On the Virtues, 3
175φιλάρετος καὶ φιλόκαλος καὶ διαφερόντως φιλάνθρωπος ὢν ὁ ἱερώτατος Μωυσῆς προτρέπει τοὺς πανταχοῦ πάντας εὐσεβείας καὶ δικαιοσύνης εἶναι ζηλωτάς, ἆθλα προτιθεὶς ὡς νικηφόροις μεγάλα τοῖς μετανοοῦσι πολιτείας κοινωνίαν τῆς ἀρίστης καὶ τῶν κατ’αὐτὴν ἀπόλαυσιν μικρῶντε καὶ μεγάλων.
176ἀγαθὰ γὰρ προηγούμενα ἐν μὲν σώμασιν ἡ ἄνοσος ὑγεία, ἐν δὲ ναυσὶν ἡ ἀκίνδυνος εὔπλοια, ἐν δὲ ψυχαῖς ἡ ἄληστος μνήμη τῶν ἀξίων μνημονεύεσθαι · δεύτερα δὲ τὰ κατ’ἐπανόρθωσιν συνιστάμενα, ἥτε ἐκ νόσων ἀνάληψις καὶ ἡ ἐκ τῶν κατὰ πλοῦν κινδύνων εὐκταιοτάτη σωτηρία καὶ ἡ λήθης ἐκγινομένη ἀνάμνησις, ἧς ἀδελφὸν καὶ συγγενέστατον τὸ μετανοεῖν ἐστιν, οὐκ ἐν τῇ πρώτῃ καὶ ἀνωτάτω τεταγμένον τάξει τῶν ἀγαθῶν, ἀλλ’ἐν τῇ μετὰ ταύτην φερόμενον δευτερεῖα.
177τὸ μὲν γὰρ μηδὲν συνόλως ἁμαρτεῖν ἴδιον θεοῦ, τάχα δὲ καὶ θείου ἀνδρός, τὸ δὲ ἁμαρτόντα μεταβαλεῖν πρὸς ἀνυπαίτιον ζωὴν φρονίμου καὶ τὸ συμφέρον εἰς ἅπαν οὐκ ἀγνοήσαντος.
178ὅθεν τοὺς τοιούτους συνάγων καὶ μυσταγωγῶν προσκαλεῖται τὰς συμβατηρίους καὶ φιλικὰς προτείνων ὑφηγήσεις, αἳ παραινοῦσιν ἀψεύδειαν ἀσκεῖν καὶ τῦφον προβεβλῆσθαι καὶ ἀληθείας καὶ ἀτυφίας ὡς ἀναγκαιοτάτων καὶ εὐδαιμονίας αἰτίων περιέχεσθαι μυθικῶν πλασμάτων κατεξαναστάντας, ἅπερ ἐκ πρώτης ἡλικίας ἁπαλαῖς ἔτι ψυχαῖς γονεῖς καὶ τίτθαι καὶ παιδαγωγοὶ καὶ μυρίοι ἄλλοι τῶν συνήθων ἐνεχάραξαν πλάνον ἀνήνυτον περὶ τῆς τοῦ ἀρίστου γνώσεως ἀπεργασάμενοι.
179τί δ’ἂν εἴη τῶν ὄντων ἄριστον ἢ θεός; οὗ τὰς τιμὰς προσένειμαν τοῖς οὐ θεοῖς, ἐκείνους μὲν ἀποσεμνύνοντες πλέον τοῦ μετρίου, τοῦ δὲ εἰς ἅπαν οἱ κενοὶ φρενῶν ἐκλαθόμενοι. πάντας οὖν, ὅσοι τὸν κτίστην καὶ πατέρα τοῦ παντὸς εἰ καὶ μὴ ἐξ ἀρχῆς σέβειν ἠξίωσαν ἀλλ’ὕστερον μοναρχίαν ἀντὶ πολυαρχίας ἀσπασάμενοι, φιλτάτους καὶ συγγενεστάτους ὑποληπτέον, τὸ μέγιστον εἰς φιλίαν καὶ οἰκειότητα παρασχομένους θεοφιλὲς ἦθος, οἷς χρὴ καὶ συνήδεσθαι, καθάπερ ἂν εἰ καὶ τυφλοὶ πρότερον ὄντες ἀνέβλεψαν ἐκ βαθυτάτου σκότους αὐγοειδέστατον φῶς ἰδόντες.
180τὸ μὲν οὖν πρῶτον καὶ ἀναγκαιότατον τῶν εἰς μετάνοιαν εἴρηται. μετανοείτω δέ τις μὴ μόνον ἐφ’οἷς ἠπατήθη πολὺν χρόνον τὰ γενητὰ πρὸ τοῦ ἀγενήτου καὶ ποιητοῦ θαυμάσας, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ὅσα περὶ βίον ἀναγκαῖα, μετιὼν ὥσπερ ἐκ τῆς φαυλοτάτης τῶν κακοπολιτειῶν, ὀχλοκρατίας, εἰς τὴν εὐνομωτάτην πολιτείαν, δημοκρατίαν, τοῦτο δ’ἐστὶν ἐξ ἀμαθίας εἰς ἐπιστήμην ὧν ἡ ἄγνοια αἰσχρόν, ἐξ ἀφροσύνης εἰς φρόνησιν, ἐξ ἀκρατείας εἰς ἐγκράτειαν, ἐξ ἀδικίας εἰς δικαιοσύνην, ἐξ ἀτολμίας εἰς θαρραλεότητα.
181πάγκαλον γὰρ καὶ συμφέρον αὐτομολεῖν ἀμεταστρεπτὶ πρὸς ἀρετὴν κακίαν, ἐπίβουλον δέσποιναν, ἀπολιπόντας · ἅμα δ’ἀναγκαῖον ἕπεσθαι, ὡς ἐν ἡλίῳ σκιὰν σώματι, καὶ τῇ τοῦ ὄντος θεοῦ τιμῇ πᾶσαν τὴν τῶν ἄλλων ἀρετῶν κοινωνίαν.
182γίνονται γὰρ εὐθὺς οἱ ἐπηλύται σώφρονες, ἐγκρατεῖς, αἰδήμονες, ἥμεροι, χρηστοί, φιλάνθρωποι, σεμνοί, δίκαιοι, μεγαλόφρονες, ἀληθείας ἐρασταί, κρείττους χρημάτων καὶ ἡδονῆς · ἐπεὶ καὶ το- τοὐναντίον τοὺς τῶν ἱερῶν νόμων ἀποστάντας ἰδεῖν ἔστιν ἀκολάστους, ἀναισχύντους, ἀδίκους, ἀσέμνους, ὀλιγόφρονας, φιλαπεχθήμονας, ψευδολογίας ἑταίρους καὶ ψευδορκίας, τὴν ἐλευθερίαν πεπρακότας ὄψου καὶ ἀκράτου καὶ πεμμάτων καὶ εὐμορφίας εἴςτε τὰς γαστρὸς ἀπολαύσεις καὶ τῶν μετὰ γαστέρα, ὧν τὰ τέλη βαρύταται ζημίαι σώματόςτε καὶ ψυχῆς εἰσι.
183παγκάλους μέντοι καὶ τὰς εἰς μετάνοιαν ὑφηγήσεις ποιεῖται, αἷς διδασκόμεθα μεθαρμόζεσθαι τὸν βίον ἐξ ἀναρμοστίας εἰς τὴν ἀμείνω μεταβολήν · φησὶ γάρ, ὅτι τουτὶ τὸ πρᾶγμα οὐχ ὑπέρογκόν ἐστιν οὐ δὲ μακρὰν ἀφεστός, οὔτε κατὰ τὸν αἰθέρα ἀνωτάτω κα- κἀν ἐσχατιαῖς γῆς οὔτε πέραν τῆς μεγάλης θαλάττης, ὡς ἀδυνατῆσαι λαβεῖν, ἀλλ’ἔστιν ἐγγυτάτω, τρισὶ μέρεσι τῶν καθ’ἡμᾶς ἐνδιαιτώμενον, στόματι καὶ καρδίᾳ καὶ χερσί, διὰ συμβόλων λόγοις καὶ βουλαῖς καὶ πράξεσι · λόγου μὲν γὰρ στόμα σύμβολον, καρδία δὲ βουλευμάτων, πράξεων δὲ χεῖρες, ἐν οἷς τὸ εὐδαιμονεῖν ἐστιν.
184ὅταν μὲν γὰρ οἷος ὁ λόγος τοιάδε ἡ γνώμη καὶ οἷον τὸ βούλευμα τοιάδε ἡ πρᾶξις, ἐπαινετὸς καὶ τέλειος ὁ βίος, ὅταν δὲ στασιάζῃ ταῦτα ἐν ἀλλήλοις, ἀτελήςτε καὶ ψεκτός. εἰ μή τις τῆς ἁρμονίας ταύτης ἐπιλάθοιτο, εὐαρεστήσει θεῷ γενόμενος ὁμοῦ θεοφιλὴς καὶ φιλόθεος. ὅθεν εὖ καὶ συμφώνως τοῖς εἰρημένοις ἐχρήσθη τὸ λόγιον ἐκεῖνο · “τὸν θεὸν εἵλου σήμερον εἶναί σοι θεόν, καὶ κύριος εἵλατό σε σήμερον γενέσθαι λαὸν αὐτῷ”.
185παγκάλη γε τῆς αἱρέσεως ἡ ἀντίδοσις, σπεύδοντος ἀνθρώπου μὲν θεραπεύειν τὸ ὄν, θεοῦ δὲ ἀνυπερθέτως ἐξοικειοῦσθαι τὸν ἱκέτην καὶ προαπαντᾶν τῷ βουλήματι τοῦ γνησίως καὶ ἀνόθως ἰόντος ἐπὶ τὴν θεραπείαν αὐτοῦ. ὁ δ’ἀληθὴς θεραπευτήςτε καὶ ἱκέτης, κα- κἂν εἷς ὢν ἀνὴρ ἀριθμῷ τυγχάνῃ, δυνάμει, καθάπερ αὐτὸς αἱρεῖται, σύμπας ἐστὶν ὁ λεώς, ἰσότιμος ὅλῳ ἔθνει γεγονώς.
186καὶ πέφυκεν οὕτως ἔχειν · ὡς γὰρ ἐν νηῒ μὲν κυβερνήτης πᾶσι τοῖς ναύταις ἀντίρροπος, ἐν δὲ στρατοπέδῳ στρατηγὸς ἅπασι τοῖς στρατιώταις – διαφθαρέντος γοῦν ἡττᾶσθαι συμβαίνει, καθάπερ ἂν εἰ καὶ πᾶσα δύναμις ἡβηδὸν ἑάλω –, τὸν αὐτὸν τρόπον καὶ ὁ σοφὸς ὅλου ἔθνους ἀξιώματι ἁμιλλᾶται τείχει πεφραγμένος ἀκαθαιρέτῳ, θεοσεβείᾳ.