Philo Judaeus

On the Virtues, 2

2.1

51τὴν δ’εὐσεβείας συγγενεστάτην καὶ ἀδελφὴν καὶ δίδυμον ὄντως ἑξῆς ἐπισκεπτέον φιλανθρωπίαν, ἧς ἐρασθεὶς ὡς οὐκ οἶδ’εἴ τις ἕτερος προφήτης τῶν νόμων ὁδὸν γὰρ οἷα λεωφόρον ἄγουσαν ἐφ’ὁσιότητα ταύτην ἠπίστατο τοὺς ὑπ’αὐτὸν ἅπαντας ἤλειφε καὶ συνεκρότει πρὸς κοινωνίαν, παράδειγμα καλὸν ὥσπερ γραφὴν ἀρχέτυπον στηλιτεύσας τὸν ἴδιον βίον.

52τὰ μὲν οὖν ἐκ πρώτης ἡλικίας ἄχρι γήρως εἰς ἐπιμέλειαν καὶ κηδεμονίαν ἑνὸς ἑκάστου καὶ πάντων ἀνθρώπων πεπραγμένα αὐτῷ δεδήλωται πρότερον ἐν δυσὶ συντάξεσιν, ἃς ἀνέγραψα περὶ τοῦ βίου Μωυσέως. ἑνὸς δὲ δυοῖν ὧν ἐπὶ τελευτῇ κατώρθωσεν ἄξιόν ἐστιν ἐπιμνησθῆναι · δείγματα γάρ ἐστι τῆς συνεχοῦς καὶ ἀδιαστάτου καλοκἀγαθίας, ἣν ἀσύγχυτον ἐνεσφραγίσατο τῇ ψυχῇ χαρακτῆρι θείῳ τυπωθείσῃ.

53ἐπειδὴ γὰρ προθεσμία τῆς θνητῆς ζωῆς ἔμελλεν αὐτῷ περατοῦσθαι καὶ λογίοις ἀριδήλοις ἔγνω τὴν ἐνθένδε μετανάστασιν, οὐδένα τῶν ἄλλων βασιλέων ἰδιωτῶν ἐμιμήσατο, οἷς μία σπουδήτε καὶ εὐχὴ κληρονόμους παῖδας καταλιπεῖν, ἀλλὰ καίτοι πατὴρ γεγονὼς δυοῖν υἱοῖν οὐδετέρῳ τὴν ἀρχὴν ἀπέλιπεν ἡττηθεὶς εὐνοίας συγγενικῆς καὶ πάθους φιλοικείου · καίτοι, εἰ καὶ τὰ τῶν τέκνων δι’ὑποψιῶν ἦν, ἀλλ’ἀδελφιδῶν γοῦν οὐκ ἠπόρει καλῶν κἀγαθῶν, οἳ γέρας ἀρετῆς ἔσχον τὴν ἀνωτάτω ἱερωσύνην.

54ἀλλ’ἴσως μεθέλκειν αὐτοὺς ἀπὸ τῆς θείας λειτουργίας οὐκ ἐδοκίμασεν καὶ ὅπερ εἰκὸς ἐνενόησεν, ὅτι ἀμήχανον τοὺς αὐτοὺς δύνασθαι καλῶς ἀμφοῖν ἐπιτροπεύειν, ἱερωσύνηςτε καὶ βασιλείας, ὧν μὲν ἐπαγγέλλεται θεοῦ θεραπείαν, δ’ἀνθρώπων ἐπιμέλειαν. ἴσως δὲ καὶ κριτὴν αὑτὸν οὐκ ἠξίωσε γενέσθαι πράγματος μεγάλου · μέγιστον δ’ἐστὶ τὸν εὖ πεφυκότα πρὸς ἀρχὴν δοκιμάσαι καὶ σχεδὸν θείας δυνάμεως, μόνῃ καθορᾶν ἦθος ἀνθρώπου ῥᾴδιον.

2.2

55πίστις δὲ σαφεστάτη τοῦ δηλουμένου γένοιτ’ἂν ἥδε. φίλος ἦν αὐτῷ καὶ γνώριμος σχεδὸν ἐκ πρώτης ἡλικίας γενόμενος, Ἰησοῦς ὄνομα, οὗ τὴν φιλίαν προὐξένησεν οὐδὲν τῶν παρὰ τοῖς ἄλλοις εἰωθότων, ἀλλ’ἔρως οὐράνιος καὶ ἀκήρατος καὶ θεῖος ὄντως, ἐξ οὗ πᾶσαν ἀρετὴν φύεσθαι συμβέβηκεν · οὗτος ὁμωρόφιος καὶ ὁμοδίαιτος ἦν αὐτῷ, πλὴν ὁπότε ἐπιθειάσαντι καὶ χρησμῳδουμένῳ προσταχθείη μόνωσις · ὑπηρέτει μέντοι καὶ τὰς ἄλλας ὑπηρεσίας ἀεὶ διαφερόντως τῷ πλήθει, μόνον οὐχ ὕπαρχος ὢν καὶ τὰ τῆς ἡγεμονίας συνδιοικῶν.

56ἀλλὰ καίτοι βάσανον ἀκριβῆ λαβὼν ἐκ μακρῶν χρόνων τῆς ἔντε λόγοις καὶ ἔργοις καλοκἀγαθίας αὐτοῦ καὶ τὸ ἀναγκαιότατον. εὐνοίας τῆς πρὸς τὸ ἔθνος, οὐ δὲ τοῦτον ᾠήθη χρῆναι καταλιπεῖν διάδοχον, δεδιὼς μή ποτε ψευδοδοξῇ νομίζων ἀγαθὸν τὸν οὐκ ὄντα πρὸς ἀλήθειαν, ἐπειδὴ τὰ κριτήρια τῆς ἀνθρωπίνης γνώμης ἀμυδρὰ καὶ ἀβέβαιά πως εἶναι πέφυκεν.

57ὅθεν οὐ προπιστεύων ἑαυτῷ ποτνιᾶται καὶ καθικετεύει τὸν ἀοράτου ψυχῆς ἔφορον θεόν, μόνῳ διάνοιαν ἔξεστιν ἀκριβῶς θεωρεῖν, ἀριστίνδην ἑλέσθαι τὸν ἐπιτηδειότατον εἰς ἡγεμονίαν, ὃς οἷα πατὴρ ἐπιμελήσεται τῶν ὑπηκόων · καὶ τὰς καθαρὰς καὶ ὡς ἂν εἴποι τις τροπικώτερον παρθένους χεῖρας ἀνατείνας εἰς οὐρανόν φησιν ·

58ἐπισκεψάσθω κύριος θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τῆς πληθύος, εἰς ἐπιμέλειαν καὶ προστασίαν ποιμένα ὃς ἀνυπαιτίως ἀφηγήσεται, ἵνα μὴ γένηται σαθρὸν τὸ ἔθνος οἷα ποίμνη σπορὰς ἀγελάρχην οὐκ ἔχουσα.

59καίτοι τίς οὐκ ἂν κατεπλάγη τῶν τότε τῆς εὐχῆς ἀκούσας, τί φῄς εἰπών δέσποτα; οὐκ εἰσὶ μέν σοι γνήσιοι παῖδες, οὐκ εἰσὶ δ’ἀδελφιδοῖ; μάλιστα μὲν τοῖς υἱοῖς κληρονόμοι γὰρ οὗτοι φύσει πρῶτοι κατάλιπε τὴν ἀρχήν, εἰ δ’ἀποδοκιμάζεις, τοῖς γοῦν ἀδελφιδοῖς.

60εἰ δὲ καὶ τούτους ἀνεπιτηδείους ὑπείληφας τὸ ἔθνος προκρίνων τῶν συγγενεστάτων καὶ οἰκειοτάτων, ἀλλ’ἔστι γέ σοι φίλος ἄμεμπτος βάσανον ἀρετῆς τελείας δεδωκώς σοι τῷ πανσόφῳ · τί δὴ τοῦτον, εἰ μὴ γένους ἀλλὰ καλοκἀγαθίας αἵρεσίς ἐστιν, οὐκ ἀξιοῖς δοκιμάζειν;

61ἀλλ’ἀποφανεῖται ὅτι πάντων μὲν κριτὴν ποιεῖσθαι θέμις θεόν, διαφερόντως δὲ τῶν μεγάλων, ἐν οἷς τὸ εὖ γε χεῖρον μυρίους ὅσους εἰς εὐδαιμονίαν ἤγαγεν τοὐναντίον εἰς κακοδαιμονίαν. μεῖζον δ’οὐδὲν ἀρχῆς, τὰ πόλεων καὶ χωρῶν ὅσα κατὰ πόλεμον κατ’εἰρήνην ἐπιτέτραπται · ὡς γὰρ πρὸς εὔπλοιαν ἀγαθοῦ καὶ τὴν γνώμην καὶ τὴν ἐπιστήμην δεῖ κυβερνήτου, τὸν αὐτὸν τρόπον καὶ πρὸς εὐνομίαν ὑπηκόων τῶν ἑκασταχοῦ χρεία πανσόφου τινὸς ἡγεμόνος.

62σοφίαν δὲ πρεσβυτέραν οὐ μόνον τῆς ἐμῆς γενέσεως ἀλλὰ καὶ τῆς τοῦ κόσμου παντὸς οὖσαν οὔτε θέμις οὔτε δυνατὸν ἄλλῳ τῳ κρίνειν ἀλλ’ τῷ θεῷ καὶ τοῖς ἀδόλως καὶ καθαρῶς καὶ γνησίως αὐτῆς ἐρῶσιν.

63ἐδιδάχθην δ’ἀπ’ἐμαυτοῦ μη δ’ἄλλον τινὰ τῶν ἐπιτηδείων εἶναι δοκούντων εἰς ἀρχὴν δοκιμάσαι. τὴν γοῦν ἐπιμέλειαν καὶ προστασίαν τῶν κοινῶν οὔτ’αὐτὸς ἐθελοντὴς εἱλόμην οὔθ’ὑπ’ἄλλου τινὸς ἀνθρώπων χειροτονηθεὶς ἔλαβον, ἀλλὰ καὶ τοῦ θεοῦ χρησμοῖς ἐναργέσι καὶ λογίοις ἀριδήλοις ἐμφανῶς θεσπίζοντος καὶ προστάττοντος ἄρχειν ἀνεδυόμην ἱκετεύων καὶ ποτνιώμενος, εἰς τὸ μέγεθος ἀφορῶν τοῦ πράγματος, ἕως, ἐπειδὴ πολλάκις ἐκέλευε, δείσας ἐπειθάρχησα.

64πῶς οὖν οὐκ ἄτοπόν ἐστι μὴ τοῖς αὐτοῖς ἴχνεσιν ἐπακολουθῆσαι καὶ χρησάμενον ὅτ’ἔμελλον ἄρχειν δοκιμαστῇ θεῷ πάλιν ἐπ’αὐτῷ μόνῳ θέσθαι τὴν χειροτονίαν τοῦ διαδόχου, μὴ συνεφαψαμένης ἀνθρωπίνης γνώμης, τὸ εἰκὸς συγγενέστερόν ἐστι τοῦ ἀληθοῦς, ἄλλωςτε καὶ τῆς προστασίας οὐκ ἐπὶ τῷ τυχόντι ἔθνει γενησομένης, ἀλλὰ πολυανθρωποτάτῳ μὲν τῶν ἁπανταχοῦ πάντων, ἐπάγγελμα δὲ ἐπαγγελλομένῳ μέγιστον, ἱκεσίαν τοῦ ὄντως ὄντος, ὅς ἐστι ποιητὴς τῶν ὅλων καὶ πατήρ;

65ὅπερ γὰρ ἐκ φιλοσοφίας τῆς δοκιμωτάτης περιγίνεται τοῖς ὁμιληταῖς αὐτῆς, τοῦτο διὰ νόμων καὶ ἐθῶν Ἰουδαίοις, ἐπιστήμη τοῦ ἀνωτάτω καὶ πρεσβυτάτου πάντων αἰτίου, τὸν ἐπὶ τοῖς γενητοῖς θεοῖς πλάνον ἀπωσαμένοις · γενητὸς γὰρ οὐδεὶς ἀληθείᾳ θεός, ἀλλὰ δόξῃ μόνον, τὸ ἀναγκαιότατον ἀφῃρημένος, ἀιδιότητα.

2.3

66τοῦτο μὲν δὴ πρῶτον ἐναργέστατον δεῖγμα τῆς πρὸς ἅπαν τὸ ὁμόφυλον αὐτοῦ φιλανθρωπίας καὶ πίστεως · ἕτερον δὲ τοῦ λεχθέντος οὐκ ἀποδέον. ἐπειδὴ γὰρ ἀριστίνδην φοιτητὴς αὐτοῦ καὶ μιμητὴς τῶν ἀξιεράστων ἠθῶν Ἰησοῦς ἄρχων ἐδοκιμάσθη κριτηρίοις θείοις, οὐχ ὥσπερ ἂν ἕτερος ἐπὶ τῷ μὴ τοὺς υἱοὺς τοὺς ἀδελφιδοῦς αἱρεθῆναι κατήφησεν, ἀλλὰ ὑποπλησθεὶς ἀλέκτου χαρᾶς, ὅτι μελλήσοι τὸ ἔθνος ἐπιτρόπῳ χρῆσθαι τὰ πάντα ἀρίστῳ καλὸν γὰρ κἀγαθὸν ἐξ ἀνάγκης ᾔδει τὸν εὐάρεστον θεῷ , λαβόμενος τῆς τούτου δεξιᾶς καὶ παραγαγὼν αὐτὸν εἰς ἠθροισμένον τὸ πλῆθος, μηδὲν περὶ τῆς αὑτοῦ τελευτῆς εὐλαβηθείς, ἀλλὰ ταῖς ἀρχαίαις εὐφροσύναις νέας ἑτέρας προσειληφὼς οὐ μόνον διὰ μνήμην τῶν πρότερον εὐπαθειῶν, αἷς κατακόρως διὰ παντὸς εἴδους ἀρετῆς ἐνετρύφησεν, ἀλλὰ καὶ διὰ τὴν ἐλπίδα τοῦ μέλλειν ἀθανατίζεσθαι μεταβαλὼν ἐκ φθαρτοῦ βίου εἰς ἄφθαρτον, ἱλαραῖς ὄψεσιν ἐκ τῆς κατὰ ψυχὴν εὐθυμίας φαιδρὸς καὶ γεγηθώς φησιν ·

68ἐμοὶ μὲν ἀπαλλάττεσθαι καιρὸς ἤδη τῆς ἐν σώματι ζωῆς · δὲ τῆς ὑμετέρας ἐπιτροπῆς διάδοχος οὗτός ἐστιν αἱρεθεὶς ὑπὸ θεοῦ · καὶ τὰ χρησθέντα λόγια τῆς δοκιμασίας εὐθὺς ἐπεῖπεν, οἷς ἐπίστευσαν.

69καὶ πρὸς τὸν Ἰησοῦν ἀποβλέψας ἀνδραγαθίζεσθαι παραινεῖ καὶ σφόδρα ἰσχύειν ἐν ταῖς εὐβουλίαις, ἀγαθὰς μὲν γνώμας εἰσηγούμενον, ἀνενδότοις δὲ καὶ ἐρρωμένοις λογισμοῖς τὰ γνωσθέντα καλῶς τελειοῦντα. καὶ ταῦτ’ἔλεγεν ἴσως οὐ δεομένῳ παραινέσεως, ἀλλὰ τὸ φιλάλληλον καὶ φιλοεθνὲς πάθος οὐ στέγων, ὑφ’οὗ τρόπον τινὰ κεντριζόμενος συνοίσειν ἐνόμιζεν ἀπεγύμνου.

70ἦν δὲ καὶ χρησμὸς αὐτῷ παρακαλέσαι τὸν διάδοχον καὶ εὐθαρσέστατον ἀπεργάσασθαι πρὸς τὴν τοῦ ἔθνους ἐπιμέλειαν, τὸ βάρος μὴ καταδείσαντα τῆς ἀρχῆς, ἵνα τοῖς ἔπειτα γένηται κανὼν καὶ νόμος ἅπασιν ἡγεμόσι πρὸς ἀρχέτυπον παράδειγμα Μωυσῆν ἀποβλέπουσι καὶ μηδεὶς φθονῇ βουλευμάτων ἀγαθῶν τοῖς διαδόχοις, ἀλλ’ὑποθήκαις καὶ παραινέσεσι τὰς ψυχὰς αὐτῶν ἀλείφωσι καὶ συγκροτῶσι.

71δύναται γὰρ ἀνδρὸς ἀγαθοῦ παραίνεσις ἀναπεπτωκότας ταῖς γνώμαις ἐγεῖραι καὶ διάρασα εἰς ὕψος ἐπάνω τῶν καιρῶν καὶ τῶν πραγμάτων ἱδρύσασθαι φρόνημα γενναῖον καὶ ἀκατάπληκτον ἐνθεῖσα.

72τὰ δὲ ἁρμόττοντα τοῖςτε ὑπηκόοις καὶ τῷ κληρονόμῳ τῆς ἡγεμονίας διαλεχθεὶς ἄρχεται τὸν θεὸν ὑμνεῖν μετ’ᾠδῆς, τελευταίαν αὐτῷ βίου τοῦ μετὰ σώματος εὐχαριστίαν ἀποδιδούς, ἀνθ’ὧν ἀπὸ γενέσεως ἄχρι γήρως καιναῖς καὶ οὐ ταῖς ἐν ἔθει χάρισιν εὐηργετεῖτο ·

73καὶ συναγαγὼν ἄθροισμα θεῖον, τὰ στοιχεῖα τοῦ παντὸς καὶ τὰ συνεκτικώτατα μέρη τοῦ κόσμου, γῆντε καὶ οὐρανόν, τὴν μὲν θνητῶν ἑστίαν, τὸν δὲ ἀθανάτων οἶκον, ἐν μέσοις τὰς ὑμνῳδίας ἐποιεῖτο διὰ παντὸς ἁρμονίας καὶ συμφωνίας εἴδους, ἵνα κατακούσωσιν ἄνθρωποίτε καὶ ἄγγελοι λειτουργοί, οἱ μὲν ὡς γνώριμοι, πρὸς τὴν τῆς ὁμοίας εὐχαρίστου διαθέσεως διδασκαλίαν, οἱ δ’ὡς ἔφοροι θεασάμενοι κατὰ τὴν σφῶν ἐμπειρίαν, μή τι τῆς ᾠδῆς ἐκμελές, καὶ ἅμα διαπιστοῦντες, εἴ τις ἄνθρωπος ὢν ἐνδεδεμένος σώματι φθαρτῷ δύναται τὸν αὐτὸν τρόπον ἡλίῳ καὶ σελήνῃ καὶ τῷ τῶν ἄλλων ἀστέρων πανιέρῳ χορῷ μεμουσῶσθαι τὴν ψυχὴν πρὸς τὸ θεῖον ὄργανον, τὸν οὐρανὸν καὶ τὸν σύμπαντα κόσμον, ἁρμοσάμενος.

75ταχθεὶς δ’ἐν τοῖς κατὰ τὸν αἰθέρα χορευταῖς ἱεροφάντης ἀνεκεράσατο ταῖς πρὸς θεὸν εὐχαρίστοις ὑμνῳδίαις τὰ γνήσια πάθη τῆς πρὸς τὸ ἔθνος εὐνοίας, ἐν οἷς ἦσαν ἔλεγχοι παλαιῶν ἁμαρτημάτων, αἱ πρὸς τὸν παρόντα καιρὸν νουθεσίαι καὶ σωφρονισμοί, παραινέσεις αἱ πρὸς τὰ μέλλοντα διὰ χρηστῶν ἐλπίδων, αἷς ἐπακολουθεῖν ἀναγκαῖον αἴσια τέλη.

2.4

76ὡς δ’ἐτέλεσε τὰς χορείας ὁσιότητι καὶ φιλανθρωπίᾳ τρόπον τινὰ συνυφασμένας, ἤρξατο μεταβάλλειν ἐκ θνητῆς ζωῆς εἰς ἀθάνατον βίον κἀκ τοῦ κατ’ὀλίγον συνῃσθάνετο τῆς τῶν ἐξ ὧν συνεκέκρατο διαζεύξεως, τοῦ μὲν σώματος ὀστρέου δίκην περιπεφυκότος περιαιρουμένου, τῆς δὲ ψυχῆς ἀπογυμνουμένης καὶ τὴν κατὰ φύσιν ἐνθένδε ποθούσης μετανάστασιν.

77εἶθ’ἑτοιμασάμενος τὰ πρὸς ἔξοδον οὐ πρότερον ἐστείλατο τὴν ἀποικίαν τὰς τοῦ ἔθνους φυλὰς ἁπάσας εὐχαῖς ἐναρμονίοις γερᾶραι διὰ τῆς τῶν φυλαρχῶν κατακλήσεως · ἃς ὅτι τελεσφορηθήσονται πιστευτέον · τε γὰρ εὐξάμενος θεοφιλὴς τε θεὸς φιλάνθρωπος ὑπὲρ ὧντε αἱ αἰτήσεις εὐπατρίδαι καὶ εὐγενεῖς τὴν ἀνωτάτω τεταγμένοι τάξιν, ὑπὸ στρατάρχῃ τῷ ποιητῇ πάντων καὶ πατρί.

78

79μόνος γὰρ Μωυσῆς τὴν πρὸς τὰ θεῖα, ὡς ἔοικεν, ἐξ ἀρχῆς τὸ σύμπαν ἔθνος ὑπολαβὼν ἔχειν ἀναγκαιοτάτην συγγένειαν, πολὺ γνησιωτέραν τῆς ἀφ’αἵματος, πάντων ἀγαθῶν ὧν δὴ ἀνθρωπίνη φύσις χωρεῖ κληρονόμον ἀπέφηνεν, μὲν αὐτὸς εἶχεν, ἐξ ἑτοίμου διδούς, δὲ μὴ κέκτητο, τὸν θεὸν ἱκετεύων παρασχεῖν, εἰδὼς τὰς τῶν χαρίτων αὐτοῦ πηγὰς ἀενάους μὲν οὔσας, οὐ πᾶσι δ’ἀνειμένας, ἀλλὰ μόνοις ἱκέταις · ἱκέται δ’εἰσὶν οἱ καλοκἀγαθίας ἐρῶντες, οἷς ἀρύτεσθαι θέμις ἀπὸ τῶν ἱερωτάτων πηγῶν διψῶσι σοφίας.

2.5

80τὰ μὲν οὖν δείγματα τῆς τοῦ νομοθέτου φιλανθρωπίας καὶ κοινωνίας, ἐχρήσατο καὶ δι’εὐμοιρίαν φύσεως ἀγαθῆς κἀκ τῆς τῶν ἱερῶν λογίων ὑφηγήσεως, μεμήνυται. λεκτέον δὲ καὶ τοῖς ἔπειτα διετάξατο, εἰ καὶ μὴ πάντα οὐ γὰρ ῥᾴδιον , τὰ γοῦν ἀγχίσπορα καὶ ἐγγυτάτω τῶν ἐκείνου βουλευμάτων.

81τὸ γὰρ ἐπιεικὲς καὶ ἥμερον οὐκ ἐν ταῖς πρὸς ἀνθρώπους αὐτὸ μόνον ἱδρύεται κοινωνίαις, ἀλλ’ἐπιδαψιλευόμενος ἀναχεῖ πλουσίως αὐτὸ καὶ τείνει πρόςτε τὰς τῶν ἀλόγων ζῴων φύσεις καὶ πρὸς τὰς τῶν ἡμέρων δένδρων ἰδέας. δὲ περὶ ἑκάστων ἐνομοθέτησε, λεκτέον ἐν μέρει τὴν ἀρχὴν ποιησάμενον ἀπ’ἀνθρώπων.

2.6

82ἀπαγορεύει τοίνυν ἀδελφῷ δανείζειν, ἀδελφὸν ὀνομάζων οὐ μόνον τὸν ἐκ τῶν αὐτῶν φύντα γονέων, ἀλλὰ καὶ ὃς ἂν ἀστὸς καὶ ὁμόφυλος , τόκους ἐπὶ χρήμασιν οὐ δικαιῶν ἐκλέγειν ὡς ἀπὸ θρεμμάτων ἔγγονα.

83καὶ προτρέπει μὴ διὰ τοῦτ’ἀναδύεσθαι καὶ συμβάλλειν ὀκνηρότερον, ἀλλ’ἀνειμέναις χερσὶ καὶ γνώμαις μάλιστα μὲν χαρίζεσθαι τοῖς δεομένοις, λογιζομένους ὅτι καὶ χάρις τρόπον τινὰ δάνειόν ἐστιν, ἀποδοθησόμενον ἐν καιρῷ βελτίονι ἄνευ ἀνάγκης ἑκουσίῳ διαθέσει τοῦ λαβόντος, εἰ δὲ μὴ βούλοιντο δωρεῖσθαι, κιχράναι γοῦν ἑτοιμότατα καὶ προθυμότατα, μηδὲν ἔξω τῶν ἀρχαίων ἀποληψομένους.

84οὕτως γὰρ οὔθ’οἱ πένητες ἔμελλον ἀπορώτεροι γίνεσθαι, πλείονα ὧν ἔλαβον εἰσφέρειν ἀναγκαζόμενοι, οὔθ’οἱ συμβάλλοντες ἀδικεῖσθαι, προήκαντο μόνα κομιζόμενοι · καίτοι γε οὐ μόνα · σὺν γὰρ τοῖς ἀρχαίοις ἀντὶ τόκων οὓς λαβεῖν οὐκ ἠξίωσαν ἐπεισφέρονται τὰ κάλλιστα καὶ τιμιώτατα τῶν ἐν ἀνθρώποις, ἡμερότητα, κοινωνίαν, χρηστότητα, μεγαλόνοιαν, εὐφημίαν, εὔκλειαν · οἷς τίς κτῆσις ἐφάμιλλος;

85ἀπορώτατος μὲν οὖν καὶ μέγας βασιλεὺς ἀναφανεῖται κατὰ σύγκρισιν μιᾶς ἀρετῆς · τοῦ μὲν γὰρ πλοῦτος ἄψυχος ἐν ταμείοις καὶ μυχοῖς γῆς κατορωρυγμένος, ἀρετῆς δ’ἐν ψυχῆς τῷ ἡγεμονικῷ · μεταποιεῖται δὲ αὐτοῦ καὶ τὸ καθαρώτατον τῆς οὐσίας, οὐρανός, καὶ γεννητὴς τῶν συμπάντων θεός. ἔτι τοίνυν τὴν ὀβολοστατῶν καὶ τοκογλύφων εὔπορον ἀπορίαν ἐν λόγῳ θετέον τῶν πολυχρύσων δοκούντων εἶναι βασιλέων οὐ δ’ὄναρ ἑωρακότων τὸν βλέποντα πλοῦτον;

86εἰσὶ δ’οἳ τοσαύτῃ κέχρηνται μοχθηρίας ὑπερβολῇ, ὥστε οὐκ ἔχοντες ἀργύριον τροφὰς δανείζουσιν ὡς πλείους ὧν ἔδοσαν αὖθις κομιζόμενοι. ταχύ γ’ἂν οὗτοι μεταιτοῦσιν ἔρανον παράσχοιεν λιμὸν ἐν εὐθηνίᾳ καὶ εὐετηρίᾳ κατασκευάζοντες καὶ τὴν ἀθλίων ἀνθρώπων γαστρὸς ἔνδειαν προσοδευόμενοι καὶ μόνον οὐκ ἐπὶ τρυτάνης ἱστάντες σιτία καὶ ποτά, μὴ καθέλκῃ ῥοπή.

87τοῖς οὖν μεθέξουσι τῆς καθ’αὑτὸν ἱερᾶς πολιτείας ἀναγκαίως παραγγέλλει τὰς ἰδέας τῶν τοιούτων πόρων ἐκτρέπεσθαι · δουλοπρεποῦς γὰρ καὶ σφόδρα ἀνελευθέρου ψυχῆς τὰ ἐπιτηδεύματα μεταβεβληκυίας εἰς ἀγριότητα καὶ θηρίων φύσιν.

2.7

88ἕν τι τῶν εἰς φιλανθρωπίαν τεινόντων παράγγελμα κἀκεῖνο διατάττεται, μισθὸν πένητος αὐθημερὸν ἀποδιδόναι, οὐ μόνον ὅτι τὴν χρείαν ἐφ’ἣν παρελήφθη παρασχόντα δίκαιον ἦν τὸν ἐπὶ τῇ ὑπηρεσίᾳ μισθὸν ἀνυπερθέτως ἀπολαβεῖν, ἀλλ’ὅτι καί, ὡς εἶπόν τινες, ἐφημερόβιος ὢν χειροτέχνης ἀχθοφόρος, ὅλῳ τῷ σώματι κακοπαθῶν ὑποζυγίου τρόπον, ἐπὶ τῷ μισθῷ τέθειται τὴν ἐλπίδα · ὃν εἰ μὲν εὐθὺς κομίσαιτο, γήθει καὶ ῥώννυται πρὸς τὴν ἐπιοῦσαν προθυμίᾳ διπλασίονι ἐργασόμενος, εἰ δὲ μὴ κομίσαιτο, πρὸς τῷ σφόδρα ἄχθεσθαι καὶ τοὺς τόνους ὑπὸ λύπης ἐκλυθεὶς ἀναπέπτωκεν, ὡς ἀδυνατεῖν πρὸς τὰ ἐν ἔθει τῶν ἔργων ἀπαντᾶν.

2.8

89ἔτι φησί · δανειστὴς μὴ ἐπεισίτω χρεωστῶν οἰκίαις ἐνέχυρόν τι καὶ ῥύσιον ἐπὶ τῷ δανείῳ μετὰ βίας ληψόμενος, ἀλλ’ἐν προθύροις ἔξω παρεστὼς ἀναμενέτω κελεύων ἡσυχῇ προφέρειν. οἱ δέ, ἂν ἔχωσι, μὴ ἀναδυέσθωσαν, εἴ γε ἁρμόττει τὸν μὲν μὴ τῷ δύνασθαι καταχρῆσθαι πρὸς τὸ αὐθαδέστερον ἐφ’ὕβρει τῶν δανεισαμένων, τοὺς δὲ πρὸς ὑπόμνησιν τῆς τῶν ἀλλοτρίων ἀποδόσεως ἄξια παρέχειν ἐνέχυρα.

2.9

90τίς γε μὴν οὐκ ἂν ἀγάσαιτο τοῦ περὶ τοὺς θεριστὰς τρυγητὰς διατάγματος; κελεύει γὰρ ἐν μὲν τῷ ἀμήτῳ μήτε τὰ ἀποπίπτοντα τῶν δραγμάτων ἀναιρεῖσθαι μήτε πάντα τὸν σπόρον κείρειν, ἀλλ’ὑπολείπεσθαί τι τοῦ κλήρου μέρος ἄτμητον, ἅμα μὲν τοὺς εὐπόρους μεγαλόφρονας καὶ κοινωνικοὺς κατασκευάζων ἐκ τοῦ τι προϊέναι τῶν ἰδίων καὶ μὴ πᾶσι προσκεχηνέναι καὶ πάντα συμφορεῖν καὶ συγκομίζειν οἴκαδε θησαυροφυλακήσοντας, ἅμα δὲ τοὺς πένητας εὐθυμοτέρους ἀπεργαζόμενος · ἐπειδὴ γὰρ κτημάτων ἰδίων ἀποροῦσιν, ἐφίησιν αὐτοῖς εἰς τὰ τῶν ὁμοφύλων εἰσιέναι κἀκ τῶν ὑπολειφθέντων ὡς οἰκείων ἀμᾶν.

91ἐν δὲ καιρῷ τῆς ὀπώρας πάλιν δρεπομένοις κληρούχοις προστάττει μήτε ῥῶγας ἀποπιπτούσας συλλέγειν μήτε ἐπανατρυγᾶν ἀμπελῶνας. τὰ δ’αὐτὰ καὶ τοῖς ἐλαιαλογοῦσι διατάττεται, καθάπερ φιλοστοργότατος καὶ δικαιότατος πατὴρ οὐχὶ ταῖς αὐταῖς εὐπραγίαις κεχρημένων παίδων, ἀλλὰ τῶν μὲν ἐν περιουσίᾳ ζώντων, τῶν δ’εἰς ἀπορίαν ἐσχάτην περιηκόντων, οὓς ἐλεῶν καὶ οἰκτείρων ἐπὶ τὰ κτήματα τῶν ἀδελφῶν καλεῖ μεθέξοντας ὡς ἰδίων τῶν ἀλλοτρίων, οὐκ ἀναισχύντως ἀλλ’εἰς ἐπανόρθωσιν ἐνδείας, καὶ οὐ μόνον καρποῦ μετουσίας ἀλλὰ καὶ κτημάτων ὅσα τῷ δοκεῖν.

92εἰσὶ δ’οἳ οὕτως ῥυπῶσι τὰς διανοίας προστετηκότες ἀργυρισμῷ καὶ δυσθανατῶντες περὶ πᾶσαν ἰδέαν κέρδους, τὸ πόθεν ἂν γένοιτο μὴ σκεπτόμενοι, ὥστε ἐπανατρυγῶσι μὲν τοὺς ἀμπελῶνας καὶ ἐλαιῶνας, τὴν δὲ κριθοφόρον καὶ σιτοφόρον γῆν ἀναθερίζουσι, τὴν δουλοπρεπῆ καὶ ἀνελεύθερον μικροψυχίαν αὑτῶν ἐλέγχοντες καὶ ἅμα ἀσεβοῦντες.

93ὀλίγα μὲν γὰρ αὐτοὶ τῶν εἰς γεωργίαν παρέσχον, τὰ δὲ πλεῖστα καὶ ἀναγκαιότατα τῶν εἰς καρποφορίαν καὶ εὐγονίαν φύσις, καιρίους ὑετούς, ἀέρος εὐκρασίας, τὰς τιθηνοὺς τῶν φυομένων συνεχεῖς καὶ μαλακὰς δρόσους, ζωτικωτάτας αὔρας, ὡρῶν τῶν ἐτησίων ἀζημίους γενέσεις, ὡς μήτε θέρος περιφλέγοι μήτε κρυμὸς περιψύχοι μήτ’ἔαρος καὶ μετοπώρου τροπαὶ βλάπτοιεν τὰ γεννώμενα.

94καὶ ταῦτ’εἰδότες καὶ ὁρῶντες ἀεὶ τὴν φύσιν τελεσιουργοῦσαν καὶ πλουσίαις χάρισι δωρουμένην ὅμως τὰς ἐκείνης εὐεργεσίας σφετερίζεσθαι τολμῶσι καὶ ὡς αὐτοὶ πάντων αἴτιοι μεταδιδόασιν οὐδενὸς οὐδενί, μισανθρωπίαν ὁμοῦ καὶ ἀσέβειαν ἀσκοῦντες. οὕς, ἐπειδὴ γνώμαις ἑκουσίοις ἀρετὴν οὐ διεπόνησαν, ἄκοντας νουθετεῖ καὶ σωφρονίζει νόμοις ἱεροῖς, οἷς μὲν σπουδαῖος ἐθελοντής, δὲ μοχθηρὸς ἄκων πειθαρχεῖ.

2.10

95κελεύουσιν οἱ νόμοι δεκάτας μὲν ἀπότε σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ θρεμμάτων ἡμέρων καὶ ἐρίων ἀπάρχεσθαι τοῖς ἱερωμένοις, ἀπὸ δὲ τῆς κατ’ἀγροὺς ὀπώρας καὶ τῶν ἄλλων ἀκροδρύων κατὰ τὸ ἀνάλογον τῆς κτήσεως ἐν ταλάροις πλήρεσι κομίζειν σὺν ᾠδαῖς εἰς τὸν θεὸν πεποιημέναις, ἃς ἀναγράπτους στηλιτεύουσιν αἱ ἱερώταται βίβλοι, καὶ προσέτι βοῶν καὶ προβάτων καὶ αἰγῶν τὰ πρωτότοκα μὴ ὥσπερ ἴδια κατατάττειν ἐν ταῖς ἀγέλαις, ἀλλὰ καὶ ταῦτα νομίζειν ἀπαρχάς, ὅπως ἐξεθιζόμενοι τῇ μὲν τιμᾶν τὸ θεῖον τῇ δὲ μὴ πάντα κερδαίνειν εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ ταῖς ἀρετῶν ἡγεμονίσιν ἐπικοσμῶνται.

96πάλιν ἐὰν ἴδῃς, φησί, τινὸς τῶν οἰκείων φίλων συνόλως ὧν οἶδας ἀνθρώπων ὑποζύγιον ἐν ἐρημίᾳ πλανώμενον, ἀπαγαγὼν ἀπόδος · κἂν ἄρα τύχῃ μακρὰν ἀφεστὼς δεσπότης, μετὰ τῶν σαυτοῦ διαφύλαξον, ἄχρις ἂν ἐπανελθὼν κομίσηται παρακαταθήκην ἣν οὐκ ἔδωκεν, ἀλλ’ἣν αὐτὸς ἐξευρὼν ἕνεκα φυσικῆς κοινωνίας ἀποδίδως.

2.11

97τὰ δὲ περὶ τοῦ ἑβδόμου ἔτους νομοθετηθέντα, καθ’ δεῖ τὴν μὲν χώραν ἀνίεσθαι πᾶσαν ἀργὴν ἀφιεμένην, τοὺς δὲ πένητας ἀδεῶς τοῖς τῶν πλουσίων χωρίοις ἐπιβατεύειν δρεψομένους τὸν ἀπαυτοματισθέντα καρπόν, δώρημα φύσεως, ἆρ’οὐ χρηστὰ καὶ φιλάνθρωπα;

98ἑξαετίαν, φησίν, ἀπολαυέτωσαν οἱ κτήτορες ἀνθ’ὧν ἐκτήσαντο καὶ ἐγεωπόνησαν, ἕνα δὲ ἐνιαυτὸν ἕβδομον οἱ ἀκτήμονες καὶ ἀχρήματοι, μηδενὸς τῶν κατὰ γεωργίαν ἐπιτελεσθέντος · ἄδικον γὰρ ἦν, ἑτέρους μὲν πονεῖν, ἑτέρους δὲ καρποῦσθαι · ἀλλ’ἵνα τρόπον τινὰ τῶν χωρίων ἀδεσπότων ἐαθέντων, μὴ συνεφαψαμένης γεωργίας, ἄρτιαι καὶ πλήρεις αἱ χάριτες ἐκ θεοῦ μόνου γίνωνται προαπαντῶσαι τοῖς δεομένοις.

99τί δ’ὅσα περὶ τοῦ πεντηκοστοῦ ἐνιαυτοῦ διατέτακται, οὐχὶ πᾶσαν ὑπερβάλλει φιλανθρωπίαν; καὶ τίς οὐκ ἂν εἴποι τῶν μὴ χείλεσιν ἄκροις ἀπογευσαμένων τῆς νομοθεσίας, ἀλλ’ἐπὶ πλέον ἑστιαθέντων καὶ ἐντρυφησάντων ἡδίστοις ἅμα καὶ καλλίστοις δόγμασιν;

100ἐπιτελεῖται μὲν γὰρ καὶ τῷ ἑβδόμῳ, προσείληφε δὲ ἔτι μείζονα, ἀνάληψιν τῶν ἰδίων κτημάτων, διὰ καιροὺς ἀβουλήτους παρεχώρησαν ἑτέροις · οὔτε γὰρ παγκτησίαν ἔχειν τῶν ἀλλοτρίων ἐφίησι, τὰς εἰς πλεονεξίαν ἐπιφράττων ὁδοὺς ἕνεκα τοῦ στεῖλαι τὴν ἐπίβουλον καὶ πάντων κακῶν αἰτίαν ἐπιθυμίαν, οὔτε τοὺς κληρούχους εἰς ἅπαν ᾠήθη χρῆναι τῶν οἰκείων ἀποστερεῖσθαι, πενίᾳ διδόντας δίκας, ἣν κολάζεσθαι μὲν οὐ θέμις, ἐλεεῖσθαι δὲ ἀναγκαῖον.

101ἔστι δὲ καὶ ἄλλα μυρία τῶν ἐν μέρει διατεταγμένων πρὸς τοὺς ὁμοεθνεῖς χρηστὰ καὶ φιλάνθρωπα, ὧν ἀποχρώντως ἐν ταῖς προτέραις συντάξεσιν ἐπιμνησθεὶς ἀρκεσθήσομαι τοῖς ἀρτίως εἰρημένοις, δείγματος ἕνεκα καιρίως προσπαρέλαβον.

2.12

102νομοθετήσας δὲ περὶ τῶν ὁμοεθνῶν καὶ τοὺς ἐπηλύτας οἴεται δεῖν προνομίας τῆς πάσης ἀξιοῦσθαι, γενεὰν μὲν τὴν ἀφ’αἵματος καὶ πατρίδα καὶ ἔθη καὶ ἱερὰ καὶ ἀφιδρύματα θεῶν γέρατε καὶ τιμὰς ἀπολελοιπότας, καλὴν δ’ἀποικίαν στειλαμένους τὴν ἀπὸ τῶν μυθικῶν πλασμάτων πρὸς τὴν ἀληθείας ἐνάργειαν καὶ τὸν σεβασμὸν τοῦ ἑνὸς καὶ ὄντως ὄντος θεοῦ.

103κελεύει δὴ τοῖς ἀπὸ τοῦ ἔθνους ἀγαπᾶν τοὺς ἐπηλύτας, μὴ μόνον ὡς φίλους καὶ συγγενεῖς ἀλλὰ καὶ ὡς ἑαυτούς, κατάτε σῶμα καὶ ψυχήν, κατὰ μὲν σῶμα ὡς οἷόντε κοινοπραγοῦντας, κατὰ δὲ τὴν διάνοιαν τὰ αὐτὰ λυπουμένουςτε καὶ χαίροντας, ὡς ἐν διαιρετοῖς μέρεσιν ἓν εἶναι ζῷον δοκεῖν, ἁρμοζομένης καὶ συμφυὲς ἀπεργαζομένης τῆς κατ’αὐτὸ κοινωνίας.

104οὐκέτ’ἂν εἴποιμι περὶ σιτίων καὶ ποτῶν καὶ ἐσθῆτος καὶ τῶν ἄλλων ὅσα περὶ δίαιταν καὶ τὰς ἀναγκαίας χρείας, τοῖς ἐπηλύτοις δίδωσιν νόμος παρὰ τῶν αὐτοχθόνων · ἕπεται γὰρ ταῦτα πάντα θεσμοῖς τοῖς τῆς εὐνοίας τοῦ στέργοντος ὁμοίως τὸν ἐπήλυτον ὡς ἑαυτόν.

2.13

105ἔτι τοίνυν ἐπιτείνων καὶ ἐπελαύνων ὁλκὸν φύσει πρᾶγμα, φιλανθρωπίαν, διατάττεται καὶ περὶ μετοίκων, ἀξιῶν τοὺς μετανάστας ἐν καιροῖς γενομένους ἀπονέμειν τινὰ τοῖς ὑποδεξαμένοις τιμήν, εὖ μὲν πεποιηκόσι καὶ φιλοξένως προσενεχθεῖσι πᾶσαν, εἰ δὲ μηδὲν ἔξω τῆς ὑποδοχῆς παράσχοιεν, μετριωτέραν · τὸ γὰρ ἐνορμίσασθαι πόλει μηδὲν προσηκούσῃ, μᾶλλον δὲ καὶ τὸ ἐπιβῆναι ἐδάφους αὐτὸ μόνον ἀλλοτρίου καθ’αὑτὸ δωρεά τίς ἐστιν ἀποχρῶσα τοῖς μὴ δυναμένοις τὴν ἰδίαν οἰκεῖν.

106 δέ γε προσυπερβάλλων τοὺς ἐπιεικείας ὅρους αὐτῆς οἴεται δεῖν καὶ τοῖς κακῶς πεποιηκόσι τῶν ξενοδόχων μὴ μνησικακεῖν, εἰ καὶ μὴ τὰς πράξεις, ὄνομα γοῦν ἔχουσι φιλάνθρωπον. ἄντικρυς γοῦν φησιν · οὐ βδελύξῃ Αἰγύπτιον, ὅτι πάροικος ἐγένου κατ’Αἴγυπτον.

107καίτοι τί κακὸν παρέλιπον οἱ Αἰγύπτιοι, μὴ τῷ ἔθνει προσετρίψαντο, νέα παλαιοῖς συνυφαίνοντες ἀεὶ κεκαινουργημέναις ἐπινοίαις εἰς ὠμότητα; ἀλλ’ὅμως ἐπειδὴ τὴν ἀρχὴν ἐδέξαντο τὰς πόλεις οὐκ ἀποκλείσαντες οὐ δὲ τὴν χώραν ἄβατον τοῖς ἥκουσι παρασκευάσαντες, ἐχέτωσαν προνομίαν, φησί, τῆς ὑποδοχῆς τὸ ἔνσπονδον ·

108 κἂν εἴ τινες ἐθελήσειαν αὐτῶν μεταλλάξασθαι πρὸς τὴν Ἰουδαίων πολιτείαν, οὐχ ὡς ἐχθρῶν παῖδας ἀσυμβάτως σκορακιστέον, ἀλλ’οὕτως προσεκτέον, ὡς τρίτην γενεὰν καλεῖντε εἰς ἐκκλησίαν καὶ μεταδιδόναι λόγων θείων, οἷς θέμις καὶ τοὺς αὐτόχθονας καὶ εὐπατρίδας ἱεροφαντεῖσθαι.

2.14

109ταῦτα μὲν ὑπὲρ τῶν ὑποδεξαμένων τοὺς μετοίκους νομοθετεῖ · χρηστὰ δ’ἕτερα καὶ μεστὰ ἡμερότητος ὑπὲρ πολεμίων. ἀξιοῖ γὰρ αὐτούς, κἂν ἐπὶ θύραις ὦσιν ἤδη τοῖς τείχεσιν ἐφεστῶτες ἐν ταῖς πανοπλίαις καὶ τὰς ἑλεπόλεις ἐφιστάντες, μήπω νομίζεσθαι πολεμίους, ἄχρις ἂν αὐτοὺς ἐπικηρυκευσάμενοι προκαλέσωνται πρὸς εἰρήνην, ἵν’εἰ μὲν ἐνδοῖεν, τὸ μέγιστον ἀγαθὸν εὕροιεν, φιλίαν, εἰ δὲ ἀπειθέστερον ἐναντιοῖντο, συμμαχίαν τὴν τοῦ δικαίου προσειληφότες ἐλπίδι νίκης ἐπίωσι πρὸς ἄμυναν.

110ἢν μέντοι καὶ ἐκ προνομῆς εὐμόρφου γυναικὸς εἰς ἐπιθυμίαν ἔλθῃς, μὴ ὡς αἰχμαλώτῳ, φησίν, ἐναπερύγῃς τὸ πάθος, ἀλλ’ἡμερώτερον οἰκτισάμενος τῆς μεταβολῆς ἐπικούφισον τὴν συμφοράν, μεθαρμοσάμενος πάντα πρὸς τὸ βέλτιον.

111ἐπικουφιεῖς δὲ τὰς μὲν τῆς κεφαλῆς τρίχας ἀποκείρας, περιελὼν δὲ ὄνυχας, ἀπαμφιάσας δὲ τὴν ἐσθῆτα ἣν ἔχουσα ἐζωγρήθη, τριάκοντα δὲ ἡμέρας ἀνεὶς καὶ ἐπιτρέψας αὐτῇ πενθῆσαι καὶ ἀποδακρῦσαι μετὰ ἀδείας πατέρα καὶ μητέρα καὶ τοὺς ἄλλους οἰκείους, ὧν ἀπεζεύχθη τεθνεώτων θανάτου χείρους ὑπομενόντων τὰς ἐν δουλείᾳ συμφοράς · μετὰ δὲ ταῦτα ὡς γαμετῇ νόμῳ συνέρχου.

112τὴν γὰρ μέλλουσαν εὐνῆς ἀνδρὸς ἐπιβήσεσθαι, μὴ κατὰ μισθαρνίαν ὡς ἑταίραν τὸ τῆς ὥρας ἄνθος καπηλεύουσαν ἀλλ’ δι’ἔρωτα τοῦ συνιόντος διὰ τέκνων γένεσιν, ὅσιον θεσμῶν τῶν ἐπὶ τελείοις γάμοις ἀξιοῦσθαι.

113πάνυ καλῶς διαταξάμενος ἕκαστα · πρῶτον μὲν γὰρ οὐκ εἴασεν ἀχάλινον φέρεσθαι τὴν ἐπιθυμίαν ἀπαυχενίζουσαν, ἀλλ’ἐστείλατο τὸ σφοδρὸν αὐτῆς ἡμέρας τριάκοντα χαλάσας. δεύτερον δὲ τὸν ἔρωτα βασανίζει, πότερον ἐπιμανὴς καὶ ἁψίκορος καὶ ὅλος τοῦ πάθους ἐστὶν μετέχει τῆς καθαρωτέρας ἰδέας, ἀνακεκραμένου λογισμοῦ · λογισμὸς γὰρ πεδήσει τὴν ἐπιθυμίαν οὐδὲν ὑβριστικὸν ἐάσας αὐτὴν ἐξεργάσασθαι, ἀλλὰ τὴν μηνιαίαν προθεσμίαν ἐπισχεῖν.

114τρίτον δὲ ἐλεεῖ τὴν αἰχμάλωτον, εἰ μὲν παρθένος ἐστίν, ὅτι γονεῖς οὐκ ἐγγυῶσι τὴν εὐκταιοτάτην ἁρμοζόμενοι σύνοδον, εἰ δὲ χήρα, διότι τοῦ κουριδίου στερομένη πεῖραν ἑτέρου μελλήσει λαβεῖν, καὶ ταῦτ’ἐπανατειναμένου τὸν δεσποτικὸν φόβον, κἂν ἰσότητα ἐπιτηδεύῃ · τὸ γὰρ ὑπακοῦον ἀεὶ τὴν τοῦ κρατοῦντος, κἂν ἡμερώτερον , δέδιεν ἰσχύν.

115ἐὰν δέ τις τῆς ἐπιθυμίας ἀποπληρωθεὶς καὶ διακορὴς γενόμενος μηκέτι κοινωνεῖν ὁμιλίας ἀξιοῖ τῆς πρὸς τὴν αἰχμάλωτον, οὐ ζημιοῖ μᾶλλον αὐτὸν νουθετεῖ καὶ σωφρονίζει πρὸς βελτίωσιν ἠθῶν · κελεύει γὰρ μήτε πιπράσκειν μήτ’ἔτι δούλην ἔχειν, ἀλλὰ χαρίζεσθαι μὲν ἐλευθερίαν αὐτῇ, χαρίζεσθαι δὲ καὶ τὴν ἐκ τῆς οἰκίας ἀπαλλαγὴν ἀδεᾶ, ὡς μὴ γυναικὸς ἑτέρας ἐπεισελθούσης ἐξ ἔριδος, οἷα φιλεῖ, κατὰ ζηλοτυπίαν πάθῃ τι τῶν ἀνηκέστων, ἅμα καὶ τοῦ δεσπότου καινοτέροις φίλτροις ὑπηγμένου καὶ τῶν παλαιοτέρων ἀλογοῦντος.

2.15

116ἕτερα δ’ἐφ’ἑτέροις ἐπαντλῶν ὠσὶ φιληκόοις εἰς ἡμερότητα προστάττει, κἂν ἐχθρῶν ὑποζύγια ἀχθοφοροῦντα τῷ βάρει πιεσθέντα προπέσῃ, μὴ παρελθεῖν, ἀλλὰ συνεπικουφίσαι καὶ συνεγεῖραι, πόρρωθεν ἀναδιδάσκων τὸ μὴ τοῖς ἀβουλήτοις τῶν ἐχθρανάντων ἐφήδεσθαι, βαρύμηνι πάθος ἐπιχαιρεκακίαν εἰδώς, ἀδελφὸν ὁμοῦ καὶ ἀντίπαλον φθόνου, συγγενὲς μὲν ὅτι ἐκ πάθους ἑκάτερον καὶ γένοιτ’ἂν ἄμφω περὶ τῶν αὐτῶν προσερχόμενα καὶ μόνον οὐ κατακολουθοῦντα ἀλλήλοις, ἀντίπαλον δὲ ὅτι μὲν ἐπὶ τοῖς τοῦ πέλας ἀγαθοῖς λύπην, δὲ ἐπὶ τοῖς τοῦ πλησίον κακοῖς ἡδονὴν ἀπεργάζεται.

117 κἂν πλανώμενον μέντοι, φησίν, ἐχθροῦ τινος ἴδῃς ὑποζύγιον, τὰ τῆς διαφορᾶς παραλιπὼν ὑπεκκαύματα βαρυτέροις ἤθεσιν ἀπαγαγὼν ἀπόδος. οὐ γὰρ ἐκεῖνον μᾶλλον ὀνήσεις σεαυτόν, ἐπειδὴ τῷ μὲν ἄλογον ζῷον καὶ οὐδενὸς ἴσως ἄξιον περιγίνεται, σοὶ δὲ τὸ μέγιστον καὶ τιμιώτατον τῶν ἐν τῇ φύσει, καλοκἀγαθία.

118ἕπεται δὲ κατὰ τὸ ἀναγκαῖον ὥσπερ σκιὰ σώματι καὶ ταύτῃ τῆς ἔχθρας διάλυσις · τε γὰρ εὖ πεπονθὼς ἄκων ἄγεται πρὸς τὸ ἔνσπονδον χάριτι δουλωθείς, τε ὠφεληκὼς συμβούλῳ χρώμενος καλῇ πράξει σχεδὸν ἤδη πρὸς καταλλαγὰς τὴν διάνοιαν τέτραπται.

119τοῦτο δὲ μάλιστα βούλεται διὰ πάσης τῆς νομοθεσίας ἱερώτατος προφήτης κατασκευάζειν, ὁμόνοιαν, κοινωνίαν, ὁμοφροσύνην, κρᾶσιν ἠθῶν, ἐξ ὧν οἰκίαι καὶ πόλεις ἔθνητε καὶ χῶραι καὶ τὸ σύμπαν ἀνθρώπων γένος εἰς τὴν ἀνωτάτω προέλθοιεν εὐδαιμονίαν.

120ἀλλ’ἄχρι μὲν τοῦ παρόντος ταῦτ’εἰσὶν εὐχαί · γενήσεται δέ, ὥς γε ἐμαυτὸν πείθω, καὶ ἔργα ἀψευδέστατα, τοῦ θεοῦ παρασχόντος ὥσπερ ἐτησίους καρποὺς εὐφορίαν ἀρεταῖς, ὧν μὴ ἀμοιρήσαιμεν οἱ τὸν πόθον αὐτῶν σχεδὸν ἀπὸ πρώτης ἡλικίας περιφέροντες.

2.16

121 μὲν οὖν ἐπ’ἐλευθέροις ἔγνω, ταῦτα καὶ τὰ τούτοις ἐστὶ παραπλήσια. συνῳδὰ δ’ὡς ἔοικε καὶ περὶ δούλων νομοθετεῖ, πάλιν τῶν συντεινόντων εἰς ἡμερότητα καὶ φιλανθρωπίαν καὶ τούτοις μεταδιδούς.

122θῆτας μὲν οὖν ἕνεκα χρείας τῶν ἀναγκαίων ὑποβεβληκότας ἑαυτοὺς ἄλλων ὑπηρεσίαις οἴεται δεῖν ἀνάξιον μηδὲν ὑπομένειν τῆς ἐκ γένους ἐλευθερίας, παραινῶν τοῖς τυγχάνουσι τῆς διακονίας εἰς τὸ τῆς τύχης ἀτέκμαρτον ἀφορᾶν καὶ λαμβάνειν αἰδῶ τῆς μεταβολῆς · τοὺς δ’ἐξ ἐφημερινῶν δανείων χρεώστας τὸ τῆς προσβολῆς ὄνομα καὶ πάθος ὑποδύντας καὶ τοὺς ἀνάγκῃ βιαστικωτέρᾳ γενομένους ἐξ ἐλευθέρων δούλους οὐκ εἰς ἅπαν κακοπραγεῖν ἐᾷ διδοὺς ἐκεχειρίαν τούτοις τὴν εἰς ἅπαν ἐνιαυτῷ ἑβδόμῳ.

123τοῖς μὲν γὰρ δανεισταῖς οὐ κομισαμένοις τὸ χρέος τρόπον ἕτερον κτησαμένοις τοὺς πρότερον ἐλευθέρους ἐξαρκεῖ, φησί, χρόνος εἰς ὑπηρεσίαν ἑξαετία · οἱ δὲ μὴ γένει δοῦλοι χρηστῆς ἐλπίδος μὴ εἰς ἅπαν ἀμοιρείτωσαν, ἀλλ’ἴτωσαν ἐπὶ τὴν παλαιὰν ἄδειαν, ἧς διὰ καιροὺς ἀβουλήτους ἐστέρηντο.

124 κἂν ἐκ τριγονίας μέν, φησί, δοῦλος ἑτέρου φόβῳ δεσποτικῶν ἀπειλῶν συνειδήσει τινῶν ἁμαρτημάτων μηδὲν ἠδικηκώς, ἀμειλίκτῳ καὶ ὠμοθύμῳ χρώμενος ἄλλως δεσπότῃ, πρὸς σὲ καταφύγῃ τευξόμενος ἐπικουρίας, μὴ περιίδῃς · ἐκδιδόναι γὰρ ἱκέτας οὐχ ὅσιον, ἱκέτης δὲ καὶ δοῦλος ὥσπερ εἰς ἱερὸν τὴν σὴν ἑστίαν καταπεφευγώς, ἐν δίκαιόν ἐστιν ἀσυλίας τυγχάνειν, μάλιστα μὲν εἰς ἀδόλους ἐλθὼν καταλλαγὰς τὰς χωρὶς ἐνέδρας, εἰ δὲ μή, τὸ γοῦν πανύστατον πραθείς · ἀλλαγαὶ γὰρ αἱ τῶν δεσποτῶν ἄδηλον ὅπου τὴν ῥοπὴν ἕξουσι, τοῦ δ’ὁμολογουμένου κουφότερον τὸ ἄδηλον κακόν.

2.17

125ταῦτα μὲν οὖν περὶ οἰκείων καὶ ἀλλοτρίων καὶ φίλων καὶ ἐχθρῶν καὶ δούλων καὶ ἐλευθέρων καὶ συνόλως ἀνθρώπων νομοθετεῖ. τὸ δὲ ἐπιεικὲς καὶ ἥμερον καὶ ἐπὶ τὴν τῶν ἀλόγων ζῴων φύσιν ἄγει μεταδιδοὺς καὶ τούτοις, ὥσπερ ἀπὸ πηγῆς εὐμενοῦς ἀρύσασθαί τινος χρηστοῦ.

126κελεύει γὰρ ἐν ταῖς ἡμέροις ἀγέλαις, κατάτε ποίμνας καὶ αἰπόλια καὶ βουκόλια, τῆς παραχρῆμα τῶν γεννωμένων ἀπολαύσεως ἀπέχεσθαι, μήτε πρὸς ἐδωδὴν μήτε ἐπὶ προφάσει θυσιῶν λαμβάνοντας. ὠμῆς γὰρ ὑπέλαβεν εἶναι ψυχῆς, ἐφεδρεύειν ἀποκυϊσκομένοις εἰς ἀνυπέρθετον διάζευξιν ἐγγόνωντε αὖ καὶ μητέρων ἕνεκα γαστρὸς ἡδονῆς, μᾶλλον δὲ ἀηδίας ἐκτόπου τινὸς καὶ παρηλλαγμένης.

127φησὶν οὖν τῷ βιωσομένῳ κατὰ τὴν ἱερωτάτην αὐτοῦ πολιτείαν · γενναῖε, πολλή τίς ἐστιν ἀφθονία σοι τῶν πρὸς ἀπόλαυσιν, οἷς μέμψις οὐ παρέπεται · συγγνωστὸν γὰρ ἂν ἦν ἴσως, ἐπειδὴ πολλὰ τῶν ἀβουλήτων ἀπορία καὶ σπάνις δρᾶν ἀναγκάζει. σὺ δὲ καὶ διαφέρειν εἰς ἐγκράτειαν καὶ τὰς ἄλλας ἀρετὰς ὀφείλεις τὴν καλλίστην τεταγμένος τάξιν, ὑπὸ ταξιάρχῃ τῷ τῆς φύσεως ὀρθῷ λόγῳ, δι’ὃν ἡμερῶσθαί σε δεῖ μηδὲν σκαιὸν τῇ διανοίᾳ παραδεχόμενον.

128τί δ’ἂν εἴη σκαιότερον ταῖς περὶ τὴν ἀποκύησιν ὠδῖσιν ἐπιφέρειν ἔξωθεν ἑτέρας ἐκ τῆς παραχρῆμα τῶν γεννωμένων διαζεύξεως; ἀνάγκη γὰρ σφαδᾴζειν ἀποσπωμένων, διά τινα φυσικὴν μητέρων πρὸς ἔγγονα φιλοστοργίαν, καὶ μάλιστα ὑπὸ τὸν τῆς κυήσεως καιρόν, ἐπειδὴ πηγάζοντες οἱ μαστοὶ σπάνει τοῦ θηλάζοντος, ἀνακοπὴν τῆς ἐπιρροίας λαμβανούσης, σκιρροῦνταίτε καὶ κατατεινόμενοι τῷ βάρει παγέντος εἴσω τοῦ γάλακτος ἀλγηδόσι πιέζονται.

129χάρισαι δή, φησί, τῇ μητρὶ τὸ ἔγγονον, εἰ καὶ μὴ τὸν σύμπαντα χρόνον, ἑπτὰ γοῦν τὰς πρώτας ἡμέρας γαλακτοτροφῆσαι, καὶ μὴ ἀνωφελεῖς ἃς φύσις ὤμβρησε πηγὰς ἐν μαστοῖς ἐργάσῃ, τὰς δευτέρας αὐτῆς χάριτας ἀνελών, ἃς ἐκ πολλοῦ τοῦ προμηθοῦς ἡτοιμάσατο τἀκόλουθον μακρόθεν αἰωνίῳ καὶ τελείᾳ φρονήσει κατιδοῦσα προτέρα μὲν γὰρ δωρεὰ γένεσις, δι’ἧς τὸ μὴ ὂν ἄγεται πρὸς τὸ εἶναι, δευτέρα δὲ γάλακτος ἐπίρροια, τροφὴ καιρίως μαλακωτάτη, πᾶν ἁπαλόνυχον ἄρδουσα, ποτόν ἐστιν ὁμοῦ καὶ σιτίον ·

130ὅσον μὲν γὰρ ὑδατῶδες τοῦ γάλακτος, ποτόν, ὅσον δ’ὑποπαχύνεται, σιτίον προνοίᾳ τοῦ μὴ κακοπαθεῖν τὸ ἀρτίγονον, ἐφεδρευούσης ἀεὶ χρόνοις διαφέρουσιν ἐνδείας, ἀλλ’ὑπὸ μίαν καὶ τὴν αὐτὴν προσφορὰν ἑκατέρας τροφῆς ἤδη τὰς πικρὰς δεσποίνας, δίψαντε καὶ πεῖναν, ἐκφεύγειν.

131τοῦτον ἀναγνόντες τὸν νόμον, οἱ χρηστοὶ καὶ περιμάχητοι γονεῖς, ἐγκαλύψασθε, οἱ ἐπὶ τοῖς βρέφεσιν ἀεὶ φονῶντες, οἱ κακὴν ἐφεδρεύοντες ἐφεδρείαν τοῖς ἀποκυομένοις εἰς ἔκθεσιν, οἱ τοῦ σύμπαντος ἀνθρώπων γένους ἄσπονδοι πολέμιοι.

132τίνι γὰρ δι’εὐνοίας ἀφίξεσθε, γενόμενοι τῶν ἰδίων τέκνων αὐτόχειρες; οἱ τὰς πόλεις τό γ’ἐφ’ὑμῖν ἧκον μέρος ἐρημοῦντες, ἀπὸ τῶν ἐγγυτάτω γένους ἀρξάμενοι τῆς ἀπωλείας, οἱ τοὺς τῆς φύσεως θεσμοὺς ἀνατρέποντες καὶ ὅσα ἂν οἰκοδομῇ καθαιροῦντες, δι’ἀνημέρου καὶ ἀτιθάσου ψυχῆς ὠμότητα γενέσει φθορὰν καὶ ζωῇ θάνατον ἐπιτειχίζοντες.

133 οὐχ ὁρᾶτε, ὅτι τῷ πάντα ἀρίστῳ νομοθέτῃ δι’ἐπιμελείας ἐγένετο μη δὲ τῶν ἀλόγων τὰ ἔγγονα διαζευχθῆναι τῆς τεκούσης, ἄχρις ἂν γαλακτοτροφηθῇ; τὸ πλέον, γενναῖοι, δι’ὑμᾶς, ἵν’, εἰ καὶ μὴ τῇ φύσει, μαθήσει γοῦν ἀναδιδάσκησθε τὸ φιλοίκειον, εἰς ἄρνας καὶ ἐρίφους ἀποβλέποντες, οἳ ἐν ἀφθόνοις χορηγίαις τῶν ἀναγκαίων τρυφᾶν οὐ κεκώλυνται, τῆς φύσεως μὲν τοιαῦτα παρασκευασαμένης ἐν ἐπιτηδειοτάτοις χωρίοις, ἐξ ὧν εὐμαρεῖς τοῖς δεησομένοις αἱ ἀπολαύσεις γενήσονται, νομοθέτου δὲ μετὰ πολλῆς προμηθείας ἐφορῶντος, ἵνα μηδεὶς ἐμποδίζῃ τὰς εὐεργέτιδας καὶ σωτηρίους τοῦ θεοῦ δωρεάς.

2.18

134βουλόμενος δὲ πολυτρόποις ἰδέαις τὰ ἡμερότητος καὶ ἐπιεικείας σπέρματα ταῖς διανοίαις ἐγκατασπείρειν ἄλλο τίθησι διάταγμα συγγενὲς τοῖς προτέροις, ἀπαγορεύων ἡμέρᾳ τῇ αὐτῇ συγκαταθύειν μητέρα καὶ ἔγγονον · καὶ γὰρ εἰ θυτέον, ἀλλ’οὖν ἐν χρόνοις γε διαφέρουσιν · ὑπερβολὴ γὰρ ἀγριότητος τὴν αἰτίαν τῆς γενέσεως μετὰ τοῦ ζῳογονηθέντος ἡμέρᾳ μιᾷ κτείνειν. καὶ τοῦτο τοῦ χάριν;

135 γὰρ ἐπὶ προφάσει θυσιῶν διὰ γαστρὸς ἀπόλαυσιν · εἰ μὲν οὖν ἕνεκα θυσιῶν, ἐπέψευσται καὶ τοὔνομα · τὰ γὰρ τοιαῦτα σφάγια, οὐ θυσία. τίς δὲ δὴ καὶ θεοῦ βωμὸς οὕτως ἀνίερα ἱερεῖα προσδέξεται; ποῖον δὲ πῦρ οὐκ ἂν δίχα τμηθὲν ἐξ ἑαυτοῦ διασταίη φεῦγον τὴν ἐξ ἀμίκτου πράγματος ἕνωσιν; οἶμαι ἂν αὐτὸ μη δὲ πρὸς βραχύτατον ὑπομεῖναι χρόνον, ἀλλ’αὐτίκα σβεσθῆναι προνοίᾳ τινὶ τοῦ μὴ τὸν ἀέρα καὶ τὴν ἱερωτάτην πνεύματος φύσιν ὑπὸ τῆς αἰρομένης φλογὸς μιαίνεσθαι.

136εἰ δὲ μὴ θυσιῶν χάριν ἀλλὰ θοίνης, τίς οὐκ ἂν τῆς ὑπερφυοῦς γαστριμαργίας ὀρέξεις προβάλλοιτο καινὰς καὶ παρηλλαγμένας; ἐκτόπους μὲν γὰρ ἡδονὰς οἱ τοιοῦτοι μεταδιώκουσι. τίς δὲ ἡδονὴ κρεωφαγοῦσι, γεύσασθαι σαρκῶν ἐν ταὐτῷ μητέρων καὶ ἐγγόνων; ὧν εἰ τὰ μέλη τις ἀναμῖξαι θελήσειεν ἀναπείρων ὀβελοῖς, ἵν’ὀπτῶν ἐμφορήσαιτο, οὐκ ἄν μοι δοκεῖ διατελεῖν ἥσυχα, ῥήξειν δὲ φωνὴν σχετλιάσαντα δι’ὑπερβολὴν τοῦ καινουργηθέντος πάθους καὶ μυρία λοιδορήσεσθαι τῆς λαιμαργίας τοῖς εὐτρεπίζουσιν ἄσιτον εὐωχίαν.

137ἀλλ’ γε νόμος ἔξω τῶν περιρραντηρίων ἐλαύνει καὶ ὅσα τῶν ζῴων κυοφορεῖ, μὴ ἐπιτρέπων ἄχρις ἂν ἀποτέκῃ σφαγιάζεσθαι, τὰ κατὰ γαστρὸς ἐν ἴσῳ τοῖς ἀποκυηθεῖσιν ἤδη λογισάμενος, οὐκ ἐπειδὴ τὴν ἴσην ἔλαχε τάξιν μη δ’εἰς φῶς πω προῆλθεν, ἀλλ’ὑπὲρ τοῦ μακρόθεν ἐπισχεῖν τὴν εὐχέρειαν τῶν εἰωθότων πάντα φύρειν.

138εἰ γὰρ τὰ φυτῶν τρόπον ἔτι παραυξανόμενα καὶ μέρη νομιζόμενα τῶν κυόντων, νυνὶ μὲν ἡνωμένα, μηνῶν δὲ περιόδοις αὖθις ἀποσπασθησόμενα τῆς συμφυΐας, διὰ τὴν ἐλπίδα τοῦ γενήσεσθαι ζῷα φυλάττεται τῷ περὶ τὰς μητέρας ἀνεπιβουλεύτῳ, χάριν τοῦ μὴ τὸ λεχθὲν μίασμα συμβῆναι, πῶς οὐχὶ μᾶλλον τὰ ἀποτεχθέντα καὶ καθ’αὑτὰ ψυχῆς καὶ σώματος μεμοιραμένα; πάντων γὰρ ἀνοσιώτατον ἑνὶ καιρῷ καὶ ἡμέρᾳ μιᾷ ἔγγονον ὁμοῦ καὶ μητέρα κτείνειν.

139ἐνθένδε μοι δοκοῦσιν ὁρμηθέντες ἔνιοι τῶν νομοθετῶν τὸν ἐπὶ ταῖς κατακρίτοις γυναιξὶν εἰσηγήσασθαι νόμον, ὃς κελεύει τὰς ἐγκύους, ἐὰν ἄξια θανάτου δράσωσιν, φυλάττεσθαι μέχρις ἂν ἀποτέκωσιν, ἵνα μὴ ἀναιρουμένων συναπόληται τὰ κατὰ γαστρός.

140ἀλλ’οὗτοι μὲν ἐπ’ἀνθρώπων ταῦτα ἔγνωσαν · δὲ καὶ προσυπερβάλλων ἔτι ἄχρι καὶ τῶν ἀλόγων ζῴων τὸ ἐπιεικὲς ἀπέτεινεν, ἵν’ἐν τοῖς ἀνομοιογενέσιν ἀσκήσαντες πολλῇ τινι περιουσίᾳ χρώμεθα φιλανθρωπίας ἐν τοῖς ὁμογενέσι, τοῦ μὲν λυπεῖν καὶ ἀντιλυπεῖν ἀλλήλους ἀπεχόμενοι, τὰ δ’οἰκεῖα ἀγαθὰ μὴ θησαυροφυλακοῦντες, ἀλλ’εἰς μέσον προφέροντες καθάπερ συγγενέσι καὶ ἐκ φύσεως ἀδελφοῖς τοῖς πανταχοῦ πᾶσιν.

141ἔτι τοίνυν τὸ μὲν ἔθνος ἐπὶ μισανθρωπίᾳ διαβαλλέτωσαν, τοὺς δὲ νόμους ὡς ἄμικτα καὶ ἀκοινώνητα παραγγέλλοντας αἰτιάσθωσαν οἱ δεινοὶ συκοφάνται, φανερῶς οὕτως τῶν μὲν νόμων ἐλέου μεταδιδόντων καὶ ταῖς τῶν θρεμμάτων ἀγέλαις, τοῦ δὲ ἔθνους ταῖς ἐκ πρώτης ἡλικίας νομίμοις ὑφηγήσεσιν ὅσον ἐν ταῖς ψυχαῖς ἀπειθὲς μεθαρμοζομένου πρὸς τὸ τιθασόν.

142ἐπαποδύεται δὲ αὐτὸς ἑαυτῷ καὶ ἐπαγωνίζεται πολύγονος ὢν ἀρετῆς καί τινι εὐτροπίᾳ χρώμενος πρὸς τὰς καλὰς ὑφηγήσεις · κελεύσας γάρ, πρὶν ἀπότιτθον γενέσθαι, μὴ ἀποσπᾶν τῆς τεκούσης μήτε ἄρνα μήτε ἔριφον μήτε ἄλλο τι τῶν ἐν ταῖς ἀγέλαις, καὶ προσδιαταξάμενος μη δὲ τῇ αὐτῇ ἡμέρᾳ κτείνειν μητέρα καὶ ἔγγονον, ἐπιδαψιλεύεται φάσκων · οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρός.

143πάνυ γὰρ ἄτοπον ὑπέλαβεν εἶναι τὴν τροφὴν ζῶντος ἥδυσμα γενέσθαι καὶ παράρτυσιν ἀναιρεθέντος καὶ τὴν μὲν φύσιν ἐπιμεληθεῖσαν αὐτοῦ τῆς διαμονῆς ὀμβρῆσαι γάλα, διὰ μαστῶν τῆς τεκούσης οἷα δεξαμενῶν φέρεσθαι διετάξατο, τὴν δὲ τῶν ἀνθρώπων ἀκρασίαν τοσοῦτον ἐπιβῆναι, ὡς τῷ τῆς ζωῆς αἰτίῳ καταχρήσασθαι καὶ πρὸς τὴν τοῦ ὑπολοίπου σώματος ἀνάλωσιν.

144εἰ δή τις ἐν γάλακτι κρέα συνέψειν ἀξιοῖ, μὴ σὺν ὠμότητι, χωρὶς δὲ ἀσεβείας ἑψέτω · μυρίαι θρεμμάτων εἰσὶν ἀγέλαι πανταχοῦ καὶ καθ’ἑκάστην ἡμέραν ἀμελγόμεναι διὰ βουκόλων αἰπόλων ποιμένων, οἷς κτηνοτροφοῦσιν μεγίστη πρόσοδός ἐστι γάλα, τῇ μὲν κεχυμένον, τῇ δὲ συνεσταλμένοντε καὶ πηγνύμενον εἰς τυρόν · ὥστε ἀφθονίας ὑπαρχούσης τὸν ἀρνῶν ἐρίφων τινος ἑτέρου γάλακτι μητρῴῳ κρέα συνέψοντα χαλεπὴν ἐπιδείκνυσθαι τρόπων σκαιότητα, τὸ ἀναγκαιότατον καὶ συγγενέστατον λογικῇ ψυχῇ πάθος ἐκτετμημένον, τὸν ἔλεον.

2.19

145ἄγαμαι δὲ κἀκεῖνον τὸν νόμον, ὃς καθάπερ ἐν χορῷ παναρμονίῳ συνᾴδων τοῖς προτέροις διαγορεύει, βοῦν ἀλοῶντα μὴ φιμοῦν. οὗτος γάρ ἐστιν πρὸ μὲν τῆς σπορᾶς τῆς βαθυγείου πεδιάδος ἀνατέμνων τὰς αὔλακας καὶ προετοιμασάμενος οὐρανῷ καὶ γεωπόνῳ τὰς ἀρούρας, τῷ μὲν ἵνα καιρίως κατασπείρῃ, τῷ δ’ἵνα κόλποι βαθεῖς ὑποδεξάμενοι τὰς διὰ τῶν ὑετῶν χάριτας ταμιεύωσι καὶ χορηγῶσιν ἐκ τοῦ κατ’ὀλίγον τῷ σπόρῳ τροφὰς πίονας, ἄχρις ἂν σταχυηφορήσας τελειογονήσῃ τὸν ἐτήσιον καρπόν · μετὰ δὲ τὴν τελείωσιν πάλιν βοῦς ἐστι πρὸς ἑτέραν ὑπηρεσίαν ἀναγκαῖος, κάθαρσιν δραγμάτων καὶ διάκρισιν σκυβάλων ἀπὸ τοῦ γνησίου καὶ χρησίμου.

146ἀλλ’ἐπειδὴ τὴν ἐπὶ τοῖς ἀλοῶσι βουσὶν ἥμερον καὶ χρηστὴν πρόσταξιν εἶπον, καὶ τὸν ἐπὶ τοῖς γῆν ἀροῦσι θρέμμασι τεθέντα νόμον ἑξῆς δίειμι τῆς αὐτῆς ὄντα συγγενείας. ἀπαγορεύει γὰρ ἐν ταὐτῷ καταζευγνύναι πρὸς ἄροτον γῆς βοῦν καὶ ὄνον, οὐ μόνον τοῦ περὶ τὰ ζῷα ἀνοικείου στοχασάμενος, διότι τὸ μέν ἐστι καθαρόν, ὄνος δὲ τῶν οὐ καθαρῶν, τὰ δὲ οὕτως ἠλλοτριωμένα συνάγειν οὐ πρέπει, ἀλλ’ἐπειδὴ καὶ τὴν ἰσχύν ἐστιν ἄνισα, προμηθεῖται δὲ τῶν ἀσθενεστέρων, ὡς μὴ πρὸς δυνατωτέρας βίας θλίβηται καὶ προσπιέζηται · καίτοι τὸ μὲν ἀσθενέστερον, ὄνος, ἔξω περιρραντηρίων ἐλαύνεται, τὸ δὲ ἐρρωμενέστερον, βοῦν, ἐν ταῖς τελειοτάταις θυσίαις νόμος ἱερουργεῖν.

147ἀλλ’ὅμως οὔτε τῆς τῶν ἀκαθάρτων ἀσθενείας ὠλιγώρησεν οὔτε τοῖς καθαροῖς ἐφῆκεν ἰσχύϊ πρὸ δίκης χρῆσθαι, μόνον οὐκ ἄντικρυς βοῶν καὶ κεκραγὼς τοῖς ὦτα ἔχουσιν ἐν ψυχῇ, μηδένα τῶν ἑτεροεθνῶν ἀδικεῖν, οὐδὲν ἔχοντας αἰτιάσασθαι ὅτι μὴ τὸ ἀλλογενές, ὅπερ ἐστὶν ἀναίτιον · ὅσα γὰρ μήτε κακία μήτε ἀπὸ κακιῶν ἔξω παντὸς ἐγκλήματος ἵσταται.

2.20

148ἐπιδαψιλευόμενος δὲ τὸ ἐπιεικὲς πάλιν πλουσίως αὐτῷ καὶ κατακόρως χρῆται, μετιὼν ἀπὸ μὲν τῶν λογικῶν ἐπὶ τὰ ἄλογα, ἀπὸ δὲ τῶν ἀλόγων ἐπὶ τὰ φυτά, περὶ ὧν αὐτίκα λεκτέον, ἐπειδὴ περὶ τῶν προτέρων, ἀνθρώπωντε καὶ τῶν ὅσα ψυχῆς μεμοίραται, λέλεκται.

149διείρηκε τοίνυν ἄντικρυς μήτε δενδροτομεῖν ὅσα τῆς ἡμέρου ὕλης μήτε κείρειν ἐπὶ λύμῃ πρὸ καιροῦ σταχυηφοροῦσαν πεδιάδα μήτε συνόλως καρπὸν διαφθείρειν, ἵνα περιουσίᾳ μὲν τροφῶν ἀφθόνων χορηγῆται τὸ ἀνθρώπων γένος, περιουσίᾳ ζῇ δὲ μὴ μόνον τῶν ἀναγκαίων ἀλλὰ καὶ τῶν πρὸς τὸν ἁβροδίαιτον βίον. ἀναγκαῖον μὲν γὰρ τοῦ σίτου καρπὸς εἰς τροφὴν ἀνθρώπων ἀποκριθείς, πρὸς δὲ τὸν ἁβροδίαιτον βίον αἱ τῶν ἀκροδρύων ἀμύθητοι ποικιλίαι · γίνονται δὲ ἐν ἐνδείαις αὗται πολλάκις καὶ τροφαὶ δεύτεραι.

2.21

150καὶ προσυπερβάλλων οὐ δὲ τὴν τῶν πολεμίων χώραν τέμνειν ἐᾷ, παραγγέλλει δ’ἀνέχειν δενδροτομιῶν καὶ δῃώσεων, ἄτοπον ὑπολαβὼν εἶναι τὴν πρὸς ἀνθρώπους ὀργὴν ἀποσκήπτειν εἰς τὰ μηδενὸς αἴτια κακοῦ.

151ἔπειτα δὲ ἀξιοῖ μὴ μόνον τὸ παρὸν βλέπειν, ἀλλὰ καὶ τὸ μέλλον ὥσπερ ἀπὸ σκοπῆς μακρόθεν ὀξυωπίᾳ λογισμοῦ καθορᾶσθαι, μηδενὸς ἐν ὁμοίῳ μένοντος ἀλλὰ πάντων τροπαῖς καὶ μεταβολαῖς χρωμένων, ὡς εἰκὸς εἶναι τοὺς τέως δυσμενεῖς ἐπικηρυκευσαμένους καὶ συμβατηρίων ἄρξαντας ἐνσπόνδους αὐτίκα γενέσθαι.

152φίλους δὲ τροφῶν ἀναγκαίων ἀποστερεῖν χαλεπόν, μηδὲν ταμιευσαμένους τῶν ἐπ’ὠφελείᾳ διὰ τὴν τοῦ μέλλοντος ἀδηλότητα. πάνυ γὰρ ἐκεῖνο καλῶς εἴρηται τοῖς παλαιοῖς, ὅτι καὶ φιλίας κοινωνητέον μὴ ἀπογινώσκοντας ἔχθραν καὶ προσκρουστέον ὡς φιλίας ἐσομένης, ἵνα ἕκαστος ἐν τῇ ἑαυτοῦ φύσει ταμιεύηταί τι τῶν εἰς ἀσφάλειαν καὶ μὴ ἀπογυμνωθεὶς ἐν ἔργοις καὶ λόγοις μετανοῇ, τῆς ἄγαν εὐχερείας, ὅτ’οὐδὲν ὄφελος, αἰτιώμενος ἑαυτόν.

153τὸ λόγιον τοῦτο χρὴ φυλάττειν καὶ τὰς πόλεις, ἐν μὲν εἰρήνῃ προνοουμένας τῶν κατὰ πόλεμον, ἐν δὲ πολέμῳ τῶν κατ’εἰρήνην, καὶ μήτε τοῖς συμμάχοις ἀνέδην προπιστεύειν ὡς οὐ χρησομένοις μεταβολῇ πρὸς τὸ ἀντίπαλον μήτε τοῖς πολεμίοις εἰς ἅπαν ἀπιστεῖν ὡς οὐ δυνησομένοις ποτὲ μεθορμίσασθαι πρὸς τὸ ἔνσπονδον.

154εἰ μέντοι καὶ μηδὲν ὑπὲρ ἐχθροῦ πρακτέον δι’ἐλπίδα καταλλαγῶν, οὐδὲν ἐχθρὸν φυτόν, ἀλλ’ἔνσπονδα πάντα καὶ ὠφέλιμα, τὰ δ’ἥμερα καὶ διαφερόντως ἀναγκαῖα, ὧν καρπὸς τροφή ἐστιν ἰσότιμον τροφῇ κτῆμα. τί δὴ δεῖ πεπολεμῶσθαι πρὸς τὰ μὴ πολέμια τέμνοντας καίοντας ῥίζαις αὐταῖς ἀνασπῶντας, ἅπερ αὐτὴ φύσις ὑδάτων ἐπιρροίαις καὶ εὐκρασίαις ἀέρων ἐτελειογόνησε, δασμοὺς ἐτησίους οἴσοντα ἀνθρώποις οἷα βασιλεῦσιν;

155ἐμέλησε δ’αὐτῷ καθάπερ ἀγαθῷ προστάτῃ τὴν ἀλειπτικὴν μὴ μόνον ζῴοις ἀλλὰ καὶ φυτοῖς ἰσχύντε καὶ ῥώμην ἀπεργάσασθαι, καὶ μάλιστα τοῖς ἡμέροις, ἐπειδὴ καὶ πλείονος ἄξια φροντίδος ἐστὶ καὶ οὐχ ὁμοίως τοῖς ἀγρίοις εὔτονα, γεωργικῆς ἐπιστήμης δεόμενα πρὸς κραταιοτέραν δύναμιν.

156κελεύει γὰρ τὰ νεόφυτα τῶν δένδρων ἐπὶ τριετίαν ἑξῆς τιθηνεῖσθαι τάςτε περιττὰς ἐπιφύσεις ἀποτέμνοντας, ὑπὲρ τοῦ μὴ βαρυνόμενα πιέζεσθαι καὶ ὑπὲρ τοῦ μὴ κατακερματιζομένης τῆς τροφῆς δι’ἔνδειαν ἐξασθενεῖν, γυροῦντε καὶ περισκάπτειν, ἵνα μηδὲν τῶν ἐπὶ ζημίᾳ παραναβλαστάνῃ τὴν αὔξησιν κωλῦον · τόντε καρπὸν οὐκ ἐᾷ δρέπεσθαι κατὰ μετουσίαν ἀπολαύσεως, οὐ μόνον ἐπειδὴ ἀτελὴς ἐξ ἀτελῶν ἔμελλεν ἔσεσθαι καὶ γὰρ τῶν ζῴων ὅσα μὴ τέλεια οὐ τελειογονεῖ , ἀλλὰ καὶ διότι βλάπτεσθαι τὰ νεόφυτα καὶ τρόπον τινὰ χαμαίζηλα ἔμελλε κωλυόμενα ἐρνοῦσθαι.

157πολλοὶ γοῦν τῶν γεωπόνων ἔαρος ὥρας ἐπιτηροῦσι τὰ νέα τῶν δένδρων, ἵνα ὃν ἂν τέκῃ καρπὸν εὐθὺς ἀποθλίβωσι, πρὶν ἐπίδοσιν καὶ συναύξησιν λαβεῖν, φόβῳ τῆς τῶν τεκόντων ἀσθενείας. συμβαίνει γάρ, εἰ μὴ προφυλάξαιτό τις, ὅτε χρὴ τελειωθέντα καρπὸν φέρειν, ἀγονεῖν ἀμβλίσκειν ἐξασθενήσαντα τῷ πρὸ καιροῦ πονηθῆναι φοραῖς, ἃς αἱ πάλαι κληματίδες ἐπηχθισμέναι ῥίζαις αὐταῖς ἐκτρύχουσι τὰ στελέχη.

158μετὰ δὲ τριετίαν, ὅταν αἱ μὲν ῥίζαι βαθύνωσι προσεχόμεναι τῷ ἐδάφει κραταιότερον, τὸ δὲ στέλεχος ὥσπερ ἀκλινέσι θεμελίοις ἐπερηρεισμένον αὐξήσῃ σὺν εὐτονίᾳ, δυνήσεται τελειογονεῖν ἔτει τετάρτῳ κατὰ τέλειον ἀριθμὸν τετράδα.

159τετράδι δὲ κελεύει μὴ δρέπεσθαι τὸν καρπὸν πρὸς ἀπόλαυσιν, ἀλλ’ὅλον αὐτὸν καθιεροῦν ἀπαρχὴν τῷ θεῷ, τῇ μὲν τῶν προγεγονότων χαριστήριον, τῇ δὲ ἐλπίδα τῆς εἰς τὸ μέλλον εὐκαρπίας καὶ τοῦ μετὰ τοῦτο προσοδεύεσθαι.

160ὁρᾷς ὅσον τὸ ἵλεων καὶ χρηστὸν ἐπιδείκνυται καὶ ὡς ἀνακέχυκεν αὐτὸ πρὸς πᾶσαν ἰδέαν ἀνθρώπων τὸ πρῶτον, κἂν ἀλλόφυλός τις ἐχθρὸς , εἶτα ζῴων ἀλόγων, κἂν μὴ τυγχάνῃ καθαρά, ἐπὶ δὲ πᾶσι σπαρτῶν ὁμοῦ καὶ δένδρων. τε γὰρ ἐν ταῖς ἀφαντάστοις φύσεσι προμαθὼν ἐπιείκειαν εἰς οὐδὲν ἂν τῶν ψυχῆς μεμοιραμένων ἐξαμάρτοι, τε μὴ ἐπιχειρῶν νεωτερίζειν περὶ τὰ ἔμψυχα πόρρωθεν ἀναδιδάσκεται τῶν λογικῶν ἐπιμελεῖσθαι.

2.22

161τοιαύταις ὑφηγήσεσι τὰς διανοίας τῶν κατ’αὐτὸν πολιτευομένων ἐξημερώσας ὑπεροψίας καὶ ἀλαζονείας, ἀργαλεωτάτων καὶ ἐπαχθεστάτων κακῶν, διέζευξεν, ὧν ὡς μεγίστων ἀγαθῶν οἱ πολλοὶ περιέχονται, καὶ μάλιστα ὅταν πλοῦτοι καὶ δόξαι καὶ ἡγεμονίαι περιουσίας ἀφθόνους χορηγῶσιν.

162ἀλαζονεία γὰρ φύεται καὶ ἐν ἠμελημένοις καὶ ἀφανέσιν ἀνθρώποις, ὡς καὶ τῶν ἄλλων ἕκαστον ψυχῆς παθῶντε καὶ νοσημάτων καὶ ἀρρωστημάτων, τὴν δ’ἐπὶ πλέον παραύξησιν οὐ λαμβάνει, ἀλλ’οἷα πυρὸς οὐσία διὰ σπάνιν ὕλης ἀμαυροῦται · περιφαίνεται δ’ἐν τοῖς μεγάλοις χορηγοὺς ὡς ἔφην ἔχουσι τούτου τοῦ κακοῦ πλούτους καὶ δόξας καὶ ἡγεμονίας, ὧν ὑποπλησθέντες καθάπερ οἱ πολὺν ἄκρατον ἐμφορησάμενοι μεθύουσι καὶ ἐμπαροινοῦσι δούλοις ὁμοῦ καὶ ἐλευθέροις, ἔστι δ’ὅτε καὶ ὅλαις πόλεσι · τίκτει γὰρ κόρος ὕβριν, ὡς τῶν παλαιῶν λόγος.

163διὸ παγκάλως Μωυσῆς ἱεροφαντῶν παραινεῖ πάντων μὲν ἁμαρτημάτων ἀπέχεσθαι, διαφερόντως δὲ ὑπεροψίας. εἶθ’ὑπόμνησιν ποιεῖται τῶν μὲν ἀναφλέγειν τὸ πάθος εἰωθότων, πλησμονῆς γαστρὸς ἀμέτρου καὶ οἰκιῶν καὶ κτημάτων καὶ θρεμμάτων ἀφθόνου περιουσίας · γίνονται γὰρ εὐθὺς αὑτῶν ἀκράτορες, διαιρόμενοι καὶ φυσώμενοι, οἷς μία θεραπείας ἐλπὶς τὸ μηδέποτε ἐκλανθάνεσθαι τοῦ θεοῦ.

164καθάπερ γὰρ ἀνατείλαντος ἡλίου τὸ μὲν σκότος ἀφανίζεται, φωτὸς δὲ πληροῦται τὰ πάντα, τὸν αὐτὸν τρόπον ὅταν θεός, νοητὸς ἥλιος, ἀνάσχῃ καὶ ἐπιλάμψῃ ψυχῇ, μὲν τῶν παθῶν καὶ κακιῶν ζόφος ἀνασκίδναται, τῆς δ’αὐγοειδεστάτης ἀρετῆς τὸ καθαρώτατον καὶ ἀξιέραστον εἶδος ἐπιφαίνεται.

2.23

165στέλλειν δ’ἔτι μᾶλλον καὶ καθαιρεῖν ὑπεροψίαν ἀξιῶν τὰς αἰτίας ἐπιλέγει, δι’ἃς ἄληστον ἐχρῆν τὴν τοῦ θεοῦ μνήμην ἀγαλματοφορεῖν. οὗτος γάρ σοι φησί δίδωσιν ἰσχὺν ποιῆσαι δύναμιν · ἄγαν παιδευτικῶς · γὰρ ἀκριβῶς ἀναδιδαχθείς, ὅτι δῶρον εἴληφε παρὰ θεοῦ τὸ εὔτονον καὶ ῥωμαλέον, τὴν ἰδίαν ἀσθένειαν ἐκλογιζόμενος, ἣν πρὶν ἀπολαῦσαι τῆς δωρεᾶς εἶχε, τὸ ὑψηλὸν καὶ ὑπέραυχον φρόνημα διώσεται καὶ εὐχαριστήσει τῷ τῆς κρείττονος αἰτίῳ μεταβολῆς. ψυχὴ δὲ εὐχάριστος ἀλαζονείᾳ πολέμιος, ἐπεὶ καὶ τοὐναντίον ἀχαριστία συγγενὲς ὑπεροψίᾳ.

166ἐὰν δέ, φησίν, εὐρωστῇ σοι τὰ πράγματα, λαβὼν καὶ κτησάμενος ἰσχύν, ἣν ἴσως οὐ προσεδόκησας, ποίει δύναμιν. τί δὲ τοῦτ’ἐστίν, ἀκριβωτέον τοῖς μὴ πάνυ συνορῶσι τὸ δηλούμενον. πολλοὶ τὰ ἐναντία ὧν εὖ πεπόνθασι δρᾶν ἐπιχειροῦσιν · γὰρ πλουτήσαντες πενίαν ἄλλοις κατασκευάζουσιν δόξης καὶ τιμῆς ἐπὶ μέγα μετασχόντες ἀδοξίας καὶ ἀτιμίας ἑτέροις αἴτιοι γίνονται.

167χρὴ δὲ καὶ τὸν φρόνιμον ἀγχίνους, ὡς ἔνι μάλιστα, τοὺς πλησιάζοντας κατασκευάζειν καὶ τὸν σώφρονα ἐγκρατεῖς καὶ γενναίους τὸν ἀνδρεῖον καὶ τὸν δίκαιον δικαίους καὶ συνόλως ἀγαθοὺς τὸν ἀγαθόν. ταῦτα γὰρ ὡς ἔοικε δυνάμεις, ὧν γε ἀστεῖος ὡς οἰκειοτάτων περιέξεται · ἀδυναμία δὲ καὶ ἀσθένεια, τὰ ἐναντία, σπουδαίων ἀλλότρια ἠθῶν.

168ἄλλωςτε καὶ μάθημα ἀναδιδάσκει τῇ λογικῇ φύσει πρεπωδέστατον, μιμεῖσθαι θεὸν καθ’ὅσον οἷόντε, μηδὲν παραλιπόντα τῶν εἰς τὴν ἐνδεχομένην Ἐξομοίωσιν.

2.24

168ἐπειδὴ τοίνυν, φησίν, ἔλαβες ἰσχὺν παρὰ τοῦ δυνατωτάτου, μετάδος ἄλλοις ἰσχύος διαθεὶς ἔπαθες, ἵνα μιμήσῃ θεὸν τῷ παραπλήσια χαρίζεσθαι.

169κοινωφελεῖς γὰρ αἱ τοῦ πρώτου ἡγεμόνος δωρεαί, ἃς δίδωσιν ἐνίοις, οὐχ ἵν’ἐκεῖνοι λαβόντες ἀποκρύψωσιν καταχρήσωνται πρὸς ζημίαν ἑτέρων, ἀλλ’ἵν’εἰς μέσον προενεγκόντες ὥσπερ ἐν δημοθοινίᾳ πάντας ὅσους οἷόντε καλέσωσιν ἐπὶ τὴν χρῆσιν καὶ ἀπόλαυσιν αὐτῶν.

170λέγομεν οὖν καὶ τῷ πολυχρημάτῳ καὶ ἐνδόξῳ καὶ εὐέκτῃ καὶ ἐπιστήμονι, πλουσίους καὶ ἐνδόξους εὐέκταςτε καὶ ἐπιστήμονας καὶ συνόλως ἀγαθοὺς ἀπεργάζεσθαι τοὺς ἐντυγχάνοντας, ἀλλὰ μὴ φθόνον καὶ βασκανίαν ἀρετῆς προτιμήσαντα τοῖς εὖ πράττειν δυναμένοις ἀντιβαίνειν.

171τοὺς δὲ μέγα πνέοντας ἐπιτάσει τῆς ἀλαζονείας ὡς ἀθεραπεύτως εἰς ἅπαν ἔχοντας νόμος παγκάλως οὐκ ἤγαγεν εἰς κρίσιν ἀνθρωπίνην, ἀλλὰ μόνῳ τῷ θείῳ παρέδωκε δικαστηρίῳ. φησὶ γάρ · ὃς ἂν ἐγχειρῇ τι πράττειν μεθ’ὑπερηφανίας, τὸν θεὸν παροξύνει.

172διὰ τί; ὅτι πρῶτον μὲν ἀλαζονεία ψυχῆς ἐστι κακία, ψυχὴ δὲ ἀόρατος ὅτι μὴ θεῷ, κολαστὴς δὲ μὲν τυφλὸς ἐπίμεμπτος, ἄγνοιαν κατήγορον ἔχων, δὲ βλέπων ἐπαινετός, ἐπιστήμῃ πάντα δρῶν · ἔπειτα δὲ ὅτι φρονήματος ὑπόπλεως ἀλόγου γενόμενος πᾶς ἀλαζὼν οὔτε ἄνδρα οὔτε ἡμίθεον ἀλλ’ὅλον δαίμονα κατὰ τὸν Πίνδαρον ὑπολαμβάνει ἑαυτόν, ὑπὲρ τοὺς ὅρους τῆς ἀνθρωπίνης φύσεως βαίνειν ἀξιῶν.

173ἔστι δ’αὐτῷ καθάπερ ψυχὴ καὶ τὸ σῶμα ἐπίληπτον κατάτε τὰς σχέσεις καὶ κινήσεις ἁπάσας · ἀκροβατεῖ γὰρ καὶ τὸν αὐχένα μετέωρον ἐξαίρει φρυαττόμενος καὶ πλέον τῆς φύσεως ἐπῆρται καὶ πεφύσηται καὶ ὁρῶν παραβλέπει πλαγίαις ὄψεσι καὶ ἀκούων παρακούει, κέχρηται δὲ τοῖς μὲν οἰκέταις ὡς θρέμμασι, τοῖς δὲ ἐλευθέροις ὡς οἰκέταις, καὶ τοῖς μὲν συγγενέσιν ὡς ἀλλοτρίοις, τοῖς δὲ φίλοις ὡς κόλαξι, τοῖς δ’ἀστοῖς ὡς ξένοις ·

174πάντωντε οἴεται εἶναι πλουσιώτατος, ἐντιμότατος, κάλλιστος, ἰσχυρότατος, φρονιμώτατος, σωφρονέστατος, δικαιότατος, λογιώτατος, ἐπιστημονικώτατος · εἶτα τοὺς ἄλλους ὑπολαμβάνει πένητας, ἀδόξους, ἀτίμους, ἄφρονας, ἀδίκους, ἀνεπιστήμονας, καθάρματα, τὸ μηδέν. εἰκότως οὖν τοιοῦτος ἀντιδίκῳ καὶ κολαστῇ χρήσαιτ’ἄν, ὥς φησιν ἱεροφάντης, θεῷ.