὸ μὲν πρῶτον ἐκ παλλακίδων εἰς γαμετῶν ὄνομα καὶ σχῆμα παρῆλθον καὶ ἀντὶ θεραπαινίδων ἰσότιμοι ταῖς δεσποίναις ὀλίγου δέω φάναι κατέστησαν ὑπ’ἐκείνων, ὅπερ ἦν ἀπιστότατον, πρὸς τὸ αὐτὸ ἀξίωμα παραπεμφθεῖσαι · φθόνος γὰρ οὐκ εἰσοικίζεται σοφῶν ψυχαῖς, οὗ μὴ παρόντος κοινοπραγοῦσι τῶν ἀγαθῶν.

224οἱ δ’ἐκ τούτων νόθοι παῖδες γνησίων οὐδὲν διήνεγκαν, οὐ μόνον παρὰ τῷ γεννήσαντι θαυμαστὸν γὰρ οὐδέν, εἰ τοῖς μὴ ὁμογαστρίοις πάντων κοινὸς πατὴρ τὴν αὐτὴν εὔνοιαν παρεῖχεν , ἀλλὰ καὶ παρὰ ταῖς μητρυιαῖς · αἱ μὲν γὰρ τὸ πρὸς προγονοὺς μῖσος ἀναιρούμεναι εἰς ἄλεκτον μεθηρμόσαντο κηδεμονίαν ·

225οἱ δὲ προγονοὶ τῇ κατ’ἀντίδοσιν εὐνοίᾳ τὰς μητρυιὰς ὡς φύσει μητέρας ἐξετίμησαν · ἀδελφοίτε μέρει ἡμίσει τοῦ γένους νομισθέντες οὐκ ἐφ’ἡμισείᾳ στέργειν ἀλλήλους ἠξίωσαν, ἀλλ’εἰς τὸ διπλάσιον τὸ τοῦ φιλεῖν καὶ ἀντιφιλεῖσθαι πάθος συναυξήσαντες καὶ τὸ δοκοῦν ὑστερίζειν προσανεπλήρωσαν τοῖς ἐξ ἀμφοῖν γεγονόσιν εἰς ἁρμονίαν καὶ κρᾶσιν ἠθῶν συνδραμεῖν σπουδάσαντες.

4.7

226τί τοίνυν μεταδοτέον τοῖς ὡς ἴδιον ἀγαθὸν τὸ ἀλλότριον, εὐγένειαν, ὑποδυομένοις; οἳ δίχα τῶν εἰρημένων ἐχθροὶ δικαίως ἂν νομισθεῖεν καὶ τοῦ τῶν Ἰουδαίων ἔθνους καὶ τῶν πανταχοῦ πάντων, τοῦ μὲν ὅτι διδόασι τοῖς ὁμοφύλοις ἐκεχειρίαν ὀλιγωρεῖν ὑγιαίνοντος βίου καὶ βεβαίου πεποιθήσει προγονικῆς ἀρετῆς, τῶν δ’ὅτι, κἂν ἐπ’αὐτὴν φθάσωσιν ἀκρότητα καλοκἀγαθίας, οὐδὲν ὠφεληθήσονται διὰ τὸ μὴ τυχεῖν γονέων καὶ πάππων ἀνεπιλήπτων.

227ἧς οὐκ οἶδ’εἴ τις βλαβερωτέρα γένοιτ’ἂν εἰσήγησις, εἰ μήτε τοῖς ἐξ ἀγαθῶν πονηρευομένοις ἐπακολουθήσει τιμωρὸς δίκη μήτε τοῖς ἐκ πονηρῶν ἀγαθοῖς ἕψεται τιμή, τοῦ νόμου δοκιμάζοντος ἕκαστον αὐτὸν ἐφ’ἑαυτοῦ καὶ μὴ συγγενῶν ἀρεταῖς κακίαις ἐπαινοῦντος κολάζοντος.