Argonautica, 4
αὐτὴ νῦν κάματόν γε, θεά, καὶ δήνεα κούρης
2Κολχίδος ἔννεπε, Μοῦσα, Διὸς τέκος. ἦ γὰρ ἔμοιγε
3ἀμφασίῃ νόος ἔνδον ἑλίσσεται ὁρμαίνοντι,
4ἢ ἔμεν ἄτης πῆμα δυσίμερον, ἦ τόγ’ἐνίσπω
5φύζαν ἀεικελίην, ᾗ κάλλιπεν ἔθνεα Κόλχων.
6ἤτοι ὁ μὲν δήμοιο μετ’ἀνδράσιν, ὅσσοι ἄριστοι,
7παννύχιος δόλον αἰπὺν ἐπὶ σφίσι μητιάασκεν
8οἷσιν ἐνὶ μεγάροις, στυγερῷ ἐπὶ θυμὸν ἀέθλῳ
9Αἰήτης ἄμοτον κεχολωμένος · οὐ δ’ὅγε πάμπαν
10θυγατέρων τάδε νόσφιν ἑῶν τελέεσθαι ἐώλπει.
11τῇ δ’ἀλεγεινότατον κραδίῃ φόβον ἔμβαλεν Ἥρη ·
12τρέσσεν δ’, ἠύτε τις κούφη κεμάς, ἥντε βαθείης
13τάρφεσιν ἐν ξυλόχοιο κυνῶν ἐφόβησεν ὁμοκλή.
14αὐτίκα γὰρ νημερτὲς ὀίσσατο, μή μιν ἀρωγὴν
15ληθέμεν, αἶψα δὲ πᾶσαν ἀναπλήσειν κακότητα.
16τάρβει δ’ἀμφιπόλους ἐπιίστορας · ἐν δέ οἱ ὄσσε
17πλῆτο πυρός, δεινὸν δὲ περιβρομέεσκον ἀκουαί.
18πυκνὰ δὲ λαυκανίης ἐπεμάσσατο, πυκνὰ δὲ κουρὶξ
19ἑλκομένη πλοκάμους γοερῇ βρυχήσατ’ἀνίῃ.
20καί νύ κεν αὐτοῦ τῆμος ὑπὲρ μόρον ὤλετο κούρη,
21φάρμακα πασσαμένη, Ἥρης δ’ἁλίωσε μενοινάς,
22εἰ μή μιν Φρίξοιο θεὰ σὺν παισὶ φέβεσθαι
23ὦρσεν ἀτυζομένην · πτερόεις δέ οἱ ἐν φρεσὶ θυμὸς
24ἰάνθη · μετὰ δ’ἥγε παλίσσυτος ἀθρόα κόλπων
25φάρμακα πάντ’ἄμυδις κατεχεύατο φωριαμοῖο.
26κύσσε δ’ἑόντε λέχος καὶ δικλίδας ἀμφοτέρωθεν
27σταθμούς, καὶ τοίχων ἐπαφήσατο, χερσίτε μακρὸν
28ῥηξαμένη πλόκαμον, θαλάμῳ μνημήια μητρὶ
29κάλλιπε παρθενίης, ἀδινῇ δ’ὀλοφύρατο φωνῇ ·
30“τόνδε τοι ἀντ’ἐμέθεν ταναὸν πλόκον εἶμι λιποῦσα,
31μῆτερ ἐμή · χαίροις δὲ καὶ ἄνδιχα πολλὸν ἰούσῃ ·
32χαίροις Χαλκιόπη, καὶ πᾶς δόμος. αἴθε σε πόντος,
33ξεῖνε, διέρραισεν, πρὶν Κολχίδα γαῖαν ἱκέσθαι”.
34ὧς ἄρ’ἔφη · βλεφάρων δὲ κατ’ἀθρόα δάκρυα χεῦεν.
35οἵη δ’ἀφνειοῖο διειλυσθεῖσα δόμοιο
36ληιάς, ἥντε νέον πάτρης ἀπενόσφισεν αἶσα,
37οὐ δέ νύ πω μογεροῖο πεπείρηται καμάτοιο,
38ἀλλ’ἔτ’ἀηθέσσουσα δύης καὶ δούλια ἔργα
39εἶσιν ἀτυζομένη χαλεπὰς ὑπὸ χεῖρας ἀνάσσης ·
40τοίη ἄρ’ἱμερόεσσα δόμων ἐξέσσυτο κούρη.
41τῇ δὲ καὶ αὐτόματοι θυρέων ὑπόειξαν ὀχῆες,
42ὠκείαις ἄψορροι ἀναθρώσκοντες ἀοιδαῖς.
43γυμνοῖσιν δὲ πόδεσσιν ἀνὰ στεινὰς θέεν οἴμους,
44λαιῇ μὲν χερὶ πέπλον ἐπ’ὀφρύσιν ἀμφὶ μέτωπα
45στειλαμένη καὶ καλὰ παρήια, δεξιτερῇ δὲ
46ἄκρην ὑψόθι πέζαν ἀερτάζουσα χιτῶνος.
47καρπαλίμως δ’ἀίδηλον ἀνὰ στίβον ἔκτοθι πύργων
48ἄστεος εὐρυχόροιο φόβῳ ἵκετ’· οὐ δέ τις ἔγνω
49τήνγε φυλακτήρων, λάθε δέ σφεας ὁρμηθεῖσα.
50ἔνθεν ἴμεν νειόνδε μάλ’ἐφράσατ’· οὐ γὰρ ἄιδρις
51ἦεν ὁδῶν, θαμὰ καὶ πρὶν ἀλωμένη ἀμφίτε νεκρούς,
52ἀμφίτε δυσπαλέας ῥίζας χθονός, οἷα γυναῖκες
53φαρμακίδες · τρομερῷ δ’ὑπὸ δείματι πάλλετο θυμός.
54τὴν δὲ νέον Τιτηνὶς ἀνερχομένη περάτηθεν
55φοιταλέην ἐσιδοῦσα θεὰ ἐπεχήρατο Μήνη
56ἁρπαλέως, καὶ τοῖα μετὰ φρεσὶν ᾗσιν ἔειπεν ·
57“οὐκ ἄρ’ἐγὼ μούνη μετὰ Λάτμιον ἄντρον ἀλύσκω,
58οὐ δ’οἴη καλῷ περιδαίομαι Ἐνδυμίωνι ·
59ἦ θαμὰ δὴ καὶ σεῖο κίον δολίῃσιν ἀοιδαῖς,
60μνησαμένη φιλότητος, ἵνα σκοτίῃ ἐνὶ νυκτὶ
61φαρμάσσῃς εὔκηλος, ἅ τοι φίλα ἔργα τέτυκται.
62νῦν δὲ καὶ αὐτὴ δῆθεν ὁμοίης ἔμμορες ἄτης ·
63δῶκε δ’ἀνιηρόν τοι Ἰήσονα πῆμα γενέσθαι
64δαίμων ἀλγινόεις. ἀλλ’ἔρχεο, τέτλαθι δ’ἔμπης,
65καὶ πινυτή περ ἐοῦσα, πολύστονον ἄλγος ἀείρειν”.
66ὦς ἄρ’ἔφη · τὴν δ’αἶψα πόδες φέρον ἐγκονέουσαν.
67ἀσπασίως δ’ὄχθῃσιν ἐπηέρθη ποταμοῖο,
68ἀντιπέρην λεύσσουσα πυρὸς σέλας, ὅ ῥάτ’ἀέθλου
69παννύχιοι ἥρωες ἐυφροσύνῃσιν ἔδαιον.
70ὀξείῃ δη- δἤπειτα διὰ κνέφας ὄρθια φωνῇ
71ὁπλότατον Φρίξοιο περαιόθεν ἤπυε παίδων,
72φρόντιν · ὁ δὲ ξὺν ἑοῖσι κασιγνήτοις ὄπα κούρης
73αὐτῷτ’Αἰσονίδῃ τεκμήρατο · σῖγα δ’ἑταῖροι
74θάμβεον, εὖτ’ἐνόησαν ὃ δὴ καὶ ἐτήτυμον ἦεν.
75τρὶς μὲν ἀνήυσεν, τρὶς δ’ὀτρύνοντος ὁμίλου
76Φρόντις ἀμοιβήδην ἀντίαχεν · οἱ δ’ἄρα τείως
77ἥρωες μετὰ τήνγε θοοῖς ἐλάασκον ἐρετμοῖς.
78οὔπω πείσματα νηὸς ἐπ’ἠπείροιο περαίης
79βάλλον, ὁ δὲ κραιπνοὺς χέρσῳ πόδας ἧκεν Ἰήσων
80ὑψοῦ ἀπ’ἰκριόφιν · μετὰ δὲ Φρόντιςτε καὶ Ἄργος,
81υἷε δύω Φρίξου, χαμάδις θόρον · ἡ δ’ἄρα τούσγε
82γούνων ἀμφοτέρῃσι περισχομένη προσέειπεν ·
83“ἔκ με, φίλοι, ῥύσασθε δυσάμμορον, ὧς δὲ καὶ αὐτοὺς
84ὑμέας Αἰήταο, πρὸ γάρτ’ἀναφανδὰ τέτυκται
85πάντα μάλ’, οὐ δέ τι μῆχος ἱκάνεται. ἀλλ’ἐπὶ νηὶ
86φεύγωμεν, πρὶν τόνδε θοῶν ἐπιβήμεναι ἵππων.
87δώσω δὲ χρύσειον ἐγὼ δέρος, εὐνήσασα
88φρουρὸν ὄφιν · τύνη δὲ θεοὺς ἐνὶ σοῖσιν ἑταίροις,
89ξεῖνε, τεῶν μύθων ἐπιίστορας, οὕς μοι ὑπέστης,
90ποίησαι · μη δ’ἔνθεν ἑκαστέρω ὁρμηθεῖσαν
91χήτει κηδεμόνων ὀνοτὴν καὶ ἀεικέα θείης”.
92ἴσκεν ἀκηχεμένη · μέγα δὲ φρένες Αἰσονίδαο
93γήθεον · αἶψα δέ μιν περὶ γούνασι πεπτηυῖαν
94ἦκ’ἀναειρόμενος προσπτύξατο, θάρσυνέντε ·
95“δαιμονίη, Ζεὺς αὐτὸς Ὀλύμπιος ὅρκιος ἔστω,
96Ἥρητε Ζυγίη, Διὸς εὐνέτις, ἦ μὲν ἐμοῖσιν
97κουριδίην σε δόμοισιν ἐνιστήσεσθαι ἄκοιτιν,
98εὖτ’ἂν ἐς Ἑλλάδα γαῖαν ἱκώμεθα νοστήσαντες”.
99ὧς ηὔδα, καὶ χεῖρα παρασχεδὸν ἤραρε χειρὶ
100δεξιτερήν · ἡ δέ σφιν ἐς ἱερὸν ἄλσος ἀνώγει
101νῆα θοὴν ἐλάαν αὐτοσχεδόν, ὄφρ’ἔτι νύκτωρ
102κῶας ἑλόντες ἄγοιντο παρὲκ νόον Αἰήταο.
103ἔνθ’ἔπος ἠδὲ καὶ ἔργον ὁμοῦ πέλεν ἐσσυμένοισιν.
104εἰς γάρ μιν βήσαντες, ἀπὸ χθονὸς αὐτίκ’ἔωσαν
105νῆα · πολὺς δ’ὀρυμαγδὸς ἐπειγομένων ἐλάτῃσιν
106ἦεν ἀριστήων · ἡ δ’ἔμπαλιν ἀίσσουσα
107γαίῃ χεῖρας ἔτεινεν ἀμήχανος. αὐτὰρ Ἰήσων
108θάρσυνέντ’ἐπέεσσι, καὶ ἴσχανεν ἀσχαλόωσαν.
109ἦμος δ’ἀνέρες ὕπνον ἀπ’ὀφθαλμῶν ἐβάλοντο
110ἀγρόται, οἵτε κύνεσσι πεποιθότες οὔποτε νύκτα
111ἄγχαυρον κνώσσουσιν, ἀλευάμενοι φάος ἠοῦς,
112μὴ πρὶν ἀμαλδύνῃ θηρῶν στίβον ἠδὲ καὶ ὀδμὴν
113θηρείην λευκῇσιν ἐνισκίμψασα βολῇσιν ·
114τῆμος ἄρ’Αἰσονίδης κούρητ’ἀπὸ νηὸς ἔβησαν
115ποιήεντ’ἀνὰ χῶρον, ἵνα κριοῦ καλέονται
116εὐναί, ὅθι πρῶτον κεκμηότα γούνατ’ἔκαμψεν,
117νώτοισιν φορέων Μινυήιον υἷ’Ἀθάμαντος.
118ἐγγύθι δ’αἰθαλόεντα πέλεν βωμοῖο θέμεθλα,
119ὅν ῥά ποτ’Αἰολίδης Διὶ Φυξίῳ εἵσατο Φρίξος,
120ῥέζων κεῖνο τέρας παγχρύσεον, ὥς οἱ ἔειπεν
121Ἑρμείας πρόφρων ξυμβλήμενος. ἔνθ’ἄρα τούσγε
122Ἄργου φραδμοσύνῃσιν ἀριστῆες μεθέηκαν.
123τὼ δὲ δι’ἀτραπιτοῖο μεθ’ἱερὸν ἄλσος ἵκοντο,
124φηγὸν ἀπειρεσίην διζημένω, ᾗ ἔπι κῶας
125βέβλητο, νεφέλῃ ἐναλίγκιον, ἥτ’ἀνιόντος
126ἠελίου φλογερῇσιν ἐρεύθεται ἀκτίνεσσιν.
127αὐτὰρ ὁ ἀντικρὺ περιμήκεα τείνετο δειρὴν
128ὀξὺς ἀύπνοισιν προϊδὼν ὄφις ὀφθαλμοῖσιν
129νισσομένους, ῥοίζει δὲ πελώριον · ἀμφὶ δὲ μακραὶ
130ἠιόνες ποταμοῖο καὶ ἄσπετον ἴαχεν ἄλσος.
131ἔκλυον οἳ καὶ πολλὸν ἑκὰς Τιτηνίδος Αἴης
132Κολχίδα γῆν ἐνέμοντο παρὰ προχοῇσι Λύκοιο,
133ὅςτ’ἀποκιδνάμενος ποταμοῦ κελάδοντος Ἀράξεω
134Φάσιδι συμφέρεται ἱερὸν ῥόον · οἱ δὲ συνάμφω
135Καυκασίην ἅλαδ’εἰς ἓν ἐλαυνόμενοι προχέουσιν.
136δείματι δ’ἐξέγροντο λεχωίδες, ἀμφὶ δὲ παισὶν
137νηπιάχοις, οἵτέ σφιν ὑπ’ἀγκαλίδεσσιν ἴαυον,
138ῥοίζῳ παλλομένοις χεῖρας βάλον ἀσχαλόωσαι.
139ὡς δ’ὅτε τυφομένης ὕλης ὕπερ αἰθαλόεσσαι
140καπνοῖο στροφάλιγγες ἀπείριτοι εἱλίσσονται,
141ἄλλη δ’αἶψ’ἑτέρῃ ἐπιτέλλεται αἰὲν ἐπιπρὸ
142νειόθεν ἰλίγγοισιν ἐπήορος ἐξανιοῦσα ·
143ὧς τότε κεῖνο πέλωρον ἀπειρεσίας ἐλέλιξεν
144ῥυμβόνας ἀζαλέῃσιν ἐπηρεφέας φολίδεσσιν.
145τοῖο δ’ἑλισσομένοιο κατ’ὄμματα νίσσετο κούρη,
146ὕπνον ἀοσσητῆρα, θεῶν ὕπατον, καλέουσα
147ἡδείῃ ἐνοπῇ, θέλξαι τέρας · αὖε δ’ἄνασσαν
148νυκτιπόλον, χθονίην, εὐαντέα δοῦναι ἐφορμήν.
149εἵπετο δ’Αἰσονίδης πεφοβημένος, αὐτὰρ ὅγ’ἤδη
150οἴμῃ θελγόμενος δολιχὴν ἀνελύετ’ἄκανθαν
151γηγενέος σπείρης, μήκυνε δὲ μυρία κύκλα,
152οἷον ὅτε βληχροῖσι κυλινδόμενον πελάγεσσιν
153κῦμα μέλαν κωφόντε καὶ ἄβρομον · ἀλλὰ καὶ ἔμπης
154ὑψοῦ σμερδαλέην κεφαλὴν μενέαινεν ἀείρας
155ἀμφοτέρους ὀλοῇσι περιπτύξαι γενύεσσιν.
156ἡ δέ μιν ἀρκεύθοιο νέον τετμηότι θαλλῷ
157βάπτουσ’ἐκ κυκεῶνος ἀκήρατα φάρμακ’ἀοιδαῖς
158ῥαῖνε κατ’ὀφθαλμῶν · περίτ’ἀμφίτε νήριτος ὀδμὴ
159φαρμάκου ὕπνον ἔβαλλε · γένυν δ’αὐτῇ ἐνὶ χώρῃ
160θῆκεν ἐρεισάμενος · τὰ δ’ἀπείρονα πολλὸν ὀπίσσω
161κύκλα πολυπρέμνοιο διὲξ ὕλης τετάνυστο.
162ἔνθα δ’ὁ μὲν χρύσειον ἀπὸ δρυὸς αἴνυτο κῶας,
163κούρης κεκλομένης · ἡ δ’ἔμπεδον ἑστηυῖα
164φαρμάκῳ ἔψηχεν θηρὸς κάρη, εἰσόκε δή μιν
165αὐτὸς ἑὴν ἐπὶ νῆα παλιντροπάασθαι Ἰήσων
166ἤνωγεν, λεῖπεν δὲ πολύσκιον ἄλσος Ἄρηος.
167ὡς δὲ σεληναίην διχομήνιδα παρθένος αἴγλην
168ὑψόθεν ἐξανέχουσαν ὑπωροφίου θαλάμοιο
169λεπταλέῳ ἑανῷ ὑποΐσχεται · ἐν δέ οἱ ἦτορ
170χαίρει δερκομένης καλὸν σέλας · ὧς τότ’Ἰήσων
171γηθόσυνος μέγα κῶας ἑαῖς ἐναείρατο χερσίν ·
172καί οἱ ἐπὶ ξανθῇσι παρηίσιν ἠδὲ μετώπῳ
173μαρμαρυγῇ ληνέων φλογὶ εἴκελον ἷζεν ἔρευθος.
174ὅσση δὲ ῥινὸς βοὸς ἤνιος ἢ ἐλάφοιο
175γίγνεται, ἥντ’ἀγρῶσται ἀχαιινέην καλέουσιν,
176τόσσον ἔην πάντῃ χρύσεον ἐφύπερθεν ἄωτον.
177βεβρίθει λήνεσσιν ἐπηρεφές · ἤλιθα δὲ χθὼν
178αἰὲν ὑποπρὸ ποδῶν ἀμαρύσσετο νισσομένοιο.
179ἤιε δ’ἄλλοτε μὲν λαιῷ ἐπιειμένος ὤμῳ
180αὐχένος ἐξ ὑπάτοιο ποδηνεκές, ἄλλοτε δ’αὖτε
181εἴλει ἀφασσόμενος · περὶ γὰρ δίεν, ὄφρα ἓ μή τις
182ἀνδρῶν ἠὲ θεῶν νοσφίσσεται ἀντιβολήσας.
183ἠὼς μέν ῥ’ἐπὶ γαῖαν ἐκίδνατο, τοὶ δ’ἐς ὅμιλον
184ἷξον · θάμβησαν δὲ νέοι μέγα κῶας ἰδόντες
185λαμπόμενον στεροπῇ ἴκελον Διός. ὦρτο δ’ἕκαστος
186ψαῦσαι ἐελδόμενος δέχθαιτ’ἐνὶ χερσὶν ἑῇσιν.
187Αἰσονίδης δ’ἄλλους μὲν ἐρήτυε, τῷ δ’ἐπὶ φᾶρος
188κάββαλε νηγάτεον · πρύμνῃ δ’ἐνεείσατο κούρην
189ἀνθέμενος, καὶ τοῖον ἔπος μετὰ πᾶσιν ἔειπεν ·
190“μηκέτι νῦν χάζεσθε, φίλοι, πάτρηνδε νέεσθαι.
191ἤδη γὰρ χρειώ, τῆς εἵνεκα τήνδ’ἀλεγεινὴν
192ναυτιλίην ἔτλημεν ὀιζύι μοχθίζοντες,
193εὐπαλέως κούρης ὑπὸ δήνεσι κεκράανται.
194τὴν μὲν ἐγὼν ἐθέλουσαν ἀνάξομαι οἴκαδ’ἄκοιτιν
195κουριδίην · ἀτὰρ ὔμμες Ἀχαιίδος οἷάτε πάσης
196αὐτῶνθ’ὑμείων ἐσθλὴν ἐπαρωγὸν ἐοῦσαν
197σώετε. δὴ γάρ που, μάλ’ὀίομαι, εἶσιν ἐρύξων
198Αἰήτης ὁμάδῳ πόντονδ’ἴμεν ἐκ ποταμοῖο.
199ἀλλ’οἱ μὲν διὰ νηός, ἀμοιβαδὶς ἀνέρος ἀνὴρ
200ἑζόμενος, πηδοῖσιν ἐρέσσετε · τοὶ δὲ βοείας
201ἀσπίδας ἡμίσεες, δῄων θοὸν ἔχμα βολάων,
202προσχόμενοι νόστῳ ἐπαμύνετε. νῦν δ’ἐνὶ χερσὶν
203παῖδας ἑοὺς πάτρηντε φίλην, γεραρούςτε τοκῆας
204ἴσχομεν · ἡμετέρῃ δ’ἐπερείδεται Ἑλλὰς ἐφορμῇ,
205ἠὲ κατηφείην, ἢ καὶ μέγα κῦδος ἀρέσθαι”.
206ὧς φάτο, δῦνε δὲ τεύχε’ἀρήια · τοὶ δ’ἰάχησαν
207θεσπέσιον μεμαῶτες. ὁ δὲ ξίφος ἐκ κολεοῖο
208σπασσάμενος πρυμναῖα νεὼς ἀπὸ πείσματ’ἔκοψεν.
209ἄγχι δὲ παρθενικῆς κεκορυθμένος ἰθυντῆρι
210Ἀγκαίῳ παρέβασκεν · ἐπείγετο δ’εἰρεσίῃ νηῦς
211σπερχομένων ἄμοτον ποταμοῦ ἄφαρ ἐκτὸς ἐλάσσαι.
212ἤδη δ’Αἰήτῃ ὑπερήνορι πᾶσίτε Κόλχοις
213Μηδείης περίπυστος ἔρως καὶ ἔργ’ἐτέτυκτο.
214ἐς δ’ἀγορὴν ἀγέροντ’ἐνὶ τεύχεσιν · ὅσσα δέ πόντου
215κύματα χειμερίοιο κορύσσεται ἐξ ἀνέμοιο,
216ἢ ὅσα φύλλα χαμᾶζε περικλαδέος πέσεν ὕλης
217φυλλοχόῳ ἐνὶ μηνί — τίς ἂν τάδε τεκμήραιτο;
218ὧς οἱ ἀπειρέσιοι ποταμοῦ παρεμέτρεον ὄχθας,
219κλαγγῇ μαιμώοντες · ὁ δ’εὐτύκτῳ ἐνὶ δίφρῳ
220Αἰήτης ἵπποισι μετέπρεπεν, οὕς οἱ ὄπασσεν
221ἠέλιος πνοιῇσιν ἐειδομένους ἀνέμοιο,
222σκαιῇ μέν ῥ’ἐνὶ χειρὶ σάκος δινωτὸν ἀείρων,
223τῇ δ’ἑτέρῃ πεύκην περιμήκεα · πὰρ δέ οἱ ἔγχος
224ἀντικρὺ τετάνυστο πελώριον. ἡνία δ’ἵππων
225γέντο χεροῖν Ἄψυρτος. υπεκπρὸ δὲ πόντον ἔταμνεν
226νηῦς ἤδη κρατεροῖσιν ἐπειγομένη ἐρέτῃσιν,
227καὶ μεγάλου ποταμοῖο καταβλώσκοντι ῥεέθρῳ.
228αὐτὰρ ἄναξ ἄτῃ πολυπήμονι χεῖρας ἀείρας
229ἠέλιον καὶ Ζῆνα κακῶν ἐπιμάρτυρας ἔργων
230κέκλετο · δεινὰ δὲ παντὶ παρασχεδὸν ἤπυε λαῷ
231εἰ μή οἱ κούρην αὐτάγρετον, ἢ ἀνὰ γαῖαν,
232ἢ πλωτῆς εὑρόντες ἔτ’εἰν ἁλὸς οἴδματι νῆα,
233ἄξουσιν, καὶ θυμὸν ἐνιπλήσει μενεαίνων
234τίσασθαι τάδε πάντα, δαήσονται κεφαλῇσιν
235πάντα χόλον καὶ πᾶσαν ἑὴν ὑποδέγμενοι ἄτην.
236ὧς ἔφατ’Αἰήτης · αὐτῷ δ’ἐνὶ ἤματι Κόλχοι
237νῆάςτ’εἰρύσσαντο, καὶ ἄρμενα νηυσὶ βάλοντο,
238αὐτῷ δ’ἤματι πόντον ἀνήιον · οὐ δέ κε φαίης
239τόσσον νηίτην στόλον ἔμμεναι, ἀλλ’οἰωνῶν
240ἰλαδὸν ἄσπετον ἔθνος ἐπιβρομέειν πελάγεσσιν.
241οἱ δ’ἀνέμου λαιψηρὰ θεᾶς βουλῇσιν ἀέντος
242Ἥρης, ὄφρ’ὤκιστα κακὸν Πελίαο δόμοισιν
243Αἰαίη Μήδεια Πελασγίδα γαῖαν ἵκηται,
244ἠοῖ ἐνὶ τριτάτῃ πρυμνήσια νηὸς ἔδησαν
245Παφλαγόνων ἀκτῇσι, πάροιθ’Ἅλυος ποταμοῖο.
246ἡ γάρ σφ’ἐξαποβάντας ἀρέσσασθαι θυέεσσιν
247ἠνώγει Ἑκάτην. καὶ δὴ τὰ μέν, ὅσσα θυηλὴν
248κούρη πορσανέουσα τιτύσκετο, μήτε τις ἴστωρ
249εἴη, μήτ’ἐμὲ θυμὸς ἐποτρύνειεν ἀείδειν.
250ἅζομαι αὐδῆσαι · τό γε μὴν ἕδος ἐξέτι κείνου,
251ὅ ῥα θεᾷ ἥρωες ἐπὶ ῥηγμῖσιν ἔδειμαν,
252ἀνδράσιν ὀψιγόνοισι μένει καὶ τῆμος ἰδέσθαι.
253αὐτίκα δ’Αἰσονίδης ἐμνήσατο, σὺν δὲ καὶ ὁ- ὧλλοι
254ἥρωες, Φινῆος, ὃ δὴ πλόον ἄλλον ἔειπεν
255ἐξ Αἴης ἔσσεσθαι · ἀνώιστος δ’ἐτέτυκτο
256πᾶσιν ὁμῶς. Ἄργος δὲ λιλαιομένοις ἀγόρευσεν ·
257“νισσόμεθ’Ὀρχομενὸν τὴν ἔχραεν ὔμμι περῆσαι
258νημερτὴς ὅδε μάντις, ὅτῳ ξυνέβητε πάροιθεν.
259ἔστιν γὰρ πλόος ἄλλος, ὃν ἀθανάτων ἱερῆες
260πέφραδον, οἳ Θήβης Τριτωνίδος ἐκγεγάασιν.
261οὔπω τείρεα πάντα, τάτ’οὐρανῷ εἱλίσσονται,
262οὐ δέ τί πω Δαναῶν ἱερὸν γένος ἦεν ἀκοῦσαι
263πευθομένοις · οἶοι δ’ἔσαν Ἀρκάδες Ἀπιδανῆες,
264Ἀρκάδες, οἳ καὶ πρόσθε σεληναίης ὑδέονται
265ζώειν, φηγὸν ἔδοντες ἐν οὔρεσιν. οὐ δὲ Πελασγὶς
266χθὼν τότε κυδαλίμοισιν ἀνάσσετο Δευκαλίδῃσιν,
267ἦμος ὅτ’Ἠερίη πολυλήιος ἐκλήιστο,
268μήτηρ Αἴγυπτος προτερηγενέων αἰζηῶν,
269καὶ ποταμὸς Τρίτων εὐρύρροος, ᾧ ὕπο πᾶσα
270ἄρδεται Ἠερίη · Διόθεν δέ μιν οὔποτε δεύει
271ὄμβρος · ἅλις προχοῇσι δ’ἀνασταχύουσιν ἄρουραι.
272ἔνθεν δή τινά φασι πέριξ διὰ πᾶσαν ὁδεῦσαι
273Εὐρώπην Ἀσίηντε βίῃ καὶ κάρτεϊ λαῶν
274σφωιτέρων θάρσειτε πεποιθότα · μυρία δ’ἄστη
275νάσσατ’ἐποιχόμενος, τὰ μὲν ἤ ποθι ναιετάουσιν,
276ἠὲ καὶ οὔ · πουλὺς γὰρ ἄδην ἐπενήνοθεν αἰών.
277αἶά γε μὴν ἔτι νῦν μένει ἔμπεδον υἱωνοίτε
278τῶνδ’ἀνδρῶν, οὓς ὅσγε καθίσσατο ναιέμεν Αἶαν,
279οἳ δή τοι γραπτῦς πατέρων ἕθεν εἰρύονται,
280κύρβιας, οἷς ἔνι πᾶσαι ὁδοὶ καὶ πείρατ’ἔασιν
281ὑγρῆςτε τραφερῆςτε πέριξ ἐπινισσομένοισιν.
282ἔστι δέ τις ποταμός, ὕπατον κέρας Ὠκεανοῖο,
283εὐρύςτε προβαθήςτε καὶ ὁλκάδι νηὶ περῆσαι ·
284Ἴστρον μιν καλέοντες ἑκὰς διετεκμήραντο ·
285ὅς δή τοι τείως μὲν ἀπείρονα τέμνετ’ἄρουραν
286εἷς οἶος · πηγαὶ γὰρ ὑπὲρ πνοιῆς βορέαο
287Ῥιπαίοις ἐν ὄρεσσιν ἀπόπροθι μορμύρουσιν.
288ἀλλ’ὁπόταν Θρῃκῶν Σκυθέωντ’ἐπιβήσεται οὔρους,
289ἔνθα διχῆ τὸ μὲν ἔνθα μετ’ἠῴην ἅλα βάλλει
290τῇδ’ὕδωρ, τὸ δ’ὄπισθε βαθὺν διὰ κόλπον ἵησιν
291σχιζόμενος πόντου Τρινακρίου εἰσανέχοντα,
292γαίῃ ὃς ὑμετέρῃ παρακέκλιται, εἰ ἐτεὸν δὴ
293ὑμετέρης γαίης Ἀχελώιος ἐξανίησιν”.
294ὧς ἄρ’ἔφη · τοῖσιν δὲ θεὰ τέρας ἐγγυάλιξεν
295αἴσιον, ᾧ καὶ πάντες ἐπευφήμησαν ἰδόντες
296στέλλεσθαι τήνδ’οἶμον. ἐπιπρὸ γὰρ ὁλκὸς ἐτύχθη
297οὐρανίης ἀκτῖνος, ὅπῃ καὶ ἀμεύσιμον ἦεν.
298γηθόσυνοι δὲ Λύκοιο κατ’αὐτόθι παῖδα λιπόντες
299λαίφεσι πεπταμένοισιν ὑπεὶρ ἅλα ναυτίλλοντο,
300οὔρεα Παφλαγόνων θηεύμενοι. οὐ δὲ Κάραμβιν
301γνάμψαν, ἐπεὶ πνοιαίτε καὶ οὐρανίου πυρὸς αἴγλη
302μεῖνεν, ἕως Ἴστροιο μέγαν ῥόον εἰσαφίκοντο.
303Κόλχοι δ’αὖτ’ἄλλοι μέν, ἐτώσια μαστεύοντες,
304Κυανέας Πόντοιο διὲκ πέτρας ἐπέρησαν ·
305ἄλλοι δ’αὖ ποταμὸν μετεκίαθον, οἷσιν ἄνασσεν
306Ἄψυρτος, Καλὸν δὲ διὰ στόμα πεῖρε λιασθείς.
307τῶ καὶ ὑπέφθη τούσγε βαλὼν ὕπερ αὐχένα γαίης
308κόλπον ἔσω πόντοιο πανέσχατον Ἰονίοιο.
309Ἴστρῳ γάρ τις νῆσος ἐέργεται οὔνομα Πεύκη,
310τριγλώχιν, εὖρος μὲν ἐς αἰγιαλοὺς ἀνέχουσα,
311στεινὸν δ’αὖτ’ἀγκῶνα ποτὶ ῥόον · ἀμφὶ δὲ δοιαὶ
312σχίζονται προχοαί. τὴν μὲν καλέουσι Νάρηκος ·
313τὴν δ’ὑπὸ τῇ νεάτῃ, Καλὸν στόμα. τῇ δὲ διαπρὸ
314Ἄψυρτος Κόλχοιτε θοώτερον ὡρμήθησαν ·
315οἱ δ’ὑψοῦ νήσοιο κατ’ἀκροτάτης ἐνέοντο
316τηλόθεν. εἱαμενῇσι δ’ἐν ἄσπετα πώεα λεῖπον
317ποιμένες ἄγραυλοι νηῶν φόβῳ, οἷάτε θῆρας
318ὀσσόμενοι πόντου μεγακήτεος ἐξανιόντας.
319οὐ γάρ πω ἁλίας γε πάρος ποθὶ νῆας ἴδοντο,
320οὔτ’οὖν Θρήιξιν μιγάδες Σκύθαι, οὐ δὲ Σίγυννοι,
321οὔτ’οὖν Γραυκένιοι, οὔθ’οἱ περὶ Λαύριον ἤδη
322Σίνδοι ἐρημαῖον πεδίον μέγα ναιετάοντες.
323αὐτὰρ ἐπείτ’Ἄγγουρον ὄρος, καὶ ἄπωθεν ἐόντα
324Ἀγγούρου ὄρεος σκόπελον πάρα Καυλιακοῖο,
325ᾧ πέρι δὴ σχίζων Ἴστρος ῥόον ἔνθα καὶ ἔνθα
326βάλλει ἁλός, πεδίοντε τὸ Λαύριον ἠμείψαντο,
327δή ῥα τότε Κρονίην Κόλχοι ἅλαδ’ἐκπρομολόντες
328πάντῃ, μή σφε λάθοιεν, ὑπετμήξαντο κελεύθους.
329οἱ δ’ὄπιθεν ποταμοῖο κατήλυθον, ἐκ δ’ἐπέρησαν
330δοιὰς Ἀρτέμιδος Βρυγηίδας ἀγχόθι νήσους.
331τῶν δ’ἤτοι ἑτέρῃ μὲν ἐν ἱερὸν ἔσκεν ἔδεθλον ·
332ἐν δ’ἑτέρῃ, πληθὺν πεφυλαγμένοι Ἀψύρτοιο,
333βαῖνον · ἐπεὶ κείνας πολέων λίπον ἔνδοθι νήσους
334αὔτως, ἁζόμενοι κούρην Διός · αἱ δὲ δὴ ἄλλαι
335στεινόμεναι Κόλχοισι πόρους εἴρυντο θαλάσσης.
336ὧς δὲ καὶ εἰς ἀκτὰς πληθὺν λίπεν ἀγχόθι νήσων
337μέσφα Σαλαγγῶνος ποταμοῦ καὶ Νέστιδος αἴης.
338ἔνθα κε λευγαλέῃ Μινύαι τότε δηιοτῆτι
339παυρότεροι πλεόνεσσιν ὑπείκαθον · ἀλλὰ πάροιθεν
340συνθεσίην, μέγα νεῖκος ἀλευάμενοι, ἐτάμοντο,
341κῶας μὲν χρύσειον, ἐπεί σφισιν αὐτὸς ὑπέστη
342Αἰήτης, εἰ κεῖνοι ἀναπλήσειαν ἀέθλους,
343ἔμπεδον εὐδικίῃ σφέας ἑξέμεν, εἴτε δόλοισιν,
344εἴτε καὶ ἀμφαδίην αὔτως ἀέκοντος ἀπηύρων ·
345αὐτὰρ Μήδειάν γε — τὸ γὰρ πέλεν ἀμφήριστον —
346παρθέσθαι κούρῃ Λητωίδι νόσφιν ὁμίλου,
347εἰσόκε τις δικάσῃσι θεμιστούχων βασιλήων,
348εἴτε μιν εἰς πατρὸς χρειὼ δόμον αὖτις ἱκάνειν,
349εἴτε μεθ’Ἑλλάδα γαῖαν ἀριστήεσσιν ἕπεσθαι.
350ἔνθα δ’ἐπεὶ τὰ ἕκαστα νόῳ πεμπάσσατο κούρη,
351δή ῥά μιν ὀξεῖαι κραδίην ἐλέλιξαν ἀνῖαι
352νωλεμές · αἶψα δὲ νόσφιν Ἰήσονα μοῦνον ἑταίρων
353ἐκπροκαλεσσαμένη ἄγεν ἄλλυδις, ὄφρ’ἐλίασθεν
354πολλὸν ἑκάς, στονόεντα δ’ἐνωπαδὶς ἔκφατο μῦθον ·
355“Αἰσονίδη, τίνα τήνδε συναρτύνασθε μενοινὴν
356ἀμφ’ἐμοί; ἦέ σε πάγχυ λαθιφροσύναις ἐνέηκαν
357ἀγλαΐαι, τῶν δ’οὔτι μετατρέπῃ, ὅσσ’ἀγόρευες
358χρειοῖ ἐνισχόμενος; ποῦ τοι Διὸς Ἱκεσίοιο
359ὅρκια, ποῦ δὲ μελιχραὶ ὑποσχεσίαι βεβάασιν;
360ᾗς ἐγὼ οὐ κατὰ κόσμον ἀναιδήτῳ ἰότητι
361πάτρηντε κλέατε μεγάρων αὐτούςτε τοκῆας
362νοσφισάμην, τά μοι ἦεν ὑπέρτατα · τηλόθι δ’οἴη
363λυγρῇσιν κατὰ πόντον ἅμ’ἀλκυόνεσσι φορεῦμαι
364σῶν ἕνεκεν καμάτων, ἵνα μοι σόος ἀμφίτε βουσὶν
365ἀμφίτε γηγενέεσσιν ἀναπλήσειας ἀέθλους.
366ὕστατον αὖ καὶ κῶας, ἐπείτ’ἐπαϊστὸν ἐτύχθη,
367εἷλες ἐμῇ ματίῃ · κατὰ δ’οὐλοὸν αἶσχος ἔχευα
368θηλυτέραις. τῶ φημὶ τεὴ κούρητε δάμαρτε
369αὐτοκασιγνήτητε μεθ’Ἑλλάδα γαῖαν ἕπεσθαι.
370πάντῃ νυν πρόφρων ὑπερίστασο, μη δέ με μούνην
371σεῖο λίπῃς ἀπάνευθεν, ἐποιχόμενος βασιλῆας.
372ἀλλ’αὔτως εἴρυσο · δίκη δέ τοι ἔμπεδος ἔστω
373καὶ θέμις, ἣν ἄμφω συναρέσσαμεν · ἢ σύγ’ἔπειτα
374φασγάνῳ αὐτίκα τόνδε μέσον διὰ λαιμὸν ἀμῆσαι,
375ὄφρ’ἐπίηρα φέρωμαι ἐοικότα μαργοσύνῃσιν.
376σχετλίη, εἴ κεν δή με κασιγνήτοιο δικάσσῃ
377ἔμμεναι οὗτος ἄναξ, τῷ ἐπίσχετε τάσδ’ἀλεγεινὰς
378ἄμφω συνθεσίας. πῶς ἵξομαι ὄμματα πατρός;
379ἦ μάλ’ἐυκλειής; τίνα δ’οὐ τίσιν, ἠὲ βαρεῖαν
380ἄτην οὐ σμυγερῶς δεινῶν ὕπερ, οἷα ἔοργα,
381ὀτλήσω; σὺ δέ κεν θυμηδέα νόστον ἕλοιο;
382μὴ τόγε παμβασίλεια Διὸς τελέσειεν ἄκοιτις,
383ᾗ ἐπικυδιάεις. μνήσαιο δέ καί ποτ’ἐμεῖο,
384στρευγόμενος καμάτοισι · δέρος δέ τοι ἶσον ὀνείροις
385οἴχοιτ’εἰς ἔρεβος μεταμώνιον. ἐκ δέ σε πάτρης
386αὐτίκ’ἐμαί σ’ἐλάσειαν Ἐρινύες · οἷα καὶ αὐτὴ
387σῇ πάθον ἀτροπίῃ. τὰ μὲν οὐ θέμις ἀκράαντα
388ἐν γαίῃ πεσέειν. μάλα γὰρ μέγαν ἤλιτες ὅρκον,
389νηλεές · ἀλλ’οὔ θήν μοι ἐπιλλίζοντες ὀπίσσω
390δὴν ἔσσεσθ’εὔκηλοι ἕκητί γε συνθεσιάων”.
391ὧς φάτ’ἀναζείουσα βαρὺν χόλον · ἵετο δ’ἥγε
392νῆα καταφλέξαι, διάτ’ἔμπεδα πάντα κεάσσαι,
393ἐν δὲ πεσεῖν αὐτὴ μαλερῷ πυρί. τοῖα δ’Ἰήσων
394μειλιχίοις ἐπέεσσιν ὑποδδείσας προσέειπεν ·
395“ἴσχεο, δαιμονίη · τὰ μὲν ἁνδάνει οὐ δ’ἐμοὶ αὐτῷ.
396ἀλλά τιν’ἀμβολίην διζήμεθα δηιοτῆτος,
397ὅσσον δυσμενέων ἀνδρῶν νέφος ἀμφιδέδηεν
398εἵνεκα σεῦ. πάντες γάρ, ὅσοι χθόνα τήνδε νέμονται,
399Ἀψύρτῳ μεμάασιν ἀμυνέμεν, ὄφρα σε πατρί,
400οἷάτε ληισθεῖσαν, ὑπότροπον οἴκαδ’ἄγοιντο.
401αὐτοὶ δὲ στυγερῷ κεν ὀλοίμεθα πάντες ὀλέθρῳ,
402μίξαντες δαῒ χεῖρας · ὅ τοι καὶ ῥίγιον ἄλγος
403ἔσσεται, εἴ σε θανόντες ἕλωρ κείνοισι λίποιμεν.
404ἥδε δὲ συνθεσίη κρανέει δόλον, ᾧ μιν ἐς ἄτην
405βήσομεν. οὐ δ’ἂν ὁμῶς περιναιέται ἀντιόωσιν
406Κόλχοις ἦρα φέροντες ὑπὲρ σέο νόσφιν ἄνακτος,
407ὅς τοι ἀοσσητήρτε κασίγνητόςτε τέτυκται ·
408οὐ δ’ἂν ἐγὼ Κόλχοισιν ὑπείξω μὴ πολεμίζειν
409ἀντιβίην, ὅτε μή με διὲξ εἰῶσι νέεσθαι”.
410ἴσκεν ὑποσσαίνων · ἡ δ’οὐλοὸν ἔκφατο μῦθον ·
411“φράζεο νῦν. χρειὼ γὰρ ἀεικελίοισιν ἐπ’ἔργοις
412καὶ τόδε μητίσασθαι, ἐπεὶ τὸ πρῶτον ἀάσθην
413ἀμπλακίῃ, θεόθεν δὲ κακὰς ἤνυσσα μενοινάς.
414τύνη μὲν κατὰ μῶλον ἀλέξεο δούρατα Κόλχων ·
415αὐτὰρ ἐγὼ κεῖνόν γε τεὰς ἐς χεῖρας ἱκέσθαι
416μειλίξω · σὺ δέ μιν φαιδροῖς ἀγαπάζεο δώροις.
417εἴ κέν πως κήρυκας ἀπερχομένους πεπίθοιμι
418οἰόθεν οἶον ἐμοῖσι συναρθμῆσαι ἐπέεσσιν,
419ἔνθ’εἴ τοι τόδε ἔργον ἐφανδάνει, οὔτι μεγαίρω,
420κτεῖνέτε, καὶ Κόλχοισιν ἀείρεο δηιοτῆτα”.
421ὧς τώγε ξυμβάντε μέγαν δόλον ἠρτύνοντο
422Ἀψύρτῳ, καὶ πολλὰ πόρον ξεινήια δῶρα,
423οἷς μέτα καὶ πέπλον δόσαν ἱερὸν Ὑψιπυλείης
424πορφύρεον. τὸν μέν ῥα Διωνύσῳ κάμον αὐταὶ
425δίῃ ἐν ἀμφιάλῳ Χάριτες θεαί · αὐτὰρ ὁ παιδὶ
426δῶκε Θόαντι μεταῦτις · ὁ δ’αὖ λίπεν Ὑψιπυλείῃ ·
427ἡ δ’ἔπορ’Αἰσονίδῃ πολέσιν μετὰ καὶ τὸ φέρεσθαι
428γλήνεσιν εὐεργὲς ξεινήιον. οὔ μιν ἀφάσσων,
429οὔτε κεν εἰσορόων γλυκὺν ἵμερον ἐμπλήσειας.
430τοῦ δὲ καὶ ἀμβροσίη ὀδμὴ πέλεν ἐξέτι κείνου,
431ἐξ οὗ ἄναξ αὐτὸς Νυσήιος ἐγκατέλεκτο
432ἀκροχάλιξ οἴνῳ καὶ νέκταρι, καλὰ μεμαρπὼς
433στήθεα παρθενικῆς Μινωίδος, ἥν ποτε Θησεὺς
434Κνωσσόθεν ἑσπομένην Δίῃ ἔνι κάλλιπε νήσῳ.
435ἡ δ’ὅτε κηρύκεσσιν ἐπεξυνώσατο μύθους,
436θελγέμεν, εὖτ’ἂν πρῶτα θεᾶς περὶ νηὸν ἵκηται
437συνθεσίῃ, νυκτόςτε μέλαν κνέφας ἀμφιβάλῃσιν,
438ἐλθέμεν, ὄφρα δόλον συμφράσσεται, ὥς κεν ἑλοῦσα
439χρύσειον μέγα κῶας ὑπότροπος αὖτις ὀπίσσω
440βαίη ἐς Αἰήταο δόμους · πέρι γάρ μιν ἀνάγκῃ
441υἱῆες Φρίξοιο δόσαν ξείνοισιν ἄγεσθαι ·
442τοῖα παραιφαμένη θελκτήρια φάρμακ’ἔπασσεν
443αἰθέρι καὶ πνοιῇσι, τά κεν καὶ ἄπωθεν ἐόντα
444ἄγριον ἠλιβάτοιο κατ’οὔρεος ἤγαγε θῆρα.
445σχέτλι’Ἔρως, μέγα πῆμα, μέγα στύγος ἀνθρώποισιν,
446ἐκ σέθεν οὐλόμεναίτ’ἔριδες στοναχαίτε γόοιτε,
447ἄλγεάτ’ἄλλ’ἐπὶ τοῖσιν ἀπείρονα τετρήχασιν.
448δυσμενέων ἐπὶ παισὶ κορύσσεο, δαῖμον, ἀερθείς,
449οἷος Μηδείῃ στυγερὴν φρεσὶν ἔμβαλες ἄτην.
450πῶς γὰρ δὴ μετιόντα κακῷ ἐδάμασσεν ὀλέθρῳ
451Ἄψυρτον; τὸ γὰρ ἧμιν ἐπισχερὼ ἦεν ἀοιδῆς.
452ἦμος ὅτ’Ἀρτέμιδος νήσῳ ἔνι τήνγ’ἐλίποντο
453συνθεσίῃ. τοὶ μέν ῥα διάνδιχα νηυσὶν ἔκελσαν
454σφωιτέραις κρινθέντες · ὁ δ’ἐς λόχον ᾖεν Ἰήσων
455δέγμενος Ἄψυρτόντε καὶ οὓς ἐξαῦτις ἑταίρους.
456αὐτὰρ ὅγ’αἰνοτάτῃσιν ὑποσχεσίῃσι δολωθεὶς
457καρπαλίμως ᾗ νηὶ διὲξ ἁλὸς οἶδμα περήσας,
458νύχθ’ὕπο λυγαίην ἱερῆς ἐπεβήσατο νήσου ·
459οἰόθι δ’ἀντικρὺ μετιὼν πειρήσατο μύθοις
460εἷο κασιγνήτης, ἀταλὸς πάις οἷα χαράδρης
461χειμερίης, ἣν οὐ δὲ δι’αἰζηοὶ περόωσιν.
462εἴ κε δόλον ξείνοισιν ἐπ’ἀνδράσι τεχνήσαιτο.
463καὶ τὼ μὲν τὰ ἕκαστα συνῄνεον ἀλλήλοισιν ·
464αὐτίκα δ’Αἰσονίδης πυκινοῦ ἐξᾶλτο λόχοιο,
465γυμνὸν ἀνασχόμενος παλάμῃ ξίφος · αἶψα δὲ κούρη
466ἔμπαλιν ὄμματ’ἔνεικε, καλυψαμένη ὀθόνῃσιν,
467μὴ φόνον ἀθρήσειε κασιγνήτοιο τυπέντος.
468τὸν δ’ὅγε, βουτύπος ὥστε μέγαν κερεαλκέα ταῦρον,
469πλῆξεν ὀπιπεύσας νηοῦ σχεδόν, ὅν ποτ’ἔδειμαν
470Ἀρτέμιδι Βρυγοὶ περιναιέται ἀντιπέρηθεν.
471τοῦ ὅγ’ἐνὶ προδόμῳ γνὺξ ἤριπε · λοίσθια δ’ἥρως
472θυμὸν ἀναπνείων χερσὶν μέλαν ἀμφοτέρῃσιν
473αἷμα κατ’ὠτειλὴν ὑποΐσχετο · τῆς δὲ καλύπτρην
474ἀργυφέην καὶ πέπλον ἀλευομένης ἐρύθηνεν.
475ὀξὺ δὲ πανδαμάτωρ λοξῷ ἴδεν οἷον ἔρεξαν
476ὄμματι νηλειὴς ὀλοφώιον ἔργον Ἐρινύς.
477ἥρως δ’Αἰσονίδης ἐξάργματα τάμνε θανόντος,
478τρὶς δ’ἀπέλειξε φόνου, τρὶς δ’ἐξ ἄγος ἔπτυσ’ὀδόντων,
479ἣ θέμις αὐθέντῃσι δολοκτασίας ἱλάεσθαι.
480ὑγρὸν δ’ἐν γαίῃ κρύψεν νέκυν, ἔνθ’ἔτι νῦν περ
481κείαται ὀστέα κεῖνα μετ’ἀνδράσιν Ἀψυρτεῦσιν.
482οἱ δ’ἄμυδις πυρσοῖο σέλας προπάροιθεν ἰδόντες,
483τό σφιν παρθενικὴ τέκμαρ μετιοῦσιν ἄειρεν,
484Κολχίδος ἀγχόθι νηὸς ἑὴν παρὰ νῆ’ἐβάλοντο
485ἥρωες · Κόλχον δ’ὄλεκον στόλον, ἠύτε κίρκοι
486φῦλα πελειάων, ἠὲ μέγα πῶυ λέοντες
487ἀγρότεροι κλονέουσιν ἐνὶ σταθμοῖσι θορόντες.
488οὐ δ’ἄρα τις κείνων θάνατον φύγε, πάντα δ’ὅμιλον
489πῦρ ἅτε δηιόωντες ἐπέδραμον · ὀψὲ δ’Ἰήσων
490ἤντησεν, μεμαὼς ἐπαμυνέμεν οὐ μάλ’ἀρωγῆς
491δευομένοις · ἤδη δὲ καὶ ἀμφ’αὐτοῖο μέλοντο.
492ἔνθα δὲ ναυτιλίης πυκινὴν περὶ μητιάασκον
493ἑζόμενοι βουλήν · ἐπὶ δέ σφισιν ἤλυθε κούρη
494φραζομένοις · Πηλεὺς δὲ παροίτατος ἔκφατο μῦθον ·
495“ἤδη νῦν κέλομαι νύκτωρ ἔτι νῆ’ἐπιβάντας
496εἰρεσίῃ περάαν πλόον ἀντίον, ᾧ ἐπέχουσιν
497δήιοι · ἠῶθεν γὰρ ἐπαθρήσαντας ἕκαστα
498ἔλπομαι οὐχ ἕνα μῦθον, ὅτις προτέρωσε δίεσθαι
499ἡμέας ὀτρυνέει, τοὺς πεισέμεν · οἷα δ’ἄνακτος
500εὔνιδες, ἀργαλέῃσι διχοστασίῃς κεδόωνται.
501ῥηιδίη δέ κεν ἄμμι, κεδασθέντων δίχα λαῶν,
502ἤτ’εἴη μετέπειτα κατερχομένοισι κέλευθος”.
503ὧς ἔφατ’· ᾔνησαν δὲ νέοι ἔπος Αἰακίδαο.
504ῥίμφα δὲ νῆ’ἐπιβάντες ἐπερρώοντ’ἐλάτῃσιν
505νωλεμές, ὄφρ’ἱερὴν Ἠλεκτρίδα νῆσον ἵκοντο,
506ἀλλάων ὑπάτην, ποταμοῦ σχεδὸν Ἠριδανοῖο.
507Κόλχοι δ’ὁππότ’ὄλεθρον ἐπεφράσθησαν ἄνακτος,
508ἤτοι μὲν δίζεσθαι ἐπέχραον ἔνδοθι πάσης
509Ἀργὼ καὶ Μινύας Κρονίης ἁλός. ἀλλ’ἀπέρυκεν
510Ἥρη σμερδαλέῃσι κατ’αἰθέρος ἀστεροπῇσιν.
511ὕστατον αὐτοὶ δ’αὖτε Κυταιίδος ἤθεα γαίης
512στύξαν, ἀτυζόμενοι χόλον ἄγριον Αἰήταο,
513ἔμπεδα δ’ἄλλυδις ἄλλοι ἐφορμηθέντες ἔνασθεν.
514οἱ μὲν ἐπ’αὐτάων νήσων ἔβαν, ᾗσιν ἐπέσχον
515ἥρωες, ναίουσι δ’ἐπώνυμοι Ἀψύρτοιο ·
516οἱ δ’ἄρ’ἐπ’Ἰλλυρικοῖο μελαμβαθέος ποταμοῖο,
517τύμβος ἵν’Ἁρμονίης Κάδμοιότε, πύργον ἔδειμαν,
518ἀνδράσιν Ἐγχελέεσσιν ἐφέστιοι · οἱ δ’ἐν ὄρεσσιν
519ἐνναίουσιν, ἅπερτε Κεραύνια κικλήσκονται,
520ἐκ τόθεν, ἐξότε τούσγε Διὸς Κρονίδαο κεραυνοὶ
521νῆσον ἐς ἀντιπέραιαν ἀπέτραπον ὁρμηθῆναι.
522ἥρωες δ’, ὅτε δή σφιν ἐείσατο νόστος ἀπήμων,
523δή ῥα τότε προμολόντες ἐπὶ χθονὶ πείσματ’ἔδησαν
524Ὑλλήων. νῆσοι γὰρ ἐπιπρούχοντο θαμειαὶ
525ἀργαλέην πλώουσιν ὁδὸν μεσσηγὺς ἔχουσαι
526οὐ δέ σφιν, ὡς καὶ πρίν, ἀνάρσια μητιάασκον
527Ὑλλῆες · πρὸς δ’αὐτοὶ ἐμηχανόωντο κέλευθον,
528μισθὸν ἀειρόμενοι τρίποδα μέγαν Ἀπόλλωνος.
529δοιοὺς γὰρ τρίποδας τηλοῦ πόρε Φοῖβος ἄγεσθαι
530Αἰσονίδῃ περόωντι κατὰ χρέος, ὁππότε Πυθὼ
531ἱρὴν πευσόμενος μετεκίαθε τῆσδ’ὑπὲρ αὐτῆς
532ναυτιλίης · πέπρωτο δ’, ὅπῃ χθονὸς ἱδρυνθεῖεν,
533μήποτε τὴν δῄοισιν ἀναστήσεσθαι ἰοῦσιν.
534τούνεκεν εἰσέτι νῦν κείνῃ ὅδε κεύθεται αἴῃ
535ἀμφὶ πόλιν ἀγανὴν Ὑλληίδα, πολλὸν ἔνερθεν
536οὔδεος, ὥς κεν ἄφαντος ἀεὶ μερόπεσσι πέλοιτο.
537οὐ μὲν ἔτι ζώοντα καταυτόθι τέτμον ἄνακτα
538Ὕλλον, ὃν εὐειδὴς Μελίτη τέκεν Ἡρακλῆι
539δήμῳ Φαιήκων. ὁ γὰρ οἰκία Ναυσιθόοιο
540Μάκριντ’εἰσαφίκανε, Διωνύσοιο τιθήνην,
541νιψόμενος παίδων ὀλοὸν φόνον · ἔνθ’ὅγε κούρην
542Αἰγαίου ἐδάμασσεν ἐρασσάμενος ποταμοῖο,
543νηιάδα Μελίτην · ἡ δὲ σθεναρὸν τέκεν Ὕλλον.
546οὐ δ’ἄρ’ὅγ’ἡβήσας αὐτῇ ἐνὶ ἔλδετο νήσῳ
547ναίειν, κοιρανέοντος ὑπ’ὀφρύσι Ναυσιθόοιο ·
548βῆ δ’ἅλαδε Κρονίην, αὐτόχθονα λαὸν ἀγείρας
549Φαιήκων · σὺν γάρ οἱ ἄναξ πόρσυνε κέλευθον
550ἥρως Ναυσίθοος · τόθι δ’εἵσατο, καί μιν ἔπεφνον
551Μέντορες, ἀγραύλοισιν ἀλεξόμενον περὶ βουσίν.
552ἀλλά, θεαί, πῶς τῆσδε παρὲξ ἁλός, ἀμφίτε γαῖαν
553Αὐσονίην νήσουςτε Λιγυστίδας, αἳ καλέονται
554Στοιχάδες, Ἀργῴης περιώσια σήματα νηὸς
555νημερτὲς πέφαται; τίς ἀπόπροθι τόσσον ἀνάγκη
556καὶ χρειώ σφ’ἐκόμισσε; τίνες σφέας ἤγαγον αὖραι;
557αὐτόν που μεγαλωστὶ δεδουπότος Ἀψύρτοιο
558Ζῆνα, θεῶν βασιλῆα, χόλος λάβεν, οἷον ἔρεξαν.
559Αἰαίης δ’ὀλοὸν τεκμήρατο δήνεσι Κίρκης
560αἷμ’ἀπονιψαμένους, πρότε μυρία πημανθέντας,
561νοστήσειν. τὸ μὲν οὔτις ἀριστήων ἐνόησεν ·
562ἀλλ’ἔθεον γαίης Ὑλληίδος ἐξανιόντες
563τηλόθι · τὰς δ’ἀπέλειπον, ὅσαι Κόλχοισι πάροιθεν
564ἑξείης πλήθοντο Λιβυρνίδες εἰν ἁλὶ νῆσοι,
565Ἴσσατε Δυσκέλαδόςτε καὶ ἱμερτὴ Πιτύεια.
566αὐτὰρ ἔπειτ’ἐπὶ τῇσι παραὶ Κέρκυραν ἵκοντο,
567ἔνθα Ποσειδάων Ἀσωπίδα νάσσατο κούρην,
568ἠύκομον Κέρκυραν, ἑκὰς Φλιουντίδος αἴης,
569ἁρπάξας ὑπ’ἔρωτι · μελαινομένην δέ μιν ἄνδρες
570ναυτίλοι ἐκ πόντοιο κελαινῇ πάντοθεν ὕλῃ
571δερκόμενοι Κέρκυραν ἐπικλείουσι Μέλαιναν.
572τῇ δ’ἐπὶ καὶ Μελίτην, λιαρῷ περιγηθέες οὔρῳ,
573αἰπεινήντε Κερωσσόν, ὕπερθε δὲ πολλὸν ἐοῦσαν
574Νυμφαίην παράμειβον, ἵνα κρείουσα Καλυψὼ
575Ἀτλαντὶς ναίεσκε · τὰ δ’ἠεροειδέα λεύσσειν
576οὔρεα δοιάζοντο Κεραύνια. καὶ τότε βουλὰς
577ἀμφ’αὐτοῖς Ζηνόςτε μέγαν χόλον ἐφράσαθ’Ἥρη.
578μηδομένη δ’ἄνυσιν τοῖο πλόου, ὦρσεν ἀέλλας
579ἀντικρύ, ταῖς αὖτις ἀναρπάγδην φορέοντο
580νήσου ἔπι κραναῆς Ἠλεκτρίδος. αὐτίκα δ’ἄφνω
581ἴαχεν ἀνδρομέῃ ἐνοπῇ μεσσηγὺ θεόντων
582αὐδῆεν γλαφυρῆς νηὸς δόρυ, τό ῥ’ἀνὰ μέσσην
583στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ.
584τοὺς δ’ὀλοὸν μεσσηγὺ δέος λάβεν εἰσαΐοντας
585φθογγήντε Ζηνόςτε βαρὺν χόλον. οὐ γὰρ ἀλύξειν
586ἔννεπεν οὔτε πόρους δολιχῆς ἁλός, οὔτε θυέλλας
587ἀργαλέας, ὅτε μὴ Κίρκη φόνον Ἀψύρτοιο
588νηλέα νίψειεν · Πολυδεύκεα δ’εὐχετάασθαι
589Κάστοράτ’ἀθανάτοισι θεοῖς ἤνωγε κελεύθους
590Αὐσονίης ἔμπροσθε πορεῖν ἁλός, ᾗ ἔνι Κίρκην
591δήουσιν, Πέρσηςτε καὶ Ἠελίοιο θύγατρα.
592ὧς Ἀργὼ ἰάχησεν ὑπὸ κνέφας · οἱ δ’ἀνόρουσαν
593Τυνδαρίδαι, καὶ χεῖρας ἀνέσχεθον ἀθανάτοισιν
594εὐχόμενοι τὰ ἕκαστα · κατηφείη δ’ἔχεν ἄλλους
595ἥρωας Μινύας. ἡ δ’ἔσσυτο πολλὸν ἐπιπρὸ
596λαίφεσιν, ἐς δ’ἔβαλον μύχατον ῥόον Ἠριδανοῖο ·
597ἔνθα ποτ’αἰθαλόεντι τυπεὶς πρὸς στέρνα κεραυνῷ
598ἡμιδαὴς Φαέθων πέσεν ἅρματος Ἠελίοιο
599λίμνης ἐς προχοὰς πολυβενθέος · ἡ δ’ἔτι νῦν περ
600τραύματος αἰθομένοιο βαρὺν ἀνακηκίει ἀτμόν.
601οὐ δέ τις ὕδωρ κεῖνο διὰ πτερὰ κοῦφα τανύσσας
602οἰωνὸς δύναται βαλέειν ὕπερ · ἀλλὰ μεσηγὺς
603φλογμῷ ἐπιθρώσκει πεποτημένος. ἀμφὶ δὲ κοῦραι
604Ἡλιάδες ταναῇσιν ἐελμέναι αἰγείροισιν,
605μύρονται κινυρὸν μέλεαι γόον · ἐκ δὲ φαεινὰς
606ἠλέκτρου λιβάδας βλεφάρων προχέουσιν ἔραζε,
607αἱ μέντ’ἠελίῳ ψαμάθοις ἔπι τερσαίνονται ·
608εὖτ’ἂν δὲ κλύζῃσι κελαινῆς ὕδατα λίμνης
609ἠιόνας πνοιῇ πολυηχέος ἐξ ἀνέμοιο,
610δὴ τότ’ἐς Ἠριδανὸν προκυλίνδεται ἀθρόα πάντα
611κυμαίνοντι ῥόῳ. Κελτοὶ δ’ἐπὶ βάξιν ἔθεντο,
612ὡς ἄρ’Ἀπόλλωνος τάδε δάκρυα Λητοΐδαο
613ἐμφέρεται δίναις, ἅτε μυρία χεῦε πάροιθεν,
614ἦμος Ὑπερβορέων ἱερὸν γένος εἰσαφίκανεν,
615οὐρανὸν αἰγλήεντα λιπὼν ἐκ πατρὸς ἐνιπῆς,
616χωόμενος περὶ παιδί, τὸν ἐν λιπαρῇ Λακερείῃ
617δῖα Κορωνὶς ἔτικτεν ἐπὶ προχοῇς Ἀμύροιο.
618καὶ τὰ μὲν ὧς κείνοισι μετ’ἀνδράσι κεκλήισται.
619τοὺς δ’οὔτε βρώμης ᾕρει πόθος, οὐ δὲ ποτοῖο,
620οὔτ’ἐπὶ γηθοσύνας τράπετο νόος. ἀλλ’ἄρα τοίγε
621ἤματα μὲν στρεύγοντο περιβληχρὸν βαρύθοντες
622ὀδμῇ λευγαλέῃ, τήν ῥ’ἄσχετον ἐξανίεσκον
623τυφομένου Φαέθοντος ἐπιρροαὶ Ἠριδανοῖο ·
624νύκτας δ’αὖ γόον ὀξὺν ὀδυρομένων ἐσάκουον
625Ἡλιάδων λιγέως · τὰ δὲ δάκρυα μυρομένῃσιν
626οἷον ἐλαιηραὶ στάγες ὕδασιν ἐμφορέοντο.
627ἐκ δὲ τόθεν Ῥοδανοῖο βαθὺν ῥόον εἰσαπέβησαν,
628ὅςτ’εἰς Ἠριδανὸν μετανίσσεται · ἄμμιγα δ’ὕδωρ
629ἐν ξυνοχῇ βέβρυκε κυκώμενον. αὐτὰρ ὁ γαίης
630ἐκ μυχάτης, ἵνατ’εἰσὶ πύλαι καὶ ἐδέθλια Νυκτός,
631ἔνθεν ἀπορνύμενος τῇ μέντ’ἐπερεύγεται ἀκτὰς
632Ὠκεανοῦ, τῇ δ’αὖτε μετ’Ἰονίην ἅλα βάλλει,
633τῇ δ’ἐπὶ Σαρδόνιον πέλαγος καὶ ἀπείρονα κόλπον
634ἑπτὰ διὰ στομάτων ἵει ῥόον. ἐκ δ’ἄρα τοῖο
635λίμνας εἰσέλασαν δυσχείμονας, αἵτ’ἀνὰ Κελτῶν
636ἤπειρον πέπτανται ἀθέσφατον · ἔνθα κεν οἵγε
637ἄτῃ ἀεικελίῃ πέλασαν. φέρε γάρ τις ἀπορρὼξ
638κόλπον ἐς Ὠκεανοῖο, τὸν οὐ προδαέντες ἔμελλον
639εἰσβαλέειν, τόθεν οὔ κεν ὑπότροποι ἐξεσάωθεν.
640ἀλλ’Ἥρη σκοπέλοιο καθ’Ἑρκυνίου ἰάχησεν
641οὐρανόθεν προθοροῦσα · φόβῳ δ’ἐτίναχθεν ἀυτῆς
642πάντες ὁμῶς · δεινὸν γὰρ ἐπὶ μέγας ἔβραχεν αἰθήρ.
643ἂψ δὲ παλιντροπόωντο θεᾶς ὕπο, καί ῥ’ἐνόησαν
644τὴν οἶμον, τῇπέρτε καὶ ἔπλετο νόστος ἰοῦσιν.
645δηναιοὶ δ’ἀκτὰς ἁλιμυρέας εἰσαφίκοντο
646Ἥρης ἐννεσίῃσι, δι’ἔθνεα μυρία Κελτῶν
647καὶ Λιγύων περόωντες ἀδήιοι. ἀμφὶ γὰρ αἰνὴν
648ἠέρα χεῦε θεὰ πάντ’ἤματα νισσομένοισιν.
649μεσσότατον δ’ἄρα τοίγε διὰ στόμα νηὶ βαλόντες
650Στοιχάδας εἰσαπέβαν νήσους σόοι εἵνεκα κούρων
651Ζηνός · ὃ δὴ βωμοίτε καὶ ἱερὰ τοῖσι τέτυκται
652ἔμπεδον · οὐ δ’οἶον κείνης ἐπίκουροι ἕποντο
653ναυτιλίης · Ζεὺς δέ σφι καὶ ὀψιγόνων πόρε νῆας.
654Στοιχάδας αὖτε λιπόντες ἐς Αἰθαλίην ἐπέρησαν
655νῆσον, ἵνα ψηφῖσιν ἀπωμόρξαντο καμόντες
656ἱδρῶ ἅλις · χροιῇ δὲ κατ’αἰγιαλοῖο κέχυνται
657εἴκελαι · ἐν δὲ σόλοι καὶ τεύχεα θέσκελα κείνων ·
658ἐν δὲ λιμὴν Ἀργῷος ἐπωνυμίην πεφάτισται.
659καρπαλίμως δ’ἐνθένδε διὲξ ἁλὸς οἶδμα νέοντο
660Αὐσονίης ἀκτὰς Τυρσηνίδας εἰσορόωντες ·
661ἷξον δ’Αἰαίης λιμένα κλυτόν · ἐκ δ’ἄρα νηὸς
662πείσματ’ἐπ’ἠιόνων σχεδόθεν βάλον. ἔνθα δὲ Κίρκην
663εὗρον ἁλὸς νοτίδεσσι κάρη ἐπιφαιδρύνουσαν ·
664τοῖον γὰρ νυχίοισιν ὀνείρασιν ἐπτοίητο.
665αἵματί οἱ θάλαμοίτε καὶ ἕρκεα πάντα δόμοιο
666μύρεσθαι δόκεον · φλὸξ δ’ἀθρόα φάρμακ’ἔδαπτεν,
667οἷσι πάρος ξείνους θέλγ’ἀνέρας, ὅστις ἵκοιτο ·
668τὴν δ’αὐτὴ φονίῳ σβέσεν αἵματι πορφύρουσαν,
669χερσὶν ἀφυσσαμένη · λῆξεν δ’ὀλοοῖο φόβοιο.
670τῶ καὶ ἐπιπλομένης ἠοῦς νοτίδεσσι θαλάσσης
671ἐγρομένη πλοκάμουςτε καὶ εἵματα φαιδρύνεσκεν.
672θῆρες δ’οὐ θήρεσσιν ἐοικότες ὠμηστῇσιν,
673οὐ δὲ μὲν οὐ δ’ἄνδρεσσιν ὁμὸν δέμας, ἄλλο δ’ἀπ’ἄλλων
674συμμιγέες μελέων, κίον ἀθρόοι, ἠύτε μῆλα
675ἐκ σταθμῶν ἅλις εἶσιν ὀπηδεύοντα νομῆι.
676τοίους καὶ προτέρης ἐξ ἰλύος ἐβλάστησε
677χθὼν αὐτὴ μικτοῖσιν ἀρηρεμένους μελέεσσιν,
678οὔπω διψαλέῳ μάλ’ὑπ’ἠέρι πιληθεῖσα,
679οὐ δέ πω ἀζαλέοιο βολαῖς τόσον ἠελίοιο
680ἰκμάδας αἰνυμένη · τὰ δ’ἐπὶ στίχας ἤγαγεν αἰὼν
681συγκρίνας · τὼς οἵγε φυὴν ἀίδηλοι ἕποντο.
682ἥρωας δ’ἕλε θάμβος ἀπείριτον · αἶψα δ’ἕκαστος
683Κίρκης εἴςτε φυήν, εἴςτ’ὄμματα παπταίνοντες
684ῥεῖα κασιγνήτην φάσαν ἔμμεναι Αἰήταο.
685ἡ δ’ὅτε δὴ νυχίων ἀπὸ δείματα πέμψεν ὀνείρων,
686αὐτίκ’ἔπειτ’ἄψορρον ἀπέστιχε · τοὺς δ’ἅμ’ἕπεσθαι,
687χειρὶ καταρρέξασα, δολοφροσύνῃσιν ἄνωγεν.
688ἔνθ’ἤτοι πληθὺς μὲν ἐφετμαῖς Αἰσονίδαο
689μίμνεν ἀπηλεγέως · ὁ δ’ἐρύσσατο Κολχίδα κούρην.
690ἄμφω δ’ἑσπέσθην αὐτὴν ὁδόν, ἔστ’ἀφίκοντο
691Κίρκης ἐς μέγαρον · τοὺς δ’ἐν λιπαροῖσι κέλευεν
692ἥγε θρόνοις ἕζεσθαι, ἀμηχανέουσα κιόντων.
693τὼ δ’ἄνεῳ καὶ ἄναυδοι ἐφ’ἑστίῃ ἀίξαντε
694ἵζανον, ἥτε δίκη λυγροῖς ἱκέτῃσι τέτυκται,
695ἡ μὲν ἐπ’ἀμφοτέραις θεμένη χείρεσσι μέτωπα,
696αὐτὰρ ὁ κωπῆεν μέγα φάσγανον ἐν χθονὶ πήξας,
697ᾧπέρτ’Αἰήταο πάιν κτάνεν · οὐ δέ ποτ’ὄσσε
698ἰθὺς ἐνὶ βλεφάροισιν ἀνέσχεθον. αὐτίκα δ’ἔγνω
699Κίρκη φύξιον οἶτον ἀλιτροσύναςτε φόνοιο.
700τῶ καὶ ὀπιζομένη Ζηνὸς θέμιν Ἱκεσίοιο,
701ὃς μέγα μὲν κοτέει, μέγα δ’ἀνδροφόνοισιν ἀρήγει,
702ῥέζε θυηπολίην, οἵῃτ’ἀπολυμαίνονται
703νηλειεῖς ἱκέται, ὅτ’ἐφέστιοι ἀντιόωσιν.
704πρῶτα μὲν ἀτρέπτοιο λυτήριον ἥγε φόνοιο
705τειναμένη καθύπερθε συὸς τέκος, ἧς ἔτι μαζοὶ
706πλήμυρον λοχίης ἐκ νηδύος, αἵματι χεῖρας
707τέγγεν, ἐπιτμήγουσα δέρην · αὖτις δὲ καὶ ἄλλοις
708μείλισσεν χύτλοισι, καθάρσιον ἀγκαλέουσα
709Ζῆνα, παλαμναίων τιμήορον ἱκεσιάων.
710καὶ τὰ μὲν ἀθρόα πάντα δόμων ἐκ λύματ’ἔνεικαν
711νηιάδες πρόπολοι, ταί οἱ πόρσυνον ἕκαστα.
712ἡ δ’εἴσω πελάνους μείλικτράτε νηφαλίῃσιν
713καῖεν ἐπ’εὐχωλῇσι παρέστιος, ὄφρα χόλοιο
714σμερδαλέας παύσειεν Ἐρινύας, ἠδὲ καὶ αὐτὸς
715εὐμειδήςτε πέλοιτο καὶ ἤπιος ἀμφοτέροισιν,
716εἴτ’οὖν ὀθνείῳ μεμιασμένοι αἵματι χεῖρας,
717εἴτε καὶ ἐμφύλῳ προσκηδέες ἀντιόωσιν.
718αὐτὰρ ἐπεὶ μάλα πάντα πονήσατο, δή τότ’ἔπειτα
719εἷσεν ἐπὶ ξεστοῖσιν ἀναστήσασα θρόνοισιν,
720καὶ δ’αὐτὴ πέλας ἷζεν ἐνωπαδίς. αἶψα δὲ μύθῳ
721χρειὼ ναυτιλίηντε διακριδὸν ἐξερέεινεν.
722ἠδ’ὁπόθεν μετὰ γαῖαν ἑὴν καὶ δώματ’ἰόντες
723αὔτως ἱδρύνθησαν ἐφέστιοι. ἦ γὰρ ὀνείρων
724μνῆστις ἀεικελίη δῦνεν φρένας ὁρμαίνουσαν ·
725ἵετο δ’αὖ κούρης ἐμφύλιον ἴδμεναι ὀμφήν,
726αὐτίχ’ὅπως ἐνόησεν ἀπ’οὔδεος ὄσσε βαλοῦσαν.
727πᾶσα γὰρ Ἠελίου γενεὴ ἀρίδηλος ἰδέσθαι
728ἦεν, ἐπεὶ βλεφάρων ἀποτηλόθι μαρμαρυγῇσιν
729οἷόντέ χρυσέην ἀντώπιον ἵεσαν αἴγλην.
730ἡ δ’ἄρα τῇ τὰ ἕκαστα διειρομένῃ κατέλεξεν,
731Κολχίδα γῆρυν ἱεῖσα, βαρύφρονος Αἰήταο
732κούρη μειλιχίως, ἠμὲν στόλον ἠδὲ κελεύθους
733ἡρώων, ὅσατ’ἀμφὶ θοοῖς ἐμόγησαν ἀέθλοις,
734ὥςτε κασιγνήτης πολυκηδέος ἤλιτε βουλαῖς,
735ὥςτ’ἀπονόσφιν ἄλυξεν ὑπέρβια δείματα πατρὸς
736σὺν παισὶν Φρίξοιο · φόνον δ’ἀλέεινεν ἐνισπεῖν
737Ἀψύρτου. τὴν δ’οὔτι νόῳ λάθεν · ἀλλὰ καὶ ἔμπης
738μυρομένην ἐλέαιρεν, ἔπος δ’ἐπὶ τοῖον ἔειπεν ·
739“σχετλίη, ἦ ῥα κακὸν καὶ ἀεικέα μήσαο νόστον.
740ἔλπομαι οὐκ ἐπὶ δήν σε βαρὺν χόλον Αἰήταο
741ἐκφυγέειν · τάχα δ’εἶσι καὶ Ἑλλάδος ἤθεα γαίης
742τισόμενος φόνον υἷος, ὅτ’ἄσχετα ἔργ’ἐτέλεσσας.
743ἀλλ’ἐπεὶ οὖν ἱκέτις καὶ ὁμόγνιος ἔπλευ ἐμεῖο,
744ἄλλο μὲν οὔτι κακὸν μητίσομαι ἐνθάδ’ἰούσῃ ·
745ἔρχεο δ’ἐκ μεγάρων ξείνῳ συνοπηδὸς ἐοῦσα,
746ὅντινα τοῦτον ἄιστον ἀείραο πατρὸς ἄνευθεν ·
747μη δέ με γουνάσσηαι ἐφέστιος, οὐ γὰρ ἔγωγε
748αἰνήσω βουλάςτε σέθεν καὶ ἀεικέα φύξιν”.
749ὧς φάτο · τὴν δ’ἀμέγαρτον ἄχος λάβεν · ἀμφὶ δὲ πέπλον
750ὀφθαλμοῖσι βαλοῦσα γόον χέεν, ὄφρα μιν ἥρως
751χειρὸς ἐπισχόμενος μεγάρων ἐξῆγε θύραζε
752δείματι παλλομένην · λεῖπον δ’ἀπὸ δώματα Κίρκης.
753οὐ δ’ἄλοχον Κρονίδαο Διὸς λάθον · ἀλλά οἱ Ἶρις
754πέφραδεν, εὖτ’ἐνόησεν ἀπὸ μεγάροιο κιόντας.
755αὐτὴ γάρ μιν ἄνωγε δοκευέμεν, ὁππότε νῆα
756στείχοιεν · τὸ καὶ αὖτις ἐποτρύνουσ’ἀγόρευεν ·
757“Ἶρι φίλη, νῦν, εἴ ποτ’ἐμὰς ἐτέλεσσας ἐφετμάς,
758εἰ δ’ἄγε λαιψηρῇσι μετοιχομένη πτερύγεσσιν,
759δεῦρο Θέτιν μοι ἄνωχθι μολεῖν ἁλὸς ἐξανιοῦσαν.
760κείνης γὰρ χρειώ με κιχάνεται. αὐτὰρ ἔπειτα
761ἐλθεῖν εἰς ἀκτάς, ὅθιτ’ἄκμονες Ἡφαίστοιο
762χάλκειοι στιβαρῇσιν ἀράσσονται τυπίδεσσιν ·
763εἰπὲ δὲ κοιμῆσαι φύσας πυρός, εἰσόκεν Ἀργὼ
764τάσγε παρεξελάσῃσιν. ἀτὰρ καὶ ἐς Αἴολον ἐλθεῖν,
765Αἴολον, ὅςτ’ἀνέμοις αἰθρηγενέεσσιν ἀνάσσει ·
766καὶ δὲ τῷ εἰπέμεναι τὸν ἐμὸν νόον, ὥς κεν ἀήτας
767πάντας ἀπολλήξειεν ὑπ’ἠέρι, μη δέ τις αὔρη
768τρηχύνοι πέλαγος · ζεφύρου γε μὲν οὖρος ἀήτω,
769ὄφρ’οἵγ’Ἀλκινόου Φαιηκίδα νῆσον ἵκωνται”.
770ὧς ἔφατ’· αὐτίκα δ’Ἶρις ἀπ’Οὐλύμποιο θοροῦσα
771τέμνε, τανυσσαμένη κοῦφα πτερά. δῦ δ’ἐνὶ πόντῳ
772Αἰγαίῳ, τόθι πέρτε δόμοι Νηρῆος ἔασιν.
773πρώτην δ’εἰσαφίκανε Θέτιν, καὶ ἐπέφραδε μῦθον
774Ἥρης ἐννεσίῃς, ὦρσέντέ μιν εἰς ἓ νέεσθαι.
775δεύτερα δ’εἰς Ἥφαιστον ἐβήσατο · παῦσε δὲ τόνγε
776ῥίμφα σιδηρείων τυπίδων · ἔσχοντο δ’ἀυτμῆς
777αἰθαλέοι πρηστῆρες. ἀτὰρ τρίτον εἰσαφίκανεν
778Αἴολον Ἱππότεω παῖδα κλυτόν. ὄφρα δὲ καὶ τῷ
779ἀγγελίην φαμένη θοὰ γούνατα παῦσεν ὁδοῖο,
780τόφρα Θέτις Νηρῆα κασιγνήταςτε λιποῦσα
781ἐξ ἁλὸς Οὔλυμπόνδε θεὰν μετεκίαθεν Ἥρην ·
782ἡ δέ μιν ἆσσον ἑοῖο παρεῖσέτε, φαῖνέτε μῦθον ·
783“κέκλυθι νῦν, Θέτι δῖα, τά τοι ἐπιέλδομ’ἐνισπεῖν.
784οἶσθα μέν, ὅσσον ἐμῇσιν ἐνὶ φρεσὶ τίεται ἥρως
785Αἰσονίδης, οἱ δ’ἄλλοι ἀοσσητῆρες ἀέθλου,
786οἵωςτέ σφ’ἐσάωσα διὰ πλαγκτὰς περόωντας
787πέτρας, ἔνθα πάρος δειναὶ βρομέουσι θύελλαι,
788κύματάτε σκληρῇσι περιβλύει σπιλάδεσσιν.
789νῦν δὲ παρὰ Σκύλλης σκόπελον μέγαν ἠδὲ Χάρυβδιν
790δεινὸν ἐρευγομένην δέχεται ὁδός. ἀλλά σε γὰρ δὴ
791ἐξέτι νηπυτίης αὐτὴ τρέφον ἠδ’ἀγάπησα
792ἔξοχον ἀλλάων, αἵτ’εἰν ἁλὶ ναιετάουσιν,
793οὕνεκεν οὐκ ἔτλης εὐνῇ Διὸς ἱεμένοιο
794λέξασθαι. κείνῳ γὰρ ἀεὶ τάδε ἔργα μέμηλεν,
795ἠὲ σὺν ἀθανάταις ἠὲ θνητῇσιν ἰαύειν.
796ἀλλ’ἐμὲ αἰδομένη καὶ ἐνὶ φρεσὶ δειμαίνουσα,
797ἠλεύω · ὁ δ’ἔπειτα πελώριον ὅρκον ὄμοσσεν,
798μήποτέ σ’ἀθανάτοιο θεοῦ καλέεσθαι ἄκοιτιν.
799ἔμπης δ’οὐ μεθίεσκεν ὀπιπεύων ἀέκουσαν,
800εἰσότε οἱ πρέσβειρα Θέμις κατέλεξεν ἅπαντα,
801ὡς δή τοι πέπρωται ἀμείνονα πατρὸς ἑοῖο
802παῖδα τεκεῖν · τῶ καί σε λιλαιόμενος μεθέηκεν,
803δείματι, μή τις ἑοῦ ἀντάξιος ἄλλος ἀνάσσοι
804ἀθανάτων, ἀλλ’αἰὲν ἑὸν κράτος εἰρύοιτο.
805αὐτὰρ ἐγὼ τὸν ἄριστον ἐπιχθονίων πόσιν εἶναι
806δῶκά τοι, ὄφρα γάμου θυμηδέος ἀντιάσειας,
807τέκνατε φιτύσαιο · θεοὺς δ’ἐς δαῖτ’ἐκάλεσσα
808πάντας ὁμῶς · αὐτὴ δὲ σέλας χείρεσσιν ἀνέσχον
809νυμφίδιον, κείνης ἀγανόφρονος εἵνεκα τιμῆς.
810ἀλλ’ἄγε καί τινά τοι νημερτέα μῦθον ἐνίψω.
811εὖτ’ἂν ἐς Ἠλύσιον πεδίον τεὸς υἱὸς ἵκηται,
812ὃν δὴ νῦν Χείρωνος ἐν ἤθεσι Κενταύροιο
813νηιάδες κομέουσι τεοῦ λίπτοντα γάλακτος,
814χρειώ μιν κούρης πόσιν ἔμμεναι Αἰήταο
815Μηδείης · σὺ δ’ἄρηγε νυῷ ἑκυρή περ ἐοῦσα,
816ἠδ’αὐτῷ Πηλῆι. τί τοι χόλος ἐστήρικται;
817ἀάσθη. καὶ γάρτε θεοὺς ἐπινίσσεται ἄτη.
818ναὶ μὲν ἐφημοσύνῃσιν ἐμαῖς Ἥφαιστον ὀίω
819λωφήσειν πρήσοντα πυρὸς μένος, Ἱπποτάδην δὲ
820Αἴολον ὠκείας ἀνέμων ἄικας ἐρύξειν,
821νόσφιν ἐυσταθέος ζεφύρου, τείως κεν ἵκωνται
822Φαιήκων λιμένας · σὺ δ’ἀκηδέα μήδεο νόστον.
823δεῖμα δέ τοι πέτραι καὶ ὑπέρβια κύματ’ἔασιν
824μοῦνον, ἅ κεν τρέψαιο κασιγνήτῃσι σὺν ἄλλαις.
825μη δὲ σύγ’ἠὲ Χάρυβδιν ἀμηχανέοντας ἐάσῃς
826ἐσβαλέειν, μὴ πάντας ἀναβρόξασα φέρῃσιν,
827ἠὲ παρὰ Σκύλλης στυγερὸν κευθμῶνα νέεσθαι,
828Σκύλλης Αὐσονίης ὀλοόφρονος, ἣν τέκε Φόρκυι
829νυκτιπόλος Ἑκάτη, τήντε κλείουσι Κράταιιν,
830μή πως σμερδαλέῃσιν ἐπαΐξασα γένυσσιν
831λεκτοὺς ἡρώων δηλήσεται. ἀλλ’ἔχε νῆα
832κεῖσ’, ὅθι περ τυτθή γε παραίβασις ἔσσετ’ὀλέθρου”.
833ὧς φάτο · τὴν δὲ Θέτις τοίῳ προσελέξατο μύθῳ ·
834“εἰ μὲν δὴ μαλεροῖο πυρὸς μένος ἠδὲ θύελλαι
835ζαχρηεῖς λήξουσιν ἐτήτυμον, ἦτ’ἂν ἔγωγε
836θαρσαλέη φαίην, καὶ κύματος ἀντιόωντος
837νῆα σαωσέμεναι, ζεφύρου λίγα κινυμένοιο.
838ἀλλ’ὥρη δολιχήντε καὶ ἄσπετον οἶμον ὁδεύειν,
839ὄφρα κασιγνήτας μετελεύσομαι, αἵ μοι ἀρωγοὶ
840ἔσσονται, καὶ νηὸς ὅθι πρυμνήσι’ἀνῆπται,
841ὥς κεν ὑπηῷοι μνησαίατο νόστον ἑλέσθαι”.
842ἦ, καὶ ἀναΐξασα κατ’αἰθέρος ἔμπεσε δίναις
843κυανέου πόντοιο · κάλει δ’ἐπαμυνέμεν ἄλλας
844αὐτοκασιγνήτας Νηρηίδας · αἱ δ’ἀίουσαι
845ἤντεον ἀλλήλῃσι · Θέτις δ’ἀγόρευεν ἐφετμὰς
846Ἥρης · αἶψα δ’ἴαλλε μετ’Αὐσονίην ἅλα πάσας.
847αὐτὴ δ’ὠκυτέρη ἀμαρύγματος ἠὲ βολάων
848ἠελίου, ὅτ’ἄνεισι περαίης ὑψόθι γαίης,
849σεύατ’ἴμεν λαιψηρὰ δι’ὕδατος, ἔστ’ἀφίκανεν
850ἀκτὴν Αἰαίην Τυρσηνίδος ἠπείροιο.
851τοὺς δ’εὗρεν παρὰ νηὶ σόλῳ ῥιπῇσίτ’ὀιστῶν
852τερπομένους · ἡ δ’ἆσσον ὀρεξαμένη χερὸς ἄκρης
853Αἰακίδεω Πηλῆος · ὁ γάρ ῥά οἱ ἦεν ἀκοίτης ·
854οὐ δέ τις εἰσιδέειν δύνατ’ἔμπεδον, ἀλλ’ἄρα τῷγε
855οἴῳ ἐν ὀφθαλμοῖσιν ἐείσατο, φώνησέντε ·
856“μηκέτι νῦν ἀκταῖς Τυρσηνίσιν ἧσθε μένοντες,
857ἠῶθεν δὲ θοῆς πρυμνήσια λύετε νηός,
858Ἥρῃ πειθόμενοι ἐπαρηγόνι. τῆς γὰρ ἐφετμῇς
859πασσυδίῃ κοῦραι Νηρηίδες ἀντιόωσιν,
860νῆα διὲκ πέτρας, αἵτε Πλαγκταὶ καλέονται,
861ῥυσόμεναι. κείνη γὰρ ἐναίσιμος ὔμμι κέλευθος.
862ἀλλὰ σὺ μή τῳ ἐμὸν δείξῃς δέμας, εὖτ’ἂν ἴδηαι
863ἀντομένην σὺν τῇσι · νόῳ δ’ἔχε, μή με χολώσῃς
864πλεῖον ἔτ’, ἢ τὸ πάροιθεν ἀπηλεγέως ἐχόλωσας”.
865ἦ, καὶ ἔπειτ’ἀίδηλος ἐδύσατο βένθεα πόντου ·
866τὸν δ’ἄχος αἰνὸν ἔτυψεν, ἐπεὶ πάρος οὐκέτ’ἰοῦσαν
867ἔδρακεν, ἐξότε πρῶτα λίπεν θάλαμόντε καὶ εὐνὴν
868χωσαμένη Ἀχιλῆος ἀγαυοῦ νηπιάχοντος.
869ἡ μὲν γὰρ βροτέας αἰεὶ περὶ σάρκας ἔδαιεν
870νύκτα διὰ μέσσην φλογμῷ πυρός · ἤματα δ’αὖτε
871ἀμβροσίῃ χρίεσκε τέρεν δέμας, ὄφρα πέλοιτο
872ἀθάνατος, καί οἱ στυγερὸν χροῒ γῆρας ἀλάλκοι.
873αὐτὰρ ὅγ’ἐξ εὐνῆς ἀνεπάλμενος εἰσενόησεν
874παῖδα φίλον σπαίροντα διὰ φλογός · ἧκε δ’ἀυτὴν
875σμερδαλέην ἐσιδών, μέγα νήπιος · ἡ δ’ἀίουσα
876τὸν μὲν ἄρ’ἁρπάγδην χαμάδις βάλε κεκληγῶτα,
877αὐτὴ δὲ πνοιῇ ἰκέλη δέμας, ἠύτ’ὄνειρος,
878βῆ ῥ’ἴμεν ἐκ μεγάροιο θοῶς, καὶ ἐσήλατο πόντον
879χωσαμένη · μετὰ δ’οὔτι παλίσσυτος ἵκετ’ὀπίσσω.
880τῶ μιν ἀμηχανίη δῆσεν φρένας · ἀλλὰ καὶ ἔμπης
881πᾶσαν ἐφημοσύνην Θέτιδος μετέειπεν ἑταίροις.
882οἱ δ’ἄρα μεσσηγὺς λῆξαν καὶ ἔπαυσαν ἀέθλους
883ἐσσυμένως, δόρποντε χαμεύναςτ’ἀμφεπένοντο,
884τῇς ἔνι δαισάμενοι νύκτ’ἄεσαν, ὡς τὸ πάροιθεν.
885ἦμος δ’ἄκρον ἔβαλλε φαεσφόρος οὐρανὸν Ἠώς,
886δὴ τότε λαιψηροῖο κατηλυσίῃ ζεφύροιο
887βαῖνον ἐπὶ κληῖδας ἀπὸ χθονός · ἐκ δὲ βυθοῖο
888εὐναίας εἷλκον περιγηθέες ἄλλατε πάντα
889ἄρμενα μηρύοντο κατὰ χρέος · ὕψι δὲ λαῖφος
890εἴρυσσαν τανύσαντες ἐν ἱμάντεσσι κεραίης.
891νῆα δ’ἐυκραὴς ἄνεμος φέρεν. αἶψα δὲ νῆσον
892καλήν, Ἀνθεμόεσσαν ἐσέδρακον, ἔνθα λίγειαι
893Σειρῆνες σίνοντ’Ἀχελωίδες ἡδείῃσιν
894θέλγουσαι μολπῇσιν, ὅτις παρὰ πεῖσμα βάλοιτο.
895τὰς μὲν ἄρ’εὐειδὴς Ἀχελωίῳ εὐνηθεῖσα
896γείνατο Τερψιχόρη, Μουσέων μία · καί ποτε Δηοῦς
897θυγατέρ’ἰφθίμην ἀδμῆτ’ἔτι πορσαίνεσκον
898ἄμμιγα μελπόμεναι · τότε δ’ἄλλο μὲν οἰωνοῖσιν,
899ἄλλο δὲ παρθενικῇς ἐναλίγκιαι ἔσκον ἰδέσθαι.
900αἰεὶ δ’εὐόρμου δεδοκημέναι ἐκ περιωπῆς
901ἦ θαμὰ δὴ πολέων μελιηδέα νόστον ἕλοντο,
902τηκεδόνι φθινύθουσαι · ἀπηλεγέως δ’ἄρα καὶ τοῖς
903ἵεσαν ἐκ στομάτων ὄπα λείριον. οἱ δ’ἀπὸ νηὸς
904ἤδη πείσματ’ἔμελλον ἐπ’ἠιόνεσσι βαλέσθαι,
905εἰ μὴ ἄρ’Οἰάγροιο πάις Θρηίκιος Ὀρφεὺς
906Βιστονίην ἐνὶ χερσὶν ἑαῖς φόρμιγγα τανύσσας
907κραιπνὸν ἐυτροχάλοιο μέλος κανάχησεν ἀοιδῆς,
908ὄφρ’ἄμυδις κλονέοντος ἐπιβρομέωνται ἀκουαὶ
909κρεγμῷ · παρθενικὴν δ’ἐνοπὴν ἐβιήσατο φόρμιγξ.
910νῆα δ’ὁμοῦ ζέφυρόςτε καὶ ἠχῆεν φέρε κῦμα
911πρυμνόθεν ὀρνύμενον · ταὶ δ’ἄκριτον ἵεσαν αὐδήν.
912ἀλλὰ καὶ ὧς Τελέοντος ἐὺς πάις, οἶος ἑταίρων
913προφθάμενος, ξεστοῖο κατὰ ζυγοῦ ἔνθορε πόντῳ
914Βούτης, Σειρήνων λιγυρῇ ὀπὶ θυμὸν ἰανθείς ·
915νῆχε δὲ πορφυρέοιο δι’οἴδματος, ὄφρ’ἐπιβαίη,
916σχέτλιος. ἦτέ οἱ αἶψα καταυτόθι νόστον ἀπηύρων,
917ἀλλά μιν οἰκτείρασα θεὰ Ἔρυκος μεδέουσα
918Κύπρις ἔτ’ἐν δίναις ἀνερέψατο, καί ῥ’ἐσάωσεν
919πρόφρων ἀντομένη Λιλυβηίδα ναιέμεν ἄκρην.
920οἱ δ’ἄχεϊ σχόμενοι τὰς μὲν λίπον, ἄλλα δ’ὄπαζον
921κύντερα μιξοδίῃσιν ἁλὸς ῥαιστήρια νηῶν.
922τῇ μὲν γὰρ Σκύλλης λισσὴ προυφαίνετο πέτρη ·
923τῇ δ’ἄμοτον βοάασκεν ἀναβλύζουσα Χάρυβδις ·
924ἄλλοθι δὲ Πλαγκταὶ μεγάλῳ ὑπὸ κύματι πέτραι
925ῥόχθεον, ᾗχι πάροιθεν ἀπέπτυεν αἰθομένη φλὸξ
926ἄκρων ἐκ σκοπέλων, πυριθαλπέος ὑψόθι πέτρης,
927καπνῷ δ’ἀχλυόεις αἰθὴρ πέλεν, οὐ δέ κεν αὐγὰς
928ἔδρακες ἠελίοιο. τότ’αὖ λήξαντος ἀπ’ἔργων
929Ἡφαίστου θερμὴν ἔτι κήκιε πόντος ἀυτμήν.
930ἔνθα σφιν κοῦραι Νηρηίδες ἄλλοθεν ἄλλαι
931ἤντεον · ἡ δ’ὄπιθεν πτέρυγος θίγε πηδαλίοιο
932δῖα Θέτις, Πλαγκτῇσιν ἐνὶ σπιλάδεσσιν ἐρύσσαι.
933ὡς δ’ὁπόταν δελφῖνες ὑπὲξ ἁλὸς εὐδιόωντες
934σπερχομένην ἀγεληδὸν ἑλίσσωνται περὶ νῆα,
935ἄλλοτε μὲν προπάροιθεν ὁρώμενοι, ἄλλοτ’ὄπισθεν,
936ἄλλοτε παρβολάδην, ναύτῃσι δὲ χάρμα τέτυκται ·
937ὧς αἱ ὑπεκπροθέουσαι ἐπήτριμοι εἱλίσσοντο
938Ἀργῴῃ περὶ νηί, Θέτις δ’ἴθυνε κέλευθον.
939καί ῥ’ὅτε δὴ Πλαγκτῇσιν ἐνιχρίμψεσθαι ἔμελλον,
940αὐτίκ’ἀνασχόμεναι λευκοῖς ἐπὶ γούνασι πέζας,
941ὑψοῦ ἐπ’αὐτάων σπιλάδων καὶ κύματος ἀγῆς
942ῥώοντ’ἔνθα καὶ ἔνθα διασταδὸν ἀλλήλῃσιν.
943τὴν δὲ παρηορίην κόπτεν ῥόος · ἀμφὶ δὲ κῦμα
944λάβρον ἀειρόμενον πέτραις ἐπικαχλάζεσκεν,
945αἵθ’ὁτὲ μὲν κρημνοῖς ἐναλίγκιαι ἠέρι κῦρον,
946ἄλλοτε δὲ βρύχιαι νεάτῳ ὑπὸ πυθμένι πόντου
947ἠρήρειν, τὸ δὲ πολλὸν ὑπείρεχεν ἄγριον οἶδμα.
948αἱ δ’, ὥστ’ἠμαθόεντος ἐπισχεδὸν αἰγιαλοῖο
949παρθενικαί, δίχα κόλπον ἐπ’ἰξύας εἱλίξασαι
950σφαίρῃ ἀθύρουσιν περιηγέι · αἱ μὲν ἔπειτα
951ἄλλη ὑπ’ἐξ ἄλλης δέχεται καὶ ἐς ἠέρα πέμπει
952ὕψι μεταχρονίην · ἡ δ’οὔποτε πίλναται οὔδει ·
953ὧς αἱ νῆα θέουσαν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη
954πέμπε διηερίην ἐπὶ κύμασιν, αἰὲν ἄπωθεν
955πετράων · περὶ δέ σφιν ἐρευγόμενον ζέεν ὕδωρ.
956τὰς δὲ καὶ αὐτὸς ἄναξ κορυφῆς ἔπι λισσάδος ἄκρης
957ὀρθὸς ἐπὶ στελεῇ τυπίδος βαρὺν ὦμον ἐρείσας
958Ἥφαιστος θηεῖτο, καὶ αἰγλήεντος ὕπερθεν
959οὐρανοῦ ἑστηυῖα Διὸς δάμαρ · ἀμφὶ δ’Ἀθήνῃ
960βάλλε χέρας, τοῖόν μιν ἔχεν δέος εἰσορόωσαν.
961ὅσση δ’εἰαρινοῦ μηκύνεται ἤματος αἶσα,
962τοσσάτιον μογέεσκον ἐπὶ χρόνον, ὀχλίζουσαι
963νῆα διὲκ πέτρας πολυηχέας · οἱ δ’ἀνέμοιο
964αὖτις ἐπαυρόμενοι προτέρω θέον · ὦκα δ’ἄμειβον
965Θρινακίης λειμῶνα, βοῶν τροφὸν Ἠελίοιο.
966ἔνθ’αἱ μὲν κατὰ βένθος ἀλίγκιαι αἰθυίῃσιν
967δῦνον, ἐπεί ῥ’ἀλόχοιο Διὸς πόρσυνον ἐφετμάς.
968τοὺς δ’ἄμυδις βληχήτε δι’ἠέρος ἵκετο μήλων,
969μυκηθμόςτε βοῶν αὐτοσχεδὸν οὔατ’ἔβαλλεν.
970καὶ τὰ μὲν ἑρσήεντα κατὰ δρία ποιμαίνεσκεν
971ὁπλοτέρη Φαέθουσα θυγατρῶν Ἠελίοιο,
972ἀργύρεον χαῖον παλάμῃ ἔνι πηχύνουσα ·
973Λαμπετίη δ’ἐπὶ βουσὶν ὀρειχάλκοιο φαεινοῦ
974πάλλεν ὀπηδεύουσα καλαύροπα. τὰς δὲ καὶ αὐτοὶ
975βοσκομένας ποταμοῖο παρ’ὕδασιν εἰσορόωντο
976ἂμ πεδίον καὶ ἕλος λειμώνιον · οὐ δέ τις ἦεν
977κυανέη μετὰ τῇσι δέμας, πᾶσαι δὲ γάλακτι
978εἰδόμεναι, χρυσέοισι κεράασι κυδιάασκον.
979καὶ μὲν τὰς παράμειβον ἐπ’ἤματι · νυκτὶ δ’ἰούσῃ
980πεῖρον ἁλὸς μέγα λαῖτμα κεχαρμένοι, ὄφρα καὶ αὖτις
981Ἠὼς ἠριγενὴς φέγγος βάλε νισσομένοισιν.
982ἔστι δέ τις πορθμοῖο παροιτέρη Ἰονίοιο
983ἀμφιλαφὴς πίειρα Κεραυνίῃ εἰν ἁλὶ νῆσος,
984ᾗ ὕπο δὴ κεῖσθαι δρέπανον φάτις — ἵλατε Μοῦσαι,
985οὐκ ἐθέλων ἐνέπω προτέρων ἔπος — ᾧ ἀπὸ πατρὸς
986μήδεα νηλειῶς ἔταμεν Κρόνος · οἱ δέ ἑ Δηοῦς
987κλείουσι χθονίης καλαμητόμον ἔμμεναι ἅρπην.
988Δηὼ γὰρ κείνῃ ἐνὶ δή ποτε νάσσατο γαίῃ,
989Τιτῆνας δ’ἔδαε στάχυν ὄμπνιον ἀμήσασθαι,
990Μάκριδα φιλαμένη. δρεπάνη τόθεν ἐκλήισται
991οὔνομα, Φαιήκων ἱερὴ τροφός · ὧς δὲ καὶ αὐτοὶ
992αἵματος Οὐρανίοιο γένος Φαίηκες ἔασιν.
993τοὺς Ἀργὼ πολέεσσιν ἐνισχομένη καμάτοισιν
994Θρινακίης αὔρῃς ἵκετ’ἐξ ἁλός · οἱ δ’ἀγανῇσιν
995Ἀλκίνοος λαοίτε θυηπολίῃσιν ἰόντας
996δειδέχατ’ἀσπασίως · ἐπὶ δέ σφισι καγχαλάασκεν
997πᾶσα πόλις · φαίης κεν ἑοῖς ἐπὶ παισὶ γάνυσθαι.
998καὶ δ’αὐτοὶ ἥρωες ἀνὰ πληθὺν κεχάροντο,
999τῷ ἴκελοι, οἷόντε μεσαιτάτῃ ἐμβεβαῶτες
1000Αἱμονίῃ · μέλλον δὲ βοῇ ἔνι θωρήξεσθαι ·
1001ὧδε μάλ’ἀγχίμολον στρατὸς ἄσπετος ἐξεφαάνθη
1002Κόλχων, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας
1003Κυανέας μαστῆρες ἀριστήων ἐπέρησαν.
1004Μήδειαν δ’ἔξαιτον ἑοῦ ἐς πατρὸς ἄγεσθαι
1005ἵεντ’ἀπροφάτως, ἠὲ στονόεσσαν ἀυτὴν
1006νωμήσειν χαλεπῇσιν ὁμόκλεον ἀτροπίῃσιν
1007αὖθίτε καὶ μετέπειτα σὺν Αἰήταο κελεύθῳ.
1008ἀλλά σφεας κατέρυκεν ἐπειγομένους πολέμοιο
1009κρείων Ἀλκίνοος. λελίητο γὰρ ἀμφοτέροισιν
1010δηιοτῆτος ἄνευθεν ὑπέρβια νείκεα λῦσαι.
1011κούρη δ’οὐλομένῳ ὑπὸ δείματι πολλὰ μὲν αὐτοὺς
1012Αἰσονίδεω ἑτάρους μειλίσσετο, πολλὰ δὲ χερσὶν
1013Ἀρήτης γούνων ἀλόχου θίγεν Ἀλκινόοιο ·
1014“γουνοῦμαι, βασίλεια · σὺ δ’ἵλαθι, μη δέ με Κόλχοις
1015ἐκδώῃς ᾧ πατρὶ κομιζέμεν, εἴ νυ καὶ αὐτὴ
1016ἀνθρώπων γενεῆς μία φέρβεαι, οἷσιν ἐς ἄτην
1017ὠκύτατος κούφῃσι θέει νόος ἀμπλακίῃσιν.
1018ὡς ἐμοὶ ἐκ πυκιναὶ ἔπεσον φρένες, οὐ μὲν ἕκητι
1019μαργοσύνης. ἴστω δ’ἱερὸν φάος Ἠελίοιο,
1020ἴστω νυκτιπόλου Περσηίδος ὄργια κούρης,
1021μὴ μὲν ἐγὼν ἐθέλουσα σὺν ἀνδράσιν ἀλλοδαποῖσιν
1022κεῖθεν ἀφωρμήθην · στυγερὸν δέ με τάρβος ἔπεισεν
1023τῆσγε φυγῆς μνήσασθαι, ὅτ’ἤλιτον · οὐ δέ τις ἄλλη
1024μῆτις ἔην. ἔτι μοι μίτρη μένει, ὡς ἐνὶ πατρὸς
1025δώμασιν, ἄχραντος καὶ ἀκήρατος. ἀλλ’ἐλέαιρε,
1026πότνα, τεόντε πόσιν μειλίσσεο · σοὶ δ’ὀπάσειαν
1027ἀθάνατοι βίοτόντε τελεσφόρον ἀγλαΐηντε
1028καὶ παῖδας καὶ κῦδος ἀπορθήτοιο πόληος”.
1029τοῖα μὲν Ἀρήτην γουνάζετο δάκρυ χέουσα ·
1030τοῖα δ’ἀριστήων ἐπαμοιβαδὶς ἄνδρα ἕκαστον ·
1031“ὑμέων, ὦ πέρι δὴ μέγα φέρτατοι, ἀμφίτ’ἀέθλοις
1032ὧν κάμον ὑμετέροισιν, ἀτύζομαι · ἧς ἰότητι
1033ταύρουςτ’ἐζεύξασθε, καὶ ἐκ θέρος οὐλοὸν ἀνδρῶν
1034κείρατε γηγενέων · ἧς εἵνεκεν Αἱμονίηνδε
1035χρύσεον αὐτίκα κῶας ἀνάξετε νοστήσαντες.
1036ἥδ’ἐγώ, ἣ πάτρηντε καὶ οὓς ὤλεσσα τοκῆας,
1037ἣ δόμον, ἣ σύμπασαν ἐυφροσύνην βιότοιο ·
1038ὔμμι δὲ καὶ πάτρην καὶ δώματα ναιέμεν αὖτις
1039ἤνυσα · καὶ γλυκεροῖσιν ἔτ’εἰσόψεσθε τοκῆας
1040ὄμμασιν · αὐτὰρ ἐμοὶ ἀπὸ δὴ βαρὺς εἵλετο δαίμων
1041ἀγλαΐας · στυγερὴ δὲ σὺν ὀθνείοις ἀλάλημαι.
1042δείσατε συνθεσίαςτε καὶ ὅρκια, δείσατ’Ἐρινὺν
1043ἱκεσίην, νέμεσίντε θεῶν, ἐς χεῖρας ἰοῦσαν
1044Αἰήτεω λώβῃ πολυπήμονι δῃωθῆναι.
1045οὐ νηούς, οὐ πύργον ἐπίρροθον, οὐκ ἀλεωρὴν
1046ἄλλην, οἰόθι δὲ προτιβάλλομαι ὑμέας αὐτούς.
1047σχέτλιοι ἀτροπίης καὶ ἀνηλέες · οὐ δ’ἐνὶ θυμῷ
1048αἰδεῖσθε ξείνης μ’ἐπὶ γούνατα χεῖρας ἀνάσσης
1049δερκόμενοι τείνουσαν ἀμήχανον · ἀλλά κε πᾶσιν,
1050κῶας ἑλεῖν μεμαῶτες, ἐμίξατε δούρατα Κόλχοις
1051αὐτῷτ’Αἰήτῃ ὑπερήνορι · νῦν δ’ἐλάθεσθε
1052ἠνορέης, ὅτε μοῦνοι ἀποτμηγέντες ἔασιν”.
1053ὧς φάτο λισσομένη · τῶν δ’ὅντινα γουνάζοιτο,
1054ὅς μιν θαρσύνεσκεν ἐρητύων ἀχέουσαν.
1055σεῖον δ’ἐγχείας εὐήκεας ἐν παλάμῃσιν,
1056φάσγανάτ’ἐκ κολεῶν. οὐ δὲ σχήσεσθαι ἀρωγῆς
1057ἔννεπον, εἴ κε δίκης ἀλιτήμονος ἀντιάσειεν.
1058στρευγομένοις δ’ἀν’ὅμιλον ἐπήλυθεν εὐνήτειρα
1059νὺξ ἔργων ἄνδρεσσι, κατευκήλησε δὲ πᾶσαν
1060γαῖαν ὁμῶς · τὴν δ’οὔτι μίνυνθά περ εὔνασεν ὕπνος,
1061ἀλλά οἱ ἐν στέρνοις ἀχέων εἱλίσσετο θυμός.
1062οἷον ὅτε κλωστῆρα γυνὴ ταλαεργὸς ἑλίσσει
1063ἐννυχίη · τῇ δ’ἀμφὶ κινύρεται ὀρφανὰ τέκνα
1064χηροσύνῃ πόσιος · σταλάει δ’ὑπὸ δάκρυ παρειὰς
1065μνωομένης, οἵη μιν ἐπὶ σμυγερὴ λάβεν αἶσα ·
1066ὧς τῆς ἰκμαίνοντο παρηίδες · ἐν δέ οἱ ἦτορ
1067ὀξείῃς εἰλεῖτο πεπαρμένον ἀμφ’ὀδύνῃσιν.
1068τὼ δ’ἔντοσθε δόμοιο κατὰ πτόλιν, ὡς τὸ πάροιθεν,
1069κρείων Ἀλκίνοος πολυπότνιάτ’Ἀλκινόοιο
1070Ἀρήτη ἄλοχος, κούρης πέρι μητιάασκον
1071οἷσιν ἐνὶ λεχέεσσι διὰ κνέφας · οἷα δ’ἀκοίτην
1072κουρίδιον θαλεροῖσι δάμαρ προσπτύσσετο μύθοις ·
1073“ναὶ φίλος, εἰ δ’ἄγε μοι πολυκηδέα ῥύεο Κόλχων
1074παρθενικήν, Μινύῃσι φέρων χάριν. ἐγγύθι δ’Ἄργος
1075ἡμετέρης νήσοιο καὶ ἀνέρες Αἱμονιῆες ·
1076Αἰήτης δ’οὔτ’ἂρ ναίει σχεδόν, οὐ δέ τι ἴδμεν
1077Αἰήτην, ἀλλ’οἶον ἀκούομεν · ἥδε δὲ κούρη
1078αἰνοπαθὴς κατά μοι νόον ἔκλασεν ἀντιόωσα.
1079μή μιν, ἄναξ, Κόλχοισι πόροις ἐς πατρὸς ἄγεσθαι.
1080ἀάσθη, ὅτε πρῶτα βοῶν θελκτήρια δῶκεν
1081φάρμακά οἱ · σχεδόθεν δὲ κακῷ κακόν, οἷάτε πολλὰ
1082ῥέζομεν ἀμπλακίῃσιν, ἀκειομένη ὑπάλυξεν
1083πατρὸς ὑπερφιάλοιο βαρὺν χόλον. αὐτὰρ Ἰήσων,
1084ὡς ἀίω, μεγάλοισιν ἐνίσχεται ἐξ ἕθεν ὅρκοις,
1085κουριδίην θήσεσθαι ἐνὶ μεγάροισιν ἄκοιτιν,
1086τῶ, φίλε, μήτ’οὖν αὐτὸν ἑκὼν ἐπίορκον ὀμόσσαι
1087θείης Αἰσονίδην, μήτ’ἄσχετα σεῖο ἕκητι
1088παῖδα πατὴρ θυμῷ κεκοτηότι δηλήσαιτο.
1089λίην γὰρ δύσζηλοι ἑαῖς ἐπὶ παισὶ τοκῆες ·
1090οἷα μὲν Ἀντιόπην εὐώπιδα μήσατο Νυκτεύς ·
1091οἷα δὲ καὶ Δανάη πόντῳ ἔνι πήματ’ἀνέτλη,
1092πατρὸς ἀτασθαλίῃσι · νέον γε μέν, οὐ δ’ἀποτηλοῦ,
1093ὑβριστὴς Ἔχετος γλήναις ἔνι χάλκεα κέντρα
1094πῆξε θυγατρὸς ἑῆς · στονόεντι δὲ κάρφεται οἴτῳ
1095ὀρφναίῃ ἐνὶ χαλκὸν ἀλετρεύουσα καλιῇ”.
1096ὧς ἔφατ’ἀντομένη · τοῦ δὲ φρένες ἰαίνοντο
1097ἧς ἀλόχου μύθοισιν, ἔπος δ’ἐπὶ τοῖον ἔειπεν ·
1098“Ἀρήτη, καί κεν σὺν τεύχεσιν ἐξελάσαιμι
1099Κόλχους, ἡρώεσσι φέρων χάριν, εἵνεκα κούρης.
1100ἀλλὰ Διὸς δείδοικα δίκην ἰθεῖαν ἀτίσσαι.
1101οὐ δὲ μὲν Αἰήτην ἀθεριζέμεν, ὡς ἀγορεύεις,
1102λώιον · οὐ γάρ τις βασιλεύτερος Αἰήταο.
1103καί κ’ἐθέλων, ἕκαθέν περ, ἐφ’Ἑλλάδι νεῖκος ἄγοιτο.
1104τῶ μ’ἐπέοικε δίκην, ἥτις μετὰ πᾶσιν ἀρίστη
1105ἔσσεται ἀνθρώποισι, δικαζέμεν · οὐ δέ σε κεύσω.
1106παρθενικὴν μὲν ἐοῦσαν ἑῷ ἀπὸ πατρὶ κομίσσαι
1107ἰθύνω · λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν
1108οὔ μιν ἑοῦ πόσιος νοσφίσσομαι · οὐ δέ, γενέθλην
1109εἴ τιν’ὑπὸ σπλάγχνοισι φέρει, δῄοισιν ὀπάσσω”.
1110ὧς ἄρ’ἔφη · καὶ τὸν μέν ἐπισχεδὸν εὔνασεν ὕπνος.
1111ἡ δ’ἔπος ἐν θυμῷ πυκινὸν βάλετ’· αὐτίκα δ’ὦρτο
1112ἐκ λεχέων ἀνὰ δῶμα · συνήιξαν δὲ γυναῖκες
1113ἀμφίπολοι, δέσποιναν ἑὴν μέτα ποιπνύουσαι.
1114σῖγα δ’ἑὸν κήρυκα καλεσσαμένη προσέειπεν,
1115ᾗσιν ἐπιφροσύνῃσιν ἐποτρυνέουσα μιγῆναι
1116Αἰσονίδην κούρῃ, μη δ’Ἀλκίνοον βασιλῆα
1117λίσσεσθαι · τὸ γὰρ αὐτὸς ἰὼν Κόλχοισι δικάσσει,
1118παρθενικὴν μὲν ἐοῦσαν ἑοῦ ποτὶ δώματα πατρὸς
1119ἐκδώσειν, λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν
1120οὐκέτι κουριδίης μιν ἀποτμήξειν φιλότητος.
1121ὧς ἄρ’ἔφη · τὸν δ’αἶψα πόδες φέρον ἐκ μεγάροιο,
1122ὥς κεν Ἰήσονι μῦθον ἐναίσιμον ἀγγείλειεν
1123Ἀρήτης βουλάςτε θεουδέος Ἀλκινόοιο.
1124τοὺς δ’εὗρεν παρὰ νηὶ σὺν ἔντεσιν ἐγρήσσοντας
1125Ὑλλικῷ ἐν λιμένι, σχεδὸν ἄστεος · ἐκ δ’ἄρα πᾶσαν
1126πέφραδεν ἀγγελίην · γήθησε δὲ θυμὸς ἑκάστου
1127ἡρώων · μάλα γάρ σφιν ἑαδότα μῦθον ἔειπεν.
1128αὐτίκα δὲ κρητῆρα κερασσάμενοι μακάρεσσιν,
1129ἣ θέμις, εὐαγέως ἐπιβώμια μῆλ’ἐρύσαντες,
1130αὐτονυχὶ κούρῃ θαλαμήιον ἔντυον εὐνὴν
1131ἄντρῳ ἐν ἠγαθέῳ, τόθι δή ποτε Μάκρις ἔναιεν,
1132κούρη Ἀρισταίοιο μελίφρονος, ὅς ῥα μελισσέων
1133ἔργα πολυκμήτοιότ’ἀνεύρατο πῖαρ ἐλαίης.
1134κείνη δὴ πάμπρωτα Διὸς Νυσήιον υἷα
1135Εὐβοίης ἔντοσθεν Ἀβαντίδος ᾧ ἐνὶ κόλπῳ
1136δέξατο, καὶ μέλιτι ξηρὸν περὶ χεῖλος ἔδευσεν,
1137εὖτέ μιν Ἑρμείας φέρεν ἐκ πυρός · ἔδρακε δ’Ἥρη,
1138καί ἑ χολωσαμένη πάσης ἐξήλασε νήσου.
1139ἡ δ’ἄρα Φαιήκων ἱερῷ ἐνὶ τηλόθεν ἄντρῳ
1140νάσσατο, καὶ πόρεν ὄλβον ἀθέσφατον ἐνναέτῃσιν.
1141ἔνθα τότ’ἐστόρεσαν λέκτρον μέγα · τοῖο δ’ὕπερθεν
1142χρύσεον αἰγλῆεν κῶας βάλον, ὄφρα πέλοιτο
1143τιμήειςτε γάμος καὶ ἀοίδιμος. ἄνθεα δέ σφιν
1144νύμφαι ἀμεργόμεναι λευκοῖς ἐνὶ ποικίλα κόλποις
1145ἐσφόρεον · πάσας δὲ πυρὸς ὣς ἄμφεπεν αἴγλη ·
1146τοῖον ἀπὸ χρυσέων θυσάνων ἀμαρύσσετο φέγγος.
1147δαῖε δ’ἐν ὀφθαλμοῖς γλυκερὸν πόθον · ἴσχε δ’ἑκάστην
1148αἰδὼς ἱεμένην περ ὅμως ἐπὶ χεῖρα βαλέσθαι.
1149αἱ μέντ’Αἰγαίου ποταμοῦ καλέοντο θύγατρες ·
1150αἱ δ’ὄρεος κορυφὰς Μελιτηίου ἀμφενέμοντο ·
1151αἱ δ’ἔσαν ἐκ πεδίων ἀλσηίδες. ὦρσε γὰρ αὐτὴ
1152Ἥρη Ζηνὸς ἄκοιτις, Ἰήσονα κυδαίνουσα.
1153κεῖνο καὶ εἰσέτι νῦν ἱερὸν κληίζεται ἄντρον
1154Μηδείης, ὅθι τούσγε σὺν ἀλλήλοισιν ἔμιξαν
1155τεινάμεναι ἑανοὺς εὐώδεας. οἱ δ’ἐνὶ χερσὶν
1156δούρατα νωμήσαντες ἀρήια, μὴ πρὶν ἐς ἀλκὴν
1157δυσμενέων ἀίδηλος ἐπιβρίσειεν ὅμιλος,
1158κράατα δ’εὐφύλλοις ἐστεμμένοι ἀκρεμόνεσσιν,
1159ἐμμελέως, Ὀρφῆος ὑπαὶ λίγα φορμίζοντος
1160νυμφιδίαις ὑμέναιον ἐπὶ προμολῇσιν ἄειδον.
1161οὐ μὲν ἐν Ἀλκινόοιο γάμον μενέαινε τελέσσαι
1162ἥρως Αἰσονίδης, μεγάροις δ’ἐνὶ πατρὸς ἑοῖο,
1163νοστήσας ἐς Ἰωλκὸν ὑπότροπος · ὧς δὲ καὶ αὐτὴ
1164Μήδεια φρονέεσκε · τότ’αὖ χρεὼ ἦγε μιγῆναι.
1165ἀλλὰ γὰρ οὔποτε φῦλα δυηπαθέων ἀνθρώπων
1166τερπωλῆς ἐπέβημεν ὅλῳ ποδί · σὺν δέ τις αἰεὶ
1167πικρὴ παρμέμβλωκεν ἐυφροσύνῃσιν ἀνίη.
1168τῶ καὶ τοὺς γλυκερῇ περ ἰαινομένους φιλότητι
1169δεῖμ’ἔχεν, εἰ τελέοιτο διάκρισις Ἀλκινόοιο.
1170ἠὼς δ’ἀμβροσίοισιν ἀνερχομένη φαέεσσιν
1171λῦε κελαινὴν νύκτα δι’ἠέρος · αἱ δ’ἐγέλασσαν
1172ἠιόνες νήσοιο καὶ ἑρσήεσσαι ἄπωθεν
1173ἀτραπιτοὶ πεδίων · ἐν δὲ θρόος ἔσκεν ἀγυιαῖς ·
1174κίνυντ’ἐνναέται μὲν ἀνὰ πτόλιν, οἱ δ’ἀποτηλοῦ
1175Κόλχοι Μακριδίης ἐπὶ πείρασι χερνήσοιο.
1176αὐτίκα δ’Ἀλκίνοος μετεβήσετο συνθεσίῃσιν
1177ὃν νόον ἐξερέων κούρης ὕπερ · ἐν δ’ὅγε χειρὶ
1178σκῆπτρον ἔχεν χρυσοῖο δικασπόλον, ᾧ ὕπο λαοὶ
1179ἰθείας ἀνὰ ἄστυ διεκρίνοντο θέμιστας.
1180τῷ δὲ καὶ ἑξείης πολεμήια τεύχεα δύντες
1181Φαιήκων οἱ ἄριστοι ὁμιλαδὸν ἐστιχόωντο.
1182ἥρωας δὲ γυναῖκες ἀολλέες ἔκτοθι πύργων
1183βαῖνον ἐποψόμεναι · σὺν δ’ἀνέρες ἀγροιῶται
1184ἤντεον εἰσαΐοντες, ἐπεὶ νημερτέα βάξιν
1185Ἥρη ἐπιπροέηκεν. ἄγεν δ’ὁ μὲν ἔκκριτον ἄλλων
1186ἀρνειὸν μήλων, ὁ δ’ἀεργηλὴν ἔτι πόρτιν ·
1187ἄλλοι δ’ἀμφιφορῆας ἐπισχεδὸν ἵστασαν οἴνου
1188κίρνασθαι · θυέων δ’ἀποτηλόθι κήκιε λιγνύς.
1189αἱ δὲ πολυκμήτους ἑανοὺς φέρον, οἷα γυναῖκες,
1190μείλιάτε χρυσοῖο καὶ ἀλλοίην ἐπὶ τοῖσιν
1191ἀγλαΐην, οἵηντε νεόζυγες ἐντύνονται ·
1192θάμβευν δ’εἰσορόωσαι ἀριπρεπέων ἡρώων
1193εἴδεα καὶ μορφάς, ἐν δέ σφισιν Οἰάγροιο
1194υἱὸν ὑπαὶ φόρμιγγος ἐυκρέκτου καὶ ἀοιδῆς
1195ταρφέα σιγαλόεντι πέδον κροτέοντα πεδίλῳ.
1196νύμφαι δ’ἄμμιγα πᾶσαι, ὅτε μνήσαιτο γάμοιο,
1197ἱμερόενθ’ὑμέναιον ἀνήπυον · ἄλλοτε δ’αὖτε
1198οἰόθεν οἶαι ἄειδον ἑλισσόμεναι περὶ κύκλον,
1199Ἥρη, σεῖο ἕκητι · σὺ γὰρ καὶ ἐπὶ φρεσὶ θῆκας
1200Ἀρήτῃ, πυκινὸν φάσθαι ἔπος Ἀλκινόοιο.
1201αὐτὰρ ὅγ’ὡς τὰ πρῶτα δίκης ἀνὰ πείρατ’ἔειπεν
1202ἰθείης, ἤδη δὲ γάμου τέλος ἐκλήιστο,
1203ἔμπεδον ὧς ἀλέγυνε διαμπερές · οὐ δέ ἑ τάρβος
1204οὐλοόν, οὐ δὲ βαρεῖαι ἐπήλυθον Αἰήταο
1205μήνιες, ἀρρήκτοισι δ’ἐνιζεύξας ἔχεν ὅρκοις.
1206τῶ καὶ ὅτ’ἠλεμάτως Κόλχοι μάθον ἀντιόωντες,
1207καί σφεας ἠὲ θέμιστας ἑὰς εἴρυσθαι ἄνωγεν,
1208ἢ λιμένων γαίηςτ’ἀποτηλόθι νῆας ἐέργειν,
1209δὴ τότε μιν βασιλῆος ἑοῦ τρομέοντας ἐνιπὰς
1210δέχθαι μειλίξαντο συνήμονας · αὖθι δὲ νήσῳ
1211δὴν μάλα Φαιήκεσσι μετ’ἀνδράσι ναιετάασκον,
1212εἰσότε Βακχιάδαι, γενεὴν Ἐφύρηθεν ἐόντες,
1213ἀνέρες ἐννάσσαντο μετὰ χρόνον · οἱ δὲ περαίην
1214νῆσον ἔβαν · κεῖθεν δὲ Κεραύνια μέλλον Ἀβάντων
1215οὔρεα, Νεσταίουςτε καὶ Ὤρικον εἰσαφικέσθαι ·
1216ἀλλὰ τὰ μὲν στείχοντος ἄδην αἰῶνος ἐτύχθη.
1217μοιράων δ’ἔτι κεῖσε θύη ἐπέτεια δέχονται
1218καὶ Νυμφέων Νομίοιο καθ’ἱερὸν Ἀπόλλωνος
1219βωμοί, τοὺς Μήδεια καθίσσατο. πολλὰ δ’ἰοῦσιν
1220Ἀλκίνοος Μινύαις ξεινήια, πολλὰ δ’ὄπασσεν
1221Ἀρήτη · μετὰ δ’αὖτε δυώδεκα δῶκεν ἕπεσθαι
1222Μηδείῃ δμωὰς Φαιηκίδας ἐκ μεγάροιο.
1223ἤματι δ’ἑβδομάτῳ Δρεπάνην λίπον · ἤλυθε δ’οὖρος
1224ἀκραὴς ἠῶθεν ὑπὲκ Διός · οἱ δ’ἀνέμοιο
1225πνοιῇ ἐπειγόμενοι προτέρω θέον. ἀλλὰ γὰρ οὔπω
1226αἴσιμον ἦν ἐπιβῆναι Ἀχαιίδος ἡρώεσσιν,
1227ὄφρ’ἔτι καὶ Λιβύης ἐπὶ πείρασιν ὀτλήσειαν.
1228ἤδη μέν ποθι κόλπον ἐπώνυμον Ἀμβρακιήων,
1229ἤδη Κουρήτων ἔλιπον χθόνα πεπταμένοισιν
1230λαίφεσι καὶ στεινὰς αὐταῖς σὺν Ἐχινάσι νήσους
1231ἑξείης, Πέλοπος δὲ νέον κατεφαίνετο γαῖα ·
1232καὶ τότ’ἀναρπάγδην ὀλοὴ βορέαο θύελλα
1233μεσσηγὺς πέλαγόσδε Λιβυστικὸν ἐννέα πάσας
1234νύκτας ὁμῶς καὶ τόσσα φέρ’ἤματα, μέχρις ἵκοντο
1235προπρὸ μάλ’ἔνδοθι Σύρτιν, ὅθ’οὐκέτι νόστος ὀπίσσω
1236νηυσὶ πέλει, ὅτε τόνγε βιῴατο κόλπον ἱκέσθαι.
1237πάντῃ γὰρ τέναγος, πάντῃ μνιόεντα βυθοῖο
1238τάρφεα · κωφὴ δέ σφιν ἐπιβλύει ὕδατος ἄχνη ·
1239ἠερίη δ’ἄμαθος παρακέκλιται · οὐ δέ τι κεῖσε
1240ἑρπετόν, οὐ δὲ ποτητὸν ἀείρεται. ἔνθ’ἄρα τούσγε
1241πλημυρίς — καὶ γάρτ’ἀναχάζεται ἠπείροιο
1242ἦ θαμὰ δὴ τόδε χεῦμα, καὶ ἂψ ἐπερεύγεται ἀκτὰς
1243λάβρον ἐποιχόμενον — μυχάτῃ ἐνέωσε τάχιστα
1244ἠιόνι, τρόπιος δὲ μάλ’ὕδασι παῦρον ἔλειπτο.
1245οἱ δ’ἀπὸ νηὸς ὄρουσαν, ἄχος δ’ἕλεν εἰσορόωντας
1246ἠέρα καὶ μεγάλης νῶτα χθονὸς ἠέρι ἶσα,
1247τηλοῦ ὑπερτείνοντα διηνεκές · οὐ δέ τιν’ἀρδμόν,
1248οὐ πάτον, οὐκ ἀπάνευθε κατηυγάσσαντο βοτήρων
1249αὔλιον, εὐκήλῳ δὲ κατείχετο πάντα γαλήνῃ.
1250ἄλλος δ’αὖτ’ἄλλον τετιημένος ἐξερέεινεν ·
1251“τίς χθὼν εὔχεται ἥδε; πόθι ξυνέωσαν ἄελλαι
1252ἡμέας; αἴθ’ἔτλημεν, ἀφειδέες οὐλομένοιο
1253δείματος, αὐτὰ κέλευθα διαμπερὲς ὁρμηθῆναι
1254πετράων. ἦτ’ἂν καὶ ὑπὲρ Διὸς αἶσαν ἰοῦσιν
1255βέλτερον ἦν μέγα δή τι μενοινώοντας ὀλέσθαι.
1256νῦν δὲ τί κεν ῥέξαιμεν, ἐρυκόμενοι ἀνέμοισιν
1257αὖθι μένειν τυτθόν περ ἐπὶ χρόνον; οἷον ἐρήμη
1258πέζα διωλυγίης ἀναπέπταται ἠπείροιο”.
1259ὧς ἄρ’ἔφη · μετὰ δ’αὐτὸς ἀμηχανίῃ κακότητος
1260ἰθυντὴρ Ἀγκαῖος ἀκηχέμενος ἀγόρευσεν ·
1261“ὠλόμεθ’αἰνότατον δῆθεν μόρον, οὐ δ’ὑπάλυξις
1262ἔστ’ἄτης · πάρα δ’ἄμμι τὰ κύντατα πημανθῆναι
1263τῇδ’ἐπ’ἐρημαίῃ πεπτηότας, εἰ καὶ ἀῆται
1264χερσόθεν ἀμπνεύσειαν · ἐπεὶ τεναγώδεα λεύσσω
1265τῆλε περισκοπέων ἅλα πάντοθεν · ἤλιθα δ’ὕδωρ
1266ξαινόμενον πολιῇσιν ἐπιτροχάει ψαμάθοισιν.
1267καί κεν ἐπισμυγερῶς διὰ δὴ πάλαι ἥδ’ἐκεάσθη
1268νηῦς ἱερὴ χέρσου πολλὸν πρόσω · ἀλλά μιν αὐτὴ
1269πλημμυρὶς ἐκ πόντοιο μεταχθονίην ἐκόμισσεν.
1270νῦν δ’ἡ μὲν πέλαγόσδε μετέσσυται, οἰόθι δ’ἅλμη
1271ἄπλοος εἰλεῖται, γαίης ὕπερ ὅσσον ἔχουσα.
1272τούνεκ’ἐγὼ πᾶσαν μὲν ἀπ’ἐλπίδα φημὶ κεκόφθαι
1273ναυτιλίης νόστουτε. δαημοσύνην δέ τις ἄλλος
1274φαίνοι ἑήν · πάρα γάρ οἱ ἐπ’οἰήκεσσι θαάσσειν
1275μαιομένῳ κομιδῆς. ἀλλ’οὐ μάλα νόστιμον ἦμαρ
1276Ζεὺς ἐθέλει καμάτοισιν ἐφ’ἡμετέροισι τελέσσαι”.
1277ὧς φάτο δακρυόεις · σὺν δ’ἔννεπον ἀσχαλόωντι
1278ὅσσοι ἔσαν νηῶν δεδαημένοι · ἐν δ’ἄρα πᾶσιν
1279παχνώθη κραδίη, χύτο δὲ χλόος ἀμφὶ παρειάς.
1280οἷον δ’ἀψύχοισιν ἐοικότες εἰδώλοισιν
1281ἀνέρες εἱλίσσονται ἀνὰ πτόλιν, ἢ πολέμοιο
1282ἢ λοιμοῖο τέλος ποτιδέγμενοι, ἠέ τιν’ὄμβρον
1283ἄσπετον, ὅςτε βοῶν κατὰ μυρία ἔκλυσεν ἔργα,
1284ἢ ὅταν αὐτόματα ξόανα ῥέῃ ἱδρώοντα
1285αἵματι, καὶ μυκαὶ σηκοῖς ἔνι φαντάζωνται,
1286ἠὲ καὶ ἠέλιος μέσῳ ἤματι νύκτ’ἐπάγῃσιν
1287οὐρανόθεν, τὰ δὲ λαμπρὰ δι’ἠέρος ἄστρα φαείνοι ·
1288ὧς τότ’ἀριστῆες δολιχοῦ πρόπαρ αἰγιαλοῖο
1289ἤλυον ἑρπύζοντες. ἐπήλυθε δ’αὐτίκ’ἐρεμνὴ
1290ἕσπερος. οἱ δ’ἐλεεινὰ χεροῖν σφέας ἀμφιβαλόντες
1291δακρυόειν ἀγάπαζον, ἵν’ἄνδιχα δῆθεν ἕκαστος
1292θυμὸν ἀποφθίσειαν ἐνὶ ψαμάθοισι πεσόντες.
1293βὰν δ’ἴμεν ἄλλυδις ἄλλος ἑκαστέρω αὖλιν ἑλέσθαι ·
1294ἐν δὲ κάρη πέπλοισι καλυψάμενοι σφετέροισιν
1295ἄκμηνοι καὶ ἄπαστοι ἐκείατο νύκτ’ἔπι πᾶσαν
1296καὶ φάος, οἰκτίστῳ θανάτῳ ἔπι. νόσφι δὲ κοῦραι
1297ἀθρόαι Αἰήταο παρεστενάχοντο θυγατρί.
1298ὡς δ’ὅτ’ἐρημαῖοι πεπτηότες ἔκτοθι πέτρης
1299χηραμοῦ ἀπτῆνες λιγέα κλάζουσι νεοσσοί ·
1300ἢ ὅτε καλὰ νάοντος ἐπ’ὀφρύσι Πακτωλοῖο
1301κύκνοι κινήσωσιν ἑὸν μέλος, ἀμφὶ δὲ λειμὼν
1302ἑρσήεις βρέμεται ποταμοῖότε καλὰ ῥέεθρα ·
1303ὧς αἱ ἐπὶ ξανθὰς θέμεναι κονίῃσιν ἐθείρας
1304παννύχιαι ἐλεεινὸν ἰήλεμον ὠδύροντο.
1305καί νύ κεν αὐτοῦ πάντες ἀπὸ ζωῆς ἐλίασθεν
1306νώνυμνοι καὶ ἄφαντοι ἐπιχθονίοισι δαῆναι
1307ἡρώων οἱ ἄριστοι ἀνηνύστῳ ἐπ’ἀέθλῳ ·
1308ἀλλά σφεας ἐλέηραν ἀμηχανίῃ μινύθοντας
1309ἡρῷσσαι, Λιβύης τιμήοροι, αἵ ποτ’Ἀθήνην,
1310ἦμος ὅτ’ἐκ πατρὸς κεφαλῆς θόρε παμφαίνουσα,
1311ἀντόμεναι Τρίτωνος ἐφ’ὕδασι χυτλώσαντο.
1312ἔνδιον ἦμαρ ἔην, περὶ δ’ὀξύταται θέρον αὐγαὶ
1313ἠελίου Λιβύην · αἱ δὲ σχεδὸν Λἰσονίδαο
1314ἔσταν, ἕλον δ’ἀπὸ χερσὶ καρήατος ἠρέμα πέπλον.
1315αὐτὰρ ὅγ’εἰς ἑτέρωσε παλιμπετὲς ὄμματ’ἔνεικεν,
1316δαίμονας αἰδεσθείς · αὐτὸν δέ μιν ἀμφαδὸν οἶον
1317μειλιχίοις ἐπέεσσιν ἀτυζόμενον προσέειπον ·
1318“κάμμορε, τίπτ’ἐπὶ τόσσον ἀμηχανίῃ βεβόλησαι;
1319ἴδμεν ἐποιχομένους χρύσεον δέρος · ἴδμεν ἕκαστα
1320ὑμετέρων καμάτων, ὅσ’ἐπὶ χθονός, ὅσσατ’ἐφ’ὑγρὴν
1321πλαζόμενοι κατὰ πόντον ὑπέρβια ἔργ’ἐκάμεσθε.
1322οἰοπόλοι δ’εἰμὲν χθόνιαι θεαὶ αὐδήεσσαι,
1323ἡρῷσσαι, Λιβύης τιμήοροι ἠδὲ θύγατρες.
1324ἀλλ’ἄνα · μη δ’ἔτι τοῖον ὀιζύων ἀκάχησο ·
1325ἄνστησον δ’ἑτάρους. εὖτ’ἂν δέ τοι Ἀμφιτρίτη
1326ἅρμα Ποσειδάωνος ἐύτροχον αὐτίκα λύσῃ,
1327δή ῥα τότε σφετέρῃ ἀπὸ μητέρι τίνετ’ἀμοιβὴν
1328ὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ὔμμε φέρουσα ·
1329καί κεν ἔτ’ἠγαθέην ἐς Ἀχαιίδα νοστήσαιτε”.
1330ὧς ἄρ’ἔφαν, καὶ ἄφαντοι ἵν’ἔσταθεν, ἔνθ’ἄρα ταίγε
1331φθογγῇ ὁμοῦ ἐγένοντο παρασχεδόν. αὐτὰρ Ἰήσων
1332παπτήνας ἀν’ἄρ’ἕζετ’ἐπὶ χθονός, ὧδέτ’ἔειπεν ·
1333“ἵλατ’ἐρημονόμοι κυδραὶ θεαί · ἀμφὶ δὲ νόστῳ
1334οὔτι μαλ’ἀντικρὺ νοέω φάτιν. ἦ μὲν ἑταίρους
1335εἰς ἓν ἀγειράμενος μυθήσομαι, εἴ νύ τι τέκμωρ
1336δήωμεν κομιδῆς · πολέων δέτε μῆτις ἀρείων”.
1337ἦ, καὶ ἀναΐξας ἑτάρους ἐπὶ μακρὸν ἀύτει,
1338αὐσταλέος κονίῃσι, λέων ὥς, ὅς ῥάτ’ἀν’ὕλην
1339σύννομον ἣν μεθέπων ὠρύεται · αἱ δὲ βαρείῃ
1340φθογγῇ ὑποτρομέουσιν ἀν’οὔρεα τηλόθι βῆσσαι ·
1341δείματι δ’ἄγραυλοίτε βόες μέγα πεφρίκασιν
1342βουπελάταιτε βοῶν · τοῖς δ’οὔ νύ τι γῆρυς ἐτύχθη
1343ῥιγεδανὴ ἑτάροιο φίλους ἐπικεκλομένοιο.
1344ἀγχοῦ δ’ἠγερέθοντο κατηφέες · αὐτὰρ ὁ τούσγε
1345ἀχνυμένους ὅρμοιο πέλας μίγα θηλυτέρῃσιν
1346ἱδρύσας, μυθεῖτο πιφαυσκόμενος τὰ ἕκαστα ·
1347“κλῦτε, φίλοι · τρεῖς γάρ μοι ἀνιάζοντι θεάων,
1348στέρφεσιν αἰγείοις ἐζωσμέναι ἐξ ὑπάτοιο
1349αὐχένος ἀμφίτε νῶτα καὶ ἰξύας, ἠύτε κοῦραι,
1350ἔσταν ὑπὲρ κεφαλῆς μάλ’ἐπισχεδόν · ἂν δ’ἐκάλυψαν
1351πέπλον ἐρυσσάμεναι κούφῃ χερί, καὶ μ’ἐκέλοντο
1352αὐτόντ’ἔγρεσθαι, ἀνάθ’ὑμέας ὄρσαι ἰόντα ·
1353μητέρι δὲ σφετέρῃ μενοεικέα τῖσαι ἀμοιβὴν
1354ὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ἄμμε φέρουσα
1355ὁππότε κεν λύσῃσιν ἐύτροχον Ἀμφιτρίτη
1356ἅρμα Ποσειδάωνος. ἐγὼ δ’οὐ πάγχυ νοῆσαι
1357τῆσδε θεοπροπίης ἴσχω πέρι. φάν γε μὲν εἶναι
1358ἡρῷσσαι, Λιβύης τιμήοροι ἠδὲ θύγατρες ·
1359καὶ δ’ὁπόσ’αὐτοὶ πρόσθεν ἐπὶ χθονὸς ἠδ’ὅσ’ἐφ’ὑγρὴν
1360ἔτλημεν, τὰ ἕκαστα διίδμεναι εὐχετόωντο.
1361οὐ δ’ἔτι τάσδ’ἀνὰ χῶρον ἐσέδρακον, ἀλλά τις ἀχλὺς
1362ἠὲ νέφος μεσσηγὺ φαεινομένας ἐκάλυψεν”.
1363ὧς ἔφαθ’· οἱ δ’ἄρα πάντες ἐθάμβεον εἰσαΐοντες.
1364ἔνθα τὸ μήκιστον τεράων Μινύῃσιν ἐτύχθη.
1365ἐξ ἁλὸς ἤπειρόνδε πελώριος ἔκθορεν ἵππος,
1366ἀμφιλαφής, χρυσέῃσι μετήορος αὐχένα χαίταις ·
1367ῥίμφα δὲ σεισάμενος γυίων ἄπο νήχυτον ἅλμην
1368ὦρτο θέειν, πνοιῇ ἴκελος πόδας. αἶψα δὲ Πηλεὺς
1369γηθήσας ἑτάροισιν ὁμηγερέεσσι μετηύδα ·
1370“ἅρματα μὲν δή φημι Ποσειδάωνος ἔγωγε
1371ἤδη νῦν ἀλόχοιο φίλης ὑπὸ χερσὶ λελύσθαι ·
1372μητέρα δ’οὐκ ἄλλην προτιόσσομαι, ἠέ περ αὐτὴν
1373νῆα πέλειν · ἦ γὰρ κατὰ νηδύος ἄμμε φέρουσα
1374νωλεμὲς ἀργαλέοισιν ὀιζύει καμάτοισιν.
1375ἀλλά μιν ἀστεμφεῖτε βίῃ καὶ ἀτειρέσιν ὤμοις
1376ὑψόθεν ἀνθέμενοι ψαμαθώδεος ἔνδοθι γαίης
1377οἴσομεν, ᾗ προτέρωσε ταχὺς πόδας ἤλασεν ἵππος.
1378οὐ γὰρ ὅγε ξηρὴν ὑποδύσεται · ἴχνια δ’ἡμῖν
1379σημανέειν τιν’ἔολπα μυχὸν καθύπερθε θαλάσσης”.
1380ὧς ηὔδα · πάντεσσι δ’ἐπήβολος ἥνδανε μῆτις ·
1381Μουσάων ὅδε μῦθος · ἐγὼ δ’ὑπακουὸς ἀείδω
1382Πιερίδων, καὶ τήνδε πανατρεκὲς ἔκλυον ὀμφήν,
1383ὑμέας, ὦ πέρι δὴ μέγα φέρτατοι υἷες ἀνάκτων,
1384ᾗ βίῃ ᾗτ’ἀρετῇ Λιβύης ἀνὰ θῖνας ἐρήμους
1385νῆα μεταχρονίην ὅσατ’ἔνδοθι νηὸς ἄγεσθε,
1386ἀνθεμένους ὤμοισι φέρειν δυοκαίδεκα πάντα
1387ἤμαθ’ὁμοῦ νύκταςτε. δύην γε μὲν ἢ καὶ ὀιζὺν
1388τίς κ’ἐνέποι, τὴν κεῖνοι ἀνέπλησαν μογέοντες;
1389ἔμπεδον ἀθανάτων ἔσαν αἵματος, οἷον ὑπέσταν
1390ἔργον, ἀναγκαίῃ βεβιημένοι. αὐτὰρ ἐπιπρὸ
1391τῆλε μάλ’ἀσπασίως Τριτωνίδος ὕδασι λίμνης
1392ὡς φέρον, ὡς εἰσβάντες ἀπὸ στιβαρῶν θέσαν ὤμων.
1393λυσσαλέοις δη- δἤπειτ’ἴκελοι κυσὶν ἀίσσοντες
1394πίδακα μαστεύεσκον · ἐπὶ ξηρὴ γὰρ ἔκειτο
1395δίψα δυηπαθίῃτε καὶ ἄλγεσιν, οὐ δ’ἐμάτησαν
1396πλαζόμενοι · ἷξον δ’ἱερὸν πέδον, ᾧ ἔνι Λάδων
1397εἰσέτι που χθιζὸν παγχρύσεα ῥύετο μῆλα
1398χώρῳ ἐν Ἄτλαντος, χθόνιος ὄφις · ἀμφὶ δὲ νύμφαι
1399Ἑσπερίδες ποίπνυον, ἐφίμερον ἀείδουσαι.
1400δὴ τότε δ’ἤδη τῆμος ὑφ’Ἡρακλῆι δαϊχθεὶς
1401μήλειον βέβλητο ποτὶ στύπος · οἰόθι δ’ἄκρῃ
1402οὐρῇ ἔτι σκαίρεσκεν · ἀπὸ κρατὸς δὲ κελαινὴν
1403ἄχρις ἐπ’ἄκνηστιν κεῖτ’ἄπνοος · ἐκ δὲ λιπόντων
1404ὕδρης Λερναίης χόλον αἵματι πικρὸν ὀιστῶν
1405μυῖαι πυθομένοισιν ἐφ’ἕλκεσι τερσαίνοντο.
1406ἀγχοῦ δ’Ἑσπερίδες κεφαλαῖς ἔπι χεῖρας ἔχουσαι
1407ἀργυφέας ξανθῇσι λίγ’ἔστενον · οἱ δ’ἐπέλασσαν
1408ἄφνω ὁμοῦ · ταὶ δ’αἶψα κόνις καὶ γαῖα, κιόντων
1409ἐσσυμένως, ἐγένοντο καταυτόθι. νώσατο δ’Ὀρφεὺς
1410θεῖα τέρα, τὰς δέ σφι παρηγορέεσκε λιτῇσιν ·
1411“δαίμονες ὦ καλαὶ καὶ ἐύφρονες, ἵλατ’, ἄνασσαι,
1412εἴτ’οὖν οὐρανίαις ἐναρίθμιοί ἐστε θεῇσιν,
1413εἴτε καταχθονίαις, εἴτ’οἰοπόλοι καλέεσθε
1414νύμφαι · ἴτ’ὦ νύμφαι, ἱερὸν γένος Ὠκεανοῖο,
1415δείξατ’ἐελδομένοισιν ἐνωπαδὶς ἄμμι φανεῖσαι
1416ἤ τινα πετραίην χύσιν ὕδατος, ἤ τινα γαίης
1417ἱερὸν ἐκβλύοντα, θεαί, ῥόον, ᾧ ἀπὸ δίψαν
1418αἰθομένην ἄμοτον λωφήσομεν. εἰ δέ κεν αὖτις
1419δή ποτ’Ἀχαιίδα γαῖαν ἱκώμεθα ναυτιλίῃσιν,
1420δὴ τότε μυρία δῶρα μετὰ πρώτῃσι θεάων
1421λοιβάςτ’εἰλαπίναςτε παρέξομεν εὐμενέοντες”.
1422ὧς φάτο λισσόμενος ἀδινῇ ὀπί · ταὶ δ’ἐλέαιρον
1423ἐγγύθεν ἀχνυμένους · καὶ δὴ χθονὸς ἐξανέτειλαν
1424ποίην πάμπρωτον · ποίης γε μὲν ὑψόθι μακροὶ
1425βλάστεον ὅρπηκες · μετὰ δ’ἔρνεα τηλεθάοντα
1426πολλὸν ὑπὲρ γαίης ὀρθοσταδὸν ἠέξοντο.
1427ἑσπέρη αἴγειρος, πτελέη δ’Ἐρυθηὶς ἔγεντο ·
1428αἴγλη δ’ἰτείης ἱερὸν στύπος. ἐκ δέ νυ κείνων
1429δενδρέων, οἷαι ἔσαν, τοῖαι πάλιν ἔμπεδον αὔτως
1430ἐξέφανεν, θάμβος περιώσιον, ἔκφατο δ’Αἴγλη
1431μειλιχίοις ἐπέεσσιν ἀμειβομένη χατέοντας ·
1432“ἦ ἄρα δὴ μέγα πάμπαν ἐφ’ὑμετέροισιν ὄνειαρ
1433δεῦρ’ἔμολεν καμάτοισιν ὁ κύντατος, ὅστις ἀπούρας
1434φρουρὸν ὄφιν ζωῆς παγχρύσεα μῆλα θεάων
1435οἴχετ’ἀειράμενος · στυγερὸν δ’ἄχος ἄμμι λέλειπται.
1436ἤλυθε γὰρ χθιζός τις ἀνὴρ ὀλοώτατος ὕβριν
1437καὶ δέμας · ὄσσε δέ οἱ βλοσυρῷ ὑπέλαμπε μετώπῳ ·
1438νηλής · ἀμφὶ δὲ δέρμα πελωρίου ἕστο λέοντος
1439ὠμόν, ἀδέψητον · στιβαρὸν δ’ἔχεν ὄζον ἐλαίης
1440τόξατε, τοῖσι πέλωρ τόδ’ἀπέφθισεν ἰοβολήσας.
1441ἤλυθε δ’οὖν κα- κἀκεῖνος, ἅτε χθόνα πεζὸς ὁδεύων,
1442δίψῃ καρχαλέος · παίφασσε δὲ τόνδ’ἀνὰ χῶρον,
1443ὕδωρ ἐξερέων, τὸ μὲν οὔ ποθι μέλλεν ἰδέσθαι.
1444ἥδε δέ τις πέτρη Τριτωνίδος ἐγγύθι λίμνης ·
1445τὴν ὅγ’ἐπιφρασθείς, ἢ καὶ θεοῦ ἐννεσίῃσιν,
1446λὰξ ποδὶ τύψεν ἔνερθε · τὸ δ’ἀθρόον ἔβλυσεν ὕδωρ.
1447αὐτὰρ ὅγ’ἄμφω χεῖρε πέδῳ καὶ στέρνον ἐρείσας
1448ῥωγάδος ἐκ πέτρης πίεν ἄσπετον, ὄφρα βαθεῖαν
1449νηδύν, φορβάδι ἶσος ἐπιπροπεσών, ἐκορέσθη”.
1450ὧς φάτο · τοὶ δ’ἀσπαστὸν ἵνα σφίσι πέφραδεν Αἴγλη
1451πίδακα, τῇ θέον αἶψα κεχαρμένοι, ὄφρ’ἐπέκυρσαν.
1452ὡς δ’ὁπότε στεινὴν περὶ χηραμὸν εἱλίσσονται
1453γειομόροι μύρμηκες ὁμιλαδόν, ἢ ὅτε μυῖαι
1454ἀμφ’ὀλίγην μέλιτος γλυκεροῦ λίβα πεπτηυῖαι
1455ἄπλητον μεμάασιν ἐπήτριμοι · ὧς τότ’ἀολλεῖς
1456πετραίῃ Μινύαι περὶ πίδακι δινεύεσκον.
1457καί πού τις διεροῖς ἐπὶ χείλεσιν εἶπεν ἰανθείς ·
1458“ὦ πόποι, ἦ καὶ νόσφιν ἐὼν ἐσάωσεν ἑταίρους
1459Ἡρακλέης δίψῃ κεκμηότας. ἀλλά μιν εἴ πως
1460δήοιμεν στείχοντα δι’ἠπείροιο κιόντες”.
1461ἦ, καὶ ἀμειβομένων, οἵτ’ἄρμενοι ἐς τόδε ἔργον,
1462ἔκριθεν ἄλλυδις ἄλλος ἐπαΐξας ἐρεείνειν.
1463ἴχνια γὰρ νυχίοισιν ἐπηλίνδητ’ἀνέμοισιν
1464κινυμένης ἀμάθου. Βορέαο μὲν ὡρμήθησαν
1465υἷε δύω, πτερύγεσσι πεποιθότε. ποσσὶ δὲ κούφοις
1466Εὔφημος πίσυνος, Λυγκεύς γε μὲν ὀξέα τηλοῦ
1467ὄσσε βαλεῖν · πέμπτος δὲ μετὰ σφίσιν ἔσσυτο Κάνθος.
1468τὸν μὲν ἄρ’αἶσα θεῶν κείνην ὁδὸν ἠνορέητε
1469ὦρσεν, ἵν’Ἡρακλῆος ἀπηλεγέως πεπύθοιτο,
1470Εἰλατίδην Πολύφημον ὅπῃ λίπε · μέμβλετο γάρ οἱ
1471οὗ ἕθεν ἀμφ’ἑτάροιο μεταλλῆσαι τὰ ἕκαστα.
1472ἀλλ’ὁ μὲν οὖν Μυσοῖσιν ἐπικλεὲς ἄστυ πολίσσας
1473νόστου κηδοσύνῃσιν ἔβη διζήμενος Ἀργὼ
1474τῆλε δι’ἠπείροιο · τέως δ’ἐξίκετο γαῖαν
1475ἀγχιάλων Χαλύβων · τόθι μιν καὶ Μοῖρ’ἐδάμασσεν.
1476καί οἱ ὑπὸ βλωθρὴν ἀχερωίδα σῆμα τέτυκται
1477τυτθὸν ἁλὸς προπάροιθεν. ἀτὰρ τότε γ’Ἡρακλῆα
1478μοῦνον ἀπειρεσίης τηλοῦ χθονὸς εἴσατο Λυγκεὺς
1479τὼς ἰδέειν, ὥς τίςτε νέῳ ἐνὶ ἤματι μήνην
1480ἢ ἴδεν, ἢ ἐδόκησεν ἐπαχλύουσαν ἰδέσθαι.
1481ἐς δ’ἑτάρους ἀνιὼν μυθήσατο, μή μιν ἔτ’ἄλλον
1482μαστῆρα στείχοντα κιχησέμεν · οἱ δὲ καὶ αὐτοὶ
1483ἤλυθον, Εὔφημόςτε πόδας ταχὺς υἷέτε δοιὼ
1484Θρηικίου Βορέω, μεταμώνια μοχθήσαντε.
1485Κάνθε, σὲ δ’οὐλόμεναι Λιβύῃ ἔνι Κῆρες ἕλοντο.
1486πώεσι φερβομένοισι συνήντεες · εἵπετο δ’ἀνὴρ
1487αὐλίτης, ὅ σ’ἑῶν μήλων πέρι, τόφρ’ἑτάροισιν
1488δευομένοις κομίσειας, ἀλεξόμενος κατέπεφνεν
1489λᾶι βαλών · ἐπεὶ οὐ μὲν ἀφαυρότερός γ’ἐτέτυκτο,
1490υἱωνὸς Φοίβοιο Λυκωρείοιο Κάφαυρος
1491κούρηςτ’αἰδοίης Ἀκακαλλίδος, ἥν ποτε Μίνως
1492ἐς Λιβύην ἀπένασσε θεοῦ βαρὺ κῦμα φέρουσαν,
1493θυγατέρα σφετέρην · ἡ δ’ἀγλαὸν υἱέα Φοίβῳ
1494τίκτεν, ὃν Ἀμφίθεμιν Γαράμαντάτε κικλήσκουσιν.
1495Ἀμφίθεμις δ’ἄρ’ἔπειτα μίγη Τριτωνίδι νύμφῃ ·
1496ἡ δ’ἄρα οἱ Νασάμωνα τέκεν κρατερόντε Κάφαυρον,
1497ὃς τότε Κάνθον ἔπεφνεν ἐπὶ ῥήνεσσιν ἑοῖσιν.
1498οὐ δ’ὅγ’ἀριστήων χαλεπὰς ἠλεύατο χεῖρας,
1499ὡς μάθον οἷον ἔρεξε. νέκυν δ’ἀνάειραν ὀπίσσω
1500πευθόμενοι Μινύαι, γαίῃ δ’ἐνὶ ταρχύσαντο
1501μυρόμενοι · τὰ δὲ μῆλα μετὰ σφέας οἵγ’ἐκόμισσαν.
1502ἔνθα καὶ Ἀμπυκίδην αὐτῷ ἐνὶ ἤματι Μόψον
1503νηλειὴς ἕλε πότμος · ἀδευκέα δ’οὐ φύγεν αἶσαν
1504μαντοσύναις · οὐ γάρ τις ἀποτροπίη θανάτοιο.
1505κεῖτο δ’ἐπὶ ψαμάθοισι μεσημβρινὸν ἦμαρ ἀλύσκων
1506δεινὸς ὄφις, νωθὴς μὲν ἑκὼν ἀέκοντα χαλέψαι ·
1507οὐ δ’ἂν ὑποτρέσσαντος ἐνωπαδὶς ἀίξειεν.
1508ἀλλὰ μὲν ᾧ τὰ πρῶτα μελάγχιμον ἰὸν ἐνείη
1509ζωόντων, ὅσα γαῖα φερέσβιος ἔμπνοα βόσκει,
1510οὐ δ’ὁπόσον πήχυιον ἐς Ἄιδα γίγνεται οἶμος,
1511οὐ δ’εἰ Παιήων, εἴ μοι θέμις ἀμφαδὸν εἰπεῖν,
1512φαρμάσσοι, ὅτε μοῦνον ἐνιχρίμψῃσιν ὀδοῦσιν.
1513εὖτε γὰρ ἰσόθεος Λιβύην ὑπερέπτατο Περσεὺς
1514Εὐρυμέδων — καὶ γὰρ τὸ κάλεσκέ μιν οὔνομα μήτηρ —
1515Γοργόνος ἀρτίτομον κεφαλὴν βασιλῆι κομίζων,
1516ὅσσαι κυανέου στάγες αἵματος οὖδας ἵκοντο,
1517αἱ πᾶσαι κείνων ὀφίων γένος ἐβλάστησαν.
1518τῷ δ’ἄκρην ἐπ’ἄκανθαν ἐνεστηρίξατο Μόψος
1519λαιὸν ἐπιπροφέρων ταρσὸν ποδός · αὐτὰρ ὁ μέσσην
1520κερκίδα καὶ μυῶνα, πέριξ ὀδύνῃσιν ἑλιχθείς,
1521σάρκα δακὼν ἐχάραξεν. ἀτὰρ Μήδεια καὶ ἄλλαι
1522ἔτρεσαν ἀμφίπολοι · ὁ δὲ φοίνιον ἕλκος ἄφασσεν
1523θαρσαλέως, ἕνεκ’οὔ μιν ὑπέρβιον ἄλγος ἔτειρεν.
1524σχέτλιος · ἦτέ οἱ ἤδη ὑπὸ χροῒ δύετο κῶμα
1525λυσιμελές, πολλὴ δὲ κατ’ὀφθαλμῶν χέετ’ἀχλύς.
1526αὐτίκα δὲ κλίνας δαπέδῳ βεβαρηότα γυῖα
1527ψύχετ’ἀμηχανίῃ · ἕταροι δέ μιν ἀμφαγέροντο
1528ἥρωςτ’Αἰσονίδης, ἀδινῇ περιθαμβέες ἄτῃ.
1529οὐ δὲ μὲν οὐ δ’ἐπὶ τυτθὸν ἀποφθίμενός περ ἔμελλεν
1530κεῖσθαι ὑπ’ἠελίῳ. πύθεσκε γὰρ ἔνδοθι σάρκας
1531ἰὸς ἄφαρ, μυδόωσα δ’ἀπὸ χροὸς ἔρρεε λάχνη.
1532αἶψα δὲ χαλκείῃσι βαθὺν τάφον ἐξελάχαινον
1533ἐσσυμένως μακέλῃσιν · ἐμοιρήσαντο δὲ χαίτας
1534αὐτοὶ ὁμῶς κοῦραίτε, νέκυν ἐλεεινὰ παθόντα
1535μυρόμενοι · τρὶς δ’ἀμφὶ σὺν ἔντεσι δινηθέντες
1536εὖ κτερέων ἴσχοντα, χυτὴν ἐπὶ γαῖαν ἔθεντο.
1537ἀλλ’ὅτε δή ῥ’ἐπὶ νηὸς ἔβαν, πρήσοντος ἀήτεω
1538ἂμ πέλαγος νοτίοιο, πόρουςτ’ἀπετεκμήραντο
1539λίμνης ἐκπρομολεῖν Τριτωνίδος, οὔτινα μῆτιν
1540δὴν ἔχον, ἀφραδέως δὲ πανημέριοι φορέοντο.
1541ὡς δὲ δράκων σκολιὴν εἱλιγμένος ἔρχεται οἶμον,
1542εὖτέ μιν ὀξύτατον θάλπει σέλας ἠελίοιο ·
1543ῥοίζῳ δ’ἔνθα καὶ ἔνθα κάρη στρέφει, ἐν δέ οἱ ὄσσε
1544σπινθαρύγεσσι πυρὸς ἐναλίγκια μαιμώοντι
1545λάμπεται, ὄφρα μυχόνδε διὰ ῥωχμοῖο δύηται ·
1546ὧς Ἀργὼ λίμνης στόμα ναύπορον ἐξερέουσα
1547ἀμφεπόλει δηναιὸν ἐπὶ χρόνον. αὐτίκα δ’Ὀρφεὺς
1548κέκλετ’Ἀπόλλωνος τρίποδα μέγαν ἔκτοθι νηὸς
1549δαίμοσιν ἐγγενέταις νόστῳ ἔπι μείλια θέσθαι.
1550καὶ τοὶ μὲν Φοίβου κτέρας ἵδρυον ἐν χθονὶ βάντες ·
1551τοῖσιν δ’αἰζηῷ ἐναλίγκιος ἀντεβόλησεν
1552τρίτων εὐρυβίης, γαίης δ’ἀνὰ βῶλον ἀείρας
1553ξείνι’ἀριστήεσσι προΐσχετο, φώνησέντε ·
1554“δέχθε, φίλοι · ἐπεὶ οὐ περιώσιον ἐγγυαλίξαι
1555ἐνθάδε νῦν πάρ’ἐμοὶ ξεινήιον ἀντομένοισιν.
1556εἰ δέ τι τῆσδε πόρους μαίεσθ’ἁλός, οἷάτε πολλὰ
1557ἄνθρωποι χατέουσιν ἐπ’ἀλλοδαπῇ περόωντες,
1558ἐξερέω. δὴ γάρ με πατὴρ ἐπιίστορα πόντου
1559θῆκε Ποσειδάων τοῦδ’ἔμμεναι. αὐτὰρ ἀνάσσω
1560παρραλίης, εἰ δή τιν’ἀκούετε νόσφιν ἐόντες
1561Εὐρύπυλον Λιβύῃ θηροτρόφῳ ἐγγεγαῶτα”.
1562ὧς ηὔδα · πρόφρων δ’ὑπερέσχεθε βώλακι χεῖρας
1563Εὔφημος, καὶ τοῖα παραβλήδην προσέειπεν ·
1564“Ἀπίδα καὶ πέλαγος Μινώιον εἴ νύ που, ἥρως,
1565ἐξεδάης, νημερτὲς ἀνειρομένοισιν ἔνισπε.
1566δεῦρο γὰρ οὐκ ἐθέλοντες ἱκάνομεν, ἀλλὰ βαρείαις
1567χρίμψαντες γαίης ἐπὶ πείρασι τῆσδε θυέλλαις
1568νῆα μεταχρονίην ἐκομίσσαμεν ἐς τόδε λίμνης
1569χεῦμα δι’ἠπείρου βεβαρημένοι · οὐ δέ τι ἴδμεν,
1570πῇ πλόος ἐξανέχει Πελοπηίδα γαῖαν ἱκέσθαι”.
1571ὧς ἄρ’ἔφη · ὁ δὲ χεῖρα τανύσσατο, δεῖξε δ’ἄπωθεν
1572φωνήσας πόντοντε καὶ ἀγχιβαθὲς στόμα λίμνης ·
1573“κείνη μὲν πόντοιο διήλυσις, ἔνθα μάλιστα
1574βένθος ἀκίνητον μελανεῖ · ἑκάτερθε δὲ λευκαὶ
1575ῥηγμῖνες φρίσσουσι διαυγέες · ἡ δὲ μεσηγὺ
1576ῥηγμίνων στεινὴ τελέθει ὁδὸς ἐκτὸς ἐλάσσαι.
1577κεῖνο δ’ὑπηέριον θείην Πελοπηίδα γαῖαν
1578εἰσανέχει πέλαγος Κρήτης ὕπερ · ἀλλ’ἐπὶ χειρὸς
1579δεξιτερῆς, λίμνηθεν ὅτ’εἰς ἁλὸς οἶδμα βάλητε,
1580τόφρ’αὐτὴν παρὰ χέρσον ἐεργμένοι ἰθύνεσθε,
1581ἔστ’ἂν ἄνω τείνῃσι · περιρρήδην δ’ἑτέρωσε
1582κλινομένης χέρσοιο, τότε πλόος ὔμμιν ἀπήμων
1583ἀγκῶνος τέτατ’ἰθὺς ἀπὸ προύχοντος ἰοῦσιν.
1584ἀλλ’ἴτε γηθόσυνοι, καμάτοιο δὲ μήτις ἀνίη
1585γιγνέσθω, νεότητι κεκασμένα γυῖα μογῆσαι”.
1586ἴσκεν ἐυφρονέων · οἱ δ’αἶψ’ἐπὶ νηὸς ἔβησαν
1587λίμνης ἐκπρομολεῖν λελιημένοι εἰρεσίῃσιν.
1588καὶ δὴ ἐπιπρονέοντο μεμαότες · αὐτὰρ ὁ τείως
1589τρίτων ἀνθέμενος τρίποδα μέγαν, εἴσατο λίμνην
1590εἰσβαίνειν · μετὰ δ’οὔτις ἐσέδρακεν, οἷον ἄφαντος
1591αὐτῷ σὺν τρίποδι σχεδὸν ἔπλετο. τοῖσι δ’ἰάνθη
1592θυμός, ὃ δὴ μακάρων τις ἐναίσιμος ἀντεβόλησεν.
1593καί ῥά οἱ Αἰσονίδην μήλων ὅ τι φέρτατον ἄλλων
1594ἤνωγον ῥέξαι καὶ ἐπευφημῆσαι ἑλόντα.
1595αἶψα δ’ὅγ’ἐσσυμένως ἐκρίνατο, καί μιν ἀείρας
1596σφάξε κατὰ πρύμνης, ἐπὶ δ’ἔννεπεν εὐχωλῇσιν ·
1597“δαῖμον, ὅτις λίμνης ἐπὶ πείρασι τῆσδ’ἐφαάνθης,
1598εἴτε σέγε Τρίτων’, ἅλιον τέρας, εἴτε σε Φόρκυν,
1599ἢ Νηρῆα θύγατρες ἐπικλείουσ’ἁλοσύδναι,
1600ἵλαθι, καὶ νόστοιο τέλος θυμηδὲς ὄπαζε”.
1601ἦ ῥ’, ἅμα δ’εὐχωλῇσιν ἐς ὕδατα λαιμοτομήσας
1602ἧκε κατὰ πρύμνης · ὁ δὲ βένθεος ἐξεφαάνθη
1603τοῖος ἐών, οἷός περ ἐτήτυμος ἦεν ἰδέσθαι.
1604ὡς δ’ὅτ’ἀνὴρ θοὸν ἵππον ἐς εὐρέα κύκλον ἀγῶνος
1605στέλλῃ, ὀρεξάμενος λασίης εὐπειθέα χαίτης,
1606εἶθαρ ἐπιτροχάων, ὁ δ’ἐπ’αὐχένι γαῦρος ἀερθεὶς
1607ἕσπεται, ἀργινόεντα δ’ἐνὶ στομάτεσσι χαλινὰ
1608ἀμφὶς ὀδακτάζοντι παραβλήδην κροτέονται ·
1609ὧς ὅγ’ἐπισχόμενος γλαφυρῆς ὁλκήιον Ἀργοῦς
1610ἦγ’ἅλαδε προτέρωσε. δέμας δέ οἱ ἐξ ὑπάτοιο
1611κράατος, ἀμφίτε νῶτα καὶ ἰξύας ἔστ’ἐπὶ νηδὺν
1612ἀντικρὺ μακάρεσσι φυὴν ἔκπαγλον ἔικτο ·
1613αὐτὰρ ὑπαὶ λαγόνων δίκραιρά οἱ ἔνθα καὶ ἔνθα
1614κήτεος ὁλκαίη μηκύνετο · κόπτε δ’ἀκάνθαις
1615ἄκρον ὕδωρ, αἵτε σκολιοῖς ἐπινειόθι κέντροις
1616μήνης ὡς κεράεσσιν ἐειδόμεναι διχόωντο.
1617τόφρα δ’ἄγεν, τείως μιν ἐπιπροέηκε θαλάσσῃ
1618νισσομένην · δῦ δ’αἶψα μέγαν βυθόν · οἱ δ’ὁμάδησαν
1619ἥρωες, τέρας αἰνὸν ἐν ὀφθαλμοῖσιν ἰδόντες.
1620ἔνθα μὲν Ἀργῷόςτε λιμὴν καὶ σήματα νηὸς
1621ἠδὲ Ποσειδάωνος ἰδὲ Τρίτωνος ἔασιν
1622βωμοί · ἐπεὶ κεῖν’ἦμαρ ἐπέσχεθον. αὐτὰρ ἐς ἠῶ
1623λαίφεσι πεπταμένοις αὐτὴν ἐπὶ δεξί’ἔχοντες
1624γαῖαν ἐρημαίην, πνοιῇ ζεφύροιο θέεσκον.
1625ἦρι δ’ἔπειτ’ἀγκῶνάθ’ὁμοῦ μυχάτηντε θάλασσαν
1626κεκλιμένην ἀγκῶνος ὕπερ προύχοντος ἴδοντο.
1627αὐτίκα δὲ ζέφυρος μὲν ἐλώφεεν, ἤλυθε δ’αὔρη
1628ἀργέσταο νότου · κεχάροντο δὲ θυμὸν ἰωῇ.
1629ἦμος δ’ἠέλιος μὲν ἔδυ, ἀνὰ δ’ἤλυθεν ἀστὴρ
1630αὔλιος, ὅςτ’ἀνέπαυσεν ὀιζυροὺς ἀροτῆρας,
1631δὴ τότ’ἔπειτ’ἀνέμοιο κελαινῇ νυκτὶ λιπόντος
1632ἱστία λυσάμενοι περιμήκεάτε κλίναντες
1633ἱστόν, ἐυξέστῃσιν ἐπερρώοντ’ἐλάτῃσιν
1634παννύχιοι καὶ ἐπ’ἦμαρ, ἐπ’ἤματι δ’αὖτις ἰοῦσαν
1635νύχθ’ἑτέρην. ὑπέδεκτο δ’ἀπόπροθι παιπαλόεσσα
1636Κάρπαθος · ἔνθεν δ’οἵγε περαιώσεσθαι ἔμελλον
1637Κρήτην, ἥτ’ἄλλων ὑπερέπλετο εἰν ἁλὶ νήσων.
1638τοὺς δὲ Τάλως χάλκειος, ἀπὸ στιβαροῦ σκοπέλοιο
1639ῥηγνύμενος πέτρας, εἶργε χθονὶ πείσματ’ἀνάψαι,
1640Δικταίην ὅρμοιο κατερχομένους ἐπιωγήν ·
1641τὸν μὲν χαλκείης μελιηγενέων ἀνθρώπων
1642ῥίζης λοιπὸν ἐόντα μετ’ἀνδράσιν ἡμιθέοισιν
1643Εὐρώπῃ Κρονίδης νήσου πόρεν ἔμμεναι οὖρον,
1644τρὶς περὶ χαλκείοις Κρήτην ποσὶ δινεύοντα.
1645ἀλλ’ἤτοι τὸ μὲν ἄλλο δέμας καὶ γυῖα τέτυκτο
1646χάλκεος ἠδ’ἄρρηκτος · ὑπαὶ δέ οἱ ἔσκε τένοντος
1647σύριγξ αἱματόεσσα κατὰ σφυρόν · αὐτὰρ ὅτ’ἦγχε
1648λεπτὸς ὑμὴν ζωῆς ἔχε πείρατα καὶ θανάτοιο.
1649οἱ δέ, δύῃ μάλα περ δεδμημένοι, αἶψ’ἀπὸ χέρσου
1650νῆα περιδδείσαντες ἀνακρούεσκον ἐρετμοῖς.
1651καί νύ κ’ἐπισμυγερῶς Κρήτης ἑκὰς ἠέρθησαν,
1652ἀμφότερον δίψῃτε καὶ ἄλγεσι μοχθίζοντες,
1653εἰ μή σφιν Μήδεια λιαζομένοις ἀγόρευσεν ·
1654“κέκλυτέ μευ. μούνη γὰρ ὀίομαι ὔμμι δαμάσσειν
1655ἄνδρα τόν, ὅστις ὅδ’ἐστί, καὶ εἰ παγχάλκεον ἴσχει
1656ὃν δέμας, ὁππότε μή οἱ ἐπ’ἀκάματος πέλοι αἰών.
1657ἀλλ’ἔχετ’αὐτοῦ νῆα θελήμονες ἐκτὸς ἐρωῆς
1658πετράων, εἵως κεν ἐμοὶ εἴξειε δαμῆναι”.
1659ὧς ἄρ’ἔφη · καὶ τοὶ μὲν ὑπὲκ βελέων ἐρύσαντο
1660νῆ’ἐπ’ἐρετμοῖσιν, δεδοκημένοι ἥντινα ῥέξει
1661μῆτιν ἀνωίστως · ἡ δὲ πτύχα πορφυρέοιο
1662προσχομένη πέπλοιο παρειάων ἑκάτερθεν
1663βήσατ’ἐπ’ἰκριόφιν · χειρὸς δέ ἑ χειρὶ μεμαρπὼς
1664Αἰσονίδης ἐκόμιζε διὰ κληῖδας ἰοῦσαν.
1665ἔνθα δ’ἀοιδῇσιν μειλίσσετο, μέλπε δὲ Κῆρας
1666θυμοβόρους, Ἀίδαο θοὰς κύνας, αἳ περὶ πᾶσαν
1667ἠέρα δινεύουσαι ἐπὶ ζωοῖσιν ἄγονται.
1668τὰς γουναζομένη τρὶς μὲν παρεκέκλετ’ἀοιδαῖς,
1669τρὶς δὲ λιταῖς · θεμένη δὲ κακὸν νόον, ἐχθοδοποῖσιν
1670ὄμμασι χαλκείοιο Τάλω ἐμέγηρεν ὀπωπάς ·
1671λευγαλέον δ’ἐπί οἱ πρῖεν χόλον, ἐκ δ’ἀίδηλα
1672δείκηλα προΐαλλεν, ἐπιζάφελον κοτέουσα.
1673Ζεῦ πάτερ, ἦ μέγα δή μοι ἐνὶ φρεσὶ θάμβος ἄηται,
1674εἰ δὴ μὴ νούσοισι τυπῇσίτε μοῦνον ὄλεθρος
1675ἀντιάει, καὶ δή τις ἀπόπροθεν ἄμμε χαλέπτει.
1676ὧς ὅγε χάλκειός περ ἐὼν ὑπόειξε δαμῆναι
1677Μηδείης βρίμῃ πολυφαρμάκου. ἂν δὲ βαρείας
1678ὀχλίζων λάιγγας, ἐρυκέμεν ὅρμον ἱκέσθαι.
1679πετραίῳ στόνυχι χρίμψε σφυρόν · ἐκ δέ οἱ ἰχὼρ
1680τηκομένῳ ἴκελος μολίβῳ ῥέεν · οὐ δ’ἔτι δηρὸν
1681εἱστήκει προβλῆτος ἐπεμβεβαὼς σκοπέλοιο.
1682ἀλλ’ὥς τίςτ’ἐν ὄρεσσι πελωρίη ὑψόθι πεύκη,
1683τήντε θοοῖς πελέκεσσιν ἔθ’ἡμιπλῆγα λιπόντες
1684ὑλοτόμοι δρυμοῖο κατήλυθον · ἡ δ’ὑπὸ νυκτὶ
1685ῥιπῇσιν μὲν πρῶτα τινάσσεται, ὕστερον αὖτε
1686πρυμνόθεν ἐξαγεῖσα κατήριπεν · ὧς ὅγε ποσσὶν
1687ἀκαμάτοις τείως μὲν ἐπισταδὸν ᾐωρεῖτο,
1688ὕστερον αὖτ’ἀμενηνὸς ἀπείρονι κάππεσε δούπῳ.
1689κεῖνο μὲν οὖν Κρήτῃ ἐνὶ δὴ κνέφας ηὐλίζοντο
1690ἥρωες · μετὰ δ’οἵγε νέον φαέθουσαν ἐς ἠῶ
1691ἱρὸν Ἀθηναίης Μινωίδος ἱδρύσαντο,
1692ὕδωρτ’εἰσαφύσαντο καὶ εἰσέβαν, ὥς κεν ἐρετμοῖς
1693παμπρώτιστα βάλοιεν ὑπὲρ Σαλμωνίδος ἄκρης.
1694αὐτίκα δὲ Κρηταῖον ὑπὲρ μέγα λαῖτμα θέοντας
1695νὺξ ἐφόβει, τήνπερτε κατουλάδα κικλήσκουσιν ·
1696νύκτ’ὀλοὴν οὐκ ἄστρα διίσχανεν, οὐκ ἀμαρυγαὶ
1697μήνης · οὐρανόθεν δὲ μέλαν χάος, ἠέ τις ἄλλη
1698ὠρώρει σκοτίη μυχάτων ἀνιοῦσα βερέθρων.
1699αὐτοὶ δ’, εἴτ’Ἀίδῃ, εἴθ’ὕδασιν ἐμφορέοντο,
1700ἠείδειν οὐ δ’ὅσσον · ἐπέτρεψαν δὲ θαλάσσῃ
1701νόστον, ἀμηχανέοντες, ὅπῃ φέροι. αὐτὰρ Ἰήσων
1702χεῖρας ἀνασχόμενος μεγάλῃ ὀπὶ Φοῖβον ἀύτει,
1703ῥύσασθαι καλέων · κατὰ δ’ἔρρεεν ἀσχαλόωντι
1704δάκρυα · πολλὰ δὲ Πυθοῖ ὑπέσχετο, πολλὰ δ’Ἀμύκλαις,
1705πολλὰ δ’ἐς Ὀρτυγίην ἀπερείσια δῶρα κομίσσειν.
1706Λητοΐδη, τύνη δὲ κατ’οὐρανοῦ ἵκεο πέτρας
1707ῥίμφα Μελαντίους ἀριήκοος, αἵτ’ἐνὶ πόντῳ
1708ἧνται · δοιάων δὲ μιῆς ἐφύπερθεν ὀρούσας,
1709δεξιτερῇ χρύσειον ἀνέσχεθες ὑψόθι τόξον ·
1710μαρμαρέην δ’ἀπέλαμψε βιὸς περὶ πάντοθεν αἴγλην.
1711τοῖσι δέ τις Σποράδων βαιὴ ἀπὸ τόφρ’ἐφαάνθη
1712νῆσος ἰδεῖν, ὀλίγης Ἱππουρίδος ἀντία νήσου,
1713ἔνθ’εὐνὰς ἐβάλοντο καὶ ἔσχεθον · αὐτίκα δ’Ἠὼς
1714φέγγεν ἀνερχομένη · τοὶ δ’ἀγλαὸν Ἀπόλλωνι
1715ἄλσει ἐνὶ σκιερῷ τέμενος σκιόεντάτε βωμὸν
1716ποίεον, Αἰγλήτην μὲν ἐυσκόπου εἵνεκεν αἴγλης
1717Φοῖβον κεκλόμενοι · ἀνάφην δέτε λισσάδα νῆσον
1718ἴσκον, ὃ δὴ Φοῖβός μιν ἀτυζομένοις ἀνέφηνεν.
1719ῥέζον δ’ὅσσα περ ἄνδρες ἐρημαίῃ ἐνὶ ῥέζειν
1720ἀκτῇ ἐφοπλίσσειαν · ὃ δή σφεας ὁππότε δαλοῖς
1721ὕδωρ αἰθομένοισιν ἐπιλλείβοντας ἴδοντο
1722Μηδείης δμωαὶ Φαιηκίδες, οὐκέτ’ἔπειτα
1723ἴσχειν ἐν στήθεσσι γέλω σθένον, οἷα θαμειὰς
1724αἰὲν ἐν Ἀλκινόοιο βοοκτασίας ὁρόωσαι.
1725τὰς δ’αἰσχροῖς ἥρωες ἐπιστοβέεσκον ἔπεσσιν
1726χλεύῃ γηθόσυνοι · γλυκερὴ δ’ἀνεδαίετο τοῖσιν
1727κερτομίη καὶ νεῖκος ἐπεσβόλον. ἐκ δέ νυ κείνης
1728μολπῆς ἡρώων νήσῳ ἔνι τοῖα γυναῖκες
1729ἀνδράσι δηριόωνται, ὅτ’Ἀπόλλωνα θυηλαῖς
1730Αἰγλήτην Ἀνάφης τιμήορον ἱλάσκωνται.
1731ἀλλ’ὅτε δὴ κα- κἀκεῖθεν ὑπεύδια πείσματ’ἔλυσαν,
1732μνήσατ’ἔπειτ’Εὔφημος ὀνείρατος ἐννυχίοιο,
1733ἁζόμενος Μαίης υἷα κλυτόν. εἴσατο γάρ οἱ
1734δαιμονίη βῶλαξ ἐπιμάστιος ᾧ ἐν ἀγοστῷ
1735ἄρδεσθαι λευκῇσιν ὑπαὶ λιβάδεσσι γάλακτος,
1736ἐκ δὲ γυνὴ βώλοιο πέλειν ὀλίγης περ ἐούσης
1737παρθενικῇ ἰκέλη · μίχθη δέ οἱ ἐν φιλότητι
1738ἄσχετον ἱμερθείς · ὀλοφύρετο δ’ἠύτε κούρην
1739ζευξάμενος, τήντ’αὐτὸς ἑῷ ἀτίταλλε γάλακτι ·
1740ἡ δέ ἑ μειλιχίοισι παρηγορέεσκ’ἐπέεσσιν ·
1741“Τρίτωνος γένος εἰμί, τεῶν τροφός, ὦ φίλε, παίδων,
1742οὐ κούρη · τρίτων γὰρ ἐμοὶ Λιβύητε τοκῆες.
1743ἀλλά με Νηρῆος παρακάτθεο παρθενικῇσιν
1744ἂμ πέλαγος ναίειν Ἀνάφης σχεδόν · εἶμι δ’ἐς αὐγὰς
1745ἠελίου μετόπισθε, τεοῖς νεπόδεσσιν ἑτοίμη”.
1746τῷ δ’ἄρ’ἐπὶ μνῆστιν κραδίη βάλεν, ἔκτ’ὀνόμηνεν
1747Αἰσονίδῃ · ὁ δ’ἔπειτα θεοπροπίας Ἑκάτοιο
1748θυμῷ πεμπάζων ἀνενείκατο φώνησέντε ·
1749“ὦ πέπον, ἦ μέγα δή σε καὶ ἀγλαὸν ἔμμορε κῦδος.
1750βώλακα γὰρ τεύξουσι θεοὶ πόντονδε βαλόντι
1751νῆσον, ἵν’ὁπλότεροι παίδων δέθεν ἐννάσσονται
1752παῖδες · ἐπεὶ Τρίτων ξεινήιον ἐγγυάλιξεν
1753τήνδε τοι ἠπείροιο Λιβυστίδος. οὔ νύ τις ἄλλος
1754ἀθανάτων, ἢ κεῖνος, ὅ μιν πόρεν ἀντιβολήσας”.
1755ὧς ἔφατ’· οὐ δ’ἁλίωσεν ὑπόκρισιν Αἰσονίδαο
1756Εὔφημος · βῶλον δέ, θεοπροπίῃσιν ἰανθείς,
1757ἧκεν ὑποβρυχίην. τῆς δ’ἔκτοθι νῆσος ἀέρθη
1758καλλίστη, παίδων ἱερὴ τροφὸς Εὐφήμοιο,
1759οἳ πρὶν μέν ποτε δὴ Σιντηίδα Λῆμνον ἔναιον,
1760Λήμνουτ’ἐξελαθέντες ὑπ’ἀνδράσι Τυρσηνοῖσιν
1761Σπάρτην εἰσαφίκανον ἐφέστιοι · ἐκ δὲ λιπόντας
1762Σπάρτην Αὐτεσίωνος ἐὺς πάις ἤγαγε Θήρας
1763καλλίστην ἐπὶ νῆσον, ἀμείψατο δ’οὔνομα Θήρης
1764ἐξ ἕθεν. ἀλλὰ τὰ μὲν μετόπιν γένετ’Εὐφήμοιο.
1765κεῖθεν δ’ἀπτερέως διὰ μυρίον οἶδμα λιπόντες
1766Αἰγίνης ἀκτῇσιν ἐπέσχεθον · αἶψα δὲ τοίγε
1767ὑδρείης πέρι δῆριν ἀμεμφέα δηρίσαντο,
1768ὅς κεν ἀφυσσάμενος φθαίη μετὰ νῆάδ’ἱκέσθαι.
1769ἄμφθ γὰρ χρειώτε καὶ ἄσπετος οὖρος ἔπειγεν.
1770ἔνθ’ἔτι νῦν πλήθοντας ἐπωμαδὸν ἀμφιφορῆας
1771ἀνθέμενοι κούφοισιν ἄφαρ κατ’ἀγῶνα πόδεσσιν
1772κοῦροι Μυρμιδόνων νίκης πέρι δηριόωνται.
1773ἵλατ’ἀριστήων μακάρων γένος · αἵδε δ’ἀοιδαὶ
1774εἰς ἔτος ἐξ ἔτεος γλυκερώτεραι εἶεν ἀείδειν
1775ἀνθρώποις. ἤδη γὰρ ἐπὶ κλυτὰ πείραθ’ἱκάνω
1776ὑμετέρων καμάτων · ἐπεὶ οὔ νύ τις ὔμμιν ἄεθλος
1777αὖτις ἀπ’Αἰγίνηθεν ἀνερχομένοισιν ἐτύχθη,
1778οὔτ’ἀνέμων ἐριῶλαι ἐνέσταθεν · ἀλλὰ ἕκηλοι
1779γαῖαν Κεκροπίην παράτ’Αὐλίδα μετρήσαντες
1780Εὐβοίης ἔντοσθεν Ὀπούντιάτ’ἄστεα Λοκρῶν
1781ἀσπασίως ἀκτὰς Παγασηίδας εἰσαπέβητε.