Argonautica, 2
ἔνθα δ’ἔσαν σταθμοίτε βοῶν αὖλίςτ’Ἀμύκοιο,
2Βεβρύκων βασιλῆος ἀγήνορος, ὅν ποτε νύμφη
3τίκτε Ποσειδάωνι Γενεθλίῳ εὐνηθεῖσα
4Βιθυνὶς Μελίη, ὑπεροπληέστατον ἀνδρῶν ·
5ὅςτ’ἐπὶ καὶ ξείνοισιν ἀεικέα θεσμὸν ἔθηκεν,
6μήτιν’ἀποστείχειν, πρὶν πειρήσασθαι ἑοῖο
7πυγμαχίης · πολέας δὲ περικτιόνων ἐδάιξεν.
8καὶ δὲ τότε προτὶ νῆα κιών, χρειώ μιν ἐρέσθαι
9ναυτιλίης, οἵτ’εἶεν, ὑπερβασίῃσιν ἄτισσεν,
10τοῖον δ’ἐν πάντεσσι παρασχεδὸν ἔκφατο μῦθον ·
11“κέκλυθ’, ἁλίπλαγκτοι, τάπερ ἴδμεναι ὔμμιν ἔοικεν.
12οὔτινα θέσμιόν ἐστιν ἀφορμηθέντα νέεσθαι
13ἀνδρῶν ὀθνείων, ὅς κεν Βέβρυξι πελάσσῃ,
14πρὶν χείρεσσιν ἐμῇσιν ἑὰς ἀνὰ χεῖρας ἀεῖραι.
15τῶ καί μοι τὸν ἄριστον ἀποκριδὸν οἶον ὁμίλου
16πυγμαχίῃ στήσασθε καταυτόθι δηρινθῆναι.
17εἰ δ’ἂν ἀπηλεγέοντες ἐμὰς πατέοιτε θέμιστας,
18ἧ κέν τις στυγερῶς κρατερὴ ἐπιέψετ’ἀνάγκη”.
19ἦ ῥα μέγα φρονέων · τοὺς δ’ἄγριος εἰσαΐοντας
20εἷλε χόλος · περὶ δ’αὖ Πολυδεύκεα τύψεν ὁμοκλή
21αἶψα δ’ἑῶν ἑτάρων πρόμος ἵστατο, φώνησέντε ·
22“ἴσχεο νῦν, μη δ’ἄμμι κακήν, ὅτις εὔχεαι εἶναι,
23φαῖνε βίην · θεσμοῖς γὰρ ὑπείξομεν, ὡς ἀγορεύεις.
24αὐτὸς ἑκὼν ἤδη τοι ὑπίσχομαι ἀντιάασθαι”.
25ὧς φάτ’ἀπηλεγέως · ὁ δ’ἐσέδρακεν ὄμμαθ’ἑλίξας,
26ὥστε λέων ὑπ’ἄκοντι τετυμμένος, ὅντ’ἐν ὄρεσσιν
27ἀνέρες ἀμφιπένονται · ὁ δ’ἰλλόμενός περ ὁμίλῳ
28τῶν μὲν ἔτ’οὐκ ἀλέγει, ἐπὶ δ’ὄσσεται οἰόθεν οἶον
29ἄνδρα τόν, ὅς μιν ἔτυψε παροίτατος, οὐ δ’ἐδάμασσεν.
30ἔνθ’ἀπὸ Τυνδαρίδης μὲν ἐύστιπτον θέτο φᾶρος
31λεπταλέον, τό ῥά οἵ τις ἑὸν ξεινήιον εἶναι
32ὤπασε Λημνιάδων · ὁ δ’ἐρεμνὴν δίπτυχα λώπην
33αὐτῇσιν περόνῃσι καλαύροπάτε τρηχεῖαν
34κάββαλε, τὴν φορέεσκεν, ὀριτρεφέος κοτίνοιο.
35αὐτίκα δ’ἐγγύθι χῶρον ἑαδότα παπτήναντες
36ἷζον ἑοὺς δίχα πάντας ἐνὶ ψαμάθοισιν ἑταίρους,
37οὐ δέμας, οὐ δὲ φυὴν ἐναλίγκιοι εἰσοράασθαι.
38ἀλλ’ὁ μὲν ἢ ὀλοοῖο Τυφωέος, ἠὲ καὶ αὐτῆς
39γαίης εἶναι ἔικτο πέλωρ τέκος, οἷα πάροιθεν
40χωομένη Διὶ τίκτεν · ὁ δ’οὐρανίῳ ἀτάλαντος
41ἀστέρι Τυνδαρίδης, οὗπερ κάλλισται ἔασιν
42ἑσπερίην διὰ νύκτα φαεινομένου ἀμαρυγαί.
43τοῖος ἔην Διὸς υἱός, ἔτι χνοάοντας ἰούλους
44ἀντέλλων, ἔτι φαιδρὸς ἐν ὄμμασιν. ἀλλά οἱ ἀλκὴ
45καὶ μένος ἠύτε θηρὸς ἀέξετο · πῆλε δὲ χεῖρας
46πειράζων, εἴθ’ὡς πρὶν ἐυτρόχαλοι φορέονται,
47μη δ’ἄμυδις καμάτῳτε καὶ εἰρεσίῃ βαρύθοιεν
48οὐ μὰν αὖτ’Ἄμυκος πειρήσατο · σῖγα δ’ἄπωθεν
49ἑστηὼς εἰς αὐτὸν ἔχ’ὄμματα, καί οἱ ὀρέχθει
50θυμὸς ἐελδομένῳ στηθέων ἐξ αἷμα κεδάσσαι.
51τοῖσι δὲ μεσσηγὺς θεράπων Ἀμύκοιο Λυκωρεὺς
52θῆκε πάροιθε ποδῶν δοιοὺς ἑκάτερθεν ἱμάντας
53ὠμούς, ἀζαλέους, περὶ δ’οἵγ’ἔσαν ἐσκληῶτες.
54αὐτὰρ ὁ τόνγ’ἐπέεσσιν ὑπερφιάλοισι μετηύδα ·
55“τῶνδέ τοι ὅν κ’ἐθέλῃσθα, πάλου ἄτερ ἐγγυαλίξω
56αὐτὸς ἑκών, ἵνα μή μοι ἀτέμβηαι μετόπισθεν.
57ἀλλὰ βάλευ περὶ χειρί · δαεὶς δέ κεν ἄλλῳ ἐνίσποις,
58ὅσσον ἐγὼ ῥινούςτε βοῶν περίειμι ταμέσθαι
59ἀζαλέας, ἀνδρῶντε παρηίδας αἵματι φύρσαι”.
60ὧς ἔφατ’· αὐτὰρ ὅγ’οὔτι παραβλήδην ἐρίδηνεν.
61ἦκα δὲ μειδήσας, οἵ οἱ παρὰ ποσσὶν ἔκειντο,
62τοὺς ἕλεν ἀπροφάτως · τοῦ δ’ἀντίος ἤλυθε Κάστωρ
63ἠδὲ Βιαντιάδης Ταλαὸς μέγας · ὦκα δ’ἱμάντας
64ἀμφέδεον, μάλα πολλὰ παρηγορέοντες ἐς ἀλκήν.
65τῷ δ’αὖτ’Ἄρητόςτε καὶ Ὄρνυτος, οὐ δέ τι ᾔδειν
66νήπιοι ὕστατα κεῖνα κακῇ δήσαντες ἐν αἴσῃ.
67οἱ δ’ἐπεὶ οὖν ἱμᾶσι διασταδὸν ἠρτύναντο,
68αὐτίκ’ἀνασχόμενοι ῥεθέων προπάροιθε βαρείας
69χεῖρας, ἐπ’ἀλλήλοισι μένος φέρον ἀντιόωντες.
70ἔνθα δὲ Βεβρύκων μὲν ἄναξ, ἅτε κῦμα θαλάσσης
71τρηχὺ θοὴν ἐπὶ νῆα κορύσσεται, ἡ δ’ὑπὸ τυτθὸν
72ἰδρείῃ πυκινοῖο κυβερνητῆρος ἀλύσκει,
73ἱεμένου φορέεσθαι ἔσω τοίχοιο κλύδωνος,
74ὧς ὅγε Τυνδαρίδην φοβέων ἕπετ’, οὐ δέ μιν εἴα
75δηθύνειν. ὁ δ’ἄρ’αἰὲν ἀνούτατος ἣν διὰ μῆτιν
76ἀίσσοντ’ἀλέεινεν · ἀπηνέα δ’αἶψα νοήσας
77πυγμαχίην, ᾗ κάρτος ἀάατος, ᾗτε χερείων,
78στῆ ῥ’ἄμοτον καὶ χερσὶν ἐναντία χεῖρας ἔμιξεν.
79ὡς δ’ὅτε νήια δοῦρα θοοῖς ἀντίξοα γόμφοις
80ἀνέρες ὑληουργοὶ ἐπιβλήδην ἐλάοντες
81θείνωσι σφύρῃσιν, ἐπ’ἄλλῳ δ’ἄλλος ἄηται
82δοῦπος ἄδην · ὧς τοῖσι παρήιάτ’ἀμφοτέρωθεν
83καὶ γένυες κτύπεον · βρυχὴ δ’ὑπετέλλετ’ὀδόντων
84ἄσπετος, οὐ δ’ἔλληξαν ἐπισταδὸν οὐτάζοντες,
85ἔστε περ οὐλοὸν ἆσθμα καὶ ἀμφοτέρους ἐδάμασσεν.
86στάντε δὲ βαιὸν ἄπωθεν ἀπωμόρξαντο μετώπων
87ἱδρῶ ἅλις, καματηρὸν ἀυτμένα φυσιόωντε.
88ἂψ δ’αὖτις συνόρουσαν ἐναντίοι, ἠύτε ταύρω
89φορβάδος ἀμφὶ βοὸς κεκοτηότε δηριάασθον.
90ἔνθα δ’ἔπειτ’Ἄμυκος μὲν ἐπ’ἀκροτάτοισιν ἀερθείς,
91βουτύπος οἷα, πόδεσσι τανύσσατο, κὰδ δὲ βαρεῖαν
92χεῖρ’ἐπὶ οἷ πελέμιξεν · ὁ δ’ἀίξαντος ὑπέστη,
93κρᾶτα παρακλίνας, ὤμῳ δ’ἀνεδέξατο πῆχυν
94τυτθόν · ὁ δ’ἄγχ’αὐτοῖο παρὲκ γόνυ γουνὸς ἀμείβων
95κόψε μεταΐγδην ὑπὲρ οὔατος, ὀστέα δ’εἴσω
96ῥῆξεν · ὁ δ’ἀμφ’ὀδύνῃ γνὺξ ἤριπεν · οἱ δ’ἰάχησαν
97ἥρωες Μινύαι · τοῦ δ’ἀθρόος ἔκχυτο θυμός.
98οὐ δ’ἄρα Βέβρυκες ἄνδρες ἀφείδησαν βασιλῆος ·
99ἀλλ’ἄμυδις κορύνας ἀζηχέας ἠδὲ σιγύννους
100ἰθὺς ἀνασχόμενοι Πολυδεύκεος ἀντιάασκον.
101τοῦ δὲ πάρος κολεῶν εὐήκεα φάσγαν’ἑταῖροι
102ἔσταν ἐρυσσάμενοι. πρῶτός γε μὲν ἀνέρα Κάστωρ
103ἤλασ’ἐπεσσύμενον κεφαλῆς ὕπερ · ἡ δ’ἑκάτερθεν
104ἔνθα καὶ ἔνθ’ὤμοισιν ἐπ’ἀμφοτέροις ἐκεάσθη.
105αὐτὸς δ’Ἰτυμονῆα πελώριον ἠδὲ Μίμαντα,
106τὸν μὲν ὑπὸ στέρνοιο θοῷ ποδὶ λὰξ ἐπορούσας
107πλῆξε, καὶ ἐν κονίῃσι βάλεν · τοῦ δ’ἆσσον ἰόντος
108δεξιτερῇ σκαιῆς ὑπὲρ ὀφρύος ἤλασε χειρί,
109δρύψε δέ οἱ βλέφαρον, γυμνὴ δ’ὑπελείπετ’ὀπωπή.
110Ὠρεΐτης δ’Ἀμύκοιο βίην ὑπέροπλος ὀπάων
111οὖτα Βιαντιάδαο κατὰ λαπάρην Ταλαοῖο,
112ἀλλά μιν οὐ κατέπεφνεν, ὅσον δ’ἐπὶ δέρματι μοῦνον
113νηδυίων ἄψαυστος ὑπὸ ζώνην θόρε χαλκός.
114αὔτως δ’Ἄρητος μενεδήιον Εὐρύτου υἷα
115Ἴφιτον ἀζαλέῃ κορύνῃ στυφέλιξεν ἐλάσσας,
116οὔπω κηρὶ κακῇ πεπρωμένον · ἦ τάχ’ἔμελλεν
117αὐτὸς δῃώσεσθαι ὑπὸ ξίφεϊ Κλυτίοιο.
118καὶ τότ’ἄρ’Ἀγκαῖος Λυκοόργοιο θρασὺς υἱὸς
119αἶψα μάλ’ἀντεταγὼν πέλεκυν μέγαν ἠδὲ κελαινὸν
120ἄρκτου προσχόμενος σκαιῇ δέρος ἔνθορε μέσσῳ
121ἐμμεμαὼς Βέβρυξιν · ὁμοῦ δέ οἱ ἐσσεύοντο
122Αἰακίδαι, σὺν δέ σφιν ἀρήιος ὤρνυτ’Ἰήσων.
123ὡς δ’ὅτ’ἐνὶ σταθμοῖσιν ἀπείρονα μῆλ’ἐφόβησαν
124ἤματι χειμερίῳ πολιοὶ λύκοι ὁρμηθέντες
125λάθρῃ ἐυρρίνωντε κυνῶν αὐτῶντε νομήων,
126μαίονται δ’ὅ τι πρῶτον ἐπαΐξαντες ἕλωσιν,
127πόλλ’ἐπιπαμφαλόωντες ὁμοῦ · τὰ δὲ πάντοθεν αὔτως
128στείνονται πίπτοντα περὶ σφίσιν · ὧς ἄρα τοίγε
129λευγαλέως Βέβρυκας ὑπερφιάλους ἐφόβησαν.
130ὡς δὲ μελισσάων σμῆνος μέγα μηλοβοτῆρες
131ἠὲ μελισσοκόμοι πέτρῃ ἔνι καπνιόωσιν,
132αἱ δ’ἤτοι τείως μὲν ἀολλέες ᾧ ἐνὶ σίμβλῳ
133βομβηδὸν κλονέονται, ἐπιπρὸ δὲ λιγνυόεντι
134καπνῷ τυφόμεναι πέτρης ἑκὰς ἀίσσουσιν ·
135ὧς οἵγ’οὐκέτι δὴν μένον ἔμπεδον, ἀλλ’ἐκέδασθεν
136εἴσω Βεβρυκίης, Ἀμύκου μόρον ἀγγελέοντες ·
137νήπιοι, οὐ δ’ἐνόησαν ὃ δή σφισιν ἐγγύθεν ἄλλο
138πῆμ’ἀίδηλον ἔην. πέρθοντο γὰρ ἠμὲν ἀλωαὶ
139ἠδ’οἶαι τῆμος δῄῳ ὑπὸ δουρὶ Λύκοιο
140καὶ Μαριανδυνῶν ἀνδρῶν, ἀπεόντος ἄνακτος.
141αἰεὶ γὰρ μάρναντο σιδηροφόρου περὶ γαίης.
142οἱ δ’ἤδη σταθμούςτε καὶ αὔλια δηιάασκον ·
143ἤδη δ’ἄσπετα μῆλα περιτροπάδην ἐτάμοντο
144ἥρωες, καὶ δή τις ἔπος μετὰ τοῖσιν ἔειπεν ·
145“φράζεσθ’ὅττι κεν ᾗσιν ἀναλκείῃσιν ἔρεξαν,
146εἴ πως Ἡρακλῆα θεὸς καὶ δεῦρ’ἐκόμισσε.
147ἤτοι μὲν γὰρ ἐγὼ κείνου παρεόντος ἔολπα
148οὐ δ’ἂν πυγμαχίῃ κρινθήμεναι · ἀλλ’ὅτε θεσμοὺς
149ἤλυθεν ἐξερέων, αὐτοῖς ἄφαρ οἷς ἀγόρευεν
150θεσμοῖσιν ῥοπάλῳ μιν ἀγηνορίης λελαθέσθαι.
151ναὶ μὲν ἀκήδεστον γαίῃ ἔνι τόνγε λιπόντες
152πόντον ἐπέπλωμεν · μάλα δ’ἡμέων αὐτὸς ἕκαστος
153εἴσεται οὐλομένην ἄτην, ἀπάνευθεν ἐόντος”.
154ὧς ἄρ’ἔφη · τὰ δὲ πάντα Διὸς βουλῇς ἐτέτυκτο.
155καὶ τότε μὲν μένον αὖθι διὰ κνέφας, ἕλκεάτ’ἀνδρῶν
156οὐταμένων ἀκέοντο, καὶ ἀθανάτοισι θυηλὰς
157ῥέξαντες μέγα δόρπον ἐφώπλισαν · οὐ δέ τιν’ὕπνος
158εἷλε παρὰ κρητῆρι καὶ αἰθομένοις ἱεροῖσιν.
159ξανθὰ δ’ἐρεψάμενοι δάφνῃ καθύπερθε μέτωπα
160ἀγχιάλῳ, τῇ, ἀκτῇ ἔπι, πρυμνήσι’ἀνῆπτο,
161Ὀρφείῃ φόρμιγγι συνοίμιον ὕμνον ἄειδον
162ἐμμελέως · περὶ δέ σφιν ἰαίνετο νήνεμος ἀκτὴ
163μελπομένοις · κλεῖον δὲ Θεραπναῖον Διὸς υἷα.
164ἦμος δ’ἠέλιος δροσερὰς ἐπέλαμψε κολώνας
165ἐκ περάτων ἀνιών, ἤγειρε δὲ μηλοβοτῆρας,
166δὴ τότε λυσάμενοι νεάτης ἐκ πείσματα δάφνης,
167ληίδατ’εἰσβήσαντες ὅσην χρεὼ ἦεν ἄγεσθαι,
168πνοιῇ δινήεντ’ἀνὰ Βόσπορον ἰθύνοντο.
169ἔνθα μὲν ἠλιβάτῳ ἐναλίγκιον οὔρεϊ κῦμα
170ἀμφέρεται προπάροιθεν ἐπαΐσσοντι ἐοικός,
171αἰὲν ὑπὲρ νεφέων ἠερμένον · οὐ δέ κε φαίης
172φεύξεσθαι κακὸν οἶτον, ἐπεὶ μάλα μεσσόθι νηὸς
173λάβρον ἐπικρέμαται, καθάπερ νέφος. ἀλλὰ τόγ’ἔμπης
174στόρνυται, εἴ κ’ἐσθλοῖο κυβερνητῆρος ἐπαύρῃ.
175τῶ καὶ Τίφυος οἵδε δαημοσύνῃσι νέοντο,
176ἀσκηθεῖς μέν, ἀτὰρ πεφοβημένοι. ἤματι δ’ἄλλῳ
177ἀντιπέρην γαίῃ Βιθυνίδι πείσματ’ἀνῆψαν.
178ἔνθα δ’ἐπάκτιον οἶκον Ἀγηνορίδης ἔχε Φινεύς,
179ὃς περὶ δὴ πάντων ὀλοώτατα πήματ’ἀνέτλη
180εἵνεκα μαντοσύνης, τήν οἱ πάρος ἐγγυάλιξεν
181Λητοΐδης · οὐ δ’ὅσσον ὀπίζετο καὶ Διὸς αὐτοῦ
182χρείων ἀτρεκέως ἱερὸν νόον ἀνθρώποισιν.
183τῶ καί οἱ γῆρας μὲν ἐπὶ δηναιὸν ἴαλλεν,
184ἐκ δ’ἕλετ’ὀφθαλμῶν γλυκερὸν φάος · οὐ δὲ γάνυσθαι
185εἴα ἀπειρεσίοισιν ὀνείασιν, ὅσσα οἱ αἰεὶ
186θέσφατα πευθόμενοι περιναιέται οἴκαδ’ἄγειρον.
187ἀλλὰ διὰ νεφέων ἄφνω πέλας ἀίσσουσαι
188ἅρπυιαι στόματος χειρῶντ’ἀπὸ γαμφηλῇσιν
189συνεχέως ἥρπαζον. ἐλείπετο δ’ἄλλοτε φορβῆς
190οὐ δ’ὅσον, ἄλλοτε τυτθόν, ἵνα ζώων ἀκάχοιτο.
191καὶ δ’ἐπὶ μυδαλέην ὀδμὴν χέον · οὐ δέ τις ἔτλη
192μὴ καὶ λευκανίηνδε φορεύμενος, ἀλλ’ἀποτηλοῦ
193ἑστηώς · τοῖόν οἱ ἀπέπνεε λείψανα δαιτός.
194αὐτίκα δ’εἰσαΐων ἐνοπὴν καὶ δοῦπον ὁμίλου
195τούσδ’αὐτοὺς παριόντας ἐπήισεν, ὧν οἱ ἰόντων
196θέσφατον ἐκ Διὸς ἦεν ἑῆς ἀπόνασθαι ἐδωδῆς.
197ὀρθωθεὶς δ’εὐνῆθεν, ἀκήριον ἠύτ’ὄνειρον,
198βάκτρῳ σκηπτόμενος ῥικνοῖς ποσὶν ᾖε θύραζε,
199τοίχους ἀμφαφόων · τρέμε δ’ἅψεα νισσομένοιο
200ἀδρανίῃ γήραιτε · πίνῳ δέ οἱ αὐσταλέος χρὼς
201ἐσκλήκει, ῥινοὶ δὲ σὺν ὀστέα μοῦνον ἔεργον.
202ἐκ δ’ἐλθὼν μεγάροιο καθέζετο γοῦνα βαρυνθεὶς
203οὐδοῦ ἐπ’αὐλείοιο · κάρος δέ μιν ἀμφεκάλυψεν
204πορφύρεος, γαῖαν δὲ πέριξ ἐδόκησε φέρεσθαι
205νειόθεν, ἀβληχρῷ δ’ἐπὶ κώματι κέκλιτ’ἄναυδος.
206οἱ δέ μιν ὡς εἴδοντο, περισταδὸν ἠγερέθοντο
207καὶ τάφον. αὐτὰρ ὁ τοῖσι μάλα μόλις ἐξ ὑπάτοιο
208στήθεος ἀμπνεύσας μετεφώνεε μαντοσύνῃσιν ·
209“κλῦτε, Πανελλήνων προφερέστατοι, εἰ ἐτεὸν δὴ
210οἵδ’ὑμεῖς, οὓς δή κρυερῇ βασιλῆος ἐφετμῇ
211Ἀργῴης ἐπὶ νηὸς ἄγει μετὰ κῶας Ἰήσων.
212ὑμεῖς ἀτρεκέως. ἔτι μοι νόος οἶδεν ἕκαστα
213ᾗσι θεοπροπίῃσι. χάριν νύ τοι, ὦ ἄνα Λητοῦς
214υἱέ, καὶ ἀργαλέοισιν ἀνάπτομαι ἐν καμάτοισιν.
215Ἱκεσίου πρὸς Ζηνός, ὅτις ῥίγιστος ἀλιτροῖς
216ἀνδράσι, Φοίβουτ’ἀμφὶ καὶ αὐτῆς εἵνεκεν Ἥρης
217λίσσομαι, ᾗ περίαλλα θεῶν μέμβλεσθε κιόντες,
218χραίσμετέ μοι, ῥύσασθε δυσάμμορον ἀνέρα λύμης,
219μη δέ μ’ἀκηδείῃσιν ἀφορμήθητε λιπόντες
220αὔτως. οὐ γὰρ μοῦνον ἐπ’ὀφθαλμοῖσιν Ἐρινὺς
221λὰξ ἐπέβη, καὶ γῆρας ἀμήρυτον ἐς τέλος ἕλκω ·
222πρὸς δ’ἔτι πικρότατον κρέμαται κακὸν ἄλλο κακοῖσιν.
223ἅρπυιαι στόματός μοι ἀφαρπάζουσιν ἐδωδὴν
224ἔκποθεν ἀφράστοιο καταΐσσουσαι ὄλεθροι.
225ἴσχω δ’οὔτινα μῆτιν ἐπίρροθον. ἀλλά κε ῥεῖα
226αὐτὸς ἑὸν λελάθοιμι νόον δόρποιο μεμηλώς,
227ἢ κείνας · ὧδ’αἶψα διηέριαι ποτέονται.
228τυτθὸν δ’ἢν ἄρα δήποτ’ἐδητύος ἄμμι λίπωσιν,
229πνεῖ τόδε μυδαλέοντε καὶ οὐ τλητὸν μένος ὀδμῆς ·
230οὔ κέ τις οὐ δὲ μίνυνθα βροτῶν ἄνσχοιτο πελάσσας,
231οὐ δ’εἴ οἱ ἀδάμαντος ἐληλάμενον κέαρ εἴη.
232ἀλλά με πικρὴ δῆτα καὶ ἄατος ἴσχει ἀνάγκη
233μίμνειν καὶ μίμνοντα κακῇ ἐνὶ γαστέρι θέσθαι.
234τὰς μὲν θέσφατόν ἐστιν ἐρητῦσαι Βορέαο
235υἱέας. οὐ δ’ὀθνεῖοι ἀλαλκήσουσιν ἐόντες,
236εἰ δὴ ἐγὼν ὁ πρίν ποτ’ἐπικλυτὸς ἀνδράσι Φινεὺς
237ὄλβῳ μαντοσύνῃτε, πατὴρ δέ με γείνατ’Ἀγήνωρ ·
238τῶν δὲ κασιγνήτην, ὅτ’ἐνὶ Θρῄκεσσιν ἄνασσον,
239Κλειοπάτρην ἕδνοισιν ἐμὸν δόμον ἦγον ἄκοιτιν”.
240ἴσκεν Ἀγηνορίδης · ἀδινὸν δ’ἕλε κῆδος ἕκαστον
241ἡρώων, πέρι δ’αὖτε δύω υἷας Βορέαο.
242δάκρυ δ’ὀμορξαμένω σχεδὸν ἤλυθον, ὧδέτ’ἔειπεν
243Ζήτης, ἀσχαλόωντος ἑλὼν χερὶ χεῖρα γέροντος ·
244“ἆ δείλ’, οὔτινά φημι σέθεν σμυγερώτερον ἄλλον
245ἔμμεναι ἀνθρώπων. τί νύ τοι τόσα κήδε’ἀνῆπται;
246ἦ ῥα θεοὺς ὀλοῇσι παρήλιτες ἀφραδίῃσιν
247μαντοσύνας δεδαώς; τῶ τοι μέγα μηνιόωσιν;
248ἄμμι γε μὴν νόος ἔνδον ἀτύζεται ἱεμένοισιν
249χραισμεῖν, εἰ δὴ πρόχνυ γέρας τόδε πάρθετο δαίμων
250νῶιν. ἀρίζηλοι γὰρ ἐπιχθονίοισιν ἐνιπαὶ
251ἀθανάτων. οὐ δ’ἂν πρὶν ἐρητύσαιμεν ἰούσας
252Ἁρπυίας, μάλα περ λελιημένοι, ἔστ’ἂν ὀμόσσῃς,
253μὴ μὲν τοῖό γ’ἕκητι θεοῖς ἀπὸ θυμοῦ ἔσεσθαι”.
254ὧς φάτο · τοῦ δ’ἰθὺς κενεὰς ὁ γεραιὸς ἀνέσχεν
255γλήνας ἀμπετάσας, καὶ ἀμείψατο τοῖσδ’ἐπέεσσιν ·
256“σίγα · μή μοι ταῦτα νόῳ ἔνι βάλλεο, τέκνον.
257ἴστω Λητοῦς υἱός, ὅ με πρόφρων ἐδίδαξεν
258μαντοσύνας · ἴστω δὲ δυσώνυμος, ἥ μ’ἔλαχεν, κὴρ
259καὶ τόδ’ἐπ’ὀφθαλμῶν ἀλαὸν νέφος, οἵθ’ὑπένερθεν
260δαίμονες, οἳ μη δ’ὧδε θανόντι περ εὐμενέοιεν,
261ὡς οὔ τις θεόθεν χόλος ἔσσεται εἵνεκ’ἀρωγῆς”.
262τὼ μὲν ἔπειθ’ὅρκοισιν ἀλαλκέμεναι μενέαινον.
263αἶψα δὲ κουρότεροι πεπονήατο δαῖτα γέροντι,
264λοίσθιον Ἁρπυίῃσιν ἑλώριον · ἐγγύθι δ’ἄμφω
265στῆσαν, ἵνα ξιφέεσσιν ἐπεσσυμένας ἐλάσειαν.
266καὶ δὴ τὰ πρώτισθ’ὁ γέρων ἔψαυεν ἐδωδῆς ·
267αἱ δ’ἄφαρ ἠύτ’ἄελλαι ἀδευκέες, ἢ στεροπαὶ ὥς,
268ἀπρόφατοι νεφέων ἐξάλμεναι ἐσσεύοντο
269κλαγγῇ μαιμώωσαι ἐδητύος · οἱ δ’ἐσιδόντες
270ἥρωες μεσσηγὺς ἀνίαχον · αἱ δ’ἅμ’ἀυτῇ
271πάντα καταβρόξασαι ὑπὲρ πόντοιο φέροντο
272τῆλε παρέξ · ὀδμὴ δὲ δυσάνσχετος αὖθι λέλειπτο.
273τάων δ’αὖ κατόπισθε δύω υἷες Βορέαο
274φάσγαν’ἐπισχόμενοι ὀπίσω θέον. ἐν γὰρ ἕηκεν
275Ζεὺς μένος ἀκάματόν σφιν · ἀτὰρ Διὸς οὔ κεν ἑπέσθην
276νόσφιν, ἐπεὶ ζεφύροιο παραΐσσεσκον ἀέλλας
277αἰέν. ὅτ’ἐς Φινῆα καὶ ἐκ Φινῆος ἴοιεν.
278ὡς δ’ὅτ’ἐνὶ κνημοῖσι κύνες δεδαημένοι ἄγρη;
279ἢ αἶγας κεραοὺς ἠὲ πρόκας ἰχνεύοντες
280θείωσιν, τυτθὸν δὲ τιταινόμενοι μετόπισθεν
281ἄκρῃς ἐν γενύεσσι μάτην ἀράβησαν ὀδόντας ·
282ὧς Ζήτης Κάλαΐςτε μάλα σχεδὸν ἀίσσοντες
283τάων ἀκροτάτῃσιν ἐπέχραον ἤλιθα χερσίν.
284καί νύ κε δή σφ’ἀέκητι θεῶν διεδηλήσαντο
285πολλὸν ἑκὰς νήσοισιν ἔπι Πλωτῇσι κιχόντες,
286εἰ μὴ ἄρ’ὠκέα Ἶρις ἴδεν, κατὰ δ’αἰθέρος ἆλτο
287οὐρανόθεν, καὶ τοῖα παραιφαμένη κατέρυκεν ·
288“οὐ θέμις, ὦ υἱεῖς Βορέω, ξιφέεσσιν ἐλάσσαι
289Ἁρπυίας, μεγάλοιο Διὸς κύνας · ὅρκια δ’αὐτὴ
290δώσω ἐγών, ὡς οὔ οἱ ἔτι χρίμψουσιν ἰοῦσαι”.
291ὧς φαμένη λοιβὴν Στυγὸς ὤμοσεν, ἥτε θεοῖσιν
292ῥιγίστη πάντεσσιν ὀπιδνοτάτητε τέτυκται,
293μὴ μὲν Ἀγηνορίδαο δόμοις ἔτι τάσδε πελάσσαι
294εἰσαῦτις Φινῆος, ἐπεὶ καὶ μόρσιμον ἦεν.
295οἱ δ’ὅρκῳ εἴξαντες ὑπέστρεφον ἂψ ἐπὶ νῆα
296σώεσθαι. Στροφάδας δὲ μετακλείουσ’ἄνθρωποι
297νήσους τοῖό γ’ἕκητι, πάρος Πλωτὰς καλέοντες.
298Ἅρπυιαίτ’Ἶρίςτε διέτμαγεν. αἱ μὲν ἔδυσαν
299κευθμῶνα Κρήτης Μινωίδος · ἡ δ’ἀνόρουσεν
300Οὔλυμπόνδε, θοῇσι μεταχρονίη πτερύγεσσιν.
301τόφρα δ’ἀριστῆες πινόεν περὶ δέρμα γέροντος
302πάντῃ φοιβήσαντες ἐπικριδὸν ἱρεύσαντο
303μῆλα, τάτ’ἐξ Ἀμύκοιο λεηλασίης ἐκόμισσαν.
304αὐτὰρ ἐπεὶ μέγα δόρπον ἐνὶ μεγάροισιν ἔθεντο,
305δαίνυνθ’ἑζόμενοι · σὺν δέ σφισι δαίνυτο Φινεὺς
306ἁρπαλέως, οἷόντ’ἐν ὀνείρασι θυμὸν ἰαίνων.
307ἔνθα δ’, ἐπεὶ δόρποιο κορέσσαντ’ἠδὲ ποτῆτος,
308παννύχιοι Βορέω μένον υἱέας ἐγρήσσοντες.
309αὐτὸς δ’ἐν μέσσοισι παρ’ἐσχάρῃ ἧστο γεραιὸς
310πείρατα ναυτιλίης ἐνέπων ἄνυσίντε κελεύθου ·
311“κλῦτέ νυν. οὐ μὲν πάντα πέλει θέμις ὔμμι δαῆναι
312ἀτρεκές · ὅσσα δ’ὄρωρε θεοῖς φίλον, οὐκ ἐπικεύσω.
313ἀασάμην καὶ πρόσθε Διὸς νόον ἀφραδίῃσιν
314χρείων ἑξείηςτε καὶ ἐς τέλος. ὧδε γὰρ αὐτὸς
315βούλεται ἀνθρώποις ἐπιδευέα θέσφατα φαίνειν
316μαντοσύνης, ἵνα καί τι θεῶν χατέωσι νόοιο.
317πέτρας μὲν πάμπρωτον, ἀφορμηθέντες ἐμεῖο,
318Κυανέας ὄψεσθε δύω ἁλὸς ἐν ξυνοχῇσιν,
319τάων οὔτινά φημι διαμπερὲς ἐξαλέασθαι.
320οὐ γάρτε ῥίζῃσιν ἐρήρεινται νεάτῃσιν,
321ἀλλὰ θαμὰ ξυνίασιν ἐναντίαι ἀλλήλῃσιν
322εἰς ἕν, ὕπερθε δὲ πολλὸν ἁλὸς κορθύεται ὕδωρ
323βρασσόμενον · στρηνὲς δὲ περὶ στυφελῇ βρέμει ἀκτῇ.
324τῶ νῦν ἡμετέρῃσι παραιφασίῃσι πίθεσθε,
325εἰ ἐτεὸν πυκινῷτε νόῳ μακάρωντ’ἀλέγοντες
326πείρετε · μη δ’αὔτως αὐτάγρετον οἶτον ὄλησθε
327ἀφραδέως, ἢ θύνετ’ἐπισπόμενοι νεότητι.
328οἰωνῷ δή πρόσθε πελειάδι πειρήσασθαι
329νηὸς ἄπο προμεθέντες ἐφιέμεν. ἢν δὲ δι’αὐτῶν
330πετράων πόντονδε σόη πτερύγεσσι δίηται,
331μηκέτι δὴν μη δ’αὐτοὶ ἐρητύεσθε κελεύθου,
332ἀλλ’εὖ καρτύναντες ἑαῖς ἐνὶ χερσὶν ἐρετμὰ
333τέμνεθ’ἁλὸς στεινωπόν · ἐπεὶ φάος οὔ νύ τι τόσσον
334ἔσσετ’ἐν εὐχωλῇσιν, ὅσοντ’ἐνὶ κάρτεϊ χειρῶν.
335τῶ καὶ τα- τἆλλα μεθέντες ὀνήιστον πονέεσθαι
336θαρσαλέως · πρὶν δ’οὔτι θεοὺς λίσσεσθαι ἐρύκω.
337εἰ δέ κεν ἀντικρὺ πταμένη μεσσηγὺς ὄληται,
338ἄψορροι στέλλεσθαι ἐπεὶ πολὺ βέλτερον εἶξαι
339ἀθανάτοις. οὐ γάρ κε κακὸν μόρον ἐξαλέαισθε
340πετράων, οὐ δ’εἴ κε σιδηρείη πέλοι Ἀργώ.
341ὦ μέλεοι, μὴ τλῆτε παρὲξ ἐμὰ θέσφατα βῆναι,
342εἰ καί με τρὶς τόσσον ὀίεσθ’Οὐρανίδῃσιν,
343ὅσσον ἀνάρσιός εἰμι, καὶ εἰ πλεῖον στυγέεσθαι ·
344μὴ τλῆτ’οἰωνοῖο πάρεξ ἔτι νηὶ περῆσαι.
345καὶ τὰ μὲν ὥς κε πέλῃ, τὼς ἔσσεται. ἢν δὲ φύγητε
346σύνδρομα πετράων ἀσκηθέες ἔνδοθι Πόντου,
347αὐτίκα Βιθυνῶν ἐπὶ δεξιὰ γαῖαν ἔχοντες
348πλώετε ῥηγμῖνας πεφυλαγμένοι, εἰσόκεν αὖτε
349Ῥήβαν ὠκυρόην ποταμὸν ἄκρηντε Μέλαιναν
350γνάμψαντες νήσου Θυνηίδος ὅρμον ἵκησθε.
351κεῖθεν δ’οὐ μάλα πουλὺ διὲξ ἁλὸς ἀντιπέραιαν
352γῆν Μαριανδυνῶν ἐπικέλσετε νοστήσαντες.
353ἔνθα μὲν εἰς Ἀίδαο καταιβάτις ἐστὶ κέλευθος,
354ἄκρητε προβλὴς Ἀχερουσιὰς ὑψόθι τείνει,
355δινήειςτ’Ἀχέρων αὐτὴν διὰ νειόθι τέμνων
356ἄκρην ἐκ μεγάλης προχοὰς ἵησι φάραγγος.
357ἀγχίμολον δ’ἐπὶ τῇ πολέας παρανεῖσθε κολωνοὺς
358Παφλαγόνων, τοῖσίντ’Ἐνετήιος ἐμβασίλευσεν
359πρῶτα Πέλοψ, τοῦ καί περ ἀφ’αἵματος εὐχετόωνται.
360ἔστι δέ τις ἄκρη Ἑλίκης κατεναντίον Ἄρκτου,
361πάντοθεν ἠλίβατος, καί μιν καλέουσι Κάραμβιν,
362τῆς καὶ ὑπὲρ βορέαο περισχίζονται ἄελλαι ·
363ὧδε μάλ’ἂμ πέλαγος τετραμμένη αἰθέρι κύρει.
364τήνδε περιγνάμψαντι πολὺς παρακέκλιται · ἤδη
365αἰγιαλός · πολέος δ’ἐπὶ πείρασιν Αἰγιαλοῖο
366ἀκτῇ ἐπὶ προβλῆτι ῥοαὶ Ἅλυος ποταμοῖο
367δεινὸν ἐρεύγονται · μετὰ τὸν δ’ἀγχίρροος Ἶρις
368μειότερος λευκῇσιν ἑλίσσεται εἰς ἅλα δίναις.
369κεῖθεν δὲ προτέρωσε μέγας καὶ ὑπείροχος ἀγκὼν
370ἐξανέχει γαίης · ἐπὶ δὲ στόμα Θερμώδοντος
371κόλπῳ ἐν εὐδιόωντι Θεμισκύρειον ὑπ’ἄκρην
372μύρεται, εὐρείης διαειμένος ἠπείροιο.
373ἔνθα δὲ Δοίαντος πεδίον, σχεδόθεν δὲ πόληες
374τρισσαὶ Ἀμαζονίδων, μετάτε σμυγερώτατοι ἀνδρῶν
375τρηχεῖαν Χάλυβες καὶ ἀτειρέα γαῖαν ἔχουσιν,
376ἐργατίναι · τοὶ δ’ἀμφὶ σιδήρεα ἔργα μέλονται.
377ἄγχι δὲ ναιετάουσι πολύρρηνες Τιβαρηνοὶ
378Ζηνὸς Ἐυξείνοιο Γενηταίην ὑπὲρ ἄκρην.
379τῇ δ’ἐπὶ Μοσσύνοικοι ὁμούριοι ὑλήεσσαν
380ἑξείης ἤπειρον, ὑπωρείαςτε νέμονται,
381δουρατέοις πύργοισιν ἐν οἰκία τεκτήναντες
2.382a2.383a
382
τοὺς παραμειβόμενοι λισσῇ ἐπικέλσετε νήσῳ,
383μήτι παντοίῃ μέγ’ἀναιδέας ἐξελάσαντες
384οἰωνούς, οἳ δῆθεν ἀπειρέσιοι ἐφέπουσιν
385νῆσον ἐρημαίην. τῇ μέντ’ἐνὶ νηὸν Ἄρηος
386λαΐνεον ποίησαν Ἀμαζονίδων βασίλειαι
387Ὀτρηρήτε καὶ Ἀντιόπη, ὁπότε στρατόωντο.
388ἔνθα γὰρ ὔμμιν ὄνειαρ ἀδευκέος ἐξ ἁλὸς εἶσιν
389ἄρρητον · τῶ καίτε φίλα φρονέων ἀγορεύω
390ἰσχέμεν. ἀλλὰ τίη με πάλιν χρειὼ ἀλιτέσθαι
391μαντοσύνῃ τὰ ἕκαστα διηνεκὲς ἐξενέποντα;
392νήσου δὲ προτέρωσε καὶ ἠπείροιο περαίης
393φέρβονται Φίλυρες · Φιλύρων δ’ἐφύπερθεν ἔασιν
394Μάκρωνες · μετὰ δ’αὖ περιώσια φῦλα Βεχείρων.
395ἑξείης δὲ Σάπειρες ἐπὶ σφίσι ναιετάουσιν ·
396Βύζηρες δ’ἐπὶ τοῖσιν ὁμώλακες, ὧν ὕπερ ἤδη
397αὐτοὶ Κόλχοι ἔχονται ἀρήιοι. ἀλλ’ἐνὶ νηὶ
398πείρεθ’, ἕως μυχάτῃ κεν ἐνιχρίμψητε θαλάσσῃ.
399ἔνθα δ’ἐπ’ἠπείροιο Κυταιίδος, ἠδ’Ἀμαραντῶν
400τηλόθεν ἐξ ὀρέων πεδίοιότε Κιρκαίοιο
401Φᾶσις δινήεις εὐρὺν ῥόον εἰς ἅλα βάλλει.
402κείνου νῆ’ἐλάοντες ἐπὶ προχοὰς ποταμοῖο
403πύργους εἰσόψεσθε Κυταιέος Αἰήταο,
404ἄλσοςτε σκιόειν Ἄρεος, τόθι κῶας ἐπ’ἄκρης
405πεπτάμενον φηγοῖο δράκων, τέρας αἰνὸν ἰδέσθαι,
406ἀμφὶς ὀπιπεύει δεδοκημένος · οὐ δέ οἱ ἦμαρ,
407οὐ κνέφας ἥδυμος ὕπνος ἀναιδέα δάμναται ὄσσε”.
408ὧς ἄρ’ἔφη · τοὺς δ’εἶθαρ ἕλεν δέος εἰσαΐοντας.
409δὴν δ’ἔσαν ἀμφασίῃ βεβολημένοι · ὀψὲ δ’ἔειπεν
410ἥρως Αἴσονος υἱὸς ἀμηχανέων κακότητι ·
411“ὦ γέρον, ἤδη μέντε διίκεο πείρατ’ἀέθλων
412ναυτιλίης καὶ τέκμαρ, ὅτῳ στυγερὰς διὰ πέτρας
413πειθόμενοι Πόντονδε περήσομεν · εἰ δέ κεν αὖτις
414τάσδ’ἡμῖν προφυγοῦσιν ἐς Ἑλλάδα νόστος ὀπίσσω
415ἔσσεται, ἀσπαστῶς κε παρὰ σέο καὶ τὸ δαείην.
416πῶς ἔρδω, πῶς αὖτε τόσην ἁλὸς εἶμι κέλευθον,
417νῆις ἐὼν ἑτάροις ἅμα νήισιν; αἶα δὲ Κολχὶς
418Πόντου καὶ γαίης ἐπικέκλιται ἐσχατιῇσιν”.
419ὧς φάτο · τὸν δ’ὁ γεραιὸς ἀμειβόμενος προσέειπεν ·
420“ὦ τέκος, εὖτ’ἂν πρῶτα φύγῃς ὀλοὰς διὰ πέτρας,
421θάρσει · ἐπεὶ δαίμων ἕτερον πλόον ἡγεμονεύσει
422ἐξ Αἴης · μετὰ δ’Αἶαν ἅλις πομπῆες ἔσονται.
423ἀλλά, φίλοι, φράζεσθε θεᾶς δολόεσσαν ἀρωγὴν
424Κύπριδος. ἐκ γὰρ τῆς κλυτὰ πείρατα κεῖται ἀέθλων.
425καὶ δέ με μηκέτι τῶνδε περαιτέρω ἐξερέεσθε”.
426ὧς φάτ’Ἀγηνορίδης · ἐπὶ δὲ σχεδὸν υἱέε δοιὼ
427Θρηικίου Βορέαο κατ’αἰθέρος ἀίξαντε
428οὐδῷ ἔπι κραιπνοὺς ἔβαλον πόδας · οἱ δ’ἀνόρουσαν
429ἐξ ἑδέων ἥρωες, ὅπως παρεόντας ἴδοντο.
430Ζήτης δ’ἱεμένοισιν, ἔτ’ἄσπετον ἐκ καμάτοιο
431ἆσθμ’ἀναφυσιόων, μετεφώνεεν, ὅσσον ἄπωθεν
432ἤλασαν, ἠδ’ὡς Ἶρις ἐρύκακε τάσδε δαΐξαι,
433ὅρκιάτ’εὐμενέουσα θεὰ πόρεν, αἱ δ’ὑπέδυσαν
434δείματι Δικταίης περιώσιον ἄντρον ἐρίπνης.
435γηθόσυνοι δη- δἤπειτα δόμοις ἔνι πάντες ἑταῖροι
436αὐτόςτ’ἀγγελίῃ Φινεὺς πέλεν. ὦκα δὲ τόνγε
437Αἰσονίδης περιπολλὸν ἐυφρονέων προσέειπεν ·
438“ἦ ἄρα δή τις ἔην, Φινεῦ, θεός, ὃς σέθεν ἄτης
439κήδετο λευγαλέης, καὶ δ’ἡμέας αὖθι πέλασσεν
440τηλόθεν, ὄφρα τοι υἷες ἀμύνειαν Βορέαο ·
441εἰ δὲ καὶ ὀφθαλμοῖσι φόως πόροι ἦτ’ἂν ὀίω
442γηθήσειν, ὅσον εἴπερ ὑπότροπος οἴκαδ’ἱκοίμην”.
443ὧς ἔφατ’· αὐτὰρ ὁ τόνγε κατηφήσας προσέειπεν ·
444“Αἰσονίδη, τὸ μὲν οὐ παλινάγρετον, οὐ δέ τι μῆχος
445ἔστ’ὀπίσω · κενεαὶ γὰρ ὑποσμύχονται ὀπωπαί.
446ἀντὶ δὲ τοῦ θάνατόν μοι ἄφαρ θεὸς ἐγγυαλίξαι,
447καίτε θανὼν πάσῃσι μετέσσομαι ἀγλαΐῃσιν”.
448ὧς τώγ’ἀλλήλοισι παραβλήδην ἀγόρευον.
449αὐτίκα δ’οὐ μετὰ δηρὸν ἀμειβομένων ἐφαάνθη
450ἠριγενής · τὸν δ’ἀμφὶ περικτίται ἠγερέθοντο
451ἀνέρες, οἳ καὶ πρόσθεν ἐπ’ἤματι κεῖσε θάμιζον,
452αἰὲν ὁμῶς φορέοντες ἑῆς ἀπὸ μοῖραν ἐδωδῆς.
453τοῖς ὁ γέρων πάντεσσιν, ὅτις καὶ ἀφαυρὸς ἵκοιτο,
454ἔχραεν ἐνδυκέως, πολέων δ’ἀπὸ πήματ’ἔλυσεν
455μαντοσύνῃ · τῶ καί μιν ἐποιχόμενοι κομέεσκον.
456σὺν τοῖσιν δ’ἵκανε Παραίβιος, ὅς ῥά οἱ ἦεν
457φίλτατος · ἀσπάσιος δὲ δόμοις ἔνι τούσγ’ἐνόησεν.
458πρὶν γὰρ δή νύ ποτ’αὐτὸς ἀριστήων στόλον ἀνδρῶν
459Ἑλλάδος ἐξανιόντα μετὰ πτόλιν Αἰήταο
460πείσματ’ἀνάψασθαι μυθήσατο Θυνίδι γαίῃ,
461οἵτέ οἱ Ἁρπυίας Διόθεν σχήσουσιν ἰούσας.
462τοὺς μὲν ἔπειτ’ἐπέεσσιν ἀρεσσάμενος πυκινοῖσιν
463πέμφ’ὁ γέρων · οἶον δὲ Παραίβιον αὐτόθι μίμνειν
464κέκλετ’ἀριστήεσσι σὺν ἀνδράσιν · αἶψα δὲ τόνγε
465σφωιτέρων ὀίων ὅτις ἔξοχος, εἰς ἓ κομίσσαι
466ἧκεν ἐποτρύνας. τοῦ δ’ἐκ μεγάροιο κιόντος
467μειλιχίως ἐρέτῃσιν ὁμηγερέεσσι μετηύδα ·
468“ὦ φίλοι, οὐκ ἄρα πάντες ὑπέρβιοι ἄνδρες ἔασιν,
469οὐ δ’εὐεργεσίης ἀμνήμονες. ὡς καὶ ὅδ’ἀνὴρ
470τοῖος ἐὼν δεῦρ’ἦλθεν, ἑὸν μόρον ὄφρα δαείη.
471εὖτε γὰρ οὖν ὡς πλεῖστα κάμοι καὶ πλεῖστα μογήσαι,
472δὴ τότε μιν περιπολλὸν ἐπασσυτέρη βιότοιο
473χρησμοσύνη τρύχεσκεν · ἐπ’ἤματι δ’ἦμαρ ὀρώρει
474κύντερον, οὐ δέ τις ἦεν ἀνάπνευσις μογέοντι.
475ἀλλ’ὅγε πατρὸς ἑοῖο κακὴν τίνεσκεν ἀμοιβὴν
476ἀμπλακίης. ὁ γὰρ οἶος ἐν οὔρεσι δένδρεα τέμνων
477δή ποθ’ἁμαδρυάδος νύμφης ἀθέριξε λιτάων,
478ἥ μιν ὀδυρομένη ἀδινῷ μειλίσσετο μύθῳ,
479μὴ ταμέειν πρέμνον δρυὸς ἥλικος, ᾗ ἔπι πουλὺν
480αἰῶνα τρίβεσκε διηνεκές · αὐτὰρ ὁ τήνγε
481ἀφραδέως ἔτμηξεν ἀγηνορίῃ νεότητος.
482τῷ δ’ἄρα νηκερδῆ νύμφη πόρεν οἶτον ὀπίσσω
483αὐτῷ καὶ τεκέεσσιν. ἔγωγε μέν, εὖτ’ἀφίκανεν,
484ἀμπλακίην ἔγνων · βωμὸν δ’ἐκέλευσα καμόντα
485Θυνιάδος νύμφης, λωφήια ῥέξαι ἐπ’αὐτῷ
486ἱερά, πατρῴην αἰτεύμενον αἶσαν ἀλύξαι.
487ἔνθ’ἐπεὶ ἔκφυγε κῆρα θεήλατον, οὔποτ’ἐμεῖο
488ἐκλάθετ’, οὐ δ’ἀθέρισσε · μόλις δ’ἀέκοντα θύραζε
489πέμπω, ἐπεὶ μέμονέν γε παρέμμεναι ἀσχαλόωντι”.
490ὧς φάτ’Ἀγηνορίδης · ὁ δ’ἐπισχεδὸν αὐτίκα δοιὼ
491ἤλυθ’ἄγων ποίμνηθεν ὄις. ἀνὰ δ’ἵστατ’Ἰήσων,
492ἂν δὲ Βορήιοι υἷες ἐφημοσύνῃσι γέροντος.
493ὦκα δὲ κεκλόμενοι μαντήιον Ἀπόλλωνα
494ῥέζον ἐπ’ἐσχαρόφιν νέον ἤματος ἀνομένοιο.
495κουρότεροι δ’ἑτάρων μενοεικέα δαῖτ’ἀλέγυνον.
496ἔνθ’εὖ δαισάμενοι, τοὶ μὲν παρὰ πείσμασι νηός,
497τοὶ δ’αὐτοῦ κατὰ δώματ’ἀολλέες εὐνάζοντο.
498ἦρι δ’ἐτήσιαι αὖραι ἐπέχραον, αἵτ’ἀνὰ πᾶσαν
499γαῖαν ὁμῶς τοιῇδε Διὸς πνείουσιν ἀρωγῇ.
500Κυρήνη πέφαταί τις ἕλος πάρα Πηνειοῖο
501μῆλα νέμειν προτέροισι παρ’ἀνδράσιν · εὔαδε γάρ οἱ
502παρθενίη καὶ λέκτρον ἀκήρατον. αὐτὰρ Ἀπόλλων
503τήνγ’ἀνερεψάμενος ποταμῷ ἔπι ποιμαίνουσαν
504τηλόθεν Αἱμονίης, χθονίῃς παρακάτθετο νύμφαις,
505αἳ Λιβύην ἐνέμοντο παραὶ Μυρτώσιον αἶπος.
506ἔνθα δ’Ἀρισταῖον Φοίβῳ τέκεν, ὃν καλέουσιν
507Ἀγρέα καὶ Νόμιον πολυλήιοι Αἱμονιῆες.
508τὴν μὲν γὰρ φιλότητι θεὸς ποιήσατο νύμφην
509αὐτοῦ μακραίωνα καὶ ἀγρότιν · υἷα δ’ἔνεικεν
510νηπίαχον Χείρωνος ὑπ’ἄντροισιν κομέεσθαι.
511τῷ καὶ ἀεξηθέντι θεαὶ γάμον ἐμνήστευσαν
512Μοῦσαι, ἀκεστορίηντε θεοπροπίαςτ’ἐδίδαξαν ·
513καί μιν ἑῶν μήλων θέσαν ἤρανον, ὅσσ’ἐνέμοντο
514ἂμ πεδίον Φθίης Ἀθαμάντιον ἀμφίτ’ἐρυμνὴν
515Ὄθρυν καὶ ποταμοῦ ἱερὸν ῥόον Ἀπιδανοῖο.
516ἦμος δ’οὐρανόθεν Μινωίδας ἔφλεγε νήσους
517Σείριος, οὐ δ’ἐπὶ δηρὸν ἔην ἄκος ἐνναέτῃσιν,
518τῆμος τόνγ’ἐκάλεσσαν ἐφημοσύναις Ἑκάτοιο
519λοιμοῦ ἀλεξητῆρα. λίπεν δ’ὅγε πατρὸς ἐφετμῇ
520Φθίην, ἐν δὲ Κέῳ κατενάσσατο, λαὸν ἀγείρας
521Παρράσιον, τοίπερτε Λυκάονός εἰσι γενέθλης,
522καὶ βωμὸν ποίησε μέγαν Διὸς Ἰκμαίοιο,
523ἱεράτ’εὖ ἔρρεξεν ἐν οὔρεσιν ἀστέρι κείνῳ
524Σειρίῳ αὐτῷτε Κρονίδῃ Διί. τοῖο δ’ἕκητι
525γαῖαν ἐπιψύχουσιν ἐτήσιαι ἐκ Διὸς αὖραι
526ἤματα τεσσαράκοντα · Κέῳ δ’ἔτι νῦν ἱερῆες
527ἀντολέων προπάροιθε Κυνὸς ῥέζουσι θυηλάς.
528καὶ τὰ μὲν ὧς ὑδέονται · ἀριστῆες δὲ καταῦθι
529μίμνον ἐρυκόμενοι · ξεινήια δ’ἄσπετα Θυνοὶ
530πᾶν ἦμαρ Φινῆι χαριζόμενοι προΐαλλον.
531ἐκ δὲ τόθεν μακάρεσσι δυώδεκα δωμήσαντες
532βωμὸν ἁλὸς ῥηγμῖνι πέρην καὶ ἐφ’ἱερὰ θέντες,
533νῆα θοὴν εἴσβαινον ἐρεσσέμεν, οὐ δὲ πελείης
534τρήρωνος λήθοντο μετὰ σφίσιν · ἀλλ’ἄρα τήνγε
535δείματι πεπτηυῖαν ἑῇ φέρε χειρὶ μεμαρπὼς
536Εὔφημος, γαίης δ’ἀπὸ διπλόα πείσματ’ἔλυσαν.
537οὐ δ’ἄρ’Ἀθηναίην προτέρω λάθον ὁρμηθέντες ·
538αὐτίκα δ’ἐσσυμένως νεφέλης ἐπιβᾶσα πόδεσσιν
539κούφης, ἥ κε φέροι μιν ἄφαρ βριαρήν περ ἐοῦσαν,
540σεύατ’ἴμεν πόντονδε, φίλα φρονέουσ’ἐρέτῃσιν.
541ὡς δ’ὅτε τις πάτρηθεν ἀλώμενος, οἷάτε πολλὰ
542πλαζόμεθ’ἄνθρωποι τετληότες, οὐ δέ τις αἶα
543τηλουρός, πᾶσαι δὲ κατόψιοί εἰσι κέλευθοι,
544σφωιτέρους δ’ἐνόησε δόμους, ἄμυδις δὲ κέλευθος
545ὑγρήτε τραφερήτ’ἰνδάλλεται, ἄλλοτε δ’ἄλλῃ
546ὀξέα πορφύρων ἐπιμαίεται ὀφθαλμοῖσιν ·
547ὧς ἄρα καρπαλίμως κούρη Διὸς ἀίξασα
548θῆκεν ἐπ’ἀξείνοιο πόδας Θυνηίδος ἀκτῆς.
549οἱ δ’ὅτε δὴ σκολιοῖο πόρου στεινωπὸν ἵκοντο
550τρηχείῃς σπιλάδεσσιν ἐεργμένον ἀμφοτέρωθεν,
551δινήεις δ’ὑπένερθεν ἀνακλύζεσκεν ἰοῦσαν
552νῆα ῥόος, πολλὸν δὲ φόβῳ προτέρωσε νέοντο,
553ἤδη δέ σφισι δοῦπος ἀρασσομένων πετράων
554νωλεμὲς οὔατ’ἔβαλλε, βόων δ’ἁλιμυρέες ἀκταί,
555δὴ τότ’ἔπειθ’ὁ μὲν ὦρτο πελειάδα χειρὶ μεμαρπὼς
556Εὔφημος πρῴρης ἐπιβήμεναι · οἱ δ’ὑπ’ἀνωγῇ
557Τίφυος Ἁγνιάδαο θελήμονα ποιήσαντο
558εἰρεσίην, ἵν’ἔπειτα διὲκ πέτρας ἐλάσειαν,
559κάρτεϊ ᾧ πίσυνοι. τὰς δ’αὐτίκα λοίσθιον ἄλλων
560οἰγομένας ἀγκῶνα περιγνάμψαντες ἴδοντο.
561σὺν δέ σφιν χύτο θυμός · ὁ δ’ἀίξαι πτερύγεσσιν
562Εὔφημος προέηκε πελειάδα · τοὶ δ’ἅμα πάντες
563ἤειραν κεφαλὰς ἐσορώμενοι · ἡ δὲ δι’αὐτῶν
564ἔπτατο · ταὶ δ’ἄμυδις πάλιν ἀντίαι ἀλλήλῃσιν
565ἄμφω ὁμοῦ ξυνιοῦσαι ἐπέκτυπον. ὦρτο δὲ πολλὴ
566ἅλμη ἀναβρασθεῖσα, νέφος ὥς · αὖε δὲ πόντος
567σμερδαλέον · πάντῃ δὲ περὶ μέγας ἔβρεμεν αἰθήρ.
568κοῖλαι δὲ σπήλυγγες ὑπὸ σπιλάδας τρηχείας
569κλυζούσης ἁλὸς ἔνδον ἐβόμβεον · ὑψόθι δ’ὄχθης
570λευκὴ καχλάζοντος ἀνέπτυε κύματος ἄχνη.
571νῆα δ’ἔπειτα πέριξ εἴλει ῥόος. ἄκρα δ’ἔκοψαν
572οὐραῖα πτερὰ ταίγε πελειάδος · ἡ δ’ἀπόρουσεν
573ἀσκηθής. ἐρέται δὲ μέγ’ἴαχον · ἔβραχε δ’αὐτὸς
574Τῖφυς ἐρεσσέμεναι κρατερῶς. οἴγοντο γὰρ αὖτις
575ἄνδιχα. τοὺς δ’ἐλάοντας ἔχεν τρόμος, ὄφρα μιν αὐτὴ
576πλημμυρὶς παλίνορσος ἀνερχομένη κατένεικεν
577εἴσω πετράων. τότε δ’αἰνότατον δέος εἷλεν
578πάντας · ὑπὲρ κεφαλῆς γὰρ ἀμήχανος ἦεν ὄλεθρος.
579ἤδη δ’ἔνθα καὶ ἔνθα διὰ πλατὺς εἴδετο Πόντος,
580καί σφισιν ἀπροφάτως ἀνέδυ μέγα κῦμα πάροιθεν
581κυρτόν, ἀποτμῆγι σκοπιῇ ἴσον · οἱ δ’ἐσιδόντες
582ἤμυσαν λοξοῖσι καρήασιν. εἴσατο γάρ ῥα
583νηὸς ὑπὲρ πάσης κατεπάλμενον ἀμφικαλύψειν.
584ἀλλά μιν ἔφθη Τῖφυς ὑπ’εἰρεσίῃ βαρύθουσαν
585ἀγχαλάσας · τὸ δὲ πολλὸν ὑπὸ τρόπιν ἐξεκυλίσθη,
586ἐκ δ’αὐτὴν πρύμνηθεν ἀνείρυσε τηλόθι νῆα
587πετράων · ὑψοῦ δὲ μεταχρονίη πεφόρητο.
588Εὔφημος δ’ἀνὰ πάντας ἰὼν βοάασκεν ἑταίρους,
589ἐμβαλέειν κώπῃσιν ὅσον σθένος · οἱ δ’ἀλαλητῷ
590κόπτον ὕδωρ. ὅσσον δ’ἂν ὑπείκαθε νηῦς ἐρέτῃσιν,
591δὶς τόσον ἂψ ἀπόρουσεν · ἐπεγνάμπτοντο δὲ κῶπαι
592ἠύτε καμπύλα τόξα, βιαζομένων ἡρώων.
593ἔνθεν δ’αὐτίκ’ἔπειτα κατηρεφὲς ἔσσυτο κῦμα,
594ἡ δ’ἄφαρ ὥστε κύλινδρος ἐπέτρεχε κύματι λάβρῳ
595προπροκαταΐγδην κοίλης ἁλός. ἐν δ’ἄρα μέσσαις
596Πληγάσι δινήεις εἶχεν ῥόος · αἱ δ’ἑκάτερθεν
597σειόμεναι βρόμεον · πεπέδητο δὲ νήια δοῦρα.
598καὶ τότ’Ἀθηναίη στιβαρῆς ἀντέσπασε πέτρης
599σκαιῇ, δεξιτερῇ δὲ διαμπερὲς ὦσε φέρεσθαι.
600ἡ δ’ἰκέλη πτερόεντι μετήορος ἔσσυτ’ὀιστῷ.
601ἔμπης δ’ἀφλάστοιο παρέθρισαν ἄκρα κόρυμβα
602νωλεμὲς ἐμπλήξασαι ἐναντίαι. αὐτὰρ Ἀθήνη
603Οὔλυμπόνδ’ἀνόρουσεν, ὅτ’ἀσκηθεῖς ὑπάλυξαν.
604πέτραι δ’εἰς ἕνα χῶρον ἐπισχεδὸν ἀλλήλῃσιν
605νωλεμὲς ἐρρίζωθεν, ὃ δὴ καὶ μόρσιμον ἦεν
606ἐκ μακάρων, εὖτ’ἄν τις ἰδὼν διὰ νηὶ περήσῃ.
607οἱ δέ που ὀκρυόεντος ἀνέπνεον ἄρτι φόβοιο
608ἠέρα παπταίνοντες ὁμοῦ πέλαγόςτε θαλάσσης
609τῆλ’ἀναπεπτάμενον. δὴ γὰρ φάσαν ἐξ Ἀίδαο
610σώεσθαι · Τῖφυς δὲ παροίτατος ἤρχετο μύθων ·
611“ἔλπομαι αὐτῇ νηὶ τόγ’ἔμπεδον ἐξαλέασθαι
612ἡμέας · οὐ δέ τις ἄλλος ἐπαίτιος, ὅσσον Ἀθήνη,
613ἥ οἱ ἐνέπνευσεν θεῖον μένος, εὖτέ μιν Ἄργος
614γόμφοισιν συνάρασσε · θέμις δ’οὐκ ἔστιν ἁλῶναι.
615Αἰσονίδη, τύνη δὲ τεοῦ βασιλῆος ἐφετμήν,
616εὖτε διὲκ πέτρας φυγέειν θεὸς ἧμιν ὄπασσεν,
617μηκέτι δείδιθι τοῖον · ἐπεὶ μετόπισθεν ἀέθλους
618εὐπαλέας τελέεσθαι Ἀγηνορίδης φάτο Φινεύς”.
619ἦ ῥ’ἅμα, καὶ προτέρωσε παραὶ Βιθυνίδα γαῖαν
620νῆα διὲκ πέλαγος σεῦεν μέσον. αὐτὰρ ὁ τόνγε
621μειλιχίοις ἐπέεσσι παραβλήδην προσέειπεν ·
622“Τῖφυ, τίη μοι ταῦτα παρηγορέεις ἀχέοντι;
623ἤμβροτον ἀασάμηντε κακὴν καὶ ἀμήχανον ἄτην.
624χρῆν γὰρ ἐφιεμένοιο καταντικρὺ Πελίαο
625αὐτίκ’ἀνήνασθαι τόνδε στόλον, εἰ καὶ ἔμελλον
626νηλειῶς μελεϊστὶ κεδαιόμενος θανέεσθαι ·
627νῦν δὲ περισσὸν δεῖμα καὶ ἀτλήτους μελεδῶνας
628ἄγκειμαι, στυγέων μὲν ἁλὸς κρυόεντα κέλευθα
629νηὶ διαπλώειν, στυγέων δ’, ὅτ’ἐπ’ἠπείροιο
630βαίνωμεν. πάντῃ γὰρ ἀνάρσιοι ἄνδρες ἔασιν.
631αἰεὶ δὲ στονόεσσαν ἐπ’ἤματι νύκτα φυλάσσω,
632ἐξότε τὸ πρώτιστον ἐμὴν χάριν ἠγερέθεσθε,
633φραζόμενος τὰ ἕκαστα σὺ δ’εὐμαρέως ἀγορεύεις
634οἶον ἑῆς ψυχῆς ἀλέγων ὕπερ · αὐτὰρ ἔγωγε
635εἷο μὲν οὐ δ’ἠβαιὸν ἀτύζομαι · ἀμφὶ δὲ τοῖο
636καὶ τοῦ ὁμῶς, καὶ σεῖο, καὶ ἄλλων δείδι’ἑταίρων
637εἰ μὴ ἐς Ἑλλάδα γαῖαν ἀπήμονας ὔμμε κομίσσω”.
638ὧς φάτ’ἀριστήων πειρώμενος · οἱ δ’ὁμάδησαν
639θαρσαλέοις ἐπέεσσιν. ὁ δὲ φρένας ἔνδον ἰάνθη
640κεκλομένων, καί ῥ’αὖτις ἐπιρρήδην μετέειπεν ·
641“ὦ φίλοι, ὑμετέρῃ ἀρετῇ ἔνι θάρσος ἀέξω.
642τούνεκα νῦν οὐ δ’εἴ κε διὲξ Ἀίδαο βερέθρων
643στελλοίμην, ἔτι τάρβος ἀνάψομαι, εὖτε πέλεσθε
644ἔμπεδοι ἀργαλέοις ἐνὶ δείμασιν. ἀλλ’ὅτε πέτρας
645Πληγάδας ἐξέπλωμεν, ὀίομαι οὐκ ἔτ’ὀπίσσω
646ἔσσεσθαι τοιόνδ’ἕτερον φόβον, εἰ ἐτεόν γε
647φραδμοσύνῃ Φινῆος ἐπισπόμενοι νεόμεσθα”.
648ὧς φάτο, καὶ τοίων μὲν ἐλώφεον αὐτίκα μύθων,
649εἰρεσίῃ δ’ἀλίαστον ἔχον πόνον · αἶψα δὲ τοίγε
650Ῥήβαν ὠκυρόην ποταμὸν σκόπελόντε Κολώνης,
651ἄκρην δ’οὐ μετὰ δηθὰ παρεξενέοντο Μέλαιναν,
652τῇ δ’ἄρ’ἐπὶ προχοὰς Φυλληίδας, ἔνθα πάροιθεν
653Διψακὸς υἷ’Ἀθάμαντος ἑοῖς ὑπέδεκτο δόμοισιν,
654ὁππόθ’ἅμα κριῷ φεῦγεν πόλιν Ὀρχομενοῖο ·
655τίκτε δέ μιν νύμφη λειμωνιάς · οὐ δέ οἱ ὕβρις
656ἥνδανεν, ἀλλ’ἐθελημὸς ἐφ’ὕδασι πατρὸς ἑοῖο
657μητέρι συνναίεσκεν ἐπάκτια πώεα φέρβων.
658τοῦ μένθ’ἱερὸν αἶψα, καὶ εὐρείας ποταμοῖο
659ἠιόνας πεδίοντε, βαθυρρείοντάτε Κάλπην
660δερκόμενοι παράμειβον, ὁμῶς δ’ἐπὶ ἤματι νύκτα
661νήνεμον ἀκαμάτῃσιν ἐπερρώοντ’ἐλάτῃσιν.
662οἷον δὲ πλαδόωσαν ἐπισχίζοντες ἄρουραν
663ἐργατίναι μογέουσι βόες, περὶ δ’ἄσπετος ἱδρὼς
664εἴβεται ἐκ λαγόνωντε καὶ αὐχένος · ὄμματα δέ σφιν
665λοξὰ παραστρωφῶνται ὑπὸ ζυγοῦ · αὐτὰρ ἀυτμὴ
666αὐαλέη στομάτων ἄμοτον βρέμει · οἱ δ’ἐνὶ γαίῃ
667χηλὰς σκηρίπτοντε πανημέριοι πονέονται.
668τοῖς ἴκελοι ἥρωες ὑπὲξ ἁλὸς εἷλκον ἐρετμά.
669ἦμος δ’οὔτ’ἄρ πω φάος ἄμβροτον, οὔτ’ἔτι λίην
670ὀρφναίη πέλεται, λεπτὸν δ’ἐπιδέδρομε νυκτὶ
671φέγγος, ὅτ’ἀμφιλύκην μιν ἀνεγρόμενοι καλέουσιν,
672τῆμος ἐρημαίης νήσου λιμέν’εἰσελάσαντες
673Θυνιάδος, καμάτῳ πολυπήμονι βαῖνον ἔραζε.
674τοῖσι δὲ Λητοῦς υἱός, ἀνερχόμενος Λυκίηθεν
675τῆλ’ἐπ’ἀπείρονα δῆμον Ὑπερβορέων ἀνθρώπων,
676ἐξεφάνη · χρύσεοι δὲ παρειάων ἑκάτερθεν
677πλοχμοὶ βοτρυόεντες ἐπερρώοντο κιόντι ·
678λαιῇ δ’ἀργύρεον νώμα βιόν, ἀμφὶ δὲ νώτοις
679ἰοδόκη τετάνυστο κατωμαδόν · ἡ δ’ὑπὸ ποσσὶν
680σείετο νῆσος ὅλη, κλύζεν δ’ἐπὶ κύματα χέρσῳ.
681τοὺς δ’ἕλε θάμβος ἰδόντας ἀμήχανον · οὐ δέ τις ἔτλη
682ἀντίον αὐγάσσασθαι ἐς ὄμματα καλὰ θεοῖο.
683στὰν δὲ κάτω νεύσαντες ἐπὶ χθονός · αὐτὰρ ὁ τηλοῦ
684βῆ ῥ’ἴμεναι πόντονδε δι’ἠέρος · ὀψὲ δὲ τοῖον
685Ὀρφεὺς ἔκφατο μῦθον ἀριστήεσσι πιφαύσκων ·
686“εἰ δ’ἄγε δὴ νῆσον μὲν Ἑωίου Ἀπόλλωνος
687τήνδ’ἱερὴν κλείωμεν, ἐπεὶ πάντεσσι φαάνθη
688ἠῷος μετιών · τὰ δὲ ῥέξομεν οἷα πάρεστιν,
689βωμὸν ἀναστήσαντες ἐπάκτιον · εἰ δ’ἂν ὀπίσσω
690γαῖαν ἐς Αἱμονίην ἀσκηθέα νόστον ὀπάσσῃ,
691δὴ τότε οἱ κεραῶν ἐπὶ μηρία θήσομεν αἰγῶν.
692νῦν δ’αὔτως κνίσῃ λοιβῇσίτε μειλίξασθαι
693κέκλομαι. ἀλλ’ἵληθι ἄναξ, ἵληθι φαανθείς”.
694ὧς ἄρ’ἔφη · καὶ τοὶ μὲν ἄφαρ βωμὸν τετύκοντο
695χερμάσιν · οἱ δ’ἀνὰ νῆσον ἐδίνεον, ἐξερέοντες
696εἴ κέ τιν’ἢ κεμάδων, ἢ ἀγροτέρων ἐσίδοιεν
697αἰγῶν, οἷάτε πολλὰ βαθείῃ βόσκεται ὕλῃ.
698τοῖσι δὲ Λητοΐδης ἄγρην πόρεν · ἐκ δέ νυ πάντων
699εὐαγέως ἱερῷ ἀνὰ διπλόα μηρία βωμῷ
700καῖον, ἐπικλείοντες Ἑώιον Ἀπόλλωνα.
701ἀμφὶ δὲ δαιομένοις εὐρὺν χορὸν ἐστήσαντο,
702καλὸν Ἰηπαιήον’Ἰηπαιήονα Φοῖβον
703μελπόμενοι · σὺν δέ σφιν ἐὺς πάις Οἰάγροιο
704Βιστονίῃ φόρμιγγι λιγείης ἦρχεν ἀοιδῆς ·
705ὥς ποτε πετραίῃ ὑπὸ δειράδι Παρνησσοῖο
706Δελφύνην τόξοισι πελώριον ἐξενάριξεν,
707κοῦρος ἐὼν ἔτι γυμνός, ἔτι πλοκάμοισι γεγηθώς.
708ἱλήκοις · αἰεί τοι, ἄναξ, ἄτμητοι ἔθειραι,
709αἰὲν ἀδήλητοι · τὼς γὰρ θέμις. οἰόθι δ’αὐτὴ
710Λητὼ Κοιογένεια φίλαις ἐν χερσὶν ἀφάσσει.
711πολλὰ δὲ Κωρύκιαι νύμφαι, Πλείστοιο θύγατρες,
712θαρσύνεσκον ἔπεσσιν, Ἰήιε κεκληγυῖαι ·
713ἔνθεν δὴ τόδε καλὸν ἐφύμνιον ἔπλετο Φοίβῳ.
714αὐτὰρ ἐπειδὴ τόνγε χορείῃ μέλψαν ἀοιδῇ,
715λοιβαῖς εὐαγέεσσιν ἐπώμοσαν, ἦ μὲν ἀρήξειν
716ἀλλήλοις εἰσαιὲν ὁμοφροσύνῃσι νόοιο,
717ἁπτόμενοι θυέων · καίτ’εἰσέτι νῦν γε τέτυκται
718κεῖσ’Ὁμονοίης ἱρὸν ἐύφρονος, ὅ ῥ’ἐκάμοντο
719αὐτοὶ κυδίστην τότε δαίμονα πορσαίνοντες.
720ἦμος δὲ τρίτατον φάος ἤλυθε, δὴ τότ’ἔπειτα
721ἀκραεῖ ζεφύρῳ νῆσον λίπον αἰπήεσσαν.
722ἔνθεν δ’ἀντιπέρην ποταμοῦ στόμα Σαγγαρίοιο
723καὶ Μαριανδυνῶν ἀνδρῶν ἐριθηλέα γαῖαν
724ἠδὲ Λύκοιο ῥέεθρα καὶ Ἀνθεμοεισίδα λίμνην
725δερκόμενοι παράμειβον · ὑπὸ πνοιῇ δὲ κάλωες
726ὅπλατε νήια πάντα τινάσσετο νισσομένοισιν.
727ἠῶθεν δ’ἀνέμοιο διὰ κνέφας εὐνηθέντος
728ἀσπασίως ἄκρης Ἀχερουσίδος ὅρμον ἵκοντο.
729ἡ μέντε κρημνοῖσιν ἀνίσχεται ἠλιβάτοισιν,
730εἰς ἅλα δερκομένη Βιθυνίδα · τῇ δ’ὑπὸ πέτραι
731λισσάδες ἐρρίζωνται ἁλίβροχοι · ἀμφὶ δὲ τῇσιν
732κῦμα κυλινδόμενον μεγάλα βρέμει · αὐτὰρ ὕπερθεν
733ἀμφιλαφεῖς πλατάνιστοι ἐπ’ἀκροτάτῃ πεφύασιν.
734ἐκ δ’αὐτῆς εἴσω κατακέκλιται ἤπειρόνδε
735κοίλη ὕπαιθα νάπη, ἵνατε σπέος ἔστ’Ἀίδαο
736ὕλῃ καὶ πέτρῃσιν ἐπηρεφές, ἔνθεν ἀυτμὴ
737πηγυλίς, ὀκρυόεντος ἀναπνείουσα μυχοῖο
738συνεχές, ἀργινόεσσαν ἀεὶ περιτέτροφε πάχνην,
739ἥτε μεσημβριόωντος ἰαίνεται ἠελίοιο.
740σιγὴ δ’οὔποτε τήνγε κατὰ βλοσυρὴν ἔχει ἄκρην,
741ἀλλ’ἄμυδις πόντοιόθ’ὑπὸ στένει ἠχήεντος,
742φύλλωντε πνοιῇσι τινασσομένων μυχίῃσιν.
743ἔνθα δὲ καὶ προχοαὶ ποταμοῦ Ἀχέροντος ἔασιν,
744ὅςτε διὲξ ἄκρης ἀνερεύγεται εἰς ἅλα βάλλων
745ἠῴην · κοίλη δὲ φάραγξ κατάγει μιν ἄνωθεν.
746τὸν μὲν ἐν ὀψιγόνοισι Σοωναύτην ὀνόμηναν
747Νισαῖοι Μεγαρῆες, ὅτε νάσσεσθαι ἔμελλον
748γῆν Μαριανδυνῶν. δὴ γάρ σφεας ἐξεσάωσεν
749αὐτῇσιν νήεσσι, κακῇ χρίμψαντας ἀέλλῃ.
750τῇ ῥ’οἵγ’αὐτίκα νηὶ διὲξ Ἀχερουσίδος ἄκρης
751εἰσωποὶ ἀνέμοιο νέον λήγοντος ἔκελσαν.
752οὐ δ’ἄρα δηθὰ Λύκον, κείνης πρόμον ἠπείροιο,
753καὶ Μαριανδυνοὺς λάθον ἀνέρας ὁρμισθέντες
754αὐθένται Ἀμύκοιο κατὰ κλέος, ὃ πρὶν ἄκουον ·
755ἀλλὰ καὶ ἀρθμὸν ἔθεντο μετὰ σφίσι τοῖο ἕκητι.
756αὐτὸν δ’ὥστε θεὸν Πολυδεύκεα δεξιόωντο
757πάντοθεν ἀγρόμενοι · ἐπεὶ ἦ μάλα τοίγ’ἐπὶ δηρὸν
758ἀντιβίην Βέβρυξιν ὑπερφιάλοις πολέμιζον.
759καὶ δὴ πασσυδίῃ μεγάρων ἔντοσθε Λύκοιο
760κεῖν’ἦμαρ φιλότητι, μετὰ πτολίεθρον ἰόντες,
761δαίτην ἀμφίεπον, τέρποντότε θυμὸν ἔπεσσιν.
762Λἰσονίδης μέν οἱ γενεὴν καὶ οὔνομ’ἑκάστου
763σφωιτέρων μυθεῖθ’ἑτάρων, Πελίαότ’ἐφετμάς,
764ἠδ’ὡς Λημνιάδεσσιν ἐπεξεινοῦντο γυναιξίν,
765ὅσσατε Κύζικον ἀμφὶ Δολιονίην ἐτέλεσσαν ·
766Μυσίδα δ’ὡς ἀφίκοντο Κίονθ’, ὅθι κάλλιπον ἥρω
767Ἡρακλέην ἀέκοντι νόῳ, Γλαύκοιότε βάξιν
768πέφραδε, καὶ Βέβρυκας ὅπως Ἄμυκόντ’ἐδάιξαν,
769καὶ Φινῆος ἔειπε θεοπροπίαςτε δύηντε,
770ἠδ’ὡς Κυανέας πέτρας φύγον, ὥςτ’ἀβόλησαν
771Λητοΐδῃ κατὰ νῆσον. ὁ δ’ἑξείης ἐνέποντος
772θέλγετ’ἀκουῇ θυμόν · ἄχος δ’ἕλεν Ἡρακλῆι
773λειπομένῳ, καὶ τοῖον ἔπος πάντεσσι μετηύδα ·
774“ὦ φίλοι, οἵου φωτὸς ἀποπλαγχθέντες ἀρωγῆς
775πείρετ’ἐς Αἰήτην τόσσον πλόον. εὖ γὰρ ἐγώ μιν
776Δασκύλου ἐν μεγάροισι καταυτόθι πατρὸς ἐμοῖο
777οἶδ’ἐσιδών, ὅτε δεῦρο δι’Ἀσίδος ἠπείροιο
778πεζὸς ἔβη ζωστῆρα φιλοπτολέμοιο κομίζων
779Ἱππολύτης · ἐμὲ δ’εὗρε νέον χνοάοντα ἰούλους.
780ἔνθα δ’ἐπὶ Πριόλαο κασιγνήτοιο θανόντος
781ἡμετέρου Μυσοῖσιν ὑπ’ἀνδράσιν, ὅντινα λαὸς
782οἰκτίστοις ἐλέγοισιν ὀδύρεται ἐξέτι κείνου,
783ἀθλεύων Τιτίην ἀπεκαίνυτο πυγμαχέοντα
784καρτερόν, ὃς πάντεσσι μετέπρεπεν ἠιθέοισιν
785εἶδόςτ’ἠδὲ βίην · χαμάδις δέ οἱ ἤλασ’ὀδόντας.
786αὐτὰρ ὁμοῦ Μυσοῖσιν ἐμῷ ὑπὸ πατρὶ δάμασσεν
787καὶ Φρύγας, οἳ ναίουσιν ὁμώλακας ἧμιν ἀρούρας,
788φῦλάτε Βιθυνῶν αὐτῇ κτεατίσσατο γαίῃ,
789ἔστ’ἐπὶ Ῥήβαο προχοὰς σκόπελόντε Κολώνης ·
790Παφλαγόνεςτ’ἐπὶ τοῖς Πελοπήιοι εἴκαθον αὔτως,
791ὅσσους Βιλλαίοιο μέλαν περιάγνυται ὕδωρ.
792ἀλλά με νῦν Βέβρυκες ὑπερβασίητ’Ἀμύκοιο
793τηλόθι ναιετάοντος, ἐνόσφισαν, Ἡρακλῆος,
794δὴν ἀποτεμνόμενοι γαίης ἅλις, ὄφρ’ἐβάλοντο
795οὖρα βαθυρρείοντος ὑφ’εἱαμεναῖς Ὑπίοιο.
796ἔμπης δ’ἐξ ὑμέων ἔδοσαν τίσιν · οὐ δέ ἕ φημι
797ἤματι τῷδ’ἀέκητι θεῶν ἐπελάσσαι ἄρηα,
798Τυνδαρίδην Βέβρυξιν, ὅτ’ἀνέρα κεῖνον ἔπεφνεν.
799τῶ νῦν ἥντιν’ἐγὼ τῖσαι χάριν ἄρκιός εἰμι,
800τίσω προφρονέως. ἡ γὰρ θέμις ἠπεδανοῖσιν
801ἀνδράσιν, εὖτ’ἄρξωσιν ἀρείονες ἄλλοι ὀφέλλειν.
802ξυνῇ μὲν πάντεσσιν ὁμόστολον ὔμμιν ἕπεσθαι
803Δάσκυλον ὀτρυνέω, ἐμὸν υἱέα · τοῖο δ’ἰόντος,
804ἦτ’ἂν ἐυξείνοισι διὲξ ἁλὸς ἀντιάοιτε
805ἀνδράσιν, ὄφρ’αὐτοῖο ποτὶ στόμα Θερμώδοντος.
806νόσφι δὲ Τυνδαρίδαις Ἀχερουσίδος ὑψόθεν ἄκρης
807εἵσομαι ἱερὸν αἰπύ · τὸ μὲν μάλα τηλόθι πάντες
808ναυτίλοι ἂμ πέλαγος θηεύμενοι ἱλάξονται ·
809καί κέ σφιν μετέπειτα πρὸ ἄστεος, οἷα θεοῖσιν,
810πίονας εὐαρότοιο γύας πεδίοιο ταμοίμην”.
811ὧς τότε μὲν δαῖτ’ἀμφὶ πανήμεροι ἑψιόωντο.
812ἦρί γε μὴν ἐπὶ νῆα κατήισαν ἐγκονέοντες ·
813καὶ δ’αὐτὸς σὺν τοῖσι Λύκος κίε, μυρί’ὀπάσσας
814δῶρα φέρειν · ἅμα δ’υἷα δόμων ἔκπεμπε νέεσθαι.
815ἔνθα δ’Ἀβαντιάδην πεπρωμένη ἤλασε μοῖρα
816Ἴδμονα, μαντοσύνῃσι κεκασμένον. ἀλλά μιν οὔτι
817μαντοσύναι ἐσάωσαν, ἐπεὶ χρεὼ ἦγε δαμῆναι ·
818κεῖτο γὰρ εἱαμενῇ δονακώδεος ἐν ποταμοῖο
819ψυχόμενος λαγόναςτε καὶ ἄσπετον ἰλύι νηδὺν
820κάπριος ἀργιόδων, ὀλοὸν τέρας, ὅν ῥα καὶ αὐταὶ
821νύμφαι ἑλειονόμοι ὑπεδείδισαν · οὐ δέ τις ἀνδρῶν
822ἠείδει · οἶος δὲ κατὰ πλατὺ βόσκετο τῖφος.
823αὐτὰρ ὅγ’ἰλυόεντος ἀνὰ θρωσμοὺς ποταμοῖο
824νίσσετ’Ἀβαντιάδης · ὁ δ’ἄρ’ἔκποθεν ἀφράστοιο
825ὕψι μάλ’ἐκ δονάκων ἀνεπάλμενος ἤλασε μηρὸν
826ἀίγδην, μέσσας δὲ σὺν ὀστέῳ ἶνας ἔκερσεν.
827ὀξὺ δ’ὅγε κλάγξας οὔδει πέσεν · οἱ δὲ τυπέντος
828ἀθρόοι ἀντιάχησαν. ὀρέξατο δ’αἶψ’ὀλοοῖο
829Πηλεὺς αἰγανέῃ φύγαδ’εἰς ἕλος ὁρμηθέντος
830καπρίου · ἔσσυτο δ’αὖτις ἐναντίος · ἀλλά μιν Ἴδας
831οὔτασε, βεβρυχὼς δὲ θοῷ περικάππεσε δουρί.
832καὶ τὸν μὲν χαμάδις λίπον αὐτόθι πεπτηῶτα ·
833τὸν δ’ἕταροι ἐπὶ νῆα φέρον ψυχορραγέοντα,
834ἀχνύμενοι, χείρεσσι δ’ἑῶν ἐνικάτθαν’ἑταίρων.
835ἔνθα δὲ ναυτιλίης μὲν ἐρητύοντο μέλεσθαι,
836ἀμφὶ δὲ κηδείῃ νέκυος μένον ἀσχαλόωντες.
837ἤματα δὲ τρία πάντα γόων · ἑτέρῳ δέ μιν ἤδη
838τάρχυον μεγαλωστί · συνεκτερέιζε δὲ λαὸς
839αὐτῷ ὁμοῦ βασιλῆι Λύκῳ · παρὰ δ’ἄσπετα μῆλα,
840ἣ θέμις οἰχομένοισι, ταφήια λαιμοτόμησαν.
841καὶ δή τοι κέχυται τοῦδ’ἀνέρος ἐν χθονὶ κείνῃ
842τύμβος · σῆμα δ’ἔπεστι καὶ ὀψιγόνοισιν ἰδέσθαι,
843νηίου ἐκ κοτίνοιο φάλαγξ · θαλέθει δέτε φύλλοις
844ἄκρης τυτθὸν ἔνερθ’Ἀχερουσίδος. εἰ δέ με καὶ τὸ
845χρειὼ ἀπηλεγέως Μουσέων ὕπο γηρύσασθαι,
846τόνδε πολισσοῦχον διεπέφραδε Βοιωτοῖσιν
847Νισαίοισίτε Φοῖβος ἐπιρρήδην ἱλάεσθαι,
848ἀμφὶ δὲ τήνγε φάλαγγα παλαιγενέος κοτίνοιο
849ἄστυ βαλεῖν · οἱ δ’ἀντὶ θεουδέος Αἰολίδαο
850Ἴδμονος εἰσέτι νῦν Ἀγαμήστορα κυδαίνουσιν.
851τίς γὰρ δὴ θάνεν ἄλλος; ἐπεὶ καὶ ἔτ’αὖτις ἔχευαν
852ἥρωες τότε τύμβον ἀποφθιμένου ἑτάροιο.
853δοιὰ γὰρ οὖν κείνων ἔτι σήματα φαίνεται ἀνδρῶν.
854Ἁγνιάδην Τῖφυν θανέειν φάτις · οὐ δέ οἱ ἦεν
855μοῖρ’ἔτι ναυτίλλεσθαι ἑκαστέρω. ἀλλά νυ καὶ τὸν
856αὖθι μινυνθαδίη πάτρης ἑκὰς εὔνασε νοῦσος,
857εἰσότ’Ἀβαντιάδαο νέκυν κτερέιξεν ὅμιλος.
858ἄτλητον δ’ὀλοῷ ἐπὶ πήματι κῆδος ἕλοντο.
859δὴ γὰρ ἐπεὶ καὶ τόνδε παρασχεδὸν ἐκτερέιξαν
860αὐτοῦ, ἀμηχανίῃσιν ἁλὸς προπάροιθε πεσόντες,
861ἐντυπὰς εὐκήλως εἰλυμένοι οὔτε τι σίτου
862μνώοντ’οὔτε ποτοῖο · κατήμυσαν δ’ἀχέεσσιν
863θυμόν, ἐπεὶ μάλα πολλὸν ἀπ’ἐλπίδος ἔπλετο νόστος.
864καί νύ κ’ἔτι προτέρω τετιημένοι ἰσχανόωντο,
865εἰ μὴ ἄρ’Ἀγκαίῳ περιώσιον ἔμβαλεν Ἥρη
866θάρσος, ὃν Ἰμβρασίοισι παρ’ὕδασιν Ἀστυπάλαια
867τίκτε Ποσειδάωνι · περιπρὸ γὰρ εὖ ἐκέκαστο
868ἰθύνειν, Πηλῆα δ’ἐπεσσύμενος προσέειπεν ·
869“Αἰακίδη, πῶς καλὸν ἀφειδήσαντας ἀέθλων
870γαίῃ ἐν ἀλλοδαπῇ δὴν ἔμμεναι; οὐ μὲν ἄρηος
871ἴδριν ἐόντά με τόσσον ἄγει μετὰ κῶας Ἰήσων
872παρθενίης ἀπάνευθεν, ὅσοντ’ἐπιίστορα νηῶν.
873τῶ μή μοι τυτθόν γε δέος περὶ νηὶ πελέσθω.
874ὧς δὲ καὶ ὁ- ὧλλοι δεῦρο δαήμονες ἄνδρες ἔασιν,
875τῶν ὅτινα πρύμνης ἐπιβήσομεν, οὔτις ἰάψει
876ναυτιλίην. ἀλλ’ὦκα, παραιφάμενος τάδε πάντα,
877θαρσαλέως ὀρόθυνον ἐπιμνήσασθαι ἀέθλου”.
878ὧς φάτο · τοῖο δὲ θυμὸς ὀρέξατο γηθοσύνῃσιν.
879αὐτίκα δ’οὐ μετὰ δηρὸν ἐνὶ μέσσοις ἀγόρευσεν ·
880“δαιμόνιοι, τί νυ πένθος ἐτώσιον ἴσχομεν αὔτως;
881οἱ μὲν γάρ ποθι τοῦτον, ὃν ἔλλαχον, οἶτον ὄλοντο ·
882ἡμῖν δ’ἐν γὰρ ἔασι κυβερνητῆρες ὁμίλῳ,
883καὶ πολέες. τῶ μή τι διατριβώμεθα πείρης ·
884ἀλλ’ἔγρεσθ’εἰς ἔργον, ἀπορρίψαντες ἀνίας”.
885τὸν δ’αὖτ’Αἴσονος υἱὸς ἀμηχανέων προσέειπεν ·
886“Αἰακίδη, πῇ δ’οἵδε κυβερνητῆρες ἔασιν;
887οὓς μὲν γὰρ τὸ πάροιθε δαήμονας εὐχόμεθ’εἶναι,
888οἱ δὲ κατηφήσαντες ἐμεῦ πλέον ἀσχαλόωσιν.
889τῶ καὶ ὁμοῦ φθιμένοισι κακὴν προτιόσσομαι ἄτην,
890εἰ δὴ μήτ’ὀλοοῖο μετὰ πτόλιν Αἰήταο
891ἔσσεται, ἠὲ καὶ αὖτις ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι
892πετράων ἔκτοσθε, κατ’αὐτόθι δ’ἄμμε καλύψει
893ἀκλειῶς κακὸς οἶτος, ἐτώσια γηράσκοντας”.
894ὧς ἔφατ’· Ἀγκαῖος δὲ μάλ’ἐσσυμένως ὑπέδεκτο
895νῆα θοὴν ἄξειν · δὴ γὰρ θεοῦ ἐτράπεθ’ὁρμῇ.
896τὸν δὲ μετ’Ἐργῖνος καὶ Ναύπλιος Εὔφημόςτε
897ὤρνυντ’, ἰθύνειν λελιημένοι. ἀλλ’ἄρα τούσγε
898ἔσχεθον · Ἀγκαίῳ δὲ πολεῖς ᾔνησαν ἑταίρων.
899ἠῷοι δη- δἤπειτα δυωδεκάτῳ ἐπέβαινον
900ἤματι · δὴ γάρ σφιν ζεφύρου μέγας οὖρος ἄητο.
901καρπαλίμως δ’Ἀχέροντα διεξεπέρησαν ἐρετμοῖς,
902ἐκ δ’ἔχεαν πίσυνοι ἀνέμῳ λίνα, πουλὺ δ’ἐπιπρὸ
903λαιφέων πεπταμένων τέμνον πλόον εὐδιόωντες.
904ὦκα δὲ Καλλιχόροιο παρὰ προχοὰς ποταμοῖο
905ἤλυθον, ἔνθ’ἐνέπουσι Διὸς Νυσήιον υἷα,
906Ἰνδῶν ἡνίκα φῦλα λιπὼν κατενάσσατο Θήβας,
907ὀργιάσαι, στῆσαίτε χοροὺς ἄντροιο πάροιθεν,
908ᾧ ἐν ἀμειδήτους ἁγίας ηὐλίζετο νύκτας,
909ἐξ οὗ Καλλίχορον ποταμὸν περιναιετάοντες
910ἠδὲ καὶ Αὔλιον ἄντρον ἐπωνυμίην καλέουσιν.
911ἔνθεν δὲ Σθενέλου τάφον ἔδρακον Ἀκτορίδαο,
912ὅς ῥάτ’Ἀμαζονίδων πολυθαρσέος ἐκ πολέμοιο
913ἂψ ἀνιὼν — δὴ γὰρ συνανήλυθεν Ἡρακλῆι —
914βλήμενος ἰῷ κεῖθεν ἐπ’ἀγχιάλου θάνεν ἀκτῆς.
915οὐ μέν θην προτέρω ἔτ’ἐμέτρεον. ἧκε γὰρ αὐτὴ
916Φερσεφόνη ψυχὴν πολυδάκρυον Ἀκτορίδαο
917λισσομένην τυτθόν περ ὁμήθεας ἄνδρας ἰδέσθαι.
918τύμβου δὲ στεφάνης ἐπιβὰς σκοπιάζετο νῆα
919τοῖος ἐών, οἷος πόλεμόνδ’ἴεν · ἀμφὶ δὲ καλὴ
920τετράφαλος φοίνικι λόφῳ ἐπελάμπετο πήληξ.
921καί ῥ’ὁ μὲν αὖτις ἔδυνε μέγαν ζόφον · οἱ δ’ἐσιδόντες
922θάμβησαν · τοὺς δ’ὦρσε θεοπροπέων ἐπικέλσαι
923Ἀμπυκίδης Μόψος λοιβῇσίτε μειλίξασθαι.
924οἱ δ’ἀνὰ μὲν κραιπνῶς λαῖφος σπάσαν, ἐκ δὲ βαλόντες
925πείσματ’ἐν αἰγιαλῷ Σθενέλου τάφον ἀμφεπένοντο,
926χύτλατέ οἱ χεύοντο, καὶ ἥγνισαν ἔντομα μήλων.
927ἄνδιχα δ’αὖ χύτλων νηοσσόῳ Ἀπόλλωνι
928βωμὸν δειμάμενοι μῆρ’ἔφλεγον ἂν δὲ καὶ Ὀρφεὺς
929θῆκε λύρην · ἐκ τοῦ δὲ Λύρη πέλει οὔνομα χώρῳ.
930αὐτίκα δ’οἵγ’ἀνέμοιο κατασπέρχοντος ἔβησαν
931νῆ’ἔπι · κὰδ δ’ἄρα λαῖφος ἐρυσσάμενοι τανύοντο
932ἐς πόδας ἀμφοτέρους · ἡ δ’ἐς πέλαγος πεφόρητο
933ἐντενές, ἠύτε τίςτε δι’ἠέρος ὑψόθι κίρκος
934ταρσὸν ἐφεὶς πνοιῇ φέρεται ταχύς, οὐ δὲ τινάσσει
935ῥιπήν, εὐκήλοισιν ἐνευδιόων πτερύγεσσιν.
936καὶ δὴ Παρθενίοιο ῥοὰς ἁλιμυρήεντος,
937πρηυτάτου ποταμοῦ, παρεμέτρεον, ᾧ ἔνι κούρη
938Λητωίς, ἄγρηθεν ὅτ’οὐρανὸν εἰσαναβαίνῃ,
939ὃν δέμας ἱμερτοῖσιν ἀναψύχει ὑδάτεσσιν.
940νυκτί δ’ἔπειτ’ἄλληκτον ἐπιπροτέρωσε θέοντες
941σήσαμον αἰπεινούςτε παρεξενέοντ’Ἐρυθίνους,
942Κρωβίαλον, Κρῶμνάντε καὶ ὑλήεντα Κύτωρον.
943ἔνθεν δ’αὖτε Κάραμβιν ἅμ’ἠελίοιο βολῇσιν
944γνάμψαντες παρὰ πουλὺν ἔπειτ’ἤλαυνον ἐρετμοῖς
945αἰγιαλὸν πρόπαν ἦμαρ ὁμῶς καὶ ἐπ’ἤματι νύκτα.
946αὐτίκα δ’Ἀσσυρίης ἐπέβαν χθονός, ἔνθα Σινώπην,
947θυγατέρ’Ἀσωποῖο, καθίσσατο, καί οἱ ὄπασσεν
948παρθενίην Ζεὺς αὐτός, ὑποσχεσίῃσι δολωθείς.
949δὴ γὰρ ὁ μὲν φιλότητος ἐέλδετο · νεῦσε δ’ὅγ’αὐτῇ
950δωσέμεναι, ὅ κεν ᾗσι μετὰ φρεσὶν ἰθύσειεν.
951ἡ δέ ἑ παρθενίην ᾐτήσατο κερδοσύνῃσιν.
952ὧς δὲ καὶ Ἀπόλλωνα παρήπαφεν εὐνηθῆναι
953ἱέμενον, ποταμόντ’ἐπὶ τοῖς Ἅλυν · οὐ δὲ μὲν ἀνδρῶν
954τήνγε τις ἱμερτῇσιν ἐν ἀγκοίνῃσι δάμασσεν.
955ἔνθα δὲ Τρικκαίοιο ἀγαυοῦ Δηιμάχοιο
956υἷες, Δηιλέωντε καὶ Αὐτόλυκος Φλογίοςτε
957τῆμος ἔθ’, Ἡρακλῆος ἀποπλαγχθέντες, ἔναιον ·
958οἵ ῥα τόθ’, ὡς ἐνόησαν ἀριστήων στόλον ἀνδρῶν,
959σφᾶς αὐτοὺς νημερτὲς ἐπέφραδον ἀντιάσαντες ·
960οὐ δ’ἔτι μιμνάζειν θέλον ἔμπεδον, ἀλλ’ἐνὶ νηί,
961ἀργέσταο παρᾶσσον ἐπιπνείοντος, ἔβησαν.
962τοῖσι δ’ὁμοῦ μετέπειτα θοῇ πεφορημένοι αὔρῃ
963λεῖπον Ἅλυν ποταμόν, λεῖπον δ’ἀγχίρροον Ἶριν,
964ἠδὲ καὶ Ἀσσυρίης πρόχυσιν χθονός · ἤματι δ’αὐτῷ
965γνάμψαν Ἀμαζονίδων ἕκαθεν λιμενήοχον ἄκρην.
966ἔνθα ποτὲ προμολοῦσαν Ἀρητιάδα Μελανίππην
967ἥρως Ἡρακλέης ἐλοχήσατο, καί οἱ ἄποινα
968Ἱππολύτη ζωστῆρα παναίολον ἐγγυάλιξεν
969ἀμφὶ κασιγνήτης · ὁ δ’ἀπήμονα πέμψεν ὀπίσσω.
970τῆς οἵγ’ἐν κόλπῳ, προχοαῖς ἔπι Θερμώδοντος,
971κέλσαν, ἐπεὶ καὶ πόντος ὀρίνετο νισσομένοισιν.
972τῷ δ’οὔτις ποταμῶν ἐναλίγκιος, οὐ δὲ ῥέεθρα
973τόσσ’ἐπὶ γαῖαν ἵησι παρὲξ ἕθεν ἄνδιχα βάλλων.
974τετράκις εἰς ἑκατὸν δεύοιτό κεν, εἴ τις ἕκαστα
975πεμπάζοι · μία δ’οἴη ἐτήτυμος ἔπλετο πηγή.
976ἡ μέντ’ἐξ ὀρέων κατανίσσεται ἤπειρόνδε
977ὑψηλῶν, ἅτέ φασιν Ἀμαζόνια κλείεσθαι.
978ἔνθεν δ’αἰπυτέρην ἐπικίδναται ἔνδοθι γαῖαν
979ἀντικρύ · τῶ καί οἱ ἐπίστροφοί εἰσι κέλευθοι ·
980αἰεὶ δ’ἄλλυδις ἄλλη, ὅπῃ κύρσειε μάλιστα
981ἠπείρου χθαμαλῆς, εἱλίσσεται · ἡ μὲν ἄπωθεν,
982ἡ δὲ πέλας · πολέες δὲ πόροι νώνυμνοι ἔασιν,
983ὅππῃ ὑπεξαφύονται · ὁ δ’ἀμφαδὸν ἄμμιγα παύροις
984πόντον ἐς Ἄξεινον κυρτὴν ὑπερεύγεται ἄκρην.
985καί νύ κε δηθύνοντες Ἀμαζονίδεσσιν ἔμιξαν
986ὑσμίνην, καὶ δ’οὔ κεν ἀναιμωτί γ’ἐρίδηναν —
987οὐ γὰρ Ἀμαζονίδες μάλ’ἐπητέες, οὐ δὲ θέμιστας
988τίουσαι πεδίον Δοιάντιον ἀμφενέμοντο ·
989ἀλλ’ὕβρις στονόεσσα καὶ Ἄρεος ἔργα μεμήλει ·
990δὴ γὰρ καὶ γενεὴν ἔσαν Ἄρεος Ἁρμονίηςτε
991νύμφης, ἥτ’Ἄρηϊ φιλοπτολέμους τέκε κούρας,
992ἄλσεος Ἀκμονίοιο κατὰ πτύχας εὐνηθεῖσα —
993εἰ μὴ ἄρ’ἐκ Διόθεν πνοιαὶ πάλιν ἀργέσταο
994ἤλυθον · οἱ δ’ἀνέμῳ περιηγέα κάλλιπον ἀκτήν,
995ἔνθα Θεμισκύρειαι Ἀμαζόνες ὡπλίζοντο.
996οὐ γὰρ ὁμηγερέες μίαν ἂμ πόλιν, ἀλλ’ἀνὰ γαῖαν
997κεκριμέναι κατὰ φῦλα διάτριχα ναιετάασκον ·
998νόσφι μὲν αἵδ’αὐταί, τῇσιν τότε κοιρανέεσκεν
999Ἱππολύτη, νόσφιν δὲ Λυκάστιαι ἀμφενέμοντο,
1000νόσφι δ’ἀκοντοβόλοι Χαδήσιαι. ἤματι δ’ἄλλῳ
1001νυκτίτ’ἐπιπλομένῃ Χαλύβων παρὰ γαῖαν ἵκοντο.
1002τοῖσι μὲν οὔτε βοῶν ἄροτος μέλει, οὔτε τις ἄλλη
1003φυταλιὴ καρποῖο μελίφρονος · οὐ δὲ μὲν οἵγε
1004ποίμνας ἑρσήεντι νομῷ ἔνι ποιμαίνουσιν.
1005ἀλλὰ σιδηροφόρον στυφελὴν χθόνα γατομέοντες
1006ὦνον ἀμείβονται βιοτήσιον, οὐ δέ ποτέ σφιν
1007ἠὼς ἀντέλλει καμάτων ἄτερ, ἀλλὰ κελαινῇ
1008λιγνύι καὶ καπνῷ κάματον βαρὺν ὀτλεύουσιν.
1009τοὺς δὲ μετ’αὐτίκ’ἔπειτα Γενηταίου Διὸς ἄκρην
1010γνάμψαντες σώοντο παρὲκ Τιβαρηνίδα γαῖαν.
1011ἔνθ’ἐπεὶ ἄρ κε τέκωνται ὑπ’ἀνδράσι τέκνα γυναῖκες,
1012αὐτοὶ μὲν στενάχουσιν ἐνὶ λεχέεσσι πεσόντες,
1013κράατα δησάμενοι · ταὶ δ’εὖ κομέουσιν ἐδωδῇ
1014ἀνέρας, ἠδὲ λοετρὰ λεχώια τοῖσι πένονται.
1015ἱρὸν δ’αὖτ’ἐπὶ τοῖσιν ὄρος καὶ γαῖαν ἄμειβον,
1016ᾗ ἔνι Μοσσύνοικοι ἀν’οὔρεα ναιετάουσιν
1017μόσσυνας, καὶ δ’αὐτοὶ ἐπώνυμοι ἔνθεν ἔασιν.
1018ἀλλοίη δὲ δίκη καὶ θέσμια τοῖσι τέτυκται.
1019ὅσσα μὲν ἀμφαδίην ῥέζειν θέμις, ἢ ἐνὶ δήμῳ,
1020ἢ ἀγορῇ, τάδε πάντα δόμοις ἔνι μηχανόωνται ·
1021ὅσσα δ’ἐνὶ μεγάροις πεπονήμεθα, κεῖνα θύραζε
1022ἀψεγέως μέσσῃσιν ἐνὶ ῥέζουσιν ἀγυιαῖς.
1023οὐ δ’εὐνῆς αἰδὼς ἐπιδήμιος, ἀλλά, σύες ὣς
1024φορβάδες, οὐ δ’ἠβαιὸν ἀτυζόμενοι παρεόντας,
1025μίσγονται χαμάδις ξυνῇ φιλότητι γυναικῶν.
1026αὐτὰρ ἐν ὑψίστῳ βασιλεὺς μόσσυνι θαάσσων
1027ἰθείας πολέεσσι δίκας λαοῖσι δικάζει,
1028σχέτλιος. ἢν γάρ πού τί θεμιστεύων ἀλίτηται,
1029λιμῷ μιν κεῖν’ἦμαρ ἐνικλείσαντες ἔχουσιν.
1030τοὺς παρανισσόμενοι καὶ δὴ σχεδὸν ἀντιπέρηθεν
1031νήσου Ἀρητιάδος τέμνον πλόον εἰρεσίῃσιν
1032ἠμάτιοι · λιαρὴ γὰρ ὑπὸ κνέφας ἔλλιπεν αὔρη.
1033ἤδη καί τιν’ὕπερθεν Ἀρήιον ἀίσσοντα
1034ἐνναέτην νήσοιο δι’ἠέρος ὄρνιν ἴδοντο,
1035ὅς ῥα τιναξάμενος πτέρυγας κατὰ νῆα θέουσαν
1036ἧκ’ἐπί οἱ πτερὸν ὀξύ · τὸ δ’ἐν λαιῷ πέσεν ὤμῳ
1037δίου Ὀιλῆος · μεθέηκε δὲ χερσὶν ἐρετμὸν
1038βλήμενος · οἱ δὲ τάφον πτερόεν βέλος εἰσορόωντες.
1039καὶ τὸ μὲν ἐξείρυσσε παρεδριόων Ἐριβώτης,
1040ἕλκος δὲ ξυνέδησεν, ἀπὸ σφετέρου κολεοῖο
1041λυσάμενος τελαμῶνα κατήορον · ἐκ δ’ἐφαάνθη
1042ἄλλος ἐπὶ προτέρῳ πεποτημένος · ἀλλά μιν ἥρως
1043Εὐρυτίδης Κλυτίος — πρὸ γὰρ ἀγκύλα τείνατο τόξα,
1044ἧκε δ’ἐπ’οἰωνὸν ταχινὸν βέλος — αὐτὰρ ἔπειτα
1045πλῆξεν · δινηθεὶς δὲ θοῆς πέσεν ἀγχόθι νηός.
1046τοῖσιν δ’Ἀμφιδάμας μυθήσατο, παῖς Ἀλεοῖο ·
1047“νῆσος μὲν πέλας ἧμιν Ἀρητιάς · ἴστε καὶ αὐτοὶ
1048τούσδ’ὄρνιθας ἰδόντες. ἐγὼ δ’οὐκ ἔλπομαι ἰοὺς
1049τόσσον ἐπαρκέσσειν εἰς ἔκβασιν. ἀλλά τιν’ἄλλην
1050μῆτιν πορσύνωμεν ἐπίρροθον, εἴ γ’ἐπικέλσαι
1051μέλλετε, Φινῆος μεμνημένοι, ὡς ἐπέτελλεν.
1052οὐ δὲ γὰρ Ἡρακλέης, ὁπότ’ἤλυθεν Ἀρκαδίηνδε,
1053πλωίδας ὄρνιθας Στυμφαλίδας ἔσθενε λίμνης
1054ὤσασθαι τόξοισι, τὸ μέντ’ἐγὼ αὐτὸς ὄπωπα.
1055ἀλλ’ὅγε χαλκείην πλατάγην ἐνὶ χερσὶ τινάσσων
1056δούπει ἐπὶ σκοπιῆς περιμήκεος · αἱ δ’ἐφέβοντο
1057τηλοῦ, ἀτυζηλῷ ὑπὸ δείματι κεκληγυῖαι.
1058τῶ καὶ νῦν τοίην τιν’ἐπιφραζώμεθα μῆτιν ·
1059αὐτὸς δ’ἂν τὸ πάροιθεν ἐπιφρασθεὶς ἐνέποιμι.
1060ἀνθέμενοι κεφαλῇσιν ἀερσιλόφους τρυφαλείας,
1061ἡμίσεες μὲν ἐρέσσετ’ἀμοιβαδίς, ἡμίσεες δὲ
1062δούρασίτε ξυστοῖσι καὶ ἀσπίσιν ἄρσετε νῆα.
1063αὐτὰρ πασσυδίῃ περιώσιον ὄρνυτ’ἀυτὴν
1064ἀθρόοι, ὄφρα κολῳὸν ἀηθείῃ φοβέωνται
1065νεύοντάςτε λόφους καὶ ἐπήορα δούραθ’ὕπερθεν.
1066εἰ δέ κεν αὐτὴν νῆσον ἱκώμεθα, δὴ τότ’ἔπειτα
1067σὺν κελάδῳ σακέεσσι πελώριον ὄρσετε δοῦπον”.
1068ὧς ἄρ’ἔφη · πάντεσσι δ’ἐπίρροθος ἥνδανε μῆτις.
1069ἀμφὶ δὲ χαλκείας κόρυθας κεφαλῇσιν ἔθεντο
1070δεινὸν λαμπομένας, ἐπὶ δὲ λόφοι ἐσσείοντο
1071φοινίκεοι. καὶ τοὶ μὲν ἀμοιβήδην ἐλάασκον ·
1072τοὶ δ’αὖτ’ἐγχείῃσι καὶ ἀσπίσι νῆ’ἐκάλυψαν.
1073ὡς δ’ὅτε τις κεράμῳ κατερέψεται ἑρκίον ἀνήρ,
1074δώματος ἀγλαΐηντε καὶ ὑετοῦ ἔμμεναι ἄλκαρ,
1075ἄλλῳ δ’ἔμπεδον ἄλλος ὁμῶς ἐπαμοιβὸς ἄρηρεν ·
1076ὧς οἵγ’ἀσπίσι νῆα συναρτύναντες ἔρεψαν.
1077οἵη δὲ κλαγγὴ δῄου πέλει ἐξ ὁμάδοιο
1078ἀνδρῶν κινυμένων, ὁπότε ξυνίωσι φάλαγγες,
1079τοίη ἄρ’ὑψόθι νηὸς ἐς ἠέρα κίδνατ’ἀυτή.
1080οὐ δέ τιν’οἰωνῶν ἔτ’ἐσέδρακον, ἀλλ’ὅτε νήσῳ
1081χρίμψαντες σακέεσσιν ἐπέκτυπον, αὐτίκ’ἄρ’οἵγε
1082μυρίοι ἔνθα καὶ ἔνθα πεφυζότες ἠερέθοντο.
1083ὡς δ’ὁπότε Κρονίδης πυκινὴν ἐφέηκε χάλαζαν
1084ἐκ νεφέων ἀνάτ’ἄστυ καὶ οἰκία, τοὶ δ’ὑπὸ τοῖσιν
1085ἐνναέται κόναβον τεγέων ὕπερ εἰσαΐοντες
1086ἧνται ἀκήν, ἐπεὶ οὔ σφε κατέλλαβε χείματος ὥρη
1087ἀπροφάτως, ἀλλὰ πρὶν ἐκαρτύναντο μέλαθρον ·
1088ὧς πυκινὰ πτερὰ τοῖσιν ἐφίεσαν ἀίσσοντες
1089ὕψι μάλ’ἂμ πέλαγος περάτης εἰς οὔρεα γαίης.
1090τίς γὰρ δὴ Φινῆος ἔην νόος, ἐνθάδε κέλσαι
1091ἀνδρῶν ἡρώων θεῖον στόλον; ἢ καὶ ἔπειτα
1092ποῖον ὄνειαρ ἔμελλεν ἐελδομένοισιν ἱκέσθαι;
1093υἱῆες Φρίξοιο μετὰ πτόλιν Ὀρχομενοῖο
1094ἐξ Αἴης ἐνέοντο παρ’Αἰήταο Κυταίου,
1095Κολχίδα νῆ’ἐπιβάντες, ἵν’ἄσπετον ὄλβον ἄρωνται
1096πατρός · ὁ γὰρ θνῄσκων ἐπετείλατο τήνδε κέλευθον.
1097καὶ δὴ ἔσαν νήσοιο μάλα σχεδὸν ἤματι κείνῳ.
1098Ζεὺς δ’ἀνέμου βορέαο μένος κίνησεν ἀῆναι,
1099ὕδατι σημαίνων διερὴν ὁδὸν Ἀρκτούροιο ·
1100αὐτὰρ ὅγ’ἠμάτιος μὲν ἐν οὔρεσι φύλλ’ἐτίνασσεν
1101τυτθὸν ἐπ’ἀκροτάτοισιν ἀήσυρος ἀκρεμόνεσσιν ·
1102νυκτὶ δ’ἔβη πόντονδε πελώριος, ὦρσε δὲ κῦμα
1103κεκληγὼς πνοιῇσι · κελαινὴ δ’οὐρανὸν ἀχλὺς
1104ἄμπεχεν, οὐ δέ πῃ ἄστρα διαυγέα φαίνετ’ἰδέσθαι
1105ἐκ νεφέων, σκοτόεις δὲ περὶ ζόφος ἠρήρειστο.
1106οἱ δ’ἄρα μυδαλέοι, στυγερὸν τρομέοντες ὄλεθρον,
1107υἱῆες Φρίξοιο φέρονθ’ὑπὸ κύμασιν αὔτως.
1108ἱστία δ’ἐξήρπαξ’ἀνέμου μένος, ἠδὲ καὶ αὐτὴν
1109νῆα διάνδιχ’ἔαξε τινασσομένην ῥοθίοισιν.
1110ἔνθα δ’ὑπ’ἐννεσίῃσι θεῶν πίσυρές περ ἐόντες
1111δούρατος ὠρέξαντο πελωρίου, οἷάτε πολλὰ
1112ῥαισθείσης κεκέδαστο θόοις συναρηρότα γόμφοις.
1113καὶ τοὺς μὲν νῆσόνδε, παρὲξ ὀλίγον θανάτοιο,
1114κύματα καὶ ῥιπαὶ ἀνέμου φέρον ἀσχαλόωντας.
1115αὐτίκα δ’ἐρράγη ὄμβρος ἀθέσφατος, ὗε δὲ πόντον
1116καὶ νῆσον καὶ πᾶσαν ὅσην κατεναντία νήσου
1117χώρην Μοσσύνοικοι ὑπέρβιοι ἀμφενέμοντο.
1118τοὺς δ’ἄμυδις κρατερῷ σὺν δούρατι κύματος ὁρμὴ
1119υἱῆας Φρίξοιο μετ’ἠιόνας βάλε νήσου
1120νύχθ’ὕπο λυγαίην · τὸ δὲ μυρίον ἐκ Διὸς ὕδωρ
1121λῆξεν ἅμ’ἠελίω · τάχα δ’ἐγγύθεν ἀντεβόλησαν
1122ἀλλήλοις, Ἄργος δὲ παροίτατος ἔκφατο μῦθον ·
1123“ἀντόμεθα πρὸς Ζηνὸς Ἐποψίου, οἵτινές ἐστε
1124ἀνδρῶν, εὐμενέειντε καὶ ἀρκέσσαι χατέουσιν.
1125πόντῳ γὰρ τρηχεῖαι ἐπιβρίσασαι ἄελλαι
1126νηὸς ἀεικελίης διὰ δούρατα πάντ’ἐκέδασσαν,
1127ᾗ ἔνι πείρομεν οἶμον ἐπὶ χρέος ἐμβεβαῶτες.
1128τούνεκα νῦν ὑμέας γουναζόμεθ’, αἴ κε πίθησθε,
1129δοῦναι ὅσοντ’εἴλυμα περὶ χροός, ἠδὲ κομίσσαι
1130ἀνέρας οἰκτείραντας ὁμήλικας ἐν κακότητι.
1131ἀλλ’ἱκέτας ξείνους Διὸς εἵνεκεν αἰδέσσασθε
1132ξεινίου Ἱκεσίουτε · Διὸς δ’ἄμφω ἱκέταιτε
1133καὶ ξεῖνοι · ὁ δέ που καὶ ἐπόψιος ἄμμι τέτυκται”.
1134τὸν δ’αὖτ’Αἴσονος υἱὸς ἐπιφραδέως ἐρέεινεν,
1135μαντοσύνας Φινῆος ὀισσάμενος τελέεσθαι ·
1136“ταῦτα μὲν αὐτίκα πάντα παρέξομεν εὐμενέοντες.
1137ἀλλ’ἄγε μοι κατάλεξον ἐτήτυμον, ὁππόθι γαίης
1138ναίετε, καὶ χρέος οἷον ὑπεὶρ ἅλα νεῖσθαι ἀνώγει,
1139αὐτῶνθ’ὑμείων ὄνομα κλυτόν, ἠδὲ γενέθλην”.
1140τὸν δ’Ἄργος προσέειπεν ἀμηχανέων κακότητι ·
1141“Αἰολίδην Φρίξον τιν’ἀφ’Ἑλλάδος Αἶαν ἱκέσθαι
1142ἀτρεκέως δοκέω που ἀκούετε καὶ πάρος αὐτοί,
1143Φρίξον, ὅτις πτολίεθρον ἀνήλυθεν Αἰήταο,
1144κριοῦ ἐπεμβεβαώς, τόν ῥα χρύσειον ἔθηκεν
1145Ἑρμείας · κῶας δὲ καὶ εἰσέτι νῦν κεν ἴδοισθε.
1146τὸν μὲν ἔπειτ’ἔρρεξεν ἑῇς ὑποθημοσύνῃσιν
1147Φυξίῳ ἐκ πάντων Κρονίδῃ Διί. καί μιν ἔδεκτο
1148Αἰήτης μεγάρῳ, κούρηντέ οἱ ἐγγυάλιξεν
1149Χαλκιόπην ἀνάεδνον ἐυφροσύνῃσι νόοιο.
1150τῶν ἐξ ἀμφοτέρων εἰμὲν γένος. ἀλλ’ὁ μὲν ἤδη
1151γηραιὸς θάνε Φρίξος ἐν Αἰήταο δόμοισιν ·
1152ἡμεῖς δ’αὐτίκα πατρὸς ἐφετμάων ἀλέγοντες
1153νεύμεθ’ἐς Ὀρχομενὸν κτεάνων Ἀθάμαντος ἕκητι.
1154εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις δεδαῆσθαι,
1155τῷδε Κυτίσσωρος πέλει οὔνομα, τῷ δέτε Φρόντις,
1156τῷ δὲ Μέλας · ἐμὲ δ’αὐτὸν ἐπικλείοιτέ κεν Ἄργον”.
1157ὧς φάτ’· ἀριστῆες δὲ συνηβολίῃ κεχάροντο,
1158καί σφεας ἀμφίεπον περιθαμβέες. αὐτὰρ Ἰήσων
1159ἐξαῦτις κατὰ μοῖραν ἀμείψατο τοῖσδ’ἐπέεσσιν ·
1160“ἦ ἄρα δὴ γνωτοὶ πατρώιοι ἄμμιν ἐόντες
1161λίσσεσθ’εὐμενέοντας ἐπαρκέσσαι κακότητα.
1162Κρηθεὺς γάρ ῥ’Ἀθάμαςτε κασίγνητοι γεγάασιν.
1163Κρηθῆος δ’υἱωνὸς ἐγὼ σὺν τοισίδ’ἑταίροις
1164Ἑλλάδος ἐξ αὐτῆς νέομ’ἐς πόλιν Αἰήταο.
1165ἀλλὰ τὰ μὲν καὶ ἐσαῦτις ἐνίψομεν ἀλλήλοισιν.
1166νῦν δ’ἕσσασθε πάροιθεν · ὑπ’ἐννεσίῃσι δ’ὀίω
1167ἀθανάτων ἐς χεῖρας ἐμὰς χατέοντας ἱκέσθαι”.
1168ἦ ῥα, καὶ ἐκ νηὸς δῶκέ σφισιν εἵματα δῦναι.
1169πασσυδίῃ δη- δἤπειτα κίον μετὰ νηὸν Ἄρηος,
1170μῆλ’ἱερευσόμενοι · περὶ δ’ἐσχάρῃ ἐστήσαντο
1171ἐσσυμένως, ἥτ’ἐκτὸς ἀνηρεφέος πέλε νηοῦ
1172στιάων · εἴσω δὲ μέλας λίθος ἠρήρειστο
1173ἱερός, ᾧ ποτε πᾶσαι Ἀμαζόνες εὐχετόωντο.
1174οὐ δέ σφιν θέμις ἦεν, ὅτ’ἀντιπέρηθεν ἵκοιντο,
1175μήλωντ’ἠδὲ βοῶν τῇδ’ἐσχάρῃ ἱερὰ καίειν ·
1176ἀλλ’ἵππους δαίτρευον, ἐπηετανὸν κομέουσαι.
1177αὐτὰρ ἐπεὶ ῥέξαντες ἐπαρτέα δαῖτ’ἐπάσαντο,
1178δὴ τότ’ἄρ’Αἰσονίδης μετεφώνεεν, ἦρχέτε μύθων ·
1179“Ζεὺς ἐτεῇ τὰ ἕκαστ’ἐπιδέρκεται · οὐ δέ μιν ἄνδρες
1180λήθομεν ἔμπεδον, οἵτε θεουδέες οὐ δὲ δίκαιοι.
1181ὡς μὲν γὰρ πατέρ’ὑμὸν ὑπεξείρυτο φόνοιο
1182μητρυιῆς, καὶ νόσφιν ἀπειρέσιον πόρεν ὄλβον ·
1183ὧς δὲ καὶ ὑμέας αὖτις ἀπήμονας ἐξεσάωσεν
1184χείματος οὐλομένοιο. πάρεστι δὲ τῆσδ’ἐπὶ νηὸς
1185ἔνθα καὶ ἔνθα νέεσθαι, ὅπῃ φίλον, εἴτε μετ’Αἶαν,
1186εἶτε μετ’ἀφνειὴν θείου πόλιν Ὀρχομενοῖο.
1187τὴν γὰρ Ἀθηναίη τεχνήσατο, καὶ τάμε χαλκῷ
1188δούρατα Πηλιάδος κορυφῆς πέρι · σὺν δέ οἱ Ἄργος
1189τεῦξεν. ἀτὰρ κείνην γε κακὸν διὰ κῦμ’ἐκέδασσεν,
1190πρὶν καὶ πετράων σχεδὸν ἐλθεῖν, αἵτ’ἐνὶ πόντῳ
1191στεινωπῷ συνίασι πανήμεροι ἀλλήλῃσιν.
1192ἀλλ’ἄγεθ’ὧδε καὶ αὐτοὶ ἐς Ἑλλάδα μαιομένοισιν
1193κῶας ἄγειν χρύσειον ἐπίρροθοι ἄμμι πέλεσθε
1194καὶ πλόου ἡγεμονῆες, ἐπεὶ Φρίξοιο θυηλὰς
1195στέλλομαι ἀμπλήσων, Ζηνὸς χόλον Αἰολίδῃσιν”.
1196ἴσκε παρηγορέων · οἱ δ’ἔστυγον εἰσαΐοντες.
1197οὐ γὰρ ἔφαν τεύξεσθαι ἐνηέος Αἰήταο
1198κῶας ἄγειν κριοῖο μεμαότας, ὧδε δ’ἔειπεν
1199Ἄργος, ἀτεμβόμενος τοῖον στόλον ἀμφιπένεσθαι ·
1200“ὦ φίλοι, ἡμέτερον μὲν ὅσον σθένος, οὔποτ’ἀρωγῆς
1201σχήσεται, οὐ δ’ἠβαιόν, ὅτε χρειώ τις ἵκηται.
1202ἀλλ’αἰνῶς ὀλοῇσιν ἀπηνείῃσιν ἄρηρεν
1203Αἰήτης · τῶ καὶ περιδείδια ναυτίλλεσθαι.
1204στεῦται δ’Ἠελίου γόνος ἔμμεναι · ἀμφὶ δὲ Κόλχων
1205ἔθνεα ναιετάουσιν ἀπείρονα · καὶ δέ κεν Ἄρει
1206σμερδαλέην ἐνοπὴν μέγατε σθένος ἰσοφαρίζοι.
1207οὐ μὰν οὐ δ’ἀπάνευθεν ἑλεῖν δέρος Αἰήταο
1208ῥηίδιον, τοῖός μιν ὄφις περίτ’ἀμφίτ’ἔρυται
1209ἀθάνατος καὶ ἄυπνος, ὃν αὐτὴ Γαῖ’ἀνέφυσεν
1210Καυκάσου ἐν κνημοῖσι, Τυφαονίη ὅθι πέτρη,
1211ἔνθα Τυφάονά φασι Διὸς Κρονίδαο κεραυνῷ
1212βλήμενον, ὁππότε οἱ στιβαρὰς ἐπορέξατο χεῖρας,
1213θερμὸν ἀπὸ κρατὸς στάξαι φόνον · ἵκετο δ’αὔτως
1214οὔρεα καὶ πεδίον Νυσήιον, ἔνθ’ἔτι νῦν περ
1215κεῖται ὑποβρύχιος Σερβωνίδος ὕδασι λίμνης”.
1216ὧς ἄρ’ἔφη · πολέεσσι δ’ἐπὶ χλόος εἷλε παρειὰς
1217αὐτίκα, τοῖον ἄεθλον ὅτ’ἔκλυον. αἶψα δὲ Πηλεὺς
1218θαρσαλέοις ἐπέεσσιν ἀμείψατο, φώνησέντε ·
1219“μη δ’οὕτως, ἠθεῖε, λίην δειδίσσεο θυμῷ.
1220οὔτε γὰρ ὧδ’ἀλκὴν ἐπιδευόμεθ’, ὥστε χερείους
1221ἔμμεναι Αἰήταο σὺν ἔντεσι πειρηθῆναι.
1222ἀλλὰ καὶ ἡμέας οἴω ἐπισταμένους πολέμοιο
1223κεῖσε μολεῖν, μακάρων σχεδὸν αἵματος ἐκγεγαῶτας.
1224τῶ εἰ μὴ φιλότητι δέρος χρύσειον ὀπάσσει,
1225οὔ οἱ χραισμήσειν ἐπιέλπομαι ἔθνεα Κόλχων”.
1226ὧς οἵγ’ἀλλήλοισιν ἀμοιβαδὸν ἠγορόωντο,
1227μέσφ’αὖτις δόρποιο κορεσσάμενοι κατέδαρθεν.
1228ἦρι δ’ἀνεγρομένοισιν ἐυκραὴς ἄεν οὖρος ·
1229ἱστία δ’ἤειραν, τὰ δ’ὑπαὶ ῥιπῆς ἀνέμοιο
1230τείνετο · ῥίμφα δὲ νῆσον ἀποπροέλειπον Ἄρηος.
1231νυκτὶ δ’ἐπιπλομένῃ Φιλυρηίδα νῆσον ἄμειβον ·
1232ἔνθα μὲν Οὐρανίδης Φιλύρῃ Κρόνος, εὖτ’ἐν Ὀλύμπῳ
1233Τιτήνων ἤνασσεν, ὁ δὲ Κρηταῖον ὑπ’ἄντρον
1234Ζεὺς ἔτι Κουρήτεσσι μετετρέφετ’Ἰδαίοισιν,
1235Ῥείην ἐξαπαφών παρελέξατο · τοὺς δ’ἐνὶ λέκτροις
1236τέτμε θεὰ μεσσηγύς · ὁ δ’ἐξ εὐνῆς ἀνορούσας
1237ἔσσυτο χαιτήεντι φυὴν ἐναλίγκιος ἵππῳ ·
1238ἡ δ’αἰδοῖ χῶρόντε καὶ ἤθεα κεῖνα λιποῦσα
1239Ὠκεανὶς Φιλύρη εἰς οὔρεα μακρὰ Πελασγῶν
1240ἦλθ’, ἵνα δὴ Χείρωνα πελώριον, ἄλλα μὲν ἵππῳ,
1241ἄλλα θεῷ ἀτάλαντον, ἀμοιβαίῃ τέκεν εὐνῇ.
1242κεῖθεν δ’αὖ Μάκρωνας ἀπειρεσίηντε Βεχείρων
1243γαῖαν ὑπερφιάλουςτε παρεξενέοντο Σάπειρας,
1244Βύζηράςτ’ἐπὶ τοῖσιν · ἐπιπρὸ γὰρ αἰὲν ἔτεμνον
1245ἐσσυμένως, λιαροῖο φορεύμενοι ἐξ ἀνέμοιο.
1246καὶ δὴ νισσομένοισι μυχὸς διεφαίνετο Πόντου.
1247καὶ δὴ Καυκασίων ὀρέων ἀνέτελλον ἐρίπναι
1248ἠλίβατοι, τόθι γυῖα περὶ στυφελοῖσι πάγοισιν
1249ἰλλόμενος χαλκέῃσιν ἀλυκτοπέδῃσι Προμηθεὺς
1250αἰετὸν ἥπατι φέρβε παλιμπετὲς ἀίσσοντα.
1251τὸν μὲν ἐπ’ἀκροτάτης ἴδον ἕσπερον ὀξέι ῥοίζῳ
1252νηὸς ὑπερπτάμενον νεφέων σχεδόν · ἀλλὰ καὶ ἔμπης
1253λαίφεα πάντ’ἐτίναξε, παραιθύξας πτερύγεσσιν.
1254οὐ γὰρ’ὅγ’αἰθερίοιο φυὴν ἔχεν οἰωνοῖο,
1255ἶσα δ’ἐυξέστοις ὠκύπτερα πάλλεν ἐρετμοῖς,
1256δηρὸν δ’. οὐ μετέπειτα πολύστονον ἄιον αὐδὴν
1257ἧπαρ ἀνελκομένοιο Προμηθέος · ἔκτυπε δ’αἰθὴρ
1258οἰμωγῇ, μέσφ’αὖτις ἀπ’οὔρεος ἀίσσοντα
1259αἰετὸν ὠμηστὴν αὐτὴν ὁδὸν εἰσενόησαν.
1260ἐννύχιοι δ’Ἄργοιο δαημοσύνῃσιν ἵκοντο
1261Φᾶσίντ’εὐρὺ ῥέοντα, καὶ ἔσχατα πείρατα πόντοι
1262αὐτίκα δ’ἱστία μὲν καὶ ἐπίκριον ἔνδοθι κοίλης
1263ἱστοδόκης στείλαντες ἐκόσμεον · ἐν δὲ καὶ αὐτὸν
1264ἱστὸν ἄφαρ χαλάσαντο παρακλιδόν · ὦκα δ’ἐρετμοῖς
1265εἰσέλασαν ποταμοῖο μέγαν ῥόον · αὐτὰρ ὁ πάντῃ
1266καχλάζων ὑπόεικεν. ἔχον δ’ἐπ’ἀριστερὰ χειρῶν
1267Καύκασον αἰπήεντα Κυταιίδατε πτόλιν Αἴης,
1268ἔνθεν δ’αὖ πεδίον τὸ Ἀρήιον ἱεράτ’ἄλση
1269τοῖο θεοῦ, τόθι κῶας ὄφις εἴρυτο δοκεύων
1270πεπτάμενον λασίοισιν ἐπὶ δρυὸς ἀκρεμόνεσσιν.
1271αὐτὸς δ’Αἰσονίδης χρυσέῳ ποταμόνδε κυπέλλῳ
1272οἴνου ἀκηρασίοιο μελισταγέας χέε λοιβὰς
1273γαίῃτ’ἐνναέταιςτε θεοῖς ψυχαῖςτε καμόντων
1274ἡρώων · γουνοῦτο δ’ἀπήμονας εἶναι ἀρωγοὺς
1275εὐμενέως, καὶ νηὸς ἐναίσιμα πείσματα δέχθαι.
1276αὐτίκα δ’Ἀγκαῖος τοῖον μετὰ μῦθον ἔειπεν ·
1277“Κολχίδα μὲν δὴ γαῖαν ἱκάνομεν ἠδὲ ῥέεθρα
1278Φάσιδος · ὥρη δ’ἧμιν ἐνὶ σφίσι μητιάασθαι,
1279εἴτ’οὖν μειλιχίῃ πειρησόμεθ’Αἰήταο,
1280εἴτε καὶ ἀλλοίη τις ἐπήβολος ἔσσεται ὁρμή”.
1281ὧς ἔφατ’· Ἄργου δ’αὖτε παρηγορίῃσιν Ἰήσων
1282ὑψόθι νῆ’ἐκέλευσεν ἐπ’εὐναίῃσιν ἐρύσσαι
1283δάσκιον εἰσελάσαντας ἕλος · τὸ δ’ἐπισχεδὸν ἦεν
1284νισσομένων, ἔνθ’οἵγε διὰ κνέφας ηὐλίζοντο.
1285ἠὼς δ’οὐ μετὰ δηρὸν ἐελδομένοις ἐφαάνθη.