Philo Judaeus

On the Virtues, 1

1.1

1περὶ δικαιοσύνης καὶ τῶν κατ’αὐτὴν ὅσα καίρια πρότερον εἰπὼν μέτειμι τῶν ἑξῆς ἐπ’ἀνδρείαν, οὐχ ἣν οἱ πολλοὶ νομίζουσι τὴν ἀρειμάνιον λύτταν ὀργῇ συμβούλῳ χρωμένην, ἀλλὰ τὴν ἐπιστήμην.

2θράσει μὲν γὰρ ἐπαιρόμενοί τινες, συμπραττούσης σωματικῆς ἰσχύος, ταχθέντες κατὰ πόλεμον ἐν ταῖς παντευχίαις ἡβηδὸν μυρίους ὅσους τῶν ἀντιπάλων κατέβαλον, ἀνοίκειον μὲν εὔφημον δ’ἀριστείας ὄνομα καρπωσάμενοι, διαφερόντως ὑπὸ τῶν τὰ τοιαῦτα κρινόντων εὐκλεεῖς νίκῃ νομισθέντες, ἄγριοι καὶ θηριώδεις ἐκ φύσεως καὶ μελέτης γεγονότες, αἵματος ἀνθρωπείου δεδιψηκότες.

3εἰσὶ δ’οἳ καὶ ἐν οἰκίᾳ διατρίβοντες, τῶν σωμάτων αὐτοῖς μακραῖς νόσοις ἐπιπόνῳ γήρᾳ κατεσκελετευμένων, ὑγιαίνοντες καὶ νεάζοντες τῷ κρείττονι μέρει τῆς ψυχῆς μεστοίτε φρονήματος καὶ θαρραλεωτάτης γέμοντες εὐτολμίας, ἀμυντηρίων ὅπλων μη δ’ὄναρ ψαύοντες, βουλευμάτων ἀγαθῶν κοινωφελεστάταις εἰσηγήσεσι τάτε ἴδια ἑκάστων καὶ τὰ κοινὰ τῶν πατρίδων πεσόντα πολλάκις ἀνώρθωσαν, ἀνενδότοις καὶ ἀκαμπέσι χρησάμενοι τοῖς περὶ τοῦ συμφέροντος λογισμοῖς.

4οὗτοι μὲν οὖν τὴν ἀληθῆ διαπονοῦσιν ἀνδρείαν ἀσκηταὶ σοφίας ὄντες, ἐκεῖνοι δὲ τὴν ψευδώνυμον ἀμαθίᾳ, νόσῳ δυσθεραπεύτῳ, βιοῦντες, ἣν θρασύτητα κυρίως ἄν τις προσαγορεύσειεν, ὥσπερ φασὶν ἐν τοῖς νομίσμασι τὸ παράσημον ἐμφέρειαν τῆς ἀληθοῦς εἰκόνος.

1.2

5οὐκ ὀλίγα μέντοι καὶ ἄλλα δυσυπομόνητα τῶν κατὰ τὸν ἀνθρώπινον βίον ὡμολόγηται, πενία καὶ ἀδοξία καὶ πήρωσις καὶ νόσων ἰδέαι πολύτροποι, πρὸς ἃς οἱ μὲν ὀλιγόφρονες μαλακίζονται, μη δ’ὅσον ὑπ’ἀτολμίας ἐγερθῆναι δυνάμενοι, ὅσοι δὲ φρονήσεως ὑπόπλεῳ καὶ γενναιότητος ἐπαποδύονται καρτερῶς καὶ σφόδρα ἐρρωμένως ἀντιφιλονεικοῦντες, τὰς ἀπειλὰς καὶ ἐπανατάσεις αὐτῶν πολὺν γέλωτα καὶ χλεύην τιθέμενοι, πενίᾳ μὲν πλοῦτον ἀντιτάττοντες, οὐ τὸν τυφλὸν ἀλλὰ τὸν ὀξὺ καθορῶντα, οὗ τὰ ἀγάλματα καὶ κειμήλια ψυχὴ πέφυκε ταμιεύειν.

6μυρίους γὰρ πενία κατεπάλαισεν, οἳ τρόπον ἀθλητῶν ἀπειρηκότων ὑπ’ἀνανδρίας κατέπεσον μαλακισθέντες · ἐνδεὴς δὲ παρ’ἀληθείᾳ δικαζούσῃ τὸ παράπαν οὐ δὲ εἷς ἐστι χορηγὸν ἔχων τὸν τῆς φύσεως ἀκαθαίρετον πλοῦτον · ἀέρα μέν, τὴν πρώτην καὶ ἀναγκαιοτάτην καὶ συνεχῆ τροφήν, ἀδιαστάτως μεθ’ἡμέραντε καὶ νύκτωρ ἀναπνεόμενον, ἔπειτα δὲ πηγὰς ἀφθόνους καὶ ποταμῶν οὐ χειμάρρων μόνον ἀλλὰ καὶ αὐθιγενῶν ῥεῖθρα ἀέναα πρὸς ποτοῦ χρῆσιν, ἔπειτα εἰς ἐδωδὴν φορὰς παντοίων καρπῶν καὶ δένδρων ἰδέας, αἳ τὰς ἐτησίους ὀπώρας ἀεὶ φέρουσι · τούτων γὰρ ἄπορος οὐδείς, ἀλλὰ πάντες οἱ πανταχοῦ πολλὴν ἄγουσι περιουσίαν.

7εἰ δέ τινες τὸν τῆς φύσεως πλοῦτον παρ’οὐδὲν θέμενοι τὸν τῶν κενῶν δοξῶν διώκουσι, τυφλῷ πρὸ βλέποντος σκηριπτόμενοι καὶ ἡγεμόνι τῆς ὁδοῦ χρώμενοι πεπηρωμένῳ, πίπτειν ἐξ ἀνάγκης ὀφείλουσιν.

1.3

8 μὲν δὴ σώματος δορυφόρος πλοῦτος φύσεως εὕρημα καὶ δῶρον ὢν ἤδη λέλεκται. τὸν δὲ σεμνότερον, ὃς οὐ πᾶσιν ἀλλὰ τοῖς ἀληθῶς σεμνοῖς καὶ θεσπεσίοις ἀνδράσι πρόσεστι, μηνυτέον. τοῦτον τὸν πλοῦτον σοφία χορηγεῖ διὰ λογικῶν καὶ ἠθικῶν καὶ φυσικῶν δογμάτων καὶ θεωρημάτων, ἐξ ὧν φύεσθαι τὰς ἀρετὰς συμβέβηκεν, αἳ τῆς ψυχῆς ὑποτέμνονται τὴν πολυτέλειαν εὐκολίας καὶ ὀλιγοδεΐας ἔρωτας ἐντίκτουσαι κατὰ τὴν πρὸς θεὸν ἐξομοίωσιν.

9ἔστι γὰρ μὲν θεὸς ἀνεπιδεής, οὐδενὸς χρεῖος ὤν, ἀλλ’αὐτὸς αὐταρκέστατος ἑαυτῷ · δὲ φαῦλος πολυδεής, ἀεὶ διψῶν τῶν ἀπόντων ἀπλήστου καὶ ἀκορέστου χάριν ἐπιθυμίας, ἣν πυρὸς τρόπον ἀναρριπίζων καὶ ἀναφλέγων ἐπὶ πάντα μικράτε αὖ καὶ μεγάλα τείνει · δὲ σπουδαῖος ὀλιγοδεής, ἀθανάτου καὶ θνητῆς φύσεως μεθόριος, τὸ μὲν ἐπιδεὲς ἔχων διὰ σῶμα θνητόν, τὸ δὲ μὴ πολυδεὲς διὰ ψυχὴν ἐφιεμένην ἀθανασίας.

10οὕτως μὲν πενίᾳ πλοῦτον ἀντιτάττουσιν · ἀδοξίᾳ δὲ εὔκλειαν · γὰρ ἔπαινος ὁρμητήριον ἔχων καλοκἀγαθίαν καὶ ὥσπερ ἀπὸ ἀενάου πηγῆς ἐκεῖθεν ῥέων ἀνεξετάστων ἀνθρώπων οὐκ ἐνομιλεῖ πλήθεσι τὰς τῆς ψυχῆς ἀνωμαλίας ἀβεβαίοις φωναῖς ἀπογυμνοῦν εἰωθότων, ἃς ἔστιν ὅτε λημμάτων αἰσχρῶν ἐπευωνίζοντες οὐκ ἐρυθριῶσιν κατὰ τῶν ἀριστίνδην ἐπιλεγομένων. ὀλίγος δὲ τούτων ἀριθμός ἐστιν · ἀρετὴ γὰρ οὐ πολύχουν ἐν θνητῷ γένει.

11πηρώσει γε μὴν αἰσθήσεων, συζῶντες ἔτι μυρίοι προαπέθανον τῷ μηδὲν ἀλεξίκακον εὑρεῖν δύνασθαι φάρμακον, ἀντικάθηται φρόνησις, τὸ κρατιστεῦον τῶν ἐν ἡμῖν, ἐνομματοῦσα διάνοιαν, πρὸς ὀξυωπίαν τῶν σώματος ὀφθαλμῶν ὅλῳ, φασί, καὶ τῷ παντὶ διενήνοχεν.

12οἱ μὲν γὰρ τὰς ἐπιφανείας τῶν ὁρατῶν καταθεῶνται, ἅμα δεόμενοι φωτὸς ἔξωθεν, δὲ καὶ διὰ βάθους χωρεῖ τῶν σωμάτων, ὅλα δι’ὅλων καθ’ἕκαστα τῶν μερῶν ἀκριβοῦσα καὶ περιαθροῦσα καὶ τὰς τῶν ἀσωμάτων φύσεις, ἃς ἐπισκοπεῖν αἴσθησις ἀδυνατεῖ · σχεδὸν γὰρ πᾶσαν ὀξυωπίαν ὀφθαλμοῦ καταλαμβάνει, μὴ προσδεομένη νόθου φωτός, ἀστὴρ οὖσα αὐτὴ καὶ σχεδόν τι τῶν ἐπουρανίων ἀπεικόνισμα καὶ μίμημα.

13νόσοι γε μὴν σωμάτων ὑγιαινούσης ψυχῆς ἥκιστα βλάπτουσιν · ὑγεία δὲ ψυχῆς εὐκρασία δυνάμεών ἐστι τῆςτε κατὰ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν καὶ τὸν λόγον, ἐπικρατούσης τῆς λογικῆς καὶ ὥσπερ ἀφηνιαστὰς ἵππους ἡνιοχούσης ἑκατέρας.

14ὄνομα ταύτης ἴδιον τῆς ὑγείας ἐστὶ σωφροσύνη, σωτηρίαν τῷ φρονοῦντι τῶν ἐν ἡμῖν ἀπεργαζομένη · κινδυνεῦον γὰρ αὐτὸ πολλάκις ὑπὸ τῆς τῶν παθῶν φορᾶς κατακλύζεσθαι ὑποβρύχιον οὐκ ἐᾷ χωρεῖν, ἀλλὰ ἀνέλκει καὶ μετέωρον ἐξαίρει ψυχοῦσα καὶ ζῳογονοῦσα καὶ τρόπον τινὰ ἀπαθανατίζουσα.

15πάντα δὲ τὰ εἰρημένα ὑφηγήσεις εἰσὶ καὶ διδασκαλίαι πολλαχοῦ τῆς νομοθεσίας ἐστηλιτευμέναι, τοὺς μὲν εὐπειθεῖς μαλακώτερον ἀναπείθουσαι τοὺς δὲ ἀπειθεστέρους ἐμβριθέστερον καταφρονεῖν τῶν περὶ σῶμα καὶ ἐκτός, ἓν μὲν τέλος ἡγουμένους τὸ κατ’ἀρετὴν βιοῦν, ζηλοῦντας δὲ καὶ τἄλλα ὅσα ἀγωγὰ πρὸς τοῦτο.

16καὶ εἴ γε μὴ διὰ τῶν προτέρων ἐτύγχανον ἕκαστα διεξεληλυθὼς τῶν εἰς ἀτυφίαν, ἐπειρώμην ἂν ἀπομηκύνειν ἐν τῷ παρόντι συνυφαίνων καὶ συνείρων τὰ δοκοῦντα σποράδην κεῖσθαι ἐν τόποις διαφέρουσιν · εἰρηκὼς δ’ὅσα καιρὸς παλιλλογεῖν οὐ δικαιῶ.

17τοὺς μέντοι μὴ ἀποκνοῦντας ἀλλὰ διὰ σπουδῆς τιθεμένους ἐντυγχάνειν ταῖς πρὸ τούτων βίβλοις δεῖ νοῆσαι, ὅτι πάντα τὰ περὶ ἀτυφίας λεχθέντα σχεδόν ἐστι περὶ ἀνδρείας, ἐπειδήπερ εὐτόνου καὶ γενναίας καὶ σφόδρα νενευρωμένης ψυχῆς ἐστι καταφρονῆσαι πάντων ὅσα τῦφος εἴωθε σεμνοποιεῖν ἐπὶ διαφθορᾷ τοῦ πρὸς ἀλήθειαν βίου.

1.4

18τοσαύτη δέ τίς ἐστι τῷ νόμῳ σπουδὴ καὶ φιλοτιμία περὶ τοῦ γυμνάσαι καὶ συγκροτῆσαι ψυχὴν πρὸς ἀνδρείαν, ὥστε καὶ περὶ ἐσθημάτων ὁποῖα ἐχρῆν ἀμπέχεσθαι διετάξατο ἀπειπὼν ἀνὰ κράτος ἀνδρὶ γυναικὸς ἀμπεχόνην ἀναλαμβάνειν, ἕνεκα τοῦ μηδὲν ἴχνος σκιὰν αὐτὸ μόνον τοῦ θήλεος ἐπὶ λύμῃ τῆς ἄρσενος γενεᾶς προσάψασθαι · βούλεται γὰρ ἑπόμενος ἀεὶ τῇ φύσει τὰ οἰκεῖα καὶ συνῳδὰ ἀλλήλοις ἄχρι τῶν ἐσχάτων καὶ δι’εὐτέλειαν ἀφανεστέρων εἶναι δοκούντων νομοθετεῖν.

19ἐπειδὴ γὰρ τύπους σωμάτων ἑώρα καθάπερ ἐπὶ πλάτους χαραχθέντας ἀνομοίους ἀνδρόςτε αὖ καὶ γυναικὸς καὶ βίον ἑκατέρῳ τῶν εἰδῶν οὐ τὸν αὐτὸν ἀπονεμηθέντα τῷ μὲν γὰρ κατοικίδιος, τῷ δ’ πολιτικὸς προσκεκλήρωται , κἀν τοῖς ἄλλοις ὅσα μὴ φύσεως μὲν ἔργα ἦν, φύσει δὲ ἀκόλουθα γνώμης ἀγαθῆς εὑρήματα, συμφέρον ἔκρινε διατάξασθαι · ταῦτα δ’ἦν τὰ περὶ δίαιταν καὶ ἀμπεχόνην καὶ εἴ τι ὁμοιότροπον.

20ἠρρενῶσθαι γὰρ τόν γε πρὸς ἀλήθειαν ἄνδρα κἀν τούτοις ἠξίωσε καὶ μάλιστα ἐν ἐσθήμασιν, ἐπιφερόμενος ἀεὶ μεθ’ἡμέραντε καὶ νύκτωρ ὀφείλει μηδὲν ἔχειν ἀνανδρίας ὑπόμνημα.

21κατὰ τὰ αὐτὰ μέντοι καὶ τὴν γυναῖκα ἀσκήσας τοῖς ἁρμόττουσι κόσμοις ἐκώλυσεν ἀναλαμβάνειν ἀνδρὸς ἐσθῆτα, πόρρωθεν ὡς ἀνδρογύνους οὕτως καὶ γυνάνδρους φυλαξάμενος · ἑνὸς γάρ, καθάπερ ἐν ταῖς οἰκοδομίαις, ὑφαιρεθέντος ᾔδει καὶ τἄλλα μενοῦντα οὐκ ἐν ὁμοίῳ.

1.5

22ἔτι τοίνυν τῶν ἀνθρωπείων πραγμάτων δυσὶ καιροῖς ἐμφερομένων, εἰρήνῃτε καὶ πολέμῳ, τὰς ἀρετὰς ἔστιν ἰδεῖν ἐν ἀμφοτέροις ἐξεταζομένας. περὶ μὲν οὖν τῶν ἄλλων λέλεκται πρότερον καὶ αὖθις, εἰ γένοιτό τις χρεία, λεχθήσεται · τὰ δὲ νῦν ἀνδρείαν οὐ παρέργως ἐξεταστέον, ἧς τὰ μὲν κατ’εἰρήνην ἔργα πολλαχοῦ τῆς νομοθεσίας ὕμνησεν ἀεὶ τῶν καιρῶν στοχαζόμενος, περὶ ὧν ἐν τοῖς οἰκείοις τόποις ὑπεμνήσαμεν, τῶν δὲ κατὰ πόλεμον ἐνθένδε ποιησόμεθα τὴν ἀρχήν, ἐκεῖνο προειπόντες.

23ὅταν ποιῆται τὸν στρατιωτικὸν κατάλογον, οὐχ ἅπασαν τὴν νεότητα καλεῖν οἴεται δεῖν, ἀλλ’ἔστιν οὓς παραιτεῖται προστιθεὶς αἰτίας εὐλόγους τῆς ἀστρατείας · αὐτίκα τοὺς κατεπτηχότας καὶ δειλούς, μελλήσοντας ὑπὸ τῆς ἐμφύτου μαλακίας ἁλίσκεσθαι καὶ δέος τοῖς ἄλλοις συμμάχοις ἐμποιεῖν.

24τὸ γὰρ ἑτέρου κακὸν εὖ πως πλησίον ἀναμάττεσθαι φιλεῖ, καὶ μάλιστ’ἐν πολέμῳ, τοῦ λογισμοῦ διὰ τὴν ἀγωνίαν συγκεχυμένου καὶ τὰς τῶν πραγμάτων ἀντιλήψεις ἀκριβοῦν ἀδυνατοῦντος · τότε γὰρ εὐλάβειαν μὲν τὴν δειλίαν, τὸ δὲ φοβεῖσθαι προμηθές, ἀσφάλειαν δὲ τὴν ἀνανδρίαν εἰώθασι καλεῖν, αἴσχιστα ἔργα εὐπρεπέσι καὶ σεμναῖς κλήσεσιν ἐπαμπίσχοντες.

25ὅπως οὖν μὴ τὰ μὲν οἰκεῖα βλάπτηται διὰ τῆς τῶν εἰς τὸν πόλεμον ἰόντων ἀνανδρίας, ἐπικυδέστερα δὲ γίνηται τὰ τῶν ἐχθρῶν αἱρούντων καταφρονητικῶς τοὺς ἀγεννεῖς, ὄχλον ἀργὸν εἰδὼς οὐκ ὠφέλιμον ἀλλ’ἐμπόδιον εἰς κατόρθωμα, ἀνεῖρξε τοὺς ἀτόλμους καὶ ἀναπίπτοντας δειλίᾳ, καθάπερ, οἶμαι, καὶ τοῖς τὰ σώματα νοσοῦσι στρατηγὸς οὐδεὶς ἀνάγκην ἐπιτίθησι πολεμεῖν, ὑποπαραιτουμένης ἀσθενείας.

26νόσος δέ τις καὶ δειλία, βαρυτέρα τῶν κατὰ τὸ σῶμα, τὰς ψυχῆς δυνάμεις καθαιροῦσα · τῶν μὲν γὰρ βραχὺν εἶναι συμβαίνει τὸν χρόνον τῆς ἀκμῆς, δ’ἐστὶ κακὸν σύντροφον, μᾶλλον οὐχ ἧττον τῶν ἡνωμένων μερῶν προσπεφυκὸς ἐκ πρώτης ἡλικίας ἄχρι πανυστάτου γήρως, εἰ μὴ τύχοι θεὸς ἰώμενος · πάντα γὰρ θεῷ δυνατά.

27καὶ μὴν οὐ δ’ἅπαντας τοὺς εὐτολμοτάτους καλεῖ, κἂν σφόδρα ἐρρωμένοι καθ’ἑκάτερον σῶμα καὶ ψυχὴν προαγωνίζεσθαι καὶ προκινδυνεύειν ἐθέλωσιν · ἀλλὰ τῆς γνώμης αὐτοὺς ἐπαινέσας, ὅτι κοινωνικὸν καὶ πρόθυμον καὶ ἀκατάπληκτον ἦθος ἐπιδείκνυνται, διερευνᾷ μή τισιν ἀναγκαίαις αἰτίαις ἐνδέδενται, ὧν ὁλκὸς δύναμις.

28εἰ γάρ τις, φησί, νεωστὶ δειμάμενος οἰκίαν οὐκ ἔφθη εἰσοικίσασθαι ἀμπελῶνα φυτεύσας νεόφυτον, αὐτὸς εἰς γῆν τὰ κλήματα καθείς, μήπω τῆς ἐπικαρπίας καιρὸν ἔσχεν παρθένον ἐγγυησάμενος οὐκ ἔγημεν, ἀφείσθω πάσης στρατείας, φιλανθρώπως ὁμοῦ καὶ στρατηγικῶς τὴν ἄδειαν εὑρισκόμενος, ἕνεκα δυοῖν ·

29ἑνὸς μὲν ἵνα, ἐπειδὴ τὰ κατὰ πολέμους ἄδηλα, μὴ τὰ τῶν πονησάντων ἀταλαιπώρως ἄλλοι λαμβάνωσι · χαλεπὸν γὰρ ἔδοξεν εἶναι, τῶν ἰδίων τινὰ μὴ ἀπόνασθαι δυνηθῆναι, ἀλλ’οἰκοδομεῖν μὲν ἕτερον, ἐνοικεῖν δὲ ἄλλον, καὶ φυτεύειν μέν τινα, τὸν δὲ μὴ φυτεύσαντα καρποῦσθαι, καὶ μνᾶσθαι μὲν ἄλλον, γαμεῖν δὲ τὸν μὴ μνώμενον, ὡς οὐ δεῖν ἀτελεῖς τὰς ἐλπίδας κατασκευάζειν τοῖς χρηστὰ τὰ κατὰ τὸν βίον προσδοκήσασιν ·

30ἑτέρου δὲ ἵνα μὴ σώματι στρατευόμενοι ταῖς ψυχαῖς ὑστερίζωσιν · ἀνάγκη γὰρ αὐτῶν τὴν διάνοιαν ἐκεῖ τετάσθαι πόθῳ τῆς ἀπολαύσεως ὧν ἀφειλκύσθησαν · ὡς γὰρ οἱ πεινῶντες διψῶντες, ὅταν σιτίον ποτόν που παραφανῇ, διώκουσι καὶ ἐπιτρέχουσιν ἀμεταστρεπτὶ γλιχόμενοι μεταλαβεῖν, οὕτως οἱ περὶ νομίμου γυναικὸς οἰκίας χωρίου κτήσεως πονηθέντες καὶ ὅσον οὔπω τῇ ἐλπίδι νομίζοντες εἰς τὸν ἑκάστου τῆς χρήσεως ἀφῖχθαι καιρόν, ὅταν ἀφαιρεθῶσι τὴν ἀπόλαυσιν, σφαδᾴζουσιν, ὡς παρόντας μὴ παρεῖναι τῷ κρείττονι μέρει, ψυχῇ, δι’οὗ συμβαίνει κατορθοῦν τοὐναντίον.

1.6

31τούτους οὖν καὶ τοὺς ὁμοίους οὐκ οἴεται δεῖν εἰς τὸν στρατιωτικὸν ἄγειν κατάλογον, ἀλλ’οἷς οὐδὲν προενεληλυθὸς ὑποικουρεῖ πάθος, ὅπως ἐλευθέροις καὶ ἀφέτοις ὁρμαῖς ἀπροφασίστως τοῖς δεινοῖς ἐπαποδύωνται. καθάπερ γὰρ παντευχίας οὐδὲν ὄφελος ἀσθενεῖ σώματι λελωβημένῳ, ἣν ἀδυνατοῦν ἀπορρίψει, τὸν αὐτὸν τρόπον ἐρρωμένον σῶμα φθερεῖ τι κηραινούσης πάθος ψυχῆς μὴ συνᾷδον τοῖς παροῦσιν.

32εἰς ἅπερ ἀπιδὼν οὐ μόνον λοχαγοὺς καὶ στρατηγοὺς καὶ τοὺς ἄλλους τῆς στρατιᾶς ἡγεμόνας ἀλλὰ καὶ τῶν στρατιωτῶν ἕκαστον ἐπικρίνει, δοκιμάζων πῶς ἔχει πρόςτε σώματος εὐεξίαν καὶ πρὸς εὐστάθειαν λογισμοῦ, σῶμα μὲν ἐξετάζων, εἰ ὁλόκληρον, εἰ ὑγιαῖνον ὅλον δι’ὅλων, εἰ τοῖς μέρεσι καὶ μέλεσι πᾶσιν εὖ ἡρμοσμένον πρὸς τὰς ἐπιβαλλούσας ἑκάστῳ σχέσειςτε καὶ κινήσεις, ψυχὴν δέ, εἰ θαρραλεότητος καὶ εὐτολμίας ἀνάπλεως, εἰ ἀκατάπληκτος καὶ μεστὴ φρονήσεως εὐγενοῦς, εἰ φιλότιμος καὶ ζωῆς ἀδόξου τὸν σὺν εὐκλείᾳ θάνατον προκρίνουσα.

33τούτων γὰρ ἕκαστον ἰδίᾳ καθ’αὑτό, εἰ δεῖ τἀληθὲς εἰπεῖν, δύναμίς ἐστιν · ἀθρόα δ’εἰ συνέλθοιεν, ῥώμην ἄμαχόν τινα καὶ ἀνανταγώνιστον ἐκ πολλοῦ τοῦ περιόντος ἐπιδείξονται, κρατοῦντες ἀναιμωτὶ τῶν πολεμίων.

1.7

34τῶν δὲ λεχθέντων σαφεστάτην πίστιν αἱ ἱεραὶ βίβλοι περιέχουσιν. ἔθνος πολυανθρωπότατόν ἐστιν Ἄραβες, οἷς ὄνομα παλαιὸν ἦν Μαδιηναῖοι. οὗτοι πρὸς Ἑβραίους φιλαπεχθημόνως ἔχοντες, οὐδενὸς ἕνεκα ἑτέρου μᾶλλον ὅτι τὸ ἀνωτάτω καὶ πρεσβύτατον αἴτιον σέβουσι καὶ τιμῶσι τῷ ποιητῇ καὶ πατρὶ τῶν ὅλων προσκεκληρωμένοι, καὶ πάσας μὲν μηχανὰς τεχνάζοντες, πάσας δὲ πείρας καθιέντες, ἵνα ἀπὸ τῆς τοῦ ἑνὸς καὶ ὄντως ὄντος τιμῆς αὐτοὺς ἀποστήσωσι καὶ μεθαρμόσωνται πρὸς ἀσέβειαν ἐξ ὁσιότητος οὕτως γὰρ περιέσεσθαι ῥᾳδίως ὑπελάμβανον , ἐπειδὴ μυρία καὶ λέγοντες καὶ δρῶντες ἀπειρήκεσαν, ὥσπερ οἱ θανατῶντες ἐφ’ὧν ἀπογνῶσι σωτηρίας, καί τι τοιοῦτον ἐπινοοῦσι στρατήγημα.

35γυναικῶν τὰς περικαλλεστάτας μεταπεμψάμενοί φασιν αὐταῖς · ὁρᾶτε, ὡς ἀπερίληπτός ἐστιν τῶν Ἑβραίων πληθύς. τῆς δὲ πληθύος ἐστὶν ἀργαλεώτερον ἐπιτείχισμα ὁμόνοια καὶ συμφωνία τούτων · αἴτιον δὲ τῆς ὁμονοίας τὸ ἀνωτάτω καὶ μέγιστον περὶ τοῦ ἑνὸς θεοῦ δόξα, ἀφ’ἧς οἷα πηγῆς ἑνωτικῇ καὶ ἀδιαλύτῳ φιλίᾳ κέχρηνται πρὸς ἀλλήλους.

36ἡδονῇ δ’ἁλωτὸν ἄνθρωπος, καὶ μάλιστα συνουσίᾳ τῇ πρὸς γυναῖκα. διαπρεπέσταται δ’ἐστέ · καὶ φύσει μὲν ἀγωγὸν τὸ κάλλος, δὲ νεότης εἰς ἀκρασίαν εὐόλισθον.

37ἑταιρήσεως μοιχείας ὀνόματα μὴ δείσητε ὡς αἰσχύνην ἐποίσοντα, τὰς ἐκ τοῦ πράγματος ὠφελείας ἀντιτιθεῖσαι, δι’ἃς τὰς ἐφ’ἡμέραν ἀδοξίας μεθαρμόσεσθε εἰς ἀγήρω καὶ ἀτελεύτητον εὔκλειαν, τὰ μὲν σώματα ὅσα τῷ δοκεῖν προέμεναι, σόφισμα κατ’ἐχθρῶν καὶ στρατήγημα, παρθένους δὲ τὰς ψυχὰς διαφυλάττουσαι, αἷς καὶ τὴν πρὸς τὸ μέλλον ἁγνείαν ἐπισφραγιεῖσθε.

38καὶ καινότατον πόλεμος οὗτος ἕξει κλέος διὰ γυναικῶν ἀλλ’οὐ δι’ἀνδρῶν κατορθωθείς · τὸ μὲν γὰρ ἡμέτερον, ὁμολογοῦμεν, γένος οὗ γενήσεται ἧττα, διὰ τὸ πᾶσι τοῖς εἰς μάχην τοὺς ἀντιπάλους ἐπικυδεστέρους εἶναι, τὸ δ’ὑμέτερον παντελῶς τὴν νίκην οἴσει καί, τὸ μέγιστον ἀγαθόν, τὰς δίχα κινδύνων ἀριστείας · ἀναιμωτὶ γάρ, μᾶλλον δὲ καὶ ἀκονιτί, κατὰ τὴν πρώτην φαντασίαν αὐτὸ μόνον ὀφθεῖσαι περιέσεσθε.

39ταῦτ’ἀκούσασαι, καθαροῦ βίου μη δ’ὄναρ ᾐσθημέναι, παιδείας ὀρθῆς ἄγευστοι, συναινοῦσιν, ἅτε πεπλασμένον ἦθος σωφροσύνης τὸν ἄλλον χρόνον καθυποκρινάμεναι, καὶ πολυτελέσιν ἐσθῆσι καὶ ὅρμοις καὶ οἷς ἄλλοις εἴωθε διακοσμεῖσθαι γυνὴ πᾶσιν ἀσκηθεῖσαι καὶ τὸ ἐκ φύσεως κάλλος εὐμορφότερον ταῖς ἐπιμελείαις ἀπεργασάμεναι τὸ γὰρ ἀγώνισμα οὐ μικρὸν ἦν, θήρα νέων ἀθηράτων εἰς τοὐμφανὲς προέρχονται.

40καὶ πλησίον γενόμεναι βλέμμασιν ἑταιρικοῖς καὶ στωμυλίᾳ λόγων καὶ σχέσεσι καὶ κινήσεσιν ἀκολάστοις δελεάζουσι τῆς νεότητος τὴν ὀλιγόφρονα μοῖραν, ἀνερμάτιστα καὶ ἀνίδρυτα ἤθη · καὶ διὰ τῆς τῶν σωμάτων αἰσχύνης ἀγκιστρευσάμεναι τὰς ψυχὰς τῶν συνελθόντων, ἐπὶ θυσίας ἀθύτους καὶ σπονδὰς ἀσυμβάτους καλέσασαι τῶν χειροκμήτων, ἀλλοτριοῦσι τῆς τοῦ ἑνὸς καὶ ὄντως ὄντος θεραπείας θεοῦ.

41τοῦτο διαπραξάμεναι τοῖς ἀνδράσιν εὐαγγελίζονται · καὶ ἔμελλον ἂν καὶ ἄλλους ἐπισπᾶσθαι τῶν μὴ σφόδρα βεβαίων, εἰ μὴ τοῦ πάθους λαβὼν οἶκτον εὐεργέτης καὶ ἵλεως θεὸς ἀνυπερθέτῳ κολάσει τῶν ἀπονοηθέντων ἦσαν δὲ τέσσαρες πρὸς ταῖς εἴκοσι χιλιάδες ὥσπερ ὑπὸ χειμάρρου κατακλυσθῆναι κινδυνεύσαντας ἀνεχαίτισε φόβῳ νουθετήσας.

42 δὲ τοῦ ἔθνους ἡγεμὼν ἐπαντλῶν τοῖς ὠσὶ τὰ ὑπὲρ εὐσεβείας δόγματα καὶ τὰς ψυχὰς τῶν ὑπηκόων τούτοις ἐπάγων ἐκ φυλῆς ἑκάστης χιλίους ἄνδρας ἀριστίνδην ἐπιλέξας καταλέγει, δίκας ἀναπράξων τῆς ἐνέδρας, ἣν ἐμηχανήσαντο διὰ τῶν γυναικῶν, ἐλπίσαντες μὲν ἅπασαν τὴν πληθὺν ἄνωθεν ἐξ ἄκρας ὁσιότητος καταβαλόντες διαφθεῖραι, μόνους δὲ τοὺς λεχθέντας δυνηθέντες.

1.8

43οἱ δὲ πρὸς πολλὰς μυριάδας ὀλίγος ἀριθμὸς ἀντιταχθέντες, ἐμπειρίαις ἅμα καὶ εὐτολμίαις χρώμενοι, καθάπερ αὐτός τις ἕκαστος ὅμιλος ὤν, καταφρονητικῶς πυκναῖς ἐπιτρέχοντες ταῖς φάλαγξι καὶ τοὺς ἐν ποσὶν ἀναιροῦντες ἠρήμουν τὰ βύζην συνεστηκότα στίφη καὶ ὅσα ἐφήδρευε πρὸς ἀναπλήρωσιν τῶν κενουμένων τάξεων, ὡς αὐτοβοεὶ πολλὰς μυριάδας καταστορέσαι καὶ μηδένα τῆς ἀντιταχθείσης νεότητος ἀπολιπέσθαι · κτείνουσι δὲ καὶ γυναῖκας τὰς συνεπιγραψαμένας ἀνδρῶν γνώμαις ἀνοσίοις, ζωγρήσαντες παρθένους, ἄκακον ἡλικίαν οἰκτισάμενοι.

44καὶ τοσοῦτον πόλεμον κατορθώσαντες οὐδένα τῶν ἰδίων ἀπέβαλον, ἀλλ’ὁπόσοι καὶ ὁποῖοι προῆλθον εἰς τὴν μάχην ἐπανῄεσαν ἄτρωτοι καὶ ὁλόκληροι, μᾶλλον δέ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, μετὰ διπλασίονος ῥώμης · γὰρ ἐκ τοῦ νικῆσαι χαρὰ τῆς προτέρας οὐκ ἐλάττονα τὴν ἰσχὺν ἀπειργάσατο.

45αἴτιον δὲ οὐδὲν ἦν τούτων ἕτερον τὸ σπουδάσαι φιλοκινδύνως τὸν ὑπὲρ εὐσεβείας ἀγῶνα ἄρασθαι, ἐν καὶ προαγωνίζεται θεός, ἀήττητος ἐπικουρία, βουλὰς μὲν ἀγαθὰς ταῖς διανοίαις ὑφηγούμενος, ἀλκὴν δὲ τοῖς σώμασι κραταιοτάτην ἐντιθείς.

46πίστις δὲ τῆς ἐκ θεοῦ συμμαχίας τότε ὑπ’ὀλίγων πολλὰς μυριάδας ἁλῶναι καὶ τὸ μηδένα μὲν τῶν ἐχθρῶν διαφυγεῖν, μηδένα δὲ τῶν φίλων ἀναιρεθῆναι μήτε ἀριθμὸν μήτε σώματος δύναμιν ἐλαττωθέντων.

47ὅθεν ἐν τοῖς προτρεπτικοῖς φησιν · ἐὰν δικαιοσύνην καὶ ὁσιότητα καὶ τὰς ἄλλας ἀρετὰς ἐπιτηδεύῃς, βίον ἀπόλεμον βιώσῃ καὶ εἰς ἅπαν εἰρηνικόν, ἐνστάντος πολέμου ῥᾳδίως τῶν ἐχθρῶν περικρατήσεις, θεοῦ στραταρχοῦντος ἀοράτως, δι’ἐπιμελείας ἐστὶ τοὺς ἀγαθοὺς σῴζειν ἀνὰ κράτος.

48μήτ’οὖν ἐὰν πολλαῖς μυριάσιν ἐπιτρέχωσιν πεζὸς ὁμοῦ καὶ ἱππότης στρατὸς εὐοπλοῦντες μήτε ἐὰν ἐρυμνὰ καὶ ἐπίμαχα προκαταλαβόμενοι χωρία τοποκρατῶσι μήτε ἐὰν ἀφθόνοις παρασκευαῖς χορηγῶνται, καταπλαγεὶς δείσῃς, κἂν ἁπάντων ἀπορῇς ὧν ἄγουσι περιουσίαν ἐκεῖνοι, συμμάχων, ὅπλων, τόπων εὐκαιρίας, παρασκευῶν ·

49ἐκεῖνα γὰρ ὥσπερ ὁλκάδα πεπληρωμένην παντοίων ἀγαθῶν πολλάκις ἐπιπεσὼν ἄνεμος ἐξαίφνης ἀνέτρεψε καὶ κατέλυσε, τοῖς δ’εὐτελέσι καὶ λυπροῖς ὥσπερ ἀστάχυσιν ἤδη μεμυκόσιν ἐξ αὐχμοῦ καὶ ἀνομβρίας ἐπιψεκάζων καὶ ἐπινίφων θεὸς τὰς σωτηρίους δυνάμεις ἐμπαρέσχεν ἀνεγερθῆναίτε καὶ τελειογονῆσαι.

50ἐξ οὗ δῆλον, ὅτι δεῖ τοῦ δικαίου καὶ ὁσίου περιέχεσθαι · οἷς μὲν γὰρ τὸ θεῖον ἔνσπονδον, ἄκρως εὐδαίμονες, οἷς δὲ ἐχθρόν, ἐσχάτως κακοδαίμονες. τοσαῦτα καὶ περὶ ἀνδρείας εἰς τὸ παρὸν ἀποχρώντως λελέχθω.